Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St John of Damascus › Against the Jacobites

Against the Jacobites

St John of Damascus, Greek, PG 94, 1864

Chapter 1

ΙΩΑΝΝΟΥ ΑΓΙΟΥ ΜΟΝΑΧΟΥ ΔΑΜΑΣΚΗΝΟΥ ΤΟΜΟΣ, ΩΣ ΕΚ ΠΡΟΣΩΠΟΥ ΠΕΤΡΟΥ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΔΑΜΑΣΚΟΥ, Πρὸς τὸν ἐπίσκοπον δῆθεν τοῦ Δαραίας τὸν Ἰακωβίτην.

Οὐδὲ τὸ καλὸν, ὅτε μὴ καλῶς γένηται· σοφῶν ῥῆσις σοφή τίς ἐστι. Μαρτυρεῖ δὲ καὶ τοῖς Ἑβραίων παισὶν ὁ θεῖος Ἀπόστολος, ὡς ζῆλον μὲν Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν· οὐκ ἐν ἐπαίνῳ τὴν μαρτυρίαν τιθεὶς, ἀλλὰ δήπου μεμφόμενος. Καλὸν ὁ ζῆλος τῆς εὐσεβείας, ἀλλ᾽ ἀγάπῃ συγκεκραμένος. Στυγητὸν ἡ κακία, ἀλλ᾽ ἐλέους ὁ ταύτην δεχόμενος ἄξιος· μισῶ τὴν σηπεδόνα, τὸ μέλος δὲ περιέπω, ἕως οὕπω τέλεον ἄχρηστον· καὶ πάντα μὲν δὴ κάλων κινῶ, τὸ δὴ λεγόμενον, καὶ τέχνην ἀνιχνεύω ἅπασαν, καὶ ἀλεξίκακον μηχανῶμαι φάρμακον, καὶ Θεὸν ἐπιβοῶμαι συνέριθον, αἰδοῖ καὶ πόθῳ τοῦ ὁμοφύλου καὶ τῆς ὁμωνυμίας βαλλόμενος, καὶ τὸν θύραθεν μῶμον ἀποσειόμενος. Εἰ μὲν οὖν πείσω τὴν ὑγείαν, τῷ δεδωκότι χάρις τῆς ὑγείας· εἰ δὲ μὴ πείσω· ἰατταταιάξ τῶν κακῶν! τομὴ τὸ ποθούμενον παραδίδωμι· ἀλγῶν μὲν, ἀλλ᾽ ὅμως ἐκδίδωμι, φεύγων τὴν συνουσίαν, ὡς ἂν μὴ διανεμηθείη τὸ κακὸν, ὡς πλείονα γενέσθαι τὰ ἀχρειούμενα, καὶ μετὰ τοῦ προφήτου οὐκ ἐπιτωθάζων, ἀλλ᾽ ὀδυρόμενος φεύγομαι. « Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη. » Καὶ τὴν αἰτίαν........ « Οὐκ ἠθέλησεν, » Αὖθις ἧ τε νόσος καὶ τῆς θεραπείας ἡ εἰσδοχή· ταῦτά με πρὸς τὸ γράφειν παρώρμησεν. Οὐκ ἔρις, οὐ ζῆλος, οὐκ ἔλεγχος, οὐ νίκη; ἔφεσις; οὐκ ἐπιδείξεως τρόπος, οὐ μίσος· ἀλλ᾽ ἔλεος; ἐκ πόθου θείου καὶ τοῦ πλησίου ὁρμώμενος. « Ἐὰν γὰρ ὑποστείλῃ, φησὶν, οὐκ εὐδοκεῖ ἐν σοὶ ἡ ψυχὴ μου. » Εἰς τοῦτο γὰρ ἡμᾶς ὁ Θεὸς ἔθετο, παρακαλεῖν, νουθετεῖν, ἐπιστρέφειν, φιλοκαλεῖν, σκάπτειν, κόπρον περιτιθέναι, θεραπεύειν τὴν ἁμαρτίαν Ἀκαρπίαν δὲ καὶ τὴν κακοκαρπίαν φαμὲν, ὥσπερ ἄφωνον τραγῳδὸν, τὸν κακόφωνον. « Οὐαὶ γάρ μοι ἐὰν μὴ εὐαγγελίζωμαι, » καὶ εἰ κατορύξω τὸ τάλαντον, ἀχρεῖος καὶ πονηρὸς διὰ τὸν ὄκνον γινόμενος, ἀποπεμφθήσομαι τῆς χαρᾶς τοῦ Κυρίου μου. Δέξασθε τοίνυν λόγον ἰάσεως τῇ Πνεύματος κρατούμενον χάριτι. ὡς ἂν ἡσθῇ μὲν ὁ Θεὸς, κοινωνὸν δὲ τῆς εὐφροσύνης τὴν Ἐκκλησίαν ποιήσητε. Μίαν δὲ ταύτην ἐπουρανίων καὶ ἐπιγείων ὁ σταυρὸς τοῦ Κυρίου εἰργάσατο.

Ἐπειδὴ περὶ φύσεως ὁ σύμπας ἡμῖν λόγος κεκρότηται, τοῦτό φαμὲν ὡς ἐπὶ μὲν τῆς ἁγίας καὶ ὑπερουσίου θεότητος, ἤτοι τῆς μοναρχικῆς καὶ ὁμοουσίου Τριάδος, Ἄρειος μὲν καὶ Εὐνόμιος, καὶ ἡ τούτων πολύθεος, καὶ οὐδὲν ἧττον ἄθεος συμμορία, τρεῖς οὐσίας ἀναφανδὸν ἐφληνάφησαν, ταῖς ὑποστάσεσι τὴν φύσιν συνδιατέμνοντες, κακῶς εἰδότες, καὶ τῇ ὑποστάσει ταυτὸν τὴν φύσιν νοήσαντες. Σαβέλλιος

[No Greek in Migne]

[No Greek in Migne]

[No Greek in Migne]

[No Greek in Migne]

[No Greek in Migne]

[No Greek in Migne]

[No Greek in Migne]

...... τες τοίνυν τὸ περισκελὲς, τὸν λόγον τῆς ἀληθείας ὀρθοτομήσατε· οὐ γὰρ ὡς οἱ ἅγιοι Πατέρες εἰρήκασι, ταυτὸν λέγετε φύσιν καὶ ὑπόστασιν· μερικὴν δὲ μᾶλλον τὴν φύσιν, ὡς καὶ τὴν κατ᾽ αὐτὸ ὁμολογεῖτε ὑπόστασιν. Ὅτι δὲ οὐ μερικὰς φύσεις λέγειν ἐχρῆν, ἐντεῦθεν εἰσόμεθα.

Εἰ μερικὰς φύσεις ἐπὶ τῆς ἁγίας Τριάδος ὁμολογεῖτε, ἑτεροούσιον ταύτην καὶ Καὶ πάλιν ἐγήγερται Ἄρειος. Εἰ δὲ ἐκάστῃ τῶν τῆς ἁγίας Τριάδος θεαρχικῶν ὑποστάσεων ἰδιάζουσαν δῶτε οὐσίαν, ὁμοουσίους δὲ ταύτας κατὰ τὴν κοινὴν οὐσίαν ὁμολογήσετε· ταυτὸν δὲ οὐσία καὶ ὑπόστασις, ἕσται καθ᾽ ὑμῶν τετρὰς ὑποστάσεων· τριῶν μὲν μερικῶν, μιᾶς δὲ κοινῆς, καὶ οὐσιῶν ὁμοίως τετράς. Καὶ ἐκάστη τῶν ὑποστάσεων, δύο φύσεών τε καὶ ὑποστάσεων, μιᾶς μὲν κοινῆς, μιᾶς δὲ μερικῆς, καὶ ἔσονται ὁμοούσιοι καὶ ἑτεροούσιοι, ὁμοῦπόστατοι τε καὶ ἑτεροῦπόστατοι. Καὶ τίς οὐ γελάσεται, μᾶλλον δὲ ἀποδύρεται τῆς μανίας τὴν ὑπερβολήν Οὐκ ἔστι τοῦτο εἰ μὴ φλήναφος καὶ διανοίας ἀνάπλασμα κακοδαίμονος, δαιμόνων εὕρημα σκοτεινὸν, καὶ τῆς Ἑλληνικῆς τερθρείας τεράτευμα. Τίς τοῦτο τῶν θεοφόρων εἴρηκε πώποτε; εἰ μή που τὸν παρ᾽ ὑμῖν ἅγιον Ἀριστοτέλην ἡμῖν, ὡς τρισκαιδέκατον ἀπόστολον, εἰσαγάγοιτε, καὶ τῶν θεοπνεύστων τὸν εἰδωλολάτρην προκρίνοιτε. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν.

Εἰ γὰρ καὶ μὴ ἐστι φύσις ἀνυπόστατος, οὔτε μὲν οὐσία ἀπρόσωπος, οὐδ᾽ αὖ πάλιν ἀνούσιος ὑπόστασίς τε καὶ πρόσωπον· οὐ γάρ ἐστιν· ἀλλ᾽ οὐ ταυτὸν οὐσία καὶ ὑπόστασις, οὐδὲ φύσις καὶ πρόσωπον. Οὐ γὰρ ταυτὸν οὐσία τε καὶ ἐνούσιον, οὐδ᾽ ἐνυπόστατον καὶ ὑπόστασις. Ἕτερον γάρ ἐστι τὸ ἔν τινι, καὶ ἕτερον τὸ ἐν ᾧ· ἐνούσιον μὲν γάρ ἐστι τὸ ἐν τῇ οὐσίᾳ θεωρούμενον. τουτέστι τὸ τῶν συμβεβηκότων ἄθροισμα, ὃ δηλοῖ τὴν ὑπόστασιν, οὐκ αὐτὴν τὴν οὐσίαν. Ἐνυπόστατον δὲ, οὐχ ἡ ὑπόστασις, τὸ ἐν ὑποστάσει δὲ καθορώμενον. Οὐσία δὲ τουτἐστιν ὁπωσοῦν ὑπάρχει, εἴτε καθ᾽ ἑαυτὴν εἴτε σὺν ἑτέρῳ, εἴτε ἐν ἑτέρῳ· καθ᾽ ἑαυτὴν μὲν ὡς πυρὸς οὐσία, σὺν ἑτέροις δὲ, ὡς ψυχὴ καὶ σῶμα· σὺν ἀλλήλοις γὰρ ταῦτα τὴν ὑπόστασιν ἔχει· ἐν ἑτέρῳ δὲ, ὡς πῦρ ἐν θρυαλλίδι, καὶ ὡς ἡ σὰρξ τοῦ Κυρίου ἐν τῇ ἀνάρχῳ αὐτοῦ ὑποστάσει. Ἣ μὲν γὰρ ὑπόστασις τόν τινα, ἣ τόδε δηλοῖ τὸ ἅμα τῇ τοῦ δακτύλου ἀνατάσει δεικνύμενον, τὸ δὲ ἐνυπόστατον, τὴν οὐσίαν· καὶ ἡ μὲν ὑπόστασις πρόσωπον ὁρίζει τοῖς χαρακτηριστικοῖς ἰδιώμασιν· ἐνυπόστατον τὸ μὴ εἶναι αὐτὸ συμβεβηκὸς, ὃ ἐν ἑτέρῳ ἔχει τὴν ὕπαρξιν. Εἰ γὰρ ταυτὸ τὸ ἐν τινι, καὶ τὸ ἐν ᾧ, ὥρα σοὶ λέγειν ταυτὸν ἀρετὴν καὶ ἐνάρετον, καὶ κατὰ τὴν εὔλογον ἀντιστροφὴν, κακίαν, καὶ τὸ ἐν ᾧ ἡ κακία καὶ ἔσται κατὰ σὲ αὐτὸ; ὁ διάβολος κακία, καὶ ὁ τούτου δημιουργὸς, κακία: δημιουργός. Καὶ ἐπειδὴ ἐν τῇ οὐσίᾳ τὸ συμβεβηκὸς, ἔσται τὸ συμβεβηκὸς οὐσία, καὶ συμβεβηκὸς ἡ οὐσία. Καὶ τὸ σῶμα φημὶ τὸ ἀνθρώπινον, ἔσται κατὰ σὲ τὸ σῶμα ψυχή καὶ τίς ταύτης τῆς συγχύσεως τὴν μανίαν ὑποίσει;

Ὅτι μὲν οὖν οὐκ ἔστιν οὐσία ἀνυπόστατος, ἴσμεν σαφῶς, ἀλλ᾽ οὐ ταυτόν φαμεν ἐνυπόστατον καὶ ὑπόστασιν, οὔτε μὴν οὐσίαν τε καὶ ἑνούσιον ἀλλ᾽ ἐνούσιον μὲν, τὴν ὑπόστασιν, ἐνυπόστατον δὲ, τὴν οὐσίαν. Τήν τε γὰρ οὐσίαν τῆς ἁγίας θεότητος ἐνυπόστατον ἴσμεν· ἐν ταῖς τρισὶ γάρ ἐστιν ὑποστάσεσι· καὶ ἐκάστην τῶν ὑποστάσεων ὡσαύτως ἐνούσιον. Ἐν τῇ οὐσίᾳ γὰρ αὗται τελοῦσι τῆς ἁγίας θεότητος, καὶ ἐπὶ τῆς ἀῤῥήτου καὶ πάντα νοῦν ὑπερκειμένης τοῦ Κυρίου οἰκονομίας, ἐνούσιον μέν φαμὲν τὴν ὑπόστασιν, ὡς ἐν ταῖς οὐσίαις τελοῦσαν, ἐξ ὧν καὶ συντέθειται, ἐν ὑπόστατον δὲ ἑκάστην τῶν οὐσιῶν αὐτοῦ ἔχουσι γὰρ κοινὴν τὴν μίαν αὐτοῦ ὑπόστασιν, ἡ μὲν θεότης αὖτοῦ, ἀϊδίως, καθὸ καὶ τὴν τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος· ἡ δὲ ἔμψυχος καὶ λογικὴ αὐτοῦ σὰρξ, ταυτὸν δὴ εἰπεῖν, ἡ [εὖ] ἀνθρωπότης αὐτοῦ προσφάτως ἐν αὐτῇ ὑποστᾶσα, καὶ αὐτὴν κληρωσαμένη ὑπόστασιν. Οὕτως οὔτε ἀνυπόστατος, οὐθ᾽ ἑτέρα τῶν τοῦ Χριστοῦ φύσεων ἔστιν, οὔτε ἑκάστη καθ᾽ αὑτὴν ὑπόστασιν κέκτηται, ἀλλὰ τὴν αὐτὴν καὶ μίαν ἀμφότερα·

Τούτων οὕτω προδιωρισμένων, ἐπὶ τὸ ζητούμενον ἔλθωμεν· τοῦτο δέ ἐστιν· εἰ δύο φύσεις ἐστὶν ὁ Χριστὸς, καὶ ἐν δυσὶ φύσεσιν, ἢ μία, καθὰ τερατεύεσθε· χρὴ τοιγαροῦν τὸν περὶ τινὸς συλλογιζόμενον ἐκ κοινῶν καὶ ἀληθῶν ἐννοιῶν· κοινῶν δὲ λέγω τῶν παρ᾽ ἀμφοτέροις ὡμολογημένων· τὰς ἀρχάς, ἤτοι τὰς προτάσεις ποιεῖσθαι. Οὕτω γὰρ συλλογισμὸς, καὶ οὐ παραλογισμὸς τὸ πλεκόμενον εἴη, τό τε συμπέρασμα ἀληθὲς καὶ οὐκ ἄτοπον.

Ὡμολόγηται τοίνυν παρ᾽ ἅπασι τοῖς ἁγίοις Πατράσιν ἐκ θεότητος καὶ ἀνθρωπότητος γεγενῆσθαι τὴν ἕνωσιν, καὶ τὸν Χριστὸν ἐν θεότητι τέλειον, καὶ τέλειον καὶ ἀνελλιπῇ τὸν αὐτὸν ἐν ἀνθρωπότητι. Εἴπατε τοίνυν ἡμῖν· καὶ ὑμῖν ταῦτα δοκεῖ; συνομολογήσετε, ὥς γέ μοι δοκεῖ. Τί δὲ θεότης, καὶ τί ἀνθρωπότης; οὐσία, ἢ συμβεβηκός φύσις ἢ ὑπόστασις; Οἶμαι οὐσίαν καὶ φύσιν ὑμᾶς ἐρεῖν· ὅτι μὲν γάρ οὐ συμβεβηκὸς παντί που δῆλον· ὅτι δὲ οὐδ᾽ ὑπόστασις, ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἀποδέδεικται. Εἰ γὰρ ὑπόστασιν τὸ τῆς θεότητος καὶ τὸ τῆς ἀνθρωπότητος σημαίνουσιν ὀνόματα, ὥρα σοι λέγειν καὶ τρεῖς θεότητας διὰ τὸ τριαδικὸν τῶν ὑποστάσεων, καὶ ἀπείρους τὰς ἀνθρωπότητας, διὰ τὸ τῶν ὑποστάσεων ἄπειρον, ἢ ὑπόστασιν ἐν ὑποστάσεσιν, ὃ τίς, οὐχὶ σοφὸς, ἀλλὰ καὶ λίαν σκαιὸς τὴν διάνοιαν, ἐρεῖν τετόλμηκε πώποτε; Ἔστι τοίνυν φύσεως σημαντικὸν ἕκαστον, τό τε τῆς θεότητος δηλαδὴ, καὶ τὸ τῆς ἀνθρωπότητος ὄνομα. Θεότης τοίνυν καὶ ἀνθρωπότης μία φύσις ἐστὶν, οὐκ ἐπὶ τοῦ Κυρίου φημὶ, ἀλλ᾽ ἀπολύτως; Οὐκ ἐρεῖ τις μὴ μαινόμενος, οὗ τὸ κτιστὸν τῷ ἀκτίστῳ καὶ κτίστῃ κατ᾽ οὐσίαν ταὐτὸν, οὐδὲ τὸ σῶμα τῷ ἀσωμάτῳ, οὐδὲ τὸ ἔ...... τι τῷ ἀνάρχῳ, Ἄλλη φύσις οὖν ἐστι τῆς θεότητος, καὶ ἑτέρα τῆς ἀνθρωπότητος, καὶ δύο φύσεις εἰσίν. Ἐκ θεότητος τοίνυν καὶ ἀνθρωπότητος ὧν ὃ Χριστὸς, ἐκ δύο φύσεων ἐστιν. Εἰ οὖν ἐκ θεότητος καὶ ἀνθρωπότητος καὶ ἐκ δύο φύσεων τὸν Χριστὸν λέγετε; εἴπατε ἡμῖν· τὰ δύο ταῦτα, ἤτοι θεότης καὶ ἀνθρωπότης, ἐν τῷ Χριστῷ εἶσιν, ἣ οὔ; Καταφήσοιτε, εἴπερ μὴ τέλεον ἀσεβεῖν αἱρήσοισθε. Πῶς οὖν οὐ δύο φύσεις ἐν τῷ Χριστῷ λέγετε; Εἰ γὰρ ἐκ θεότητος καὶ ἀνθρωπότητος τὸν Χριστὸν λέγοντες ἐκ δύο φύσεων, αὐτὸν ὁμολογεῖτε, καὶ ἴσον παρ᾽ ὑμῖν δύναται τὸ ἐκ θεότητος καὶ ἀνθρωπότητος τῷ ἐκ δύο φύσεων, πῶς θεότητα καὶ ἀνθρωπότητα τὸν Χριστὸν λέγοντες καὶ μετὰ τὴν ἕνωσιν, καὶ ἐν θεότητι καὶ ἀνθρωπότητι, οὐ δύο φύσεις αὐτὸν καὶ ἐν δυσὶν ὁμολογήσετε φύσεσιν;

Εἰ οὐ ταὐτὸν θεότης καὶ ἀνθρωπότης, ὡς ἐν ποιότητι φυσικῇ, ἄλλο δὲ καὶ ἄλλο, ἕτερον δὲ καὶ ἕτερον, σκοπείτω πᾶς τις εὖ φρονῶν, εἰ τὸ ἄλλο κατὰ φύσιν καὶ ἄλλο, ἕν κατ᾽ οὐσίαν, καὶ οὐ δύο εἰσὶν, εἰ δὲ δύο, καὶ οὐχ ἕν, φύσεις δηλαδὴ· τὸ γὰρ ἄλλο, φύσιν δηλοῖ, ὡς οἱ περὶ ταῦτα σοφοὶ διειλήφασι. Φύσις δὲ καὶ φύσις μία ἐστὶν, ἣ δύο; Δύο δῇλον. Μία γὰρ καὶ μία, καὶ τοῖς νηπίοις δῆλον, ὡς δύο εἰσίν.

