Library › Byzantine canonists › Nomocanon in Fourteen Titles
Nomocanon in Fourteen Titles
Byzantine canonists, Greek, RP 1, 1852
Title 7
ΤΙΤΛΟΣ Ζ΄.
ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ, καὶ τῆς ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ, ΚΑΙ ΤΟΥ ΠΑΣΧΑ, ΚΑΙ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ, ΚΑΙ ΤΗΣ ΚΥΡΙΑΚΗΣ, ΚΑΙ ΣΑΒΒΑΤΟΥ, ΚΑΙ ΓΟΝΥΚΑΙΣΙΑΣ.
ΚΕΦΑΛΑΙΟΝ Α΄.
ΠΕΡΙ νηστείας, καὶ τῶν κεκωλυμένων, ἢ ἐπιτετραμμένων γίνεσθαι ἐν τῇ τεσσαρακοστῇ τῶν νηστειῶν. Ἀποστόλων κανὼν ξστ΄. ξθ΄. Συνόδου Γαγγρῶν κανὼν ιή. ιθ΄. Συνόδου Λαοδικείας κανὼν μθ΄. ν΄. νβ΄. Συνόδου στ΄. κανὼν κθ΄. νβ΄. νέ. νστ΄. πθ΄. Πέτρου κανὼν ιέ.
Κείμενον.
Ἡ έ. διάταξις τοῦ ιβ΄. τίτλου τοῦ γ΄. βιβλίου τοῦ κώδικός φησιν, ὅτι ἐν ταῖς προλαβούσαις τοῦ πάσχα μ΄. ἡμέραις, πᾶσα ζήτησις τῶν ἐγκληματικῶν βασάνων σχολάζει· καὶ ἡ στ΄. διάταξις, ὅτι ἄπρακτοί εἰσιν αἱ πρὸ τοῦ πάσχα ζ΄. ἡμέραι, καὶ ζ΄. μετὰ τὸ πάσχα, καὶ ἡ χριστουγέννα, καὶ τὰ θεοφάνεια, καὶ ἡ τοῦ πάθους τῶν Ἀποστόλων, καὶ ἡ κυριακὴ, καὶ ἐν ταῖς τοιαύταις ἡμέραις, οὔτε θέα τελεῖται, οὔτε δίκη λέγεται. Ἐν δὲ ταῖς ιέ. ἡμέραις τοῦ πάσχα, οὔτε χρέος ἰδιωτικὸν, ἢ δημόσιον ἀπαιτεῖται. Ἡ δὲ ζ΄. διάτ. ἐπιτρέπει ἐν ταῖς αὐταῖς ιέ. ἡμέραις ἐλευθερίας καὶ ἐμαγκιπατίωνας πράττεσθαι, καὶ τὰ ἐπ᾽ αὐταῖς ὑπομνήματα συνίστασθαι. Ἡ δὲ ή. διάτ. φησὶν ὅτι καὶ ἐν τῇ μ΄. καὶ ἐν τῇ ἡμέρᾳ τοῦ πάσχα βασανίζονται οἱ λῃσταὶ, ἐφ᾽ ᾧ καὶ τοὺς συνίστορας ἐξειπεῖν, καὶ διαφερόντως οἱ Ἴσαυροι. Ἡ δὲ γ΄. διάτ. τοῦ δ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός φησιν, ὅτι ἐν ταῖς ἡμέραις τῆς πασχαλίας, οὐδεὶς ἐγκλείεται, ἢ δεσμεῖται, πλὴν μοιχοῦ, καὶ αἰσχρουργοῦ, καὶ ἅρπαγος παρθένων, καὶ τυμβωρύχου, καὶ γόητος, καὶ παραχαράκτου, καὶ φονέως, καὶ πατροκτόνου, καὶ τυράννου· πάντες γὰρ οὗτοι πάντοτε ἀπολαμβάνουσιν, ἅπαξ δὲ μόνον οἱ λοιποὶ συγγινώσκονται.
ΚΕΦΑΛΑΙΟΝ Β΄.
Περὶ τοῦ μήτε τὴν λεχὼ, μήτε τὸν ἐκ νόσου μὴ δυνάμενον, ἀναγκάζεσθαι τὸ πάσχα νηστεύειν. Τιμοθέου κανὼν ή. ί.
