Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Gregory Palamas › Homilies

Homilies

St Gregory Palamas, Greek, Jerusalem, 1857

Homily 3

ΟΜΙΛΙΑ Γ΄.
Εἰς τὴν κατὰ τὸν σεσωσμένον Ἄσωτον τοῦ Κυρίου παραβολήν.

Ἔσται ποτὲ λιμὸς, τὴν Ἱερουσαλὴμ ἀποκλαιόμενος εἶπεν ὁ Προφήτης, οὐ λιμὸς ἄρτου καὶ ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου 1. Λιμὸς δέ ἐστι στέρησις ἅμα καὶ ὄρεξις τροφῆς ἀναγκαίας. Ἔστιν οὖν καὶ τοῦ λιμοῦ τούτου χεῖρον καὶ ἀθλιώτερον, ὅταν τις στέρησιν ἔχων τῶν ἀναγκαίων πρὸς σωτηρίαν, ἀνεπαισθήτως ἔχῃ τῆς συμφορᾶς, ὄρεξιν οὐκ ἔχων πρὸς σωτηρίαν. Ὁ γὰρ πεινῶν καὶ οὐκ εὐπορῶν, περιέρχεται ζητῶν ποῦ τρύφος ἄρτου· κἂν εὑρωτιώσης ἐπιτύχῃ μάζης, ἢ κεγχρίαν τούτῳ τις ἄρτον, ἢ πιτυρίαν, ἢ τὶ ἄλλο τῶν τῆς τρυφῆς εὐτελεστέρων εἰδῶν παράσχῃ, χαίρει τοσοῦτον, ὅσον ἀποτυγχάνων ὡδυνᾶτο πρότερον. Καὶ ὁ πνευματικὸν τοίνυν ἔχων λιμὸν, τουτέστι, στέρησίν τε ἅμα καὶ ὄρεξιν πνευματικῶν βρωμάτων, περιέρχεται ζητῶν τὸν ἔχοντα παρὰ Θεοῦ τῆς διδασκαλίας τὸ χάρισμα· κἂν εὕρῃ, μετ᾽ εὐφροσύνης τρέφεται τὸν ἄρτον τῆς πνευματικῆς ζωῆς, ὅς ἐστιν ὁ σωτήριος λόγος, οὗ μηδὲ ἀποτυχεῖν ἐστι τὸν εἰς τέλος ζητοῦντα· «Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρήσει, καὶ τῷ κρούοντι ἀνοιγήσεται» 2, εἶπεν ὁ Χριστός.

Ἀλλ᾽ εἰσί τινες, οἱ τῇ πολυημέρῳ κατὰ νοῦν ἀτροφίᾳ καὶ τὴν τοῦ τρέφεσθαι ὄρεξιν ἀπεβάλλοντο· διὸ οὐδὲ τῆς ζημίας λαμβάνουσιν αἴσθησιν, κἂν ἔχωσι τὸν διδάσκοντα, καὶ πρὸς αὐτὴν τὴν τῆς διδασκαλίας ἀκρόασιν δυσχεραίνουσι· κἂν μὴ ἔχωσιν, οὐ ζητοῦσι τὸν διδάξοντα, τοῦ ἀσώτου πολὺ ἁμαρτότερον ἄγοντες βίον. Ἐκεῖνος γὰρ εἰ καὶ ἐστερήθη μακρυνθεὶς τοῦ κοινοῦ τροφέως καὶ πατρὸς καὶ δεσπότου, ἀλλὰ λιμῷ περιέπεσεν ἰσχυρῷ, καὶ τῆς στερήσεως ἐπαισθόμενος, μετενόησε καὶ ἐπανῆλθε καὶ ἐπεζήτησε, καὶ πάλιν ἔτυχε τῆς θείας καὶ ἀκηράτου τροφῆς, καὶ τοσοῦτον ἀπήλαυσε διὰ τῆς μετανοίας τῶν τοῦ πνεύματος χαρισμάτων, ὡς καὶ ἐπίφθονον αὐτὸν γενέσθαι τοῦ πλούτου. Μᾶλλον δὲ ἀναλαβόντες ἄνωθεν διατρανώσωμεν πρὸς τὴν ὑμετέραν ἀγάπην τὴν ἐν Εὐαγγελίοις ταύτην τοῦ Κυρίου παραβολήν· ἐπεὶ καὶ σήμερον ἔθος ἀναγινώσκεσθαι ταύτην ἐπ᾽ Ἐκκλησίας.

