Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Gregory Palamas › Homilies

Homilies

St Gregory Palamas, Greek, Jerusalem, 1857

Homily 10

ΟΜΙΛΙΑ Ι΄.
Τῇ δευτέρᾳ Κυριακῇ τῆς ἁγίας Τεσσαρακοστῆς, ὑπόθεσιν ἔχουσα τὸν ἐν Καπερναοὺμ ἰαθέντα παρὰ τοῦ Κυρίου Παράλυτον· καὶ πρὸς τοὺς ἀκαίρως ὁμιλοῦντας ἀλλήλοις ἐν ταῖς κατὰ τὴν Ἐκκλησίαν ἱεραῖς συνάξεσιν.

Αὐτὰς τὰς δεσποτικὰς φωνὰς, μᾶλλον δὲ τὸ κεφάλαιον αὐτὸ τοῦ Εὐαγγελικοῦ κηρύγματος, σήμερον ἐρῶ προοιμιαζόμενος πρὸς τὴν ὑμετέραν ἀγάπην· «Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν» 1· καὶ οὐκ ἤγγισε μόνον, ἀλλὰ καὶ ἐν ἡμῖν ἐστιν· «Ἡ γὰρ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἐστι» πάλιν ὁ Κύριος εἶπε 2. Καὶ οὐκ ἐν ἡμῖν ἐστι μόνον, ἀλλὰ καὶ μετ᾽ οὐ πολὺ περιφανέστερον παραγίνεται, καταργήσουσα πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν μόνοις τοῖς κατὰ Θεὸν ζῶσι, καὶ θεαρέστως ἐνταῦθα βεβιωκόσιν. Ἐπεὶ τοίνυν ἡ βασιλεία τοῦ Θεοῦ καὶ ἤγγικε καὶ ἐν ἡμῖν ἐστι, καὶ μετ᾽ οὐ πολὺ παραγίνεται, ποιήσωμεν διὰ τῶν τῆς μετανοίας ἔργων ἑαυτοὺς αὐτῆς ἀξίους· βιάσωμεν ἡμᾶς αὐτοὺς, τὰς πονηρὰς ἀνακόπτοντες προλήψεις καὶ συνηθείας· βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν· ζηλώσωμεν τῶν θεοφόρων ἡμῶν Πατέρων τὴν ὑπομονὴν, τὴν ταπείνωσιν, τὴν πίστιν αὐτήν· «Τούτων γάρ φησιν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν»3. Νεκρώσωμεν τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν πάθος ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν, καὶ μάλιστα κατὰ τὰς ἱερὰς ταύτας τῆς νηστείας ἡμέρας· διὰ τοῦτο γὰρ προλαβοῦσα ἡ τοῦ Πνεύματος χάρις, περὶ τῆς μελλούσης τοῦ Θεοῦ φρικωδεστάτης κρίσεως, ἐδίδαξεν ἡμᾶς· εἶτα καὶ τῆς ἐξορίας τοῦ Ἀδὰμ ὑπέμνησε· καὶ μετὰ τοῦτο τὴν ἀσφαλεστάτην πίστιν ὑπέδειξεν ἡμῖν, ἵνα τῷ ἐξ ἐκείνης φόβῳ, καὶ τῷ ἐπὶ ταύτης θρήνῳ, τῆς τε πίστεως ἀσφαλῶς ἀντεχώμεθα, καὶ συστέλλωμεν ἡμᾶς αὐτοὺς, καὶ μὴ ἐκδιδῶμεν τῇ ἀκρασίᾳ, μηδὲ διὰ τῆς ἀπλήστου γαστρὸς πᾶσι τοῖς πάθεσι θύραν ἀνοίγωμεν, καὶ χώραν παρέχωμεν, καὶ τῆς εὐρυχώρου καὶ πλατείας ὅλοι γενώμεθα, μεθ᾽ ἡδονῆς ὡς εἰπεῖν ἀπολλύμενοι. Ἀλλὰ τὴν εἰς ζωὴν αἰώνιον ἀπάγουσαν στενὴν καὶ τεθλιμμένην ὁδὸν ἀγαπήσαντες, ἧς ἀρχὴ καὶ πρῶτον στάδιον ἡ νηστεία ἐστὶ, τὴν τεσσαρακοστὴν τῶν νηστίμων ἡμερῶν ταύτην μετ᾽ εὐτονίας ἀνύσωμεν.

