Library › St Gregory Palamas › Homilies
Homilies
St Gregory Palamas, Greek, Jerusalem, 1857
Homily 40
ΟΜΙΛΙΑ Μ΄.
Εἰς τὸν πάνσεπτον τοῦ Χριστοῦ Πρόδρομον καὶ βαπτιστὴν Ἰωάννην.
Εἰ τίμιος ὁ θάνατος τῶν ὁσίων, καὶ μνήμη δικαίου μετ᾽ ἐγκωμίων, πόσῳ μᾶλλον ἡμᾶς ποιεῖ σθαι τὴν μνήμην μετ᾽ ἐγκωμίων χρεὼν, τῆς τῶν ὁσίων τε καὶ δικαίων κορυφαίας ἀκρότητος Ἰωάν νου, τοῦ προσκιρτήσαντος καὶ προδραμόντος καὶ προκηρύξαντος τὸν δι᾽ ἡμᾶς σαρκωθέντα τοῦ Θεοῦ Λόγον; παρ᾽ οὗ πάλιν αὐτὸς ἀνεκηρύχθη καὶ μεμαρτύρηται τῶν ἐξ αἰῶνος Προφητῶν καὶ ὁσίων καὶ δικαίων ὑπέρτερος; οὐ γὰρ ὅτι κρείττω τὰ κατ᾽ αὐτὸν ἀνθρωπίνου λόγου παντὸς, οὐδ᾽ ὅτι παρὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὴν μαρτυρίαν εἴληφε καὶ τὸ γέρας, καὶ γέρας οὐ δεῖται τοῦ παρ᾽ ἡμῶν. διὰ τοῦτο σιωπήσαντες ἀγέραστον καταλείψομεν λόγοις, τόγε εἰς ἡμᾶς ἦκον, τὴν τοῦ ἀνωτάτω Λόγου κατὰ τὸ γεγραμμένον φωνήν· ἀλλ᾽ ὅτι παρὰ Χριστοῦ τοῦ δεσπότου τῶν ὅλων τοιοῦτος ὢν ἀνηγόρευταί τε καὶ μεμαρτύρηται, πᾶσα γλῶσσα πιστῶν κινείσθω πρὸς ὕμνον, ὁπόση δύναμις, οὐχ ἵνα ἐκείνῳ τι προσθῶμεν εἰς δόξαν· πῶς γὰρ; ἀλλ᾽ ἵνα τὴν ὀφειλὴν ἡμεῖς ἀποτίσωμεν, ἕκαστός τε ἰδίᾳ καὶ κοινῇ πάντες τὰ κατ᾽ ἐκεῖνον θαυμάσια καὶ ὑμνοῦντες καὶ διηγούμενοι. Ἅπας μὲν γὰρ ὁ βίος τοῦ ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαντας θαῦμα θαυμάτων ἐστίν. Οὐχ ὁ βίος δὲ μόνον ἅπας τοῦ καὶ πρὸ τοῦ γεννηθῆναι προφήτου, καὶ περισσοτέρου τῶν προφητῶν Ἰωάννου, ἀλλὰ καὶ τὰ πολλῷ πρὸ τοῦ βίου καὶ μετὰ τὸν βίον, ὅσα πρὸς τοῦτον τείνει πάντων θαυμάτων ἐστὶν ἐπέκεινα· θεῖαι μὲν γὰρ περὶ αὐτοῦ προρρήσεις προφητῶν θεολήπτων ἄγγελον αὐτὸν οὐκ ἄνθρωπον ἀναγράφουσι, καὶ φωτὸς λυχνίαν, καὶ θεοφεγγῆ τινα καὶ ἑωσφόρον ἀστέρα, ὡς προδραμόντα τοῦ ἡλίου τῆς δικαιοσύνης, καὶ αὐτοῦ τοῦ Λόγου τοῦ Θεοῦ φωνήν· τί δὲ τῆς τοῦ Θεοῦ φωνῆς τῷ Θεῷ Λόγῳ πλησιαίστερον ἢ συγγενέστερον; Τῆς δὲ τούτου συλλήψεως ἐγγιζούσης, οὐκ ἄνθρωπος, ἀλλ᾽ ἄγγελος οὐρανόθεν καταπτὰς, Ζαχαρίου καὶ Ἐλισάβετ λύει τὴν στείρωσιν, τίκτειν ἐν βάθει γήρᾳ παῖδα τοὺς ἀγόνους ἐκ νέου ἐπαγγειλάμενος, καὶ πολλῆς χαρᾶς πρόξενον, ὡς πᾶσι σωτήριον ἔσεσθαι προκαταγγέλει τὴν τοῦ παιδὸς τούτου γέννησιν· «Ἔσται γάρ φησι μέγας ἐνώπιον Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πλησθήσεται Πνεύματος ἁγίου ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἡλιοῦ» 1· παρθένος γὰρ καὶ οὗτος κατ᾽ ἐκεῖνον, καὶ ἐρημοπολίτης μᾶλλον ἢ ἐκεῖνος, καὶ βασιλεῖς καὶ βασιλίδας ἐλέγχων παρανομοῦντας· Ὁ δὲ τοῦτον καὶ ὑπὲρ ἐκεῖνον μάλιστα ποιεῖ, ὅτι καὶ πρόδρομος ἔσται τοῦ Θεοῦ· προελεύσεται γάρ φησιν ἐνώπιον αὐτοῦ.
Ταῦτα νομίσας ὑπὲρ πίστιν ὁ Ζαχαρίας, πεδεῖται τὴν γλῶσσαν· ἐπειδὴ γὰρ ἑκὼν οὐκ ἠβουλήθη κηρύττειν, σιωπῶν ἄκων βοᾷ τὴν ξένην τοῦ παιδὸς σύλληψιν μέχρις ἂν εἰς φῶς ἔλθοι προελθοῦσαν τὴν τοῦ Λόγου φωνήν. Συλληφθεὶς δὲ μετὰ τοσούτων καὶ οὕτω μεγάλων τῶν ἐπαγγελιῶν, πρὶν ἢ τεχθῆναι Προφήτης χρίεται, καὶ τῆς χάριτος, ὦ τοῦ θαύματος! τῇ μητρὶ μεταδίδωσι· καὶ κατὰ τὸν Ἡσαΐαν 2, ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ἐνδύεται· κατὰ δὲ τὸν Ἡλίαν, ἀνθ᾽ ἑαυτοῦ χρίει Προφήτην, καὶ φθάνει καὶ ὑπερβαίνει τὴν ἀμφοτέρων τῶν Προφητῶν τελειότητα ἔτι ἐν ἐμβρύοις ὢν, ὡς ἐνώπιον Κυρίου τοιαῦτα ἐπιδεικνύμενος· ἐπεὶ γὰρ τὸ ἔμβρυον μετὰ τὴν τῶν μελῶν διάρθρωσιν κίνησιν μὲν ἔχει, φωνὴν δὲ οὔπω ἔχει, διὰ τὸ μήπω ἐνδιαιτᾶσθαι τῷ ἀέρι· ἐπέστη δὲ ἡ κυοφοροῦσα τηνικαῦτα τὸν Θεὸν παρθένος, καὶ ἐν γαστρὶ ὢν ὁ Ἰωάννης, οὐκ ἀνεπαισθήτως ἔσχε τῆς θεϊκῆς παρουσίας καὶ οἰκονομίας, ἀλλ᾽ ἀνυμνεῖ ταύτην ἐκεῖθεν διὰ τῆς μητρικῆς γλώττης θεολογῶν· σκιρτᾷ καὶ αὐτὸς ἔνδον καὶ ἀγαλλιᾶται, ὦ τοῦ θαύματος! ἐν Πνεύματι ἁγίῳ, τὴν τελειότητα τοῦ μέλλοντος αἰῶνος ἐν μητρικῇ νηδύι δεξάμενος· καθάπερ γὰρ ὁ μέγας Παῦλος τὸ μυστήριον προκαταγγέλλων τῆς αἰωνίου ζωῆς· «Σπείρεταί φησι σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν» 3, τουτέστι δυνάμει θείου Πνεύματος ὑπερφυεῖ, κατὰ τὸν μέλλοντα αἰῶνα διοικούμενόν τε καὶ κινούμενον, οὕτως ὁ Ἰωάννης ἐσπάρη μὲν καὶ συνέστη σῶμα ψυχικὸν ἐν μητρικῇ νηδύι, τῇ δὲ ἐν αὐτῇ παραδόξῳ χρίσει τοῦ θείου Πνεύματος, ἀνεδείχθη σῶμα πνευματικὸν, ἐν πνεύματι σκιρτῶν καὶ ἀγαλλιώμενος, καὶ τὴν αὐτὸν κυοφοροῦσαν προφῆτιν ἀπεργαζόμενος· καὶ γὰρ φωνῇ μεγάλῃ διὰ τῆς ἐκείνης γλώττης εὐλόγει τὸν Θεὸν, καὶ Μητέρα τοῦ Κυρίου τὴν κυοφοροῦσαν ἀνεκήρυξε παρθένον, καὶ καρπὸν τῆς αὐτῆς κοιλίας προσηγόρευσε τὸν ἐν αὐτῇ κυοφορούμενον, ἐγκύμονά τε ἅμα καὶ παρθένον ταύτην εἶναι παριστάς.
