Library › St Gregory Palamas › Homilies
Homilies
St Gregory Palamas, Greek, Jerusalem, 1857
Homily 30
ΟΜΙΛΙΑ Λ΄.
Ὑπόθεσιν ἔχουσα τοὺς κατὰ τὸν Εὐαγγελιστὴν Ματθαῖον ἐν οἰκίᾳ ἀναβλέψαντας τυφλούς· ἐν ᾗ καὶ ὅτι οὐκ ἔστι πίστιν ἔχειν ἀληθῶς, χωρὶς τῶν ἔργων τῆς μετανοίας.
Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ σώματος, ὃ παρ᾽ ἡμῶν ὑπὲρ ἡμῶν ἀνέλαβε, συναναστρεφόμενος τοῖς ἐπὶ γῆς, πολλοὺς καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ἐθεράπευσε τυφλούς· μᾶλλον δὲ, εἰ μέν τις σκοπεῖ τὴν κατὰ διάνοιαν ἀνάβλεψιν, ἥτις ἐστὶν ἡ ἐξ ἀπιστίας εἰς πίστιν, καὶ ἐξ ἀγνοίας εἰς ἐπίγνωσιν Θεοῦ μετάθεσις, οὐδ᾽ ἀριθμῷ περιβαλεῖν ἐστι τοὺς διὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἀναβλέψαντας τυφλούς· αὐτῷ γάρ εἰσιν ἠριθμημένοι μόνῳ, τῷ καὶ τὰς τρίχας ἡμῶν ἠριθμημένας ἔχοντι. Εἰ δὲ τῶν σωματικῶν ὀφθαλμῶν τὴν ἀνάβλεψιν σκοποῦμεν, καὶ κατ᾽ αὐτὴν πολλοὺς εὑρήσομεν, τοὺς μὲν λόγῳ μόνῳ, τοὺς δὲ ἀφῇ μόνῃ· ἔστι δὲ οὓς καὶ μόνῳ τῷ προσπεσεῖν καὶ προσεγγίσαι· τινὰς δὲ καὶ διὰ πτύσματος, ἢ καὶ πηλοῦ χρίσματος παρὰ Χριστοῦ λαβόντας τὴν ἴασιν. Ἐλθόντος γὰρ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, ὡς ὁ Ματθαῖός φησι 1, προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ, ἔχοντες μεθ᾽ ἑαυτῶν χωλοὺς, τυφλοὺς, κωφοὺς, κυλλοὺς, καὶ ἑτέρους πολλοὺς, οὓς πάντας ῥιφέντας παρὰ τοὺς αὐτοῦ πόδας ἐθεράπευσεν, ὡς καὶ τοὺς ὄχλους τηνικαῦτα θαυμάζειν καὶ δοξάζειν αὐτὸν, βλέποντας κωφοὺς λαλοῦντας, καὶ χωλοὺς περιπατοῦντας, κυλλοὺς ὑγιεῖς, καὶ τυφλοὺς βλέποντας. Ἀλλὰ καὶ ὁ καθήμενος ἐπὶ πώλου ὄνου κατὰ τὴν προφητείαν, τὴν Ἱερουσαλὴμ εἰσῆλθε παραδόξως, ὑπὸ παίδων ὡς Θεὸς ὑμνούμενος, τοὺς ἐκεῖ προσελθόντας χωλοὺς καὶ τυφλοὺς ἐθεράπευσεν ἅπαντας, ὡς ὁ Ματθαῖος καὶ τοῦτό φησιν 2. Εἰς δὲ τὴν Βηθσαϊδὰ ἐλθόντι, φέρουσιν αὐτῷ τυφλὸν, ὡς ὁ Μάρκος φησὶ 3, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἅψηται αὐτοῦ· ὁ δὲ Κύριος ἐξαγαγὼν αὐτὸν ἔξω τῆς κώμης, πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, καὶ ἐπιθεὶς αὐτῷ τὰς χεῖρας ἀμυδρῶς βλέπειν ἐποίησεν αὐτόν· εἶτα πάλιν ἐπιθεὶς αὐτῷ τὰς χεῖρας αὐτοῦ, τηλαυγῶς αὐτῷ παρέσχεν ἀναβλέψαι. Ἐν δὲ τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχὼ, ὡς ὁ Λουκᾶς φησι 4, ἰάσατο λόγῳ μόνῳ τὸν καθήμενον παρὰ τὴν ὁδὸν τυφλὸν καὶ προσαιτοῦντα, πρὸς αὐτὸν αἰτήσαντα τὴν ἴασιν εἰπὼν, Ἀνάβλεψον. Ἐκπορευόμενος δὲ ἀπὸ τῆς Ἱεριχὼ, ὡς ὁ Μάρκος καὶ τοῦτό φησιν 5, ἕτερον πάλιν ὀμματοῖ τυφλὸν, Βαρτιμαῖον τὸν τοῦ Τιμαίου, εἰπὼν πρὸς αὐτὸν αἰτήσαντα τὴν ἀνάβλεψιν· Κατὰ τὴν πίστιν σου γενηθήτω σοι. Ἐπὶ δὲ τῆς Ἱερουσαλὴμ, ἰδὼν τυφλὸν ἐκ γενετῆς, ὡς ὁ Ἰωάννης φησὶν 6, οὐδὲ αἰτηθεὶς, ἀλλ᾽ αὐτοκινήτως δι᾽ ἀγαθότητα πτύσας ἐπὶ τὴν γῆν, καὶ πηλὸν ποιήσας, καὶ τοῦ τυφλοῦ τοὺς ὀφθαλμοὺς ἀλείψας, εἶπε πρὸς αὐτόν· Ὕπαγε νίψε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ· ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.
