Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Mark of Ephesus › Syllogistic Chapters against the Latins

Syllogistic Chapters against the Latins

St Mark of Ephesus, Greek, ed. Petit, PO 17, 1923

Chapter 1

ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΕΦΕΣΟΥ ΚΥΡ. ΜΑΡΚΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ ΣΥΛΛΟΓΙΣΤΙΚΑ ΚΕΦΑΛΑΙΑ ΠΡΟΣ ΛΑΤΙΝΟΥΣ.

Τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορευόμενον ἢ ὡς ἐκ δύο ὑποστάσεων πρόεισιν, ἢ ὡς ἐκ τῆς κοινῆς αὐτῶν φύσεως, ἢ ἐκ τῆς προβλητικῆς δυνάμεως. Ἀλλ᾽ εἰ μὲν ὡς ἐκ δύο ὑποστάσεων, δύο ἀρχαὶ προδήλως καὶ δύο τὰ αἴτια ἐπὶ τῆς θείας Τριάδος καὶ δύο οἵ προβολεῖς, καὶ ἡ μοναρχία ἀνήρηται καὶ τὸ μόνην εἶναι πηγὴν τῆς ὑπερουσίου θεότητος τὸν Πατέρα. Εἰ δ᾽ ὡς ἐκ τῆς κοινῆς αὐτῶν φύσεως, πρῶτον μὲν οὐδέπω καὶ νῦν ἤκουσται, δυοῖν ὑποστάσεων ἑτέραν ἐκπεφυκυῖαν ὑπόστασιν μὴ ἐξ αὐτῶν εἶναι λέγειν, ἀλλ᾽ ἐκ τῆς κοινῆς φύσεως· ἔπειτα καὶ οὕτω πάλιν εἰς τὸ αὐτὸ περιενεχθήσονται· ἡ γὰρ ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν ἢ φύσις μετὰ τῶν ἰδιωμάτων, ὥστε τὸ ἐκ τῆς φύσεώς τινος ἡ τινων καὶ ἐκ τῆς ὑποστάσεως ἢ τῶν ὑποστάσεων εἶναι ἀνάγκη· πρὸς τῷ μηδ᾽ ἁπλῶς εἶναι τῆς θείας φύσεως ἴδιον τὸ προβάλλειν· ἢ γὰρ ἂν καὶ τὸ Πνεῦμα προέβαλλεν ἕτερον ἢ ἑαυτό, τῆς αὐτῆς κοινωνοῦν φύσεως. Εἰ δὲ ἐκ τῆς προβλητικῆς δυνάμεως, ζητητέον, τίς αὐτὴ ἡ προβλητικὴ δύναμις, καὶ εἰ ἑτέρα παρὰ τὴν φύσιν ἢ ἡ αὐτή. Εἰ μὲν οὖν ἡ αὐτὴ τῇ φύσει, πάλιν οἱ αὐτοὶ λόγοι τὰς αὐτὰς ἐπιφέροντες ἀτοπίας· εἰ δὲ ἑτέρα παρὰ τὴν φύσιν, ἤδη μὲν συνεχώρησαν ἕτερόν τι τῷ Θεῷ προσεῖναι τῆς αὐτοῦ φύσεως, ὅπερ ἐν ἄλλοις διαλεγόμενοι μᾶλλον ἂν ἕλοιντο τὰς γλώσσας προέσθαι ἢ ὡς ὁμολογούμενον δέξασθαι· ἔπειτα πῶς οὐκ ἄτοπον, ἕτερόν τι παρὰ τὴν θείαν φύσιν ἀποτελεστικὸν εἶναι φύσεως θείας εἴτ᾽ οὖν ὑποστάσεως; Ἀλλὰ δὴ καὶ οὕτω πάλιν τὰς δύο ἀρχὰς οὐκ ἐκφεύξονται· καὶ γὰρ τὸ ἐκ πατρὸς καὶ μητρὸς γεννώμενον ἐκ τῆς γεννητικῆς αὐτῶν δυνάμεως πρόεισιν, ἢ διὰ τῆς γεννητικῆς δυνάμεως, ἥτις ἐστὶν αὐτοῖς κοινή, κἂν διαφέρῃ τοῖς τρόποις· ἀλλ᾽ οὐδὲν ἧττον ἐκ δύο τέ ἐστιν ὑποστάσεων καὶ δύο τὰς ἀρχὰς ἔχει τῆς ἑαυτοῦ γενέσεως καὶ οὐκ ἂν τις ὅλως ἀρνήσασθαι τοῦτο τολμήσειεν. Ὥστε καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εἴπερ ἐκ Πατρὸς καὶ Υἱοῦ πρόεισι διὰ τῆς προβλητικῆς δυνάμεως, δύο τὰς ἀρχὰς ἕξει τῆς ἑαυτοῦ ὑπάρξεως. « Ἀλλ᾽ ἡ κτίσις, φασίν, ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος οὖσα, διὰ τῆς δημιουργικῆς τούτῶν δυνάμεως ἐξ ἑνός τέ ἐστι Θεοῦ καὶ δημιουργοῦ, καὶ μίαν ἀρχὴν ἔχει τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Τί οὖν κωλύει καὶ τὸ ἅγιον Πνεῦμα ἐκ Πατρὸς καὶ Υἱοῦ προερχόμενον ὡς ἐξ ἑνός τε εἶναι Θεοῦ καὶ προβολέως καὶ μίαν ἀρχὴν ἔχειν τὸν Πατέρα καὶ τὸν Υἱόν; » Ἀπήλλαξας ἡμᾶς πραγμάτων, ὦ βέλτιστε, τοῖς κτίσμασι συντάξας τὸ Πνεῦμα τὸ ἅγιον καὶ Πνευματομάχον καθαρῶς ἑαυτὸν ἀποφήνας. Εἰ γὰρ τὸν αὐτὸν τρόπον ἥ τε κτίσις ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος καὶ τὸ Πνεῦμα ἐκ Πατρὸς καὶ Υἱοῦ, τί γε ἄλλο ἢ κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον; Ἀλλ᾽ ἐγώ σοι τοὐναντίον ἀναστρέψας, εὐσεβεστέρως ἐρῶ, ὡς ἐπείπερ ἡ κτίσις οὕτως, οὐχ οὕτω τὸ Πνεῦμα τὸ ἅγιον. Τὸ μὲν γὰρ δημιουργικῶς ἐκ δύο καὶ πολλῶν γενόμενον ἔστιν εἰπεῖν ὡς ἐξ ἑνὸς γεγονέναι πρὸς τὸν δημιουργικὸν ἀφορῶντας λόγον, οὐ μόνον ἐπὶ τῆς θείας δημιουργίας, καθ᾽ ἣν μία καὶ ἡ αὐτὴ βουλὴ καὶ θέλησις καὶ σοφία καὶ δύναμις καὶ ἐνέργεια, ἀλλὰ καὶ ἐπὶ τῆς ἀνθρωπίνης καὶ καθ᾽ ἡμᾶς. Εἷς γὰρ καὶ ὁ αὐτὸς ἐν διαφόροις τεχνίταις ὁ τεχνικὸς λόγος, καὶ ἢ τεχνίται, ἐν εἰσι πάντες· καὶ κατὰ τοῦτο τὸ ἐκ πολλῶν γενόμενον ἐξ ἑνὸς ἔστιν εἰπεῖν γεγονέναι καὶ μίαν ἀρχὴν ἔχειν. Τὸ δὲ φυσικῶς ἐκ δύο τὴν ὕπαρξιν ἔχον οὐκ ἂν τις ὅλως ἐξ ἑνὸς εἴποι ποτέ· καὶ γὰρ ἀδύνατον τὸν αὐτὸν τρόπον ἔκάτερον εἰς τὸ εἶναι συμβάλλειν, καὶ αὐτοὶ δὲ Λατῖνοι λέγουσι, διάφορον εἶναι τὴν ἐκ Πατρὸς τοῦ Πνεύματος πρόοδον τῆς ἐκ τοῦ Υἱοῦ, καὶ τὴν μὲν ἄμεσον εἶναι, τὴν δ᾽ ἔμμεσον· ὥστ᾽ οὐκ ἂν ἐκφύγοιεν οὐδαμῇ οὐδαμῶς τὰς δύο ἀρχάς, εἰ μὴ μέλλοιεν ἑτέροις πλείοσιν ἀτόποις περιπεσεῖσθαι. « Καὶ τί κωλύει», φασί, « δύο μὲν εἶναι τὰς ἀρχάς, τὴν μέντοι ἑτέραν αὐτῶν ὑπὸ τὴν ἑτέραν, ὥστε καὶ οὕτω μίαν εἶναι τὰς δύο; Τοῦτο δὲ που καὶ ὁ Θεολόγος Γρηγόριος εὕρηται λέγων· Ἢ ἐκ τῆς ἀρχῆς ἀρχή ». Εἰ οὕτω τὰς ἀρχὰς λέγεις, ὡς τὴν μὲν ἔγγιον εἶναι, τὴν δὲ πορρώτερον, οὐκ οἶδ᾽ εἰ μᾶλλον ἔσονται μία διὰ τὸ ὑπάλληλοι εἶναι, ἢ καὶ μάλα δύο, διότι καὶ μάλα διάφοροι. Σκόπει δέ. Ἑκατέρα τούτων μᾶλλον ἀρχὴ τῆς ἑτέρας καὶ ἧττον, πὴ μὲν μᾶλλον, πὴ δ᾽ ἧττον. ἡ μὲν ἔγγιον μᾶλλον ἀρχὴ δι᾽ αὐτὸ τοῦτο τὸ ἔγγιον εἶναι, ἡ ὃε πορρώτερον μᾶλλον διὰ τὸ περιέχειν τὴν ἔγγιον. Αἱ οὖν οὕτω διάφοροι πῶς ἔσονται μία; Τίς δ᾽ ἂν εἴποι τὸν Ἀδὰμ καὶ τὸν Σὴθ μίαν ἀρχὴν τοῦ Ἐνὼς εἰναι; Καίτοι γε ἑκάτερος τούτων ἀρχή, ἣ μὲν ἔγγιον, ἣ δὲ πορρωτέρω. Πῶς οὖν αὗται μία; Πῶς δὲ καὶ ἀνεκτὰ βλασφημοῦσιν, οὕτω τιθέντες τὸ Πνεῦμα πόρρω τῆς πατρικῆς ὑποστάσεως καὶ οἷον υἱωνὸν αὐτὸ λέγοντες; Καίτοι γε « τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον » εἴρηται, καὶ « Πνεῦμα τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως ». — Ἀλλ᾽ ὅπερ ὁ Θεολόγος εἴρηκε, πρὸς τὰ κτίσματα βλέπων εἴρηκε τοῦτο, καθάπερ ἂν εἰ εἶπε δημιουργὸν ἐκ δημιουργοῦ, ὥσπερ καὶ φῶς ἐκ φωτὸς καὶ Θεὸν ἐκ Θεοῦ καὶ ἀγαθὸν ἐξ ἀγαθοῦ ἅπερ ἅπαντα μετὰ τοῦ Πατρὸς ὤν, εἷς ἐστι Θεὸς μετ᾽ αὐτοῦ καὶ ἕν φῶς καὶ ἀγαθὸς εἷς καὶ ἀρχὴ μία τῶν γεγονότων ἁπάντων. Πάντα γάρ, φησί, δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. Ὡς ὃ μὴ γέγονεν, οὐχ ἐξ αὐτοῦ δήπουθεν ὂν οὐδὲ δι᾽ αὐτοῦ· τοῦτο δέ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δ᾽ οὕτως ἔχει τὸ εἰρημένον ὑπὸ τοῦ Θεολόγου, δῆλον ἐξ ὧν ἐν ἑτέροις φησίν· « Ἄναρχον καὶ ἀρχὴ καὶ τὸ μετὰ τῆς ἀρχῆς, εἷς Θεός ». Οὐκ εἶπε τὸ ἐκ τῆς ἀρχῆς, ἀλλὰ τὸ μετὰ τῆς ἀρχῆς, ἐκ τοῦ ἀνάρχου δηλαδὴ προϊόν. Καίτοι γε εἰ ὅλως ἐφρόνει τοῦ Πνεύματος ἀρχὴν τὸν Υἱόν, ποῦ ἂν μᾶλλον εἴρηκε τοῦτο, βιαιότατοι πάντων ἀνθρωπων; Ἀλλ᾽ οὔθ᾽ οὗτος οὔθ᾽ ἕτερός τις τῶν καθ᾽ ἡμᾶς θεολόγων τοῦτο φρονῶν φαίνεται, κἂν ὑμεῖς σοφιζόμενοι πάντα τὸν χρόνον καταναλώσητε.

« Πνεῦμα », φησὶν ὁ Νυσσαεὺς θεολόγος, « τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως ». Εἰ δὲ τὸ αὐτὸ καὶ τῆς τοῦ Υἱοῦ ὑποστάσεως ἐκπορεύεται, τί γε ἄλλο ἢ ἐκ δύο ἐκπορεύεται ὑποστάσεων; Τὸ δὲ ἐκ δύο ὑποστάσεων ἐκπορευομένον τί γε ἄλλο ἢ δύο τὰς ἀρχὰς ἔχει τῆς ἑαυτοῦ ὑπάρξεως; Οὐκ ἄρα Λατῖνοι τὴν δυαρχίαν ἐκφεύξονται, μέχρις ἂν καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι λέγωσιν ».

Εἰ ὥσπερ ἐκ τοῦ Πατρὸς ὁ Υἱός, οὕτω καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός, διὰ τί μὴ καὶ τὸ Πνεῦμα Υἱός; Ὅτι διαφέρει τῷ τῆς ὑπάρξεως τρόπῳ κατὰ τοὺς θεολόγους, καὶ οὐχ υἱϊκῶς τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς οὐδὲ γεννήτως πρόεισιν. Εἰ τοίνυν μὴ ἐστι τὸ Πνεῦμα Υἱός, ἐκ τοῦ Πατρὸς προϊόν, τίνα ταύτης ἔτι διάκρισιν ἀκριβεστέραν ζητήσομεν τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος πρός τε τὸν Πατέρα καὶ πρὸς ἀλλήλους Εἰ γὰρ τοῦ αὐτοῦ τὸ μὲν Υἱός, τὸ