«Ἄνθρωπός τις, φησὶν, εἶχε δύο υἱούς». Ἑαυτὸν ἄνθρωπον παραβολικῶς ἐνταῦθά φησιν ὁ Κύριος, καὶ θαυμαστὸν οὐδέν· εἰ γὰρ ἀληθῶς ἄνθρωπος ἐγένετο διὰ τὴν ἡμετέραν σωτηρίαν, τί θαυμαστὸν, εἰ ὡς ἀνθρώπων ἕνα προτίθησιν ἑαυτὸν διὰ τὴν ἡμετέραν ὠφέλειαν, ὁ καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ᾀεὶ κηδεμὼν, ὡς ἀμφοτέρων δεσπότης καὶ ποιητής; ὃς μόνος ἀγάπης εἰς ἡμᾶς ἔργα καὶ κηδεμονίας ὑπερβαλλούσης καὶ πρὸ τοῦ γενέσθαι ἡμᾶς ἀπεδείξατο· πρὸ ἡμῶν γὰρ βασιλείας ἡμῖν ἡτοίμασε κληρονομίαν αἰώνιον, ὡς αὐτός φησιν, ἀπὸ καταβολῆς κόσμου. Πρὸ ἡμῶν ὑπὲρ ἡμῶν τοὺς ἀγγέλους ἐποίησε διακόνους ἀποστελλομένους, ὡς ὁ Παῦλος φησὶ, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν 3. Πρὸ ἡμῶν δι᾽ ἡμᾶς παντὶ τῷ αἰσθητῷ τούτῳ κόσμῳ τὸν οὐρανὸν περιέτεινεν, οἶόν τινα σκηνὴν ἅπασι κοινὴν καὶ ὁμότιμον ἀνεγείρας ἡμῖν ἐν τῇ παροδικῇ ζωῇ ταύτῃ, τὸν αὐτὸν ᾀεικίνητον καὶ πολυκίνητον, ὡς ἂν ἀντιῤῥόπως κινούμενος αὐτὸς ἑαυτὸν κατὰ χώραν ἐπέχῃ· ᾀεὶ δὲ κινούμενον ἐν ἑαυτῷ καὶ τὴν πληθὺν τῶν ἀστρων συμπεριφέροντα, ἵν᾽ ἡμεῖς ὁμοῦ τε διδασκώμεθα τὸ παροδικὸν τῆς ἡμετέρας ζωῆς, καὶ πάντων ἀπολαύωμεν τῶν κατ᾽ αὐτὸν, ἄλλοτε ἄλλων ὑπὲρ κεφαλῆς ἡμῶν γενομένων. Δι᾽ ἡμᾶς πρὸ ἡμῶν τὸν μέγαν ἐποίησε φωστῆρα εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός· καὶ ἔθετο αὐτούς τε καὶ τοὺς ἄλλους ἀστέρας ἐν τῷ στερεώματι, συγκινουμένους καὶ ἀντικινουμένους αὐτῷ, συνιόντας τε καὶ παραλλάσσοντας πολυειδῶς, ἵν᾽ ὥσιν ἡμῖν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἑνιαυτούς· ὧν οὐδενὸς χρήζει, οὔτε ἡ νοερὰ φύσις ὑπὲρ αἴσθησιν οὖσα, οὔτε ἡ τῶν ἀλόγων ζώων κατ᾽ αἴσθησιν μόνην ζῶσα. Δι᾽ ἡμᾶς οὐκοῦν γέγονε, τοὺς αἰσθήσει μὲν ἀπολαύοντας τῆς τε ἄλλης χρείας καὶ τοῦ κάλλους τῶν ὁρωμένων, νῷ δὲ δι᾽ αἰσθήσεως τῶν τοιούτων σημείων ἔχοντας. Δι᾽ ἡμᾶς πρὸ ἡμῶν γῆν ἐθεμελίωσεν, ἐφήπλωσε θάλασσαν, πλουσίως ἐπ᾽ αὐτὰ τὸν ἀέρα ἐξέχεε, καὶ ὑπὲρ τοῦτον ἀνῆψε περαιτέρω πανσόφως τὴν πυρὸς φύσιν, ἵνα καὶ τοῦ ψύχους τῶν κάτω θραύη τὴν ἀμετρίαν περιημμένον, καὶ τὴν οἰκείαν ἀμετρίαν ἐπὶ χώραν μένῃ κατέχον· εἰ δὲ καὶ τὰ ἄλογα τῶν ζώων τούτων χρήζει πρὸς σύστασιν, ἀλλὰ καὶ ταῦτα εἰς δουλείαν τῶν ἀνθρώπων ἐγένετο πρὸ ἡμῶν, ὡς καὶ ὁ Προφήτης ψάλλει Δαβίδ.