Ἀλλὰ καὶ μετὰ τὸ ἀναστῆσαι θανοῦσαν τὴν Ἰαείρου τοῦ ἀρχισυναγώγου παῖδα, ὡς ἀκουσόμεθα τοῦ Ματθαίου σήμερον εὐαγγελιζομένου 7· Παράγοντι τῷ Ἰησοῦ, ἠκολούθησαν δύο τυφλοὶ κράζοντες καὶ λέγοντες, ἐλέησον ἡμᾶς υἱὲ Δαβίδ. Ὁ δὲ σὺν αὐτοῖς εἰσελθὼν εἰς τὴν οἰκίαν, καὶ ἁψάμενος τῶν ὀφθαλμῶν αὐτῶν, καὶ πρὸς αὐτοὺς εἰπὼν, κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν, ἐθεράπευσεν αὐτούς. Χωρὶς οὖν τῶν μὴ ἀριθμῷ περιληφθέντων, ἕξ εἰσιν οἱ κατηριθμημένοι· καὶ οἶμαι μηδένα τῶν ἐν Ἰουδαίᾳ, ἢ καὶ τῶν ἐγγειτόνων ὄντων τηνικαῦτα τυφλῶν ἀφώτιστον περιλειφθῆναι. Διὸ καὶ Ἡσαίας, ὡς ἐκ προσώπου τοῦ Χριστοῦ προεῖπεν, ὅτι ἀπεστάλη παρὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος αὐτοῦ, «Κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν» 8. Πῶς δὲ οὐκ εἶπεν ὁ Προφήτης, ὅτι ἀπεστάλη δοῦναι τοῖς τυφλοῖς ἀνάβλεψιν, ὅπερ δὴ καὶ γέγονεν, ἀλλ᾽ ἀπεστάλη κηρύξαι τοῖς τυφλοῖς ἀνάβλεψιν; Ἐπειδήπερ οὐ προηγουμένως ἐπὶ τὴν γῆν ὁ Κύριος ἦλθεν ἵνα τοὺς σωματικοὺς ἀνοίξῃ ὀφθαλμοὺς, ἀλλὰ τοὺς τῆς ψυχῆς, οἵτινες ὀφθαλμοὶ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος κτῶνται τὴν ἀνάβλεψιν· εἰκότως οὖν ἡ προφητεία κηρύξαι τὸν Κύριον τοῖς τυφλοῖς ἀνάβλεψιν φησίν. Ὥσπερ δὲ αὐτὸς ὁ Κύριος ἡμῖν παραγγέλλει τὰ πνευματικὰ ζητεῖν· «Ἐργάζεσθε λέγων, μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον» 9· ἐπαγγέλλεται δὲ προσθήσειν ἡμῖν καὶ τὰ σωματικὰ, εἴπερ ἡμεῖς τὰ ψυχωφελῆ ζητοῦμεν, «Ζητεῖτε λέγων, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν» 10, οὕτω καὶ ἐπὶ τῶν ὀφθαλμῶν ποιεῖ· κλίνας γὰρ οὐρανοὺς καὶ καταβὰς ἐπὶ τῆς γῆς διὰ φιλανθρωπίαν, ὡς ἂν διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος τοὺς τῆς ἡμετέρας ψυχῆς διανοίξῃ ὀφθαλμοὺς, καὶ χαρίσηται ἡμῖν τὴν κατὰ νοῦν ἀνάβλεψιν, προσετίθει καὶ τῶν αἰσθητῶς μὴ βλεπόντων ὀφθαλμῶν τὴν ἴασιν. Διὰ τοῦτο καὶ πολὺ τὸ κατάλληλον ἐν ἀμφοτέραις ταῖς ἀναβλέψεσι, τῇ τε κατὰ σῶμα λέγω καὶ τῇ κατὰ ψυχήν· ὥσπερ γὰρ τῶν κατὰ σῶμα τυφλῶν, οἱ μὲν ἀθρόαν ἔσχον τὴν ἀνάβλεψιν, ὡς ὁ ἀκούσας, Ἀνάβλεψον, καὶ παραχρῆμα ἰαθείς· οἱ δὲ κατὰ μικρὸν, ὡς ὁ εἰπὼν πρὸ τοῦ τελείως τὴν ἴασιν λαβεῖν, ὅτι ὡς δένδρα τοὺς ἀνθρώπους ὁρῶ περιπατοῦντας· οὕτω καὶ οἱ διὰ τῆς πίστεως τὴν τῶν νοητῶν ὀφθαλμῶν ἴασιν δεξάμενοι, οἱ μὲν ἀθρόαν ταύτην εὗρον, ὡς ὁ ἐκ τελώνου Εὐαγγελιστὴς εὐθὺς ἀναφανείς· οἱ δὲ κατὰ μικρὸν, ὡς ὁ νυκτερινὸς ἔτι μαθητὴς Νικόδημος. Καὶ καθάπερ τῶν κατὰ σῶμα τυφλῶν, οἱ μὲν λόγῳ μόνῳ τῆς ἰάσεως ἔτυχον, ὡς ὁ Βαρτιμαῖος· οἱ δὲ καὶ ἔργῳ· τῷ γὰρ παρὰ τῇ Βηθσαϊδᾷ καὶ τοῦ οἰκείου πτύσματος τοῖς ὀφθαλμοῖς ἐνέθηκεν· οὗτος γὰρ ὡς ἔοικε βλέφαρα μὲν εἶχε, κενὰ δὲ ταῦτα εἶχε, ἐκρυέντος τοῦ τῶν ὀφθαλμῶν ὑγροῦ, ὃ καὶ διὰ τοῦ θείου τότε πτύσματος ἐδέξατο. Ὁ δὲ ἐκ γενετῆς τυφλὸς οὐδὲ βλέφαρα εἶχε· διὸ καὶ τοῦ ἐκ γῆς πλάσματος ἐδεῖτο, ὃ καὶ διὰ τοῦ φυραθέντος πηλοῦ, τοῖς δεσποτικοῖς ἐδέξατο δακτύλοις.
Ὥσπερ οὖν τῶν κατὰ σῶμα τυφλῶν, οἱ μὲν, καθάπερ ἔφην, λόγῳ μόνῳ τὴν ἴασιν ἔλαβον, οἱ δὲ καὶ ἔργῳ· οὕτω καὶ ἐπὶ τῶν λαβόντων τῶν κατὰ ψυχὴν ὀφθαλμῶν τὴν ἴασιν, ἥτις ἐστὶ, καθάπερ ἔφημεν, ἡ ἐξ ἀπιστίας εἰς πίστιν μετάθεσις, τοῖς μὲν καὶ θαυμάτων ἐδέησεν εἰς τὸ πιστεῦσαι, ὡς καὶ τοῖς πεμφθεῖσι παρὰ τοῦ Ἰωάννου ἐρωτῆσαι· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν» 11; οἱ δὲ καὶ λόγῳ μόνῳ ταύτην ἔλαβον, πιστεύσαντες ἐκ μόνης ἀκοῆς, ὡς καὶ ὁ ἑκατόνταρχος, ὃν καὶ ὁ Κύριος τοῦ Ἰσραὴλ ὑπερέχειν ἐμαρτύρησε κατὰ τὴν πίστιν. Τοιοῦτοι οἱ κατὰ τὸν Εὐαγγελιζόμενον ἡμῖν σήμερον Ματθαῖον τὴν σωματικὴν ἀνάβλεψιν παρὰ Χριστοῦ λαβόντες· φαίνονται γὰρ καὶ πρὸ τῆς ἰάσεως πιστεύσαντες, τυφλοὶ δὲ ὄντες, πάντως ἐξ ἀκοῆς ἐπίστευσαν· «Παράγοντι γάρ φησι τῷ Ἰησοῦ ἐκεῖθεν, ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ, κράζοντες καὶ λέγοντες, «Ἐλέησον ἡμᾶς, υἱὲ Δαβίδ» 12. Πῶς οὖν ἂν ἠκολούθησαν, πῶς δ᾽ ἂν ἀκολουθοῦντες ἤτουν καὶ μετὰ κραυγῆς, καὶ ταῦτα τοιοῦτον ἔλεον, ἀνάβλεψιν τυφλῶν ὀμμάτων, εἰ μὴ ἐπίστευσαν; Ἀλλὰ τὴν μὲν τῶν τυφλῶν πίστιν καὶ τὰ ἑξῆς δηλώσει. Παράγοντι δέ φησι τῷ Ἰησοῦ ἐκεῖθεν· πόθεν ἐκεῖθεν, καὶ τίνος ἕνεκα τοῦτο τίθησιν ὁ Εὐαγγελιστής; καὶ οὐδ᾽ ἐνταῦθα μόνον, ἀλλὰ καὶ μικρὸν ἀνωτέρω; «Παράγων γάρ φησιν ὁ Ἰησοῦς