Εἰ γὰρ, ὥσπερ καιρὸς τῷ παντὶ πράγματι, κατὰ τὸν Σολομῶντα, καὶ τοῖς πᾶσιν ὁ χρόνος, οὕτω καὶ καιρόν τις ἐπιτήδειον ζητεῖ πρὸς ἐργασίαν τῆς ἀρετῆς, οὗτός ἐστιν ὁ καιρὸς, ἡ τεσσαρακοστὴ τῶν ἡμερῶν αὕτη. Εἰ δὲ καὶ πᾶς ὁ τῶν ἀνθρώπων βίος πρὸς σωτηρίας πορισμόν ἐστιν ἐπιτήδειος, πολλῷ μᾶλλον ὁ καιρὸς οὗτος τῆς νηστείας ἐστίν· ἐπεὶ καὶ ὁ ἀρχηγὸς καὶ χορηγὸς τῆς σωτηρίας ἡμῶν Χριστὸς ἀπὸ νηστείας ἐποιήσατο τὴν ἀρχὴν, καὶ ἐν τῷ σταδίῳ ταύτης τὸν δημιουργὸν τῶν παθῶν, παντοίως προσβαλόντα, κατεπάλαισε καὶ κατήσχυνε διάβολον· ὥσπερ γὰρ ἡ τῆς γαστρὸς ἀκρασία τῶν ἀρετῶν ἀναιρέτης οὖσα γεννήτρια τῆς ἐμπαθείας ἐστὶν, οὕτω καὶ ἡ ἐγκράτεια τοὺς ἐκ τῆς ἀκρασίας μολυσμοὺς ἀναιροῦσα γεννήτρια τῆς ἀπαθείας ἐστίν. Εἰ δὲ μήπω τὰ πάθη ἐν ἡμῖν ὄντα προξενεῖ τε καὶ προεξένησεν ἡ ἀκρασία, πῶς ὄντα οὐκ αὐξήσει τε καὶ στηρίξει, ὥσπερ ἡ νηστεία μειώσει ταῦτα καὶ ἀφανίσει; συζυγεῖς δὲ ἀλλήλαις εἰσὶν ἥτε νηστεία καὶ ἡ ἐγκράτεια, κἂν ἄλλοτε ἄλλη τοῖς συνετῶς μετιοῦσιν εὐκαίρως πλεονεκτῇ.

Ταύτας οὖν καὶ ἡμεῖς ἀρτίως ἀλλήλων μὴ διαζεύξωμεν, ἀλλὰ τῇ μὲν σεπτῇ μεταξὺ πεντάδι τῶν τῆς ἑβδομάδος ἡμερῶν μᾶλλον ἀντεχώμεθα τῆς νηστείας, Σαββάτου δὲ καὶ Κυριακῆς τῇ ἐγκρατείᾳ μᾶλλον ἢ τῇ νηστείᾳ προσέχωμεν, ὡς ἂν συνετῶς ἀκροώμεθα τῶν εὐαγγελικῶν ῥημάτων, ἃ σήμερον ἀπαγγελεῖ τὴν τοῦ παραλύτου θαυμαστὴν ἴασιν, οὐ τὴν ἐν Ἱεροσολύμοις, ἀλλὰ τὴν ἐν Καπερναοὺμ ὑπὸ τοῦ Κυρίου γεγενημένην. Τῷ γὰρ καιρῷ ἐκείνῳ φησὶν ὁ θεηγόρος Μάρκος· «Εἰσῆλθε πάλιν ὁ Ἰησοῦς εἰς Καπερναοὺμ δι᾽ ἡμερῶν». Ταύτην δὲ τὴν Καπερναοὺμ ἰδίαν πόλιν τοῦ Κυρίου ὁ Ματθαῖος φησί· τὰ γὰρ κατὰ τὸν παράλυτον τοῦτον κἀκεῖνος ἱστορῶν, «ἦλθε φησὶν, ὁ Ἰησοῦς εἰς τὴν ἰδίαν πόλιν» 4· μετὰ γὰρ τὸ βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ ὑπὸ Ἰωάννου, καὶ τὸ Πνεῦμα οὐρανόθεν ἐπ᾽ αὐτὸν καταπτῆναι, εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πρὸς πεῖραν ἐξάγεται, καὶ μετὰ τὸ νικῆσαι τὸν πειραστὴν ἐπανελθὼν ἐγγὺς Ἰορδάνου περῄει διδάσκων, καὶ ὑπὸ τοῦ Βαπτιστοῦ πολλαχῶς μαρτυρούμενος, μέχρις ὅτου ὁ Ἰωάννης ὑπὸ Ἡρώδου κατάκλειστος γέγονε. Τότε δὲ ὡς ὁ Ματθαῖός φησιν, «Ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, καὶ καταλιπὼν τὴν Ναζαρὲτ, ἐλθὼν κατώκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν» 5.

Ἐξήρχετο οὖν ἀπ᾽ αὐτῆς εἰς τε τὰς ἐρήμους προσευχῆς χάριν, καὶ εἰς τὰς τῶν γειτόνων κωμοπόλεις κηρύσσων, καὶ πάλιν ἐπανήρχετο πρὸς αὐτήν. Διὰ τοῦτο Ματθαῖος μὲν ὁ Εὐαγγελιστὴς ἰδίαν εἶπε ταύτην πόλιν αὐτοῦ· ὁ δὲ Μάρκος εἰσῆλθέ φησι πάλιν εἰς Καπερναοὺμ δι᾽ ἡμερῶν. «Καὶ ἤκουσαν ὅτι εἰς οἶκόν ἐστι, καὶ εὐθέως συνήχθησαν πολλοὶ, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν»· τὴν γὰρ διατριβὴν ὡς ἐπὶ πλεῖστον ἐκεῖ ποιούμενος διὰ πολλῶν καὶ μεγάλων καὶ θαυμάτων καὶ λόγων ἐπεγνώσθη μειζόνως, διὸ καὶ ἐποθεῖτο διαφερόντως. Ὡς οὖν ἤκουσαν ὅτι πάρεστι πάλιν, πανδημεὶ συνέῤῥευσαν· ὡς δὲ ὁ Λουκᾶς φησι, καὶ ἀπὸ πάσης πόλεως ἦσαν οἱ συνελθόντες, ἐν οἷς καὶ Γραμματεῖς ἦσαν καὶ Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, καὶ ἐλάλει αὐτοῖς φησι τὸν λόγον· οὗτος γὰρ ἦν αὐτῷ προηγούμενον ἔργον, ὃ καὶ παραβολικῶς ἐδήλωσεν εἰπών· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ» 6, δηλονότι τὸν τῆς διδασκαλίας λόγον· καὶ ἦλθόν φησι καλέσαι τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν 7· ἡ δὲ κλῆσις διὰ τοῦ λόγου τῆς διδασκαλίας. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· «Ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ» 8.