Οὕτω μὴ μόνον κατὰ τὸ γεγραμμένον 4, πρὶν ἢ γνῶναι τὸ κακὸν ἐξελέξατο τὸ ἀγαθόν· ἀλλὰ καὶ πρὶν ἢ γνῶναι τὸν κόσμον ἐν ἐμβρύοις ὢν, ὑπερκόσμιος ὁ Ἰωάννης ἦν. Γεννηθεὶς δὲ πάντας καὶ εὔφρανε καὶ ἐξέπληξε τοῖς περὶ αὐτὸν θαυμασίοις· «Χεὶρ γὰρ Κυρίου ἦν φησι μετ᾽ αὐτοῦ», τερατουργοῦσα πάλιν οἷα καὶ πρότερον· τὸ γὰρ τοῦ πατρὸς αὐτοῦ στόμα τὸ πεδηθὲν, ὡς μὴ πιστεῦσαν τὴν ξένην τοῦ παιδὸς σύλληψιν, ἀνεώχθη καὶ ἐνεπλήσθη Πνεύματος ἁγίου, καὶ προεφήτευσε τά τε ἄλλα, καὶ περὶ τοῦ οἰκείου τούτου παιδὸς, λέγων· «Καὶ σὺ παιδίον προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ» 5. Καθάπερ δὲ συλληφθεὶς ὁ θεῖος παῖς οὗτος, τὸ ἐκ μητρικῆς νηδύος ἔμψυχον τῆς χάριτος ὄργανον, κατ᾽ αὐτὴν ἐκινεῖτο θείῳ καὶ ἠγαλλιᾶτο πνεύματι, οὕτω καὶ γεννηθεὶς ηὔξανε πάλιν καὶ ἐκραταιοῦτο πνεύματι. Ἐπεὶ δὲ οὐκ ἦν ἄξιος αὐτοῦ ὁ κόσμος, ταῖς ἐρήμοις ἐξ ἁπαλῶν, ὡς εἰπεῖν, ὀνύχων ἐνδιῃτᾶτο τὸν ᾀεὶ χρόνον, ἄσκευον, ἀπεριμέριμνον, ἀπραγμάτευτον βίον ἀνύων· λύπης ἄμοιρον, παθῶν ἀγενῶν ἀμέθεκτον, ἡδονῆς τῆς χαμαιζήλου καὶ προσύλου ταύτης καὶ περὶ σῶμα καὶ τὰς σωματικὰς αἰσθήσεις μόνας σαινούσης ἀνώτερον· Θεῷ μόνῳ ζῶν, Θεὸν μόνον ὁρῶν, Θεὸν τρυφὴν οἰκείαν ποιούμενος. Ἔζη τοίνυν καθάπερ ἔν τινι τῆς γῆς ἐξηρημένῳ χωρίῳ· «Καὶ ἦν ἐν ταῖς ἐρήμοις, ἕως ἡμέρας φησὶν ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ». Τίς δὲ ἡ τῆς ἀναδείξεως ἡμέρα ταύτης; Ἡνίκα ὁ τοῦ βαπτίσματος τοῦ Κυρίου ἐφειστήκει καιρὸς, περὶ οὗ καιροῦ γέγραπται, οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεὸν, πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν 6. Ὥσπερ οὖν ὁ Κύριος τηνικαῦτα, πάντων ἀσεβῶν ἡμῶν ὄντων, ἀφάτῳ φιλανθρωπίᾳ χρησάμενος, ὑπὲρ ἡμῶν ἐξ οὐρανοῦ κατῆλθεν, οὕτω καὶ ὁ Ἰωάννης τότε τῆς ἐρήμου ἐξῆλθεν ὑπὲρ ἡμῶν, ὑπηρετήσων τῷ ἐκείνου φιλανθρώπῳ βουλήματι· πρὸς γὰρ τὸν κολοφῶνα τῆς τότε τῶν ἀνθρώπων κακίας, καὶ τὴν ἀνείκαστον τῆς τοῦ Θεοῦ φιλανθρωπίας συγκατάβασιν ἐκείνην, τοιούτου ἔδει καὶ τοῦ ὑπηρετησομένου, μηδεμίαν ὑπερβολὴν ἀρετῆς ἀπολείποντος· οὕτω γὰρ ἂν εἵλκυσε τοὺς ὁρῶντας, ὥσπερ οὖν εἵλκυσεν, ἐπιστρέψας πρὸς ἑαυτὸν μετὰ θαύματος, ὡς ἐξηλλαγμένος τις ὢν, καὶ ὑπὲρ ἄνθρωπον πολιτείαν ἐπιδεικνύμενος. Ἡν δὲ καὶ κήρυγμα κηρύττων τῆς οἰκείας πολιτείας ἐπάξιον· βασιλείαν γὰρ οὐρανῶν ἐπηγγέλετο, καὶ πῦρ ἄσβεστον ἠπείλει, καὶ τὸν βασιλέα τῶν οὐρανῶν ὑπεδείκνυ Χριστόν· «Οὗ τὸ πτύον φησὶν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ· τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ» 7.