οὐχ Υἱὸς ἀλλ᾽ ἄλλο τι, δῆλον ὅτι πρὸς μὲν τὸν Πατέρα τῷ τῆς σχέσεως διακρίνονται λόγῳ καὶ ὡς αἰτιατὰ πρὸς αἴτιον ἔχουσι, πρὸς ἄλληλα δὲ, τῇ κατὰ τὴν ἀντίφασιν ἀντιθέσει· τὸ γὰρ Υἱὸν εἶναι τῷ μὴ Υἱὸν εἶναι δῆλον ὡς ἀντιφατικῶς ἀντίκειται. Οὐκ ἄρα καὶ ἐπὶ τούτων, ΥἹοῦ λέγω καὶ Πνεύματος, ἀναγκαία ἣ κατὰ τὴν σχέσιν ἀντίθεσις πρὸς διάκρισιν, εἴπερ καὶ διὰ τῆς ἀντιφατικῆς ἀντιθέσεως δύνανται διακρίνεσθαι. δ΄. Οἱ Λατῖνοι μὴ θέλοντες ἕπεσθαι ταῖς κοινῇ παρὰ πᾶσιν ὁμολογουμέναις τῆς θεολογίας ἀρχαῖς, ἀλλ᾽ ἑτέρας ἐπινοοῦντες αὐτοὶ πρὸς τὴν ἰδίαν ὑπόθεσιν συντεινούσας, οὐ καθάπερ ἡμεῖς διαιροῦσι τὰ τῷ Θεῷ προσόντα, τὰ μὲν κοινὰ λέγοντες εἶναι, τὰ δὲ ἴδια τῶν θεαρχικῶν προσώπων, ἀλλ᾽ ἕτερόν τινα καινότερον τρόπον τὰ μὲν ἴδια φασιν εἶναι, τὰ δὲ κοινά, τὰ δὲ κοινότατα· τὰ μὲν ἑνὶ προσώπῳ προσόντα λέγοντες ἴδια· τὰ δὲ δυσί, κοινά· τὰ δ᾽ ὁμοῦ τοῖς τρισί, κοινότατα. Ὅτι μὲν οὖν ἀσυνήθη ταῦτα καὶ τοῖς Λατίνοις συνήθως κεκαινοτόμηται, δῆλον ἐξ αὐτῶν τῶν φωνῶν. Ἀλλ᾽ ἴδωμεν καὶ τίνα ἐστίν, ἅ φασιν εἶναι κοινὰ καὶ οὐχὶ κοινότατα. Τῷ μὲν Υἱῷ καὶ Πνεύματι λέγουσιν εἰναι κοινὸν τὸ ἐκ τοῦ Πατρὸς εἶναι, δηλαδὴ τὸ αἰτιατόν, καὶ δὴ καὶ τὸ πέμπεσθαι παρ᾽ αὐτοῦ καὶ ὅσα τούτοις ὁμόστοιχα· τῷ δὲ Πατρὶ καὶ Υἱῷ, τὸ πέμπειν τὸ Πνεῦμα καὶ προχεῖν καὶ πηγάζειν, καὶ εἴ τι τοιοῦτον, οἷς ταὐτὸν εἶναι λέγουσι καὶ αὐτὸ τὸ προβάλλειν οὐσιωδῶς τὸ Πνεῦμα. Σκεπτέον οὖν ἄνωθεν, Εἰ μὲν τὸ αἰτιατὸν ἄλλο τι παρὰ τὸ γεννητὸν καὶ ἐκπορευτὸν ἐδήλου περὶ Θεοῦ λεγόμενον, εἶχεν ἂν χώραν κοινὸν τοῖς δυσὶ τοῦτο λέγειν· εἰ δ᾽ οὐκ ἔστιν οὐδ᾽ ἐπινοίᾳ λαβεῖν τὸ αἰτιατὸν ἐφ᾽ ἑκατέρου τούτων ἄνευ τοῦ τρόπου (τὸ μὲν γὰρ ἐστιν αἰτιατὸν γεννητῶς, τὸ δ᾽ ἐκπορευτῶς), φωνὴ μέν ἐστι μία τὸ αἰτιατόν, πράγματα δὲ δύο τὸ γεννητόν τε καὶ ἐκπορευτόν· αὐτὰ δὲ ταῦτα καὶ ἴδια λέγομεν ἑκατέρου τούτων. Οὐκ ἄρα τι κοινὸν ἄλλο τοῖς δυσὶν ὑπάρχει πρὸς τὸν Πατέρα παρὰ τὰ ἴδια τούτων, ἅπερ αὐτὰ καὶ τοῦ Πατρὸς διακρίνουσι καὶ ἀλλήλων. Τὸ δὲ δη πέμπεσθαι καὶ εἰ τι τοιοῦτον μάλιστα μὲν τὴν εὐδοκίαν δηλοῖ, κατὰ τὸν θεολόγον Γρηγόριον, καὶ τὸ πρὸς τὴν πρώτην αἰτίαν τὰ τῶν ἐξ αὐτῆς ἀναφέρεσθαι πάντα, καὶ ἵνα μὴ δοκῶσιν ἀντίθεοι. Ἔπειτα καὶ χρονικὸν ὃν καὶ ποτὲ καὶ πρός τι καὶ διά τι γινόμενον, οὐκ ἂν εἰκότως προσλογίζοιτο τοῖς θείοις ἰδιώμασιν ἀνάρχοις τε καὶ ἀϊδίοις ὀφειλουσιν εἶναι. Τὰ δ᾽ αὐτὰ ταῦτα καὶ περὶ τοῦ πέμπειν ἐροῦμεν· ὅτι καὶ αὐτὸ χρονικὸν ὃν καὶ ποτὲ καὶ πρὸς τι καὶ διά τι γινόμενον, οὐκ ἂν εὐλόγως ὡς ἴδιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ πρὸς τὸ Πνεῦμα δοθεῖν· πολλου γε δεῖ ταὐτὸν εἶναι τῇ ἀνάρχῳ καὶ ἀναιτίῳ πρόοδῳ τοῦ Πνεύματος. Ἔπειτ᾽ οὐδὲ τὸ Πνεῦμα τοῦ πέμπειν ἀφήρηται· καὶ δῆλον ἐξ ὧν ὁ προφήτης φησὶν ἐκ προσώπου τοῦ Υἱοῦ λέγων· Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ. Εἰ δὲ ὡς ἄνθρωπος ἀπεστάλθαι παρὰ τοῦ Πνεύματος λέγεται, πόθεν δῆλον; ἢ δεῖξον, ἢ μὴ κατασοφίζου. Καίτοιγε ὁ θεῖος Χρυσόστομος ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ παρὰ τοῦ Πατρὸς εἰρημένον τοῦτο δείκνυσιν ἐξ αὐτῶν τῶν τῆς Ἡσαΐου προφητείας ῥημάτων καὶ τοῦτον ἀπεστάλθαι παρὰ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος διατείνεται. Κοινότατον ἄρα τὸ πέμπειν, καὶ οὐχὶ κοινόν, ὡς δοκεῖ τοῖς Λατίνοις. Οὐδ᾽ ἄρα τὸ προβάλλειν ἀϊδίως τὸ Πνεῦμα κοινόν ἐστι Πατρὶ καὶ Υἱῶ. Πρὸς δὲ τούτοις τῷ μὲν Υἱῷ καὶ τῷ Πνεύματι θαυμαστὸν οὐδέν, εἴ τι κοινὸν ὑπάρχει πρὸς τὸν Πατέρα· ὁ μὲν γὰρ οὐκ ἀρχὴ μόνον, ἀλλὰ καὶ ἄναρχος καὶ ἀναίτιος· οἵ δ᾽ ἀρχὴν ἔχουσι τὸν Πατέρα καὶ ἄμφω. Τῷ δὲ Πατρὶ καὶ Υἱῷ πόθεν κοινόν τι δώσομεν, ὃ μὴ καὶ τῷ Πνεύματι πρόσεστιν; Οὐ γὰρ ἐφίησι τοῦτο Διονύσιος ὁ μέγας διαπρύσιον κεκραγώς· ( Τὰ κοινὰ Πατρὶ καὶ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι κοινωνικῶς καὶ ἡνωμένως ὁ θεαρχικὸς ἀνατίθησι λόγος ». Καὶ Θεολόγος Γρηγόριος· « Πάντα ὅσα ὁ Πατήρ, τοῦ Υἱοῦ, πλὴν τῆς αἰτίας· πάντα ὅσα ὁ Υἱός, τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως ». Ἔτι περὶ τῆς ἀποστολῆς ἀκριβέστερον ἐπισκεπτέον. Ἔγνωστο μὲν ὁ Πατὴρ ἐν τῇ παλαιᾷ Διαθήκῃ· ἔδει δὲ καὶ τὸν Υἱὸν γνωσθῆναι ἐν τῇ καινῇ. Τοῦτο οὖν ἐστι τὸ τὸν Υἱὸν ἀπεστάλθαι, τὸ οἱονεὶ πεφανερῶσθαι παρὰ τοῦ Πατρὸς εἰς τὸν κόσμον. Πάλιν τοῦ Υἱοῦ γνωσθέντος, ἔδει γνωσθῆναι καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Διὰ τοῦτο παρὰ Πατρὸς καὶ Υἱοῦ τῶν ἤδη προεγνωσμένων ἀπεστάλθαι λέγεται, τουτέστι πεφανερῶσθαι· τίς γὰρ ἑτέρα πέμψις καὶ ἀποστολὴ Θεοῦ τοῦ πανταχοῦ παρόντος καὶ μηδαμοῦ μεταβαίνοντος; Διὰ τοῦτό φησιν· Ἐὰν πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. Τοῦτο δὲ οὐ τὴν ἀΐδιον προοδον δηλοῖ πάντως· οὐ γὰρ τοῦτο λέγει, ὅτι, « ἐὰν ἐγὼ μὴ ἀπέλθω, οὐ προβαλῶ τὸν Παράκλητον, ἐὰν δὲ πορευθῶ, τότε προβαλῶ », ἀλλ᾽ ὅτι, « ἐὰν αὐτὸς ἐξ ὀφθαλμῶν ὑμῶν γένωμαι, τὴν ἐκείνου χάριν καὶ δύναμιν ὑμῖν φανερώσω ». Ἔτι εἰ τὸ μεταβαίνειν Θεοῦ ἀλλότριον (σωμάτων γὰρ ἴδιον), εἰ μὲν περὶ τοῦ Υἱοῦ τὸ πέμπεσθαι λέγεται, τὴν σωματικὴν αὐτοῦ παρουσίαν εἰς τὸν κόσμον δηλοῖ· ἐξαπέστειλε γάρ φησίν, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον γενόμενον ἐκ γυναικός· εἰ δὲ περὶ τοῦ ἁγίου Πνεύματος, τὴν χάριν αὐτοῦ μηνύει καὶ τὴν ἐνέργειαν, οὐκ αὐτὴν τὴν ὑπόστασιν. Ὅτι δὲ διαφέρουσα ἐκείνης αὕτη, μάρτυς ὁ θεῖος Χρυσόστομος ἐν ταῖς εἰς τὸ κατὰ Ἰωάννην ὁμιλίαις οὕτω λέγων· « Τοῦ Πνεύματος τὴν χάριν « ἡ Γραφὴ ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, « δεικνῦσα, ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα τὰ ὀνόματα, ἀλλ᾽ ἐνεργείας ». Καὶ πάλιν· « Πνεῦμα ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη· αὕτη τοιγαροῦν καὶ ἡ πεμπομένη· πέμπεται δὲ παρὰ Πατρὸς δι᾿ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, κοινὴ τῆς Τριάδος οὖσα, μᾶλλον δὲ μία καὶ ἡ αὐτή ». Οὐδὲν ἄρα τῷ Πατρὶ καὶ τῷ Υἱῷ κοινὸν πρόσεστιν, ὅπερ μὴ καὶ τῷ Πνεύματι, καθὰ καὶ Διονύσιος ὁ κλεινὸς ἀποφαίνεται.

« Πνεῦμα », φησὶν ὁ Νυσσαεὺς θεολόγος, « τὸ τῆς Πατρικῆς ἐκπορευόμενον ὑποστάσεως ». Τίνι δῆλον οὐκ ἔστιν ἐντεῦθεν, ὅτι τὸ προβάλλειν τὸ Πνεῦμα τοῦ Πατρός ἐστιν ὑποστατικὸν εἴτ᾽ οὖν προσωπικὸν ἰδίωμα; Καθάπερ γὰρ τὴν τοῦ Μονογενοῦς ὑπόστασιν σαρκωθῆναι λέγοντες, ἀκοινώνητον τοῦτο τῷ Πατρὶ καὶ τῷ Πνεύματι δείκνυμεν, οὕτω καὶ τὴν τοῦ Πατρὸς ὑπόστασιν τὸ Πνεῦμα προβάλλειν εἰρηκότες τὸ ἅγιον, οὐκέτ᾽ ἂν εἰκότως καὶ τῷ Υἱῷ τοῦτο δοίημεν. Ἤ τοίνυν Λατῖνοι δειξάτωσαν τινὰ τῶν θεολόγων καὶ ἐκ τῆς τοῦ Υἱοῦ ὑποστάσεως τοῦτο λέγοντα, ἢ καθαρῶς ἐντεῦθεν ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον ἀναφαίνεται.

Οἱ Λατῖνοι τὸ τρίτον εἶναι μετὰ τὸν Πατέρα καὶ τὸν Υἱὸν τὸ Πνεῦμα τὸ ἅγιον ὡς ὁμολογούμενον ἔχοντες, ἐκ τῆς τάξεως ταύτης οἴονται δείκνυσθαι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι. Εἰ γὰρ μὴ τάξιν εἶχε, φασί, καὶ πρὸς τὸν Υἱὸν κατὰ τὴν πρὸς αὐτὸν σχέσιν, οὐκ ἂν ἐλέγετο τρίτον, οὐδὲ ἑξῆς μετ᾽ αὐτόν. — Ἀλλ᾽ ὦ γενναῖοι, φαίην ἂν πρὸς αὐτούς, εἰ μετὰ τὸν Πατέρα δεύτερος ὁ Υἱὸς (τοῦτο γὰρ ἡ σχέσις ἀπαιτεῖ), καὶ οὐκ ἂν ἄλλο τι μεταξὺ παρεμπέσοι, τί ἂν ἄλλο εἴη τὸ Πνεῦμα τὸ ἅγιον ἢ τρίτον; Πρῶτον μὲν γὰρ οὐκ ἂν εἴη δήπουθεν· δεύτερος δὲ ὁ Υἱὸς ἐξ ἀνάγκης· τρίτον ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, εἴπερ ἐστὶ συμπληρωτικὸν τῆς μακαρίας Τριάδος ἐκείνης. Διὰ τοῦτο δὲ καὶ ἡ τάξις, οἶμαι, τοῖς θεολόγοις παρείληπται, ἵνα μὴ Υἱὸς νομισθῇ μετὰ τὸν Πατέρα ταττόμενον· ἄλλως γὰρ καὶ ἀναιροῦσι τὴν τάξιν. « Οὐκ ἔχει γάρ, φασί, τάξιν ἡ ἁγία Τριάς, οὐχ ὡς ἄτακτος, ἀλλ᾽ ὡς ὑπὲρ τάξιν ». Καὶ αὖθις· « Τὰ αὐτὰ καὶ προκριθμοῦνται καὶ συναριθιοῦνται καὶ ὑπαριθμοῦνται ». Τί οὖν ὑμῖν ἡ τάξις συντελεῖ πρὸς τὴν ὑμετέραν ὑπόθεσιν, εἰ μὴ πᾶν τὸ ἐχόμενόν τινος κατὰ τάξιν, καὶ ἐξ αὐτοῦ τὸ εἶναι ἔχειν ἀνάγκη; Φέρε δὴ καὶ τὸν μέγαν ὑμῖν προθῶμεν Βασίλειον, ἵν᾿ εἰδῶμεν οἷα περὶ τοῦ προκειμένου φθέγγεται. « Ἐπειδὴ » φησί « τὸ Πνεῦμα τὸ ἅγιον, ἀφ᾽ οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει, τοῦ Υἱοῦ μὲν ἤρτηται ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται, τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται, τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι καὶ ἐκ τοῦ Πατρὸς ὑφεστάναι ». Ἀκούεις τοῦ οὐρανοφάντορος, οἷα λέγει; Τοῦ Υἱοῦ, φησίν, ἤρτηται, τουτέστιν ἔχεται, οὐχ ὅτι ἐξ αὐτοῦ ἐκπορεύεται, ἀλλ᾽ ὅτι σὺν αὐτῷ ἀδιαστάτως ἐκ τοῦ Πατρὸς τὸ εἶναι ἔχον καταλαμβάνεται, « τῆς τοῦ Μονογενοῦς μεσιτείας », ὅ φησιν ὁ ἀδελφὸς αὐτοῦ Γρηγόριος ὁ τῆς Νύσσης, « καὶ ἑαυτῷ τὸ μονογενὲς φυλαττούσης καὶ τὸ Πνεῦμα τῆς φυσικῆς πρὸς τὸν Πατέρα σχέσεως μὴ ἀπαλλοτριούσης ». Καὶ πάλιν· « Γνωριστικὸν σημεῖον ἔχει », φησί, « τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι καὶ ἐκ τοῦ Πατρὸς ὕφεσταναι ». Τούτων τί ἂν γένοιτο λευκότερον ἢ σαφέστερον ἢ πρὸς τὴν ἡμετέραν δόξαν ὁμοφωνότερον;

Πολύ τι δοκεῖ συμβάλλεσθαι τοῖς Λατίνοις πρὸς τὴν οἰκείαν ὑπόθεσιν τὸ λέγεσθαι τοῦ Υἱοῦ Πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον: ἐγὼ δὲ προσθήσω τούτῳ καὶ ὅτι Ἴδιον τοῦ Υἱοῦ καὶ οὐχ ἀλλότριον τοῦ Υἱοῦ καὶ ὅσα τούτοις ὅμοια. Ἆρ᾽ οὖν διὰ ταῦτα καὶ ἐξ αὐτοῦ ἐκπορεύεται; Ἀλλ᾽ οὐκ ἐάσει τοῦτο πρῶτον μὲν Θεοδώρητος, βλασφημόν τε καὶ δυσσεβῆ τὴν τοιαύτην δόξαν ἡγούμενος· ἔπειτα καὶ αὐτὸς ὁ θειότατος Κύριλλος ἐν οἷς φησι· « Κατ᾽ οὐδένα τρόπον σαλεύεσθαι ἀνεχόμεθα τὴν ὁρισθεῖσαν παρὰ τῶν Πατέρων πίστιν ἤτοι τὸ τῆς πίστεως σύμβολον, οὔτε μὴν ἐπιτρέπομεν ἑαυτοῖς ἢ ἑτέροις λέξιν γοῦν μίαν ἀμεῖψαι τῶν ἐγκειμένων ἐκεῖσε· οὐ γὰρ ἦσαν αὐτοὶ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἐκπορεύεται μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, ἔστι δὲ οὐκ ἄλλοτριον τοῦ Υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον ». Ἀκούεις κατὰ τίνα λόγον τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγεται καὶ ἴδιον αὐτοῦ καὶ οὐκ ἀλλότριον; Κατὰ τὸν τῆς οὐσίας, φησί, λόγον, ὡς ὁμοούσιον αὐτῷ δηλονότι. Λέγει δὲ καὶ ὁ μέγας Βασίλειος ἐν τῷ ιηῳ τῶν πρὸς Ἀμφιλόχιον· « Πνεῦμα Χριστοῦ λέγεται ὡς ᾠκειωμένον κατὰ φύσιν αὐτῷ ». Τίνα τοίνυν ἐξηγητὴν ἔτι βελτίονα τῶν ἀποστολικῶν τε καὶ τῶν ἰδίων ἤ ῥημάτων δεξόμεθα παρὰ τοὺς θείους τουτουσὶ διδασκάλους;

Τὸ δι᾽ ἐμφυσήματος παρὰ τοῦ Κυρίου δεδόσθαι τὸ Πνεῦμα τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν σύμβολον οἱ Λατῖνοι ποιοῦνται τοῦ καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι. Ὅτι μὲν οὖν οὐχ ἡ οὐσία τοῦ Πνεύματος ἦν ἡ δεδομένη τότε δι᾽ ἐμφυσήματος, δῆλον μὲν ἐξ ὧν οὐδέπω τότε τὸ Πνεῦμα τὸ ἅγιον παραγέγονεν. Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, φησίν, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς. Μαρτυρεῖ δὲ καὶ ὁ θεῖος Χρυσόστομος ἐν τοῖς εἰς τὸ κατὰ Ἰωάννην Ἐξηγητικοῖς οὕτω λέγων· « Τινὲς μὲν φασιν, ὅτι οὐ τὸ Πνεῦμα ἔδωκεν, ἀλλ᾽ ἐπιτηδείους αὐτοὺς πρὸς ὑποδοχὴν διὰ τοῦ ἐμφυσήματος κατεσκεύασεν. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τότε εἰληφέναι αὐτοὺς λέγων ἐξουσίαν τινὰ πνευματικὴν καὶ χάριν, ὥστε ἀφιέναι ἁμαρτήματα· διὸ καὶ ἐπήγαγεν· Ὧν ἂν ἀφῆτε, ἀφέωνται, δεικνὺς ποῖον εἶδος ἐνεργείας δίδωσι· καὶ γὰρ ἄφατος ἡ τοῦ Πνεύματος χάρις καὶ πολυειδὴς ἡ δωρεά. Καὶ θαυμαστὸν οὐδέν, ὅπου γε καὶ παρὰ Μωσέως ὁ Θεὸς τοῦ Πνεύματος ἀφελὼν ἑτέροις μετέδωκεν· ἐν δὲ τῷ δεσπότῃ Χριστῷ πᾶσα ἡ τοῦ Πνεύματος χάρις ἐπαναπέπαυτο. Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς ἐκείνῳ τὸ Πνεῦμα· διὸ καὶ ἐξ αὐτῆς μετεδίδου καὶ δι᾽ αὐτῆς τὰς θεοσημείας εἰργάζετο· Ἔν γὰρ Πνεύματι Θεοῦ, φησίν, ἐκβάλλω ἐγὼ τὰ δαιμόνια ».

Πάλιν τὸ εἰκόνα λέγεσθαι τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἰς συνηγορίαν ποίαν ἕλκουσι τοῦ οἰκείου δόγματος. Λέγομεν δὲ καὶ πρὸς τοῦτο, ὡς οὐ πάντως ἀνάγκη τὴν εἰκόνα τὸ εἰκονιζόμενον αἴτιον ἔχειν, οὔτε ἐπὶ τῆς τέχνης, οὔτε ἐπὶ τῆς φύσεως. Καὶ γὰρ ὁ Υἱὸς εἰκὼν τοῦ Πατρὸς λέγεται, οὐ τοσοῦτον ὡς πρὸς αὐτὸν κατ᾽ αἰτίαν ἀναφερόμενος, ὅσον ὡς ἐν ἑαυτῷ τὸν Πατέρα προδεικνὺς καὶ εἰκονίζων, ὡς πού φησι πρὸς τὸν Φίλιππον· Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα. Εἰκὼν τοίνυν καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὡς αἰτίου αὐτοῦ ὄντος, ἀλλ᾽ ὅτι μὴ οἷόν τε γνῶναι τὸν Υἱὸν ἑτέρωθεν, εἰ μὴ διὰ τοῦ ἁγίου Πνεύματος· Οὐδεὶς γάρ, φησί, δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Καὶ αὖθις· Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Ὅπερ ὁ θεῖος Χρυσόστομος ἐξηγούμενος, « Τουτέστι », φησί, « συνῳδὰ τοῖς ἐμοῖς ἐρεῖ· ἐπεὶ γὰρ ἐμά ἐστι τὰ τοῦ Πατρός, ἐκεῖνος δὲ ἐκ τῶν τοῦ Πατρὸς ἐρεῖ, ἐκ τῶν ἐμῶν ἐρεῖ ». Καθάπερ γὰρ ὁ Υἱὸς ἐλθὼν εἰς τὸ πληρῶσαι τὸν παλαιὸν νόμον, τουτέστι τελειῶσαι καὶ προσθεῖναι τὰ παραλελειμμένα διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν, αὐτῷ τούτῳ τὸν Πατέρα ἐδόξασε τὸν νόμον ἐκεῖνον θέμενον (Ἐγὼ γάρ σε, φησίν, ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω), οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὸ τοῦ Υἱοῦ ἔργον ἐτελείωσεν αὖθις· Πολλὰ γάρ, φησίν, ἔχω λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀληθειαν· οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ, λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Ἐκ τοῦ ἐμοῦ, φησίν, ἔργου τὰς ἀφορμὰς λήψεται καὶ ἀναγγελεῖ ὑμῖν, τὰ λειπόμενα δηλονότι· ὁ ἔργον ταὐτόν ἐστι τῷ τοῦ Πατρός· Πάντα γὰρ ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι. Διὰ τοῦτ᾽ ἄρα καὶ εἰκὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τὸ ἀναγγέλλειν τὰ τοῦ Υἱοῦ καὶ τὸν Υἱὸν δοξάζειν, ἐκ τοῦ ἔργου αὐτοῦ λαμβάνον καὶ τελειοῦν αὐτὸ δὴ τὸ ἔργον, ὥσπερ ἐκεῖνος τὸ τοῦ Πατρός.

Ἔτι τὸ διὰ τοῦ Υἱοῦ προϊέναι ἢ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον εἰς ταὐτὸν ἄγουσι τῷ ἐκ τοῦ Υἱοῦ, τὴν διά λέγοντες ἰσοδυναμεῖν τῇ ἐκ παρὰ τῇ Γραφῇ. Ἔνθα μὲν οὖν ἰσοδυναμεῖ, περὶ δημιουργίας ὁ λόγος, ὅτε καὶ χωρὶς τοῦ Πατρὸς ἐπὶ τοῦ Υἱοῦ τίθεται. Πάντα γάρ, φησί, δι᾽ αὐτοῦ ἐγένετο. Ἡ δὲ τοῦ Πνεύματος πρόοδος οὐδέποτ᾽ ἄνευ τοῦ Πατρὸς τίθεται, ἀλλ᾽ ἐκ Πατρός φασι δι᾽ Υἱοῦ. Δῆλον οὖν ὡς ἕτερόν τι τὸ δι᾿ Υἱοῦ καὶ οὐ τὸ ἐξ Υἱοῦ σημαίνει. Καίτοι γε οὐδ᾽ ἐπὶ τῆς ἐκπορεύσεως, ἀλλ᾽ ἐπὶ τῆς μεταδόσεως τοῦτο λέγεται. Λέγει γὰρ ὁ Δαμασκηνὸς Ἰωάννης· « Πνεῦμα Υἱοῦ λέγομεν, ἐκ τοῦ Υἱοῦ δὲ οὐ λέγομεν· δι᾽ Υἱοῦ δὲ φανεροῦσθαι καὶ μεταδίδοσθαι ἡμῖν ὁμολογοῦμεν ». Αὕτη ἡ διαστολὴ προδήλως ἕτερόν τι τὸ δι᾿ Υἱοῦ παρ᾽ ὃ βούλονται Λατῖνοι καθαρῶς ἀποφαίνεται. Εἰ δέ ποτε καὶ ἐπὶ τῆς οὐσιώδους εἴρηται τοῦτο προόδου τοῦ Πνεύματος, πάλιν αὐτοὺς τοὺς θεολογους ἐξηγητὰς ἑαυτῶν καλέσωμεν. Λέγει γὰρ ἐν τοῖς πρὸς Εὐνόμιον ὁ θεῖος Γρηγόριος ὁ τῆς Νύσσης· « Τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Υἱοῦ συνημμένως καταλαμβάνεται, οὐχ ὑστερίζον κατὰ τὴν ὕπαρξιν μετὰ τὸν Υἱόν, ὥς ποτε τὸν Μονογενῆ ἡ δίχα τοῦ Πνεύματος νοηθῆναι, ἀλλ᾽ ἐκ μὲν τοῦ Θεοῦ τῶν ὅλων καὶ αὐτὸ τὴν αἰτίαν ἔχον τοῦ εἶναι, ὅθεν καὶ τὸ μονογενές ἐστι φῶς, διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν ». Ἐν τούτοις σαφῶς τὸ μὴ ὑστερίζειν κατὰ τὴν ὕπαρξιν τὸ διὰ τοῦ Υἱοῦ δηλοῦν βούλεται, ταὐτὸν δὲ εἰπεῖν μετὰ τοῦ Υἱοῦ, ὅπερ ἐν ἄλλοις διαρρήδην φησί· « Δι᾽ αὐτοῦ δὲ καὶ μετ᾽ αὐτοῦ, πρίν τι κενὸν καὶ ἀνυπόστατον παρεμπεσεῖν νόημα, τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται ». Καὶ ὁ Χρυσορρήμων δὲ ἐξηγούμενος τὸ ἀποστολικὸν ἐκεῖνο ῥητόν· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, τὸ διὰ τῆς Ἐκκλησίας ἀντὶ τοῦ μετὰ τῆς Ἐκκλησίας ἐξέλαβεν. οὐ γὰρ δὴ ἡ Ἐκκλησία τοὺς ἀγγέλους ἐδίδαξεν. Οὕτως οὖν κἀνταῦθα τὸ διὰ τοῦ Υἱοῦ ληπτέον· ἔχει γὰρ οὕτως· Ἐπεὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς οὐσιωδῶς ἐκπορεύεσθαι λέγεται, ἵνα μὴ Υἱὸς ἕτερος νομισθῇ (καὶ γὰρ ὁ Πατὴρ πρὸς τὸν Υἱὸν ἀποδίδοται), διὰ τοῦτο τὸ δι᾽ Υἱοῦ παρείληπται, τῆς τοῦ Υἱοῦ μεσιτείας, ὅ φησιν αὖθις ὁ ἱερὸς Γρηγόριος ἐν ἑτέροις, « καὶ ἑαυτῷ τὸ μονογενὲς φυλαττούσης καὶ τὸ Πνεῦμα τῆς φυσικῆς πρὸς τὸν Πατέρα σχέσεως μὴ ἀπειργούσης ». Διὰ τοῦτο καὶ προσεχῶς μὲν ἐκ τοῦ πρώτου τὸν Υἱὸν φησιν ἐν ἑτέροις, ὡς Υἱὸν ἐκ τοῦ Πατρὸς δηλονότι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐκ εἶπεν οὐ προσεχῶς (οὕτω γὰρ ὑστερίζον ἔσται κατὰ τὴν ὕπαρξιν), ἀλλὰ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου· τοῦτο δὲ τὴν κοινωνίαν καὶ ἀλληλουχίαν, ὡς εἴρηται, παριστᾷ, καὶ τὸ ὁμοτίμως καὶ ὁμοφυῶς ἐκ τοῦ Πατρὸς προϊέναι. Οὕτω γὰρ εἰ καὶ ὁ Πατὴρ ἐλέγετο προβολεύς, τὸ μὲν Πνεῦμα προσεχῶς ἂν ἦν ἐκ τοῦ προβολέως, ὁ δὲ Υἱὸς διὰ τοῦ προσεχῶς ἐκ τοῦ προβολέως, τουτέστι τοῦ Πνεύματος, ἐπείπερ ὁμοτίμως ἄμφω καὶ συνημμένως ἐκ τοῦ Πατρὸς προΐασιν. Οὐχ ἄρα πλέον οὐδὲν ἔσται Λατίνοις ἐκ τῆς διὰ πρὸς τὴν δόξαν τὴν ἑαυτῶν. Ὅτι δὲ καὶ τοὐναντίον ἐστὶν ἅπαν ἥπερ ἐκεῖνοι βούλονται, παρίτω πάλιν ἡμῖν μαρτυρήσων ὁ τῆς ἀληθείας μάρτυς καὶ ὁμολογητὴς ὁ θειότατος Μάξιμος. Λέγει γὰρ οὗτος ἐν τῇ πρὸς Μαρῖνον Κύπρου πρεσβύτερον ἐπιστολῇ τοιάδε· « Τῶν τοῦ νῦν ἁγιωτάτου πάπα συνοδικῶν οὐκ ἐν τοσούτοις, ὅσοις γεγράφατε, κεφαλαίοις οἱ τῆς βασιλίδος πόλεως ἐπελάβοντο, δυσὶ δὲ μόνοις, ὧν τὸ μὲν ὑπάρχει περὶ θεολογίας, ὅτιπερ εἶπε καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, τὸ δὲ περὶ τῆς οἰκονομίας, ὅτιπερ εἶπε τὸν Κύριον μὴ δίχα τῆς προπατορικῆς ἁμαρτίας εἶναι ὡς ἀνθρωπον. Καὶ τοῦ μὲν πρώτου ῥήσεις παρήγαγον Ῥωμαίων πατέρων καὶ Κυρίλλου Ἀλεξανδρείας ἐκ τῆς πονηθείσης αὐτῷ πραγματείας εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν, ἐξ ὧν οὐκ αἰτίαν τὸν Υἱὸν ποιοῦντας τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως σφᾶς αὐτοὺς ἀπέδειξαν (μίαν γὰρ ἴσασιν Υἱοῦ καὶ Πνεύματος τὸν Πατέρα αἰτίαν, τοῦ μὲν κατὰ γέννησιν, τοῦ δὲ κατ᾽ ἐκπόρευσιν), ἀλλ᾽ ἵνα τὸ δι᾽ αὐτοῦ προϊέναι δηλώσωσι, καὶ ταύτῃ τὸ συναφὲς τῆς οὐσίας καὶ ἀπαράλλακτον παραστήσωσιν ». Ἐνταῦθα τὴν ἐναντίαν ὥσπερ ἐπίτηδες οἱ Λατῖνοι τῷ μεγίστῳ Μαξίμῳ βαδίζουσιν. Ὁ μὲν γὰρ μετὰ τῶν τότε Ῥωμαίων καὶ αὐτοῦ τοῦ πάπα τὴν ἐκ πρὸς τὴν διά μεταφέρει. καὶ ταύτην τὸ συναφὲς τῆς οὐσίας καὶ ἀπαράλλακτον παριστᾶν βούλεται· οἱ δὲ μικρὸν ἡγούμενοι τὸ μὴ πείθεσθαι τοῖς Πατράσιν, ἂν μὴ καὶ τἀναντία φρονῶσι, τὸ δι᾿ Υἱοῦ ταὐτὸν ἡγοῦνται τῷ ἐξ Υἱοῦ καὶ τὴν αἰτίαν τοῦ Πνεύματος τῷ Υἱῷ διδόασιν ἧς ἐκεῖνοι καθάπαξ αὐτὸν ἀφείλοντο. Τί ἂν γένοιτο ταύτης τῆς μάχης ἀναισχυντότερον;

Τῶν προσόντων τῇ θεία φύσει τὰ μὲν ἑνικῶς μόνον ἀεὶ λέγεται, κἂν τοῖς τρισὶ προσώποις ἐνθεωρῆται, καθάπερ τὸ Θεὸς καὶ δημιουργὸς καὶ βασιλεὺς καὶ ἀγαθὸς καὶ εἴ τι τοιοῦτον· εἷς γάρ Θεὸς λέγομεν καὶ εἷς δημιουργὸς καὶ εἷς βασιλεὺς καὶ εἷς ἀγαθός, ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· τὰ δὲ πληθυντικῶς ἀεί, κἂν τοῖς δυσὶ μόνοις, ὡς τὸ αἰτιατὸν ἐπὶ Υἱοῦ καὶ Πνεύματος· δύο γὰρ τὰ αἰτιατὰ καὶ οὐχ ἓν λέγομεν. — Τούτων οὕτως ἐχόντων, ἐπειδήπερ Λατῖνοι καὶ τὸ τῆς θεότητος αἴτιον δυσὶ προσώποις, τῷ Πατρί τε καὶ τῷ Υἱῷ, νέμουσιν, ἐρώμεθα τούτους, ὁποία τῶν εἰρημένων μερίδι τοῦτο συντάττουσιν. Εἰ μὲν οὖν τῇ δευτέρα φήσουσιν, αὐτόθεν δῆλον τὸ ἄτοπον· δύο γὰρ ἔσται τὰ αἴτια, καθάπερ καὶ τὰ αἰτιατὰ δύο, καὶ οὕτως ἡ δυαρχία πάροδον ἕξει καὶ τὸ πολυύμνητον τῆς μοναρχίας ἐκποδῶν γενήσεται. Εἰ δὲ τῇ προτέρα, πρῶτον μὲν πῶς; ἐκεῖνα γὰρ κοινά τε καὶ φυσικὰ καὶ τοῖς τρισὶ προσώποις ὁμοίως ὑπάρχοντα. Ἔπειτα καὶ οὕτω πάλιν εἰς τὸ αὐτὸ περιενεχθήσονται· τὸ γὰρ ἓν αἴτιον ἢ γεννήτωρ καὶ προβολεύς, ὅπερ ἐστὶν ὁ Πατὴρ μόνος, οὐχ ἔστι ταὐτὸν ἀριθμῷ τῷ ἑνὶ αἰτίῳ ἢ προβολεὺς μόνον, ὅπερ ἐστὶν ὁ Πατὴρ καὶ ὁ Υἱός, ὡς αὐτοὶ λέγουσιν. Δύο ἄρα καὶ οὕτω τὰ αἴτια καὶ ἀρχαὶ δύο, καὶ ἢ δυαρχία πανταχόθεν αὐτοὺς περιίσταται.

Τὸ τῆς θεότητος αἴτιον, ὡς ἂν αὐτοὶ φαῖεν Λατῖνοι, διαφόρως τῷ Πατρὶ καὶ τῷ Υἱῷ πρόσεστι, καὶ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τῷ Πατρὶ μέν, ἢ γεννήτωρ καὶ προβολεύς, τῷ Υἱῷ δέ, ἢ προβολεὺς μόνον. Ἡ δὲ διαφορὰ κατὰ τοὺς Πατέρας ἀριθμὸν ἑαυτῇ συνεισάγει. Δύο ἄρα τὰ τῆς θεότητος αἴτια, καὶ ἡ μοναρχία κἀντεῦθεν τοῖς Λατίνοις ἐλήλαται.

