Library › St John the Faster › Canons
Canons
St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome
19. On Perjury
ΠΕΡΙ ΕΠΙΟΡΚΙΑΣ.
Τοὺς ἐξ ἀνάγκης ἐπιορκήσαντας, γ΄. ἐτῶν τῆς κοινωνίας ἀπέχεσθαι, ὁ πβ΄. Κανὼν τοῦ μεγάλου Βασιλείου διορίζεται· τοὺς δὲ χωρὶς ἀνάγκης, ἐν δέκα ἔτεσι ταύτης ἀφίστασθαι. Ἡμεῖς δὲ εἰς ἕνα χρόνον τὴν κοινωνίαν αὐτοὺς δεῖν ᾠήθημεν ὑπερτίθεσθαι, μετὰ τὴν θ΄. ξηροφαγοῦντας, καὶ διακοσίας πεντήκοντα καθ᾽ ἑκάστην μετανοίας ποιοῦντας.
Γυνὴ οὔτε λαϊκὴ, οὔτε μονάζουσα, δι᾽ οἱονδήποτε πταῖσμα τῆς Ἐκκλησίας χωρίζεται, ὅτι μὴ μόνον τῆς κοινωνίας. Λέγει γὰρ ὁ Κανὼν, ὅτι τοῦτο ποιοῦμεν, διὰ τὸ πολλὰς ὑπὸ αἰσχύνης ἑαυτὰς διαχειρίσασθαι· ὥσπερ οὔτε πρεσβύτερος, οὔτε διάκονος, διὰ τὸ, Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό.
Ἐμπεσόντος τινὸς ἀκαθάρτου εἰς φρέαρ, ἢ εἰς ἔλαιον, ἢ εἰς οἶνον, ὁ τούτου γευσάμενος ἐπὶ τρεῖς ἡμέρας κρέατος καὶ τυροῦ μὴ ἁπτέσθω· ἑπτὰ δὲ μὴ κοινωνείτω.
Ὁ μετὰ τὴν θείαν ἐμέσας μετάληψιν, μ΄. ἡμέρας τῆς θείας ἀφίσταται κοινωνίας, τὸν ν΄. ᾄδων ψαλμὸν καθ᾽ ἑκάστην, καὶ μετανοίας ποιῶν ν΄. κἂν ὁπωσδήποτε τοῦτο συμβῇ. Εἰ γὰρ καὶ μὴ τέως ἀφορμὴν αὐτὸς οἴεται δοῦναι, ἀλλά γε δι᾽ ἕτερά τινα ἴδια πταίσματα τοῦτο πάντως παρεχωρήθη.