Ἐλάλει μὲν οὖν ὁ Κύριος ἅπασι κοινῶς καὶ ἀνεπιφθόνως τὸν λόγον τῆς μετανοίας, τὸ Ἐδαγγέλιον τῆς σωτηρίας· τὰ ῥήματα τῆς αἰωνίου ζωῆς· καὶ πάντες μὲν ἤκουον, οὐ πάντες δὲ ὑπήκουον· φιλήκοοι μὲν γὰρ καὶ φιλοθεάμονές ἐσμεν ἅπαντες, φιλάρετοι δὲ οὐχ ἅπαντες· πρὸς μὲν γὰρ τὸ ποθεῖν εἰδέναι πρὸς τοῖς ἄλλοις καὶ τὰ σωτήρια πεφύκαμεν ἅπαντες· διὸ καὶ τῆς ἱερᾶς διδασκαλίας οἱ πλείους οὐ μόνον ἡδέως ἀκούουσιν, ἀλλὰ καὶ φιλοκρινοῦσι τοὺς λόγους, ὅπως ἂν ἕκαστος ἀγνοίας ἢ συνέσεως ἔχῃ, πρὸς τὸ δοκοῦν ἐξετάζοντες. Πρὸς δὲ τὸ εἰς ἔργον ἄγειν τοὺς λόγους, ἢ καὶ πίστιν ἐξ αὐτῶν καρποῦσθαι λυσιτελοῦσαν, εὐγνωμοσύνης δεῖ καὶ ἀγαθῆς προαιρέσεως, ἥτις οὐ ῥᾳδίως εὑρίσκεται, καὶ μάλιστα ἐν τοῖς δικαιοῦσιν ἑαυτοὺς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμοσιν· ὁποῖοί τινες ἦσαν οἱ Γραμματεῖς καὶ Φαρισαῖοι τῶν Ἰουδαίων. Διὸ καὶ τότε παραμένοντες ἤκουον μὲν τοῦ λόγου, καὶ τὰ τελούμενα σημεῖα ἑώρων, ἐβλασφήμουν δὲ μᾶλλον ἡ ἐπήνουν τὸν δι᾽ ἔργων καὶ λόγων εὐεργετοῦντα. Διδάσκοντος γὰρ τοῦ Κυρίου, καὶ πάντων, ἢ τῶν πλείσων ἑστῶσιν ὠσὶν ὑποδεχομένων τοὺς λόγους τῆς χάριτος τοὺς ἐκπορευομένους ἐκ τοῦ στόματος αὐτοῦ. «Ἔρχονταί φησι τινες πρὸς αὐτὸν, παραλυτικὸν φέροντες αἰρόμενον ὑπὸ τεσσάρων, καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράββατον, ἐφ᾽ ᾧ ὁ παραλυτικὸς κατέκειτο». Ἔστι μὲν τῆς τῶν αἰρόντων πίστεως εἶναι νομίσαι τὸ πραχθὲν ἅπαν, καὶ τῇ πίστει τούτων ἀρεσθέντα τὸν Κύριον δοῦναι τῷ παραλύτῳ τὴν ἑξῆς ἴασιν· ἐμοὶ δὲ δοκεῖ μὴ οὕτως ἔχειν τὸ ἀληθές· εἰ γὰρ καὶ τὸν παῖδα τοῦ ἀρχισυναγώγου θεραπεύων ὁ Κύριος οὐκ ἐζήτησε τὴν παρ᾽ αὐτοῦ πίστιν, οὐδ᾽ ἀπὸ τῆς θυγατρὸς τῆς Χαναναίας, ἢ τῆς Ἰαείρου, τῇ πίστει τῶν ὑπὲρ αὐτῶν προσελθόντων ἀρκεσθεὶς, ἀλλὰ τούτων ἡ μὲν τεθνηκυῖα ἦν, ἡ δὲ τῆς Χαναναίας ἔκφρων, ὁ δὲ παῖς οὐδὲ παρῆν· ὁ δὲ παράλυτος οὗτος παρῆν καὶ λογισμοῦ κύριος ἦν, εἰ καὶ τὸ σῶμα παράλυτος ἦν. Διό μοι δοκεῖ μᾶλλον ἐκ τῆς εὐελπιστίας καὶ πίστεως τούτου καὶ τοὺς αἴροντας τὴν εἰς τὸν Κύριον πίστιν εἰσδέξασθαι, καὶ θαῤῥῆσαι προσελθεῖν, καὶ τῷ παραλυτικῷ τούτῳ πειθομένους αἴρειν καὶ ἀναφέρειν ἐπὶ τὸ στέγος, καὶ χαλᾶν ἐκεῖθεν τοῦ Κυρίου ἐνώπιον· οὐ γὰρ ἂν ἄκοντος ἐκεῖνοι ταῦτα ἔπραττον, καὶ τὸ ἐπιτεταμμένον τῆς παραλύσεως· οὐ τὸν λογισμὸν, ἀλλὰ τὰ ἐπιπροσθοῦντα καὶ προσιστάμενα τῇ πίστει μᾶλλον εἰκότως διέλυσε. Δόξης γὰρ ἀνθρωπίνης ἔρως τοὺς Φαρισαίους ἀπῆγε τῆς πρὸς τὸν Κύριον πίστεως· διὸ καὶ πρὸς αὐτοὺς ἔλεγε· «Πῶς δύνασθε πιστεύειν εἰς ἐμὲ, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες» 9;