Θωμᾶς ὁ τῶν Λατίνων διδάσκαλος, ἀξιῶν μιᾷ τῶν ἀντιθέσεων ἀνάγκην εἶναι τὰ θεαρχικὰ πρόσωπα διακρίνεσθαι, ἐπειδὴ (φησίν) ἡ ὑλικὴ διάκρισις ἐν τοῖς θείοις χώραν οὐκ ἔχει, τὴν κατὰ σχέσιν ἀντίθεσιν βούλεται μόνην εἶναι τὴν διακρίνουσαν, ὡς ἑτέρας τῶν ἀντιθέσεων οὐκ ἐχούσης χώραν. Δεικτέον οὖν ἡμῖν, ὡς μᾶλλον ἱκανὴ πρὸς διάκρισιν ἡ τῶν ἀντιθέσεων ἀντιφατική, καὶ ταύτῃ μόνη κατὰ τοὺς θεολόγους ἀλλήλων πάντα τὰ θεῖα πρόσωπα διακρίνονται. Πρῶτον μὲν οὖν ἐκεῖνο δῆλον ἐπὶ τῶν θείων, ὡς ὁ ἑκάστου τῆς ὑπάρξεως τρόπος αὐταρχέστατος πρὸς τὴν ἀφ᾽ ἑτέρου διάκρισιν· τρόπους δὲ ὑπάρξεως ἐπὶ τῶν θείων προσώπων οἱ θεολόγοι τὸ ἀγέννητον καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτὸν λέγουσιν, ἤτοι καθολικώτερον φάναι, τὸ ἀναίτιον καὶ τὸ αἰτιατόν, ἅπερ ἀλλήλοις δῆλον ὡς ἀντιφατικῶς ἀντίκεινται· τὸ γὰρ ἔχον αἰτίαν καὶ τὸ μὴ ἔχον αἰτίαν, ἀντίφασις. Ὁ μὲν οὖν Πατὴρ Υἱοῦ καὶ Πνεύματος τούτοις ἀντιφατικῶς διακρίνεται, ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα πρὸς ἄλληλα, τοῖς τῶν οἰκείων αὖθις ὑπάρξεων τρόποις· τὸ γὰρ γεννητῶς εἶναι καὶ τὸ μὴ γεννητῶς ἀλλ᾽ ἐκπορευτῶς, τρόποι τε ὑπάρξεων ἐπὶ τούτων εἰσὶ καὶ ἀλλήλοις ἀντιφατικῶς ἀντίκεινται· καὶ τοῦτο περὶ τοῦ Πνεύματος ὁ Θεολόγος Γρηγόριος λέγει· « Προϊὸν μὲν ἐκ τοῦ Πατρός, οὐχ υἱϊκῶς δέ· οὐδὲ γὰρ γεννητῶς, ἀλλ᾽ ἐκπορευτῶς ». Αὕτη μὲν οὖν ἡ διάκρισις κατὰ τὴν ἀντίφασιν οὖσα καὶ τῇ ἀληθείᾳ σύμφωνος καὶ τοῖς θεολόγοις ἅπασι, καὶ πάντα τὰ θεῖα πρόσωπα δύναται διακρίνειν· ἣν δὲ εἰσάγει Θωμᾶς ὡς μόνην ἱκανὴν οὖσαν, τὴν κατὰ σχέσιν λέγω, τὸν μὲν Πατέρα τῶν ἐξ αὐτοῦ προελθόντων Υἱοῦ καὶ Πνεύματος διακρίνει, τὰ δὲ λοιπὰ τῶν προσώπων ἀλλήλων οὐδ᾽ ὁπωσοῦν· οὐδὲ γὰρ αἴτιον θατέρου θάτερον, οὐδὲ φαίνεται ταύτην οὐδεὶς τῶν θεολόγων τὴν διάκρισιν εἰρηκώς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. « Μόνος γὰρ αἴτιος ὁ Πατήρ », φησὶν ὁ Δαμασκηνός· καὶ ὁ Νύσσης Γρηγόριος· « Τοῦ ἐξ αἰτίας ὄντος πάλιν ἄλλην διαφορὰν ἐννοοῦμεν ». Ἄλλην φησὶ παρὰ τὴν εἰρημένην· ἡ δὲ ἣν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν δηλονότι. Καθόλου δὲ οὐ τολμητέον εἰπεῖν ἢ ἐννοῆσαι παρὰ τὰ θειωδῶς ἡμῖν ἐκ τῶν ἱερῶν λογίων ἐκπεφασμένα, Διονύσιος ὁ κλεινὸς ἀποφαίνεται.

Εἰ τὸ αἰτιατὸν διαφόρως ὑπάρχει τῷ Υἱῷ καὶ τῷ Πνεύματι (τὸ μὲν γὰρ γεννητόν, τὸ δ᾽ ἐκπορευτόν), ἡ δὲ διαφορὰ κατὰ τοὺς Πατέρας ἀριθμὸν ἑαυτῇ συνεισάγει, δύο ἄρα τὰ αἰτιατά, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· κατὰ τὸν αὐτὸν δὴ τρόπον εἰ τὸ τῆς θεότητος αἴτιον διαφόρως Πατρὶ καὶ Υἱῷ πρόσεστιν (ὁ μὲν γὰρ γεννήτωρ καὶ προβολεύς, ὁ δὲ προβολεὺς μόνον). δύο ἔσται τὰ τῆς θεότητος αἴτια, τῇ διαφορᾷ τοῦ ἀριθμοῦ ἑπομένου, τουτέστι τῆς δυάδος, κατὰ τὴν τῶν θεολόγων ἀπόφασιν.

Εἰ τιμιώτερον Θεῷ τὸ αἰτίῳ τῆς θεότητος εἶναι ἢ τὸ αἰτίῳ τῆς κτίσεως, πῶς τοῦ τιμιωτέρου Πατρὶ καὶ Υἱῷ μὴ κοινωνοῦν κατὰ τοὺς Λατίνους τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔλαττον ἔσται τῇ ἀξίᾳ καὶ τῇ θεότητι; Εἰ μὲν γὰρ ὅλως μεταδοτὸν τὸ τῆς θεότητος αἴτιον, διὰ τί μὴ καὶ τὸ Πνεῦμα τούτου μετείληφεν; Εἰ δ᾽ ἀμετάδοτον ὅλως ὡς τοῦ Πατρὸς ἴδιον, ὥσπερ καὶ τὸ ἀναίτιον, οὐδ᾽ ὁ Υἱὸς ἄρα τούτου μεθέξει κατ᾽ οὐδένα τρόπον, εἰ καὶ μάλα τοῦτο Λατῖνοι βούλονται.

Ἡμεῖς μὲν τὸν Υἱὸν ἀφαιροῦντες τῆς αἰτίας τοῦ Πνεύματος, οὐδὲν αὐτὸν ἐλαττοῦμεν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξίας· οὐδὲ γὰρ ὅλως μεταδοτὸν τὸ τῆς θεότητος αἴτιον λέγομεν, ὥσπερ οὐδὲ τὸ ἀναίτιον τοῦ Πατρὸς οὐδ᾽ αὐτὴν τὴν πατρότητα. Λατῖνοι δὲ μεταδοτὸν τοῦτο φρονοῦντες, εἶτα τὸ Πνεῦμα τούτου λείπεσθαι λέγοντες, πάσαις ἀνάγκαις ἔλαττον αὐτὸ ποιοῦσι τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος καὶ ἀξίας, καὶ κατὰ τοῦτο βλασφημεῖν εἰς τὸ Πνεῦμα τὸ ἅγιον ὥσπερ καὶ κατ᾽ ἄλλα πολλαχῶς ἀναγκάζονται.

Τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς καὶ Υἱοῦ προερχόμενον, ἢ καθὸ εἰσι διακεκριμένοι τούτων πρόεισιν, ἢ καθὸ εἰσιν ἡνωμένοι. Εἰ μὲν οὖν καθὸ εἰσι διακεκριμένοι καὶ δύο, τούτων προέρχεται, διακεκριμένοι δέ εἰσι κατὰ τὰς ὑποστάσεις καὶ δύο, ἐκ δύο ἄρα ὑποστάσεων τὸ Πνεῦμα τὸ ἅγιον πρόεισι, κἀντεῦθεν ἐκ δύο ἀρχῶν ἐξ ἀνάγκης. Εἰ δὲ καθὸ εἰσιν ἡνωμένοι, πρῶτον μὲν οὐκέτι τὸ αὐτὸ καὶ καθὸ εἰσι διακεκριμένοι, τούτων πρόεισιν· οὐχ ἄρα ἐκ τῶν ὑποστάσεων αὐτῶν πρόεισιν· οὔτ᾽ ἄρα ἐκ τῆς πατρικῆς ὑποστάσεως, οὔτε ἐκ τῆς τοῦ Υἱοῦ ὑποστάσεως. Ἀλλὰ τὸ μὲν ἀληθές, τὸ δὲ ψεῦδος ὁ τῆς Νύσσης Γρηγόριος πὴ μὲν διελέγχει· λέγει γὰρ οὑτωσὶ ῥητῶς· « Πνεῦμα τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως ». Ἐπειτα καὶ τί ἂν εἴη τοῦτο, καθ᾽ ὅ εἶσιν ἡνωμένοι; Τὴν φύσιν ἐροῦσι τυχὸν ἢ τὴν προβλητικὴν δύναμιν. Ἀλλ᾽ εἰ μὲν ἐκ τῆς φύσεως πρόεισι, καὶ ἐξ ἑαυτοῦ προελεύσεται· κοινὸν γὰρ τοῖς τρισὶν ἡ φύσις· εἰ δ᾽ ἐκ τῆς προβλητικῆς δυνάμεως, καὶ ταύτην ὥφειλεν ἔχειν αὐτό. « Τὰ γὰρ κοινὰ Πατρὶ καὶ Υἱῷ, κοινὰ καὶ τῷ Πνεύματι », Διονύσιός φασι καὶ Βασίλειος οἱ μεγάλοι. Ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν πρὸς τοῦτο καὶ καταγέλαστος λόγος; Εἶχεν ἄν, φησί, καὶ αὐτὸ ταύτην, εἰ μὴ ἀδύνατον ἦν ἑαυτὸ προβάλλειν. Τοῦτο μὲν οὖν ὅμοιον, ὡς εἴ τις ὁρῶν ἐκ τῶν ἑαυτοῦ συναγόμενον λόγων τὸν ἄνθρωπον λίθον εἶναι, τὰ μὲν ὅθεν τοῦτο συνάγεται μηδ᾽ ὁπωστιοῦν ἐπανορθοῦν πειρῶτο, λέγοι δέ, ὡς ἦν ἂν ὁ ἄνθρωπος λίθος, εἰ μὴ ἀδύνατον ἦν τὸ λογικὸν ζῷον ἀψυχόν τε καὶ ἀκίνητον εἶναι.

Τὰ τῷ Θεῷ προσόντα, κυρίως καὶ μόνως καὶ μόνῳ καὶ μόνα καὶ ἀεὶ καὶ πάντῃ προσεῖναι ὀφείλουσι, τὰ μὲν φυσικὰ καὶ κοινά, τοῖς τρισὶ προσώποις, τὰ δ᾽ ὑποστατικὰ καὶ προσωπικά, τῶν τριῶν ἑκάστῳ· οὐδὲν γὰρ ἐκεῖ συμβεβηκός, οὐδὲν ἐπίκτητον οὐδ᾽ ὕστερον προσγενόμενον, οὐδὲν οὐ κυρίως καὶ μόνως. Καθάπερ οὖν ἀγαθὸς καὶ σοφὸς καὶ Θεὸς καὶ βασιλεὺς καὶ δημιουργός, ἔτι δὲ ἀόρατος καὶ ἀθάνατος καὶ ἀΐδιος ὁ Θεὸς λεγόμενος, μόνως τε καὶ κυρίως ὡς πρὸς τὴν κτίσιν ἅπαντα ταῦτα λέγεται (λέγει γὰρ ὁ Ἀπόστολος· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ· καὶ αὖθις Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον), οὕτω καὶ ὅπερ ἂν λέγοιτο τῶν τριῶν ἕκαστον, μόνον τε καὶ κυρίως ἐστὶ πρὸς τὰ λοιπὰ τοῦθ᾽ ὅπερ λέγεται. Πατὴρ γοῦν ὁ Πατὴρ καὶ μόνον καὶ μόνος καὶ κυρίως καὶ μόνως· Υἱὸς ὁ Υἱὸς καὶ μόνον καὶ μόνος καὶ κυρίως καὶ μόνως· καὶ Πνεῦμα ὁμοίως τὸ Πνεῦμα τὸ ἅγιον. Οὕτω δὴ καὶ ἀναίτιος ὁ Πατὴρ εἴτ᾽ οὖν ἀγέννητος μόνον καὶ μόνος καὶ κυρίως καὶ μόνως, ἀλλὰ δὴ καὶ αἴτιος αὖθις ὁμοίως· καὶ τὰ λοιπὰ τῶν προσώπων ἄρα μόνον αἰτιατὰ καὶ μόνα καὶ κυρίως καὶ μόνως. Δυοῖν γὰρ ὄντοιν αἰτίου καὶ αἰτιατοῦ, εἰ τὸ αἴτιον μόνος ὁ Πατὴρ ἔχει, τὸ αἰτιατὸν ἄρα μόνα τὰ λοιπὰ τῶν προσώπων καὶ μόνον καὶ μόνως. Σκεπτέον γὰρ ὅτι τὸ μόνον ἀεὶ πρὸς τὸ ἀντικείμενον λέγεται· μόνον γὰρ Πατὴρ ὁ Πατήρ, ἀλλ᾽ οὐχὶ καὶ Υἱός, καὶ μόνον Υἱὸς ὁ Υἱός, ἀλλ᾽ οὐ καὶ Πατήρ, καὶ μόνον Πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ᾽ οὐ Πατὴρ ἢ Υἱός, καὶ μόνον ἀναίτιος ὁ Πατήρ, ἀλλ᾽ οὐχὶ καὶ αἰτίαν ἔχων, οὕτω δὴ καὶ μόνον αἴτιος, ἀλλ᾽ οὐκ αἰτιατός· καὶ τὰ λοιπὰ τῶν προσώπων ἄρα μόνον αἰτιατὰ καὶ οὐδὲν τούτων αἴτιον. Εἰ γάρ τι τούτων καὶ αἴτιον εἴη, τὸ μόνον ἀναιρεθήσεται, καὶ οὔτε μόνον καὶ κυρίως αἴτιον ἔσται, οὔτε μόνον καὶ κυρίως αἰτιατόν· οὗ τοὐναντίον ἀνάγκην εἶναι προαποδέδεικται. Ἡ γὰρ ἀντίθεσις διακρίσεως αἰτία καὶ κατ᾽ αὐτοὺς τοὺς Λατίνους, καὶ ἄμφω τὰ ἀντικείμενα συνδραμεῖν ἐφ᾽ ἑνὸς τῶν θεαρχικῶν προσώπων ἀδύνατον· θάτερον γὰρ τούτων οὐ κυρίως ἔσται, καὶ διὰ τοῦτο πάντως οὐδ᾽ ἔσται. Τούτοις συμφωνεῖ καὶ τὰ τῶν ἁγίων ῥητά, τοῦ μὲν Δαμασκηνοῦ λέγοντος ἐν τοῖς Θεολογικοῖς κεφαλαίοις· « Μόνος αἴτιος ὁ Πατήρ »· Θεοδώρου δὲ τοῦ Στουδίτου ψάλλοντος· « Μόνου μονογεννῆτορ μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνον μόνου φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνως μόνου Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὄν». Οὐκ ἄρα τὸ αἴτιον ὁ Υἱὸς ἕξει, μόνον αἰτιατὸς ὀφείλων γε εἶναι καὶ μόνον Υἱός, ὥσπερ καὶ τὸ Πνεῦμα τὸ ἅγιον μόνον μόνου Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρός.

Ἐρώμεθα τοὺς Λατίνους· Εἰ πάντα τὰ τοῦ Πατρὸς τὸν Υἱὸν ἔχειν βούλεσθε διὰ τί μὴ καὶ Πατέρα τοῦτον ποιεῖτε; Ὅτι, φασίν, ἀντίθεσιν ἔχει τοῦτο πρὸς τὸν Υἱόν· ἡ δὲ ἀντίθεσις διακρίνειν οἶδε τὰ πρόσωπα καὶ οὐχὶ συνάπτειν, ἵνα μὴ σύγχυσις ἐν αὐτοῖς γένηται. Εἰ οὖν ἡ ἀντίθεσις διακρίνει τὰ θεῖα πρόσωπα καθ᾽ ὑμᾶς, ὦ σοφώτατοι, καὶ ἄμφω τὰ ἀντικείμενα συνελθεῖν ἐφ᾽ ἑκάστου τούτων ἀδύνατον, οὐδ᾽ ἄρα τὸ αἴτιον καὶ αἰτιατὸν συνελεύσεται (καὶ ταῦτα γὰρ ἀντικείμενα), οὐδ᾽ ὁ Υἱὸς αἰτιατὸς ὁμοῦ καὶ αἴτιος ἔσται, καθάπερ οὐδ᾽ Υἱὸς ὁμοῦ καὶ Πατήρ. Ἀλλὰ τί καὶ πρὸς τοῦτο φήσουσιν; Ἦν ἂν καὶ Πατήρ, εἰ εἶχε, πρὸς ὃν ἀποδοθήσεται. Τῆς ἀτοπίας! Πάλιν ἡμῖν ἐπανήκει τὸ καταγέλαστον ἐκεῖνο σόφισμα, καὶ ταὐτὸν ποιοῦσιν οἱ τοῦτο λέγοντες, ὥσπερ ἂν εἴ τις ἀποφαινόμενος πάντα ἄνθρωπον γεννητὸν εἶναι, ἔλεγεν ὡς ἦν ἂν καὶ ὁ Ἀδὰμ γεννητός, εἰ πατέρα εἶχεν.

Φασὶν οἱ Λατῖνοι μηδὲν διαφέρειν ἐπὶ τῶν θείων προσώπων τὴν διὰ τῆς ἐκ παρὰ τῇ Γραφῇ, καὶ διὰ τοῦτο τὸ δι᾽ Υἱοῦ προϊέναι λέγεσθαι τὸ Πνεῦμα τὸ ἅγιον εἰς τὸ ἐξ Υἱοῦ μεταφέρουσιν. Ἡμεῖς δὲ ἀπαιτήσωμεν αὐτοὺς ἀναγκαίως ἡμῖν ἐπιδεῖξαι, εἰ καὶ διὰ Πατρὸς προϊέναι ἢ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον εὕρηταί που φερόμενον. Εἰ γὰρ ταὐτὸν καὶ ἀδιάφορον ἦν, ἔδει καὶ τοῦτο λέγεσθαι, καθάπερ ἐπὶ τῆς κτίσεως εὕρηται πολλαχοῦ· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ· καὶ πάλιν· Παῦλος ἀπόστολος οὐκ ἀπ᾿ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπων, ἀλλὰ διὰ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ πάλιν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ καὶ πάλιν· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Ὅλως δὲ εἰ μὲν πάντα τὰ περὶ τοῦ θείου λεγόμενα Πνεύματος πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁμοίως ἀνεφέρετο, εἶχεν ἂν χώραν κοινοποιεῖν ἅπαντα καὶ τὴν ἐξ ἑκατέρου ὁμοίως ὁμολογεῖν πρόοδον· εἰ δὲ τὰ μὲν τῷ Πατρὶ ἰδίως, τὰ δὲ τῷ Υἱῷ νενέμηται, τὰ δ᾽ ἀμφοτέροις ἐπίσης, μὴ μιγνύτωσαν ὁμοῦ πάντα χρήματα· δι᾽ Υἱοῦ προϊέναι λέγεται, δι᾽ Υἱοῦ χορηγεῖσθαι τῇ κτίσει, ἐν Υἱῷ μένειν; ἐν Υἱῷ ἀναπαύεσθαι, οὔτε δὲ διὰ Πατρὸς προϊέναι, οὔτε διὰ Πατρὸς χορηγεῖσθαι, οὔτε ἐν Πατρὶ μένειν, οὔτε ἐν Πατρὶ ἀναπαύεσθαι, ἀλλ᾽ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι. Λεγέσθω τοιγαροῦν τὰ κεκηρυγμένα, καὶ τὰ σεσιγημένα σιγάσθω, καὶ τὸ ἐξ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι ὡς ἔκφυλόν τε καὶ ἄηθες ἀπεσκορακίσθω.