Οὐ λόγοις δὲ μόνον, ἀλλὰ καὶ δι᾽ ἔργων τοῖς πᾶσι τοῦτον ἐφανέρωσε, βαπτίσας αὐτὸν, καὶ δακτύλῳ δείξας, καὶ τοῖς οἰκείοις μαθηταῖς συστήσας, καὶ διὰ πάντων μαρτυρήσας, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ τῶν αὐτῷ προσιόντων ψυχῶν νυμφίος, ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου, καὶ τὸν μολυσμὸν ἐξαίρων, καὶ τὸν ἁγιασμὸν ἀντεισφέρων καὶ χαριζόμενος. Ἑτοιμάσας δὲ οὕτω τὴν ὁδὸν αὐτοῦ κατὰ τὴν Ζαχαρίου πρόρρησιν, καὶ τὸ πᾶν τελέσας, δι᾽ ὃ καὶ ἀπεστάλη καὶ προέδραμε, καὶ βαπτιστὴς ἐν Ἰορδάνῃ γέγονεν, ὑποχωρεῖ Χριστῷ τῆς πρὸς τοὺς συνειλεγμένους παῤῥησίας καὶ διδασκαλίας, καὶ ἀναχωρεῖ τοῦ πλήθους, τῷ Κυρίῳ τούτους παραδούς. Ἐπεὶ δὲ Ἡρώδης ὁ τοῦ βρεφοκτόνου ἐκείνου υἱὸς, τὴν μὲν ἀρχὴν τοῦ πατρὸς πᾶσαν οὐ διεδέξατο, τετράρχης γὰρ οὗτος ἦν, τῇ δὲ κακίᾳ τούτου καὶ προσετίθει, συζῶν ἀκολασίᾳ, καὶ παράδειγμα τοῖς Ἰουδαίοις πάσης κακίας προκείμενος, οὐκ ἠνέσχετο ὁ Ἰωάννης σιγᾷν· πῶς γὰρ φωνὴ τῆς ἀληθείας ὢν; ἀλλ᾽ ἤλεγχεν αὐτὸν περί τε τῶν ἄλλων ἁπάντων ὧν ἐποίει πονηρῶν, καὶ μάλιστα περὶ Ἡρωδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ, ἣν ἁρπάσας ἐκεῖνος παρανόμως ἔγημε, λέγων πρὸς αὐτόν· «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου» 8. Ὁ δὲ τὸν ἔλεγχον, μᾶλλον δὲ τοὺς ἐλέγχους μὴ φέρων, προσέθηκε καὶ τοῦτο τοῖς ἄλλοις πονηροῖς ἔργοις, καὶ κατέκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. Φίλιππος δὲ οὗτος υἱὸς καὶ αὐτὸς ἦν Ἡρώδου, μοίρας ἑτέρας τετράρχης ὥν· τοῦ γὰρ πατρὸς αὐτῶν Ἡρώδου μετὰ τὴν ἀπηνῆ καὶ φρενοβλαβῆ βρεφοκτονίαν ἐκείνην συμφοραῖς καὶ νόσοις ἀνηκέστοις καὶ ἀνυποίστοις περιπεσόντος, καὶ ἑαυτὸν ἀνελόντος ἐξ ὑπερβαλλούσης ἀνίας καὶ περιωδυνίας, ἡνίκα καὶ πρὸς τὸν Ἰωσὴφ ὁ ἄγγελος ἐν Αἰγύπτῳ εἶπεν· «Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν Μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου» 9. Τοῦ Ἡρώδου τοίνυν ἐκείνου κακῶς τὸ ζῇν ἀποῤῥήξαντος, ὁ τῶν ὅλων αὐτοκράτωρ τηνικαῦτα Καῖσαρ εἰς τέσσαρα διεῖλε τὴν ὑπ᾽ ἐκεῖνον ἀρχὴν, καὶ τοῖς μὲν δυσὶν ἑτέρους ἐπέστησε, τῶν δ᾽ ἑτέρων δύο μερῶν τετράρχας κατέστησε τοὺς τοῦ Ἡρώδου υἱοὺς, Φίλιππόν τε καὶ τὸν Ἡρώδην τοῦτον. Διὸ καὶ ὁ Εὐαγγελιστὴς Λουκᾶς τετραρχεῖν αὐτὸν λέγει τῆς Ἰουδαίας· Φίλιππον δὲ τὸν ἀδελφὸν αὐτοῦ τῆς Ἰτουραίας τε καὶ Τραχωνίτιδος χώρας, ἡνίκα τῷ Ἰορδάνῃ ἐπέστη ὁ Ἰωάννης κηρύσσων βάπτισμα μετανοίας.
Οὗτος οὖν ὁ νέος Ἡρώδης κρατήσας ἔδησε καὶ ἔθετο τὸν Ἰωάννην ἐν φυλακῇ· ὡς μὲν ὁ Ματθαῖος καὶ ὁ Μάρκος φησὶν 10, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ διὰ τὴν Ἡρωδιάδα, ἣν σφετερισάμενος ἦν, γυναῖκα οὖσαν τοῦ ἀδελφοῦ αὐτοῦ. Ὁ δὲ Λουκᾶς οὐ διὰ τὴν Ἡρωδιάδα μόνον φησὶν, ἀλλὰ «Καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρώδης, προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι, καὶ κατέκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ» 11. Πῶς οὖν οἱ ἄλλοι Εὐαγγελισταὶ τοῦ περὶ τῆς Ἡρωδιάδος ἐλέγχου μόνον πεποίηνται μνήμην; Ἐπειδὴ τοῦ κατακεκλεῖσθαι τὸν Ἰωάννην καὶ ἄλλα πολλὰ τὰ αἴτια, μᾶλλον δὲ πάντα τοῦ φιλοπονήρου βασιλέως τὰ ἔργα, ἐφ᾽ οἷς ἅπασιν ἐλεγχόμενος, τὴν Ἰωάννου παῤῥησίαν οὐκ ἔφερε· τοῦ δὲ τὴν κεφαλὴν ἀποτμηθῆναι μόνη γέγονεν ἡ μοιχαλὶς αἰτία, ταῖς παρ᾽ ἑαυτῆς μηχαναῖς τε καὶ σπουδαῖς καταπραξαμένη, καὶ εἰς τέλος ἀγαγοῦσα τὸ ἔργον· αὕτη γὰρ ἐλέγχοντι καὶ ἀνθέλκοντι τῆς παρανόμου πράξεως τὸν Ἡρώδην, ἐνεῖχεν ἐγκοτοῦσα τῷ Ἰωάννῃ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· οὐ γὰρ ἦν ἄλλως κατασιγᾶσαι τὸν ὡς ἐδόκει κατ᾽ αὐτῆς ἔλεγχον. Οὐχ ἁπλοῦν δέ τι τὸ κατ᾽ αὐτὴν μύσος ἦν, οὐδὲ διπλοῦν μόνον, ἀλλὰ καὶ πολλαπλοῦν· μοιχεία τε γὰρ ἦν, τὸ πάντων ἁμαρτημάτων αἴσχιστον, καὶ οὐ παρ᾽ ἑτέρου τινὸς ἐκτελουμένη, ἀλλὰ παρὰ τοῦ ἀδελφοῦ τοῦ τῆς μοιχευομένης ἀνδρὸς, καὶ παιδοποιήσαντος μετ᾽ αὐτῆς ἐκείνου, ὡς καὶ τὴν παῖδα ζῇν ἔτι, ὃ καὶ ἀποθανόντος ἐκείνου, τὸν ἀδελφὸν οὐδὲ κατὰ τὸν Μωσέως νόμον συνεχώρει τὴν ἐκείνου γυναῖκα γῆμαι· Ὁ δὲ καὶ ζῶντος τοῦ ἀδελφοῦ καὶ θυγατέρα ἔχοντος ἐπεβούλευσε τῇ κοίτῃ· οὐδὲ γοῦν κρυφίως, ὡς μεθ᾽ ὑποστολῆς τινος ἐργάζεσθαι τὴν ἀσέλγειαν, ἀλλὰ παῤῥησίᾳ καὶ ἀπηρυθριασμένως ἐξετέλει τὸ μύσος. Οὕτω γοῦν κατὰ πᾶσαν πρόθεσιν προσκείμενος τῇ κακίᾳ, κἀντεῦθεν τὸν ἔλεγχον μὴ φέρων, ἐν φυλακῇ τὸν Ἰωάννην κατέκλεισεν. Ἀλλὰ καὶ ἡ φυλακὴ αὕτη μείζων ἔλεγχος ἦν, καὶ ἀκουομένη καὶ ὁρωμένη, καὶ διὰ πάντων φοιτῶσα διὰ τῆς φήμης· διὰ τοῦτο καὶ ἡ Ἡρωδιὰς ἐνεῖχεν αὐτὸν, δηλονότι τὴν κατὰ τοῦ Ἰωάννου μανίαν ἐν ἑαυτῇ ἔτρεφε, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· «Ὁ γὰρ Ἡρώδης φησὶν ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον». Ἐφοβεῖτο μὲν ὁ Ἡρώδης τὸν Ἰωάννην διὰ τὸ τῆς ἀρετῆς ὑπερβάλλον, οὐκ ἐφοβεῖτο δὲ τὸν Θεὸν, παρ᾽ οὗ τοῖς ἀνθρώποις ἡ ἀρετή· οὐδὲ αὐτὸν ἐφοβεῖτο τὸν Ἰωάννην ἅτε τοιοῦτον, καί τοι καὶ αὐτὸς τοῦτον εἰδὼς ἄνδρα δίκαιον καὶ ἅγιον, ἀλλ᾽ ἐφοβεῖτο τοῦτον διὰ τοὺς ὄχλους, ὅτι ὡς προφήτην αὐτὸν εἶχον, καθά φησιν ὁ Ματθαῖος· ὡς γὰρ ὁ αὐτὸς συγγράφεται, οὐχ ἡ Ἡρωδιὰς μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ Ἡρώδης θέλων ἀποκτεῖναι τὸν Ἰωάννην, ἐφοβεῖτο τὸν ὄχλον.