Ἀλλους δὲ πάλιν ἀγροὶ καὶ γάμοι καὶ βιωτικῶν φροντίδες ἔργων ἀπεῖργον τῆς προσελεύσεως, ἃ πάντα παρέλυσεν οἷον καὶ ἀφεῖλε τῶν τοῦ παραλύτου λογισμῶν ἡ τοῦ σώματος πάρεσις· καὶ διὰ τοῦτο τοῖς ἁμαρτάνουσιν ἡ νόσος ἔστιν ὅτε κρεῖττων τῆς ὑγείας, ἔστιν ὅτε συνεργεῖ τούτοις πρὸς σωτηρίαν. Καὶ τὰς μὲν ἐμφύτους πρὸς κακίαν ὁρμὰς ἀμβλύνει, τὸ δὲ χρέος τῶν ἡμαρτημένων διὰ τῆς κακώσεως οἷον ἀποδιδοῦσα δεκτικοὺς ποιεῖ, πρῶτον μὲν τῆς κατὰ ψυχὴν ἰατρείας, ἔπειτα καὶ τῆς τοῦ σώματος, καὶ μάλισθ᾽ ὅταν ὁ νοσῶν συνεὶς ἰατρείαν οὖσαν παρὰ Θεοῦ τὴν πληγὴν φέρῃ γενναίως καὶ μετὰ πίστεως προσπίπτῃ Θεῷ, καὶ δι᾽ ἔργων ὅπως ἂν ἔχῃ δυνάμεως ἐπικαλεῖται τὸν ἱλασμόν· ὃ καὶ ὁ παράλυτος δι᾽ ἔργων ὡς εἶχεν ὑπέδειξε, καὶ ὁ Κύριος ἔργοις τε καὶ λόγοις αὐτοῖς παρέστησεν, εἰ καὶ οἱ Φαρισαῖοι μὴ συνιδεῖν δυνηθέντες, ἐβλασφήμουν καὶ διεγόγγυζον· «Ἰδὼν γάρ φησιν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, τοῦτε κλινοπετοῦς καταφερομένου, καὶ τῶν ἐκ τοῦ στέγους χαλώντων, λέγει τῷ παραλυτικῷ· «Τέκνον ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου». ν. μακαρίας προσηγορίας! τέκνον ἀκούει καὶ υἱοποιεῖται τῷ οὐρανίῳ Πατρὶ, καὶ προσκολλᾶται τῷ ἀναμαρτήτῳ Θεῷ, ἀναμάρτητος παραχρῆμα καὶ αὐτὸς γεγονὼς διὰ τῆς τῶν ἡμαρτημένων ἀφέσεως, καὶ ὡς ἂν ἐπακολουθήσῃ καὶ ἡ τοῦ σώματος ἀνακαίνισις, τὴν ψυχὴν πρότερον ἀνωτέραν λαμβάνει τῆς ἁμαρτίας παρὰ τοῦ γινώσκοντος, ὅτι τὴν ἀρχὴν τῆς ψυχῆς ὑποπεσούσης τοῖς βρόχοις τῆς ἁμαρτίας, αἵτε νόσοι τῷ σώματι καὶ ὁ θάνατος ἐπηκολούθησε κατὰ τὴν αὐτοῦ δικαιοκρισίαν.