Ὅταν ἀποβλέψω πρὸς τὰς φωνὰς τῶν ἁγίων, αἷς κεχρημένοι περὶ τοῦ θείου φαίνονται Πνεύματος, οἶμαι τοὺς Λατινοφρονοῦντας μηδὲ λογικῆς γοῦν ἀκολουθίας καὶ συμφράσεως τεχνικῆς ἐπαισθάνεσθαι, μή τί γε θείων ἀκριβείας δογμάτων καὶ πατρικῆς διανοίας μετὰ τοῦ Πνεύματος ζητούσης περὶ τοῦ Πνεύματος. Τί γὰρ καὶ φήσουσιν, ὅταν οἱ ἅγιοι μερίζωσι τοῖς συνδέσμοις τὴν εἰς Πατέρα καὶ Υἱὸν ἀναφορὰν τοῦ ἁγίου Πνεύματος, καὶ ὁ μὲν λέγῃ· Ἐκ μὲν τοῦ Θεοῦ « τῶν ὅλων καὶ αὐτὸ τὴν ὕπαρξιν ἔχον, δι᾿ Υἱοῦ δὲ πεφηνός », δηλαδὴ τοῖς ἀνθρώποις· ὁ δέ· « Ἐκ τοῦ Πατρὸς μὲν ἐκπορευόμενον, ἐν δὲ τῷ Υἱῷ μένον »· ὁ δέ· « Τοῦ Υἱοῦ μὲν ἤρτηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται, τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται »· ὁ δέ· « Ἐκπορεύεται μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ Υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον »; Ἄρ᾽ ἔτι τολμήσουσι φάναι, μίαν ἐξ ἀμφοῖν εἶναι τοῦ Πνεύματος πρόοδον; Καὶ τί ποτε αὐτοῖς ὁ μερισμὸς ἐβούλετο, βέλτιστοι, καὶ τὸ μὲν τούτῳ διδόναι, τὸ δὲ ἐκείνῳ; Τίς γὰρ εὐσεβῶν ἐρεῖ, παρὰ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς ὑποστῆναι τὴν κτίσιν, διὰ δὲ τοῦ Υἱοῦ κεκοσμῆσθαι, τὴν καὶ παρ᾽ ἀμφοῖν ὁμοίως ὡς ἑνὸς Θεοῦ καὶ δημιουργοῦ καὶ τὸ εἶναι λαβοῦσαν καὶ διακοσμηθεῖσαν; Πῶς δὲ οὐκ ἀδιανόητον, εἰ ταὐτὸν αἱ λέξεις ἠδύναντο, μερίζειν αὐτὰς τοῖς συνδέσμοις, ὥσπερ ἂν εἴ τις ἔλεγε, παρὰ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς ἐστερεῶσθαι τοὺς οὐρανούς, διὰ δὲ τοῦ Υἱοῦ συμπεπῆχθαι; Ἀλλ᾽ ὁ τοιούτῳ σχήματι μερισμοῦ χρώμενος ἢ ἀφαιρεῖ δήπου θατέρου θάτερον, ὥσπερ ὁ λέγων· Παῦλος μὲν Ταρσεύς, Παλαιστῖνος δὲ Πέτρος, οὐκ ἄμφω καὶ ἀμφοῖν δίδωσι, καὶ ὁ λέγων· Εὐδοκία μὲν τοῦ Πατρός, αὐτουργία δὲ τοῦ Υἱοῦ, συνεργία δὲ τοῦ Πνεύματος τὴν οἰκονομίαν γενέσθαι, ἕν ἑκάστῳ δούς, ἀφείλετο τὰ λοιπά. Δῆλον ἄρα καὶ ἐξ αὐτοῦ τοῦ κατὰ τὸν μερισμὸν σχήματος, ὡς οὔτε τῷ Πατρὶ προσήκει τὸ δι᾽ αὐτοῦ χορηγεῖσθαι τὸ Πνεῦμα τὸ ἅγιον, οὔτε τῷ Υἱῷ τὸ ἐξ αὐτοῦ ἐκπορεύεσθαι.

Ὁ ἐν τῇ θεία Γραφῇ λαλήσας Θεός, προειδὼς τῶν ἀνθρώπων τὸ φιλομόχθηρον καὶ τὰ παρὰ τοῦ ἐχθροῦ ἐπισπαρησόμενα ζιζάνια τῇ αὐτοῦ διδασκαλίᾳ προαναστέλλων, οὐδεμίαν ἀφῆκε λέξιν, ἣν ἐλλιπῶς ἔχειν δοκοῦσαν οὐκ ἀνἐπλήρωσεν ἐν ἑτέροις, ἢ λαβήν τινα παρέξειν μέλλουσαν οὐκ ἀπηύθυνεν ἀλλαχόσε, ἵν᾽ ἐκεῖνο τὸ τοῦ σοφοῦ πληρωθῇ· Πάντα εὐθέα ἐστὶ τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Αὐτίκα τό· Ὁ Πατήρ μου μείζων μου ἐστίν, ἐπειδὴ πολύ τι συμβάλλεσθαι ἔμελλε τοῖς τὸν Υἱὸν ἐλαττοῦσι τῆς πατρικῆς ἀξίας, ἐπανίσωσεν ἐν ἑτέροις εἰπών· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ αὖθις· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί, καὶ Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, καὶ ὁ Ἀπόστολος· Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Πάλιν ἐν ταῖς Παροιμίαις τὸ Κύριος ἔκτισέ με παρὰ τῆς Σοφίας λεγόμενον, ἐν τοῖς ἐφεξῆς διορθοῦται· λέγει γὰρ ὑποκατιοῦσα· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, διὰ μὲν ἐκείνου τὴν κατὰ σάρκα δηλοῦσα κτίσιν καὶ γένεσιν, διὰ δὲ τούτου τὴν προαιώνιον γέννησιν. Πάλιν ἐπείπερ ἐν τοῖς Εὐαγγελίοις μόνον ἀληθινὸν Θεὸν τὸν ἑαυτοῦ Πατέρα φησί (λέγει γάρ· Ἵνα γινώσκωσι σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν), ἵνα μὴ δόξῃ τῆς ἀληθινῆς θεότητος ἑαυτὸν ἀφορίζειν, αὐτὸς ὁ ταῦτα γράψας Ἰωάννης ἐν τῇ ἐπιστολῇ περὶ τοῦ Υἱοῦ φησιν· Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος. Πάλιν ἐπειδὴ τὸ Πνεῦμα τοῦ Πατρὸς λέγεται κατὰ τὴν φυσικὴν οἰκείωσιν καὶ τὴν πρὸς ἡμᾶς δωρεᾶν (λέγει γάρ· Οὐκ ἐστὲ ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν), ἵνα μὴ δόξῃ τοῦ Υἱοῦ ἀλλότριον εἶναι καὶ μὴ ὁμοίως καὶ παρ᾽ αὐτοῦ δίδοσθαι, Πνεῦμα καὶ τοῦ Υἱοῦ λέγεται· λέγει γὰρ ὁ Ἀπόστολος· Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν. Εἰ τοίνυν καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι τοιοῦτον ἦν, ὡς συννοεῖσθαι καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, οὐκ ἂν παρέλειψεν ἐν ἑτέροις εἰπεῖν τοῦτο καὶ διαρθρῶσαι ὁ τῆς τῶν ἀνθρώπων κηδόμενος σωτηρίας, ἀλλ᾽ ἢ δι᾽ ἑαυτοῦ πάντως ἢ διὰ τῶν αὐτοῦ μαθητῶν ἔμελλε τοῦτο σαφῶς ἐκκαλύψειν. Ἐπεὶ δὲ οὐκ εἴρηκε, δῆλον ὡς τὸ μὴ ὃν οὐκ εἴρηκε. Διὰ τοῦτο ὁ Δαμασκηνὸς Ἰωάννης φησί· « Πνεῦμα Υἱοῦ λέγομεν, ἐκ τοῦ Υἱοῦ δὲ οὐ λέγομεν ». Ὁ δὲ θεῖός φησιν Ἀπόστολος· Κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.

Τὸ Πατήρ ἐπὶ Θεοῦ λεγόμενον ὄνομα περιλαμβάνει πάντα τὰ αὐτοῦ ἰδιώματα· τό τε γὰρ ἀγέννητον ἐν ἑαυτῷ περιέχει κατὰ τὸν μέγαν Βασίλειον· ὁ γὰρ κυρίως καὶ μόνον Πατὴρ ἐξ οὐδενὸς ἄλλου γεγέννηται· καὶ πρὸς τὸ Πνεῦμα Πατὴρ ὡς προβολεὺς λέγεται κατὰ τὴν γραφὴν τὴν λέγουσαν· Τοῦ Πατρὸς τῶν φώτων. Εἰ τοίνυν τοῦ πατρικοῦ ὀνόματος οὐ μεταδίδωσι τῷ Υἱῷ, οὐδὲ τῆς προβλητικῆς ἰδιότητος αὐτῷ μεταδώσει ἵνα μὴ υἱοπάτωρ ἀναφανῇ ὁ Υἱὸς καθ᾽ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ τὸ Πνεῦμα ἐντεῦθεν υἱωνὸς νομισθῇ.

Ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν αἴτιον τοῦ ἁγίου Πνεύματος οἱ Λατῖνοι φασιν. Ἐρωτήσωμεν οὖν αὐτούς· ὥσπερ ὁ Πατὴρ μόνος ἕν αἴτιον τοῦ ἁγίου Πνεύματος, οὕτω καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν αἴτιον, ἢ ἄλλως; Εἰ μὲν οὖν οὕτω φήσουσιν, ὁ δὲ Πατὴρ μόνος ἕν πρόσωπον. ἔσται καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν πρόσωπον καὶ συναλοιφὴ Σαβέλλειος ἐπεισῆλθεν. Εἰ δὲ ἄλλως μὲν ὁ Πατὴρ μόνος ἕν αἴτιον, ἄλλως δὲ ὁ Πατὴρ καὶ ὁ Υἱός, μὴ λανθανέτωσαν ἑαυτοὺς δύο αἴτια καὶ ἀρχὰς δύο, κἂν μὴ θέλωσιν, ἐπεισάγοντες.