Εἰ δέ φατε τὰ ἐνούμενα ἕν εἶναι· ἀλλ᾽ ἀκούσατε, ὅτι τὰ ἑνούμενα οὐ κατὰ πάντα ἕν εἰσιν, ἀλλὰ καθὸ ἥνωνται. Εἰ γὰρ τὰ ἐνούμενα κατὰ πάντα ἕν εἰσιν, ἐπειδὴ ἐξ ἀνομοίων φύσεων ὁ ἄνθρωπος σύγκειται, ἀνάγκη λέγειν ὡς ψυχὴ καὶ σῶμα κατὰ πάντα ἕν εἰσι, καὶ ἔσται τὸ ἀσώματον σῶμα, καὶ τὸ σῶμα ἀσώματον· καὶ ἐπειδὴ θεότης καὶ ἀνθρωπότης ἥνωνται, ἔσονται ἓν κατὰ τὴν οὐσιώδη διαφορὰν, καὶ ἢ τὸ θεῖον κτιστὸν, ἢ τὸ ἀνθρώπινον ἄκτιστον.

Εἰ τὰ ἐνούμενα ἕν εἰσι κατὰ πάντα, τὸ δὲ σῶμα ἐξ ἐναντίων ποιοτήτων σύγκειται, ἐροῦμεν ὡς θερμότης καὶ ψύξις ταὐτὸν, καὶ ξηρότης καὶ ὑγρότης ὁμοίως ταὐτόν· καὶ Πέτρος καὶ Ἰωάννης, ἐπειδὴ τῇ φύσει ἥνωνται, ἄρα καὶ τῇ ὑποστάσει εἷς, οὐ δύο τυγχάνουσιν. Ἀλλ᾽ οὐχ οὕτω τοῖς εὖ φρονοῦσι καὶ τῇ ἀληθείᾳ δοκεῖ· μᾶλλον δὲ τὰ ἐνούμενα, καθὸ ἥνωνται, ἕν εἶναι· Πέτρον μὲν καὶ Ἰωάννην, ἐπειδὴ κατὰ φύσιν ἥνωνται, ὁμοούσιοι τυγχάνοντες, ἕν εἶναι κατὰ φύσιν· Ψυχὴν δὲ καὶ σῶμα, ἐπειδὴ καθ᾽ ὑπόστασιν ἥνωνται, ἕν εἶναι καθ᾽ ὑπόστασιν. Οὐ γὰρ κατὰ φύσιν ἕν εἶναι ψυχὴν καὶ σῶμα εἴποι τις ἂν νήφων τὸν λογισμόν.

Εἰ ἐκ δύο φύσεων ἡ ἕνωσις γέγονεν, ἢ πρὸ τῆς ἐνώσεως ἦσαν δύο, ἢ ἐν τῇ ἑνώσει, ἢ μετὰ τὴν ἕνωσιν. Καὶ εἰ μὲν πρὸ τῆς ἑνώσεως ὑπέστησαν, τί Νεστορίῳ μεμφόμεθα; Εἰ δὲ καὶ μετὰ τὴν ἕνωσιν ἡ σὰρξ ὑφέστηκε, τί ἡμῖν μέμφεσθε; Εἰ δὲ ἐν τῇ ἑνώσει φατὲ, μένει δὲ ἡ ἕνωσις καὶ νῦν καὶ εἰς τὸν αἰῶνα δύο εἰσί τε καὶ ἔσονται εἰ δὲ τῷ καιρῷ τῆς τοῦ Λόγου σαρκώσεως τὸ ἐν τῇ ἑνώσει φατὲ, καὶ πρὶν ἐνωθῶσιν, ἦσαν δύο, ἢ ἐνωθέντα; Εἰ μὲν γὰρ πρὸ τῆς ἑνώσεως ὑπῆρξαν ἀμφότερα, ἐξ ὑποστάσεων ἀνάγκη λέγειν δύο τὴν ἕνωσιν· εἰ δὲ ἐν τῇ ἑνώσει δύο φατὲ, ὁ δὲ ἀριθμὸς καθ᾽ ὑμᾶς πάντως.... διαίρεσιν, διαιρέσεως αἰτία ἡ ἕνωσις· καὶ ἐν τῇ ἑνώσει.... τὴν ἕνωσιν.

Εἰ φυλάττει ἔκαστον τὰ ἐξ ὧν ὁ Χριστὸς τὸν ἴδιον τῆς οὐσίας ὄρον τε καὶ λόγον, κἂν τῇ ἑνώσει, καὶ ἕτερος μὲν ὁ τῆς Χριστοῦ θεότητος ὄρος καὶ ὁ τῆς ἀνθρωπότητος ἕτερος, τί τὰ μὴ ὑπὸ ἕνα καὶ τὸν αὐτὸν ὅρον ταττόμενα μίαν, καὶ οὐ δύο φύσεις λέγετε;

Εἰ ὁμοούσιος ἡ τοῦ Θεοῦ Λόγου σὰρξ τῇ ἀκτίστῳ αὐτοῦ θεότητι καθ᾽ ὑμᾶς, συνουσίωσιν νοσεῖτε. Καὶ τί μὴ τὸ πάλαι ὑμῖν ὠδινόμενον ἀποῤῥήγνυται; Εἰ δὲ οὐχ ὁμοούσιος, πῶς τὰ μὴ ὁμοούσια μιᾶς ἂν εἴη φύσεως; ἢ πῶς τὰ μιᾶς φύσεως οὐχὶ καὶ ὁμοοὐσία; Εἰ μὴ γὰρ μεθύομεν, ὁμοουσιότητος ὄρος ἐστὶ τὰ τὴν αὐτὴν οὐσίαν ἔχοντα.

Εἰ ὁμοούσιος τῷ Πατρὶ καὶ ὁμοούσιος ἡμῖν κατὰ τὴν αὐτὴν φύσιν ἐστὶν ὁ Χριστὸς, καὶ ἡμεῖς ἐκ παντὸς τῷ Πατρὶ ὁμοούσιοι· τὰ γὰρ τῷ αὐτῷ κατὰ τὴν αὐτὴν φύσιν ὁμοούσια, καὶ ἀλλήλοις εἰσὶν ὁμοούσια. Εἰ δὲ κατὰ τὴν θεότητα τῷ Πατρί ἐστιν ὁμοούσιος, ἡμῖν δὲ κατὰ τὴν ἀνθρωπότητα· θεότης, εἴπατε, καὶ ἀνθρωπότης μία φύσις ἐστίν; Ἀλλ᾽ εἰ μὲν οὐ μία, δύο πάντως καὶ δύο φύσεις ἐστὶν ὁ Χριστὸς, καὶ ἐν δύο φύσεσιν. Εἰ δὲ μία, πῶς διαφέρουσι; Τὰ γὰρ διαφέροντα, ἢ οὐσιωδῶς διαφέρει, ἢ ἐπουσιωδῶς· ἀλλ᾽ εἰ μὲν ἐπουσιωδῶς, ὑποστάσεις ἂν εἶεν, καὶ οὐ φύσεις· εἰ δὲ οὐσιωδῶς, φύσεις. Τὰ γὰρ διαφέροντα, τὸ ἐλάχιστον δύο· τὸ γὰρ ἕν. καθὸ ἕν, οὐ διαφέρει. Συνεισφέρειν γὰρ οἷδεν ἐξ ἀνάγκης ὦ τὸν ἀριθμὸν ἡ διαφορά.

Τὰ ὁμοούσια τὸν αὐτὸν ἐπιδέχεται λόγον. Εἰ οὖν ὁ Χριστὸς μία φύσις ἐστὶ σεσαρκωμένη, καὶ οὗτος, ὥς φατε, τῆς αὐτοῦ οὐσίας ὁ ὄρος ἐστίν· ὁμοούσιος δέ ἐστι καὶ Πατρὶ, καὶ ἡμῖν ὁμοούσιος· ἄρα ἔσται καὶ ὁ Πατὴρ καὶ ἡμεῖς μία φύσις θεότητος σεσαρκωμένη.

Ἡ διαφορὰ τοὐλάχιστον δύο εἰσάγει τὰ διαφέροντα, ἢ φύσεις, ἢ ὑποστάσεις, ἢ μίαν ὑπόστασιν ἑαυτῆς διαφέρουσαν· καὶ εἰ μὲν φύσεις, οὐσιωδῶς· εἰ δὲ ὑποστάσεις, ἐπουσιωδῶς· εἰ δὲ μίαν ὑπόστασιν ἀλλοιουμένην καὶ μεταβαλλομένην, κατὰ τὸ χωριστὸν συμβεβηκός· ἕλεσθε τοιγαροῦν τούτων θάτερον, ἢ δύο ὑποστάσεις μετὰ τὴν ἕνωσιν τὸν Χριστὸν εἴπατε, ἢ κατὰ τὸ χωριστὸν συμβεβηκὸς διαφέρειν τὴν θεότητα αὐτοῦ τῆς αὐτοῦ ἀνθρωπότητος, καὶ ἔσται τὸ ἄκτιστον, καὶ ἄναρχον, καὶ ἀπαθὲς, καὶ παντοδύναμον, καὶ τὰ τοιαῦτα, ὁμοίως δὲ καὶ τὸ κτιστὸν, καὶ ἠργμένον, καὶ παθητὸν, καὶ τὰ τοιαῦτα, συμβεβηκότα, καὶ ταῦτα χωριστὰ, καὶ τρεπτὰ, καὶ ἀλλοιωτὰ ἐξ ὧν ὁ Χριστὸς, ἢ δύο φύσεις τὸν Χριστὸν μεθ᾽ ἡμῶν καὶ τῆς ἀληθείας κηρύξατε, ὧν καὶ τὴν διαφορὰν ὁμολογεῖτε. Οὐσιῶν γὰρ διαφορὰν λέγοντες, οὐσῶν λέγειν καὶ σωζομένων ἀναγκασθήσεσθε. Τοῦ γὰρ μὴ ὄντος οὔτε διαφορὰ ἂν εἴη. Πῶς γὰρ διαφέρουσι τὰ μὴ σωζόμενα, εἰ δὲ ὄντως σώζονται, καὶ ἀριθμείσθωσαν.

Εἰ δέ φατε, ὡς ἐκ δύο φύσεων μία φύσις ἐχρημάτισε σύνθετος, εἴπατε ἡμῖν πῶς συντίθεσθαι τὰ μὴ συντιθέμενα πέφυκε; Μία γὰρ φύσις σύνθετος ἐκ διαφόρων συνίσταται φύσεων, ὅταν ἑνουμένων φύσεων, ἕτερόν τι παρὰ τὰ ἐνωθέντα τὸ ἀποτελούμενον γίνηται, καὶ μήτε τοῦτο κυρίως, μήτε ἐκεῖνο, ἀλλ᾽ ἕτερον νοῆται καὶ λέγηται· ὡς ἀπὸ τῶν τεσσάρων στοιχείων, πυρός φημι, καὶ ἀέρος, γῆς τε καὶ ὕδατος, συσταίη σῶμα, ἑνουμένων δηλαδὴ τῶν τεσσάρων καὶ συγκιρναμένων. Καὶ τὸ ἀποτελούμενον, οὔτε πῦρ ἐστιν, οὔτε λέγεται, οὔτε ἀήρ, οὔτε ὕδωρ, οὔτε γῇ, ἀλλ᾽ ἐκ τούτων παρὰ ταῦτα ἕτερον. Ὁμοίως ἀπὸ ἵππου καὶ ὄνου ἡμίονος, καὶ οὐδ᾽ ἵππος, οὐδὲ ὄνος ἐστὶν, οὐδὲ λέγεται, ἀλλ᾽ ἐκ τούτων παρὰ ταῦτα ἕτερον. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ θεότητος ὧν καὶ ἀνθρωπότητος, ἐν θεότητί τέ ἐστι καὶ ἀνθρωπότητι τέλειος, καὶ Θεὸς καὶ ἄνθρωπος ἔστι τε καὶ λέγεται, καὶ ὅλως Θεὸς καὶ ὅλως ἄνθρωπὸς· ὅπερ ἐπὶ τῆς συνθέτου φύσεως οὐκ ἔστιν εὑρεῖν. Οὐ γὰρ ὅλον τὸ σῶμα πῦρ, οὐδ᾽ ὅλως ὁ ἄνθρωπὸς ψυχὴ, ἢ ἵππος ὅλη ἐστὶν ἡ ἡμίονος. Διὸ οὐ μία σύνθετος φύσις ἐστὶν ὁ Χριστὸς, ἀλλὰ μία ὑπόστασις σύνθετος· οὐκ ἐξ ἑτέρων ἑτέρα, ἀλλ᾽ ἐξ ἐτέρων τὰ αὐτά· ἐκ θεότητος γὰρ καὶ ἀνθρωπότητος, Θεός τέ ἐστι καὶ ἄνθρωπος τέλειος· δύο μέντοι φύσεις ἐν μιᾷ συνθέτῳ ὑποστάσει, καὶ ἐν δυσὶ φύσεσι μία ὑπόστασις σύνθετος.

Εἰ ὁμοφυὴς ὁ Χριστὸς, καὶ ὁμοούσιος τῷ Πατρὶ ἁπλῆς ὄντι φύσεως, ἔχει δὲ καὶ σύνθετον φύσιν, δύο ἕξει φύσεις, μίαν ἁπλῆν καὶ μίαν σύνθετον.

Εἰ ἄκτιστος καὶ ἄναρχος ἣ Χριστοῦ θεότης, κτιστὴ δὲ καὶ ἠργμένη ἡ ἀνθρωπότης αὐτοῦ, πῶς τὸ ἄναρχον καὶ τὸ ἠργμένον μιᾶς ἔσται φύσεως;

Εἰ μία σύνθετος φύσις ὁ Χριστὸς, τὸ δὲ ἁπλοῦν καὶ τὸ σύνθετον οὐκ εἰσὶν ὁμοούσια, ὁ δὲ Πατὴρ ἁπλῆς φύσεώς ἐστιν· οὐκ ἔστιν ἄρα ὁ Χριστὸς ὁμοούσιος τῷ Πατρί.

Εἰ μία φύσις σύνθετός ἐστιν ὁ Χριστὸς ἐκ θεότητος καὶ ἀνθρωπότητος, οὐκ ἐκ θεότητος δὲ καὶ ἀνθρωπότητος ἡ τούτου Μήτηρ ἐστὶν, οὐδὲ τῇ Μητρί ἐστιν ὁμοούσιος· καὶ μετηνέγκατε ὅρια αἰώνια, ἃ οἱ Πατέρες ἡμῶν ἔθεντο, ὁμοούσιον τὸν Χριστὸν εἰπόντες τῷ Πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον τῇ Μητρὶ κατὰ τὴν ἀνθρωπότητα.

Εἰ δὲ κατ᾽ ἐπίνοιαν τοῦ Χριστοῦ τὰς φύσεις λέγετε καὶ θεωρίαν, εἴπατε ἡμῖν οἱ τῶν φύσεων ἐπινοηταὶ καὶ θεωρηταὶ· ἡ ἐπίνοια ἀληθῶν καὶ ὄντων πραγμάτων ἐστὶν, οἱονεὶ τὰ τῇ αἰσθήσει δοκοῦντα ἁπλᾶ, τῇ νοήσει διαθροῦσα καὶ διακρίνουσα, ὡς ἐπὶ ἀνθρώπου σὺν Θεῷ φαινομένῳ σώματι καὶ τὴν ψυχὴν ἐπιγινώσκουσα, τὸ ἀόρατον, ἢ διανοίας ἀνάπλασμα, κατὰ συμπλοκῆν αἰσθήσεώς τε καὶ φαντασίας ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ ἀναπλάττουσα, ὡς ἡ τῶν ἱπποκενταύρων καὶ τραγελάφων μυθοπλαστία πρᾶγμα οὖν σημαίνει, ἢ ψιλὴ φωνὴ ἄσημός ἐστι, ὡς σκίνδαψος καὶ τὸ βλίτυρι. Εἰ μὲν οὖν τὸ δεύτερον, φαντασία καὶ φενακισμὸς τὸ τῆς οἰκονομίας μυστήριον. Εἰ δὲ τὸ πρότερον, δύο δὲ κατ᾽ ἐπίνοιαν τὰς φύσεις θεωρεῖτε· ὄντων δὲ ἡ θεωρία τί τὰ ὄντα μὴ ἀριθμεῖτε; ὅπου γε οἱ Πατέρες οἱ ἅγιοι, οὐ τὰς φύσεις, τὴν δὲ τούτων διάστασιν κατ᾽ ἐπίνοιαν εἶπον; Ἡνίκα γὰρ αἱ φύσεις, φησὶ, διίστανται ταῖς ἐπινοίαις; Εἰ οὖν τῇ ἐπινοίᾳ αἱ φύσεις διίστανται, δῆλον ὡς οὐκ ἐνεργείᾳ, οὐδὲ ὑπάρξει τὸ ἐπινοίᾳ εἰ γὰρ τὸ ἐπινοίᾳ ὑπάρξει, ἐπινοίᾳ δὲ ὁ Πατὴρ τὴν διάστασιν ἔφη, ἐνεργείᾳ καὶ ὑπάρξει φησὶ τὴν διάστασιν, ὅπερ ἀμήχανον. Ὑμεῖς τοιγαροῦν ἐπινοίᾳ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν λέγοντες, οὐκ ἐνεργείᾳ, οὐδὲ πράγματι ταύτας ὁμολογεῖτε· οὐκοῦν οὔτε Θεὸς ἔσται καθ᾽ ὑμᾶς ἀληθείᾳ, οὔτε ὑπάρξει, οὐδὲ ἄνθρωπος, ἀλλά τι παρὰ ταῦτα ἕτερον.

Καὶ πάλιν, εἰ θεωρίαν φατὲ δύο τοῦ Χριστοῦ τὰς φύσεις· περὶ τὰ ὄντα δὲ ἡ θεωρία, ὡς οἱ ταῦτα δεινοὶ διειλήφασιν· εἰσὶ πάντως αἱ Χριστοῦ φύσεις. Καὶ εἰ εἰσὶ, τί τὸν ἀριθμὸν ὥσπερ τι μορμολύκειον φεύγετε;

Εἰ δέ φατε, ὡς ὁ λέγων δύο φύσεις διαιρεῖ τὴν οἰκονομίαν, καὶ δύο λέγει Χριστούς· ἄρα καὶ ὁ ἐκ δύο φύσεων τὴν ἕνωσιν λέγων, ἐκ δύο Χριστὸν φήσει καὶ ἕνωσιν.

Εἰ τὸ λέγειν δύο φύσεις διαιρεῖ τὸν Χριστὸν, ἐν δὲ τῇ ἑνώσει δύο φύσεις φατὲ, ἐν τῇ ἑνώσει διαιρεῖτε τὴν ἕνωσιν, καὶ ἔσται ἡ ἕνωσις καθ᾽ ὑμᾶς διαίρεσις.

Φύσις καὶ φύσις μιᾶς φύσεως οὐ λεχθήσεται πώποτε, ἀλλὰ μιᾶς τυχὸν ὑποστάσεως· οὐδ᾽ ὑπόστασις καὶ ὑπόστασις μιᾶς ὑποστάσεως, ἀλλὰ μιᾶς φύσεως· Μιᾶς οὖν φύσεως τὰ ἐξ ὧν ὁ Χριστὸς λέγοντες, ὑποστάσεις ταύτας, καὶ οὐ φύσεις ὁμολογήσοιτε. Εἰ δὲ τἀληθὲς τοῦ ψεύδους προαιρούμενοι, μιᾶς φύσεως τὰ ἐξ ὧν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν εἴπετε, φύσεις ταῦτα ὁμολογήσοιτε.

Εἰ τὴν διαφορὰν τῶν φύσεων καὶ μετὰ τὴν ἕνωσιν ὁμολογεῖτε, πῶς τῶν φύσεων πληθυντικῶς λέγοντες, οὐ δύο φύσεις ὁμολογεῖτε. Εἰ γὰρ μία καθ᾽ ὑμᾶς φύσις σύνθετός ἐστὶ μετὰ τὴν ἕνωσιν, ἔδει ὑμᾶς λέγειν, οὐ φύσεων διαφορὰν, ἀλλὰ μιᾶς φύσεως πρὸς ἑαυτὴν διαφοράν· ὅπερ ὑμῶν, οὐ ἡμῶν ἔστιν εἰπεῖν καὶ φρονῆσαι. Ἡ αὐτὴ γὰρ φύσις οὐσιώδη διαφορὰν πρὸς ἑαυτὴν οὐχ ἕξει ποτέ.