Ὁ δέ φησιν ὁ Μάρκος περὶ Ἡρώδου, ὅτι ἡδέως ἤκουε τοῦ Ἰωάννου, τοιοῦτόν ἐστι· καθάπερ ἐπὶ τῶν ἰατρικῶν πομάτων αἰσθανόμεθα μὲν τῆς πικρίας, καταδεχόμεθα δὲ αὐτὰ, τὴν ἀπὸ τούτων ἐννοοῦντες ὠφέλειαν, οὕτως ἀντιστρόφως ἐπὶ τῶν πνευματικῶν διδαγμάτων, ἥδονται μὲν αὐτοῖς τοιούτοις φύσει γλυκέσιν οὖσι καὶ οἱ μὴ τούτοις πειθόμενοι, οὐ καταδέχονται δὲ αὐτὰ, τὴν ἀπὸ τούτων ἐννοοῦντες πρὸς τὰς οἰκείας πονηρὰς ὀρέξεις ἀντίθεσιν· ἴσως δὲ καὶ ἡδέως μὲν ἀκούων ἦν αὐτοῦ πρότερον, ἐπεὶ καὶ συνετήρει φησὶν αὐτὸν, καὶ ἀκούων αὐτοῦ πολλὰ ἐποίει· πεφυκότων δὲ τῶν κακῶν μισεῖν τοὺς ἐλέγχοντας, τοῦ μίσους προσγενομένου διὰ τὸν ἔλεγχον, πάντων ἀλογήσας ἐκείνων συνεφώνει τῇ μοιχευομένῃ κατὰ τὴν φόνιον γνώμην, καὶ θέλων καὶ αὐτὸς ἀποκτεῖναι τὸν Ἰωάννην, καθά φησιν ὁ Ματθαῖος, ἐφοβεῖτο τὸν ὄχλον, οὐκ ἔνστασίν τινα δεδιὼς ἐκ τούτων, ἀλλὰ μόνην τὴν ἀπὸ τούτων κατάγνωσιν, ἐπειδή περ ὡς Προφήτην αὐτὸν εἶχον· ἤδει γὰρ ὡς οὐδένα τῶν ἁπάντων λέληθε τὸ περιὸν τῆς ἀρετῆς καὶ χάριτος Ἰωάννου, καὶ τῆς παρὰ τῶν πολλῶν δόξης ὑπάρχων ἥττων ἐφοβεῖτο τὴν παρὰ τούτων κατηγορίαν, καὶ τὸν παρ᾽ αὐτῶν θηρώμενος ἔπαινον ἔστιν ἐφ᾽ ὧν ἔτι τὴν πρὸς τὸν Ἰωάννην προσεποιεῖτο πειθὼ καὶ εὐλάβειαν. Ἀλλ᾽ ἡ Ἡρωδιὰς σοφὴ οὖσα τοῦ κακοποιῆσαι καὶ τοῦτον δὴ τὸν φόβον ἔλυσεν αὐτῷ, καὶ πρὸς τὸν φόνον, ὡς ἐνόμισε, μᾶλλον δὲ ὡς ἠπάτησεν ἀνεγκλήτως ἐπῆρεν· ἐγκοτοῦσα γὰρ καὶ φονῶσα καιρὸν ἐζήτει τὴν ἀπὸ τῶν πολλῶν συσκιάσαι μέμψιν, καὶ προαγαγεῖν εἰς ἔργον τὴν κατὰ τοῦ Βαπτιστοῦ καὶ Προφήτου μανίαν. Γενομένης οὖν φησὶν ἡμέρας εὐκαίρου, πρὸς τὴν φονικὴν δηλονότι μηχανὴν, τελουμένων τῶν γενεθλίων Ἡρώδου, καὶ παντὸς μὲν τοῦ ὄχλου συνειλεγμένου, πάντων δὲ τῶν ἐν τέλει προκαθημένων, εἰσῆλθε μεταξὺ πάντων, ἀφεθεῖσα παρ᾽ αὐτῆς ἐπίτηδες ἡ ταύτης θυγάτηρ, καὶ ὑπὸ τοὺς ἁπάντων ὀφθαλμοὺς ὡρχήσατο τὸ κοράσιον, καὶ ἤρεσε τοῖς τε ἄλλοις καὶ τῷ Ἡρώδῃ. Πῶς γὰρ οὐκ ἔμελλεν αὐτῆς τε οὖσα, καὶ ὑπ᾽ αὐτῆς προαχθεῖσα, καὶ ἀναιδῶς ὀρχήσασθαι, καὶ τῷ Ἡρώδῃ ἀρέσκειν; ἐπὶ τοσοῦτον δὲ τοῦ φιλοπαίγμονος ἐκράτησε βασιλέως ἡ ἀναιδὴς ὄρχησις, ὥστε καὶ εἰπεῖν τῷ κορασίῳ· «Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· καὶ ὤμοσεν αὐτῇ, ὅτι ὃ ἐὰν αἰτήσῃς, δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου» 12. Ἐξέρχεται πρὸς τὴν μητέρα καὶ διδάσκαλον τῶν ἀσέμνων ἁλμάτων ἐκείνων καὶ λυγισμάτων τὸ ἀναιδὲς κόριον, ἀπαγγέλει τὸν ὅρκον, ζητεῖ διδαχθῆναι τὸ αἴτημα, διδάσκεται πάραυτα, καὶ προθυμότατα πείθεται, καὶ πρὸς τὸν βασιλέα μετὰ σπουδῆς ἐπανέρχεται, καὶ τὴν αἴτησιν ἀνερυθριάστως προβάλλεται· Θέλω λέγουσα, ἵνα μοὶ δῷς ἐξ αὐτῆς, ὅτι τάχιστα, κατ᾽ αὐτὴν δηλονότι τὴν ὥραν, ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. Ταῦτα μὲν οὖν τὸ κοράσιον ἀπηρυθριασμένως ἠτεῖτο· ἡ δὲ μοιχαλὶς ἔλυεν ὡς ᾤετο τῷ βασιλεῖ διὰ τούτων τὴν ἐπὶ τῷ φόνῳ τοῦ βαπτιστοῦ καὶ Προφήτου κατηγορίαν· διὰ τὴν πρὸς τὸν ὅρκον εὐλάβειαν δόξεις λέγουσα τὸν φόνον ἐργάσασθαι, καὶ οὐ διὰ τὸ πρὸς τὸν δίκαιον μῖσος. «Ὁ δὲ βασιλεὺς περίλυπος γενόμενός φησι, διά τε τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι»· διὸ καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ, καὶ ἠνέχθη ἡ κεφαλὴ, καὶ ἐδόθη τῷ κορασίῳ.