Καθολικόν τινα διακρίσεως λόγον ἀποδιδόναι τοῖς διακρινομένοις ἅπασιν οἱ Λατῖνοι μεγαλαυχοῦσιν· οὗτος δέ ἐστιν, ἢ κατὰ τὴν ὕλην, ἢ κατὰ μίαν τῶν ἀντιθέσεων αὐτὰ διακρίνεσθαι. Ὅτι μὲν οὖν εἰ καὶ ἐπὶ τῶν ὄντων ἀληθὴς ἦν ὁ λόγος, οὐκ ἂν ἦν ἀνάγκη μεταφέρειν αὐτὸν πρὸς τὰ θεῖα (οὐ γὰρ τοῖς αὐτοῖς ἐκεῖνα τε καὶ ταῦτα λόγοις ὑπόκειται), τό γε νῦν ἔχον παραλελείφθω· προκείσθω δὲ ἡμῖν δεῖξαι, ὅτι οὐδ᾽ ἐπὶ τῶν καθ᾽ ἡμᾶς ὄντων καὶ ὁπωσοῦν ἡμῖν ἐγνωσμένων, λέγω δὴ τῶν κτισμάτων, ἀναγκαῖος ὁ λόγος οὐδ᾽ ἀληθὴς ὅλως, οὐ μόνον ὅτι τὸ μὴ καθόλου ἀποδίδωσιν ὡς καθόλου, ἀλλ᾽ ὅτι καὶ ἐν οἷς ἡ ὑλικὴ διάκρισις ἢ ἢ κατ᾽ ἀντίθεσιν θεωρεῖται, οὐχ αὐτὴ τὴν αἰτίαν τῆς διακρίσεως ἡ ὕλη ἢ ἡ ἀντιθεσις ἔχει, ἀλλὰ διακεκριμένοις ἤδη, καθάπερ τι παρακολούθημα ἔπεται τούτων ἑκάτερον, ἐμφαῖνον μὲν ὅτι καὶ κατ᾽ αὐτὸ διακρίνεται τὰ διακεκριμένα, τῆς δὲ διακρίσεως αἴτιον ὂν οὐδαμῶς. Σκεπτέον δὲ οὕτως. Ἡ ὕλη καθ᾽ αὑτήν ἐστιν ἀδιαίρετος· ὥσπερ γὰρ ἄποιος, οὕτω καὶ ἄποσος· τὸ ἄποσον δὲ ἀδιαίρετον· τὸ ἀδιαίρετον δὲ ἀδιάκριτον· ὁ δὲ καθ᾽ αὑτὸ μὴ διαιρεῖται καὶ διακρίγεται, πῶς ἂν ἑτέρῳ τὴν αἰτίαν παρέχοι τῆς διακρίσεως; καὶ ὁ τὴν ἑτερότητα μὴ προσίεται (πᾶσα γὰρ ὕλη πάση ὕλη ἐστὶν ἀδιάφορος κατὰ τὸν οἰκεῖον λόγον), πῶς ἂν ἑτέροις αἴτιον γένοιτο τοῦ ἑτέροις ἀλλήλων εἶναι; Ἀλλ᾽ ὅτι τὸ ὑλικὸν σῶμα κατ᾽ αὐτὴν τὴν ὕλην εἰς μέρη ποσὰ διήρηται, καὶ ἔστι λαβεῖν ἕκαστον τούτων καὶ ἀνὰ μέρος θεῖναι καὶ δεῖξαι τόδε τι ὄν καὶ οὐχ ὅπερ ἕτερον, ὑλικὴ διάκρισις τὸ τοιοῦτον καλεῖται· τοῦτο δὲ οὐ τὴν ὕλην αἰτίαν εἰσάγει τῆς διακρίσεως (πῶς γάρ, τὴν καθ᾽ αὑτὴν ἀδιάκριτον;), ἀλλὰ τὴν κατὰ τὴν ὕλην διαίρεσιν, ἀφ᾽ ἧς καὶ τὸ ποσὸν τοῖς διακρινομένοις ἔπεισιν. Ὥσπερ καὶ τοῦ ἐνεργεῖν οὐ τὸ εἶδος τοῖς σώμασιν αἴτιον (πῶς γάρ, τὸ καθ᾽ αὑτὸ ἀνενέργητον;), ἀλλ᾽ ἡ πρὸς τὴν ὕλην αὐτοῦ σύνοδος· οὐ γὰρ εἴ τι τῷ συνθέτῳ κατά τι τῶν ἐν αὐτῷ ἁπλῶν ὑπάρχει, καὶ τῷ ἁπλῷ κυρίως ὑπάρξει· οὔτ᾽ ἄρα τῷ εἴδει τὸ ἐνεργεῖν ὑπάρχει, καίτοι γε κατὰ τὸ εἶδος τοῖς σώμασιν ἡ ἐνέργεια, οὔτε τῇ ὕλη τὸ διακρίνειν, καίτοι γε κατ᾽ αὐτὴν ἡ διάκρισις τοῖς συνθέτοις· οὐκ ἄρα τὴν ὕλην ἀποδιδόντες αἰτίαν τῆς διακρίσεως, ὑγιῶς ἂν ἀποδεδωκότες εἴημεν, ἀλλὰ τὴν κατὰ τὴν ὕλην διαίρεσιν, ἐφ᾽ ὧν ἡ ὕλη τὴν χώραν ἔχει. Πάλιν δὲ ἐφ᾽ ὧν ἡ ὕλη μὴ ἔστι, σκεπτέον εἰ ἀναγκαία πρὸς τὴν διάκρισιν ἡ ἀντίθεσις. Τὰ ἀπὸ τοῦ αὐτοῦ διαιρούμενα γένους, ἀντιδιαιρούμενα ἀλλήλοις λέγεται, πάντα μὲν ἴσως, μάλιστα δὲ τὰ πλεῖστον ἀλλήλων διεστηκότα ἢ τὰ πλεῖστον διἐστηκόσιν ἀφοριζόμενα· οἷον ἀπὸ μὲν τοῦ χρώματος πλεῖστον διεστηκότα τὸ λευκὸν καὶ τὸ μέλαν· ταῦτα δὲ καὶ ἐναντία καλεῖται· ἀπὸ δὲ τοῦ ζῴου τοῖς ὃ πλεῖστον διεστηκόσιν ἀφοριζόμενα, τῷ λογικῷ φημι καὶ ἀλόγῳ, ἄνθρωπός τε καὶ ἵππος. Ἄρ᾽ οὖν ταῦτα μόνα διακέκριται ἀλλήλων, ἐφ᾽ ὧν ἡ ἀντίθεσις εἴτ᾽ οὖν ἐναντίωσις, ἢ καὶ τὰ μεταξὺ τούτων καὶ σὺν αὐτοῖς διαιρούμενα; Πάντως δήπου κἀκεῖνα· τῷ γὰρ κοινῷ γένει συνῆπται πάντα, διακέκριται δὲ τοῖς ἀφοριστικοῖς ἕκαστον δηλονότι λόγοις, εἰ καὶ μὴ πλεῖστον ἀλλήλων διέστηκεν, ἢ καὶ θατέρου τῶν ἐναντίων μᾶλλον μετέχει· τίς γὰρ ἀντίθεσις κιρροῦ πρὸς ἐρυθρὸν ἐν τῷ χρώματι; τίς δὲ ἵππου πρὸς βοῦν ἐν τῷ ζῴῳ; Ἀλλ᾽ ἐπειδὴ τοῦ αὐτοῦ διήρηται γένους, καθόσον μὲν ἐκεῖθεν διήρηται, τοῦ κοινοῦ διακέκριται· καθόσον δὲ καὶ ἀλλήλοις ἀντιδιήρηται, καὶ ἀλλήλων δήπουθεν διακέκριται τοῖς ἰδίοις λόγοις, εἰ καὶ μὴ πάντας ἡμεῖς ἀποδιδόναι ῥαδίως ἔχομεν. Οὐκ ἄρα τὴν ἀντίθεσιν αἰτιατέον τῆς διακρίσεως οὐδ᾽ ἐνταῦθα (πῶς γάρ, ἥτις ἐπὶ τῶν πλείστων οὐδ᾽ ἔχει χώραν;), ἀλλὰ πρὸ αὐτῆς τὴν διαίρεσιν, ἥτις ἀπὸ τοῦ αὐτοῦ τοῖς ἰδίοις λόγοις ἕκαστον διαιρεῖ· ταύτην δὲ καὶ τῆς ἀντιθέσεως αἰτίαν ἀποδιδόναι, πανάληθες. Ἀλλὰ καὶ ἐπὶ τῶν ἀτόμων ὁ αὐτὸς δήπου τῆς διακρίσεως λόγος. Τί γὰρ εἰ μὴ κἀκεῖνα ὕλης μετέχει; τί δὲ εἰ μηδ᾽ ἀντίθεσιν ἔστιν εὑρεῖν ἐν αὐτοῖς; Ἄρα διὰ τοῦθ᾽ ἡμῖν ἀδιάκριτα ἔσται καὶ ἐν ἀριθμῷ πάντα γενήσεται; Πολύ γ᾽ ἂν οὕτω τερατουργήσειεν ἡ τῶν Λατίνων τεχνολογία. Ἀλλ᾽ ἡ ἀπὸ τοῦ αὐτοῦ εἴδους κἀκεῖ διαίρεσις, τοῖς οἰκείοις ἕκαστον ἀφορίζουσα λόγοις, τὴν διάκρισιν ἀπεργάζεται. Εἰ δὲ τοὺς λόγους ἡμεῖς ἀγνοοῦμεν, θαυμαστὸν οὐδέν, ὅπου γε καὶ τῶν πλειόνων εἰδῶν τοὺς λόγους οὐκ ἂν ἔχοιμεν ἀποδοῦναι ῥαδίως· ἐκεῖνό γε μὴν ὡμολογημένον ἐστίν, ὡς ἀπὸ τοῦ αὐτοῦ πλείω διήρηνται· τοῦτο δὲ ἀδύνατον ἦν, εἰ μὴ ἀλλήλων τε καὶ τοῦ ἐξ οὗ διήρηνται διεκέκριντο. Προσεχῶς ἄρα καὶ πρώτως ἡ διαίρεσις αἰτία τῆς διακρίσεως, οὐχ ἡ ὕλη ἢ ἡ ἀντίθεσις· οὔτε γὰρ ἐπὶ πάντων οὔτε κυρίως αὗται διακρίνειν πεφύκασι· καὶ μὴν καὶ αὐτὸ τοὔνομα συγγενὲς ἡ διαίρεσις ἔχουσα τῇ διακρίσει, δῆλον ἡμῖν καθίστησιν, ὡς αὐτὴ τὴν αἰτίαν αὐτῇ παρέχεται. Τί ἔτι; Τὴν τῶν πρὸς τι ἀντίθεσιν, ἣν ἀναφορικὴν καλοῦσι, διακρίνειν φασὶν ἱκανωτάτην εἶναι. Καὶ τοῦτο δὲ ὅτι κενόν ἐστιν ὅλον, οὐδὲ λόγου δεῖται δεικνύναι. Πρῶτον μὲν γὰρ ὕστερογενὴς αὕτη τῆς φύσεως· πρῶτον γάρ τις ἄνθρωπος, εἶτα πατήρ, καὶ πρῶτον μέγεθος, εἶτα διπλάσιον. Ἔπειτα καὶ συνεισάγειν ἄλληλα τὰ πρὸς τι πεφύκασι· τοῦτο δὲ συνάπτειν μᾶλλον ἢ διακρίνειν ἐστίν. Ἔπειτ᾽ ἐν τῷ αὐτῷ καὶ ἄμφω, κἂν μὴ πρὸς τὸ αὐτό, συνδραμεῖν ἐνδέχεται· ταῦτα δὲ πάντα διακρίσεως πόρρω. Μάτην ἄρα καὶ εἰκῇ τοῖς Λατίνοις ὁ πολυθρύλλητος λόγος τῆς διακρίσεως κατὰ τὴν ὕλην ἢ τὴν ἀντίθεσιν ἐκτετόξευται. Φέρε δὴ μεταγάγωμεν τὸν ἡμέτερον λόγον ἐπὶ τὰ θεῖα· τάχα γὰρ ἂν ἐφαρμόσειε μᾶλλον αὐτοῖς οὗτος, ἢ ὃν οἱ Λατῖνοι λέγουσιν. Ἡ ἀπὸ τοῦ αὐτοῦ διάφορος πρόοδος ἔοικε καὶ μάλα τῇ διαιρέσει· πρόοδος γάρ τις καὶ ἡ διαίρεσις, καὶ καθάπερ ἐκεῖ τὰ ἀπὸ τοῦ αὐτοῦ διαιρούμενα, κἂν μήπω πρὸς τὴν ἀντικειμένην ἀποστῇ χώραν, εὐθὺς οἱ ἀφοριστικοὶ λόγοι παραλαβόντες ἀλλήλων τε διακρίνουσι καὶ τοῦ ἐξ οὗ διηρέθησαν (ἄλλως γὰρ οὐκ ἂν διηρέθησαν), οὕτω κἀνταῦθα, λέγω δὲ ἐπὶ τῶν θείων προσώπων, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τοῦ αὐτοῦ Πατρὸς προελθόντα κατὰ διάφορον τρόπον, αὐτῷ τούτῳ καὶ τοῦ Πατρὸς διακέκριται καὶ ἀλλήλων ἐκείνου μέν, ὅτιπερ ἐξ ἐκείνου (πᾶν γὰρ τὸ προϊὸν ἐκ τινος, τοῦ ἐξ οὗ προῆλθεν ἕτερον δήπουθεν)· ἀλλήλων δέ, ὅτι κατὰ διάφορον τρόπον, εἰ καὶ ἄγνωστος ἡμῖν οὗτός ἐστι καὶ ἀπόρρητος. Οὐκ ἄρα δεῖ τῆς ἀντιθέσεως ἡμῖν πρὸς διάκρισιν Υἱοῦ καὶ Πνεύματος, ὡς ὁ Θωμᾶς ἀξιοῖ, ἧς οὐδὲ ἐπὶ τῶν καθ᾽ ἡμᾶς ὄντων ἔδει· ἱκανὴ γὰρ ἡ διάφορος πρόοδος αὐτὰ διακρίνειν. Καὶ τοῦτο καὶ τοῖς οὖσι σύμφωνον καὶ τοῖς τῶν ἁγίων δόγμασιν, εἴπερ ἐκεῖνοι τὴν διάκρισιν πλήρη παραδεδώκασι. Λέγει γὰρ ὁ Δαμασκηνὸς θεολόγος ἐν ὀγδόῳ τῶν Θεολογικῶν· « Εἰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἀλλ᾽ οὐ γενγητῶς, ἀλλ᾽ ἐκπορευτῶς· ἄλλος τρόπος ὑπάρξεως οὗτος, ἄληπτός τε καὶ ἄγνωστος, ὥσπερ καὶ ἡ τοῦ Υἱοῦ γέννησις ». Καὶ ὁ θεολόγος Γρηγόριος· « Αἱ δὲ ἰδιότητες Πατρὸς μὲν καὶ ἀνάρχου καὶ ἀρχῆς ἐπινοουμένου καὶ λεγομένου, Υἱοῦ δὲ ἡ γέννησις, Πνεύματος δὲ ἡ ἐκπόρευσις ».

Ὥσπερ οὐδὲν συντελεῖ τῷ Πατρὶ τὰ ἐξ αὐτοῦ προϊόντα πρόσωπα θεῖα πρὸς τὴν ἑαυτῶν ὕπαρξιν (ὅλον γὰρ παρ᾽ ἐκείνου καὶ ἐντελὲς ἔχει τὸ εἶναι), κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ πρὸς τὴν ἀλλήλων ὕπαρξιν οὐδὲν αὐτῷ συντελέσει. Οὔτ᾽ ἄρα τῷ Πατρὶ συναίτιον εἰς τὴν τοῦ Υἱοῦ γέννησιν τὸ Πνεῦμα τὸ ἅγιον, οὔθ᾽ ὁ Υἱὸς τῷ Πατρὶ πρὸς τὴν τοῦ Πνεύματος προβολήν· πλήρης γὰρ ἡ γεννητικὴ καὶ προβλητικὴ ἐνέργεια καὶ μία παρ᾽ ἑνὸς ἑκατέρα πρὸς τὴν ἑνὸς ὕπαρξιν.

Ὥσπερ τὸ ἐνεργοῦν ὡρισμένως ὡρισμένην εἰσάγει καὶ τὴν ἐνέργειαν, οὕτω καὶ ἡ ὡρισμένη ἐνέργεια πρὸς ὡρισμένον τὸ ἐνεργοῦν ἀναφέρεται. Εἰ τοίνυν τὸ γεννᾶν ὁμοῦ καὶ προβάλλειν ἑνός ἐστι τοῦ Πατρὸς ὡρισμένη ἐνέργεια, τὸ δὲ προβάλλειν μόνον, οὐ μὴν καὶ γεννᾶν, ἑνός ἐστι προβολέως ὡρισμένη ἐνέργεια τοῦ Πατρὸς καὶ Υἱοῦ κατὰ τοὺς Λατίνους, τὸ δὲ γεννᾶσθαι τοῦ Υἱοῦ αὖθις ὡρισμένη ἐνέργεια, καὶ τὸ ἐκπορεύεσθαι, τοῦ ἁγίου Πνεύματος, τέσσαρα ἔσται τὰ ὡρισμένως ἐνεργοῦντα ἐν τοῖς θείοις προσώποις· εἷς Πατήρ, εἷς προβολεύς, ἕτεροι ἀλλήλων τῷ ἀριθμῷ ὄντες, εἷς Υἱὸς καὶ ἕν Πνεῦμα ἅγιον· τέτταρα δὲ ὡρισμένως καὶ διαφόρως ἐνεργοῦντα τί ἄλλο ἢ τετράδα προσώπων ἀντὶ τριάδος εἰσάγει; Μάτην ἄρα Λατῖνοι τὴν εἰς Τριάδα πίστιν αὐχοῦσιν, οὕτως αὐτὴν τοῖς οἰκείοις δόγμασι καθυβρίζοντες.

Τὸ τῆς θεότητος αἴτιον, ἢ τῶν ὑποστάσεων ἐστιν ἴδιον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ κατὰ τοὺς Λατίνους, ἢ τῆς αὐτῶν φύσεως ἢ ἐνεργείας τινός. Εἰ μὲν οὖν τῶν ὑποστάσεων ἐστιν ἴδιον, πῶς οὐ δύο, τὰ αἴτια (δύο γὰρ καὶ αἱ ὑποστάσεις), καθάπερ καὶ τὸ αἰτιατὸν δυσὶ προσὸν ὑποστάσεσι δύο καὶ τὰ αἰτιατὰ πάντως εἰσάγει; Εἰ δὲ τῆς αὐτῶν φύσεως, ἐξισάσει πάντως αὐτῇ καὶ οὐκ ἐπὶ πλέον ἔσται· τὸ γὰρ Πνεῦμα οὐκ ἔστιν αἴτιον. Εἴ τι ἄρα Πατρὸς καὶ Υἱοῦ φύσις, τοῦτο θεότητος αἴτιον· καὶ εἴ τι θεότητος αἴτιον, τοῦτο Πατρὸς καὶ Υἱοῦ φύσις· ἀλλότριον ἄρα τὸ Πνεῦμα τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ φύσεως, ὥσπερ καὶ τοῦ αἰτίου ἀλλότριον· καὶ τί ἔτι Μακεδονίῳ Λατῖνοι μέμφονται; Εἰ δὲ ἐνεργείας τινός ἐστιν ἴδιον, ζητητέον, εἰ μία τῷ ἀριθμῷ ἐστιν αὕτη ἢ δύο. Καὶ εἰ μὲν δύο, δύο πάλιν ἐξ ἀναγκῆς ἔσται τὰ αἴτια· εἰ δὲ μία, ζητητέον αὖθις. εἰ προσωπική ἐστιν αὕτη ἡ φυσική. Καὶ εἰ μὲν φυσική, φυσικῆς τινος ἐνεργείας ἔσται τὸ Πνεῦμα ἀλλότριον, κἀντεῦθεν δὴ καὶ τῆς φύσεως. Εἰ δὲ προσωπική, πρὸς ἕν πρόσωπον ὡρισμένως ἀνενεχθήσεται· μία γὰρ τῷ ἀριθμῷ προσωπικὴ ἐνέργεια πάσαις ἀνάγκαις ἑνὸς ἔσται προσώπου πρὸς ἕν ἐνέργημα τείνουσα. Μάτην ἄρα Λατῖνοι τὴν μίαν τῷ ἀριθμῷ προβλητικὴν ἐνέργειάν τε καὶ ἰδιότητα τῷ Πατρὶ καὶ τῷ Υἱῷ διδόασιν.

Ἡ μία τῷ ἀριθμῷ καὶ ἁπλῇ ἐνέργεια καὶ πρὸς ἕν ἐνέργημα τείνουσα, καὶ πρὸς ἕν ἀριθμῷ τὸ ἐνεργοῦν ἀναφέρεται. Ἔστω τὸ ἐνεργοῦν, ἐφ᾽ οὗ α̅, τὸ πρὸς ὃ ἡ ἐνέργεια, ἐφ᾽ οὗ γ̅, μεταξὺ δὲ αὐτῶν α Πατήρ; β Υἱός; β Υἱός; γ Πνεῦμα ἅγιον ἐνεργοῦν α̅ ἕν ἐστιν ἀριθμῷ. Μὴ γάρ, ἀλλ᾽ ἔστω δύο τὰ α̅β̅· τὸ δὴ β̅, ἤτοι μέρος ἐστὶν αὐτοῦ τοῦ α̅, ἢ χωρὶς αὐτοῦ κείμενον. Εἰ μὲν οὖν μέρος ἐστὶν αὐτοῦ, οὐκ ἄλλο παρ᾽ αὐτό ἐστιν, ἀλλ᾽ ἕν μετ᾽ αὐτοῦ, καὶ οὕτω πάλιν ἔσται τὸ ὅλον ἕν ἀριθμῷ. Εἰ δὲ χωρὶς αὐτοῦ κεῖται, κείσθω κάτωθεν πρῶτον. Ἡ δὴ ἀπὸ τοῦ α̅ πρὸς τὸ γ̅ ἐνέργεια, ἤτοι ὁμαλὴ καὶ συνεχής ἐστιν. ἢ ἀνώμαλος. Εἰ μὲν οὖν ὁμαλὴ καὶ συνεχής ἐστι, μία τῷ ἀριθμῷ οὖσα, δῆλον ὅτι οὐδὲν αὐτῇ συμβαλεῖται τὸ β̅ μεταξὺ κείμενον, ἀλλ᾽ ἤτοι οὐκ ἐνεργήσει, ἢ οὐ πρὸς τὸ γ̅, καθάπερ τὸ α̅. Εἰ δ᾽ ἀνώμαλος ἐστι, δῆλον ὅτι ἐπίτασιν τινα δέξεται κατὰ τὸ β̅ καὶ σφοδροτέρα ἑαυτῆς ἔσται, καθάπερ τις ποταμὸς προσλαμβάνων ἕτερον ῥεῦμα. Τοῦτο δ᾽ οὐκ ἔστι μιᾶς ἐνεργείας καὶ συνεχοῦς ἴδιον· διακοπὴ γὰρ τις μεταξὺ γενήσεται καὶ συμβολὴ τῆς ἀπὸ τοῦ β̅ ἐνεργείας, καὶ οὕτω διπλῇ ἣ ἐνέργεια ἔσται, καὶ οὐχ ἁπλῇ οὐδὲ μία. Τὰ δ᾽ αὐτά, καὶ εἰ ἄνω τοῦ α̅ τὸ β̅ κεῖται, συμβήσεται. Ἀλλὰ πολλῷ μᾶλλον, ὅτι δύο εἰσὶν αἵ ἐνέργειαι, μία μὲν ἡ ἀπὸ τοῦ α̅ πρὸς τὸ γ̅, ἑτέρα δὲ ἡ ἀπὸ τοῦ β̅ πρὸς τὸ αὐτὸ γ̅. ἀδύνατον ἄρα μίαν τῷ ἀριθμῷ ἐνέργειαν πρὸς δύο τὰ ἐνεργοῦντα τὴν ἀναφορὰν ἔχειν, καθάπερ ἀδύνατον μιᾶς γραμμῆς ἐκ θατέρου μέρους δύο τὰ πέρατα εἶναι. Μία ἄρα τῷ ἀριθμῷ ἐνέργεια πρὸς ἕν ἀριθμῷ τὸ ἐνεργοῦν ἀναφέρεται. Ἔστω τὸ ἐνεργοῦν α̅ ὁ Πατήρ τε καὶ προβολεύς· τὸ πρὸς ὃ ἡ ἐνέργεια γ̅, ἡ τοῦ ἁγίου Πνεύματος ὕπαρξις· μεταξὺ δὲ αὐτῶν ἡ προβλητικὴ μία καὶ ἁπλῆ καὶ ἀΐδιος ἐνέργεια· τὸ β̅ δὲ ὁ Υἱός. Πρὸς μόνον ἄρα τὸν Πατέρα καὶ οὐ πρὸς τὸν Υἱὸν ἀναφέρεται ἡ προβλητικὴ τοῦ Πνεύματος μία προσωπικὴ ἐνέργεια. Τοῦτο καὶ Ἄριστοτέλης ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως ῥητῶς ἀποφαίνεται· λέγει γάρ· « Μία ἀριθμῷ ἐνέργεια ἑνὸς ἀριθμῷ ». Καὶ ἔτι ἐν τῷ ἐννατῷ τοῦ αὐτοῦ βιβλίου· « Μία κίνησις ἡ ὑφ᾽ ἑνός τε τοῦ κινοῦντος καὶ ἑνὸς τοῦ κινουμένου· εἰ γάρ τι ἄλλο καὶ ἄλλο κινήσει, οὐ συνεχὴς ἡ ὅλη κίνησις».