ἐκεῖθεν, εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον», τὸν Εὐαγγελιστὴν τοῦτον, ὃν καὶ λόγῳ μόνῳ τηνικαῦτα μετεσκεύασεν. Ἐμοὶ γοῦν δοκεῖ λέγειν οὕτω τὸν Εὐαγγελιστὴν, ἁφορμὴν διδόντα τοῖς συνετῶς ἀκροωμένοις καὶ ἀναγωγικῶς ἐκδέχεσθαι τὰ ἱστορούμενα· ἴδοι γάρ ἂν τις ἀκριβῶς ἐπισκοπῶν πᾶσαν τὴν διὰ σαρκὸς δεσποτικὴν οἰκονομίαν, συνεπτυγμένως ὑπογράφουσαν, καὶ σοφῶς καὶ θαυμασίως ἀνακηρύττουσαν τὴν ἱστορίαν ταύτην. Κατοικίαν γὰρ ὁ Κύριος ἔσχεν ἐν Καπερναούμ· «Ἐλθὼν γάρ φησι κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν» 13· ἡ δὲ αὐτοῦ τηνικαῦτα κατοικία τὸν οὐρανὸν ὑπέγραφε πάντως, ἐν ἑαυτῇ φέρουσα τὸν κατοικοῦντα ἐν τοῖς οὐρανοῖς. Διὸ καὶ ὁ Κύριος ἀλλαχοῦ· «Καὶ σὺ Καπερναούμ φησιν, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα» 14.
Ὡς οὖν ἐκ τῆς οἰκίας ἐκείνης, οὕτω διὰ τοῦ σάρκα λαβεῖν ὁ Κύριος ἐξελθὼν ἐξ οὐρανοῦ, παράγων ἐκεῖθεν, εἰ μὲν τὴν ἐξ οὐρανοῦ νοήσεις ἔξοδον, τούς τε Ἀποστόλους εὑρήσεις ἐκλεξάμενον, καὶ τῆς φύσεως ἡμῶν τὴν πρὸς ἀκαθαρσίαν ῥύσιν ἰασάμενον· εἰ δὲ ἐκ τῆς ἐν τῇ Καπερναοὺμ οἰκίας τοῦτον παράγοντα νοήσεις, εὑρήσεις αὐτὸν τὰ προειρημένα δι᾽ ἔργων ὑποδείξαντα· τόν τε γὰρ Ματθαῖον εἰς Ἀπόστολον ἐκ τελώνου τότε μετεσκεύασε, καὶ τὴν αἱμοῤῥοοῦσαν ἰάσατο ἐν τῷ παράγειν. Ἀλλὰ καὶ μέχρι τῆς θανούσης τοῦ Ἰαείρου παιδὸς ἐλθὼν, καὶ διὰ τοῦ ζωοποιῆσαι ταύτην νικητὴν εἶναι τοῦ θανάτου δείξας ἑαυτὸν, ἐπανέρχεται πάλιν ὅθεν ἐξῆλθεν. Ἐπανερχόμενος οὖν, καὶ παράγων αὖθις ἐκεῖθεν, ἀνοίγει τῶν ἀκολουθησάντων τούτων τυφλῶν τὰ ὄμματα, ὡς καὶ μέχρι θανάτου καταβὰς αὐτὸς, καὶ δι᾽ ἀναστάσεως οἰκείας τοῦ θανάτου καταργήσας τὸ κράτος, ἐπανάγων αὖθις καὶ παράγων ἐκεῖθεν, διήνοιξε κατὰ τὸ γεγραμμένον τὸν νοῦν τῶν αὐτοῦ μαθητῶν τοῦ συνιέναι τὰς Γραφάς. Οἱ δὲ ἐξελθόντες, ἐκήρυξαν αὐτὸν πανταχοῦ τῆς γῆς, ὡς καὶ περὶ τῶν ἀναβλεψάντων νῦν τυφλῶν ὁ Εὐαγγελιστής φησιν, ὅτι· «Ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ». Ὁρᾶτε σαφῆ τὴν ὑπογραφὴν τῆς θεανδρικῆς σχεδὸν οἰκονομίας πάσης ἐν τῇ ἱστορίᾳ ταύτῃ; διὰ τοῦτο καὶ δὶς εἴρηται τὸ, Παράγων ἐκεῖθεν, ἵνα τὴν