Ἀλλ᾽ οἱ Γραμματεῖς ἀκούσαντες, «Διελογίζοντό φησιν ἐν ἑαυτοῖς, τί οὗτος λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰμὴ εἷς ὁ Θεός»; Ὁ δὲ Κύριος ὡς ποιητὴς τῶν καρδιῶν, καὶ τοὺς ἀφανεῖς τῶν καρδιῶν λογισμοὺς τῶν Γραμματέων ἐπιστάμενος, πρὸς αὐτούς φησι· «Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι καὶ ἄρον τὸν κράββατόν σου καὶ περιπάτει»; Τοῖς Γραμματεῦσιν ἐδόκει ὡς ἀδυνατῶν ὁ Κύριος ἰάσασθαι τὸν παράλυτον, πρὸς τὸ ἀφανὲς κατέφυγε, τὴν τῶν ἁμαρτημάτων ἄφεσιν, ἣν λόγῳ μόνῳ εἰπεῖν, καὶ ταῦτα δεσποτικῶς οὕτω καὶ προστακτικῶς βλάσφημον μὲν, ἀλλ᾽ εὔκολον καὶ τοῦ βουλομένου παντός. Διὸ καὶ πρὸς αὐτοὺς ὁ Κύριος· εἰ λόγους ἐβουλόμην λέγειν καινοὺς, μὴ τὴν ἀπὸ τῶν πραγμάτων ἔκβασιν ἔχοντας, ἐπίσης εὔκολον ἦν ἑκάτερον ἔργου φάναι χωρὶς καὶ τὴν ἔγερσιν τοῦ παραλυτικοῦ, καί τὴν ἄφεσιν τῶν ἡμαρτημένων αὐτῷ· ἵνα δὲ γνῶτε ὡς οὐκ ἄπρακτός ἐστιν ὁ ἐμὸς λόγος, οὐδ᾽ ὡς ἀδυνατῶν τῆς νόσου τὴν ἴασιν παρασχεῖν, εἰς τὴν ἄφεσιν τῆς ἁμαρτίας κατέφυγον, ἀλλ᾽ ἐξουσίαν ἔχω θεϊκὴν ἐπὶ τῆς γῆς, ὡς Υἱὸς ὁμοούσιος τῷ ἐν τοῖς οὐρανοῖς Πατρὶ, εἰ καὶ ὁμοούσιος ὑμῖν τοῖς ἀχαρίστοις κατὰ σάρκα γέγονα, τότε λέγει τῷ παραλυτικῷ· «Σοὶ λέγω, ἔγειραι καὶ ἄρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου· καὶ ἡγέρθη εὐθέως, καὶ ἄρας τὸν κράββατον, ἐξῆλθεν ἐναντίον πάντων».

Ἀντίκειται καὶ ὁ λόγος καὶ τὸ θαῦμα τοῦτο τοῖς τῶν Γραμματέων διαλογισμοῖς, ἔστι δ᾽ ὡς καὶ συμφωνεῖ· ὅτι μὲν γὰρ οὐδεὶς ἀνθρώπων παρ᾽ ἑαυτοῦ δύναται ἀφιέναι ἁμαρτίας, ἀληθὲς εἶναι δείκνυσιν. Ἐκεῖνο δὲ τῶν Φαρισαίων ψευδὲς καὶ ἀσύνετον, ὅτι ψιλός ἐστιν ἄνθρωπος ὁ Χριστὸς, ἀλλ᾽ οὐ Θεὸς παντοδύναμος· ὃ γὰρ οὐδέποτέ τις εἶδεν, οὐδὲ ἤκουσε, νῦν ἀνεφάνη Θεὸς καὶ ἄνθρωπος αὐτὸς, διττὴν καὶ τὴν φύσιν ἔχων καὶ τὴν ἐνέργειαν, καὶ λαλῶν μὲν καθ᾽ ἡμᾶς ὡς ἄνθρωπος, ποιῶν δὲ ὅσα θέλει λόγῳ καὶ προστάγματι μόνῳ ὡς Θεός· καὶ διὰ τῶν ἔργων πιστούμενος, ὅτι καὶ τὴν ἀρχὴν αὐτὸς τὰ πάντα κατὰ τὸ ψαλμικόν· «Εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν» 10· διὸ καὶ νῦν τῷ λόγῳ τούτου παραχρῆμα τὸ ἔργον ἐπηκολούθησεν· ἠγέρθη γὰρ εὐθὺς ὁ παραλυτικὸς, «Καὶ ἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίον πάντων· ὥστε ἐξίστασθαι πάντας». Ἡ μὲν γὰρ τῶν πταισμάτων ἄφεσις καὶ παρὰ τῶν ἀνθρώπων εἰς οὓς ἄν τις πταίσῃ πολλάκις διὰ λόγου τελεῖται, νόσον δὲ, καὶ ταῦτα τοιαύτην φυγαδεῦσαι προστάγματι καὶ λόγῳ μόνῳ μόνου Θεοῦ. Διὰ τοῦτο καὶ ὁ Εὐαγγελιστὴς ἐπισημαίνεται λέγων· ἐκστῆναι πάντας τοὺς ἰδόντας, καὶ δοξάζειν τὸν Θεόν· αὐτὸν πάντως τὸν τοῦ παραδόξου τούτου ποιητὴν, μᾶλλον δὲ τὸν ἔνδοξα ποιοῦντα καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμὸς, λέγοντας· «Ὅτι οὐδέποτε οὕτως εἴδομεν». Ἀλλ᾽ ἐκεῖνοι μὲν οὕτω λόγῳ τὴν δόξαν ἀποδιδόντες, καὶ τὸ θαῦμα μεῖζον τῶν προγεγονότων ἐπιδεικνῦντες, ἔλεγον, οὐδέποτε οὕτως εἴδομεν. Ἡμεῖς δὲ οἱ μὴ τοῦτο λέγειν ἔχοντες νῦν· εἴδομεν γὰρ πολλὰ καὶ μείζω τούτου πολλῷ, οὐ παρὰ Χριστοῦ μόνον, ἀλλὰ καὶ τῶν αὐτοῦ μαθητῶν, καὶ τῶν ἑξῆς διαδόχων, καὶ μόνῃ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπικλήσει τελούμενα. Ἡμεῖς οὖν, ἀδελφοὶ, δι᾽ ἔργων αὐτὸν ἀρτίως δοξάσωμεν, ὑπόδειγμα πρὸς ἀρετὴν ἀναγωγικῶς καὶ τὸ θαῦμα τοῦτο λαμβάνοντες· ἕκαστος γὰρ τῶν ταῖς ἡδοναῖς προσκειμένων παράλυτός ἐστι τὴν ψυχὴν ἐπὶ κλίνης τῆς ἡδυπαθείας καὶ τῆς ἐν ταύτῃ κατὰ σάρκα δοκούσης ἀνέσεως κείμενος· Ἀλλ᾽ ὅταν πεισθεὶς ταῖς εὐαγγελικαῖς παραινέσεσιν, ἐξομολογούμενος θριαμβεύῃ τὰς ἑαυτοῦ ἁμαρτίας, καὶ τὴν ἐντεῦθεν τῆς ψυχῆς αὐτῷ γενομένην παράλυσιν, ὑπὸ τῶν τεσσάρων τούτων αἰρόμενος φέρεται πρὸς τὸν Κύριον, τῆς οἰκείας καταγνώσεως, τῆς τῶν προημαρτημένων ἐξαγορεύσεως, τῆς εἰς τὸ ἑξῆς πρὸς ἀποχὴν τῶν κακῶν ὑποσχέσεως, καὶ τῆς πρὸς τὸν Θεὸν δεήσεως. Ἀλλ᾽ οὐ δύναται ταῦτα προσεγγίσαι τῷ Θεῷ, ἂν μὴ τὸν ὄροφον ἀποστεγάσωσι, τὰς κεράμους καὶ τὸν χοῦν καὶ τὴν ἄλλην ὕλην διαῤῥίψαντες· Ὅροφος δέ ἐστιν ἐν ἡμῖν τὸ λογιστικὸν τῆς ψυχῆς, ὡς τῶν ἐν ἡμῖν πάντων ὑπερκείμενον· ἔχει δὲ τοῦτο πολλὴν ὥσπερ ὕλην ἐπικειμένην τὴν πρὸς τὰ πάθη καὶ τὰ γήϊνα σχέσιν· Ὅταν οὖν ἡ σχέσις αὕτη διὰ τῶν προειρημένων τεσσάρων λυθῇ καὶ ἀποτιναχθῇ, τότε ὡς ἀληθῶς δυνάμεθα χαλασθῆναι, τουτέστιν ἀληθῶς ταπεινωθῆναι καὶ προσπεσεῖν καὶ προσεγγίσαι τῷ Κυρίῳ, καὶ αἰτῆσαι καὶ λαβεῖν παρ᾽ αὐτοῦ τὴν ἴασιν.