Τὸ ἐκ Πατρὸς εἶναι κοινὸν Υἱῷ καὶ Πνεύματι Γρηγόριος ὁ Θεολόγος ἀπέδωκεν. Εἰ δὲ ὁ μὲν Υἱὸς ἀμέσως ἐκ τοῦ Πατρὸς καὶ μηδένα ἕτερον αἴτιον ἔχων, τὸ Πνεῦμα δὲ οὐκ ἀμέσως, ἀλλὰ συναίτιον ἑαυτοῦ τὸν Υἱὸν ἔχον, οὐκ ἔτι κοινὸν αὐτοῖς ἔσται τὸ ἐκ Πατρός, οὗ μὴ ἐπίσης μετέχουσιν. Ἡ τοίνυν τὸν Θεολόγον ἀνάγκη ψεύδεσθαι, ἢ εἰ μὴ τοῦτο, πάντη τε καὶ πάντως Λατῖνοι ψεύδονται τῷ Υἱῷ τὴν αἰτίαν διδόντες τοῦ Πνεύματος.

Τρόπον ὑπάρξεως καὶ ἰδιότητα τοῦ ἁγίου Πνεύματος οἱ θεολόγοι φασὶν οὐ τὸ ἐκπορεύεσθαι ἁπλῶς, ἀλλὰ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι. Εἰ δὴ τοῦτο τρόπος αὐτῷ ὑπάρξεως καὶ ἰδιότης ἐστί, τὸ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, ἢ μάτην αὐτῷ πρόσεστιν, ἢ προστίθησι τι τῇ ὑπάρξει, καὶ διπλῆν ποιεῖ τὴν αὐτοῦ ἰδιότητα, καὶ ἔστιν (εἰ τὸ ἴδιον ἀντιστρέφειν ἀνάγκη πρὸς τὸ οὗ ἐστιν ἴδιον, καὶ οὔτε πλεονάζειν οὔτε ἐλλείπειν) καὶ αὐτὸ διπλοῦν. Ἐκ τοῦ Πατρὸς ἄρα μόνου τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται.

Ὅταν μίαν ἀρχὴν τῶν κτισμάτων λέγωμεν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, δῆλον ὅτι τὴν θείαν φύσιν πρὸς τὰς λοιπὰς συγκρίνοντες τοῦτο λέγομεν, ἥτις ἐστὶ μία, πολλῶν ἐκείνων καὶ διαφόρων οὐσῶν. Κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ ὅταν μίαν ἀρχὴν θεότητος λέγωμεν, ἕν πρόσωπον δηλονότι πρὸς τὰ λοιπὰ συγκρίνοντες τοῦτο φαμέν. Καὶ ὥσπερ οὐδὲν τῶν κτισμάτων εἰς τὴν μίαν ἀρχὴν κατὰ τὴν δημίουργίαν παραλαμβάνεται, οὕτως οὐδέτερον τοῖν δυοῖν προσώποιν εἰς τὴν μίαν ἀρχὴν κατὰ τὴν θεότητα παραληπτέον ἐστί. Τὸ γὰρ ἔν τῶν πλειόνων ἀρχὴν εἶναι μᾶλλον εἰκὸς ἢ τὰ πλείονα τοῦ ἑνός. Μόνος ἄρα ὁ Πατὴρ ἀρχὴ μία τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὥσπερ καὶ μόνη ἡ Τριὰς ἀρχὴ μία πάσης τῆς κτίσεως. Ἡ οὕτω δὲ καὶ ὁ θεῖος Διονύσιος διαρρήδην φησί· « Μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ ». α Πατήρ; γέννησις; ἐκπόρευσις; β Υἱός; γ Πνεῦμα ἅγιον

Ἡ παρὰ τοῦ αὐτοῦ ἐνεργοῦντος ἐν τῷ αὐτῷ χρόνῳ διάφορος ἐνέργεια διάφορον ἀποτελεῖ τὸ ἐνέργημα, Ἔστω τὸ αὐτὸ ἐνεργοῦν, ἐφ᾽ οὗ α̅· ἐνέργειαι δὲ αὐτοῦ ἐν τῷ αὐτῷ χρόνῳ μία μὲν ἡ πρὸς τὸ β̅, ἑτέρα δὲ διάφορος πρὸς αὐτήν, ἡ πρὸς τὸ γ̅. Λέγω, ὅτι καὶ τὸ γ̅ διαφέρον ἔσται τοῦ β̅. Εἰ γὰρ τὸ αὐτὸ ἔσται, ἐφαρμόσει πάντως αὐτῷ, καὶ ἡ πρὸς αὐτὸ δὲ ἐνέργεια ἐφαρμόσει τῇ πρὸς τὸ β̅ ἐνεργεία. Μία ἄρα καὶ ἡ αὐτὴ ἔσται. Ἀλλ᾽ ὑπέκειντο εἶναι δύο καὶ πρὸς ἀλλήλας διάφοροι· καὶ τὸ γ̅ ἄρα διαφέρον ἔσται τοῦ β̅. Ἔστω τὸ μὲν α̅ ὁ Πατήρ ὁ ἀϊδίως καὶ φυσικῶς ἐνεργῶν, τὸ β̅ δὲ ὁ Υἱός, τὸ δὲ γ̅ τὸ Πνεῦμα τὸ ἅγιον, ἐνέργειαι δὲ διάφοροι πρὸς ἀλλήλας, ἡ πρὸς τὸ β̅ μέν, ἡ τοῦ Υἱοῦ γέννησις, ἡ δὲ πρὸς τὸ γ̅, ἡ τοῦ θείου Πνεύματος ἐκπόρευσις. Διαφέρον ἄρα τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἐπεὶ καὶ αἱ πρὸς τὴν ὕπαρξιν ἑκατέρου ἐνέργειαι διαφέρουσαι· καὶ οὐκ ἂν ἡμῖν ἔτι δέοι διακρίσεως ἑτέρας τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, αὐτῶν τῶν διαφόρων ἐνεργειῶν καὶ προόδων διακρίνειν αὐτὰ δυναμένων.

Ἐρωτῶσιν ἡμᾶς οἱ τὰ Λατίνων φρονοῦντες, εἰ μετὰ τῆς ἑαυτοῦ δυνάμεως καὶ σοφίας ὁ Πατὴρ προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον, ἢ ἀσόφως καὶ ἀδυνάτως, ἵν᾽ εἰ τὸ δεύτερον φεύγοντες τὸ πρῶτον ἀποκρινούμεθα, πρὸς τὴν ἑαυτῶν ἡμᾶς ἀπαγάγωσι δόξαν, ὅτι εἰ σοφία καὶ δύναμις τοῦ Πατρός ἐστιν ὁ Υἱός, μετὰ τοῦ Υἱοῦ ἄρα προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον ὁ Πατήρ, καὶ οὐ μόνος αὐτός. Ὅτι μὲν οὖν μετὰ τοῦ Υἱοῦ προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον ὁ Πατήρ, εἴτ᾽ οὖν μετὰ τοῦ λόγου καὶ τῆς σοφίας καὶ τῆς δυνάμεως, οὐδ᾽ ἡμεῖς ἀρνησόμεθα· συμπρόεισι γὰρ τῷ Λόγῳ κατὰ τοὺς θείους Πατέρας τὸ Πνεῦμα τὸ ἅγιον καὶ συμπαρομαρτεῖ καὶ συναναφαίνει αὐτόν, καὶ οὔτε Λόγος ἐστὶν ἄνευ Πνεύματος, οὔτε τὸ Πνεῦμα πρόεισιν ἄνευ τοῦ Λόγου. Πλὴν οὐχ οὕτως, ὥστε καὶ τὸν Υἱὸν αἴτιον. τῆς τοῦ Πνεύματος ὑπάρξεως εἶναι, καθάπερ οὐδὲ τὸ Πνεῦμα τοῦ Υἱοῦ αἴτιον· τὰ γὰρ ὁμοῦ καὶ κατὰ ταὐτὸν ἐκ τινος προΐοντα, καὶ ἀλλήλων αἴτια εἶναι ἀδύνατον. Οὐ τοίνυν εἰ μετὰ τοῦ Υἱοῦ πρόεισι, καὶ ἐκ τοῦ Υἱοῦ προϊέναι ἀνάγκη τὸ Πνεῦμα τὸ ἅγιον· εἰ δὲ μή, τῶν κτισμάτων οὐδὲν διοίσει τῶν διὰ λόγου Θεοῦ καὶ δυνάμεως καὶ σοφίας γεγενημένων· Πάντα γάρ, φησί, δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν. Ὁ ἄρα μὴ γέγονεν, οὐδὲ δι᾽ αὐτοῦ τὸ εἶναι ἔχειν ἀνάγκη. Ἔπειτα οὐχ οὕτω σοφία καὶ δύναμις τοῦ Πατρός ἐστιν ὁ Υἱός, ὡς Υἱὸς ἢ Λόγος· Υἱὸς μὲν γὰρ καὶ Λόγος οὕτως ἐστὶ τοῦ Πατρὸς, ὡς μὴ ὄντος αὐτοῦ Υἱοῦ μηδὲ Λόγου (πρὸς τὸν πατέρα γὰρ ὁ υἱὸς ἀναφέρεται καὶ πρὸς τὸν λέγοντα ὁ λόγος)· σοφία δὲ καὶ δύναμις οὕτως ἐστὶ τοῦ Πατρός, ὡς καὶ αὐτοῦ σοφίας καὶ δυνάμεως ὄντος καὶ οὐ σοφοῦ καὶ δυνατοῦ μόνον· σοφία γάρ ἐστιν ἐκ σοφίας καὶ δύναμις ἐκ δυνάμεως ὥσπερ Θεὸς ἐκ Θεοῦ καὶ φῶς ἐκ φωτός· λέγεται δὲ τοῦ Πατρὸς σοφία καὶ δύναμις, ὡς ὅλην αὐτοῦ τὴν σοφίαν καὶ τὴν δύναμιν ἔχων, ὡς ἂν εἰκὼν ἀρχετύπου. Ἀλλὰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐδὲν ἥττον σοφία καὶ δύναμις· καὶ τούτῳ γε οὐδεὶς ἀντερεῖ τῶν τὰς Γραφὰς εἰδότων, καὶ ὅτι κοινὰ καὶ οὐσιώδη τῶν θείων εἰσὶ προσώπων ταυτὶ τὰ ὀνόματα, καὶ ὁ θεῖος δὲ Αὐγουστῖνος ἐν τῷ περὶ Τριάδος βιβλίῳ τούτοις συμμαρτυρεῖ. Εἰ τοίνυν σοφία καὶ δύναμις ἐκ σοφίας καὶ δυνάμεως τοῦ Πατρὸς ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, περιττόν ἐστι καὶ μάταιον ἐρωτᾶν, εἰ μετὰ τῆς ἑαυτοῦ σοφίας καὶ δυνάμεως ὁ Πατὴρ προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον, εἰ μή τις αὐτὸ κτίσμα βούλοιτο κατασκευάζειν, καθάπερ εἴρηται· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Ἀλλ᾽ οὔτε διὰ μέσης σοφίας καὶ δυνάμεως ὁ Πατὴρ ἦλθεν ἐπὶ τὴν τοῦ Πνεύματος ἐκπόρευσιν, ὥσπερ οὐδ᾽ ἐπὶ τὴν τοῦ Υἱοῦ γέννησιν οὔτε διὰ μέσης θεότητος ὅλως· τῶν γὰρ κτισμάτων ἴδιον τὸ τοιοῦτον οἱ θεολόγοι φασιν. Ἀμέσως ἄρα καὶ ἐξ αὐτῆς τῆς οὐσίας τοῦ Πατρὸς ἐπίσης ἄμφω προΐασιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μετ᾽ ἀλλήλων μέν, οὐκ ἐξ ἀλλήλων δὲ οὐδ᾽ ὅλως ἐκ θατέρου θάτερον.

Εἰ τι ἐπὶ πλειόνων ἑνικῶς ἐν τοῖς θείοις προσώποις λέγεται, ἡ οὐσία πάντως ἡ οὐσιώδες ἔστιν. Ὥσπερ γὰρ ἕν ἐστι πάντη, καθ᾽ ὃ τῶν λοιπῶν ἕκαστον τῶν προσώπων ὡρίζεται, οὕτω καὶ ἕν ἐστι πάντη, καθ᾽ ὃ τὰ τρία ἑνίζονται. Τοῦτο δ᾽ ἐστὶν ἡ μία τῷ ἀριθμῷ οὐσία ἢ τι τῶν οὐσιωδῶς αὐτῇ προσόντων, οἷον ἡ μία θέλησις ἢ ἡ μία δύναμις ἢ ἡ μία ἐνέργεια. Λέγομεν γὰρ Θεὸν ἐκ Θεοῦ τὸν Υἱόν, καὶ ἄμφω Θεὸν ἕνα, φῶς ἐκ φωτός, καὶ ἄμφω ἕν φῶς, σοφίαν ἐκ σοφίας, καὶ ἄμφω μίαν σοφίαν, δύναμιν ἐκ δυνάμεως, καὶ ἄμφω μίαν δύναμιν. Κατ᾽ οὐδὲν ἄρα δύνανται ἐν εἶναι τὰ θεῖα πρόσωπα, εἰ μὴ καθ᾽ ὃ ἐστιν ἐν αὐτοῖς ἕν· τοῦτο δ᾽ ἐστὶν οὐσιώδες. Εἰ τοίνυν καὶ τὸ προβάλλειν ἕν ἐστιν ἐν Πατρὶ καὶ Υἱῷ, ἢ κοινωνήσει τούτου καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐσιώδους γε ὄντος, καὶ ἔσται καὶ αὐτὸ προβάλλον ἕτερον δήπου πρόσωπον, ἢ οὐσιώδους τινὸς ἀλλότριον ὄν, οὐκ ἄδηλον ὅτι καὶ τῆς οὐσίας ἀλλότριον ἔσται. Τούτοιν ὁπότερον ἂν βούλοιντο τοῖν βαράθροιν ἑλέσθωσαν οἱ Λατῖνοι· καὶ ἄμφω δὲ ἐκτρεπόμενοι, τὴν ἑαυτῶν δόξαν ἀπολιπέτωσαν πρότερον, ἥτις ἐξ ἀνάγκης ἐπὶ ταῦτα ἀπάγει.

Εἰ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἐκ δὲ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα μόνον κατὰ τοὺς Λατίνους, οὐκ ἄρα τῶν αὐτῶν αἴτια ἡ οὐσία τοῦ Πατρὸς καὶ ἡ οὐσία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· τὰ δὲ μὴ τῶν αὐτῶν αἴτια, οὐδὲ τὰ αὐτὰ πάντως· ἄλλο ἄρα ἡ οὐσία τοῦ Πατρὸς καὶ ἄλλο ἡ οὐσία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἐξ ἀνάγκης δὲ καὶ ἡ τοῦ Πνεῦματος ἄλλο· πολλαὶ ἄρα οὐσίαι ἐν τῇ θείᾳ Τριάδι. Τοῦτο δὲ βλάσφημον καὶ παράλογον.

Εἰ ὁ μὲν Πατὴρ αἴτιος Υἱοῦ καὶ Πνεύματος, ὁ δὲ Υἱὸς τοῦ Πνεύματος μόνον, τὰ δὲ μὴ τῶν αὐτῶν αἴτια οὐδὲ τὰ αὐτὰ πάντως, οὐκ ἄρα ἕν καὶ τὸ αὐτὸ αἴτιον ἐπὶ τῆς θεία: Τριάδος, ἀλλὰ δύο τὰ αἴτια, καὶ μάτην οἱ Λατῖνοι τὰς δύο ἀρχὰς φεύγουσιν.