Εἰ μία φύσις ἐστὶ τοῦ Χριστοῦ, εἴπατε ἡμῖν τὸ ταύτης ὄνομα. Χρὴ γὰρ τὸ ὄν, καὶ ὀνομάζεσθαι, καὶ οἰκείως ὀνομάζεσθαι, ὥσπερ θεοῦ φύσις θεότης, καὶ ἀνθρώπου ἀνθρωπότης. Πῶς οὖν τὴν Χριστοῦ φύσιν ὀνομάσομεν; Χριστότητα; ἀλλ᾽ οὐδεὶς τῶν θεοπνεύστων εἴρηκε τοῦτο· ἀλλὰ θεοτητοανθρωπότητα; ἀλλ᾽ οὐδὲ τοῦτο, Τί δὲ ἡμῖν φύσιν ἀνώνυμον εἰσκομίζετε; Εἰ δέ φατε, ὅτι καινοτομοῦνται φύσεις, καὶ τῷ ξένῳ τοῦ μυστηρίου ξένον τι γίνεται· ἀλλ᾽ οὐδὲν τῆς τοῦ Θεοῦ φύσεως ἀληπτότερον ἢ ὑψηλότερον, καὶ ὅμως τὸ μόνον ἄληπτον ἠνέσχετο πρὸς ἡμῶν ὀνομάζεσθαι. Ἢ τοίνυν ὑψηλοτέραν καὶ κρείττονα τῆς θεότητος τὴν πρὸς ἡμῶν σχεδιασθεῖσαν φύσιν εἴπατε, καὶ ἀρκεῖ ἡμῖν. Ἢ ταύτης ὄνομα ἐμφανίσατε, ἢ μετὰ τῶν κηρύκων τῆς ἀληθείας θεότητα καὶ ἀνθρωπότητα τὰς φύσεις Χριστοῦ εἴπατε, καὶ οὐ τὴν φύσιν. Θεότης γὰρ καὶ ἀνθρωπότης μία φύσις οὐκ ἔστιν.

Εἰ ἐκ θεότητος καὶ ἀνθρωπότητος μία φύσις ἐστὶ τοῦ Χριστοῦ, μέρος φύσεως, καὶ οὐ τελεία φύσις ἡ θεότητος ἐν τῷ Χριστῷ, ὁμοίως καὶ ἀνθρωπότης.

Εἰ ἡ σύνθετος ὑμῶν φύσις, οὐδὲ τῷ Πατρὶ καθόλου ἐστὶν ὁμοούσιος, οὐδὲ τῇ Μητρὶ, τὸ δὲ ὅλον ἐστὶν ὁ Χριστός· ὁ Χριστὸς, ἢ Χριστὸς, οὐδενί ἐστιν ὁμοούσιος, Καὶ εἰ τοῦτο, ὅτε ἐστί τινι ὁμοούσιος, οὐκ ἔστι Χριστὸς ὁμοούσιος· οὖν ὧν τῷ Πατρὶ οὐκ ἔστι Χριστός. Ἀνάγκη τοίνυν δυοῖν θάτερον, ἢ ὁμοούσιον ὄντα τῷ Πατρὶ, μὴ εἶναι Χριστὸν, ἢ Χριστὸν ὄντα, μὴ εἶναι τῷ Πατρὶ ὁμοούσιον.

Τὰ συντιθέμενα ἐξ ἐναντίων συντίθεται, οὗσίᾳ δὲ κατὰ τοὺς φυσικοὺς οὐδέν ἐστιν ἐναντίων. Ἀδύνατον οὖν εἶναι οὐσίαν ἐξ οὐσιῶν σύνθετον.

Τὰς φύσεις, ἧτοι οὐσίας, οὐσιώδεις συνιστῶσι διαφοραί· εἰ οὖν ἐκ θεότητος καὶ ἀνθρωπότητος μία φύσις συνέστηκεν, ἔσονται θεότης καὶ ἀνθρωπότης οὐ φύσεις, ἀλλ᾽ οὐσιώδεις διαφοραί.

Τὰ μιᾶς ὄντα οὐσίας, ἑτεροῦπόστατα πάντως· τὰ δὲ μιᾶς ὑποστάσεως ἑτεροούσια. Τὴν θεότητα τοιγαροῦν καὶ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, ἢ μιᾶς οὐσίας λέγοντες, εἴπατε ἄλλης καὶ ἄλλης ὑποστάσεως εἶναι, ἢ μιᾶς ὑποστάσεως λέγοντες, δύο φύσεις, οὐ μίαν ὁμολογήσατε. Ἔνθα γὰρ τὸ ἑτεροούσιον, μία φύσις οὐκ ἔστιν· ἢ οὖν ὁμοούσιον εἴπατε τὴν σάρκα τῇ τοῦ Λόγου θεότητι, ἢ ἑτεροούσια λέγοντες, δύο φύσεις ὁμολογήσατε.

Οἱ μίαν φύσιν τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς σαρκὸς αὑτοῦ λέγοντες, εἴπατε ἡμῖν ποίᾳ φύσει ὁ Χριστὸς πέπονθε; Τῇ συνθέτῳ, δῆλον ἐρεῖτε. Μίαν γὰρ λέγοντες, ἐξ ἀνάγκης αὐτῇ καὶ τὸ πάθος προσάψετε, καὶ ἔσται καθ᾽ ὑμᾶς καὶ ἡ θεότης καὶ ἡ ἀνθρωπότης τοῦ Χριστοῦ παθητή.

Προτάττειν σύνηθες τῷ φιλοσόφῳ λόγῳ τὸν περὶ ποσότητος λόγον τοῦ περὶ ποιότητος, καὶ τὴν αἰτίαν προστίθησιν, ὡς ἔνθα ποιότης, καὶ ποσότης πάντως θεωρηθήσεται. Ἡ γὰρ διαφορὰ διαφερόντων ἐστὶ διαφορά. Πῶς οὖν ποιοτήτων οὐσιωδῶν διαφορὰν λέγοντες, τῶν οὐσιωδῶς διαφερόντων τὸν ἀριθμὸν οὐχ ὁμολογεῖτε;

Εἰ μία φύσις σύνθετος ἐπὶ τοῦ Χριστοῦ, ἢ παθητὴ ἔσται μόνον, ἢ ἀπαθὴς, ἢ παθητοαπαθὴς, καὶ κατ᾽ αὐτὸν ἀμφότερα· ἢ τρεπτὴ, καὶ ποτὲ μὲν παθητὴ, ποτὲ δὲ ἀπαθὴς, ἢ μέρος αὑτῆς παθητὸν, καὶ μέρος αὐτῆς ἀπαθές· οἵαν οὖν βούλεσθε τῶν ἀσεβειῶν ἕλεσθε. Εἰ γὰρ παθητὴ μόνον, οὐ Θεὸς ὁ Χριστός· εἰ δὲ ἀπαθὴς μόνον, οὐκ ἄνθρωπος· εἰ δὲ ποτὲ μὲν παθητὴ, ποτὲ δὲ ἀπαθὴς, οὐδ᾽ ὁπότερον φύσει, κατὰ συμβεβηκὸς δὲ μᾶλλον ἐστι. Τὸ γὰρ φύσει πεφυκὸς, οὐ μεθίσταται, Εἰ δὲ μέρος αὑτῆς παθητὸν, καὶ μέρος ἀπαθὲς, φύσει δὲ ἑκάτερόν ἐστι τοῦθ᾽ ὅπερ ἐστὶ, οὐ ταύτης ἔσται τὰ μέρη φύσεως, καὶ οὕτω δύο φύσεις ἔσται ὁ Χριστός· ὃς οὐ φύσις μία ἐστὶν, ἀλλ᾽ ὑπόστασις μία σύνθετος ἐκ δύο φύσεων, καὶ ἐν δυσὶ φύσεσι, καὶ δύο φύσεις. Τὴν γὰρ αὐτὴν φύσιν παθητὴν ἅμα καὶ ἀπαθῇ εἶναι ἀμήχανον· τῶν ἐναντίων γὰρ οὐσιωδῶν διαφορῶν δεκτικὴ εἶναι μία καὶ ἡ αὐτὴ φύσις οὐ δύναται.

Ἐπὶ πάσης ἑνώσεως, ἐνούμενα κἂν συγχέηται, κἂν συγκιρνᾶται, μένει τῆς οἰκείας μὴ ἐξιστάμενα φύσεως. Κἂν τε γὰρ οἶνος ὕδατι κραθῇ, αἱ δύο φύσεις εἰσὶν ἐν τῷ κράματι καὶ κηρὸς καὶ πίσσα, εἰ καὶ συγκέχυται, ἀλλ᾽ οὐδέτερον τῆς οἰκείας ἐξέστη φύσεως, ἀλλ᾽ ἐν τῷ μίγματι αἱ δύο διαμένουσι φύσεις. Εἰ γὰρ καὶ ἥνωνται, καὶ τὴν οἰκείαν ἕκαστον ἐνδείκνυται ἰδιότητα καθαρὰν καὶ ἀλώβητον διὰ τὴν πρὸς τὸ ἐνωθὲν σύγχυσίν τε καὶ σύγκρασιν, ἀλλ᾽ ὅμως κατὰ φύσιν ἔκαστον, ὅπερ ἦν τοῦτό ἐστι, καὶ δύο φύσεις, οὐ μία, τοῖς εἰδόσι κρίνειν τὰ τοιάδε λογίζονται. Τίς γὰρ οὐχ οἷδεν, ὡς ἐν τῷ ἐξ οἴνου καὶ ὕδατος κράματι δύο φύσεις εἰσίν; Εἰ οὖν ταῦτα οὕτως ἔχει, πῶς ὑμεῖς καὶ τὴν διαφορὰν εἰδότες, καὶ τὰς ἰδιότητας ὁμολογοῦντες τῶν φύσεων, μίαν ταύτην καὶ οὐ δύο κηρύττετε; καὶ οὐδὲ τὰ τῆς συγχύσεως τοῖς ἀσυγχύτοις διδόατε; Ἀλλὰ δῆλον, ὡς τροπὴν καὶ ἀφανισμὸν, καὶ συνουσίωσιν ὠδίνετε μὲν, εἰς τοὐμφανὲς δὲ προάγειν ἐντροπῇ ἀσεβείας ἀσεδείας οὐ βούλεσθε.

Τὰ ἐνούμενα, τῇ ἑνώσει γίνεται ἕν, οὐ μετὰ τὴν ἕνωσιν· καὶ ὅσον μὲν ἐν τῇ ... καὶ ἡ ἕνωσις σώζεται, ἕν εἰσι, καθὸ ἥνωνται· πῶς οὖν ὑμεῖς, ἐν μὲν τῇ ἑνώσει δύο φατὲ, μετὰ δέ γε τὴν ἕνωσιν, μίαν γεγενῆσθαι φύσιν αὐθαδιάζεσθε, τοῦ μακαρίου Κυρίλλου τὸ, μετὰ τὴν ἕνωσιν, ἀντὶ τοῦ, ἐν τῇ ἑνώσει, εἰληφότος; Πότε γὰρ ἡ ἕνωσις γενομένη πέπαυται; ἢ τί τὸ ταύτην παῦσαν, ὡς ἂν ἕτερον τὸ ταύτης ἀποτέλεσμα μετ᾽ αὐτὴν, καὶ οὐκ ἐν αὐτῇ παρὰ τὰ ἐξ ὧν ἔστιν ὑποπτεύηται; Οὐ γάρ ἔστιν ἡ ἕνωσις, ὡς ἡ τῶν γενομένων, καὶ μηκέτι ὄντων φύσις· οἷον ὁ χρόνος, καὶ ἢ ὄρχησις, καὶ τὰ τοιαῦτα.

Εἰ ἕτερόν τι μετὰ τὴν ἕνωσιν γέγονε παρὰ τὴν ἕνωσιν, σύγχυσις δηλαδὴ, καὶ οὐχ ἕνωσις.

Εἰ ἡ σύγχυσις τὰς δύο φύσεις μίαν ποιεῖ, τὸ δ᾽ αὐτὸ ποιεῖ παρ᾽ ὑμῖν καὶ τὸ ἀσύγχυτον, τίς ἡ διαφορὰ παρ᾽ ὑμῖν τοῦ ἀσυγχύτου καὶ τῆς συγχύσεως, εἴπατε.

Εἰ κατ᾽ ἄλλο καὶ ἄλλο λέγεται ὁ Χριστὸς ὁρατὸς καὶ ἀόρατος, θνητὸς καὶ ἀθάνατος, ψηλαφητὸς καὶ ἀνέπαφος, καὶ οὐ κατ᾽ ἄλλον καὶ ἄλλον· τὸ δὲ ἄλλο οὐσίαν σημαίνει, τί μὴ δύο οὐσίας φατέ;

Τὸ ἄλλο, οὐσίας ἐστὶ σημαντικὸν, κατὰ τὴν λογικὴν, ἄλλος δὲ, ὑποστάσεως· εἰ οὖν ἄλλο καὶ ἄλλο λέγοντες τὸν Χριστὸν, οὐκ ἀναγκασθήσεσθε δύο φύσεις. Εἴπατε· καὶ ἄλλον καὶ ἄλλον· οὐ γὰρ σημανεῖτε δύο ὑποστάσεις.

Εἰ δέ φατε, ὡς ἢ δύο διαίρεσιν εἰσφέρει, μάθετε καλῶς διδασκόμενοι, ὡς τὸν ἀριθμὸν, οὐ διαίρεσιν ὁ φιλόσοφος λόγος ὁρίζεται, ἀλλὰ σωρείαν μονάδων, ἢ χύσιν μονάδων. Ὥστε μᾶλλον ἕνωσιν δηλοῖ, ἢ διαίρεσιν· ἡ μὲν γὰρ διαίρεσις τῆς μονάδος ἥμισυ καὶ ἥμισυ· ἡ δὲ δυὰς πρόσθεσις μονάδος. Μᾶλλον γὰρ τὸ τὰ δύο ἕν καὶ ἕν εἰπεῖν, ἐστὶ διαιρέσεως· τὸ δὲ ἕν καὶ ἕν ὑφ᾽ ἕν συλλαβεῖν, καὶ δύο εἰπεῖν, συναφείας τε καὶ ἑνώσεως. Εἰ συνάγει τοίνυν ὁ ἀριθμὸς, ἀλλ᾽ οὐχὶ διαιρεῖ, Ἐπεὶ ἡ τομὴ τῆς μονάδος ἐστὶν ἡ δυάς· τὸ δὲ τεμνόμενον διχῇ τέμνεται, τομὴ, καὶ οὐ πρόσθεσίς ἐστιν ὁ ἀριθμός· καὶ εἰ τοῦτο, ὥσπερ ἡ μονὰς τεμνομένη τὴν δυάδα ποιεῖ, τὸν αὐτὸν τρόπον, ἢ ἔδει καὶ τὸν δύο τεμνόμενον τὴν τετράδα ποιεῖν. Καὶ πόθεν ἦλθεν ὁ τρία; Ἔδει γὰρ μόνους τοὺς ἀρτίους ἀριθμεῖσθαι, ὑπεξαιρουμένων τῶν περιττῶν. Ἢ μᾶλλον εἰπεῖν ἀληθὲς, ὡς ἀριθμὸς διττὸς λέγεται· ὁ μὲν γάρ ἔστι καθ᾽ αὐτὸν, ὡς αὐτὴ ἡ φύσις τοῦ ἀριθμοῦ, ὁ δὲ ἐν σχέσει καὶ πράγματι θεωρούμενος, ὥσπερ λευκὸν, ἥ τε λευκότης καὶ τὸ λελευκασμένον. Αὕτη τοίνυν ἡ φύσις τοῦ ἀριθμοῦ οὔτε διαιρεῖ, οὔτε συνἅπτει, ἀλλ᾽ ἀμφότερα δέχεται· οἷον ἡ δυὰς, εἰ μὲν τὰς μονάδας, ἐξ ὧν συνίσταται, σκοπεῖς, εἰς ταῦτα διαιρεῖται. Τὰ γὰρ δύο, διαιρεῖται εἰς ἕν καὶ ἕν. Εἰ δὲ τούτων τὴν ὁμάδα θεωρεῖς, ἐκ τούτων μᾶλλον συνάπτεται· ἕν γὰρ καὶ ἕν, δύο· δύο καὶ δύο, τέσσαρα. Καὶ πάλιν ὁ ἀριθμὸς, οὗ διαίρεσίς ἐστιν, ἀλλὰ σημεῖον δηλωτικὸν τοῦ ποσοῦ τῶν προκειμένων, εἴτε ἡνωμένων, εἴτε διῃρημένων, ἄλλον λόγον, καὶ οὐ τοῦ ἀριθμοῦ ταῦτα διαιροῦντος, ἢ συνάπτοντος. Δέκα γὰρ πήχεις λέγοντες τοῦδε τοῦ ξύλου τυχὸν, συνεχοῦς ὄντος, οὐ συνδιαιροῦμεν τῷ ἀριθμῷ καὶ τὴν ἐν τῷ δεκαπήχει ξύλῳ ἑνότητα· καὶ πάλιν δέκα φοίνικας λέγοντες, ἐν διαιρέσει τούτους ἐπιστάμεθα· καὶ ἕνα μόδιον, σίτου τυχὸν, ἢ φοινίκων, λέγοντες, ἐν διαιρέσει τοὺς τῷ μοδίῳ ἀνεχομένους κόκκους οἴδαμεν. Καὶ εἰ μὲν ὁ ἀριθμὸς ἐπιφημισθῇ φύσεσιν, οὐ τὸ ποσὸν αὐτῶν προηγουμένως, τὸ δὲ ἀλλογενὲς παρἰστησι. Βοὸς γὰρ τυχὸν καὶ ἵππου δύο λέγοντες φύσεις, οὗ τὴν κατὰ τὸ ποσὸν αὐτῶν διαίρεσιν, ἀλλὰ τὸ κατὰ τὸ εἶδος παρηλλαγμένον σημαίνομεν. Τρεῖς δὲ ἵππους ἢ ἀνθρώπους λέγοντες, Πέτρον τυχὸν, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, τὸ διῃρημένον μᾶλλον αὖτῶν, καὶ ὡς οὐ τοιοίδε, τόσοι δὲ μᾶλλον δηλοῦμεν. Καὶ ἐπὶ μὲν τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος τρεῖς τὰς ὑποστάσεις κηρύττοντες, μίαν τούτων οὐσίαν καὶ φύσιν ὁμολογοῦμεν. Ἐπὶ δέ γε τῆς σωτηρίου οἶκονομίας, δύο λέγοντες φύσεις, τὸ ἑτεροειδὲς αὐτῶν, οὐ τὸ κεχωρισμένον σημαίνομεν, ὡς ἐκεῖσε τῶν οὐσιῶν τὸν ἀριθμὸν, κἂν μηδεμία ὑπόστασις εἴη ἀνούσιος, οὕτω κἀνταῦθα τῶν ὑποστάσεων, κἂν μηδεμία φύσις ἀνυπόστατος εἴη, δικαίως ἐκβάλλοντες.