Γίνεται δὲ ταῦτα τὰ τῆς μετανοίας ἔργα πότε; ὅτε ἦλθεν ὁ Ἰησοῦς ἐπὶ τὴν ἰδίαν πόλιν, τουτέστι μεθὸ διὰ σαρκὸς ἐπεδήμησε τῷ κόσμῳ, ὃς αὐτοῦ ἐστιν ἴδιος ὡς ὑπ᾽ αὐτοῦ κτισθεὶς, καθάπερ καὶ ὁ Εὐαγγελιστὴς περὶ αὐτοῦ φησιν, ὅτι· «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ» 11. Διὸ καὶ ὁ παραλυτικὸς νοῦς μετὰ πίστεως οὕτω προσπεσὼν, τέκνον εὐθὺς ἀκούει παρ᾽ αὐτοῦ, καὶ τὴν ἄφεσιν καὶ τὴν ἴασιν λαμβάνει· καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ δύναμιν προσλαμβάνει τὸν κράββατον αἴρειν, καὶ φέρειν ἐφ᾽ ᾧ κατέκειτο. Κράββατον δὲ νοήσεις τὸ σῶμα ᾧ πρόσκειται, καὶ δι᾽ οὗ τῶν ἔργων ἀντέχεται τῆς ἁμαρτίας, ὁ ταῖς σαρκικαῖς ὀρέξεσιν ἑπόμενος νοῦς. Μετὰ δὲ τὴν ἴασιν, ἄγων ἐστὶ τὸ σῶμα καὶ φέρων ὡς ὑποχείριον ὁ ἡμέτερος νοῦς, καὶ δι᾽ αὐτοῦ τοὺς καρποὺς καὶ τὰ ἔργα τῆς μετανοίας ἐπιδεικνύμενος, ὡς καὶ τοὺς ὁρῶντας δοξάζειν τὸν Θεὸν, βλέποντας Εὐαγγελιστὴν σήμερον τὸν χθὲς τελώνην, Ἀπόστολον τὸν διώκτην, θεολόγον τὸν λῃστὴν, υἱὸν τοῦ οὐρανίου Πατρὸς τὸν πρώην τοῖς χοίροις ἐνδιαιτώμενον· εἰ δὲ βούλει, καὶ ἀναβάσεις ἐν καρδίᾳ διατιθέμενον, καὶ πορευόμενον ἀπὸ δόξης εἰς δόξαν, τὸ προκόπτειν ἑκάστης ἡμέρας ἐπὶ τὸ κρεῖττον. Διὸ καὶ ὁ Κύριος πρὸς τοὺς οἰκείους φησίν· «Οὕτω λαμψάτω τὸ φῶς ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς»12. Τοῦτο δέ φησιν, οὐκ ἐπιδείκνυσθαι κελεύων, ἀλλὰ θεοφιλῶς πολιτεύεσθαι· καθάπερ δὲ τὸ φῶς ἀπραγματεύτως ἐφέλκεται τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων, οὕτως ἡ θεοφιλὴς πολιτεία μἐτὰ τῶν ὀφθαλμῶν ἐπισπᾶται καὶ τὴν διάνοιαν. Καὶ καθάπερ πάλιν ἐπὶ τοῦ ἡλιακοῦ φωτὸς οὐ τὸν μετέχοντα τῆς λαμπρότητος ἐπαινοῦμεν ἀέρα, ἀλλὰ τὸν ἔχοντα καὶ παρέχοντα τὴν αὐγὴν τῆς λαμπρότητος ἥλιον, κἂν τὸν ἀέρα ὡς φωτεινὸν ἐπαινέσωμεν, πόσῳ μᾶλλον τὸν ἥλιον; Οὕτω καὶ ἐπὶ τοῦ διὰ τῶν ἔργων τῆς ἀρετῆς ἐπιδεικνυμένου τὴν τοῦ ἡλίου τῆς δικαιοσύνης λαμπρότητα· ἐνάγει γὰρ οὗτος εὐθὺς ὁρώμενος πρὸς τὴν δόξαν τοῦ ἐν οὐρανοῖς Πατρὸς, τοῦ ἡλίου τῆς δικαιοσύνης Χριστοῦ. Καὶ ἵνα τὰς μείζους τῶν ἀρετῶν παραλείπω νῦν ἐγὼ, ὅταν ἐπὶ τῆς ἱερᾶς ἐκκλησίας σὺν ὑμῖν τῷ Θεῷ παριστάμενος, στραφεὶς ἴδω τοὺς μετὰ συνέσεώς τε καὶ κατανύξεως ἀναπέμποντας τοὺς πρὸς Θεὸν ὕμνους καὶ τὰς δεήσεις, ἢ σιωπῶντά τινα καὶ σύννουν ἑστῶτα καὶ ἀκροώμενον, καὶ ὑπὸ μόνης τῆς θέας εὐθὺς ἔνθους γίνομαι, καὶ θυμηδίας πληροῦμαι, καὶ δοξάζω τὸν ἐν οὐρανοῖς πατέρα Χριστὸν, οὗ χωρὶς οὐδὲν οὐδεὶς δύναται ποιεῖν τῶν καλῶν, καὶ δι᾽ οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον.