Τοῦτον μὲν οὖν τὸν σύμπαντα κόσμον διὰ τὴν τοῦ σώματος ἡμῶν σύστασιν ὁ πλάσας ἡμᾶς, πρό τῆς ἡμῶν πλάσεως, ἐκ τοῦ μὴ ὄντος παρήγαγε. Πρὸς δὲ βελτίωσιν ἠθῶν καὶ ὁδηγίαν πρὸς ἀρετὴν, τί οὐκ ἐποίησεν ὁ φιλάγαθος δεσπότης; αὐτὸν τὸν αἰσθητὸν πάντα κόσμον, οἶόν τι κάτοπτρον ἀπειργάσατο τῶν ὑπερκοσμίων, ἵνα διὰ τῆς κατ᾽ αὐτὸν πνευματικῆς θεωρίας, ὡς διά τινος θαυμασίας κλίμακος πρὸς ἐκεῖνα φθάνωμεν. Ἐνέθηκεν ἡμῖν ἔμφυτον νόμον, οἷόν τινα στάθμην ἀπαρέγκλιτον, καὶ κριτὴν ἀνεξαπάτητον, καὶ διδάσκαλον ἀπαραλόγιστον τὴν οἰκείαν ἐν ἑκάστῳ συνείδησιν, ἂν ἐν ἡμῖν αὐτοῖς γενώμεθα τῇ διανοίᾳ, διδασκάλου ἑτέρου πρὸς τὴν τοῦ ἀγαθοῦ κατανόησιν οὐ δεησόμεθα· ἂν ἔξω τῇ αἰσθήσει καλῶς διαπορθμεύσωμεν τὸν νοῦν, τὰ ἀόρατα τοῦ Θεοῦ τοῖς ποιήμασι νοούμενα καθορᾶται, φησὶν ὁ Ἀπόστολος 4. Τῇ φύσει οὖν καὶ τῇ κτίσει τὸ διδασκαλεῖον ἀνοίξας τῶν ἀρετῶν, ἀγγέλους ἐπέστησε φύλακας, Πατέρας καὶ Προφήτας εἰς ποδηγίαν ἀνήγειρεν, ἔδειξε σημεῖα καὶ τέρατα πρὸς πίστιν ἐνάγοντα, ἔδωκεν ἡμῖν τὸν γραπτὸν νόμον, βοηθοῦντα τῷ παρὰ τῆς λογικῆς ἡμῶν φύσεως νόμῳ καὶ τῇ παρὰ τῆς κτίσεως διδασκαλίᾳ. Τέλος, ἐπεὶ πάντων ἠλογήσαμεν, ὢ καὶ τῆς ἡμῶν ῥαθυμίας! καὶ τῆς τοῦ διαφερόντως ἡμᾶς φιλοῦντος μακροθυμίας ὁμοῦ καὶ κηδεμονίας! ἑαυτὸν ἡμῖν ἔδωκεν ὑπὲρ ἡμῶν, καὶ τὸν τῆς θεότητος κενώσας πλοῦτον εἰς τὴν ἡμετέραν ἐσχατιὰν, τὴν ἡμετέραν προσλαβόμενος φύσιν, καὶ καθ᾽ ἡμᾶς γεγονὼς ἄνθρωπος, διδάσκαλος ἡμῶν ἐχρημάτισε· καὶ αὐτὸς ἡμᾶς διδάσκει περὶ τοῦ μεγέθους τῆς ἰδίας φιλανθρωπίας, ἔργῳ καὶ λόγῳ ταύτην ὑποδεικνὺς, ἅμα καὶ πρὸς μίμησιν ἐνάγων τῆς συμπαθείας, καὶ τῆς ἀσυμπαθοῦς γνώμης ἀπάγων τοὺς ὑπακούοντας. Ἐπεὶ δὲ φίλτρον ἐγγίνεται μὲν καὶ τοῖς ἐπιμεληταῖς τῶν πραγμάτων, ὡς καὶ τοῖς τῶν προβάτων ποιμέσιν, ἔτι δὲ καὶ τοῖς δεσπόταις οὖσι τῶν ἰδίων κτημάτων, οὐ τοσοῦτον δὲ ὅσον τῆς καθ᾽ αἷμα καὶ συγγένειαν προσῳκειωμένοις, καὶ τούτων μᾶλλον πατράσι πρὸς παῖδας τοὺς ἑαυτῶν, ἀπὸ τούτων ποιεῖται τῆς οἰκείας φιλανθρωπίας τὴν ἔνδειξιν, ἄνθρωπον λέγων ἑαυτὸν καὶ Πατέρα πάντων ἡμῶν· ἐπεὶ καὶ δι᾽ ἡμᾶς ἐγένετο ἄνθρωπος, καὶ διὰ τοῦ θείου βαπτίσματος καὶ τῆς ἐν αὐτῷ τοῦ θείου Πνεύματος χάριτος ἡμᾶς ἀνεγέννησεν.

Ἄνθρωπος οὖν τις, φησὶν, εἶχε δύο υἱούς· τὴν γὰρ μίαν φύσιν εἰς δύο διεῖλεν ἡ τῆς γνώμης διαφορὰ, καὶ τοὺς πολλοὺς εἰς δύο συνῆξεν ἡ τῆς ἀρετῆς καὶ τῆς κακίας διαστολή· καὶ ἡμεῖς γὰρ ἔστιν ὅτε καὶ τὸν καθ᾽ ὑπόστασιν ἕνα διπλοῦν φαμὲν, ὅταν ἔχῃ τὴν τοῦ ἤθους διπλόην, καὶ τοὺς πολλοὺς ἕνα πάλιν, ἡνίκα πρὸς ἀλλήλους συνάδουσι. «Προσελθὼν οὖν ὁ νεώτερος υἱὸς εἶπε τῷ πατρί»· εἰκότως νεώτερος· νεωτερικὴν γὰρ καὶ ἀφροσύνης γέμουσαν προσάγει τὴν ζήτησιν. Καὶ ἡ ἁμαρτία δὲ, ἣν ἐνενόει τὴν ἀποστασίαν ὠδίνων, νεωτέρα ἐστὶν, ὑστερογενὲς εὕρημα γενομένη τῆς κακῆς ἡμῶν προαιρέσεως· ἡ δὲ ἀρετὴ παλαιγενής ἐστιν, ἐξ ἀϊδίου μὲν ἐν τῷ Θεῷ οὖσα, τῇ δὲ ἡμετέρᾳ τὴν ἀρχὴν παρὰ Θεοῦ κατὰ χάριν ἐντεθεῖσα ψυχῇ. Καὶ προσελθὼν, φησὶν, ὁ νεώτερος υἱὸς εἶπε τῷ πατρί· «Δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας»· βαβαὶ τῆς ἀφροσύνης! οὐ προσέπεσεν, οὐχ ἱκέτευσεν, ἀλλ᾽ ἁπλῶς εἶπε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὡς ὀφειλὴν ἀπαιτεῖ παρὰ τοῦ πᾶσι κατὰ χάριν διδόντος. Δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας, τὸ κατὰ νόμους ἐμοὶ προσῆκον, τὴν κατὰ τὸ δίκαιον ἡμετέραν μερίδα. Καὶ τίς νόμος, καὶ πόθεν δίκαιον ὀφειλέτας εἶναι τοῖς παισὶ τοὺς πατέρας; Τοὐναντίον μὲν οὖν μᾶλλον τοῖς πατράσιν ὀφείλειν τοὺς παῖδας καὶ ἡ φύσις αὐτὴ παρίστησιν, ἐξ ἐκείνων τὸ εἶναι λαβόντας. Ἀλλὰ καὶ τοῦτο τοῦ νεωτερικοῦ φρονήματος.