Βαβαὶ πόσων κακῶν αἴτιον ἡ δοξομανία! οὐκ ἠδύνατο φονεῦσαι διὰ τὸν ὄχλον, ἐφόνευσεν αὖθις διὰ τοὺς συνανακειμένους· περίλυπος ἐγένετο δι᾽ οὐδὲν ἄλλο, ἢ διὰ τὸ δόξαι τῆς παρὰ τῶν πολλῶν ἐστερεῖσθαι δόξης· στενὰ γὰρ ἐγένετο πάντοθεν τῷ βασιλεῖ τὰ πράγματα, ἂν μὲν φονεύσῃ τὸν δίκαιον, ἡ ἐπὶ τῷ φόνῳ μέμψις προσδόκιμος, ἂν μὴ φονεύσῃ, δόξει ἐπίορκος· ὁ ὅρκος διὰ φιλοτιμίαν, ὁ ἐπὶ τῇ παραβάσει τοῦ ὅρκου φόβος διὰ φιλοδοξίαν, ὁ ἐπὶ τῇ τοῦ ὅρκου φυλακῇ φόνος διὰ τὴν δόξαν· αὐτὸ τὸ συμπόσιον κενοδοξία συνεκρότησεν ἅπαν. Καλῶς ἄρα ἐν τοῖς Εὐαγγελίοις φησὶν ὁ Κύριος· «Πῶς δύνασθε πιστεύειν εἰς ἐμὲ δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ μὴ ζητοῦντες» 13; Ταύτην τὴν ἐξ ἀνθρώπων δόξαν καὶ Ἰουδαῖοι ζητοῦντες τὴν πρὸς αὐτὸν ἠθέτησαν πίστιν, καὶ τὸ καθ᾽ ἑαυτοὺς πάντων τῶν Προφητῶν τὴν κεφαλὴν ἐξέκοψαν, τὸ πλήρωμα τῶν Προφητῶν ἀνελόντες Χριστόν. Τοιαῦτα τὰ ἔργα τοῦ ὑπὸ μοιχαλίδων καὶ ὀρχηστρίδων γυναίων βασιλευομένου βασιλέως· τοιαῦτα οἶς θέλγεται καὶ ἀρέσκεται, καὶ δι᾽ ἃ τὴν βασιλείαν ἀπεμπολεῖ καὶ προδίδωσι, καὶ εἰς τοῦτο πράξεως ἄγεται. Τοιοῦτόν τι πάσχει καὶ ὁ ἡμέτερος νοῦς, ἀδελφοί· βασιλεὺς γὰρ καὶ αὐτοκράτωρ τῶν παθῶν ὑπὸ Θεοῦ δεδημιουργημένος, ὅταν αὐτὸς ὑπὸ τούτων θελχθῇ, εἰς ἀτόπους δουλείας καὶ πράξεις ἐκτόπους ἐξάγεται, καὶ οὕτω τῶν τῇ ἁμαρτίᾳ καὶ τοῖς πάθεσι δεδουλωμένων ἕκαστος, ὑπὸ τοῦ οἰκείου συνειδότος ἐλέγχοντος, ἀχθόμενοί τε καὶ δυσχεραίνοντες πρῶτον μὲν οἱονεὶ κατακλείουσιν αὐτὸ, καθάπερ ὁ Ἡρώδης τὸν Ἰωάννην, αὐτοῦ ἀκούειν μὴ θέλοντες· πρὸς δὲ καὶ τοὺς εἰς ἀθέτησιν τῆς ἁμαρτίας καὶ τροπὴν πάσης καλοκἀγαθίας γεγραμμένους λόγους, μηδὲ τούτων ἀκούειν ἀποδεχόμενοι· ὅταν δὲ τελέως κρατηθῶσιν ὑπὸ τῆς παρανόμως συνοικούσης αὐτοῖς Ἡρωδιάδος, τῆς φιλαμαρτήμονος γνώμης, τότε καὶ τὸν ἔμφυτον αὐτοῖς τῆς χάριτος λόγον, τὴν ἑαυτῶν φημι συνείδησιν ἀναιροῦσι, τελέως καταργοῦντες αὐτὴν, ἀπιστοῦσί τε καὶ ἀντιλέγουσι τῇ θεοπνεύστῳ Γραφῇ, ἀσυνείδητοι παντάπασι καὶ ἀντικείμενοι τῷ λόγῳ τοῦ Θεοῦ γινόμενοι, καθάπερ ὁ Ἡρώδης τῷ Ἰωάννῃ. Ἀλλὰ καὶ οἱ πρὸς τὴν ἀλήθειαν τῆς εὐσεβείας ἀντιλέγοντες, τὰ παραπλήσια πάσχουσι, μᾶλλον δὲ καὶ ποιοῦσιν. Ἐλεγχόμενοι γὰρ ὑπὸ τῶν προφητικῶν καὶ ἀποστολικῶν καὶ πατερικῶν λόγων παρ᾽ ἡμῶν προτεινομένων, πρῶτον μὲν ὥσπερ κατακλείουσιν αὐτοὺς ἐν τοῖς βιβλίοις, λέγοντες, ἄφετε αὐτοὺς ἐκεῖ κεῖσθαι, καὶ μηδεὶς αὐτοῖς χρήσθω, μηδὲ προτεινέτω τούτους· μηδὲ γοῦν τοῦ Κυρίου λέγοντος ἀκούοντες, «Ἐρευνᾶτε τὰς Γραφὰς, καὶ ἐν αὐταῖς εὑρήσετε ζωὴν τὴν αἰώνιον» 14. Εἶτα ὑπὸ τῆς Ἡρωδιάδος, τῆς καθ᾽ ἑαυτοὺς δυσσεβοῦς δόξης, ἐπὶ τὸ χεῖρον προαγόμενοι, καὶ προτιθέασιν αὐτοὺς ἐπὶ πίνακος οἱονεὶ κατεσφαγμένους, διὰ τῶν οἰκείων συγγραμμάτων τούτους ἀναιροῦντες, εἰς ἐπίχαρμα καὶ βλάβην τῶν αὐτοῖς συναινούντων.
Οὕτως Ἡρώδης μέν ἐστι πάσης κακίας τε καὶ δυσσεβείας πρόγραμμα· ὁ δὲ Ἰωάννης πάσης ἀρετῆς καὶ εὐσεβείας στήλη· Ἡρώδης μὲν γάρ ἐστι τὸ πλήρωμα τῆς κακίας, τὸ κράτος τῆς δυσσεβείας, τὸ ὄργανον τῆς παρανομίας, ὁ σάρκινος ὄντως, ὡς κατὰ σάρκα ζῶν τε καὶ φρονῶν· Ἰωάννης δὲ ἡ τῶν ἀπ᾽ αἰῶνος θεοφόρων ἀκρότης, τὸ περιφανὲς καταγώγιον τῶν χαρισμάτων τοῦ Πνεύματος, ὁ τῆς θείας χάριτος φερωνύμως ἐπώνυμος, τὸ πάσης εὐσεβείας καὶ ἀρετῆς ἐνδιαίτημα· Δύο τοίνυν εἰκόνες πρόκεινται σήμερον, καθ᾽ ὑπερβολὴν πρὸς ἀλλήλας ἀνθεστηκυῖαι καὶ ἀντικείμεναι, ὧν ἡ μὲν ὀλίγα τε καὶ πρὸς ὀλίγον τοὺς κατ᾽ αὐτὴν ζῆν προαιρουμένους εὐφραίνειν δοκοῦσα καὶ τιμᾶν, ἀτιμίᾳ καὶ θλίψει παραδίδωσιν ἀλήκτῳ καὶ ἀφορήτῳ· ἡ δὲ πρὸς ὀλίγον πονεῖν διδοῦσα τοὺς πρὸς αὐτὴν βλέποντας, εἶτα χαρίζεται τούτοις δόξαν καὶ ἀπόλαυσιν θείαν καὶ ἀπόῤῥητον καὶ ἀληθινὴν καὶ αἰώνιον. Εἰ μὲν οὖν κατὰ σάρκα ζῶμεν, κατὰ μίμησιν τοῦ δερματίνου Ἡρώδου μέλλομεν ἀποθνήσκειν, καθά φησιν ὁ Ἀπόστολος 15· Εἰ δὲ θείῳ Πνεύματι, κατὰ ζῆλον τοῦ Ἰωάννου ταῖς πονηραῖς τοῦ σώματος ὀρέξεσί τε καὶ πράξεσιν ἀντικείμεθα, ζησόμεθα εἰς αἰῶνας. Τῆς μὲν γὰρ κατὰ πνεῦμα ζωῆς τὸ τέλος κέκρυπται νῦν ἐν τῷ Χριστῷ πρὸς τὸν Θεὸν, καὶ οὔπω πᾶσι φανερόν ἐστιν, ὅταν δὲ φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα κληρονόμοι Θεοῦ, συγκληρονόμοι Χριστοῦ, τῶν αἰωνίων ἐκείνων καὶ ἀκηράτων ἀγαθῶν ἐπιτυχόντες, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὗς ἤκουσεν, ἀλλ᾽ οὐδὲ ἐπὶ καρδίαν ἀναβέβηκεν ἀνθρώπου, ὡς ὑπὲρ ἀκοὴν ὄντα καὶ ὀφθαλμὸν καὶ διάνοιαν· τοῖς δὲ κατὰ σάρκα ζῶσιν, οὐ θνητὰ καὶ πρόσκαιρα μόνον, ἀλλὰ καὶ οὕτω σμικρὰ καὶ εὐτελῆ τὰ τερπνὰ, ὡς κερατίοις τισὶ καὶ χοιρώδει παρεικάζεσθαι βρώσει.
Εἰ μὲν οὖν καὶ ταῦτα ἦσαν αἰώνια, πάλιν ἐκεῖνα τούτων προτιμᾶν ἔδει, ὡς ἀσυγκρίτως παντάπασιν ὑπερέχοντα· εἰ δὲ κατ᾽ ἐκεῖνα μεγάλα τινὰ καὶ θαυμαστὰ καὶ ταῦτα ἦν, ὅτι ταῦτα πρόσκαιρα, ἐκεῖνα δὲ αἰώνια, πάλιν ἐκεῖνα προτιμητέα ὡς διαμένοντα· ἐπεὶ δὲ ἐκεῖνα μὲν καὶ ἄληκτα καὶ ἀσύγκριτα, ταῦτα δὲ καὶ ἀχρεῖα καὶ πρόσκαιρα, προτιμήσωμεν ἀδελφοὶ τὰ μόνιμα καὶ ἀπόῤῥητα καὶ οὐράνια, τῶν κάτω συρομένων καὶ φθειρομένων· παραδράμωμεν δικαίως τὰ παρατρέχοντα, κἂν πρὸς ὀλίγον σαίνοντα κλέπτῃ τὴν αἴσθησιν· ἀντιποιησώμεθα τῶν μελλόντων ὡς μενόντων καὶ μηδέποτε λυομένων· φεύγωμεν τὴν πρὸς Ἡρώδην ὁμοίωσιν· σπεύδωμεν ὅση δύναμις, πρὸς τὴν τοῦ Προδρόμου τῆς χάριτος μίμησιν, καὶ μάλιστα πάντων ἡμεῖς, οἷς ὁ βίος μονήρης· ὧν ἡ πολιτεία τῶν κοσμικῶν ἐθῶν τε καὶ πραγμάτων διώρισται, καὶ ἐγγίζει πως τῷ ἐρημικῷ καὶ μεμονωμένῳ βίῳ τοῦ Προφήτου καὶ βαπτιστοῦ, ὃς καὶ τοῦτο προειδὼς ὡς Προφήτης, ὅτι τὸ μοναδικὸν ἔσται τάγμα τὸ τοῦτον μετρίως γοῦν μιμεῖσθαί ποτε δυνησόμενον, οὐχ ὑπὲρ εὐσεβείας, ἀλλ᾽ ὑπὲρ ἀρετῆς ἀγωνιζόμενος ἀπετμήθη τὴν κεφαλὴν, ἵνα καὶ ἡμεῖς ἕτοιμοι ὦμεν μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαθίστασθαι, εἰδότες ὅτι μαρτυρίου στέφανον λήψεται ὁ τὰ πάθη δι᾽ ἀρετῆς τροπωσάμενος· ὅσῳ γὰρ ἔλαττόν ἐστι κακὸν ἡ ἁμαρτία συγκρινομένη πρὸς τὴν ἀσέβειαν, τοσοῦτον ἐκ τοῦ ἀκολούθου μεῖζον ἀγαθὸν ἂν εἴη τὸ προκινδυνεῦσαι τῆς ἀρετῆς· πῶς γὰρ ἂν οὐχὶ καὶ ὑπὲρ τοῦ μείζονος ἐκείνου, δηλονότι τῆς εὐσεβείας, εἴπερ ἐδέησεν, ἔθηκε τὴν ψυχὴν ὁ ὑπὲρ τοῦ ἐλάττονος ταύτην προδούς· διὸ καὶ ὁ ἐν γεννητοῖς γυναικῶν μείζων, ὁ τῆς μετανοίας κήρυξ, ὁ Πρόδρομος καὶ Βαπτιστὴς τοῦ Σωτῆρος, ὑπὲρ ἀρετῆς ἀγωνιζόμενος ἀπετμήθη τὴν κεφαλήν· ὃς οὐ τοῦ Χριστοῦ μόνον πρόδρομος ἦν, ἀλλὰ καὶ τῆς αὐτοῦ Ἐκκλησίας, καὶ τῆς καθ᾽ ἡμᾶς, ἀδελφοὶ, μάλιστα πολιτείας· ἐκεῖνος ἐκ στείρας ἐτέχθη τῆς Ἐλισάβετ, καὶ ἡμεῖς ἐκ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, περὶ ἧς γέγραπται· «Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα» 16· ἐκεῖνον μετὰ τὴν γέννησιν ὁ βρεφοκτόνος Ἡρώδης φονῶν ἐδίωκε, διὰ τὴν πρὸς Χριστὸν ἀπέχθειαν καταμαχόμενος, ἀλλ᾽ εὗρε καταφυγὴν τὴν ἔρημον, καὶ φιλτέραν ἔκρινε τοῦ κόσμου, καὶ ταύτην ὥκησεν· ἐπιτίθεται καὶ ἡμῖν μετὰ τὴν πνευματικὴν γέννησιν ὁ νοητὸς Ἡρώδης, διώκων καὶ αὐτὸς ἀρτίως δι᾽ ἡμᾶς τὸν Χριστὸν, διὰ τοῦτο φεύγομεν καὶ ἡμεῖς τὸν κόσμον, καὶ καταφυγὴν εὑρίσκομεν τὰ ἀφιερωμένα ταῦτα τῷ Θεῷ φροντιστήρια, καὶ οὕτω διαδιδράσκομεν τοὺς ἀνηλεεῖς δορυφόρους καὶ μαχαιροφόρους ἐκείνου, τὰ τῶν παθῶν ὑπεκκαύματα, δι᾽ ὧν τὸν πνευματικὸν ἐπιφέρει θάνατον, τοῦ Θεοῦ χωρίζων τὸν ἄνθρωπον. Οὗτός ἐστιν ὁ θάνατος ὁ διὰ τῶν ἐν ἡμῖν θυρίδων, ἤτοι τῶν αἰσθήσεων, ἐφ᾽ ἡμᾶς ἀναβαίνων· δι᾽ αὐτῶν γὰρ ἐπῆλθε καὶ τὴν ἀρχὴν, καὶ κατέσπασεν ἄνωθεν τὸ γένος ἡμῶν, τῆς ἀθανασίας ἐκβαλὼν τοὺς προπάτορας· ἤκουσεν Εὔα τῆς κακοβούλου τοῦ πονηροῦ συμβουλῆς· εἶδεν, ἔπαθεν, ἔφαγεν, ἀπέθανεν, ἔθελξε τὸν ἄνδρα, κοινωνὸν ἔλαβε καὶ τοῦ γεύματος καὶ τοῦ πτώματος· ἐκεῖνοι πρὸς μίαν πεῖραν οὐκ ἴσχυσαν ἀντισχεῖν, ἑνὶ λόγῳ σὺν δόλῳ πάραυτα τὰ ὦτα ὑπέκλιναν, μιᾶς ὡραίας θέας ἡττήθησαν, καἰτοι μήπω ἐμπαθεῖς ὄντες, ἀλλ᾽ ἀπαθεῖς, ἐν καθαρῷ παθῶν χωρίῳ περιπολοῦντες· ἡμεῖς ἆρα δυνηθῶμεν ἐν κόσμῳ τρεφόμενοι διὰ βίου, πρὸς τὰς πολυμόρφους τῶν παθῶν θέας, πρὸς τὰς πολυῤῥήμονας καὶ οὐχ ἧττον ἀσχήμονας ἀκοάς τε καὶ ὁμιλίας μὴ παθεῖν κακῶς, μηδὲ τρωθῆναι καὶ πονηρῶς διατεθῆναι τὸν ἔσω ἄνθρωπον; οὐκ ἔστι τοῦτο οὐκ ἔστι. Διὰ ταῦτα τὸν τῆς χάριτος Πρόδρομον οἱ πατέρες μιμούμενοι, τῷ κόσμῳ ἀποταξάμενοι, καὶ τὴν συναυλίαν φυγόντες τῶν αὐτῷ προσκειμένων, οἱ μὲν τὴν ἔρημον ὥκησαν, καὶ πολλοὺς τῶν ἔπειτα γεγονότων πρὸς ταύτην εἵλκυσαν· οἱ δὲ περιτειχίσμασιν ἱεροῖς ἐνασκήσαντες, καὶ συνοδίας πνευματικὰς ἐν αὐτοῖς συνεστήσαντο, αἷς ἡμεῖς ἄλλο τε ἄλλος κατὰ ζῆλον ἐκείνων ἐναρμοζόμενοι τοῖς ἱεροῖς τούτοις ἐμβιοῦμεν σηκοῖς. Οὐ κατοικεῖν δὲ μόνον ἐν αὐτοῖς δεῖ, ἀλλὰ καὶ κατὰ τοὺς πατέρας ἐκείνους ζῇν· οὐδὲ γὰρ τῶν ἐπὶ γῆς ἄλλων τούτων τοῦ Θεοῦ παραδείσων τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ ξύλον ἄπεστιν, οὐδ᾽ ὁ πονηρὸς ὑφηγητής· ἔστι δὲ ἡμᾶς παιδευθέντας τοῖς ἐκ παλαιοῦ παραδείγμασι, τῷ μόνῳ σοφῷ τε καὶ ἀγαθῷ συμβούλῳ προσέχειν, καὶ τοῖς αὐτῷ πρότερον καὶ νῦν πειθαρχοῦσι κατ᾽ ἴχνος ἕπεσθαι, τὴν ἀναστροφὴν ἀποστολικῶς εἰπεῖν μιμουμένους τούτων ὧν τὴν ἔκβασιν εἴδομεν. Εἰσὶ δὲ καὶ θηρία καὶ κτήνη κατά τε τὴν ἔρημον καὶ τὰ ἱερὰ ταῦτα σεμνεῖα· καὶ πολὺ τὸ δέος, μὴ παρασυμβληθῶμεν τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὁμοιωθῶμεν αὐτοῖς, ἂν μὴ πρὸς δύναμιν ἕκαστος τὸν Ἰωάννου βίον μιμώμεθα. Τί οὖν; ἐκεῖνος τὴν κεφαλὴν ᾀεὶ ἀπερικάλυπτον εἶχεν, ἀδιαλείπτου προσευχῆς τοῦτο δεῖγμα, καὶ τῆς πρὸς Θεὸν παῤῥησίας· ἀκατακάλυπτον γὰρ δεῖ τὸν ἄνδρα προσεύχεσθαι κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν, ὡς ἂν ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζώμεθα. Ἐγκαλυπτέσθωσαν οὖν οἱ τῷ κόσμῳ συνδεδεμένοι, διὰ τὰς περιστοιχιζούσας, μᾶλλον δὲ συμπεφυκυίας βλάβας, καὶ τὰ παρὰ πόδας συνεχῆ σκῶλα, μὴ τοῦτο δυνάμενοι διηνεκῶς καθ᾽ ἡμᾶς. Ἡμεῖς δὲ οἱ καλῶς τοῦ κόσμου ἀναχωρήσαντες, ἀναχωρῶμεν αὐτοῦ καὶ τῇ διανοίᾳ, ψαλμοῖς καὶ ὠδαῖς καὶ προσευχαῖς πνευματικαῖς τῷ Χριστῷ συνδήσαντες τὸν νοῦν τὸν ἡμέτερον, καὶ σκήνωμα ποιήσωμεν ἑαυτοὺς τοῦ σωτηρίου ὀνόματος· αὐτοῦ μνημονεύοντες, δι᾽ ὃν τοῦ κόσμου ἐξήλθομεν· ὁ γὰρ δι᾽ αὐτὸν τοῦ κόσμου ἀναχωρήσας καὶ τῶν ἐν βίῳ, τὴν πρὸς αὐτὸν ἕνωσιν ποθεῖ πάντως· ἡ δὲ διὰ τῆς αὐτοῦ διηνεκοῦς προσγίνεται μνήμης καθαιρούσης τὸν νοῦν. Καθάρωμεν οὖν τὸ τῆς διανοίας ὄμμα, ἔργοις καὶ λόγοις καὶ λογισμοῖς πρὸς τὸν Θεὸν ἀνατείνοντες· οὐ γὰρ ἔχομέν τι τῶν κατασπώντων, ἂν μόνον ἐθέλωμεν κατὰ τὸ ἐφικτὸν πρὸς τὸν Ἰωάννου βίον ὁρᾷν. Ἐκεῖνος ἄστεγος περιῆγεν, ἡμεῖς ἀρκεσθῶμεν τῇ μικρᾷ στέγῃ· στέρξωμεν τῷ παρὰ τοῦ προεστῶτος ἕκαστος δεδομένῳ οἰκίσκῳ, τὸν διὰ βίου ἀνέστιον ἐνθυμούμενοι· ἐκεῖνος ἠρκεῖτο τοῖς ἀκροδρύοις καὶ τῷ μελεάγρῳ, βοτάνη δέ ἐστιν αὕτη αὐτομάτως ἐν ἐρήμῳ φυομένη, ἧς ταῖς ῥίζαις καὶ οἱ μετὰ τοῦτον ἐρημοπολῖται πατέρες πρὸς τροφὴν ἐχρήσαντο· ἀκρόδρυα δέ φασι τὰς ὀπώρας, ὀπώραις οὖν ἐκεῖνος καὶ ῥίζαις βοτανῶν διέζη, ἢ μέλιτι ὀρείῳ, μονοχίτων τε ἦν, καὶ ζώνην δερματίνην εἶχε περὶ τὴν ὀσφὺν, ὁμοῦ μὲν δι᾽ αἰνιγμάτων δεικνὺς τὴν νέκρωσιν τῶν παθῶν ἐν τῷ σώματι περιφέρων, ὁμοῦ δὲ καὶ τὸ τῆς ἀκτημοσύνης ἀγαθὸν αὐτός τε ἔχων, καὶ ἡμᾶς δι᾽ ἔργων διδάσκων· πόσων ἡμεῖς εὐποροῦμεν τῶν πρὸς τροφὴν καὶ ἀμφίασιν ἐπιτηδείων, δοχεῖά τε ἔχοντες, καὶ ἀποθήκας σίτου τε καὶ οἴνου πλήρεις, ἀρτοποιεῖα τε καὶ ἀρτοκοπεῖα καὶ ἁπλῶς πάντα τὰ ἐπιτήδεια!