ἔξοδον καὶ τὴν ἐπάνοδον αὐτοῦ κατανοήσωμεν· κατὰ μίμησιν γὰρ ταύτης τῆς ἐξόδου τε καὶ ἐπανόδου καὶ ὁ ἱερεὺς ἐξιὼν τοῦ θείου βήματος, καὶ μέχρι τῶν ἐσχάτων κατιὼν, ἐπανιὼν πάλιν ὅθεν ἐξῆλθεν ἀποκαθίσταται. Παράγοντι οὖν ἐν τῇ ἐπανόδῳ τῷ Κυρίῳ ἠκολούθησαν αὐτῷ δύο τυφλοί· τοὺς δύο λαοὺς ὑπογράφοντες, τόν τε ἐξ Ἰουδαίων καὶ τὸν ἐξ ἐθνῶν. Ἔκραζον δὲ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαβίδ· δεικνῦντες αὐτὸν εἶναι τὸν προφητευόμενον καὶ προσδοκώμενον. Ὁ δὲ Κύριος ὁμοῦ καὶ τὴν ὑπογραφὴν τῆς οἰκείας οἰκονομίας πληρῶν, καὶ τῶν τυφλῶν τὴν πίστιν γυμνάζων ἢ καὶ φανερῶν, παρέλκει αὐτοὺς σιγῶν μέχρι τοῦ εἰσελθεῖν εἰς τὴν οἰκίαν, ἀφ᾽ ἧς ἐξῆλθε τὴν ἀρχήν. εἶτα λέγει πρὸς αὐτούς· «Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; οἱ δὲ λέγουσιν αὐτῷ· Ναὶ Κύριε». Οὐκ ἀγνοῶν δὲ ἐρωτᾷ, ἀλλ᾽ ἵνα τοῖς ἀγνοοῦσι φανερὰν τὴν τῶν τυφλῶν ποιήσῃ πίστιν. Διὸ καὶ ἁψάμενος τῶν ὀφθαλμῶν αὐτῶν ἐπήγαγε· «Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν, καὶ ἀνεώχθησαν αὐτῶν οἱ ὀφθαλμοί»· μαρτυροῦντες ὅτι ἐπίστευσαν ἐκεῖνοι, καὶ ὅτι τοιοῦτός ἐστιν αὐτὸς, ὁποῖον ὄντα ἐπίστευσαν ἐκεῖνοι, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος· ὡς μὲν γὰρ ἄνθρωπος, υἱός τε ἦν Δαβὶδ, καὶ ταῖς οἰκείαις χερσὶν ἥψατο τῶν ὀφθαλμῶν, καὶ αἰσθητῶς ἐφθέγξατο· ὡς δὲ Θεὸς καὶ τοῦ φωτὸς δημιουργὸς φῶς τοῖς σκοτεινοῖς παρέσχεν ὀφθαλμοῖς. Ἐπεὶ δὲ φανερὸν γενέσθαι αὐτὸν τοῖς πᾶσιν οὔπω καιρὸς ἦν· τοῦτο γὰρ μετὰ τὸ πάθος αὐτοῦ, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐταμιευέτο, «Ἐνεβριμήσατο αὐτοῖς φησι λέγων· «Ὁρᾶτε μηδεὶς γινωσκέτω»· σιωπᾷν αὐτοῖς ἐπιτάξας μετὰ πολλῆς τῆς σφοδρότητος τὸ γεγονός. Οἱ δὲ «Ἐξελθόντες φησὶ, διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ». Ὡς ἔοικεν, εἰ μὴ παρηγγέλλοντο σιγᾶν, καὶ παγκόσμιοι ἂν ἐγένοντο κήρυκες τῆς αὐτοῦ δυνάμεως· ἐπεὶ δὲ παρηγγέλθησαν, ἀπέσχοντο μὲν τοῦ πόῤῥω βαδίζειν, ἐν δὲ τοῖς πλησιοχώροις οὐχ ὑπήνεγκαν μὴ κηρύττειν. Οὕτω μὴ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν τελέως ἐφωτίσθησαν οἱ τῷ Χριστῷ ἀκολουθήσαντες τυφλοί.