Τί οὖν ὁ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, ὁ ἀνατέλλων τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς; διεῖλεν αὐτοῖς φησι τὸν βίον· ὁρᾷς ὅτι ἀνενδεής ἐστιν ὁ ἄνθρωπος καὶ πατὴρ οὗτος; οὐ γὰρ ἂν τοῖς δυσὶ μόνοις διεῖλεν, οὐδὲ εἰς δύο μόνον, ἀλλὰ καὶ τρίτην ἂν ἑαυτῷ τοῦ βίου παρακατέσχε μερίδα. Ὁ δὲ, ὡς Θεὸς, καθάπερ καὶ ὁ Προφήτης φησὶ Δαβὶδ 5, μὴ χρείαν ἔχων τῶν παρ᾽ ἡμῖν ἀγαθῶν, τοῖς δυσὶ παισὶ τούτοις μόνοις διεῖλε, φησὶ, τὸν βίον, τουτέστι τὸν κόσμον ἅπαντα· διαιρεῖται γὰρ, ὥσπερ ἡ μία φύσις τῇ διαφόρῳ γνώμῃ, οὗτος ὁ εἷς κόσμος τῇ διαφόρῳ χρήσει· ὁ μέν φησι πρὸς τὸν Θεὸν, Ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· καὶ, Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε· καὶ, Μεσονύκτιον ἐξεγειρόμην· καὶ, Ἐκέκραξα ἐν ἀωρίᾳ. καὶ, Ἐπήλπισα ἐπὶ τοὺς λόγους σου· καὶ, Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τουτέστι τὰς πρὸς ἡδυπάθειαν κινουμένας ὀρέξεις τῆς σαρκὸς ἀπέτεμνον· ὁ δὲ διημερεύει ἐν οἴνῳ, καὶ σκοπεῖ ποῦ πότος γίνεται, καὶ συνδιανυκτερεύει ταῖς ἀσέμνοις καὶ ἀθέσμοις πράξεσι, καὶ ταχύνει πρὸς ἀφανεῖς δόλους, ἢ φανερὰς ἐπιβουλὰς καὶ χρημάτων ἁρπαγὰς, καὶ μελέτας πονηράς Ἆρ᾽ οὐ διεῖλον οὗτοι τὴν μίαν νύκτα, καὶ τὸν ἕνα ἥλιον, καὶ πρὸ τούτων τὴν ἰδίαν φύσιν, ἀσυμφώνως ἀλλήλοις καταχρησάμενοι; ὁ δὲ Θεὸς ἀδιαιρέτως διεῖλε πᾶσι πᾶσαν τὴν κτίσιν, προθεὶς εἰς χρῆσιν τὴν κατὰ βούλησιν.

«Καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας, φησὶ, συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς, ἀπεδήμησεν εἰς χώραν μακράν». Πῶς οὐκ εὐθὺς, ἀλλ᾽ οὐ μετὰ πολλὰς, ἤτοι μετ᾽ ὀλίγας ἀπεδήμησεν ἡμέρας; Ὁ πονηρὸς ὑποφήτης διάβολος οὐχ᾽ ἅμα τὴν ἰδιοῤῥυθμίαν καὶ τὴν ἁμαρτίαν ὑποτίθεται, ἀλλὰ κατὰ μικρὸν ὑποκλέπτει πανούργως, ὑποψιθυρίζων ἡμῖν καὶ λέγων· καὶ σὺ κατὰ σεαυτὸν ζῶν, καὶ μὴ σχολάζων τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, μηδὲ τὸ οὗς ὑπέχων τῷ διδασκάλῳ τῆς Ἐκκλησίας, δύνασαι καὶ παρὰ σεαυτοῦ συνορᾶν τὸ δέον, καὶ μὴ μακρυνθῆναι τοῦ ἀγαθοῦ. Ὅταν δέ τινα τῆς ἱερᾶς ὑμνῳδίας ἀποσχοινίσῃ, καὶ τῆς πρὸς τοὺς ἱεροὺς διδασκάλους ὑπακοῆς, μακρὰν αὐτὸν ποιεῖ καὶ τῆς θείας ἐπισκοπῆς, τοῖς ἔργοις αὐτὸν τοῖς πονηροῖς παραδούς· ὁ γὰρ Θεὸς πανταχοῦ πάρεστιν· ἕν ἐστι τὸ μακρὰν τοῦ ἀγαθοῦ, τὸ κακὸν, ἐν ᾧ διὰ τῆς ἁμαρτίας γινόμενοι μακρὰν ἀποδημοῦμεν Θεοῦ· «Οὐ γὰρ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου», ὁ Δαβὶδ πρὸς τὸν Θεόν φησι 6.