ΚΕΦΑΛΑΙΟΝ Γ΄.
Περὶ τῆς ἡμέρας, καὶ τῆς ὥρας τῆς πασχαλίου, καὶ τῶν Θεοφανείων. Ἀποστόλων κανὼν ζ΄. Συνόδου Ἀντιοχείας κανὼν ά. Συνόδου Καρθαγένης κανὼν ογ΄. Συνόδου στ΄. κανὼν ξστ΄. πθ΄. Διονυσίου ἐκ τῆς πρὸς Βασιλείδην ἐπιστολῆς, κανὼν ά. Θεοφίλου ἐκ τῆς περὶ τῶν Θεοφανείων προσφωνήσεως.
ΚΕΦΑΛΑΙΟΝ Δ΄.
Περὶ τοῦ μὴ χρῆναι ἐν κυριακῇ θεώρια γίνεσθαι, ἢ γόνυ κλίνειν ἐν κυριακῇ, ἢ ἐν ταῖς ἡμέραις τῆς Πεντηκοστῆς, καὶ ὅτι κατὰ τὸ ἐγχωροῦν δεῖ σχολάζειν τὴν κυριακὴν, οὐ μὴν τὸ σάββατον, καὶ ὅτι δεῖ γραφὰς ἀναγινώσκειν τὸ σάββατον. Συνόδου Νικαίας κανὼν κ΄. Συνόδου Λαοδικείας κανὼν κθ΄. Συνόδου Καρθαγένης κανὼν ξά. Συνόδου ϛ΄. κανὼν ιθ΄. ξϛ΄. Πέτρου κανὼν ιέ. Θεοφίλου ἐκ τῆς περὶ τῶν Θεοφανείων προσφωνήσεως.
Κείμενον.
Ἡ ϛ΄. διάταξις τοῦ ιβ΄. τίτλου τοῦ γ΄. βιβλίου τοῦ κώδικος λέγει τὴν κυριακὴν ἄπρακτον εἶναι. Ἡ δὲ θ΄. διάταξις τοῦ αὐτοῦ τίτ. ὅτι ἐν αὐτῇ οὐχ ὑπομιμνήσκεταί τις, ἢ ἐγγύας ἀπαιτεῖται, ἢ δημόσιον, ἢ ἰδιωτικὸν χρέος, οὔτε δικάζεται, οὔτε σκηνικὴ θέα, ἢ κυνήγια, ἢ ἱπποδρόμιον τελεῖται· ἀλλ᾽ εἰ καὶ φθάσῃ βασιλέως νατάλιον ἐν κυριακῇ, ὑπερτίθεται τὸ θεώριον. Ὁ δὲ θεωρῶν ἐν κυριακῇ ἀποστρατεύεται, καὶ δημεύεται, καὶ ὁ ἐκβιβαστὴς παραβὰς τὸν νόμον. Ἔξεστι δὲ πακτεύειν καὶ διαλύεσθαι ἐν κυριακῇ. Εἴρηται δὲ βιβλίῳ ά. τίτ. θ΄. διατάξει β΄. καὶ ιγ΄. ὅτι οἱ Ἰουδαῖοι ἐν τῷ σαββάτῳ, καὶ ταῖς ἄλλαις αὐτῶν ἑορταῖς, οὔτε σωματικῶς λειτουργοῦσιν, οὔτε τι ποιοῦσιν, οὔτε διὰ δημοσίαν ἢ ἰδιωτικὴν αἰτίαν ἐνάγονται, ἢ χριστιανοῖς ἐνάγουσιν.
ΚΕΦΑΛΑΙΟΝ Ε΄.
Τίς ἡ αἰτία γονυκλισίας, καὶ τοῦ μὴ τοῦτο γίνεσθαι ἐν κυριακῇ, καὶ ταῖς ἡμέραις τῆς πεντηκοστῆς, καὶ διὰ τί πρὸς ἀνατολὰς εὐχόμεθα. Βασιλείου ἐκ τοῦ κζ΄. κεφ. τῶν πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου πνεύματος.