Library › St Gregory Palamas › Homilies
Homilies
St Gregory Palamas, Greek, Jerusalem, 1857
Homily 18
ΟΜΙΛΙΑ ΙΗ΄. Τῇ Κυριακῇ τῶν Μυροφόρων· ἐν ᾗ καὶ ὅτι, πρώτη τὸν Κύριον ἡ Θεοτόκος εἶδεν ἐκ νεκρῶν ἀναστάντα.
Ἡ τοῦ Κυρίου ἀνάστασις τῆς ἀνθρωπίνης φύσεώς ἐστιν ἀνανέωσις, καὶ τοῦ πρώτου διὰ τὴν ἁμαρτίαν θανάτῳ καταποθέντος Ἀδὰμ, καὶ διὰ θανάτου πρὸς γῆν ὅθεν ἐπλάσθη παλινδρομήσαντος, ἀναζώωσις καὶ ἀνάπλασις, καὶ πρὸς ζωὴν ἀθάνατον ἐπανέλευσις. Ὥσπερ οὖν ἐκεῖνον τὴν ἀρχὴν πλαττόμενον καὶ ζωούμενον εἶδεν οὐδεὶς ἀνθρώπων, οὕπω γὰρ ἐν ἐκείνῃ τῇ ὥρᾳ τῶν ἀνθρώπων τις ἦν, μετὰ δὲ τὸ λαβεῖν πνοὴν ζωῆς δι᾽ ἐμφυσήματος θείου, πρώτη τῶν ἄλλων εἶδε γυνή· πρώτη γὰρ Εὔα μετ᾽ ἐκεῖνον ἦν ἐν ἀνθρώποις· οὕτω καὶ τὸν δεύτερον Ἀδὰμ, ὅς ἐστιν ὁ Κύριος, ἀνιστάμενον ἐκ νεκρῶν εἶδεν οὐδεὶς ἀνθρώπων· παρῆν γὰρ οὐδεὶς τῶν οἰκείων, οἵ τε τὸ μνῆμα φυλάσσοντες στρατιῶται τῷ φόβῳ σεισθέντες ὡσεὶ νεκροὶ γεγόνασι· μετὰ δὲ τὸ ἀναστῆναι πρώτη τῶν ἄλλων εἶδε γυνὴ, καθάπερ ἠκούσαμεν εὐαγγελιζομένου τοῦ Μάρκου σήμερον· «Ἀναστὰς γὰρ, φησὶν, ὁ Ἰησοῦς πρωὶ πρώτη σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ» 1. Δοκεῖ μὲν οὖν σαφῶς εἰπεῖν ὁ Εὐαγγελιστὴς καὶ τὴν ὥραν καθ᾽ ἣν ἀνέστη ὁ Κύριος, ὅτι πρωὶ, καὶ ὅτι πρῶτον ὥφθη Μαρίᾳ τῇ Μαγδαληνῇ, καὶ ὅτι κατ᾽ αὐτὴν τὴν ὥραν ὥφθη τῆς ἀναστάσεως· οὐχ οὕτω δέ φησιν, ὡς δῆλον ἔσται μικρὸν ἐπιστήσασι· μικρόν γὰρ ἀνωτέρω καὶ οὗτος τοῖς ἄλλοις Εὐαγγελισταῖς ὁμολόγως, ἐλθεῖν φησι τὴν Μαρίαν ταύτην μετὰ καὶ τῶν ἄλλων Μυροφόρων ἐπὶ τὸν τάφον καὶ πρότερον, καὶ καινὸν αὐτὸν ἰδεῖν καὶ ἀπελθεῖν· ὥστε πολλῷ πρότερον τῆς πρωΐας, καθ᾽ ἣν αὐτὸν εἶδεν, ἀνέστη ὁ Κύριος. Ἐπισημαινόμενος δὲ καὶ τὸν καιρὸν ἐκεῖνον, οὐχ ἁπλῶς εἶπε πρωὶ, καθάπερ ἐνταῦθα, ἀλλὰ λίαν πρωί· οὐκοῦν καὶ ἀνατολὴν ἡλίου ἐκεῖ, τὴν ἐπὶ τοῦ ὁρίζοντός φησι προτρέχουσαν ἀμυδρὰν φαῦσιν, ἣν καὶ ὁ Ἰωάννης δηλῶν, ἐλθεῖν φησι τὴν Μαγδαληνὴν Μαρίαν πρωὶ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον καὶ ἰδεῖν τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου 2.