Ἀκολουθήσωμεν οὖν καὶ ἡμεῖς, ἀδελφοὶ, τῷ φωτὶ, τῷ καὶ ψυχὴν καὶ σῶμα φωτίζοντι. Ὁδεύσωμεν πρὸς τὴν λάμψιν αὐτοῦ, καὶ ὡς ἐν ἡμέρᾳ Κυρίου εὐσχημόνως περιπατήσωμεν. Δοξάσωμεν αὐτὸν δι᾽ ἔργων ἀγαθῶν, καὶ τοὺς εἰς ἡμᾶς ὁρῶντας δοξάζειν αὐτὸν παρασκευάσωμεν. Φύγωμεν τὸ ἀντίθετον σκότος, ὅ ἐστιν ἡ ἁμαρτία, καὶ ὁ τῆς ἁμαρτίας προστάτης διάβολος. Ἐκεῖνο τὸ φῶς ἥλιος ὑπάρχον τῆς καθόλου δικαιοσύνης, σωφροσύνης, εἰρήνης, συμπαθείας, ἀνεξικακίας, ἀγάπης, καὶ ἁπλῶς πάσης ἀρετῆς, καθίστησι μετόχους τοὺς αὐτῷ προσανέχοντας· τὸ δὲ ἀντίθετον σκότος, σκότος κακίας ὃν, πόρνους, μοιχοὺς, μνησικάκους, ἀσπλάγχνους, ἀτάκτους, ἅρπαγας, καὶ ἁπλῶς πάσης κακίας πεπληρωμένους δείκνυσι τοὺς αὐτὸ πλησιάζοντας. Πόθεν γὰρ εἰπέ μοι τὸν πιστὸν τοῦ ἀπίστου, τὸν πεφωτισμένον τοῦ ἀφωτίστου, ταὐτὸ δὲ εἰπεῖν τὸν βεβαπτισμένον κατὰ Χριστὸν, καὶ συνταξάμενον τῷ Χριστῷ, τοῦ ἀβαπτίστου καὶ τῷ διαβόλῳ συντεταγμένου διακρινοῦμεν; οὐκ ἀπὸ τῶν λόγων; οὐκ ἀπὸ τῶν ἔργων; οὐκ ἀπὸ τῶν τρόπων; Εἴ τις οὖν κατὰ ταῦτα τοῖς ἀφωτίστοις ἐξομοιοῦται, λέγων εἶναι βεβαπτισμένος κατὰ Χριστὸν, οὐ τῆς συμμορίας ἐκείνων ἐστὶ σαφῶς, περὶ ὧν φησιν ὁ Ἀπόστολος· «Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται; βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι» 15; Ποῦ οὖν, εἰπὲ, τάξωμεν τοὺς τοιούτους ὁμολογοῦντας ἅμα καὶ ἀρνουμένους Θεόν; μετὰ τῶν πιστῶν; ἀλλ᾽ ἀρνοῦνται τοῖς ἔργοις· μετὰ τῶν ἀπίστων; ἀλλ᾽ ὁμολογοῦσι διὰ τῆς γλώττης· ὄντως διπρόσωπόν εἰσί τι καὶ δυσξύμβλητον τέρας. Ὁ μέν τοι ψαλμῳδὸς Προφήτης, φθάσας διελύσατο τὴν ἀπορίαν· Ἀποδώσει λέγων ὁ Κύριος, ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ 16. Αὐτὸς δὲ ὁ Κύριος τὸν ἀκούοντα, καὶ μὴ ποιοῦντα τοὺς αὐτοῦ λόγους, μωρὸν εἶναι ἀπεφήνατο 17. Παῦλος δὲ ὁ ἐξ οὐρανοῦ κλητὸς Ἀπόστολος, «Ἀποδώσει, φησὶν, ὁ Κύριος, τοῖς μὲν καθ᾽ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· ὀργὴ δὲ καὶ θυμὸς καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν» 18. Καὶ πάλιν· «Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾽ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται» 19· καὶ, «Ὅς φησιν ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις» 20.