Εὐχαριστῶμεν οὖν τῷ τούτων χορηγῷ Θεῷ καὶ τῷ αὐτοῦ Προδρόμῳ, δι᾽ ὃν ἀπόνως ταῦτα συγκομίζεται, καθάπερ ἀπὸ πηγῆς ἡμῖν ἐπιῤῥέοντα· καὶ εἰς δόξαν αὐτοῦ ταῦτα προσφερώμεθα, δι᾽ ἔργων τὴν εὐχαριστίαν ἀποδιδόντες αὐτῷ· ἂν γὰρ τοῖς κοινοῖς τούτοις τοῖς κατὰ τὴν Μονὴν ἀρκώμεθα, οὐ πάνυ μακρὰν ἐσμὲν τῆς Ἰωάννου ἀκτημοσύνης τε καὶ ἐγκρατείας. Εἰ γὰρ κατὰ πάντα ἀπαράμιλλος ἐκεῖνος, ἀλλ᾽ ὡς ἐκεῖνος ἐτρέφετο ὑπὸ Θεοῦ, οὕτω καὶ ἡμεῖς ἀπὸ τῶν τοῦ Θεοῦ ταμείων· ἂν δὲ κτήματα καὶ ταμεῖα ἔχωμεν οἰκεῖα, τοῦτό ἐστι τὸ δεινὸν τὸ καὶ μακρὰν ἡμᾶς ποιοῦν τῆς τῶν ἁγίων κοινωνίας· ὁ γὰρ ἀναχωρήσας τοῦ κόσμου καὶ ἰδιόκτητα ἔχων, ἢ ἐκεῖθεν ἐνεγκὼν, ἢ κτησάμενος ἐνταῦθα, τὸν κόσμον συμπεριφέρει μεθ᾽ ἑαυτοῦ, καὶ οὐδέποτε ἀναχωρεῖ τοῦ κόσμου, κἂν ἐν αὐτῷ τῷ ἁγίῳ ὄρει ἦ, κἂν ταῖς εἰκονιζούσαις τὸν οὐράνιον χῶρον ταύταις ἐνοικῇ Μοναῖς, τὸ καθ᾽ ἑαυτὸν κοινοῖ τὸν τόπον, καὶ οὐκ ἀφίησιν εἶναι τοῦτον τοῦ κόσμου κρείττω. Ὁ δὴ τοιοῦτος κατακριθήσεται πάντως, ὡς τὸ ἱερὸν τοῦ Θεοῦ κοινὸν ἡγησάμενος. Ἀλλὰ καὶ ὁ τοῦ Κυρίου βαπτιστὴς καὶ πρόδρομος Ἰωάννης ἐξῆλθε τῆς ἡρεμίας καὶ ἐρημίας ἐκείνης; ἀλλ᾽ ὑπ᾽ αὐτοῦ πεμφθεὶς, τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, καὶ εἰς ἔλεγχον τῶν ἀπειθούντων, δι᾽ ὃν ὑπ᾽ αὐτῶν καὶ τὴν κεφαλὴν ἀφήρηται σήμερον· οὐ γὰρ ἐχρῆν ὑποστῆναι τοῦτον φυσικὸν θάνατον· καταδίκη γάρ ἐστιν οὗτος τῆς τοῦ Ἀδὰμ παραβάσεως, ἧς οὐκ ὀφειλέτης ὁ τῆς ἐντολῆς ὑπηρέτης, ὁ ἐξ αὐτῆς τῆς μητρικῆς νηδύος τῷ Θεῷ ὑπήκοος· ὑπὲρ ἀρετῆς δὲ καὶ εὐσεβείας τοῖς ἁγίοις τιθέναι τὴν ψυχὴν ὀφείλεται, κατὰ τὴν τοῦ Κυρίου ἐντολήν· καὶ διὰ τοῦτο τούτοις κατάλληλος μᾶλλον ὁ βίαιος ὑπὲρ τοῦ καλοῦ θάνατος· διὸ καὶ ὁ Κύριος οὕτω τοῦ θανάτου ἐγεύσατο. Ἔδει δὲ καὶ τὸν θάνατον Ἰωάννου πρόδρομον εἶναι τοῦ θανάτου Χριστοῦ, ὡς ἂν κατὰ τὴν πατρικὴν αὐτῷ προφητείαν προπορευθῇ τοῦ προσώπου Κυρίου τοῦ δοῦναι γνῶσιν σωτηρίας καὶ τοῖς ἐν σκότει τοῦ ᾅδου καθημένοις, ἵνα προσδράμωσι κἀκεῖνοι, καὶ τῆς ἐν Χριστῷ μακαρίας καὶ ἀθανάτου ζωῆς ἐπιτύχωσιν· ἦς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, πρεσβείαις τοῦ ἐκ μητρικῆς νηδύος ἐπιτυχόντος αὐτῆς, καὶ τοῖς ἐν γῇ καὶ τοῖς ὑπὸ γῆν ταύτην ἀνακηρύξαντος, καὶ ποδηγήσαντος καὶ ποδηγοῦντος ἔργῳ καὶ λόγῳ καὶ ταῖς πρὸς Θεὸν ἱκεσίαις πρὸς αὐτὴν ἅπαντας, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ μόνῳ πρέπει δόξα αἰώνιος· Ἀμήν.
Notes
- Λουκ. ά, 15.
- Ἡσ. ξά, 10.
- Α΄ Κορ. ιέ, 44.
- Ἡσ. ζ΄, 16.
- Λουκ. ά, 76.
- Ψαλμ. ιγ΄, 2.
- Λουκ. γ΄, 17.
- Μαρκ. ϛ΄, 18.
- Ματθ. β΄, 13.
- Ματθ. ιδ΄, 3. Μαρκ. ϛ΄, 17.
- Λουκ. γ΄, 19.
- Μαρκ. ϛ΄, 22.
- Ἰωαν. έ, 44.
- Ἰωαν. έ, 39.
- Ῥωμ. ή, 13.
- Γαλ. δ΄, 27.