Οὐκ ἦλθε δὲ τότε πρὸς τὸ μνῆμα μόνον αὕτη, κατὰ τὸν Ἰωάννην, ἀλλὰ καὶ ἀπῆλθε τοῦ μνήματος, μήπω τὸν Κύριον ἰδοῦσα· τρέχει γὰρ καὶ ἔρχεται πρὸς τὸν Πέτρον καὶ Ἰωάννην, καὶ ἀπαγγέλλει οὐχ ὅτι ἀνέστη ὁ Κύριος, ἀλλ᾽ ὅτι ἤρθη ἀπὸ τοῦ τάφου, ὥστε τὴν ἀνάστασιν οὔπω ἤδει· λείπεται δὴ τῇ Μαρίᾳ οὐχ ἁπλῶς πρώτῃ τὸν Κύριον ἐπιφανῆναι, ἀλλὰ μετὰ τὴν ἀκραιφνῆ τῆς ἡμέρας ὥραν. Ἔστι δήτα συνεσκιασμένως παρὰ τῶν Εὐαγγελιστῶν ἀπαγγελλόμενον, ὅπερ ἀνακαλύψω πρὸς τὴν ὑμετέραν ἀγάπην. Τὸ γὰρ τῆς τοῦ Κυρίου ἀναστάσεως Εὐαγγέλιον, πρώτη πάντων ἀνθρώπων, καθάπερ καὶ προσῆκον ὑπῆρχε καὶ δίκαιον, ἡ Θεοτόκος παρὰ τοῦ Κυρίου ἐδέξατο, καὶ αὕτη τοῦτον ἀναστάντα πρὸ πάντων εἶδε, καὶ τῆς αὐτοῦ θείας ὁμιλίας ἀπήλαυσε, καὶ οὐκ εἶδεν ὀφθαλμοῖς μόνον αὐτὸν, καὶ αὐτήκοος αὐτοῦ γέγονεν, ἀλλὰ καὶ χερσὶν ἤψατο πρώτη καὶ μόνη τῶν ἀχράντων ἐκείνου ποδῶν, κἂν οἱ Εὐαγγελισταὶ ταῦτα πάντα φανερῶς οὐ λέγουσι, μὴ θέλοντες τὴν Μητέρα προφέρειν εἰς μαρτυρίαν, ἵνα μὴ τοῖς ἀπίστοις ὑποψίας ἀφορμὴν δῶσιν. Ἐπεὶ δὲ νῦν ἡμῖν χάριτι τοῦ ἀναστάντος πρὸς πιστοὺς ὁ λόγος, καὶ ἡ τῆς ἑορτῆς ὑπόθεσις τὰ τῶν Μυροφόρων ἐπείγει διευκρινεῖν, λόγον διδόντος τοῦ εἰπόντος· «Οὐδὲν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται» 3, καὶ τοῦτο φανερωθήσεται.