Ἀλλὰ τί νῦν ἐροῦμεν πρὸς τοὺς μήτε σιωπῶντας ἑστῶτας, μήτε συμψάλλοντας, ἀλλὰ συντυγχάνοντας ἀλλήλοις, καὶ τὴν λογικὴν ἡμῶν πρὸς τὸν Θεὸν λατρείαν, κοσμικῇ τινι λογολεσχίᾳ συμφύροντας, καὶ μήτε αὐτοὺς ἀκούοντας τῶν ἱερῶν καὶ θεοπνεύστων λόγων, καὶ τοὺς θέλοντας ἀκούειν κωλύοντας; Ἔως πότε ὦ οὗτοι χωλανεῖτε ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις, ὁ θεσβίτης ἂν εἶπεν Ἡλίας, ἅμα θέλοντες ἐπὶ προσευχὴν συνεῖναι, καὶ λόγους ἀκαίρους τε καὶ γηΐνους, καὶ μηδ᾽ ἕτερον ὡς εἰκὸς κατορθοῦντες, ἀλλὰ δι᾽ ἀλλήλων συμφθείροντες ἄλληλα, μᾶλλον δὲ αὐτοὶ δι᾽ ἀλλήλων φθειρόμενοι; ἕως πότε κἀνταῦθα τῶν ῥημάτων τῆς ματαιότητος οὐκ ἀφέξεσθε, ἀλλὰ τὸν οἶκον τῆς προσευχῆς οἶκον ἐμπορείας, ἢ ἐμπαθείας λόγον ποιήσετε; οἶκον ἐν ᾧ ῥήματα ζωῆς αἰωνίου καὶ λέγεται καὶ ἀκούεται· τὰ μὲν παρ᾽ ἡμῶν, αἰτούντων παρὰ Θεοῦ μετ᾽ ἐλπίδος ἀκαταισχύντου τὴν ζωὴν τὴν αἰώνιον, τὰ δὲ παρὰ τοῦ Θεοῦ, διδόντος τοῖς ἐξ ὅλης τῆς ψυχῆς καὶ διανοίας αἰτοῦσιν αὐτὴν, ἀλλ᾽ οὐχὶ τοῖς μηδὲ τὴν γλῶσσαν ὡς εἰπεῖν ὅλην πρὸς τὴν αἴτησιν στρέφουσιν. Οὐ διὰ πυρὸς νῦν ἡμῖν ἡ θυσία πρὸς τὸν Θεὸν, ἀδελφοὶ, καθάπερ ἐπὶ Μωσέως, ἀλλὰ διὰ λόγου τελεῖται. Τότε τοίνυν ἡνίκα πυρὶ τὴν θυσίαν ἀναφερομένην ὁ Θεὸς ἐδέχετο, πῦρ προσενεγκόντες ἀλλότριον ἔξωθεν οἱ μετὰ Κορὲ κατὰ Μωσέως ἐπαναστάντες, ὑπὸ τοῦ ἱεροῦ πυρὸς αὐτομάτως ἐφορμήσαντος αὐτοῖς κατεφλέχθησαν.

Φοβηθῶμεν δὴ καὶ ἡμεῖς, μὴ λόγους ἔξωθεν ἀλλοτρίους τῷ λογικῷ τούτῳ τοῦ Θεοῦ θυσιαστηρίῳ, τῇ Ἐκκλησίᾳ λέγω, προσάγοντες ὑπὸ τῶν ἐν αὐτῇ θείων λόγων εἰς τέλος κατακριθῶμεν, τῆς ἀπευκταίας φωνῆς καὶ καταδίκης ἑαυτοὺς ἀξίους ἐντεῦθεν ἀπεργασάμενοι. Ναὶ φοβηθῶμεν παρακαλῶ, καὶ μέχρις ἂν ὦμεν ἐνταῦθα μετὰ φόβου τῷ Θεῷ παριστάμενοι τὴν ἱκεσίαν προσάγωμεν· ἐξελθόντες δὲ τῶν ὦδε, τὴν ἐντεῦθεν ἐπὶ τὸ κρεῖττον τῶν τρόπων μεταβολὴν ἐνδειξώμεθα, κερδῶν οὐχ ἡττόμενοι, καὶ μάλιστα τῶν ἀδίκων· ὅρκους φεύγοντες, καὶ μάλιστα τοὺς ἐπὶ ψεύδει· αἰσχρῶν ἀπεχόμενοι ῥημάτων, πόσῳ δὴ μᾶλλον τῶν κατὰ ταῦτα πραγμάτων, καταλαλιᾶς, δόλου, μεγαλαυχίας· πᾶν μέλος, πᾶσαν αἴσθησιν νῷ παιδαγωγοῦντες θεόφρονι, καὶ φέροντες σὺν λόγῳ καὶ φόβῳ θείῳ τὸ σῶμα καὶ ἀναφέροντες, ἀλλ᾽ οὐχ ὑπὸ τοῦ σώματος πρὸς τὰς αὐτοῦ χαμερπεῖς καὶ βδελυρὰς ὀρέξεις καταφερόμενοί τε καὶ κατεχόμενοι, παρὰ τοῦ Παύλου μαθόντες τε καὶ γινώσκοντες, ὡς εἰ μὲν κατὰ σάρκα ζῶμεν μέλλομεν ἀποθνήσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦμεν, εἰς αἰῶνας ζησώμεθα 13. Καὶ νῦν πρὸς δόξαν Θεοῦ κινήσωμεν πάντας τοὺς ὁρῶντας ἡμᾶς, ἐπιγνόντας ὡς ὁ οἶκος οὗτος τὸν Χριστὸν ἐν ἑαυτῷ φέρει, τοὺς κατὰ ψυχὴν παραλύτους σφίγγοντα καὶ κελεύοντα τὰς σωματικὰς αἰσθήσεις καὶ ἀντιλήψεις πνευματικῇ καὶ θεοφιλεῖ διανοίᾳ πρὸς αὐτὸν αἴρειν τε καὶ ἀνάγειν, ἀλλ᾽ οὐχ ὑπ᾽ αὐτῶν ἀσυνέτως φέρεσθαί τε καὶ καταφέρεσθαι· καὶ οὕτως ὑπάγειν εἰς τὸν ὄντως ἡμέτερον οἶκον, τὸν οὐρανὸν λέγω καὶ τὸν ὑπερουράνιον χῶρον, ἔνθα νῦν Χριστὸς ὁ κληρονόμος καὶ κληροδότης ἡμῶν· ᾧ πρέπει δόξα κράτος τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ᾀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.

Notes

  1. Ματθ. γ΄, 2.
  2. Λουκ. ιζ΄, 21.
  3. Ἑβρ. ιγ΄, 7.
  4. Ματθ. θ΄, 1.
  5. Ματθ. δ΄, 12.
  6. Λουκ. ή, 5.
  7. Ματθ. θ΄, 13.
  8. Ρωμ. ί, 17.
  9. Ἰωάν. ε, 44.
  10. Ψαλμ. λβ΄, 9.
  11. Ἰωάν. ά, 11.
  12. Ματθ. έ, 16.
  13. Ρωμ. ή, 13.

· Contents ·