Μακρυνθεὶς οὖν οὕτω, καὶ εἰς χώραν ἀποδημήσας μακρὰν οὖσαν ὁ υἱὸς ὁ νεώτερος, «Ἐκεῖ διεσκόρπισε, φησὶ, τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως». Πῶς οὖν διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ; Πρὸ πάντων οὐσία καὶ περιουσία ἡμῶν ἔμφυτος ὁ νοῦς ἐστιν ὁ ἡμέτερος. Ἔως μὲν οὖν τοῖς τῆς σωτηρίας τρόποις ἐμμένομεν, συνηγμένον αὐτὸν ἔχομεν πρὸς ἑαυτὸν, καὶ τὸν πρῶτον καὶ ἀνωτάτω νοῦν τὸν Θεόν· ἡνίκα δ᾽ ἂν τοῖς πάθεσι θύραν ἀνοίξωμεν, εὐθὺς σκορπίζεται, πλανώμενος πᾶσαν ὥραν περὶ τὰ σαρκικά τε καὶ γήϊνα, περὶ τὰς πολυμόρφους ἡδονὰς, καὶ τοὺς ἐπὶ ταύταις ἐμπαθεῖς λογισμούς. Αὐτοῦ ἐστιν ἡ φρόνησις πλοῦτος, παραμένουσα τούτῳ, καὶ διακρίνουσα τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, μέχρις ἂν καὶ αὐτὸς παραμένῃ ταῖς ἐντολαῖς καὶ συμβουλαῖς ὑπείκων τοῦ ἀνωτάτου Πατρός· τούτου δὲ ἀφηνιάσαντος, κἀκείνη σκορπίζεται εἰς πορνείαν καὶ ἀφροσύνην, τὰς παρ᾽ ἑκάτερον μέρος κακίας μεριζομένη. Τοῦτο δ᾽ ἂν ἴδοις καὶ ἐπὶ πάσης ἀρετῆς ἡμῶν καὶ δυνάμεως, αἵ εἰσιν ἡμέτερος ὄντως πλοῦτος, ὃς τῆς κακίας οὔσης πολυσχεδοῦς, ὅτ᾽ ἂν πρὸς αὐτὴν ἐκκλίνῃ, σκορπίζεται· αὐτὸς γὰρ ὁ νοῦς τείνει τὴν ἐπιθυμίαν πρὸς τὸν ἕνα καὶ ὄντως ὄντα Θεὸν, τὸν μόνον ἀγαθὸν τὸν μόνον ἐφετὸν, τὸν μόνον ἀμιγῆ πάσης ὀδύνης τὴν ἡδονὴν παρέχοντα. Τοῦ νοῦ δὲ μαλακισθέντος, ἡ πρὸς τὴν ὄντως ἀγάπην τῆς ψυχῆς δύναμις ἐκπίπτει τοῦ ὄντως ὀρεκτοῦ, καὶ πρὸς τὰς ποικίλας ὀρέξεις τῆς ἡδυπαθείας διασπωμένη, σκορπίζεται ἐντεῦθεν πρὸς ἐπιθυμίαν βρωμάτων οὐκ ἀναγκαίων, ἐκεῖθεν πρὸς ἐπιθυμίαν σωμάτων οὐκ εὐσχημόνων, ἑτέρωθεν πρὸς ἐπιθυμίαν οὐκ εὐχρήστων χρημάτων, ἄλλοθεν πρὸς ἐπιθυμίαν τῆς κενῆς καὶ ἀδόξου δόξης μεθελκομένη. Καὶ οὕτω κατακερματιζόμενος ὁ ἄθλιος ἄνθρωπος, καὶ ταῖς ποικίλαις περὶ ταῦτα φροντίσι κατατεινόμενος, οὐδὲ τὸν ἥλιον αὐτὸν οὐδὲ τὸν ἀέρα, τὸν κοινὸν πᾶσι πλοῦτον, ἡδέως ἀναπνεῖ τε καὶ θεωρεῖ.

Αὐτὸς ὁ νοῦς ὁ ἡμέτερος μὴ ἀποστὰς τοῦ Θεοῦ διεγείρει τὸν ἐν ἡμῖν θυμὸν κατὰ μόνου τοῦ διαβόλου, καὶ χρῆται τῇ τῆς ψυχῆς ἀνδρίᾳ κατὰ τῶν πονηρῶν παθῶν, κατὰ τῶν ἀρχόντων τοῦ σκότους κατὰ τῶν πνευμάτων τῆς πονηρίας. Ἂν δὲ μὴ προσέχῃ ταῖς θείαις ἐντολαῖς τοῦ καθοπλίσαντος αὐτὸν δεσπότου, μάχεται τοῖς πλησίον, μαίνεται κατὰ τῶν ὁμοφύλων, ἀποθηριοῦται κατὰ τῶν μὴ συναινούντων ταῖς αὐτοῦ παραλόγοις ὀρέξεσι, καὶ ἀνθρωποκτόνος φεῦ ὁ ἄνθρωπος γίνεται, οὐ μόνον τοῖς κτήνεσι τοῖς ἀνοήτοις ὁμοιωθεὶς, ἀλλὰ καὶ τοῖς ἑρπετοῖς καὶ ἰοβόλοις τῶν ζώων, σκορπίος, ὄφις, γέννημα ἐχιδνῶν γεγονὼς, ὁ ἐν υἱοῖς Θεοῦ τεταγμένος. Εἶδες πῶς διεσκόρπισε καὶ ἀπώλεσε τὴν οὐσίαν αὐτοῦ; «Καὶ δαπανήσας φησὶ πάντα ὁ νεώτερος υἱὸς, ἤρξατο ὑστερεῖσθαι». Εἰς λιμὸν ἐμπεσὼν, ἀλλ᾽ οὔπω πρὸς ἐπιστροφὴν ἔβλεψε· καὶ γὰρ ἦν ἄσωτος· διὸ «καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους».