Μυροφόροι τοίνυν εἰσὶν αἱ συνακολεθοῦσαι μετὰ τῆς τοῦ Κυρίου Μητρὸς, καὶ τῷ καιρῷ τοῦ σωτηρίου πάθους συμπαραμείνασαι, καὶ τὸ τοῦ Κυρίου σῶμα μυρίσαι σπουδάσασαι. Τοῦ γὰρ Ἰωσὴφ καὶ τοῦ Νικοδήμου αἰτησάντων καὶ λαβόντων παρὰ τοῦ Πιλάτου τὸ δεσποτικὸν σῶμα, καὶ καθελόντων ἀπὸ τοῦ σταυροῦ, καὶ περισχόντων σινδόσι σὺν ἀρώμασι κολλωδεστάτοις, καὶ λαξευτῷ μνημείῳ ἐνθέντων, καὶ λίθον ἐπιθέντων μέγαν ἐπὶ τῇ θύρᾳ τοῦ μνημείου, θεωροῦσαι κατὰ τὸν Εὐαγγελιστὴν Μάρκον παρῆσαν, Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου. Διὰ τοῦ εἰπεῖν, καὶ ἡ ἄλλη Μαρία, τὴν Θεομήτορα πάντως ὑποφαίνων. καὶ Ἰακώβου γὰρ καὶ Ἰωσῆ αὕτη ἐκαλεῖτο μήτηρ, ὡς ἐξ Ἰωσὴφ τοῦ Μνήστορος ἐκείνων ὄντων. Οὐ μόναι δὲ αὗται θεωροῦσαι παρῆσαν, ἐνταφιαζομένου τοῦ Κυρίου, ἀλλὰ καὶ ἕτεραι γυναῖκες, ὡς ὁ Λουκᾶς ἱστόρησε γράφων· «Κατακολουθήσασαι δὲ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ· ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς» 4. Ὑποστρέψασαι δέ φησιν, ἠγόρασαν ἀρώματα καὶ μῦρα· οὔπω γὰρ ἔγνωσαν ἀκριβῶς, ὅτι αὐτός ἐστιν ἀληθῶς ἡ ὀσμὴ τῆς ζωῆς, τοῖς αὐτῷ προσιοῦσι πιστῶς, ὥσπερ ὀσμὴ θανάτου τοῖς ἀπειθοῦσιν εἰς τέλος· καὶ ὀσμὴ ἱματίων αὐτοῦ, τουτέστιν αὐτοῦ τοῦ σώματος, ὑπὲρ πάντα τὰ ἀρώματα· καὶ μύρον ἐκκενωθὲν ὄνομα αὐτῷ, δι᾽ οὗ καὶ τὴν οἰκουμένην θείας εὐωδίας ἐνέπλησεν, ἀλλ᾽ ἑτοιμάζουσι μῦρά τε καὶ ἀρώματα, τοῦτο μὲν εἰς τιμὴν τοῦ κειμένου, τοῦτο δὲ καὶ παραμυθίαν πρὸς δυσωδίαν μυδῶντος τοῦ σώματος, διὰ τῆς ἀλσιφῆς τούτων τοῖς βουλομένοις προσεδρεύειν ἐπινοοῦσαι.
Ἐτοιμάσασαι τοίνυν τὰ μύρα καὶ τὰ ἀρώματα, τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν· οὔπω γὰρ ἀληθινὰ σάββατα συνῆκαν, οὐδ᾽ ἐκεῖνο τὸ ὑπερευλογημένον σάββατον ἐπέγνωσαν, τὸ μετάγον ἡμῶν τὴν φύσιν ἀπὸ τῶν τοῦ ᾅδου κευθμώνων ἐπὶ τὸ παμφαὲς καὶ θεῖον καὶ οὐράνιον ὕψος· «Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, ὡς ὁ Λουκᾶς φησιν, ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα». Ὁ δὲ Ματθαῖος· «Ὀψὲ σαββάτων, φησὶ, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων»· καὶ δύο εἶναι τὰς προσελθούσας. Ὁ δὲ Ἰωάννης· «Πρωὶ σκοτίας ἔτι οὔσης»· καὶ μίαν εἶναι τὴν Μαγδαληνὴν Μαρίαν τὴν προσελθοῦσαν. Ὁ δὲ Μάρκος· «Λίαν πρωὶ τῆς μιᾶς σαββάτων»· καὶ τρεῖς εἶναι τὰς προσελθούσας. Μίαν μὲν οὖν σαββάτων οἱ Εὐαγγελισταὶ πάντες τὴν Κυριακήν φασιν· ὀψὲ δὲ σαββάτων, καὶ ὄρθρον βαθὺν, καὶ πρωὶ λίαν, καὶ πρωὶ σκοτίας ἔτι οὔσης, τὸν περὶ τὸν ὄρθρον σύμμικτον φωτός τε καὶ σκότους χρόνον· οὗτος δὲ ἐστὶν ἀφοῦ τὸ τοῦ ὁρίζοντος ἑῶον αὐγάζεσθαι ἄρξεται, τὴν ἡμέραν προκαταγγέλλων. Ἴδοι δ᾽ ἄν τις ἐξ ἀπόπτου πρὸς τοῦτο βλέπων, ἀρχόμενον μεταχρώννυσθαι φωτὶ περίπου τὴν ἐννάτην τῆς νυκτὸς ὥραν, ὡς εἶναι τὰς ὑπολοίπους μέχρις ἡμέρας ἀκραιφνοῦς ὥρας τρεῖς. Δοκοῦσι δέ πως οἱ Εὐαγγελισταὶ διαφωνεῖν ἐπί τε τοῦ καιροῦ τούτου, καὶ τοῦ τῶν γυναικῶν ἀριθμοῦ· ἐπειδή περ ὡς ἔφην, αἱ Μυροφόροι πολλαί τε ἦσαν, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρὶς ἦλθον ἐπὶ τὸν τάφον, συναλλήλαις μὲν, οὐχὶ ταῖς αὐταῖς δὲ, καὶ κατὰ τὸν ὄρθρον μὲν πᾶσαι, οὐ τὸν αὐτὸν δὲ χρό. νον ἐπ᾽ ἀκριβείας· ἡ δὲ Μαγδαληνὴ καὶ μονωθεῖσα τῶν ἄλλων πάλιν ἦλθε καὶ παρέμεινεν ἐπὶ πλέον· Ἔκαστος οὖν τῶν Εὐαγγελιστῶν, μίαν ἔστιν ὧν προσέλευσιν εἰπὼν, τὰς ἄλλας παρῆκεν· ὡς δὲ ἐγὼ συμβάλλω τε καὶ συνάγω παρὰ τῶν Εὐαγγελιστῶν ἁπάντων, καθὰ καὶ τοῦτο προεῖπον, πρώτη πάντων ἡ Θεοτόκος ἦλθεν ἐπὶ τὸν τοῦ Υἱοῦ καὶ Θεοῦ τάφον, τὴν Μαγδαληνὴν Μαρίαν ἐπειγομένη. Καὶ τοῦτο μάλιστα διδάσκομαι παρὰ τοῦ Εὐαγγελιστοῦ Ματθαίου· «Ἦλθε γάρ φησιν, ἡ Μαγδαληνὴ Μαρία, καὶ ἡ ἄλλη Μαρία, ἥτις ἦν πάντως ἡ Θεομήτωρ, θεωρῆσαι τὸν τάφον· καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ· ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ, ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί».
Πᾶσαι οὖν αἱ ἄλλαι γυναῖκες μετὰ τὸν σεισμὸν ἦλθον, καὶ τῶν φυλάκων τὴν φυγὴν, καὶ τὸν τάφον ἀνεῳγμένον εὗρον, καὶ τὸν λίθον ἀποκεκυλισμένον· ἡ δὲ Παρθενομήτωρ παρῆν τοῦ σεισμοῦ γινομένου, καὶ ἀποκεκυλισμένου τοῦ λίθου, καὶ τοῦ τάφου ἀνοιγομένου, καὶ τῶν τηρούντων παρόντων, εἰ καὶ κατασεσεισμένων τῷ φόβῳ· διὸ καὶ μετὰ τὸν σεισμὸν ἀνασφήλαντες πρὸς φυγὴν εὐθὺς ἔβλεψαν· ἡ δὲ Θεομήτωρ ἀδεέστερον ἐνετρύφα τῇ θέᾳ. Ἐμοὶ δὲ δοκεῖ καὶ δι᾽ αὐτὴν πρώτην τὸν ζωηφόρον ἐκεῖνον ἀνοιγῆναι τάφον· δι᾽ αὐτὴν γὰρ πρώτην καὶ δι᾽ αὐτῆς πάντα ἡμῖν ἀνέωκται, ὅσα ἐπὶ τοῦ οὐρανοῦ ἄνω, καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω, καὶ δι᾽ αὐτὴν τὸν ἄγγελον οὕτως ἀστράπτειν, ὡς καὶ τῆς ὥρας ἔτι σκότει κατεχομένης, ὑπὸ δαψιλεῖ ταύτην τῷ τοῦ ἀγγέλου φωτὶ, μὴ τὸν τάφον ἰδεῖν κενὸν μόνον, ἀλλὰ καὶ τὰ ἐντάφια κατὰ κόσμον τε κείμενα, καὶ πολυειδῶς μαρτυροῦντα τῷ ἐνταφιασθέντι τὴν ἔγερσιν. Ἦν δὲ ἆρα καὶ ὁ εὐαγγελιστὴς ἄγγελος αὐτὸς ἐκεῖνος ὁ Γαβριήλ· ὡς γὰρ εἶδε ταύτην οὗτος ἐπειγομένην ἐπὶ τὸν τάφον, ὁ τὴν ἀρχὴν πρὸς αὐτὴν εἰπὼν, μὴ φοβοῦ Μαριὰμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, σπεύδει καὶ νῦν καὶ καταβαίνει τὸ αὐτὸ πάλιν τῇ ᾀειπαρθένῳ προσφθέγξασθαι, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ ἐξ αὐτῆς γεννηθέντος ἀσπόρως εὐαγγελίσασθαι, καὶ τὸν λίθον ἆραι, καὶ ὑποδεῖξαι κενὸν τόν τε τάφον καὶ τὰ ἐντάφια, καὶ οὕτω πιστώσασθαι ταύτῃ τὸ εὐαγγέλιον. «Ἀποκριθεὶς γάρ φησιν, ὁ ἄγγελος εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς, Ἰησοῦν ζητεῖτε τὸν ἐσταυρωμένον; ἠγέρθη· ἴδε ὁ τόπος ὅπου ἔκειτο ὁ Κύριος»· εἰ γὰρ καὶ τοὺς φύλακάς φησιν ὁρᾶτε κατασεισθέντας τῷ φόβῳ, ἀλλ᾽ ὑμεῖς μὴ φοβεῖσθε· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· ἠγέρθη, οὐκ ἔστιν ὦδε. Οὗτος γὰρ οὐ μόνον ᾅδου καὶ θανάτου καὶ τάφου κλείθροις καὶ μοχλοῖς καὶ σφραγίσιν ἐστὶν ἀκάθεκτος, ἀλλὰ καὶ τῶν ἀθανάτων ἡμῶν καὶ οὐρανίων ἀγγέλων ὑπάρχει Κύριος, καὶ μόνος οὗτός ἐστιν ὁ τοῦ παντὸς Κύριος· «Ἴδετε γάρ φησι τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος· καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν»· «Ἐξελθοῦσαι δέ φησι μετὰ φόβου καὶ χαρᾶς μεγάλης».
Ἐμοὶ δοκεῖ πάλιν, τὸν μὲν φόβον ἔτι τὴν Μαγδαληνὴν Μαρίαν ἔχειν, καὶ τὰς μέχρι τότε συνελθούσας τῶν ἄλλων γυναικῶν· οὐ γὰρ συνῆκαν τῶν εἰρημένων παρὰ τοῦ ἀγγέλου τὴν δύναμιν, οὐδὲ τοῦ φωτὸς ἀντιλαβέσθαι τελέως ἴσχυσαν, ὡς ἰδεῖν καὶ καταμαθεῖν ἀκριβῶς· τὴν δὲ Θεομήτορα τὴν μεγάλην κτήσασθαι χαρὰν, τὰ παρὰ τοῦ ἀγγέλου συνεῖσαν, καὶ τοῦ φωτὸς γενομένην ὅλην, ὡς κεκαθαρμένην ἄκρως, καὶ κεχαριτωμένην θείως, καὶ διὰ πάντων βεβαίως τὸ ἀληθὲς καὶ γνωρίσασαν, καὶ τῷ ἀρχαγγέλῳ πιστεύσασαν, ἐπεὶ καὶ πιστὸς οὗτος ἐκ πολλοῦ ταύτη διὰ τῶν ἔργων ἐφάνη. Πῶς δὲ καὶ παρὰ τῶν γενομένων αὐτῆς παρούσης, οὐκ ἂν συνῆκεν ἡ θεόσοφος Παρθένος τὸ τελεσθὲν, σεισμὸν ἰδοῦσα, καὶ τοῦτον μέγαν, ἄγγελον κατερχόμενον οὐρανόθεν, καὶ τοῦτον ἀστραπηφόρον, τήν τε τῶν τηρούντων νέκρωσιν, καὶ τοῦ λίθου τὴν μετάθεσιν, καὶ τοῦ τάφου τὴν κένωσιν, καὶ τῶν ἐνταφίων τὸ μέγα θαῦμα, ἀδιαλύτων ἅμα, καὶ σμύρνῃ καὶ ἀλόῃ συνεχομένων, καὶ κενῶν ὁρωμένων τοῦ σώματος, καὶ πρὸς τούτοις τὴν πρὸς αὐτὴν παρὰ τοῦ ἀγγέλου χαρμόσυνον θέαν καὶ ἀγγελίαν; Ἀλλ᾽ ἐξελθοῦσαι μετὰ τὸν εὐαγγελισμὸν τοῦτον, ἡ μὲν Μαγδαληνὴ Μαρία, ὡς ἂν εἰ μηδὲ ἤκουσε τοῦ ἀγγέλου, μηδ᾽ ἐκείνου δήπου δι᾽ αὐτὴν φθεγξαμένου, τὴν τοῦ τάφου κένωσιν ἐξακριβοῦται μόνην, τῶν ἐνταφίων μηδένα λόγον ποιησαμένη· καὶ τρέχει πρὸς Σίμωνα Πέτρον καὶ τὸν ἄλλον μαθητὴν, ὡς ὁ Ἰωάννης φησίν. Ἡ δὲ θεομήτωρ Παρθένος ἑτέραις γυναιξὶ συναφθεῖσα, ὅθεν ἦλθεν, ἐπανήρχετο πάλιν· καὶ ἰδοὺ, καθάπερ ὁ Ματθαῖος φησίν· «Ὁ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων, Χαίρετε».