Εἰ ἡ δυὰς πάντως εἰσάγει διαίρεσιν, καὶ διὰ τοῦτο τὸν ἀριθμὸν τῶν φύσεων φεύγετε, τί τῶν ἰδιοτήτων τὸν ἀριθμὸν οὐκ ἐκκλίνετε;

Μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην ὁμολογεῖτε, καὶ κοινὴ ὑμῖν καὶ ἡμῖν ἡ δόξα· Πατρῶν γὰρ ὁ λόγος ἐστίν. Ἀλλ᾽ εἰ μὲν δύο τὰς φύσεις δηλοῦν διὰ τούτου βούλεσθε, εἰκαῖος ὑμῖν ὁ πρὸς τὴν ἀλήθειαν πόλεμος. Εἰ δὲ ὡς μιᾶς ἐμφαντικὸν, τοῦτο ἀπλῶς ἀντιφαντικῶς κατὰ τῶν δύο προϊσχεσθε, μάτην ὑμῖν τὸ, σεσαρκωμένην, παρέῤῥιπται. Εἰ δὲ μήτε μίαν ἁπλῶς, μήτε δύο ἡνωμένας παρίστησι, πάντως ὅ τί ποτε ἐπιμόριον μεταξὺ τῆς μιᾶς καὶ τῶν δύο παραληφθῇ, τοῦτο ἡμῖν δηλώσει τὸ, σεσαρκωμένην· εἴτε δίμοιρον, εἴτε ἥμισυ τοῦδε ποσοῦ, ὑμεῖς ἂν εἴητε κύριοι· ὅπου γε οἱ μακάριοι ὁ Ἀθανάσιός τε καὶ Κύριλλος ἐνταῦθα καταχρηστικῶς, καὶ οὐ κυρίως, τῷ τῆς φύσεως ὀνόματι τὴν ὑπόστασιν ἐδήλωσαν, ὡς καθολικωτέρῳ. Κατηγοροῦνται γὰρ τὰ καθολικώτερα τῶν μερικῶν, καὶ ταυτὸν μὲν παντάπασιν οὐκ ἔστιν. Οὐ γὰρ ἡ ὑπόστασις, φύσις· οὐ γὰρ καθολικὸν ἡ ὑπόστασις· ὅμως δὲ δέχεται τό τε ὄνομα καὶ τὸν ὄρον τοῦ καθολικοῦ, ἀλλ᾽ οὐκ ἀντιστρέφει. Ἡ μὲν γὰρ ὑπόστασις, ἤτοι τὸ ἄτομον τῆς φύσεως, φύσις, ἀλλ᾽ οὐ μόνον φύσις, ἀλλὰ μετὰ ἰδιώματος. Ἡ δὲ φύσις, οὐχ ὑπόστασις, ἤτοι ἄτομον· οὕτω καταχρηστικῶς καὶ οὐ κυρίως τῷ τῆς φύσεως ὀνόματι τὴν ὑπόστασιν ἐσήμαναν, ὡς εἶναι τὸ λεγόμενον, μίαν ὑπόστασιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην. Οὐ γὰρ ἡ φύσις τοῦ Θεοῦ Λόγου σεσάρκωται, ἀλλ᾽ ἡ ὑπόστασις· καὶ μάρτυς ὁ θεῖος εὐαγγελιστὴς ὡδέ πη βοῶν διαπρύσιον· « Ὁ Λόγος σὰρξ ἐγένετο.» Ὁ δὲ Λόγος οὐ φύσις ἐστὶν, ὡς ἀνωτέρω δεδήλωται, ἀλλ᾽ ὑπόστασις· καὶ αὐτὸς δὲ ὁ θεοφόρος Κύριλλος ἑτέρωθι τάδε φησίν· « Φύσις τοῦ Λόγου, ἤγουν ἡ ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ Λόγος. » Εἰ γὰρ ἡ φύσις οὔ Λόγου, ἤτοι ἡ θεότης, σεσάρκωται· ἑτέραν γὰρ φύσιν ὁ Λόγος οὐκ εἶχε παρὰ τὴν θεότητα, τῆς αὐτῆς δὲ φύσεως ὁ Λόγος τῷ Πατρὶ καὶ τῷ Πνεύματι, καὶ πάντα κοινὰ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως· καὶ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα σεσάρκωται. Ἕνωσιν τοιγαροῦν φύσεως καθ᾽ ὑπόστασιν, καὶ τοῦ Λόγου σάρκωσιν, καὶ τῆς σαρκὸς θέωσιν ὁμολογοῦμεν. Σάρκωσις γάρ ἔστι τὸ μετασχεῖν σαρκός· σαρκοῦται τοίνυν ἡ ἐνούσιος τοῦ Θεοῦ Λόγου ὑπόστασις, ἤτοι ὁ Θεὸς Λόγος, καὶ παχύνεται, καὶ ὑπόστασις τῇ σαρκὶ γίνεται· καὶ ὧν πρότερον Θεὸς, σὰρξ, ἦτοι ἄνθρωπος ὕστερον γίνεται, καὶ μία τῶν δύο φύσεων χρηματίζει ὑπόστάσις σύνθετος· καὶ ἐν αὐτῇ διὰ τῆς σαρκώσεως ἑνοῦνται αἱ δύο φύσεις, τῆς τε θεότητος καὶ τῆς ἀνθρωπότητος, καὶ περιχωροῦσιν ἐν ἀλλήλαις, ἡ δὲ περιχώρησις ἐκ τῆς θεότητος γίνεται. Αὕτη γὰρ μεταδίδωσι τῇ σαρκὶ τῆς οἰκείας δόξης τε καὶ λαμπρότητος, οὐ μεταλαμβάνουσα τῶν τῆς σαρκὸς παθῶν. Διὸ ἡ μὲν φύσις τῆς σαρκὸς θεοῦται, οὐ σαρκοῖ δὲ τὴν φύσιν τοῦ Λόγου· θεοῖ μὲν τὸ πρόσλημμα, οὗ σαρκοῦται δέ. Ὠφελεῖται γὰρ τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος, οὐ παραβλάπτεται δὲ τὸ κρεῖττον ὑπὸ χείρονος. Ὡς γὰρ ὁ σίδηρος μὲν πυροῦται, τὸ δὲ πῦρ οὐ σιδηροῦται· καὶ ὡς ἡ σὰρξ μὲν ψυχοῦται, ἡ δὲ ψυχὴ οὐ σαρκοῦται, οὕτως ἡ θεία φύσις, θεοῖ μὲν τὴν σάρκα, αὐτὴ δὲ οὐ σαρκοῦται· οὐ γὰρ δεκτικὴ ἡ θεία φύσις τῆς οἰασοῦν προσθήκης, ἢ ὑφαιρέσεως· καὶ μεταδοτικὴ μὲν, οὐ μεταληπτικὴ δέ. Διὸ οὐδεμία φύσις σύνθετος γέγονε. Ταυτὸν οὖν ἔστιν εἰπεῖν, ἐνούσιον ὑπόστασιν, καὶ φύσιν τοῦ Θεοῦ Λόγου· ὡς γὰρ εἴρηται, τὴν ὑπόστασιν τῷ τῆς φύσεως ὀνόματι ὑπεσήμαναν οἱ μακάριοι Ἀθανάσιος καὶ Κύριλλος. Ἡ μὲν γὰρ ὑπόστασις, καὶ φύσις· οὐκέτι δὲ καὶ ἡ φύσις, ὑπόστασις. Οὐ γὰρ ἀντιστρέφει κατηγοροῦνται μὲν γὰρ τῶν μερικῶν τὰ καθόλου, τὰ δὲ μερικὰ τῶν καθόλων οὐ καταφάσκεται. Εἰ δὲ καὶ τινος σιδήρου πυρουμένου, ἡ φύσις τοῦ σιδήρου πεπυρῶσθαι λέγεται· ἀλλ᾽ εἰδέναι χρὴ ὡς διὰ τὸ δεκτικὴν εἶναι τὴν φύσιν τοῦ σιδήρου πυρώσεως, καὶ διὰ τὸ φύσεως ἔργον εἶναι τὴν πύρωσιν. Ἐπὶ δὲ τῆς τοῦ Λόγου σαρκώσεως, οὐ φύσεως ἔργον ἡ σάρκωσις, ἀλλὰ τρόπος οἰκονομικῆς συγκαταβάσεως. Οὐκ ἔστιν οὖν εἰπεῖν, μίαν τῶν τῆς θεότητος ὑποστάσεων ἔχειν τι, ὅπερ οὐχὶ πᾶσαι αἱ ὑποστάσεις κέκτηνται, πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως. Καὶ ἡ σάρκωσις δὲ τρόπος δετέρας ὑπάρξεως πέφυκε, μόνῳ τῷ μονογενεῖ Υἱῷ καὶ Λόγῳ ἁρμόζουσα, ὡς ἂν ἰδιότης μείνῃ ἀκίνητος.

Ἀλλ᾽ ἐρεῖτε τυχόν· Πῶς οὖν φαμεν τὴν φύσιν τῆς σαρκὸς τεθεῶσθαι καὶ πεπονθέναι, μὴ ταῦτα πασῶν τῶν τῆς ἀνθρωπότητος ὑποστάσεων καταφάσκοντες· τὴν δὲ φύσιν τοῦ Λόγου σεσαρκῶσθαι λέγοντες, ἐπὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὴν σάρκωσιν ἀναφέρομεν; Ὅτι πᾶσα ἡ τῶν ἀνθρώπων φύσις δεκτική ἐστι τῶν κατὰ φύσιν, καὶ παρὰ φύσιν, καὶ ὑπὲρ φύσιν, οὐ μεταβολῇ φύσεως. Ἡ δὲ θεία φύσις πάσης ἀλλοιώσεως καὶ προσθήκης ἐστὶν ἀνεπίδεκτος οὗ μόνον δὲ, ἀλλ᾽ ὅτε καὶ ἀπαρχὴ ὑπῆρχεν ἡ σὰρξ ἐκείνη τοῦ ἡμετέρου φυράματος, καὶ οὐχ ὑπόστασις ἰδιοσύστατος ἐγεγόνει, ἀλλὰ φύσις ἐνυπόστατος συμπληρωτικὴ τῆς συνθέτου τοῦ Χριστοῦ ὑποστάσεως, καὶ οὐχ ἑαυτῆς ἕνεκα, ἀλλὰ τῆς κοινῆς σωτηρίας τῆς φύσεως ἡνώθη τῷ Θεῷ Λόγῳ· φαμὲν τοίνυν τὴν φύσιν τῆς θεότητος ἡνῶσθαι τῇ φύσει τῆς ἀνθρωπότητος, σεσαρκῶσθαι δὲ τὴν τοῦ Λόγου ὑπόστασιν. Σάρκωσις μὲν γὰρ, σαρκὸς πρόσληψις, καὶ τὸ σαρκὶ γενέσθαι ὑπόστασις. Ἕνωσις δὲ, δύο τινῶν σύνοδος, καὶ εἰς ταυτὸν συνέλευσις.

Τὸ τοῦ ἀνθρώπου παράδειγμα, ἂν μὲν ἐπὶ τοῦ εἴδους καὶ τῆς φύσεως λάβητε, εἰς Χριστὸν χώραν οὐχ ἕξει. Εἶδος γὰρ Χριστῶν οὐδέπω καὶ νῦν ἀκηκόαμεν· διὸ οὔτε φύσις ὁ Χριστὸς, ἀλλ᾽ ὑπόστασις. Κατὰ γὰρ τὸν μακάριον Κύριλλον, τὸ Χριστὸς ὄνομα, οὔτε ὄρον δύναμιν ἔχει, οὔτε τὴν τινος οὐσίαν δηλοῖ. Ἂν δὲ ἐπὶ τοῦ τινος ἀνθρώπου, ὑπόστασις δὲ οὗτος, οὐκ ἄτοπον. Ἰστέον δὲ, ὡς οὐκ ἀνάγκη τὰ παραδείγματα καθόλως τοῖς παραδεικνυμένοις ἐοικέναι, ἔχειν δὲ μᾶλλον κατά τι καὶ τὸ ἀπεοικός· ἐπεὶ οὐκ ἂν εἴη παράδειγμα. Ἰουστῖνος τοίνυν ὁ φιλόσοφος καὶ μάρτυς οὕτω φησὶν ἐν τῇ Ἐκθέσει τῇ περὶ τῆς ὀρθῆς ὁμολογίας « Τινὲς μὲν τὴν ἕνωσιν ὡς ψυχῆς πρὸς σῶμα νοήσαντες, οὕτως ἐκδεδώκασι· καὶ ἁρμόδιον γὰρ τὸ παράδειγμα· εἰ καὶ μὴ κατὰ πάντα. Κατά τι γοῦν· ὡς γὰρ εἷς μέν· ἐστιν ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις δύο.»

Σκοπεῖτέ τε ὡς οὐκ εἶπεν, Εἷς ἐστιν ὁ ἄνθρωπος ἐκ δύο φύσεων, ἀλλ᾽, Ἔχει φύσεις δύο, ὥστε καὶ μετὰ τὴν τῶν δύο φύσεων ἕνωσιν, δύο φύσεις ἔχειν τὸν ἄνθρωπον ἔφησεν. « Ὡς γὰρ εἷς μέν ἐστι, φησὶν, ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις δύο ἐν αὐτῷ διαφόρους, καὶ κατ᾽ ἄλλο μὲν λογίζεται, κατ᾽ ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ· ψυχῇ μὲν γὰρ νοερᾷ λογισάμενος, εἰ τύχοι τοῦ πλοίου τὴν σύμπηξιν, χερσὶ τὸ νοηθὲν εἰς πέρας ἄγει οὕτως ὁ Υἱὸς, εἷς ὧν, καὶ δύο φύσεις, κατ᾽ ἄλλην μὲν τὰς θεοσημείας ἐργάζεται, κατ' ἄλλην δὲ τὰ ταπεινὰ παραδέχεται. Ἡ μὲν γὰρ ἐκ Πατρὸς καὶ Θεὸς, ἐνεργεῖ σημεῖα· σημεῖα ἣ δὲ ἐκ Παρθένον καὶ ὁ ἄνθρωπος, τὸν σταυρὸν, καὶ τὰ πάθη, καὶ τὰ παραπλήσια φυσικῶς ἐθέλων ὑπέμεινε. » Τίνι καταφαίνεταί σοι συνηγορεῖν τὸ παράδειγμα; τοῖς μίαν ἐπὶ Χριστοῦ φύσιν λέγειν τολμῶσι, ἢ τοῖς δύο ὀρθοδόξως ἀσυγχύτους καὶ ἀδιαιρέτους κηρύττουσιν; Ὁ θεολόγος Γρηγόριος τάδε φησί « Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο, οὐδὲ θεοί.»

Ὅτι δὲ πλεῖστον ἔχει τὸ ἀπεικὸς, ἐντεῦθεν εἰσόμεθα. Ἐκ τίνων φατὲ συντεθεῖσθαι τὸν ἄνθρωπον; Ἐκ ψυχῆς δηλαδὴ καὶ σώματος. Τί οὖν μὴ ἐκ Θεοῦ καὶ ἀνθρώπου τὸν Χριστὸν ὁμολογεῖτε; ἣ τίνος ἕνεκα μὴ ἐκ ψυχότητος τὸν ἄνθρωπον καὶ σωματότητος, ὥσπερ τὸν Χριστὸν ἐκ θεότητος καὶ ἀνθρωπότητος; Διὰ τί δὲ ὁ ἄνθρωπος μὴ ὅλος ψυχὴ καὶ ὅλος σῶμα λέγοῖτο, ὡς Χριστὸς ὅλος Θεὸς καὶ ὅλος ἄνθρωπος; καὶ ὅλος ἐν ψυχότητι τέλειος, καὶ ὅλος ἐν ἀνθρωπότητι τέλειος, ὡς ὁ Χριστὸς ὅλος ἐν θεότητι τέλειος καὶ ὅλος ἐν ἀνθρωπότητι τέλειος· καὶ ὅλος Ψυχὴ μετὰ τοῦ σώματος, καὶ ὅλος σῶμα μετὰ τῆς ψυχῆς, ὡς ὁ Χριστὸς ὅλος θεὸς μετὰ τῆς σαρκὸς αὐτοῦ, καὶ ὅλος ἄνθρωπος μετὰ τῆς αὑτοῦ ἀνάρχου θεότητος· Ὁ μὲν γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος ἕτερόν τι παρὰ ταῦτα γεγένηται ἤτοι ἄνθρωπος· ὁ δὲ Χριστὸς ἐξ ἑτέρων τὰ αὐτά· ἐκ θεότητος καὶ ἀνθρωπότητος, Θεός τε καὶ ἄνθρωπος. Εἰ δὲ κατὰ πάντα ἔχει τὴν ὁμοιότητα, ἔδει καὶ Χριστότητα τὴν σύνθετον ὑμῶν ὀνομάζεσθαι φύσιν, ὥσπερ ἀνθρωπότης ἡ τῶν ἀνθρώπων» φύσις ἔστι τε καὶ λέγεται.

Ἄλλως δὲ καὶ ἡ ψυχὴ ὑπὸ τῶν τοῦ σώματος προκατεχομένη παθῶν, καὶ προπάσχει πολλάκις τοῦ σώματος, συμπάσχει δὲ διηνεκῶς. Ἀγωνιᾷ γὰρ πολλάκις τὴν τοῦ σώματος τομὴν, καὶ πρὸ τοῦ πάθους τοῦ σώματος πάσχει, καὶ ἀλλοιοῦται· καὶ μετὰ τὴν τομὴν οὐδὲν ἧττον τοῦ σώματος τὰ τῆς ὀδύνης ἐμπαθῶς παραδέχεται. Ὅπερ ἐπὶ τῆς τοῦ Κυρίου θεότητος οὐκ ἄν τις μὴ παραπλὴξ τὴν διάνοιαν εἴπῃ ποτέ. Εἰ οὖν καὶ μιᾶς φύσεως ὁ ἄνθρωπος λέγεται, ἀλλ᾽ ὡς εἶδος, οὐχ ὡς ὑπόστασις. Ὅταν μὲν γὰρ ἄνθρωπος πρὸς ἄνθρωπον κρίνηται, μιᾶς φύσεως ὡς ὁμοούσιοι λέγονται, καὶ ὡς ὑφ᾽ ὃν εἶδος ταττόμενοι· ὅτε δὲ φυσιογενεῖται ὁ ἄνθρωπος, δύο ἐπ᾽ αὑτοῦ φύσεις θεωρηθήσονται, ψυχῆς λέγω καὶ σώματος. Ἐν γὰρ τῇ τῆς ψυχῆς πρὸς τὸ σῶμα συγκρίσει, τίς οὕτως ἀνόητος, ὡς μίαν ἀμφοτέρων φύσιν εἰπεῖν; Χριστῶν δὲ εἶδος οὐκ ἔστιν· οὐ γὰρ πολλοὶ Χριστοὶ ἐκ θεότητος συντεθειμένοι καὶ ἀνθρωπότητος, ἵνα πάντες ὑπὸ τὸ αὐτὸ εἶδος ταττόμενοι, μιᾶς κηρυχθῶσι φύσεως· ἀλλ᾽ εἷς ἐστιν ὁ Χριστὸς, ἐκ δύο καὶ ἐν δυσὶ γνωριζόμενος φύσεσιν.

Ἐπιστήσατε δὲ, ὡς ἐν δυσὶν αὐτὸν χιμάροις ὃ μακάριος διαγράφει Κύριλλος, ἀλλ᾽ οὐ πρὸς τὰς ὑποστάσεις, ἀλλὰ πρὸς τὸ διάφορον τοῦ ζῶντος καὶ τοῦ τεθυμένου, τὸ παράδειγμα φέρει. Καὶ τοῦτο δὲ φαμεν, ὡς ἐκ δύο κτιστῶν τάχα που γενέσθαι μίαν οὐκ ἀδύνατον φύσιν· ἐκ δὲ κτιστοῦ καὶ ἀκτίστου μίαν φύσιν γενέσθαι ἀμήχανον, ἣ τῶν δύο μετέχουσαν, ἣ ἕτερόν τι παρὰ ταῦτα, κατὰ τὸν θεολόγον Γρηγόριον Πῶς γὰρ ἡ αὐτὴ ἤρξατό τε τοῦ εἶναι, καὶ οὐκ ἤρξατο;

Εἰ ταυτόν ἔστιν εἰπεῖν, ἐκ θεότητός τε καὶ ἀνθρωπότητος, καὶ ἐκ δύο φύσεων, δύο φύσεις ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν μὴ λέγοντες, οὐδὲ θεότητα καὶ ἀνθρωπότητα ἐν αὐτῷ μετὰ τὴν ἕνωσιν ὁμολογεῖτε.

Τὰ μιᾶς οὐσίας, τὰς αὐτὰς ἀπαραλείπτως ἕξει διαφοράς. Οὔτε γὰρ, ἐπειδὴ λογικὸς ὁ ἄνθρωπος, καὶ λογικὸς ὁ ἄγγελος, μία φύσις ἀγγέλου καὶ ἀνθρώπου λεχθήσεται. Ἀθάνατος γὰρ ὁ ἄγγελος. θνητὸς δὲ ὁ ἄνθρωπος, καὶ οὐ πάντη τὴν ὁμοίωσιν ἔχει. Καὶ θνητὸς μὲν ὁ ἄνθρωπος, θνητὸς δὲ καὶ ὁ κύων ἀλλὰ λογικὸς μὲν ὁ ἄνθρωπος, ὁ δὲ κύων ἄλογος, καὶ οὗ μιᾶς φύσεως. Ἀνάγκη τοίνυν τὰ μιᾶς οὐσίας, τὰς αὐτὰς ἀπαραλείπτως ἔχειν οὐσιώδεις διαφοράς. Εἰ ἢ τοίνυν μία οὐσία τῆς τοῦ Θεοῦ Λόγου θεότητος καὶ τῆς σαρκὸς αὐτοῦ, αἱ αὐταὶ διαφοραὶ ἀμφοῖν ἀπαραλείπτως ἔσονται.

Εἰ τὰ ἐξ ὧν ὁ Χριστὸς, μὴ ἐν αὑτῷ, ὃ ἀπὦλοντο, ἣ ἐν ἑτέρῳ καὶ ποῦ, δείξατε.