Τίνες δὲ οἱ τῆς μακρὰν οὔσης τοῦ Θεοῦ χώρας πολῖται καὶ πολιτάρχαι; πάντως οἱ δαίμονες· ὑφ᾽ ὧν πορνοβοσκὸς, καὶ ἀρχιτελώνης, καὶ ἀρχιληστὴς, καὶ στασιάρχης κατέστη, ὁ υἱὸς τοῦ οὐρανίου Πατρός· πᾶν μὲν γὰρ πάθος διὰ τὴν ἄκραν ἀκαθαρσίαν ὁ χοιρώδης αἰνίττεται· χοῖροι δέ εἰσιν οἱ τῷ βορβόρῳ τῶν παθῶν τούτων ἐγκυλινδούμενοι, ὧν ἐκεῖνος προστὰς, ὡς καθ᾽ ἡδυπάθειαν ὑπερέχων αὐτῶν, οὐκ ἠδύνατο κορεσθῆναι ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, τουτέστι κόρον τῆς οἰκείας ἐπιθυμίας λαβεῖν οὐκ ἠδύνατο. Πῶς ἡ τοῦ σώματος φύσις οὐκ ἀρκεῖ τοῦ ἀκολάστου ὑπηρετεῖν ταῖς ὁρμαῖς; Ὁ χρυσὸς ἦ ὁ ἄργυρος, τῷ φιλοχρύσῳ καὶ φιλαργύρῳ προσγεγονὼς, τὴν ἔνδειαν ηὔξησε, καὶ καθ᾽ ὅσον ἂν πολὺς ἐπιῤῥεύσῃ, κατὰ τοσοῦτο πλείονος ἐπιθυμεῖν παρεσκεύασεν· ὁ κόσμος ἅπας μόλις, τάχα δὲ οὐδὲ μόλις ἀρκέσει πλεονέκτη καὶ φιλάρχῳ ἑνί. Ἐπεὶ οὖν πολλοὶ μὲν οὗτοι, κόσμος δὲ εἶς, πῶς ἄρα δυνήσεταί τις αὐτῶν τῆς οἰκείας ἐπιθυμίας κόρον εὑρεῖν; Οὕτω τοίνυν καὶ ὁ τοῦ Θεοῦ ἀποστατήσας ἐκεῖνος, οὐκ ἠδύνατο χορτασθῆναι· οὐδὲ γὰρ ἐδίδου τίς φησι τὸν κόρον αὐτῷ· τίς γὰρ ἂν καὶ ἔδωκεν; ὁ Θεὸς ἀπῆν, οὗ καὶ τῇ θέᾳ μόνῃ κόρος ἀνεπαχθὴς τῷ ὁρῶντι προσγίνεται, κατὰ τὸν εἰπόντα· «Χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου» 7. Ὁ διάβολος οὐκ ἐθέλει κόρον παρασχεῖν τῶν αἰσχρῶν ἐπιθυμιῶν, ἐπεὶ μεταβολὴν τῆς πρὸς αὐτὰ σχέσεως ἐν τοῖς τρεπτοῖς ὁ κόρος ἐργάζεσθαι πέφυκεν· εἰκότως οὖν οὐδεὶς ἐδίδου τὸν κόρον αὐτῷ. Μόλις ποτὲ τοίνυν ἐφ᾽ ἑαυτοῦ γενόμενος ὁ ἀποσκιρτήσας τοῦ πατρὸς ἐκεῖνος, καὶ οἶ κακῶν ἔφθασεν ἐννοήσας, ἀπεκλαύσατο ἑαυτὸν, λέγων· «Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἁπόλλυμαι». Τίνες οἱ μίσθιοι; οἱ διὰ τῶν τῆς μετανοίας ἱδρώτων καὶ τῆς ταπεινώσεως, οἱά τινα μισθὸν ἐπανακαλούμενοι τὴν σωτηρίαν. Υἱοὶ δέ εἰσιν οἱ διὰ τὴν πρὸς αὐτὸν ἀγάπην ταῖς αὐτοῦ ἐντολαῖς ὑποτασσόμενοι· καθάπερ καὶ ὁ Κύριος εἶπεν· Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει 8. Τῆς οὖν υἱοθεσίας ὁ νεώτερος ἀποπεσὼν υἱὸς, καὶ τῆς ἱερᾶς πατρίδος ἐκπεσὼν ἑκὼν, καὶ λιμῷ περιπεσὼν, καταγινώσκει ἑαυτοῦ καὶ ταπεινοῦται, καὶ μετανοεῖ λέγων· ἀναστὰς πορεύσομαι καὶ προσπεσοῦμαι τῷ πατρὶ, καὶ ἐρῶ· «Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου». Καλῶς ἄρα τὴν ἀρχὴν ἐλέγομεν, ὅτι ὁ πατὴρ οὗτος ὁ Θεός ἐστι· πῶς γὰρ ἥμαρτεν εἰς τὸν οὐρανὸν, ὁ ἀποστατήσας τοῦ πατρὸς υἱὸς, εἰ μὴ οὐράνιος ἦν ὁ πατήρ; ἥμαρτον οὖν φησιν εἰς τὸν οὐρανὸν, τουτέστιν εἰς τοὺς ἐν τῷ οὐρανῷ ἁγίους, καὶ ὧν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, καὶ ἐνώπιόν σου, ὃς μετὰ τῶν σῶν ἁγίων ἐν τῷ οὐρανῷ κατοικεῖς. «Καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου». Καλῶς τῇ νῦν ταπεινώσει συνετισθεὶς, ποίησόν με φησίν· οὐ γὰρ παρ᾽ ἑαυτοῦ τις λαμβάνει τοὺς κατ᾽ ἀρετὴν βαθμοὺς, εἰ καὶ μὴ χωρὶς τῆς αὐτοῦ προαιρέσεως. «Ἀναστὰς οὖν φησιν, ἦλθεν εἰς τὸν πατέρα αὐτοῦ· ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος». Πῶς δὲ ἦλθε καὶ μακρὰν ἀπεῖχε, διὸ καὶ σπλαγχνισθεὶς ὁ πατὴρ αὐτοῦ ἐξῆλθεν εἰς συνάντησιν αὐτοῦ; Ὁ μετανοῶν ἄνθρωπος ἐκ ψυχῆς, τῇ μὲν ἀγαθῇ προθέσει καὶ τὸ τῆς ἁμαρτίας ἐκστῆναι φθάνει πρὸς τὸν Θεόν· ὑπὸ δὲ τῆς κακῆς συνηθείας καὶ τῶν προλήψεων λογιστικῶς τυραννούμενος, ἔτι μακρὰν ἀπέχει Θεοῦ, καὶ πολλῆς δεῖται τῆς ἄνωθεν εὐσπλαγχνίας καὶ βοηθείας, εἰ μέλλει σώζεσθαι.