Ὁρᾶτε ὅτι καὶ πρὸ τῆς Μαγδαληνῆς Μαρίας ἡ Θεομήτωρ εἶδε τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκὶ καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα; «Αἱ δὲ προσελθοῦσαι φησὶν, ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ». Καθάπερ δὲ τὸ εὐαγγέλιον τῆς ἀναστάσεως μετὰ τῆς Μαγδαληνῆς Μαρίας ἡ Θεοτόκος παρὰ τοῦ ἀγγέλου ἀκούσασα μόνη συνῆκε τῶν εἰρημένων τὴν δύναμιν, οὕτω καὶ μετὰ τῶν ἄλλων γυναικῶν, ὑπαντήσασα τῷ Υἱῷ καὶ Θεῷ, πρώτη τῶν ἄλλων ἁπασῶν καὶ εἶδε καὶ ἐπέγνω τὸν ἀναστάντα, καὶ προσπεσοῦσα τῶν αὐτοῦ ἥψατο ποδῶν, καὶ ἀπόστολος αὐτοῦ πρὸς τοὺς Ἀποστόλους ἐγένετο. Ὅτι δὲ ἡ Μαγδαληνὴ Μαρία οὐ συνῆν τῇ τοῦ Θεοῦ Μητρὶ, ἡνίκα παρὰ τοῦ τάφου ἐπανιούσῃ ὑπήντησε καὶ ἐπεφάνη καὶ προσελάλησεν αὐτῇ ὁ Κύριος, διδασκόμεθα παρὰ τοῦ Ἰωάννου· «Τρέχει γὰρ, φησὶν, αὕτη πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς, ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν». Πῶς γὰρ ἂν εἴπερ εἶδε, καὶ χερσὶν ἥψατο, καὶ συντυγχάνοντος ἤκουσε, τοιαῦτα ἔλεγεν, ὅτι ἦραν καὶ μετέθηκαν, ὅπου δὲ, οὐκ οἴδαμεν; ἀλλὰ μετὰ τὸν Πέτρου καὶ Ἰωάννου δρόμον ἐπὶ τὸν τάφον, καὶ τὴν ἐκεῖ θέαν τῶν ὀθονίων καὶ τὴν ἐπάνοδον, Μαρία εἱστήκει, φησὶ, πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω.