Εἰ ἐπὶ τῶν ὁμοουσίων ἡ μία φύσις λεγομένη, ταυτότητα φύσεως, οὐχ ὑποστάσεως, δηλοῖ, πῶς ἐπὶ τῶν ἑτεροουσίων, αἱ δύο φύσεις, οὐ τὸ διάφορὸν τῶν οὐσιῶν, ἀλλ᾽ ὑποστάσεων δηλώσει διαίρεσιν;

Τὰ πρός τι ἅμα, καὶ ἀεὶ ἅμα· ἡ δὲ ἕνωσις Ὁ καὶ τὰ ἐνωθέντα, τῶν πρός τι, Ἅμα οὖν ἡ ἕνωσις καὶ τὰ ἐνωθέντα. Ἢ τοίνυν καὶ τὰ ἐνωθέντα κηρῦξατε, ἣ καὶ τὴν ἕνωσιν παύσατε. Καὶ τίς λοιπὸν τῆς διαιρέσεως αἴτιος;

Τὸ ἄλλος καὶ ἄλλος ὑποστάσεων ἀντωνυμίαι, φύσεων δὲ τὸ ἄλλο καὶ ἄλλο, κατὰ τὸν θεολόγον Γρηγόριον. Εἰ οὖν ἀεὶ τὸ ἄλλος καὶ ἄλλος ἐπὶ τῆς θεολογίας τὰς ὑποστάσεις δηλοῖ ἄρα καὶ τὸ ἄλλο καὶ ἄλλο ἐπὶ τῆς οἰκονομίας ἀεὶ τὰς φύσεις δηλώσει.

Τὸ ἄλλο τῇ φύσει εἰπεῖν, καὶ τὸ ἄλλην φύσιν, ταὐτόν. Εἰ οὖν τὸ πρῶτον ἀεὶ ἐπὶ τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ἀεὶ καὶ τὸ δεύτερον. Ἄλλη δὲ καὶ ἄλλη φύσις, οὐκ ἔσται μία.

Τί ὑμῖν βούλεται ἡ σύνθετος φύσις; Ἑνικῇ προφορᾷ δύο σημαίνει πράγματα· ὡς παρὰ τοῖς Πατράσιν ἣ διττὴ, καὶ ἡ διπλῇ φύσις, καὶ ὡς χορὸς καὶ λαὸς, ἣ πληθυντικῇ προφορᾷ μίαν, ὡς Ἀθῆναι, Θῆβαι, καὶ τὰ τοιαῦτα. Εἰ μὲν οὖν τὸ πρότερον, περιττὸν τὸ μίαν λέγειν· οὐδὲ γὰρ οἱ Πατέρες μίαν εἶπον. Εἰ δὲ τὸ δεύτερον, περιττὸν τὸ σύνθετον· ταυτὸν γὰρ ὑμῖν ἐκ τε τῆς ἁπλῆς καὶ τῆς συνθέτου σημαίνεται. Εἰ δὲ ἕτερόν τι παρὰ τὰ εἰρημένα, ἄλλην ἢ ἡμῖν συγκεχυμένην εἰσκομίζετε φύσιν, ὥσπερ ἡμίονον, καὶ τὴν παρ᾽ Ἕλλησιν τῶν πολυμόρφων ζώων τερατείαν.

Ἡ μία σεσαρκωμένη φύσις, ἢ ὡς σχῆμα τὴν σάρκα περίκειται, καὶ μία ἐστὶ καὶ σεσαρκωμένη, οἷα χαλκὸς ἀνδριάντος μεμορφωμένος σχήματι, ἢ τῆς σαρκὸς τραπείσης τῆς προσληφθείσης εἰς τὴν τοῦ προσλαβομένου φύσιν, ἣ ὡς τῆς τοῦ προσλαβόντος φύσεως μεταβληθείσης εἰς τὴν τοῦ προσλήμματος φύσιν, καὶ τῆς οἰκείας οὐσίας πεπονθυίας ἔκστασιν, ἣ οὐσία οὐσίᾳ ἕνωται, καὶ δύο εἰσίν· οἷον οὖν αἱρεῖσθε, κηρύξατε, ἣ δύο φύσεις ὁ Χριστὸς, παντελῶς οὐ δύο. Τὰ γὰρ ἀντιφατικῶς λεγόμενα, ὁλικῶς ἀντίκειται· ἢ τοίνυν δύο κηρύττετε, ἣ μίαν ἀπολύτως εἴπατε. Τί γὰρ λέξιν προβάλλεσθε, ἧς ἀρνεῖσθε τὴν δύναμιν πρὸς ἐξαπάτην τῶν ἀπλουστέρων;

Μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην λέγοντες, ἣ τοῦ, σεσαρκωμένην, ἀρνεῖσθε τὴν δύνᾶμιν, ἣ ἐξ ὀνόματος καὶ ὅρου δύο φύσεις κατὰ περίφρᾶσιν λέγετε μίαν μὲν φύσιν ἀναφανδὸν ὄνομάζοντες, τὴν δὲ ἑτέραν ἐξ ὅρου μηνύοντες. Εἴπερ σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ καὶ νοερᾷ, ἀνθρώπου φύσις ἐστί.

Τὰ ἑτεροούσια ἑνώσει γίνεται ἕν, καὶ οὐ φύσει. Φύσει γὰρ ἕν τὰ ὁμοούσια. Ἕτερον τοίνυν φύσις καὶ ἕτερον ἕνωσις, καὶ τὸ ἐξ ἑκάστου ἀποτελούμενον ἕν ἕτερον ἐξ ὁμοουσιότητος μὲν φύσις μία, ἡ ἐκ δὲ τῆς καθ᾽ ὑπόστασιν ἑνώσεως, μία ὑπόστασις.

Τὸ Χριστὸς ὄνομα, κατὰ τὸν μακάριον Κύριλλον, οὔτε δύναμιν ὅρου ἔχει, οὔτε τὴν τινος οὐσίαν δηλοῖ. Εἰ δὲ μὴ οὐσίαν δηλοῖ, καὶ ὅρου δύναμιν οὐκ ἔχει, ὑπόστασις ἂν εἴη καὶ οὐ φύσις. Ὅρῳ μὲν γὰρ Οὐσία καὶ φύσις δηλοῦσθαι πέφυκεν, ὑπογραφῇ δὲ, πρόσωπον καὶ ὑπόστασις, εἴπερ ὁ μὲν ἐξ οὐσιωδῶν, ἡ δὲ ἐξ ἐπουσιωδῶν σύγκειται. Τὸ δὲ Θεὸς ὄνομα, ζηλωτικὸν οὐσίας ἐστίν· ὡσαύτως δὲ καὶ τὸ ἄνθρωπος. Τί οὖν τὸν ἕνα Χριστὸν, τὸν Θεόν τε καὶ τὸν ἄνθρωπον, μὴ μίαν μὲν ὑπόστασιν σύνθετον, ὡς Χριστὸν, ὡς Θεὸν δὲ καὶ ἄνθρωπον, δύο φύσεις χηρύξατε;

Εἰ δὲ καὶ ἐκ τελείων ἡ ἕνωσις γένοιτο, ἀλλά γε καὶ πρὸς τὸ ὅλον, ἤτοι τὸ ἐκ τῆς ἐνώσεως ἀποτέλεσμα, μέρη τὰ πρὸς ἕνωσιν συνελθόντα λέγεται, ὡς ἐκ χοὸς τυχὸν, ἡ πλίνθος, καὶ ἀχύρου, καὶ ὕδατος, ὧν ἕκαστον, καθ᾽ αὑτὸ μὲν τέλειον, μέρος δὲ πρὸς τὴν πλίνθον λελόγισται. Μέρη τοίνυν Χριστοῦ δύο φύσεις ἐκ θεότητος γὰρ οὗτος καὶ ἀνθρωπότητος. Πῶς οὖν οὐκ ἐν τῷ ὅλῳ τὰ μέρη, καὶ τὸ ὅλον ἐν τοῖς μέρεσιν; Ἢ γὰρ ἐν αὐτῷ, ἣ ἀλλαχόσε, ἢ ἀνῄρηται καὶ αὐτὸς, ἣ ἐν ἄλλοις παρὰ ταῦτα, ἣ οὐδαμῇ.

Εἰ τῆς αὐτῆς φύσεως ἡ σὰρξ τῇ τοῦ Λόγου θεότητι, πῶς οὐ γέγονε τετρὰς ἡ Τριάς; Τὰ γὰρ ὁμοούσια ἑτέρας ἐστὶν ὑποστάσεως. Εἰ δὲ ἑτεροούσιὸς, πῶς οὐ δύο φύσεις ἐστὶν Χριστός; Χριστός

Εἰ ὁ θεὸς Λόγος καὶ ὁ Πατὴρ κατά τί εἰσ: δύο, ἡ δὲ σὰρξ καὶ ὁ Θεὸς Λόγος κατ᾽ οὐδέν εἰσι δύο, πλέον ἥνωται τῇ σαρκὶ, Θεὸς Λόγος, ἢ τῷ Πατρί. Εἰ δὲ οὐ πλέον κατά τι γοῦν εἰσι δύο ὁ Θεὸς Λόγος καὶ ἡ σάρξ. Καὶ εἰ. κατά τι, δύο κατὰ φύσιν· οὐ γὰρ καθ᾽ ὑπόστασιν.

Ὁ εἷς Χριστὸς, ἡ σύνθετο; ὑπόστασις, κατὰ μὲν φύσιν ταυτίζεται τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τῇ Μητρί τε καὶ ὑμῖν· καὶ τῷ Πατρὶ γάρ ἔστι καὶ ὑμῖν ὁμοούσιος· διαφέρει δὲ καθ᾽ ὑπόστασιν. Εἰ μὲν οὖν μίαν φύσιν αὐτῷ δῶτε σύνθετον, συνθέτου φύσεως τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον λέξατε, καὶ μιᾶς φύσεως τὴν Τριάδα καὶ τοὺς ἀνθρώπους εἴποιτε. Εἰ δὲ ὑπόστασιν ἐν δύο γνωριζομένην φύσεσι, κατ᾽ ἄλλο ἔσται τῷ Πατρὶ καὶ κατ᾽ ἄλλο ἡμῖν ὁμοούσιος.

Ἡ θεότης κατὰ τῶν τριῶν τῆς ζωαρχικῆς Τριάδος ὑποστάσεως φέρεται, ὁμοίως καὶ ἡ ἀνθρωπότης κατὰ τῶν ἀπείρων τῆς ἀνθρωπίνης φύσεως ὑποστάσεων. Εἰ τοίνυν μίαν φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος εἴπητε, μία φύσις καθ᾽ ὑμᾶς ἐν τῷ Χριστῷ γέγονε τῶν ἁγίων τῆς Τριάδος τριῶν ὑποστάσεων.

Εἰ μερικὴν καὶ ἰδικὴν οὐσίαν τοῦ Λόγου φατὲ, καὶ ταὐτὸν φύσιν καὶ ὑπόστασιν δείξατε ἡμῖν τίνα τῶν ἁγίων Πατέρων τρεῖς φύσεις ἢ οὐσίας ἐπὶ τῆς ἁγίας Τριάδος εἰπόντα, καὶ ἡμεῖς σιγήσομεν, χεῖρα ἐπὶ στόματι θέμενοι. Εἰ δὲ μὴ δεῖξαι δύνασθε, τί μάτην· ἀπὸ καρδίας, καὶ οὐκ ἐκ Θεοῦ, λαλοῦντες φρυάττεσθε;

Τὸ τῶν πραγμάτων ποσὸν, οὐ μόνον ὡρισμένης ἀριθμὸς παρίστησιν, ἀλλὰ δὴ καὶ ὁ ἀόριστος, ὁ πολλὰ τυχὸν, καὶ ὀλίγα. καὶ πλείονα, καὶ ἐλάττονα· καὶ ἡ ἀναλογία δὲ ταὐτὸν οἷδε πολλάκις ποιεῖν, ὡς τὸ μεῖζον καὶ ἴσον καὶ ἧττον· ἀλλὰ καὶ ἡ δεικτικὴ φωνὴ, τοῦτό φημι, κἀκεῖνο, καὶ ταῦτα, καὶ ἄλλο, καὶ ἕτερον· καὶ ἡ τάξις, ὡς πρὸ τοῦδε, καὶ μετ᾽ ἐκεῖνο, καὶ ἀπ᾿ ἀρχῆς, καὶ ὕστερον, καὶ ἕτεροι δὲ τρόποι τυχόν. Εἰ μὲν οὖν πάντας τοὺς τρόπους δηλωτικοὺς τῆς τῶν πραγμάτων ποσότητος, διαιρετικοὺς λέγετε, ἐγγύθεν ὁ ἔλεγχος. Μίαν γὰρ καὶ μίαν φύσιν, ἕτερόν τε καὶ ἕτερον, καὶ ἄλλο καὶ ἄλλο, καὶ φύσεις ἀορίστως καὶ ἰδιότητας, καὶ μεῖζον καὶ ἔλαττον, καὶ πρότερον καὶ ὕστερον λέγετε. Εἰ δὲ μόνον τὸν ὡρισμένον ἀριθμὸν, καὶ μάλιστα τῆς δυάδος, διαιρεῖν ὑποτίθεσθε τῆς ἐξουσίας· τίς γὰρ ἡ ἀποκλήρωσις τῆς ἀληθείας ἑτέρως ἐχούσης; Ἡ δυὰς γὰρ καὶ τὰ δύο ὁμοῦ τὰ ἀριθμούμενα συλληπτικῇ δυνάμει παρίστησιν, ἣ τῆς μιᾶς ὑμῶν ὁ διαλελυμένος ἀριθμὸς, καὶ καθ᾽ ἑαυτὸν θεωρούμενος.

Ἐπὶ πᾶσι τοῦτο ἡμῖν ἀπαγγείλατε· ἔχει θείαν φύσιν ὁ Χριστὸς καὶ μετὰ τὴν ἕνωσιν; Ναὶ, ἐρεῖτε. Ἔχει δὲ καὶ ἀνθρωπίνην; Καὶ τοῦτο συνομολογήσετε, εἴ γε μὴ γυμνῇ τῇ κεφαλῇ ἀσεβεῖν βουληθεῖτε. Φύσις οὖν θεία καὶ φύσις ἀνθρωπίνη, μία φύσις, ἢ δύο εἰσίν; Ἀλλ᾽ εἰ μὲν μίαν εἴπητε, ἔσται ὁ Πατὴρ ἡμῖν ὁμοούσιος· εἰ δὲ δύο καὶ οὐ μία, τί μὴ τὸν τύφον σὺν τῷ τούτου γεννήτορι μακρὰν ἀποῤῥίψαντες, μεθ᾽ ἡμῶν ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον, μίαν ὑπόστασιν ἐκ δύο φύσεων, καὶ δύο φύσεις, καὶ ἐν δυσὶ φύσεσι, μετὰ τὴν ἕνωσιν ὁμολογήσετε; Εἰ μὲν γὰρ οὐδέποτε δύο φύσεων τὸν Χριστόν φατε, τί μάτην μιᾶς αὐτὸν φύσεως μετὰ τὴν ἕνωσιν λέγετε; Εἰ πρὸ τῆς ἐνώσεως δύο φύσεων αὐτὸν φάσκοντες, μιᾶς ὁμολογεῖτε μετὰ τὴν ἕνωσιν, ἀντικρὺς πρὸς τὴν ἀλήθειαν ἀπομάχεσθε. Πρὸ γὰρ τῆς ἑνώσεως, ἤτοι τῆς θείας σαρκώσεως, μιᾶς φύσεως ἀπλῆς, ἦτοι τῆς θείας, μία τελῶν ὑπόστασις οὐδὲ Χριστὸς ἦν. Ἢ Ἢ παντελῶς τὰς δύο φύσεις ἐπὶ Χριστοῦ ἀναιρήσετε, ἢ διφυᾶ πρὸ τῆς ἐκ Παρθένου τὸν Χριστὸν σαρκώσεως λέξετε, μὴ διδόναι αὐτῷ τὰς κυρίως οὔσας αὐτοῦ δύο φύσεις μετὰ τὴν ἕνωσιν ἀνεχόμενοι. Ἡμεῖς γὰρ ἐν τῷ λιμένι τῆς εὐσεβείας ἱστάμενοι, καὶ πάσης αἱρετικῆς κακονοίας ἀποκρουόμενοι καταιγίδα· ταῖς αὔραις τοῦ Πνεύματος, ἐπὶ μὲν τῆς ἁγίας καὶ ὑπερυμνήτου Τριάδος μίαν οὐσίαν καὶ φύσιν θεότητος, τρεῖς δὲ τελείας τὰς ὑποστάσεις σέβομεν, μηδεμίαν αὐτὰς πρὸς ἀλλήλας κεκτῆσθαι διαφορὰν ὁμολογοῦντες· πάσας δὲ κοινῶς, καὶ ταυτῶς, καὶ ἀπλῶς, καὶ ἀμερῶς, καὶ ὁλικῶς τὰς θεωνυμίας ἐπὶ πάσης τῆς θεότητος ἐκλαμβάνομεν, ἤτοι τῶν τριῶν ὑποστάσεων τὴν οὐσίαν, εἴτε οὖν φύσιν, τὴν κυριότητα, καὶ τὴν ἁγιότητα, τὴν βασιλείαν, τὴν δύναμιν, τὴν ἐνέργειαν, τὴν θέλησιν, τὴν ἐξοὐσίαν· διακεκριμένως δὲ τὸ Πατὴρ, τὸ Υἱὸς, καὶ τὸ Πνεῦμα γινώσκομεν· τὸ ἀγέννητόν φημὶ, καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκπορευτὸν· μόνον ἀγέννητον τὸν Πατέρα εἰδότες, μόνον γεννητὸν τὸν Υἱὸν, μόνον ἐκρευτὸν τὸ Πνεῦμα τὸ ἅγιον, μὴ μεταπιπτούσης κινουμένης τῆς ἐκάστου ἰδιότητος οὐ συμβεβηκότα· ταῦτα γινώσκοντες οὐδὲν γὰρ ἐπισυμβαίνει θεῷ, ἁλλὰ χαρακτηριστικὰ τῆς ἑκάστου ὑποστάσεων· ἰδιώματα Θεὸν τέλειον τὸν Πατέρα, Θεὸν τέλειον τὸν Υἱὸν, Θεὸν τέλειον τὸ Πνεῦμα τὸ ἅγιον Θεὸν καὶ Θεὸν καὶ Θεὸν, ἀλλ᾽ ἕνα τὰ τρία Θεὸν, σὺν ἀλλήλοις νοούμενά τε καὶ γινωσκόμενα, οὐ συναλειφόμενα εἰς ἣν πρόσωπον καὶ μίαν ὑπόστασιν ἄπαγε· ἀλλ᾽ εἰς ἕν αἴτιον τὸν Πατέρα συναναφερομένου ΥἹοῦ τε καὶ Πνεύματος. Εἷς γὰρ Θεὸς, ἐπειδὴ μία θεότης, οὐ τρεῖς δὲ θεοὶ, ὥσπερ τρεῖς ἄνθρωποι· οὐδὲ γὰρ οὐσίαι τέμνονται, οὐ δυνάμει χωρίζονται, οὐ τόπῳ, οὐκ ἐνεργείᾳ, οὐ βουλήσει μερίζονται, ἀνεκφοίτητον ἔχον: τες τὴν ἐν ἀλλήλοις ἵδρυσίν τε καὶ περιχώρησιν. Ποῦ γὰρ ἔσονται, μὴ ἐν ἀλλήλοις μένοντα; περιγραπτὸν ἂν εἴη οὕτως ἑκάτερον. Εἷς οὖν Θεὸς ἐκ τριῶν τελείων τῶν ὑποστάσεων, ἵνα μὴ σύνθετος ἐξ ἀτελείων φύσις νομίζοιτο, μία δὲ ἐκ τριῶν τελείων ἁπλῇ καὶ ἀσύνθετος, ὑπερτελὴς καὶ προτέλειος.

Ἐπὶ δέ γε τῆς σωτηρίου οἰκονομίας καὶ πᾶσαν ὑπεραιρούσης κατάληψιν, ὁμολογοῦμεν τὸν ἕνα τῆς ἁγίας Τριάδος, τὸν μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, εὐδοκίᾳ τοῦ Πατρὸς σεσαρκῶσθαι ἐκ Πνεῦματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας ἀειπαρθένου καὶ Θεοτόκου· καὶ δύο αὐτοῦ τὰς γεννήσεις σέβομεν, μίαν τὴν προαιώνιον καὶ ἀΐδιον, ἀναιτίως, ἐκ Πατρὸς ἄνευ μητρὸς, καὶ μίαν τὴν ἐκ τῆς Παρθένου μητρὸς ἄνευ πατρὸς διὰ τὴν ἡμετέραν σωτηρίαν. Οὔτε τὸν Πατέρα σεσαρκῶσθαι καὶ γεγεννῆσθαι λέγοντες, οὔτε τὸ Πνεῦμα ἅγιον ἡ γὰρ ἰδιότης ἀκίνητος τῆς υἱότητος. Υἱὸς οὖν ὑπάρχων, Υἱὸς πάλιν γέγονεν. Υἱὸς γὰρ ὧν τοῦ Θεοῦ καὶ Πατρὸς, υἱὸς ἀνθρώπου ἐγένετο, ἐκ δύο φύσεων μία ὑπόστασις σύνθετος. Ὑπόστασις γὰρ ὑπάρχων ἐνούσιος, φύσιν ἀνέλαβεν ἑνυπόστατον, ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος. Ἐνυπόστατον δέ φαμὲν, οὐχ ὡς ἰδίαν ἐσχηκυῖαν ὑπόστασιν, ἀλλ᾽ ἐν τῇ τοῦ Λόγου ὑποστάσει ὑπάρξασαν. Ἅμα γὰρ σὰρξ, ἅμα Θεοῦ Λόγου σάρξ· ἅμα σὰρξ ἔμψυχος λογικὴ, ἅμα Θεοῦ Λόγου σὰρξ ἔμψυχος λογική· οὐδαμῶς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν· μεμένηκε γὰρ τὰ ἐξ ὧν ὁ Χριστός τε καὶ Κύριος, ἄτρεπτα καὶ ἀμετάβλητα· ἀλλ᾽ εἰς μίαν ὑπόστασιν σύνθετον συνδραμουσῶν ἀσυγχύτως καὶ ἀδιαιρέτως· καθ᾽ ὑπόστασιν γὰρ τὴν ἕνωσιν δογματίζομεν. Ἡ δὲ καθ᾽ ὑπόστασιν ἕνωσις, καὶ τῶν συνελθουσῶν οὐσιῶν φυλάττει τὴν διαφορὰν, καὶ τοῦ προσώπου τηρεῖν οἷδε τὴν ἑνότητα. Εἰ γὰρ οὐχ ὁμοούσιος ὁ Λόγος τῇ σαρκὶ, οὔτε κεχωρισμένος τοῦ συνυφεστῶτός ἐστιν, οὔτε μίαν ἐπ᾽ αὐτοῦ φύσιν λέγειν θεμιτὸν, οὔτε δύο τὰς ὑποστάσεις. Ταῦτα γὰρ τὰς ὑποστάσεις ποιεῖ· τὸ γὰρ ὁμοούσιον, τὸ ἕν μὲν καὶ ταυτὸν κατ᾽ οὐσίαν δηλοῖ, Τὸ καθ᾽ ὑπόστασιν δὲ, διάφορον· τοὔμπαλιν δὲ τὸ ἑτεροούσιον, τὸ καθ᾽ ὑπόστασιν μὲν, ταὐτὸν, τὸ δὲ κατὰ φύσιν, τὸ διάφορον τῶν ἡνωμένων.

Οὕτως οὐκ ἔστιν ἄλλος καὶ ἄλλος ὁ Χριστὸς, ἵνα μὴ τετράδι λατρεύωμεν, ἄλλο δὲ καὶ ἄλλο, ἵνα μὴ τῇ θεότητι τὸ πάθος προσάπτωμεν. Εἰ μὲν γὰρ ἄλλος καὶ ἄλλος, μάτην μεγαλαυχούμεν, τὴν τῆς ἡμετέρας φύσεως θέωσιν διὰ τῆς τοῦ Λόγου γεγενῆσθαι σαρκώσεως. Εἰ γὰρ ἡ ἄλλου ἐν ἄλλῳ ἐνοίκησις, σάρκωσις, πλείστας σαρκώσεις ὁ θεὸς ὑπέμεινεν. « Ἐνοικήσω γὰρ, φησὶν, ἐν ὑμῖν, καὶ ἐμπεριπατήσω. » Καί « Οὐκ οἴδατε ὅτι ναοὶ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐνοικεῖ ἐν ὑμῖν; » Εἰ δὲ μὴ ἄλλο καὶ ἄλλο, ταυτὸν κατὰ φύσιν ἡ σὰρξ καὶ θεότης, καὶ πάντα συγκέχυται καὶ συμπέφυρται. Εἰ μὲν οὖν οὐκ ἄλλος καὶ ἄλλος, εἷς ὁ Χριστὸς, καὶ μία ὑπόστασις· ἄλλος γὰρ, ἡ ὑπόστασις. Εἰ δὲ ἄλλο καὶ ἄλλο, οὐχ ἕν δηλαδὴ κατὰ φύσιν. Εἰ δὲ μὴ ἕν, παντί που δῆλον, ὡς δύο. Εἷς οὖν ἐστι καθ᾽ ὑπόστασιν, πρὸς ἑαυτὸν ταυτιζόμενος, τῶν δ᾽ ἄκρων τοῖς χαρακτηριστικοῖς ἀφοριζόμενος ἰδιώμασιν. Εἰ γὰρ καὶ τῶν χαρακτηριστικῶν ἰδιωμάτων ἡ ἁγία αὐτοῦ σὰρξ οὐκ ἄμοιρος ἦν, ἀλλά γε τούτων τὸ ἄθροισμα, καὶ τῆς σαρκὸς ἡ ὑπόστασις τε καὶ σύμπηξις, οὐ καθ᾽ αὑτὴν, ἀλλ᾽ ἐν τῇ τοῦ Λόγου ὑποστάσει γεγένηται, καὶ αὐτὴν οὐκ ἰδίαν ἔσχεν ὑπόστασιν. Ἐντεῦθεν οὔτε ἑνυπόστατος ἦν, οὔτε ἰδίαν ἔσχεν ὑπόστασιν· δύο δὲ φύσεις ὑπάρχει, ὁμοουσιότητι μὲν τῶν ἄκρων, ἑτεροουσιότητι δὲ τῶν μερῶν, ἑνούμενός τε καὶ διαιρούμενος

Δύο δὲ φύσεις λέγοντες, οὐ διαιροῦμεν τὴν ἕνωσιν, τὴν δὲ τροπὴν καὶ τὴν σύγχυσιν φεύγομεν. Λόγῳ γὰρ καὶ τρόπῳ τῆς διαφορᾶς ταύτας ἀριθμεῖσθαι γινώσκομεν. Ὃν γὰρ τρόπον σύγχυσιν φεύγομεν, οὕτω καὶ τὴν διαίρεσιν παραιτούμεθα, ἐπί τε τῆς ἁγίας καὶ θεαρχικῆς Τριάδος, καὶ ἐπὶ τῆς τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος οἰκονομίας. Ὡς γὰρ ἐκεῖ τρεῖς μὲν ὑποστάσεις ὁμολογοῦμεν, μίαν δὲ οὐσίαν καὶ φύσιν κηρύττομεν, οὐδ᾽ ὁποτέραν μὲν τῶν ὑποστάσεων εἰδότες ἀνούσιον· ἀλλ᾽ οὐ ταύτῃ οὐσίαν ἑκάστῃ ἀδιαιρέτως προσνέμοντες, οὐδὲ ἀφοριστικὸν ποσότητος ἀριθμὸν οὐσιῶν καταγγέλλοντες, ἵνα μὴ τὸ ἑτεροφυὲς καὶ ἑτεροούσιον εἰσάγωμεν οὕτω κἀνταῦθα, δύο λέγοντες φύσεις, οὐ διαιροῦμεν τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν, οὐδ᾽ ὑποστάσεων ἀριθμὸν συνεισφέρομεν, εἰ καὶ μὴ ἀνυπόστατοι εἶεν τὸ ἑτεροειδὲς δὲ δηλοῦμεν καὶ ἑτεροούσιον. Ὥσπερ γὰρ ἐκεῖ ὁ τῶν ὑποστάσεων ἀριθμὸς τὸ ὁμοούσιον οὐ λυμαίνεται, οὐδὲ τὴν κατὰ φύσιν διαίρεσιν εἰσάγει ταῖς ὑποστάσεσιν, ἀλλὰ τὸ τῶν ὑποστάσεων σημαίνων, τὸ ἑνιαῖον τῆς οὐσίας οὐ διατέμνει· οὕτως ὧδε, ἡ ποσότης τῶν φύσεων τὸ ταυτὸν καὶ τὸ ἑνιαῖον οὐ διαιρεῖ τῶν ὑποστάσεων, τὴν ὡς ἐν ποσότητι δὲ φυσικῇ διαφορὰν, καὶ τῶν συνειθόντων τὴν σωρείαν δηλοῖ. Διὸ δὴ ἐκ δύο φύσεων τελείων τὴν ἕνωσιν γεγενῆσθαι λέγοντες, οὗ κατὰ φυρμὸν, ἣ σύγχυσιν, ἣ τροπὴν, ἣ ἀνάκρασιν φάσκομεν οὐδ᾽ αὖ πάλιν προσωπικὴν, ἣ σχετικὴν, ἢ κατ᾽ ἀξίαν, ἢ ταυτοδουλίαν, ἣ ταυτωνυμίαν, ἣ ὁμοτιμίαν, ὡς ὁ θεοστυγὴς ἔφη Νεστόριος οὐσιώδη δὲ μᾶλλον καὶ καθ᾽ ὑπόστασιν ὀρθοδόξως κηρύττομεν· οὐχ ὡς τῶν δύο οὐσιῶν μίαν οὐσίαν ἀποτελεσασῶν σύνθετον, ἀλλ᾽ ἐνωθεισῶν ἀλλήλοις κατ᾽ ἀλήθειαν εἰς μίαν ὑπόστασιν σύνθετον τοῦ Υἱοῦ τοῦ Θεοῦ, σώζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁριζόμεθα. Μεμένηκε γὰρ τὸ κτιστὸν μὲν, κτιστὸν, τὸ δὲ ἄκτιστον, ἄκτιστον· γενητὸν, τὸ θνητὸν, καὶ ἀθάνατον, τὸ ἀθάνατον· καὶ τὸ μὲν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕδρεσιν ὑποπέπτωκεν. Εἰ γὰρ καὶ εἷς ὁ ταῦτα πάσχων, κἀκεῖνα θαυματουργῶν, καὶ κοινὰ τοῦ ἑνὸς ὑπῆρχεν ἀμφότερα, ἀλλ᾽ ἕτερον ἐξ οὗ κοινὰ τὰ τῆς ὕβρεως, καὶ ἐξ οὗ κοινὰ τὰ αὐχήματα, ἕτερον· ἕτερον μέντοι καὶ ἕτερον λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς, κοινὰ δὲ ἐκατέρῳ ἑκάτερα τῷ τρόπῳ τῆς ἀντιδόσεως, διὰ τὴν εἰς ἄλληλα τῶν μερῶν περιχώρησιν, καὶ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν. Ἐνεργεῖ γὰρ ἑκατέρᾳ μορφῇ μετὰ τῆς θατέρου κοινωνίας, τοῦθ᾽ ὅπερ ἴδιον ἔσχηκε· δὲ δὴ καὶ ὁ Κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται, δηλαδὴ, ὡς οὐ θεότητι, ἀλλὰ τῇ συνυφεστηκυίᾳ σαρκί· καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀνεληλυθέναι ὅπου ἦν τὸ πρότερον γέγραπται οὐχ ἧ τὸ πρότερον ἄνθρωπος; ἦν, ἀλλ᾽ ἔνθα ὡς Θεὸς ὑπῆρχε, καὶ τοῦ Πατρὸς ἀδιαίρετος. Οὔτε γὰρ τὴν θεότητα παθητὴν, ἢ πάσχειν σαρκὶ καταγγέλλομεν, οὔτε τὴν σάρκα, ἤτοι τὴν ἀνθρωπότητα, προαιώνιον ὁμολογοῦμεν, ἀλλὰ τὰς ἀμφοτέρας, ταύτην τε κἀκείνην ἔχοντα, ὅτε μὲν ἐκ τοῦ συναμφοτέρου, Χριστὸν ὀνομάζομεν, ὅτε δὲ ἐξ ἑνὸς τῶν μερῶν, ἐκ μὲν θεότητος Θεὸν, ἄνθρωπον δὲ πάλιν ἐξ ἀνθρωπότητος φάσκομεν. Καὶ Θεὸν μὲν ταυτὸν, οὐχ ὡς Θεὸν δὲ, ἀλλ᾽ ὡς καὶ ἄνθρωπον λέγομεν παιδίον δὲ προαιώνιον, οὐχ ἧ παιδίον, ἀλλ᾽ ὡς καὶ Θεὸν καταγγέλλομεν. Εἷς γάρ ἔστι τοῦτο κἀκεῖνο. Θεός τε καὶ ἄνθρωπος· Θεὸς τέλειος, καὶ ἄνθρωπος τέλειος, πάντα φέρων τὰ τῆς θεότητος ἰδιώματα, τὴν θεότητα, τὸ ἄναρχον, τὸ ἀθάνατον, τὴν κυριότητα. τὴν παντοδύναμον θέλησιν καὶ ἐνέργειαν, καὶ πᾶσαν φέρων τὴν τῆς σαρκὸς οὐσίαν ἀνελλιπῶς, ψυχὴν, σῶμα, νοῦν, καὶ τὰ τούτων φυσικὰ καὶ ἀδιάβλητα πάθη καὶ ἰδιώματα, τὴν αὐτεξούσιον θέλησιν καὶ ἐνέργειαν, τὴν πεῖναν, τὴν δίψαν, τὸ δάκρυον, τὴν λύπην, τὴν ἀδημονίαν, τὸν θάνατον. « Ὁ Κύριος γάρ μου καὶ Θεὸς, » φησὶν ὁ Θωμᾶς. Καί « Θεὸς ἦν ὁ Λόγος, καὶ ὁ Λόγος σὰρξ ἐγένετο, » ὁ Θεολόγος εἶπεν ἐν Πνεύματι. Καί « Ἐν ἀρχῇ ἣν ὁ Λόγος. » Καί « Θέλω, καθαρίσθητι » καί « Οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. » Ταῦτα καὶ τὰ τοιαῦτα, καὶ ἡ τῶν θεοσημειῶν δύναμις, τὴν θείαν αὑτοῦ ἀνακηρύττει φύσιν τε καὶ ἐνέργειαν.

Εἶτα, « Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαθεῖν αὑτήν.» Καί « Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. » Καί « Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. » Καὶ, « Εἰσελθὼν εἰς οἰκίαν, ἠθέλησεν ἵνα μή τις γνῷ, καὶ οὐκ ἠδυνήθη λαθεῖν.» Καίπερ, « Μὴ ἐμὸν γενέσθω θέλημα, ἀλλὰ τὸ σόν.» Καὶ ἡ κλάσις δὲ τῶν ἄρτων, καὶ ἡ βάδισις, καὶ ἡ ἐπὶ τοῦ σταυροῦ τῶν χειρῶν ἔκτασις, καὶ ἡ νόησις, καὶ ἡ ζωτικὴ, τρεπτική τε, καὶ αὐξητικὴ, καὶ αἰσθητικὴ δύναμις παρίστησι τὴν ἀνθρωπίνην ἐνέργειαν. Καὶ τὸ « Ὕστερον ἐπείνασε. » Καὶ τὸ ἐπὶ Λαζάρῳ δάκρυον, καὶ τὸ, « Διψῶ. » Καί « Νῦν ἡ ψυχὴ μου τετάρακται. » Καὶ, « Περίλυπός εἶμι ἕως θανάτου.» Καὶ, Ἤρξατο λυπεῖσθαι, καὶ ἐκθαμβεῖσθαι, καὶ ἀδημονεῖν. Καὶ πέρας « Εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου καὶ τοῦτο εἰκὼν ἐξέπνευσεν. » Ἆρ᾽ οὐ σαφῶς ὥσπερ τὰ πρότερα μαρτυρεῖ τὴν θεότητα, οὕτω καὶ ταῦτα τὴν αὑτοῦ ἀνθρωπότητα, καὶ τὸ τῶν φύσεων διάφορον καὶ ἀσύγχυτον; Πῶς γὰρ ταῦτα κἀκεῖνα ἐπὶ μιᾶς λεχθήσεται φύσεως;

Θεὸς τοιγαροῦν ἔστι τέλειος, καὶ ἄνθρωπος τέλειος· Θεὸς κατὰ φύσιν, καὶ ἄνθρωπος κατὰ φύσιν ἐν θεότητι τέλειος, καὶ ἀνελλιπὴς ἐν ἀνθρωπότητι. Εἰ γὰρ καὶ κατ᾽ οἰκονομίαν γέγονεν ἄνθρωπος, ἀλλὰ φύσει γέγονεν ἄνθρωπος· ὅλος Θεὸς καὶ μετὰ τῆς σαρκὸς αὐτοῦ, καὶ ὅλος ἄνθρωπος μετὰ τῆς ὑπερουσίου θεότητος αὑτοῦ. Φαμὲν καὶ τοῦτο δηλοῦντα τὸν Θεολόγον Γρηγόριον εἰρηκέναι « Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη, καὶ τολμῶ λέγειν ὁμόθεον. » Ὡς γὰρ τὴν σάρκωσιν ἄνευ τροπῆς τοῦ Λόγου καὶ μεταβολῆς οἴδαμεν, οὕτω καὶ τὴν θέωσιν. Αὐτὸς γὰρ ὁ Λόγος σὰρξ ἐγένετο, κυηθεὶς μὲν ἐκ τῆς Παρθένου, προσελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως ἤδη καὶ αὐτῆς ὑπ᾽ αὐτοῦ θεωθείσης ἅμα τῇ εἰς τὸ εἶναι ταύτης παραγωγῇ· ὡς ὁμοῦ γενέσθαι τὰ τρία, τὴν πρόσληψιν, τὴν ὕπαρξιν, καὶ τὴν θέωσιν τοῦ ἀνθρώπου Ἅμα ἡ σύλληψις καὶ ἡ ὕπαρξις τεθαυματούργηται· ἡ μὲν σύλληψις τοῦ Λόγου, τῆς δὲ σαρκὸς ἡ ἐν αὐτῷ τῷ Λόγῳ ὕπαρξις δι᾽ αὐτῆς τῆς Θεομήτορος ὑπερφυῶς χορηγούσης τὸ πλασθῆναι τῷ πλάστῃ, καὶ τὸ ἀνθρωκτισθῆναι τῷ Θεῷ καὶ ποιητῇ τοῦ παντὸς, θεοῦντι τὸ πρόσλημμα, σωζούσης τῆς ἐνώσεως τὰ ἐνωθέντα, τοιαῦτα οἷα ἤνωται οὐ τὸ θεῖον λέγω μόνον, ἀλλὰ καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ τὸ ὑπὲρ ἡμᾶς καὶ καθ᾽ ἡμᾶς. Οὔτε γὰρ γενόμενος πρότερον καθ᾽ ἡμᾶς, ὕστερον γέγονεν ὑπὲρ ἡμᾶς· ἀλλ᾽ ἀεὶ ἐκ πρώτης ὑπάρξεως ἄμφω ὑπῆρχε διὰ τὸ ἐξ ἄκρας συλλήψεως ἐν αὐτῷ τῷ Λόγῳ τὴν ὕπαρξιν ἐσχηκέναι. Ἀνθρώπινον μὲν οὖν ἐστι κατὰ τὴν οἰκείαν φύσιν, Θεοῦ δὲ καὶ θεῖον, ὑπερφυῶς.

Τὴν δὲ ἁγίαν Παρθένον κυρίως καὶ ἀληθῶς Θεοτόκον κηρύττομεν. Ὡς γὰρ Θεὸς ἀληθὴς ὁ ἐξ αὐτῆς γεγεννημένος, οὕτω Θεοτόκος ἀληθὴς, ἡ Θεὸν ἐξ αὐτῆς σεσαρκωμένον κυήσασα. Θεὸν δὲ φαμεν ἐξ αὐτῆς γεγεννῆσθαι, οὐχ ὡς ἐξ αὐτῆς ἐσχηκότα τὴν ἀΐδιον τῆς θεότητος ὕπαρξιν, ἀλλ᾽ ὡς ἐξ αὐτῆς ἀτρέπτως σαρκωθέντα, καὶ γενόμενον ἄνθρωπον, καὶ γεννηθέντα, ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον, μίαν ὑπόστασιν, τὸν αὐτὸν Θεόν τε καὶ ἄνθρωπον, οὐχ ἕτερον ἐν τῇ Τριάδι παρεισάγοντα πρόσωπον.