Καθάπερ δὲ, ἀδελφοὶ, πρὸς τοὺς Ἰουδαίους ἔλεγεν αὐτὸς ὁ Παῦλος, ὅτι· «Περιτομὴ ὠφελεῖ, ἐὰν νόμον πράττῃς· ἐὰν δὲ παραβάτης νόμου ἦς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν» 21· οὕτως οὐδὲν ἀπᾷδον πρὸς ὑμᾶς εἰπεῖν, ὅτι πίστις ὠφελεῖ, ἐὰν κατὰ συνείδησιν πολιτεύηταί τις, καὶ ἀνακαθαίρῃ ἑαυτὸν δι᾽ ἐξομολογήσεως καὶ μετανοίας, καὶ τὰς συνθήκας, ἃς ἐποιήσατο πρὸς τὸν Θεὸν ἐπὶ τοῦ θείου βαπτίσματος, εἰς ἔργον προάγῃ· ἐὰν δὲ τῇ συνειδήσει ἀπειθῇ, καὶ τὰς συνθήκας ἀθετῇ, ἡ τούτου πίστις ἀπιστία γίνεται· πῶς γὰρ ἐπιστεύσαμεν ὅτι σωθησόμεθα βαπτισθέντες; πάντως ὅτι τοῦ Κυρίου ἠκούσαμεν εἰπόντος· «Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας, κατακριθήσεται» 22. Ἐπεὶ τοίνυν ἐκεῖνος ἀμφότερα ταῦτα εἶπεν ἡ αὐτοαλήθεια, τό τε πιστεῦσαι καὶ τὸ βαπτισθῆναι, τῶν ἀδυνάτων ἐστὶ σωθῆναι τὸν μὴ θέλοντα βαπτισθῆναι, κἂν λέγῃ δῆθεν πιστεύειν· καὶ τὸν μὴ πιστεύοντα, κἂν ἐβαπτίσθη. Ἀλλ᾽ ἐρεῖ πιστεύειν πᾶς ὁ βαπτισθείς· ἀλλ᾽ ἀκούσει παρὰ τοῦ Ἀποστόλου· «Δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου» 23. Καὶ ὁ Κύριος γὰρ διὰ τοῦτο τὴν πίστιν τῷ θείῳ βαπτίσματι συντάττει, διὰ τῆς πίστεως τὴν τῶν οἰκείων ἐντολῶν τήρησιν τῷ βαπτίσματι συνάπτων· πρότερον γὰρ εἰπὼν τοῖς μαθηταῖς· «Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει»· εἶτ᾽ ἐπήγαγεν· «Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται». Τί οὖν φησιν ἐν τῷ κεκηρυγμένῳ παρὰ τῶν πεμφθέντων Εὐαγγελίῳ, καὶ τί πιστεύειν ἀναγκαίως πρακτέον εἶναι τοῖς ὑπακούουσι; πάντως ὅτι ὁ τὰς ἐντολὰς ἔχων τοῦ Χριστοῦ, καὶ πράττων καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν αὐτόν· καὶ, Ὅτι δι᾽ ὑπομονῆς, καὶ τῆς στενῆς καὶ τεθλιμμένης ζωῆς τῆς σωτηρίας ἐστὶν ἐπιτυχεῖν· καὶ, Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ἡμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθωμεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ταῦτα γάρ ἐστιν ἅπερ διὰ τοῦ Εὐαγγελίου κηρύττειν αὐτοῖς ἐπέταξεν.