Ὁρᾶτε ὡς μὴ μόνον οὔπω εἶδεν, ἀλλ᾽ οὐδὲ δι᾽ ἀκοῆς ἐπληροφορήθη; καὶ τῶν ἐπιφαινομένων δὲ ταύτην ἐρωτησάντων ἀγγέλων, Γύναι τί κλαίεις; ἐκείνη πάλιν ὡς περὶ νεκροῦ ἀποκρίνεται· ὡς δὲ στραφεῖσα τὸν Ἰησοῦν εἶδεν, οὐδὲ πάλιν συνῆκεν, ἀλλ᾽ ἐρωτωμένη καὶ παρ᾽ αὐτοῦ, τί κλαίει; τὰ παραπλήσια φθέγγεται, ἕως οὗ ἐξ ὀνόματος ἐκεῖνος αὐτὴν καλέσας, ἑαυτὸν παρέστησεν ὄντα. Τότε δὴ προσπεσοῦσα καὶ αὐτὴ, καὶ ζητοῦσα τὸν ἀσπασμὸν τοῖς ἐκείνου ποσὶ προσενεγκεῖν, ἤκουσε παρ᾽ αὐτοῦ, μή μου ἅπτου· παρ᾽ οὗ μανθάνομεν, ὡς ἡνίκα πρότερον ὥφθη τῇ τε Μητρὶ καὶ ταῖς συνούσαις αὐτῇ γυναιξιν, αὐτῇ μόνῃ καὶ τῶν ποδῶν ἅψασθαι παρέσχεν, εἰ καὶ ὁ Ματθαῖος κοινοποιεῖται καὶ ταῖς ἄλλαις γυναιξὶ τοῦτο, μὴ θέλων δι᾽ ἣν τὴν ἀρχὴν ἔφημεν αἰτίαν, φανερῶς τὴν Μητέρα προάγειν ἐπὶ τῶν τοιούτων. Ἐπεὶ δὲ μετὰ τὸ πρώτην ἐλθεῖν ἐπὶ τὸν τάφον τὴν ᾀειπάρθενον Μαρίαν, καὶ πρώτην τὸ εὐαγγέλιον τῆς ἀναστάσεως δέξασθαι πολλαὶ συνῆλθον, καὶ τὸν λίθον εἶδον ἀποκεκυλισμένον κἀκεῖναι, καὶ τῶν ἀγγέλων ἤκουσαν, ἐπανιοῦσαι μετὰ τὴν τοιαύτην ἀκοὴν καὶ θέαν ἐμερίσθησαν. Καὶ αἱ μὲν, καθάπερ ὁ Μάρκος φησὶ, «ἔφυγον ἀπὸ τοῦ μνημείου, καὶ εἶχεν αὐτὰς φόβος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ»· αἱ δὲ τῇ τοῦ Κυρίου εἵποντο Μητρὶ, αἳ καὶ τῆς τοῦ δεσπότου θέας καὶ ὁμιλίας ἐπέτυχον. Ἡ δὲ Μαγδαληνὴ πρὸς Πέτρον καὶ Ἰωάννην ἀπήει, μεθ᾽ ὧν καὶ πρὸς τὸν τάφον πάλιν ἔρχεται μόνη· κἀκείνων ἀναχωρησάντων, αὐτὴ παραμείνασα τὴς δεσποτικῆς ἀξιοῦται καὶ αὕτη θέας, καὶ πρὸς τοὺς Ἀποστόλους καὶ αὕτη πέμπεται, καὶ πρὸς αὐτοὺς ἔρχεται πάλιν, ἀπαγγέλλουσα πᾶσιν, ὡς Ἰωάννης φησὶν, «ὅτι ἑώρακε τὸν Κύριον καὶ ταῦτα εἶπεν αὐτῇ».
Ταύτην οὖν τὴν θέαν πρωί φησι καὶ ὁ Μάρκος γενέσθαι, τουτέστι κατὰ τὴν ἀκραιφνῆ τῆς ἡμέρας ἀρχὴν, τοῦ ὄρθρου παρελθόντος παντὸς, ἀλλ᾽ οὐχὶ τὴν τοῦ Κυρίου ἀνάστασιν, οὐδὲ τὴν πρώτην αὐτοῦ ἐπιφάνειαν τότε γενέσθαι ἰσχυριζόμενος· Ἔχομεν δὴ τὰ τῶν Μυροφόρων ἠκριβωμένα, καὶ τὴν ἄνωθεν ζητουμένην ἐπὶ ταύταις τῶν τεσσάρων Εὐαγγελιστῶν συμφωνίαν. Οἱ δὲ μαθηταὶ κατ᾽ αὐτὴν τὴν ἡμέραν τῆς ἀναστάσεως παρά τε τῶν Μυροφόρων ἀκούσαντες καὶ τοῦ Πέτρου, καὶ παρὰ Λουκᾶ καὶ Κλεόπα, ὅτι ὁ Κύριος ζῇ, καὶ ἐθεάθη ὑπ᾽ αὐτῶν, ἠπίστησαν· διὸ καὶ ὀνειδίζονται παρ᾽ αὐτοῦ, ὕστερον