Διὸ καὶ ὁ πατὴρ τῶν οἰκτιρμῶν συγκαταβὰς ὑπήντησε, καὶ περιπλακεὶς κατεφίλησε, καὶ τοῖς αὐτοῦ δούλοις, ἤτοι τοῖς ἱερεῦσιν ἐκέλευσε τὴν στολὴν αὐτὸν τὴν πρώτην ἐνδύσαι, ἤτοι τὴν υἱοθεσίαν, ἣν καὶ πρώην διὰ τοῦ ἁγίου βαπτίσματος ἠμφιάσατο, καὶ δακτύλιον δοῦναι εἰς τὴν χεῖρα αὐτοῦ, τουτέστι τῷ πρακτικῷ τῆς ψυχῆς, ὃ δηλοῦται διὰ τῆς χειρὸς ἐνθεῖναι σφραγῖδα θεωρητικῆς ἀρετῆς ἀῤῥαβῶνα τῆς μελλούσης κληρονομίας, ἀλλὰ καὶ ὑποδήματα εἰς τοὺς πόδας, θείαν φυλαχὴν καὶ ἀσφάλειαν ἐνδυναμοῦσαν αὐτὸν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Εἶτα καὶ τὸν μόσχον κελεύει τὸν σιτευτὸν ἐνεγκεῖν καὶ θῦσαι καὶ προθεῖναι εἰς βρῶσιν. Ὁ μόσχος δέ ἐστιν οὗτος αὐτὸς ὁ Κύριος, ὃς ἐξάγεται μὲν τοῦ κρυφίου τῆς θεότητος, καὶ αὐτῆς τῆς ὑπεράνω κειμένης τοῦ παντὸς ἕδρας, καὶ ὡς ἄνθρωπος ἐπὶ γῆς ὀφθεὶς, ὡς μόσχος ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν θύεται, καὶ ὡς σιτευτὸς, τουτέστιν ἄρτος εἰς βρῶσιν ἡμῶν προτίθεται. Κοινὴν δὲ ποιεῖται τὴν ἐπὶ τούτοις εὐφροσύνην καὶ τὴν εὐωχίαν ὁ Θεὸς μετὰ τῶν αὐτοῦ ἁγίων, τὰ ἡμῶν ὑπ᾽ ἄκρας οἰκειούμενος φιλανθρωπίας, καὶ λέγων· δεῦτε φαγόντες εὐφρανθῶμεν. Ἀλλ᾽ ὁ πρεσβύτερος υἱὸς ὀργίζεται. Νόει μοι πάλιν τοὺς Ἰουδαίους ὀργιζομένους ἐπὶ τῇ κλήσει τῶν ἐθνῶν, τοὺς Γραμματεῖς καὶ Φαρισαίους σκανδαλιζομένους, ὅτι ὁ Κύριος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. Εἰ δὲ καὶ περὶ τῶν δικαίων τοῦτο νοεῖν ἐθέλεις, τί θαυμαστὸν, εἰ καὶ ὁ δίκαιος ἀγνοεῖ τὸν ὑπὲρ πάντα νοῦν πλοῦτον τῆς τοῦ Θεοῦ χρηστότητος; διὸ καὶ παρακαλεῖται παρὰ τοῦ κοινοῦ Πατρὸς, καὶ τὰ εἰκότα διδάσκεται, λέγοντος πρὸς αὐτόν· σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, τῆς ἀναλλοιώτου εὐφροσύνης κοινωνῶν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σὺ οὗτος, νεκρὸς ἦν καὶ ἀνέζησεν, ἀπολωλὼς ἦν καὶ εὑρέθη· νεκρὸς ἦν τῇ ἁμαρτίᾳ καὶ ἀνέζησε τῇ μετανοίᾳ, καὶ ἀπολωλὼς ἦν, ὡς μὴ εὑρισκόμενος ἐν τῷ Θεῷ· εὑρεθεὶς οὖν χαρᾶς πληροῖ τὸν οὐρανὸν, καθὰ γέγραπται· «Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι» 9. Τί δέ ἐστι, διὸ μάλιστα λυπεῖται ὁ πρεσβύτερος υἱός; ὅτι ἐμοί φησιν οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ, ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἐθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν· τοσοῦτο γὰρ τὸ ὑπερβάλλον τῶν εἰς ἡμᾶς χαρισμάτων τοῦ Θεοῦ ὅτι καὶ οἱ ἄγγελοι ἐπεθύμησαν παρακύψαι εἰς τὰ χαρισθέντα διὰ τῆς αὐτοῦ ἐνανθρωπήσεως ἡμῖν, καθά φησιν ὁ κορυφαῖος τῶν Ἀποστόλων Πέτρος 10. Ἀλλὰ καὶ οἱ δίκαιοι ἐπεθύμησαν καὶ πρὸ καιροῦ δι᾽ αὐτὰ ἐλθεῖν τὸν Χριστὸν, ὡς καὶ Ἀβραὰμ ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν αὐτοῦ· ὁ δὲ τότε οὐκ ἦλθε, καὶ ὅτε ἦλθεν, οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν, καὶ ὑπὲρ αὐτῶν μάλιστα σταυροῦται ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου· ὑπερεπερίσσευσε γὰρ ἡ χάρις, ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία. Ὅτι δὲ τῶν δικαίων αἰτούντων οὐδὲ ἓν τῶν ἐρίφων δίδωσι, τουτέστι τῶν ἁμαρτωλῶν, σαφὲς ἡμῖν γέγονεν ἔκ τε ἄλλων οὐκ ὀλίγων, καὶ ἀπὸ τῆς κατὰ τὸν ἱερὸν καὶ μακάριον Κάρπον ὀπτασίας μάλιστα. Οὗτος γὰρ οὐ μόνον οὐκ ἠκούσθη πονηρῶν τινων ἀνδρῶν ἐπαρώμενος, καὶ δίκαιον οὐκ εἶναι λέγων, εἰ ζῶσιν ἄνδρες ἄθεοι, καὶ διαστρέφοντες τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας, ἀλλὰ καὶ θείας ἀγανακτήσεως ἐπειράθη, καὶ φρικωδεστάτων τινῶν ἐπύθετο λόγων, πρὸς ἐπίγνωσιν τῆς ἀῤῥήτου καὶ ὑπὲρ νοῦν θείας ἀνοχῆς ἐναγόντων, καὶ μὴ μόνον οὐκ ἐπαρᾶσθαι πειθόντων, ἀλλὰ καὶ τῶν ἐν πονηρίᾳ ζώντων, τοῦ Θεοῦ καιρὸν ἔτι μετανοίας παρέχοντος ἐκείνοις. Ἵνα τοίνυν τοῦτο δείξῃ ὁ Θεὸς τῶν μετανοούντων, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ ἵνα προσπαραστήση, ὅτι τοῖς διὰ μετανοίας ἐπιστραφεῖσι μεγάλα καὶ ἐπίφθονα δῶρα δίδωσιν, οὕτω διέθηκε τὴν παραβολήν.