Ἐντεῦθεν καὶ ἐν τῷ Τρισαγίῳ προσθήκην βλάσφημον ὁριζόμεθα, ὡς τέταρτον ἐν Τριάδι παρεντιθεῖσαν πρόσωπον, καὶ ἀνὰ μέρος τιθεῖσαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον δύναμιν, καὶ ἀνὰ μέρος τὸν ἑσταυρωμένον, ὡς ἄλλον ὄντα παρὰ τὸν ἰσχυρὸν, ἢ παθητὴν τὴν ἁγίαν Τριάδα δοξάζουσαν, καὶ συσταυροῦσαν ἢ τῷ Υἱῷ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἀθάνατον, παθητὸν ἀποδεικνύουσαν. Ὁ γὰρ Τρισάγιος οὗτος ὕμνος, πάλαι μὲν ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου διὰ τῶν λειτουργικῶν αὐτοῦ πνευμάτων τῶν Σεραφὶμ τῷ θεόπτῃ Ἠσαΐᾳ μεμυσταγώγητο, τὰς τρεῖς ὑποστάσεις τῆς Θεότητος μυστικῶς ἐμφαίνοντος καὶ τὴν μίαν κυριότητα, καὶ φύσιν. Αὐτὸς μὲν γὰρ ὁ Ἡσαΐας τὸν Θεὸν καὶ Πατέρα ἔφη ἑωρακέναι· ὁ Θεολόγος δὲ Ἰωάννης τὸν Υἱὸν αὐτῷ ἔφη ἀποκεκαλύφθαι· Παῦλος δὲ θεῖος ἀπόστολος, τὸ Πνεῦμα τὸ ἅγιον. Ἐντεῦθεν ἅπας ὁ τῶν ἁγίων Πατέρων ἐσμὸς, εἰς τὴν ἁγίαν Τριάδα τοῦτον τὸν Τρισάγιον ἐξειλήφασιν ὕμνον. Φησὶ γοῦν ὁ Θεολόγος Γρηγόριος· « Οὕτω μὲν οὖν τὰ Ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς Σεραφὶμ συγκαλύπτεται, καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς εἰς μίαν συνιοῦσι κυριότητά τε καὶ Θεότητα· ὃ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα, ἐκ τινος δὲ θείας ἀποκαλύψεως. »

Αἱ ἱστορικαὶ διαγορεύουσι βίβλοι, ἐπὶ Πρόκλου προέδρου Κωνσταντινουπόλεως, λιτανεύοντος τοῦ αὐτόθι λαοῦ διά τινα θεήλατον ἀπειλὴν, ἀφαρπαγῆναι τοῦ λαοῦ παιδίον, καὶ τὸν ὕμνον οὕτω διδαχθῆναι ὑπ᾽ ἀγγελικῆς τινος μυσταγωγίας· Ἅγιος ὁ Θεὸς, ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς, καὶ κελευσθῆναι ᾄδειν. Ἐκύρωσε δὲ τὴν ἀποκάλυψιν ἡ σύντομος ἔκβασις· ἅμα γὰρ ἦσαν, καὶ ἐκόπασεν ἡ ὀργή. Φαμὲν δὲ ταύτην εἶναι τοῦ ὕμνου τὴν δύναμιν· Ἅγιος ὁ Θεὸς, ὁ Πατὴρ ἐξ οὗ θεὸς ὁ Υἱὸς, καὶ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· ἅγιος ἰσχυρὸς, ὁ Υἱὸς, ἡ τοῦ Πατρὸς σοφία καὶ δύναμις δύναμις· ἅγιος ἀθάνατος, τὸ Πνεῦμα τὸ ἅγιον· τὸ Πνεῦμα γάρ ἐστι τὸ ζωοποιοῦν, καὶ ὁ « νόμος τοῦ Πνεύματος τῆς ζωῆς. » Καὶ ὁ Θεοπάτωρ Δαβίδ « Ἐδίψησεν ἡ Ψυχὴ μου πρὸς τὸν Θεὸν, τὸν ἰσχυρὸν, τὸν ζῶντα.» Ταῦτα δὲ λέγομεν, οὐ μόνον τῷ Πατρὶ περιορίζοντες τὴν θεότητα, οὐδὲ μόνῳ τῷ Υἱῷ τὴν δύναμιν, ἣ τὴν ἀθανασίαν μόνῳ τῷ Πνεύματι, ἀλλ᾽ ἐφ᾽ ἑκάστης τῶν ὑποστάσεων πάσας τὰς θεωνυμίας ἀπλῶς καὶ ἑνιαίως λαμβάνοντες, τὸν θεῖον Ἀπόστολον ἐκμιμούμενοι φάσκοντα « Ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ· καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα, καὶ ἡμεῖς ἐν αὐτῷ Οὐ μὴν ἀλλὰ καὶ τὸν Θεολόγον Γρηγόριον ὧδέ πη λέγοντα· « Ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα, καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα τοῦ ἐξ οὗ, καὶ δι᾽ οὗ, καὶ ἐν ᾧ, μὴ φύσεις τεμνόντων, ἀλλὰ χαρακτηριζόντων μιᾷς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας. »

Γέλως οὖν ὄντως καὶ παίγνιον, τὴν δι᾽ ἀγγέλων μνηθεῖσαν πρότερόν τε καὶ ὕστερον, καὶ τῇ τῆς ἐπαγωγῆς λήξει πιστωθεῖσαν, καὶ τῇ τῶν ἁγίων Πατέρων μαρτυρίᾳ βεβαιωθεῖσαν τρισάγιον ᾠδὴν, ὡς τῆς μιᾶς τρισυποστάτου Θεότητος ἐμφαντικὴν, τῇ τοῦ Κναφέως· οἷον καταπατηθῆναι ἀλόγῳ οἰήσει ὡς γὰρ ἱμάτιον τὸν ἱερὸν τοῦτον ὕμνον καθαίρειν » οἰόμενος, καὶ πλέον λαμπρύνειν, ἢ καλῶς ἔχει, προσθήκην τῷ Τρισαγίῳ, ὡς δῆθεν τῶν Σεραφὶμ ὑπέρτερος, παρενέθετο, ὥσπερ ἀντινομοθετῶν τῷ ἁγίῳ Πνεύματι. Ἀλλ᾽ ὦ τῆς αὐθαδίας, ἵνα μὴ λέγω τῆς ἀνοίας Ἡμεῖς δὲ οὕτω φαμὲν, κἂν οἱ δαίμονες διαῤῥήγνυνται Ἅγιος ὁ Θεὸς, ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Πρὸς δὲ τῶν εἰρημένων πίστωσιν, καὶ χρήσεις τῶν ἁγίων Πατέρων, ὧν τὸ στόμα Θεοῦ κεκρημάτικε στόμα, ὑπετάξαμεν ὧν δυσωπηθέντες τὸ αἱδέσιμον, μεθ᾽ ἡμῶν καὶ τῆς ἀληθείας ἕνα Θεὸν, καὶ μίαν φύσιν ἐν τρισὶν ὑποστάσεσι, καὶ τὸν ἕνα τῆς ἁγίας Τριάδος, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, καὶ μετὰ σάρκωσιν ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον, καὶ μίαν ὑπόστασιν ἐν δυσὶ φύσεσιν ἀσυγχύτως καὶ ἀδιαιρίτως ὀρθοδόξως κηρύξατε.

ΧΡΗΣΕΙΣ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Ἀποδεικνύουσαι, ὡς εἷς ἐστιν ὁ Χριστὸς, ἐκ δύο φύσεων, καὶ δύο φύσεις, καὶ ἐν δυσὶ φύσεσι, καὶ μετὰ τὴν σωτηριώδη ὑπεράγαθον αὑτοῦ σάρκωσιν.

Σκόπει ἀναγινῶσκων, Τοῦ ἀγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων, ἐκ τοῦ κατὰ Οὐαλεντίνου. « Ὥσπερ γὰρ ἣ κιβωτὸς κεχρυσωμένη ἣν ἔσωθεν καὶ ἔξωθεν χρυσίῳ καθαρῷ, οὕτως καὶ τὸ τοῦ Χριστοῦ σῶμα καθαρὸν ἦν, διαυγὲς, ἔσωθεν μὲν τῷ Λόγῳ κοσμούμενον, ἔξωθεν δὲ τὸ Πνεύματι φρουρούμενον, ἵν᾽ ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύσεων ἀναδειχθῇ. »

Τοῦ ἀγίου Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος, ἐκ τοῦ τρίτου βιβλίου, τοῦ περὶ τῆς ἁγίας Τριάδος κεφάλ. γ΄. « Καὶ ταύτην τὴν νηδὺν εἰσδὺς, οἱονεὶ θεῖος σπόρος, πλάττει ναὸν ἑαυτῷ τέλειον, ἀνθρώπου μέρος τι λαβὼν τῆς ἐκείνης φύσεως, καὶ εἰς τὴν τοῦ ναοῦ διάπλασιν οὐσιώσας· ἐνδύς τε τοῦτον κατ᾽ ἄκραν ἕνωσιν, Υἱὸς Θεοῦ ἄμφω προῆλθεν.»

Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ συγγράμματος, κεφάλ. ιζ΄. « Ὥσπερ εἷς μὲν ἐστιν ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις διαφόρους δύο, καὶ κατ᾽ ἄλλο μὲν λογίζεται, κατ᾽ ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ· ψυχὴ μὲν γὰρ νοερᾷ λογισάμενος, εἰ τύχοι τοῦ πλοίου τὴν σύμπηξιν, χερσὶ τὸ νοηθὲν εἰς πέρας ἄγει· οὕτως ὁ Υἱὸς εἷς ὧν, καὶ δύο φύσεις, κατ᾽ ἄλλην μὲν τὰς θεοσημείας εἰργάζετο, κατ' ἄλλην δὲ τὰ ταπεινὰ παρεδέχετο.

Τοῦ ἁγίου Ἀθανασίου, ἐπισκόπου Ἀλεξανδρείας, ἐκ τοῦ κατὰ αἱρέσεων. « Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Δύο ἔχεις μορφάς· κράτει ταύτας μηδετέραν παραχαράξῃς. Οὔτε γὰρ ἄνθρωπὸς ὧν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ θεὸς, ἠφάνισε τὴν θεϊκὴν μορφὴν· οὔτε Θεὸς ὤν, παρητήσατο τὴν ἀνθρωπίνην μορφήν. Ἐπεὶ οὖν δύο ἔχομεν μορφὰς, τὴν Δεσποτικὴν φημὶ καὶ τὴν δουλικήν· τὴν μὲν φύσει Θεοῦ, τὴν δὲ φύσει ἀνθρωπείαν τὴν μὲν πρὸ αἰώνων, τὴν δὲ ἐξ ὑστέρων καιρῶν τὴν μὲν ἐκ τοῦ Πατρὸς, τὴν δὲ ἐκ τῆς Παρθένου τὴν μὲν ἐκ μόνου, τὴν δὲ ἐκ μόνης ἐπειδὴ δύο ταῦτα ὑφέστηκε πράγματα, δύο ἐν ἑνί· οὔτε γὰρ διαιροῦμεν τὸν Θεὸν Λόγον ἀπὸ τοῦ σώματος, οὔτε δύο οἴδαμεν υἱοὺς, καὶ Χριστούς· ἀλλὰ τὸν πρὸ αἰώνων Υἱὸν τοῦ Θεοῦ, ἐν ὑστέροις καιροῖς ἄνθρωπον ἐξ αὐτῆς μήτρας τῆς Παρθένου γενόμενον τέλειον. Ὡς γὰρ ὁ γεννήσας Πατὴρ, τέλειον ἐγέννησεν Υἱὸν, οὕτως καὶ ὁ αὐτὸς καὶ εἷς Υἱὸς, καὶ Λόγος τοῦ Πατρὸς, τὸν τελείως ἀπολλύμενον ἄνθρωπον σῶσαι βουλόμενος, τέλειος ἐγένετο ἄνθρωπος, ἵνα μὴ τὸ ἔξωθεν σώσας, τὸ ἔσωθὲν προδεδομένον ἐάσῃ· οὐδὲ γὰρ σῶμα ἀναλαβών, εἴασε τὴν ψυχὴν, ἀλλὰ καὶ ψυχὴν καὶ νοῦν ἀνέλαβεν. »

Τοῦ ἀγίου Μεθοδίου ἐπισκόπου Πατάρων καὶ μάρτυρος, ἐκ τοῦ Λόγου εἰς τὴν Ὑπαπαντήν. « Τὸν ἐν ὁράσει ἀόρατον, τὸν ἐν περιλήψει ἀπερίληπτον, τὸν ἐν σμικρότητι ὑπερμεγέθη, τὸν ἐν ναῷ καὶ ἐν ὑψίστοις, τὸν ἐπὶ θρόνου παρθενικοῦ, καὶ ἐπὶ ὀχήματος Χερουβικοῦ, τὸν κάτω καὶ ἄνω ἀδιαστάτως, τὸν ἐν μορφῇ δούλου καὶ ἐν μορφῇ Θεοῦ Πατρὸς, τὸν ὑπήκοον καὶ βασιλέα τῶν ἁπάντων. »

Τοῦ ἁγίου ἐπισκόπου Βασιλείου Καισαρείας Καππαδοκίας. ἐκ τοῦ κατ᾽ Εὐνομίου λόγου α΄.— Ὅτι ταυτὸν ἐστιν οὐσία καὶ μορφή « Ἐγὼ γὰρ καὶ τὸ ἐν μορφῇ Θεοῦ ὑπάρχειν, ἴσον δύνασθαι τῷ ἐν οὐσίᾳ Θεοῦ φημί· ὡς γὰρ τὸ μορφὴν ἀνειληφέναι δούλου, ἐν τῇ οὐσίᾳ τῆς ἀνθρωπότητος τὸν Κύριον γεγενῆσθαι σημαίνει οὕτω τὸ λέγειν, ἐν μορφῇ Θεοῦ ὑπάρχειν, τῆς θείας οὐσίας παρίστησι τὴν ἰδιότητα. » Τοῦ αὐτοῦ, ἐκ τῆς διαλέξεως τῆς πρὸς Ἀέτιον τὸν Ἀρειανόν. « Οὐ γὰρ ἂν δυνήσῃ ποτὲ σὺ, ἢ ἄλλος τις, παραστῆσαι ἢ ἀποδεῖξαι ἐν ἀληθείᾳ, τοὺς προειρημένους ἁγίους Πατέρας ἡμῶν καὶ διδασκάλους, ἢ ἡμᾶς. ἢ τίνα τῶν ἐκκρίτων Πατέρων καὶ διδασκάλων τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, ἢ εἰπόντας, ἢ διδάξαντας ἐγγράφως, ἢ ἀγράφως, ὡς σὺ λέγεις ἐπὶ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν μίαν φύσιν σύνθετον, ἣ μονοειδῇ, ἣ ἕν θέλημα, καὶ μίαν ἐνέργειαν, ἢ τι τῶν ἀπηγορευμένων δογμάτων, καὶ ἀποβεβλημένων ἐκ τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας. Εἰ γὰρ κατελύσαμεν, ταῦτα πάλιν οἰκοδομοῦμεν, κατὰ τὸν θεῖον Ἀπόστολον, παραβάτας ἑαυτοὺς συνιστάνομεν. Τοὐναντίον δὲ μᾶλλον, διπλοῦν ἐκηρύξαμεν ὑπάρξειν κατὰ πάντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν μιᾷ ὑποστάσει, καὶ ἑνὶ προσώπῳ, χωρὶς οἱασδήποτοῦν διαιρέσεως ἢ συγχύσεως. Τὸ γὰρ λέγειν μίαν φύσιν, καὶ θέλησιν, καὶ ἐνέργειαν ἐπὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ οὐ δύο, τῶν κακοδόξων καὶ βλασφήμων καὶ ὁμοφρόνων σου ἀνδρῶν ὑπάρχει δίδαγμά τε καὶ φρόνημα. »

Τοῦ ἁγίου Ἀθανασίου, ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς. « Εἰ δὲ ὁμοούσιος ὁ Λόγος τῷ σώματι ἐκ γῆς ἔχοντι τὴν φύσιν ὁμοούσιος δὲ ὁ Λόγος τῷ Πατρὶ, κατὰ τὴν τῶν Πατέρων ὁμολογίαν, ὁμοούσιος καὶ αὐτὸς ὁ Πατὴρ τῷ σώματι τῷ ἐκ γῆς γενομένῳ. Καὶ τί ἔτι μέμφονται Ἀρειανοῖς Ἀρειανοῖς λέγουσι τὸν Υἱὸν κτίσμα, λέγοντες αὐτοὶ καὶ τὸν Πατέρα ὁμοούσιον; » Καὶ μετὰ βραχέα· « Ποῖος ἄδης ἐξηρεύξατο ὁμοοὐσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ τοῦ Λόγου θεότητι; »

Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου ἐκ τῆς πρὸς Κληδόνιον ἐπιστολῆς δευτέρα. « Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο, οὐδὲ θεοί. Οὐ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος τὸ ἐκτὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐντὸς προσηγόρευσεν. »

Τοῦ αὐτοῦ, ἐκ τοῦ Ἀπολογητικοῦ. « Τοῦτο ἡμῖν ὁ παιδαγωγὸς βούλεται νόμος· τοῦτο οἱ μέσοι Χριστοῦ καὶ νόμου προφῆται· τοῦτο τοῦ πνευματικοῦ νόμον τελειότης καὶ τὸ τέλος Χριστός· τοῦτο ἡ κενωθεῖσα Θεότης· τοῦτο ἡ προσληφθεῖσα σάρξ· τοῦτο ἡ καινὴ μίξις, Θεὸς καὶ ἄνθρωπος, ἕν ἐξ ἀμφοῖν, καὶ δι᾽ ἑνὸς ἀμφότερα.»

Τοῦ αὐτοῦ, ἐκ τοῦ περὶ Υἱοῦ δευτέρου λόγου. «Σημεῖον δὲ, ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα· Παύλου λέγοντος ἄκουσον· Ἵνα ὁ Θεὸς καὶ ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης Χριστοῦ μὲν Θεὸς, τῆς δὲ δόξης Πατήρ· εἰ γὰρ τὸ συνἀμφότερον ἕν, ἀλλ᾽ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ. »

Τοῦ αὐτοῦ, ἀναπλήρωσις τῆς πρὸ μικροῦ χρήσεως ἐκ τῆς πρὸς Κληδόνιον β΄ ἐπιστολῆς. « Εἰ δὲ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ Σωτήρ· εἴπερ μὴ ταυτὸν τὸ ἀόρατον τῷ ὁρατῷ, καὶ τὸ ἄχρονον τῷ ὑποχρόνῳ· οὐκ ἄλλος δὲ καὶ ἄλλος μὴ γένοιτο Τὰ γὰρ ἀμφότερα ἕν τῇ συγκράσει, θεοῦ μὲν ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος, ἢ ὅπως ἄν τις ὀνομάσειε. Λέγω δὲ ἄλλο καὶ ἄλλο ἔμπαλιν, ἢ ἐπὶ τῆς Τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν, οὐκ ἄλλο δὲ καὶ ἄλλο. Ἕν γὰρ τὰ τρία, καὶ ταυτὸν τῇ Θεότητι.» Σχόλιον. Εἰ οὐκ ἄλλο καὶ ἄλλο, διὰ τὸ μίαν εἶναι τὴν φύσιν, τὸ ἄλλο ἄρα καὶ ἄλλο οὐ μία φύσις. Καὶ εἰ ἔμπαλιν ἢ ἐπὶ τῆς Τριάδος ἔχει, ἐκεῖ δὲ τρεῖς ὑποστάσεις, διὰ τὸ, ἄλλος καὶ ἄλλος, μία δὲ φύσις διὰ τὸ μὴ ἄλλο καὶ ἄλλο· ἐνταῦθα δύο μὲν φύσεις διὰ τὸ, ἄλλο καὶ ἄλλο, μία δὲ ὑπόστασις, διὰ τὸ οὐκ ἄλλος καὶ ἄλλος.

Τοῦ αὐτοῦ, ἐκ τοῦ περὶ Υἱοῦ δευτέρου λόγου. « Τοῦτό ἐστιν ὃ ποιεῖ αἱρετικοῖς τὴν πλάνην, ἢ τῶν ὀνομάτων ἐπίζευξις, ἐπαλλαττομένων τῶν ὀνομάτων, διὰ τὴν σύγκρασιν. Σημεῖον δὲ ὡς ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον· Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης· Χριστοῦ μὲν Θεὸς, τῆς δὲ δόξης Πατήρ. Εἰ γὰρ τὸ συνἀμφότερον ἕν, ἀλλ᾽ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ· τούτων τί ἂν γένοιτο γνωριμώτερον; » Σχόλιον. Τὰ μὴ φύσει ἕν, πάντως δύο. Εἰ δὲ ἡ σύνοδος καθ᾽ ὑπόστασιν, ἄρα ἡ θεότης τοῦ Χριστοῦ, καὶ ἡ ἀνθρωπότης αὐτοῦ, δύο μὲν τῇ φύσει, ἕν δὲ τῇ ὑποστάσει,

Τοῦ αὐτοῦ, ἐκ τῶν ἐπῶν. « Ἦλθε Θεὸς θνητός τε, φύσεις δύο εἰς ἓν ἀγείρας, « Τὴν μὲν κευθομένην, τὴν δ᾽ ἀμφαδίην μερόπεσσιν.»