Οὐκοῦν ὁ τηρεῖν σπεύδων τὰς θείας ἐντολὰς, ἐκεῖνός ἐστιν ὁ πιστεύων· ὁ δὲ μὴ σπεύδων πράττειν καὶ τηρεῖν, μηδὲ ζημίαν ἡγούμενος τὸ μὴ τηρεῖν, μηδὲ διὰ μετανοίας ἑαυτὸν ἐπανάγων πρὸς τὴν τῶν θείων ἐντολῶν τήρησιν, οὐδὲ μετὰ τῶν βεβαπτισμένων στήσεται, κἂν λέγῃ βεβαπτίσθαι· «Διχοτομήσει γάρ φησιν αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει» 24. Ἀλλὰ τοῦτο μὲν πρὸς ἡμᾶς ἐν ἀπειλαῖς ἔτι κεῖται, φιλανθρώπως τοῦ δεσπότου τὴν ἡμετέραν μετάνοιαν ἐκδεχομένου· τοὺς δὲ Ἰουδαίους πρὸς σωφρονισμὸν ἡμέτερον ἐντεῦθεν ἐδιχοτόμησε, καὶ τῆς πρὸς ἑαυτὸν καὶ τὸν Ἀβραὰμ συγγενείας ἀπηλλοτρίωσε, πρὸς αὐτοὺς λέγων· «Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας αὐτοῦ θέλετε ποιεῖν» 25. Καὶ πάλιν· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἂν» 26. Ὅτι δὲ ἐκ γένους Ἀβραὰμ ἦσαν οὗτοι, τίς οὐκ οἶδεν. Εἰ γοῦν ἡ τῶν ἔργων τε καὶ τρόπων ἀλλοτριότης καὶ τὴν κατὰ σάρκα γνησιότητα καταργεῖ, καὶ τοὺς καθ᾽ αἶμα υἱοὺς ἐκβάλλει τῆς υἱότητος, πῶς ἡμᾶς τοὺς μηδὲ κατὰ σάρκα τὸ γένος ἀναφέρειν ἔχοντας εἰς Χριστὸν, ἡ διὰ τῶν ἡμετέρων ἔργων τε καὶ τρόπων πρὸς αὐτὸν ἀνομοιότης, οὐκ ἀπαλλοτριώσει τῆς θείας υἱοθεσίας, καὶ τῷ ἀντικειμένῳ φέρουσα συντάξει;
Ἀλλὰ ταῦτα καὶ ὁ Κύριος φιλανθρώπως κατηξίωσεν εἰπεῖν, καὶ ἡμεῖς τολμῶμεν πρὸς ὑμᾶς λαλεῖν, οἱ τοῖς αὐτοῖς ὑποκείμενοι πάθεσιν, ἵνα μὴ ταῦτα πράττωμεν· ἵνα μὴ ταῦτα πάθωμεν· ἵνα μὴ τῇ καταδίκῃ τῶν εἰς τέλος ἀποβλήτων ὑπευθύνους ἑαυτοὺς ποιήσωμεν. Ἔνι γὰρ ἐνταῦθα μὴ μόνον ταῦτα φυγεῖν διὰ τῆς μετανοίας, ἀλλὰ καὶ διὰ τῶν καρπῶν τῆς μετανοίας, συστῆναί τε καὶ ἀφομοιωθῆναι τῷ Υἱῷ τοῦ Θεοῦ, τῷ δυναμένῳ ἐξάγειν ἀξίους ἐξ ἀναξίων, καὶ υἱοποιεῖν δι᾽ ἑαυτοῦ τῷ ἀνωτάτῳ Πατρὶ, καὶ κληρονόμους καὶ συγκληρονόμους ποιεῖν τῆς ἑαυτοῦ καὶ τοῦ Πατρὸς δόξης καὶ βασιλείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.
Notes
- Ματθ. ιέ, 29.
- Ματθ. κά, 14.
- Μαρκ. ή, 22.
- Λουκ. ιή, 35.
- Μαρκ. ί, 46.
- Ἰωάν. θ΄, 1.
- Ματθ. θ΄, 27.
- Ἡσ. ξά, 1.
- Ἰωάν. ϛ΄, 27.
- Λουκ. ιβ΄, 31.
- Ματθ. ιά, 3.
- Ματθ. θ΄, 27.
- Ματθ. δ΄, 13.
- Λουκ. ί, 15.
- Τιτ. ά, 16.
- Ψαλμ. ξά, 11.
- Ματθ. ζ΄, 26.
- Ρωμ. β΄, 7.
- Ρωμ. β΄, 13.
- Ρωμ. β΄, 23.
- Ρωμ. β΄, 25.
- Μαρκ. ιϛ΄, 16.
- Ἰακ. β΄, 18.
- Ματθ. κδ΄, 51.
- Ἰωαν. ή, 44.
- Ἰωαν. ή, 39.