Ἐπιλαβώμεθα οὖν καὶ ἡμεῖς ἀδελφοὶ δι᾽ ἔργου τῆς μετανοίας, ἀποταξώμεθα τῷ πονηρῷ καὶ τοῖς βοσκήμασιν αὐτοῦ· ἀποσχώμεθα τῶν χοίρων, καὶ τῶν αὐτοὺς τρεφόντων κερατίων, δηλονότι τῶν βδελυρῶν παθῶν, καὶ τῶν τούτοις προσκειμένων· ἀποστῶμεν τῆς πονηρᾶς νομῆς, τουτέστι τῆς κακῆς συνηθείας· φύγωμεν τὴν τῶν παθῶν χώραν, ἥτις ἐστὶν ἀπιστία καὶ ἀπληστία καὶ ἀκρασία, ἐν αἷς λιμὸς ἰσχυρὸς τῶν ἀγαθῶν γίνεται, καὶ λιμοῦ χείρω πάθη· δράμωμεν πρὸς τὸν πατέρα τῆς ἀφθαρσίας, τὸν δοτῆρα τῆς ζωῆς, τὴν ὁδὸν τῆς ζωῆς διὰ τῶν ἀρετῶν βαδίσαντες· ἐκεῖ γὰρ αὐτὸν εὑρήσομεν πρὸς ὑπαντὴν ὑπὸ φιλανθρωπίας ἐξελθόντα, καὶ χαριζόμενον ἡμῖν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῶν, τὸ σύνθημα τῆς ἀφθαρσίας, τὸν ἀῤῥαβῶνα τῆς μελλούσης κληρονομίας. Ἐπεὶ καὶ ὁ ἄσωτος υἱὸς, καθάπερ παρὰ τοῦ Σωτῆρος ἐδιδάχθημεν, μέχρις ἂν ἦν ἐν τῇ χώρᾳ τῶν παθῶν, εἰ καὶ διενοεῖτο καὶ ἔλεγε τὰ ῥήματα τῆς μετανοίας, ἀλλ᾽ οὐδενὸς ἔτυχε χρηστοῦ, ἕως οὗ ἀφεὶς ἅπαντα ἐκεῖνα τὰ ἔργα τῆς ἁμαρτίας, δραμὼν ἦλθε πρὸς τὸν πατέρα, καὶ τῶν ὑπὲρ ἐλπίδα τυχὼν, ἔμεινε πάντως τοῦ λοιποῦ σὺν ταπεινώσει, σωφρονῶν καὶ δικαιοπραγῶν καὶ συντηρῶν ἑαυτῷ τὴν ἐγκαινισθεῖσαν ὑπὸ τοῦ Θεοῦ χάριν ἀσινῆ· ἧς γένοιτο καὶ ἡμᾶς πάντας ἐπιτυχεῖν καὶ διατηρεῖν ἀμείωτον, ὡς ἂν καὶ ἐν τῷ μέλλοντι αἰῶνι συνευφρανθῶμεν τῷ σεσωσμένῳ ἀσώτῳ ἐπὶ τῆς ἄνω Ἱερουσαλὴμ, τῆς μητρὸς τῶν ζώντων, τῆς Ἐκκλησίας τῶν πρωτοτόκων, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας· Ἀμήν.

Notes

  1. Ἀμὼς ή, 11.
  2. Λουκ. ιά, 10.
  3. Ἑβρ. ά, 14.
  4. Ῥωμ. ά, 20.
  5. Ψαλμ. ιί, 1.
  6. Ψαλμ. έ, 5.
  7. Ψαλμ. ιϛ΄, 15.
  8. Ἰωάν. ιδ΄, 23.
  9. Λουκ. ιέ, 7.
  10. Α΄ Πέτρ. ά, 12.

· Contents ·