Τοῦ ἁγίου Ἀμβροσίου Μεδιολάνων ἐκ τοῦ περὶ ἀνθρωπήσεως, ἤτοι κατὰ Ἀπολιναρίου λόγου. « Ἀλλ᾽ ἐν ὅσῳ τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι, λέγοντες τὸ σῶμα τοῦ Κυρίου, καὶ τὴν θεότητα μιᾶς εἶναι φύσεως, Ποῖος ἄδης τὴν τοσαύτην βλασφημίαν ἠρεύξατο; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσι φορητότεροι· οἷς ἐκ τούτων αὔξεται τῆς φιλονεικίας, καὶ ἀπιστίας τὸ στέλεχος, φιλονεικότερον διαβεβαιούμενον λέγειν τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον μιᾶς οὐσίας μὴ εἶναι· ἐπειδὴ οὗτοι τὴν θεότητα τοῦ Κυρίου καὶ τὴν σάρκα, μιᾶς φασιν ὑπάρχειν οὐσίας. »

Τοῦ αὐτοῦ, ἐκ τοῦ πρὸς Γρατιανὸν τὸν βασιλέα. Ταύτην δὲ χρῆσιν προήγαγεν Κύριλλος ἐν τῇ κατ᾽ Ἔφεσον συνόδῳ. « Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός· εἷς γὰρ ἐν ἑκατέρᾳ τελεῖ ὁ τοῦ Θεοῦ Υἱὸς, ἐπειδήπερ ἐν αὐτῷ ἑκατέρα φύσις ἐστίν. »

Τοῦ αὐτοῦ, ἐκ τῆς ἑρμηνείας τοῦ θείου συμβόλου. « Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστὸν, ἢ παθητὸν τὸν Θεὸν Λόγον, ἣ εἰς σάρκα τραπέντα, ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα, ἢ οὐρανόθεν αὐτὸ κεκομικέναι, ἢ φάντασμα εἶναι, ἢ θνητὸν λέγοντες τὸν Θεὸν Λόγον, ἢ δεδεῆσθαι τῆς παρὰ τοῦ Πατρὸς ἀναστάσεως, ἢ ἄψυχον σῶμα, ἣ ἄνουν ἄνθρωπον ἀνειληφέναι, ἢ τὰς δύο οὐσίας τοῦ Χριστοῦ κατ᾽ ἀνάκρᾶσιν συγχυθείσας μίαν γεγενῆσθαι οὐσίαν, καὶ μὴ ὁμολογοῦντες τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας ἀσυγχύτους, ἕν δὲ πρόσωπον, καθ᾽ ὃ εἷς Χριστὸς, εἷς Υἱὸς, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. »

Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου, ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς. « Οὕτω θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν ὁμολογῶ, τὸν υἱὸν τοῦ Θεοῦ, ἕνα Υἱὸν, δύο φύσεων, παθητῆς τε καὶ ἀπαθοῦς, θνητῆς τε καὶ ἀθανάτου. » Καὶ μετ᾽ ὀλίγα· « Ἕνα Υἱὸν, δύο φύσεών φημι, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως. Πάσκει τοίνυν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, οὐ θεότητι, ἀλλ᾽ ἀνθρωπότητι. »

Τοῦ αὐτοῦ, ἐκ τῆς αὐτῆς ἐπιστολῆς. « Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει. Οἰκειοῦται δὲ ὁ Θεὸς Λόγος, τὰ τοῦ ἰδίου ναοῦ ἀνθρώπινα πάθη· σταυρόν φημι, καὶ θάνατον, καὶ τὰ ἄλλα, ὅσα περὶ αὐτὸν οἰκονομικῶς θεωρεῖται, οἰκειοῦται αὐτὸς πάσχων οὐδέν. Ἐπειδὴ εἰς ἓν πρόσωπον συντελοῦσιν αἱ διτταὶ φύσεις. »

Τοῦ ἀγίου Γρηγορίου ἐπισκόπου Νύσσης, ἐκ τῆς πρὸς Φίλιππον μονάζοντα ἐπιστολῆς. « Τὰ μὲν ὁμοούσια ταυτότητα κέκτηται, τὰ δὲ ἑτεροούσια τὸ ἀνάπαλιν. Κἂν γὰρ ἀῤῥήτῳ ἑνώσει τὰ ἀμφότερα ἕν, ἀλλ᾽ οὐ τῇ φύσει, διὰ τὸ ἀσύγχυτον. Ὁ τοίνυν Χριστὸς δύο ὑπάρχων φύσεις, ἀλλ᾽ ἐν αὐταῖς ἀληθῶς γνωριζόμενος, μοναδικὸν ἔχει τῆς υἱότητος τὸ πρόσωπον.»

Τοῦ αὐτοῦ, ἐκ τοῦ κατὰ Ἀπολιναρίου. « Εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἢ θατέρου τούτων θεωρεῖται φύσις, τῆς σαρκὸς λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο φύσεις εἰσίν; »

Τοῦ ἁγίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας, ἐκ τοῦ προσφωνητικοῦ τοῦ πρὸς Ἀλεξανδρεῖς. « Ἐγὼ τὸ συγκεκραμένον οὐ καταδέχομαι· ἀλλότριον γάρ ἐστι τῆς ἀποστολικῆς πίστεως, καὶ τῆς τοῦ Χριστοῦ ὀρθῆς παραδόσεως. Ἡ γὰρ σύγκρασις ἀφανισμὸν τῶν φύσεων ἐργάζεται· ἡ δὲ ἄῤῥητος ἕνωσις παρὰ τῶν ὀρθῶς φρονούντων ὁμολογουμένη, ἀμφοτέρας σώζει ἀσυγχύτως τὰς φύσεις, καὶ ἕνα ἀποτελεῖ ἐξ ἀμφοῖν τὸν ὀφθέντα Χριστὸν, Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον γενόμενον τὸν αὐτὸν, καὶ οὐ δύο Χριστούς· ἕνα δὲ μᾶλλον ἐνωθέντα καὶ οὐ κεκραμένον. Εἰ γὰρ κέκρανται αἱ δύο φύσεις εἰς μίξιν μίαν, ἑτεροούσιοι τυγχάνουσαι, οὐδ᾽ ὁποτέρα σώζεται, ἀλλ᾽ ἀμφότεραι συγχυθεῖσαι ἠφανίσθησαν. »

Καὶ μετ᾽ ὀλίγα· « Καὶ λύεται μὲν ὁ ναὸς ἐν τῷ καιρῷ τῆς τριημέρου ταφῆς, βουλομένου αὐτοῦ, καὶ πάλιν ἀνέστησεν αὐτὸν, καὶ ἠνώθη αὐτῷ ἀῤῥήτῳ καὶ ἀφράστῳ λόγῳ· οὐ κεκραμένος ἐν αὐτῷ, ἢ ἀποσεσαρκωμένος, ἀλλ᾽ ἀποσώζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσυγχύτους τὰς ἰδιότητας. Οὐ γὰρ δήπου ἐκράθησαν αἱ φύσεις ἐν τῇ ἀῤῥήτῳ καὶ ἀσυγχύτῳ ἑνώσει, ἀλλ᾽ ἡνώθησαν ἀῤῥήτῳ καὶ ἀφράστῳ λόγῳ, καὶ ὑπερέκεινα παντὸς νοῦ τυγχάνουσι, κατὰ τὸν τρισμακάριον καὶ ἀληθῶς οἰκουμενικὸν τῆς ὀρθοδόξου πίστεως διδάσκαλον, καὶ ἀρχιεπίσκοπον ἡμῶν Ἀθανάσιον, τὸν ἐν τῇ μεγάλῃ ἐν Νικαίᾳ συνόδῳ διαστράψαντα μεταξὺ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων, εἰπόντα· Δύο πραγμάτων ἀνομοίων καὶ ἀνίσων κατὰ τὴν φύσιν σύνοδος γέγονεν, οὐ σύγκρασις, Θεοῦ ἀφράστου καὶ θνητοῦ σώματος, οὐ κατ᾽ ἀφανισμὸν ἢ ἀποσάρκωσιν, ἀλλὰ καθ᾽ ἕνωσιν ἄῤῥητον καὶ ἀνέκφραστον, καὶ ἀνεκδιήγητον· δύο φύσεων τῶν ἑτεροουσίων, τῶν ἐν ἑνὶ Χριστῷ, Υἱῷ δὲ τοῦ Θεοῦ σωζομένων, καὶ μήτε συγχεομένων, μήτε ἀπολλυμένων, ἢ διαιρεθεισῶν.» Σχόλιον. Ὁρᾶτε, ὡς οἱ ἅγιοι Πατέρες ἐξ ἴσης τὴν σύγχυσιν καὶ τὴν διαίρεσιν φεύγοντες, σώζεσθαι τὰς δύο φύσεις φασὶν ἐν ἑνὶ Χριστῷ, ἤτοι μιᾷ ὑποστάσει.

Τοῦ αὐτοῦ, ἐκ τοῦ περὶ πίστεως λόγου. « Οὐδέποτε γὰρ ἀπέστη τῆς ἰδίας θεότητος, εἰ και ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν δι᾽ ἡμᾶς, οὐκ ἀπολέσας τὴν θεϊκὴν μορφὴν, ἵνα κατὰ σὲ ἑτοιμως θεοποιηθῇ, ὡς ἄνθρωπος· μὴ γένοιτο. Ἀλλὰ γὰρ ναὸν ἑαυτῷ ἔμψυχον, καὶ τέλειον κατασκευάσας ἐν τῇ ἁγίᾳ Παρθενικῇ μήτρᾳ, καὶ ἐνδυσάμενος αὐτὸν καὶ ἑνωθεὶς αὐτῷ ἀῤῥήτῳ τῷ λόγῳ, σωζομένων ἀμφοτέρων τῶν φύσεων, καὶ οὐ κεκραμένων, προῆλθε, φαινόμενος μὲν ἄνθρωπος, νοούμενος δὲ Θεὸς Ἰησοῦς Χριστός. »

τοῦ αὐτοῦ, ἐκ τῆς πρὸς Ἰωάννην τὸν Ἀντιοχείας ἐπιστολῆς. « Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ Κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας, τὰς μὲν κοινοποιοῦντας, ὡς ἐφ᾽ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα.» Σχόλιον. Εἰ ἀληθῶς ἕν πρόσωπον ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν, πάντως ἀληθῶς καὶ δύο φύσεις.

Τοῦ αὐτοῦ, ἐκ τῆς πρὸς Ἀκάκιον ἐπίσκοπον Μελιτήνης ἐπιστολῆς. « Ἀλλὰ γὰρ ἴσως ἐκεῖνο φαῖεν ἂν οἱ δι᾽ ἐναντίας· Ἰδοὺ δὴ σαφῶς οἱ τῆς ὀρθῆς πίστεως τὴν ὁμολογίαν ποιούμενοι, δύο μὲν ὀνομάζουσι φύσεις, διαιρεῖσθαι δὲ τὰς τῶν θεηγόρων φωνὰς διατείνονται, κατά γε τὴν διαφορὰν αὐτῶν. Εἶτα πῶς οὐκ ἐναντία ταῦτα τοῖς σοῖς; Οὐ γὰρ ἂν ἔχεις προσώποις δυσὶν, ἤγουν ὑποστάσεσι, τὰς φωνὰς διανέμειν· ἀλλ᾽, ὦ βέλτιστοι, φαίην ἂν, γεγράφαμεν ἐν τοῖς κεφαλαίοις· «Εἴ τις προσώποις δυσὶν, ἤγουν ὑποστάσεσι, διανέμει τὰς φωνὰς, καὶ τὰς μὲν, ὡς ἀνθρώπῳ παρὰ τὸν ἐκ Θεοῦ Λόγον ἰδικῶς νοουμένῳ προσάπτει, τὰς δὲ, ὡς θεοπρεπεῖς, μόνῳ τῷ ἐκ Θεοῦ Πατρὸς Λόγῳ, οὗτος ἔστω κατάκριτος. Φωνῶν δὲ διαφορὰν κατ᾽ οὐδένα τρόπον ἀνῃρήκαμεν. » Σχόλιον. Ὁρᾷς, ὡς οὐ τὸ δύο φύσεις λέγειν παραιτεῖται, ἀλλὰ τὸ, ἰδίᾳ καὶ ἀναμέρος αὐτὰς ὁμολογεῖν.

Τοῦ αὐτοῦ, ἐκ τοῦ εἰς τὸ Λευϊτικόν. « Δύο μὲν γὰρ ὀρνίθια ληφθῆναι κελεύει ζῶντα καὶ καθαρὰ, ἵνα νοήσῃς διὰ τῶν πετεινῶν τὸν οὐράνιον ἄνθρωπον ὁμοῦ καὶ Θεὸν, εἰς δύο μὲν φύσεις, ὅσον ἧκεν εἰς τὸν ἐκάστῃ πρέποντα λόγον, διαιρούμένον. Λόγος γὰρ ἦν ὁ ἐκ Θεοῦ Πατρὸς, ἀναλάμψας ἐν σαρκὶ τῇ ἐκ γυναικὸς, πλὴν οὐ μεριζόμενον. Εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός. »

Τοῦ αὐτοῦ, ἐκ τοῦ περὶ Τριάδος λόγου. « Μεθόριον δὲ ὥσπερ τι θεότητος καὶ ἀνθρωπότητος, ὁ Χριστὸς τὴν ἐν ἀμφοῖν ἔχων ὡς ἐν ἑνὶ σύνοδον, καὶ τῶν τῇ φύσει διεστηκότων τὴν εἰς ταυτότητα συνδρομὴν καθ᾽ ἕνωσιν καὶ ἀναπλοκήν. »

Τοῦ αὐτοῦ, ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς. « Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς οἰκονομίας τὸν τρόπον, ὁρῶμεν, ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ᾽ ἕνωσιν ἀδιάσπαστον, ἀτρέπτως τε καὶ ἀμεταβλήτως· ἡ γὰρ σὰρξ, σάρξ ἐστι, καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ· ὁμοίως δὲ καὶ ὁ Λόγος Θεός ἐστι καὶ οὐ σὰρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς. Ὅταν δὲ ἐννοῶμεν τοῦτο, οὐδὲν ἀδικοῦμεν τὴν εἰς ἑνότητα συνδρομὴν τὸ ἐκ δύο φύσεων γεγενῆσθαι λέγοντες, μετὰ μέντοι τὴν ἕνωσιν, οὐ διαιροῦμεν τὰς φύσεις ἀπ᾽ ἀλλήλων, οὐδὲ εἰς δύο τέμνομεν υἱοὺς τὸν ἕνα καὶ ἀμέριστον, ἀλλ᾽ ἕνα φαμὲν υἱὸν, καὶ, ὡς οἱ Πατέρες εἰρήκασι, μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην. Οὐκοῦν, ὅσον μὲν ἧκεν εἰς ἔννοιαν, καὶ εἰς μόνον τὸ ὁρᾷν τοῖς τῆς ψυχῆς ὄμμασι, τίνα τρόπον ἐνηνθρώπηκεν ὁ μονογενὴς, δύο τὰς φύσεις εἶναι φαμεν, ἕνα δὲ Υἱὸν, καὶ Χριστὸν, καὶ Κύριον ὁμολογοῦμεν, τὸν τοῦ Θεου Λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον. » Σχόλιον. Σκοπείτω πᾶς τις μὴ τυφλώττων τὸν νοῦν, τοῦ Πατρὸς τὴν ἔννοιαν. Οὐκ εἶπε γὰρ, ‘Μετὰ μέντοι τὴν ἕνωσιν, οὐχ ὁμολογοῦμεν τὰς φύσεις, ἀλλ᾽, « Οὐ διαιροῦμεν· » Δύο γὰρ τὰς φύσεις εἶναι φησιν, « Ἕνα δὲ Υἱὸν, καὶ Χριστὸν, καὶ Κύριον· » καὶ εἰπὼν, « ἕνα φαμὲν Υἱὸν, » ἐπήγαγε, « καὶ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, » φύσιν ἐνταῦθα τὴν ὑπόστασιν ὀνομάσας. Οὐ γὰρ φύσις, ἤτοι οὐσία, ὁ Υἱὸς, ἀλλ᾽ ὑπόστασις. Εἰ γὰρ φύσις ὁ Υἱὸς, οὐκ ἔστι δὲ ὁ Πατὴρ Υἱὸς, οὐκοῦν οὐδ᾽ ἂν εἴη ὁ Πατὴρ τῆς αὐτῆς φύσεως τῷ Υἱῷ· ὅμως καὶ τῆς σαρκὸς ἐνδείκνυται τὴν φύσιν, πρὸς τὸν αὐτὸν Σούκενσον γράφων· ὥστε εἰ καὶ καθ᾽ ὑμᾶς οὐσίαν ἐνταῦθα τὴν φύσιν φησὶν, εἰσκομίζει καὶ τὴν τῆς σαρκὸς φύσιν διὰ τοῦ εἰπεῖν, σεσαρκωμένην. Γράφει γοῦν οὕτως·

Τοῦ αὐτοῦ, ἐκ τῆς πρὸς Σούκενσον δευτέρας ἐπιστολῆς. « Εἰ μὲν γὰρ μίαν εἰπόντες τοῦ Λόγου φύσιν, σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες τὸ, σεσαρκωμένην, ἀλλ᾽ οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἣν αὐτοῖς τάχα που καὶ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾷν, εἰ μία φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι, ἢ πῶς ὑφέστηκεν ἡ καθ᾽ ἡμᾶς οὐσία· ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης, καὶ τῆς καθ᾽ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ εἰπεῖν, σεσαρκωμένην, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες. » Σχόλιον. Παύσασθε τοιγαροῦν, ὦ οὗτοι, καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες, τῷ διδασκάλῳ πειθόμενοι. Ἴδε γὰρ σαφῶς εἴρηκε διὰ τοῦ, σεσαρκωμένην, εἰπεῖν τὴν ἐν ἀνθρωπότητι τελειότητα, καὶ τῆς καθ᾽ ἡμᾶς οὐσίας τὴν δήλωσιν εἰσκεκομίσθαι, καὶ ὡς οὐ μία φύσις τὸ ὅλον ἐστίν· εἰ δὲ οὐ μία, παντί που δῆλον, ὡς δύο.

Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, ἐκ τοῦ εἰς τὸν Λάζαρον λόγου. « Κασσίτερος μολίβδου καὶ ἀργύρου μετέχει· ἀργύρου τὴν ὄψιν, μολίβδου τὴν φύσιν· οὕτω καὶ ὁ Χριστὸς Θεὸς ὢν καὶ ἄνθρωπος, τὰς δύο φύσεις ἐν ἑαυτῷ ἀποσώζει [τὰς φύσεις] οὕτω καὶ αὐτὸς ἐν αὐταῖς ἐστιν, οὐχ ὑπάρχων ἕτερον παρ᾽ αὐτάς.

[No Greek in Migne]

Τοῦ αὐτοῦ, ἐκ τῆς πρὸς Καισάριον τὸν μονάζοντα ἐπιστολῆς. « Οὕτω κἀνταῦθα τῆς θείας αὐτῷ φύσεως ἐνιδρυσάσης, ἕνα Υἱὸν, ἓν πρόσωπον, τὸ συναμφότερον ἀπετέλεσε, γνωριζόμενον μέντοι ἀδιαιρέτῳ καὶ ἀσυγχύτῳ λόγῳ· οὐκ ἐν μιᾷ μόνῃ τῇ φύσει, ἀλλ᾽ ἐν δυσὶ τελείαις. Ἐπὶ γὰρ μιᾶς, ποῦ τὸ ἀσύγχυτον; ποῦ τὸ ἀδιαίρετον; ποῦ ἡ ἕνωσις λεχθείη· ἑαυτῇ γὰρ ἐνοῦσθαι ἢ διαιρεῖσθαι ἀδύνατον. Ποῖος ἄδης ἠρεύξατο μίαν ἐπὶ Χριστοῦ φύσιν λέγειν μετὰ τὴν ἕνωσιν; ἢ γὰρ τὴν θείαν φύσιν κρατοῦντες, τὴν ἀνθρωπίνην ἢ ἀρνοῦνται, φημὶ τὴν ἡμετέραν σωτηρίαν· ἣ τὴν ἀνθρωπίνην κατέχοντες, τῆς θείας φύσεως τὴν ἄρνησιν ποιοῦνται· ἐπεὶ λεγέτωσαν ποῖα ἀπολώλεκε τὸ ἴδιον; Εἰ γὰρ ἔτι ἔῤῥωται ἡ ἕνωσις, πάντως καὶ μετὰ τῆς ἑνώσεως ἰδιώματα ἀποσώζεσθαι ἀνάγκη. Ἐπεὶ οὐχ ἕνωσις τοῦτο, ἀλλὰ σύγχυσις καὶ ἀφανισμὸς τῶν φύσεων. »

Contents