συνοῦσιν ἐπιφανέντος αὐτοῖς. Μετὰ δὲ τὸ διὰ πολλῶν καὶ πολλάκις ἑαυτὸν παραστῆσαι ζῶντα, οὐκ ἐπίστευσαν μόνον πάντες, ἀλλὰ καὶ ἐκήρυξαν πανταχοῦ· «Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν» 5, «Τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος, διὰ τῶν ἐπακολουθούντων σημείων» 6· τὰ γὰρ σημεῖα μέχρι τοῦ κηρυχθῆναι τὸν λόγον εἰς πᾶσαν τὴν γῆν ἀναγκαιότατα ἦν. Ἀλλὰ δεῖ μὲν σημείων καὶ τεραστίων πρὸς παράστασιν καὶ βεβαίωσιν τῆς τοῦ κηρύγματος ἀληθείας, δεῖ δὲ σημείων, ἀλλ᾽ οὐ τεραστίων πρὸς παράστασιν τῶν ὑποδεξαμένων τὸν λόγον, εἰ βεβαίως ἐπίστευσαν· τίνων τούτων; τῶν ἀπὸ τῶν ἔργων· «Δεῖξον γάρ μοί φησι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου»· καὶ «Τίς πιστὸς δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ» 7. Τίς γὰρ πιστεύσει διάνοιαν ἔχειν ὄντως θείαν καὶ μεγάλην καὶ ὑψηλὴν, καὶ ὡς εἰπεῖν οὐράνιον, οἷά περ ἐστὶν ἡ εὐσέβεια, τὸν φαύλων ἀντεχόμενον ἔργων, καὶ τῇ γῇ καὶ τοῖς γηίνοις προσηλωμένον;
Οὐδὲν οὖν ὄφελος, ἀδελφοὶ, ἐὰν πίστιν λέγῃ τις ἔχειν θείαν, ἔργα δὲ μὴ ἔχῃ τῇ πίστει κατάλληλα. Τί τὰς μωρὰς παρθένους αἱ λαμπάδες ὥνησαν οὐκ ἐχούσας ἔλαιον, δηλονότι τὰ τῆς ἀγάπης καὶ τὰ τῆς συμπαθείας ἔργα; Τί τὸν ἐν τῇ ἀσβέστῳ φλογὶ διὰ τὸ πρὸς τὸν Λάζαρον ἀσυμπαθὲς τηγανιζόμενον ἐκεῖνον πλούσιον, τὸ πατέρα ἐπικαλεῖσθαι τὸν Ἀβραάμ; Τί τὸν μὴ κεκτημένον διὰ τῶν ἀγαθῶν ἔργων ἐνδυμα, τῷ θείῳ γάμῳ καὶ τῇ παστάδι τῆς ἀφθαρσίας ἐκείνης κατάλληλον, ἡ πρὸς τὴν κλῆσιν δῆθεν εὐπείθεια; καὶ γὰρ προσεκλήθη τε καὶ προσῆλθε πιστεύσας πάντως, καὶ τοῖς ἁγίοις ἐκείνοις δαιτυμόσι συνανεκλήθη, ἀλλ᾽ ἐξελεγχθεὶς καὶ καταισχυνθεὶς, ὡς τὴν ἀπὸ τῶν ἠθῶν καὶ τῷν πράξεων φαυλότητα περικείμενος, δεθεὶς χεῖράς τε καὶ πόδας ἀνηλεῶς, εἰς τὴν γέενναν ῥίπτεται τοῦ πυρὸς, ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ἧς μηδένα γένοιτο τῶν ἀπὸ τοῦ Χριστοῦ καλουμένων πεῖραν λαβεῖν, ἀλλὰ τῇ πίστει βίον ἐπιδειξαμένους προσήκοντα, καὶ εἰσελθεῖν εἰς τὸν νυμφῶνα τῆς εὐφροσύνης τῆς ἀκηράτου, καὶ συνδιαιωνίζειν τοῖς ἁγίοις, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία· Ἀμήν.
Notes
- Μαρκ. ιϛ΄, 9.
- Ἰωάν. κ΄, 1.
- Λουκ. η΄, 17.
- Λουκ. κγ΄, 55.
- Ψαλμ. ιη΄, 4.
- Μάρκ. ιϛ΄, 20.
- Ἰακ. β΄, 18. γ΄, 13.