Ἡ τοῦ Υἱοῦ προσηγορία δύο ταῦτα σημαίνει, τήν τε πρὸς τὸν Πατέρα σχέσιν, καθ᾽ ἣν τὸ εἶναι παρ᾽ αὐτοῦ ἔχει, καὶ τὸ πρὸς αὐτὸν ὁμοούσιον· πᾶς γὰρ υἱὸς τῷ πατρὶ ὁμοούσιος. Ὡσαύτως δὲ καὶ ἡ τῆς γεννήσεως· τήν τε γὰρ αἰτίαν ὅθεν ἔχει τοῦ εἶναι, καὶ τὴν ὁμοουσιότητα παρίστησιν ἱκανῶς. Οὐχ οὕτω δὲ καὶ ἡ τοῦ ἁγίου Πνεύματος, οὔτε μὴν ἡ τῆς ἐκπορεύσεως ἀλλ᾽ ὅταν μὲν ἀκούσωμεν Πνεῦμα Πατρός, δῶρόν τι τοῦ Πατρὸς ἐνοήσαμεν εἰς ἡμᾶς φθάνον καὶ ἡμᾶς ἀγιάζον καὶ ἐν ἡμῖν ἐνεργοῦν. Λέγει γὰρ ὁ Κύριος· Τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Ὅθεν καὶ Υἱοῦ Πνεῦμα τὸ αὐτὸ λέγεται· κοινὸν γάρ ἐστι δῶρον ἀμφοῖν, ὡς καὶ ὁ μακάριός φησιν Αὐγουστῖνος. Ὅταν δὲ ἀκούσωμεν Πνεῦμα ἐκ Πατρὸς ἐκπορευόμενον, ἐνταῦθα τὴν μὲν αἰτίαν ὅθεν ἔχει τοῦ εἶναι, καὶ τὴν ὑπόστασιν αὐτὴν ἐξελάβομεν, οὐ μέντοι καὶ τὸ ὁμοούσιον· οὔτε γὰρ ἡ τοῦ Πνεύματος φωνή, οὔτε μὴν ἡ τῆς ἐκπορεύσεως τοῦτο δύναται. Διὰ τοῦτο οἱ θεολόγοι, ὅταν μὲν τὴν αἰτίαν ἁπλῶς ὅθεν ἔχει τοῦ εἶναι, παραστῆσαι βούλωνται, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευόμενον λέγουσιν, ἐξ αὐτοῦ τοῦ Κυρίου τοῦτο παρειληφότες, οὐχ ἡμιτελῶς θεολογοῦντες οὐδὲ τὸ ἐγγύτερον αἴτιον παραλιμπάνοντες (ἄπαγε τῆς ἀτοπίας!)· ὅταν δὲ ὁμοῦ καὶ τὴν ὁμοουσιότητα δηλοῦν ἐθέλωσι, τότε καὶ τὸ δι᾽ Υἱοῦ προστιθέασι καὶ ἐκ Πατρὸς δι᾽ Υἱοῦ ἐκπορευόμενον λέγουσιν, ὡσανεὶ λέγοντες· Οὐκ ἄνευ τοῦ Υἱοῦ, οὐχ ἑτεροφυῶς παρὰ τὸν Υἱόν, ἀλλ᾽ ἅμα τῇ γεννήσει νοείσθω καὶ ἡ ἐκπόρευσις, ὥσπερ ὅταν λέγωμεν. Διὰ τοσούτου χρόνου τόδε γέγονεν, οἱονεὶ συμπροϊόντος τοῦ χρόνου. Ὅθεν καὶ ὁ θεῖός φησι Μάξιμος δι᾽ Υἱοῦ γεννηθέντος ἀφράστως ἐκπορευόμενον, οὐκ ἂν προσθεὶς τὸ γεννηθέντος, εἰ μὴ τοῦτο νοεῖν ἠβούλετο. Ὅτι δὲ καὶ οἱ λοιποὶ τοῦτο νοοῦσι, μάρτυς ὁ αὐτὸς ἐν τῇ πρὸς Μαρῖνον ἐπιστολῇ τοὺς τότε Ῥωμαίους λέγων « οὐκ αἰτίαν τοῦ Πνεύματος τὸν Υἱὸν ποιεῖν, ἀλλ᾽ ἵνα τὸ δι᾽ αὐτοῦ προϊέναι δηλώσωσι, καὶ ταύτῃ τὸ συναφὲς τῆς οὐσίας καὶ ἀπαράλλακτον παραστήσωσιν ». Ἡ δὲ νῦν καταγέλαστος τῶν Λατίνων θεολογία τὸ ἐγγύτερον αἴτιον ἐκ τοῦ δι᾽ Υἱοῦ νοοῦσα καὶ τὸν Πατέρα πορρώτερον αἴτιον καὶ οὐ προσεχὲς τιθεῖσα τῆς τοῦ ἁγίου Πνεύματος ὑποστάσεως, ὥσπερ δὴ τὸν Ἐνὼς διὰ τοῦ Σὴθ ἐκ τοῦ Ἀδὰμ λέγομεν, τῆς μὲν τοῦ σεπτοῦ Γρηγορίου τοῦ Νύσσης φωνῆς οὐκ ἀκούει, λεγούσης ὅτι « ἡ τοῦ Υἱοῦ μεσιτεία καὶ αὐτῷ τὸ μονογενὲς φυλάττει καὶ τὸ Πνεῦμα τῆς φυσικῆς πρὸς τὸν Πατέρα σχέσεως οὐκ ἀπείργει »· βαθμοὺς δὲ καὶ ὑποβάσεις ἐπὶ τῆς ἁγίας Τριάδος εἰσάγει καὶ τὸν μὲν Πατέρα τίθησιν ἀνώτατόν τε καὶ πρῶτον αἴτιον, τὸν δὲ Υἱὸν κατώτερον καὶ δεύτερον αἴτιον ὥσπερ τι διατείχισμα μέσον τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, τὸ δὲ ἅγιον Πνεῦμα κατώτατον καὶ αἰτιατὸν μόνον, καὶ οὕτως εἰς τὸ τῆς τριθείας βάραθρον καταπίπτει καὶ τὰ θεῖα πρόσωπα περιγράφει καὶ τὸ Πνεῦμα ὥσπερ υἱωνὸν ἀπεργάζεται.

Ἐνέτυχόν τινι τῶν Λατινικῶν διδασκάλων ὑπὲρ αὐτῶν γράφοντι, ὅτι οὐ χρὴ λέγειν ἐκ Πατρὸς δι᾽ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον (οὕτω γὰρ δύο τὰ αἴτια καὶ διαφέροντα ἔσται, τὸ μὲν ἐγγύτερον, τὸ δὲ πορρώτερον), ἀλλ᾽ ἐκ Πατρὸς καὶ Υἱοῦ, καθάπερ οὖν καὶ ἐν τῷ συμβόλῳ προστέθειται, ἵνα ὡς ἓν αἴτιον ὁ Πατὴρ καὶ ὁ Υἱὸς νοῆται τοῦ ἁγίου Πνεύματος. Εἰ οὖν οὕτως ἔχει, καθάπερ ἐκεῖνός φησι, πρῶτον μὲν αὐτοῖς διέπεσεν ἡ σπουδαζομένη δῆθεν συμφωνία πρὸς τοὺς παρ᾽ ἡμῖν διδασκάλους, καὶ οὐκέτι λοιπὸν ἐκ τοῦ δι᾽ Υἱοῦ τὸ προσεχὲς αἴτιον νοητέον, οὔτε τὴν διά ληπτέον ἀντὶ τῆς ἐκ. ὥς τινες τῶν ἐξ Υἱοῦ ἐκπεσόντων ἐλήρησαν. Ἐπειτα καὶ οὕτως εἰ διακεκριμένα πρόσωπα τὸ Πνεῦμα προβάλλει τὸ ἅγιον, καὶ τὸ μὲν παρ᾽ ἑαυτοῦ τοῦτ᾽ ἔχει, τὸ δ᾽ ἐκ τοῦ ἑτέρου λαβόν, δύο πάντως αἴτια κἀντεῦθεν ἔσται, καὶ τὴν διά παρ᾽ ἑαυτῶν ἀπολέσαντες, τὰς δύο ἀρχὰς οὐδ᾽ οὕτως ἐξέφυγον, ἀλλὰ καὶ τὸ τοῦ δόγματος αὐτῶν ἀσύμφωνον καὶ πρὸς ἑαυτὸ μαχόμενον καὶ πανταχόθεν ἀσύστατον ἔδειξαν.

Ἤρετό μέ τις τῶν ἐξ ἡμῶν ἐκπεσόντων καὶ τῶν Λατίνων ὑπερμαχούντων, εἰ μὴ πᾶν τὸ ἐκ τινος διά τινος φυσικῶς προϊόν, αἴτιον ἔχει τὸ δι᾽ οὗ πρόεισιν; Ἐγὼ δὲ αὐτὸν ἀντηρόμην, εἰ μὴ πᾶν τὸ ἐκ τινος διὰ τινος φυσικῶς προϊόν, δύο ἔχει τὰ αἴτια τῆς ἑαυτοῦ ὑπάρξεως, τό τε ἐξ οὗ καὶ τὸ δι᾽ οὗ πρόεισι; Καὶ γὰρ ὁ ἄνθρωπος ἐξ ἀνδρὸς διὰ γυναικὸς γεννώμενος, ὥς φησιν ὁ Ἀπόστολος, δύο ἔχει τὰ αἴτια, τὸν πατέρα δηλονότι καὶ τὴν μητέρα· καὶ ὁ Ἰακὼβ ἐκ τοῦ Ἀβραὰμ διὰ τοῦ Ἰσαὰκ γεννηθείς, δύο ἔχει τὰ αἴτια, τὸ μὲν ἔγγιον, τὸ δὲ πορρώτερον, τὸν πατέρα δηλαδὴ καὶ τὸν πάππον. Εἰ οὖν τοῖς ἐξ ἡμῶν παραδείγμασι τὴν ἑαυτῶν κρατύνειν πειρῶνται θεολογίαν, ὁμολογείτωσαν καὶ τὰ δύο αἴτια καὶ τὰς δύο ἀρχάς, καὶ μὴ τὰ ἐξ ἀνάγκης ἑπόμενα τοῖς οἰκείοις λόγοις ἀρνείσθωσαν.

Καὶ πῶς, φησίν, ἡ κτίσις ἐκ Πατρὸς δι᾽ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι τὸ εἶναι λαβοῦσα, οὐ τρία ἔχει τὰ αἴτια, ἀλλ᾽ ἓν αἴτιον καὶ ἕνα δημιουργόν; — Ἡ κτίσις, ὦ θαυμάσιε, πρὸς αὐτὸν ἔφην, οὔτε ἐκ τῆς οὐσίας εἴρηται τοῦ Πατρὸς ἢ τοῦ Υἱοῦ, οὔτε μὴν ἐκ τῆς ὑποστάσεως, ἀλλ᾽ ἐκ τῆς κοινῆς θελήσεως καὶ δυνάμεως, ἥτις ἐστὶ μία καὶ ἡ αὕτη τῶν τριῶν· ὅθεν καὶ τὸν ἕνα Θεὸν αἴτιον ἔχει καὶ δημιουργόν. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς ὑποστάσεως εἴρηται τοῦ Πατρός· εἰ δὲ τὸ αὐτὸ καὶ ἐκ τῆς ὑποστάσεως ἔστι τοῦ Υἱοῦ καθ᾽ ὑμᾶς, δύο ὑποστάσεις αἰτίας ἔχον, δύο αἰτίας καὶ δύο ἀρχὰς ἕξει πάντως, εἰ μὴ μεθύομεν. Μὴ οὖν ἀνοικείοις παραδείγμασι χρῆσθε πάλιν· ἢ γὰρ κτίσις οὐ φυσικῶς, ἀλλὰ δημιουργικῶς ἐκ Θεοῦ.

Εἰ τὸν Υἱὸν προσεχὲς αἴτιον τοῦ ἁγίου Πνεύματος λέγουσι, τὸν Πατέρα δὲ οὐ προσεχές, ταῦτα δὲ ἀντικείμενα, τὰ δ᾽ ἀντικείμενα συνελθεῖν ἀδύνατον, οὐκ ἄρα ἓν αἴτιον ὁ Πατὴρ ἔσται καὶ ὁ Υἱός, ἀντικείμενα αἴτια ὄντα· δύο ἄρα· καὶ ποῦ τὰς δύο ἀρχὰς οἱ σχέτλιοι φεύξονται πανταχόθεν

Οἱ Λατῖνοι προσεχὲς καὶ οὐ προσεχὲς αἴτιον ἐπὶ Πατρὸς καὶ Υἱοῦ λέγοντες καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον φυσικῇ τινι τάξει καὶ ἀναγκαία, δῆλον ὅτι διϊστῶσι τοῦ Πατρὸς τὸ ἅγιον Πνεῦμα καὶ βαθμοὺς καὶ ὑποβάσεις εἰσάγουσιν ἐπὶ τῆς ἁγίας Τριάδος, καὶ τὸν μὲν Πατέρα μείζονα τοῦ Υἱοῦ λέγουσι, τὸν δὲ Υἱόν, τοῦ ἁγίου Πνεύματος. Ἀλλ᾽ ἀκουέτωσαν τῆς πέμπτης συνόδου τῶν οἰκουμενικῶν, ὅτι ταῦτα τοῦ Ὠ εἰσὶ δόγματα· λέγει γὰρ ὁ ἀοίδιμος βασιλεὺς Ἰουστινιανὸς ἐν τῷ κατ᾽ αὐτοῦ λόγῳ περὶ αὐτοῦ τάδε· « Ὅστις πρὸ πάντων εἰς αὐτὴν τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα βλασφημήσας, ἐτόλμησεν εἰπεῖν, τὸν μὲν Πατέρα μείζονα εἶναι τοῦ Υἱοῦ, τὸν δὲ Υἱόν, τοῦ ἁγίου Πνεύματος ». Ὅθεν καὶ πολύθεον αὐτῶν ἐν τῷ αὐτῷ λόγῳ φησί. Καὶ εἰκότως· λέγει γὰρ καὶ ὁ θεολόγος Γρηγόριος· « Ἡμῖν εἷς Θεός, ὅτι μία θεότης καὶ πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει ». Εἰ τοίνυν οἱ πρὸς ἓν τὰ ἐξ αὐτοῦ ἀναφέροντες εἰς ἕνα Θεὸν πιστεύουσιν, οἱ μὴ πρὸς ἓν τὰ δύο, ἀλλὰ τὸ ἓν ἀναφέροντες πρὸς τὰ δύο, δῆλον ὅτι οὐκ εἰς ἕνα Θεόν, ἀλλ᾽ εἰς πολλοὺς πιστεύουσι· καὶ τί ἔτι τοῖς Ἕλλησι μέμφονται;

Εἰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μὲν τοῦ Υἱοῦ προσεχῶς ἐκπορεύεται, ἐκ δὲ τοῦ Πατρὸς οὐ προσεχῶς κατὰ τοὺς Λατίνους, δῆλον ὅτι ἐκ μὲν τῆς ὑποστάσεως τοῦ Υἱοῦ ἐκπορεύεται, ἐκ δὲ τῆς ὑποστάσεως τοῦ Πατρὸς οὐδαμῶς· πῶς γάρ, τὸ μὴ προσεχῶς ἐξ αὐτοῦ τὴν ὕπαρξιν ἔχον; Οὐδὲ γὰρ ὁ Ἰακὼβ ἐκ τοῦ Ἀβραὰμ οὐ προσεχῶς ἔχων τὸ εἶναι, λέγοιτο ἂν ἐκ τῆς τοῦ Ἀβραὰμ ὑποστάσεως, πλὴν εἰ ἄρα θέλοι τις λέγειν ἐκ τῆς οὐσίας· καὶ πάντες δὲ ἄνθρωποι τὸ γένος ἕλκοντες ἐξ Ἀδάμ, ἐκ μὲν τῆς οὐσίας τοῦ Ἀδὰμ λεγόμεθα, ἐκ τῆς ὑποστάσεως δὲ οὐδαμῶς. Ἀλλὰ μὴν οἱ ἅγιοι τοὐναντίον ἐπὶ τοῦ Πνεύματος λέγουσιν, ἐκ τῆς ὑποστάσεως τοῦ Πατρὸς αὐτὸ θεολογοῦντες, ὁ τε θεηγόρος Γρηγόριος ὁ τῆς Νύσσης καὶ ὁ μέγιστος τῷ ὄντι Μάξιμος καὶ οἱ λοιποὶ πάντες· ἐκ τῆς ὑποστάσεως δὲ τοῦ Υἱοῦ οὐδεὶς αὐτὸ εἶπεν, ὅσα γε ἡμᾶς εἰδέναι. Μάτην ἄρα Λατῖνοι τὴν ὑπόστασιν τοῦ Υἱοῦ προσεχῆ αἰτίαν τοῦ Πνεύματος τίθενται.

Ὅταν οἱ Λατῖνοι λέγωσι τὸν Πατέρα μὴ προσεχῇ αἴτιον τοῦ ἁγίου Πνεύματος, ἐρώμεθα τούτους, πότερον διὰ τὸ εἶναι τοῦ Υἱοῦ αἴτιον λέγουσιν αὐτὸν καὶ τοῦ Πνεύματος αἴτιον, ἢ διὰ τὸ καὶ αὐτόν τι συμβάλλεσθαι παρ᾽ ἑαυτοῦ πρὸς τὸ εἶναι τῷ Πνεύματι; Εἰ μὲν οὖν διὰ τὸ εἶναι τοῦ Υἱοῦ αἴτιον λέξουσι, δῆλον ὅτι αὐτὸς οὐ κυρίως ἐστὶ τοῦ Πνεύματος αἴτιος· τοιοῦτον γὰρ τὸ πόρρω καὶ οὐ προσεχὲς αἴτιον, καὶ εὑρίσκεται ὁ Πατὴρ τοῦ μὲν Υἱοῦ κυρίως ὢν αἴτιος, ἅτε καὶ προσεχής, τοῦ δὲ Πνεύματος οὐ κυρίως, ἅτε οὐ προσεχής. Ἀλλὰ ταύτην τὴν θεολογίαν, ἢ θεομαχίαν εἰπεῖν μᾶλλον, οὐδέπω μέχρι καὶ νῦν ἠκούσαμεν, ἀλλ᾽ ἐκεῖνό γε ἀκούομεν, ὅτι ὡς ὃ Υἱὸς ἐκ τοῦ Πατρός, οὕτω καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός· μάτην δὲ καὶ ἡμῖν ἐγκαλοῦσι τὸ ἐκ μόνου τοῦ Πατρός, αὐτοὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Υἱοῦ λέγοντες. Εἰ δὲ καὶ τὸν Πατέρα συμβάλλεσθαι φήσουσι πρὸς τὸ εἶναι τῷ Πνεύματι, τί τις ἂν φαίη πάλιν πρὸς τὸν ἐσμὸν τῶν ἀναφυομένων ἀτόπων; Δύο τε γὰρ ἐντεῦθεν ἔσται τὰ αἴτια, ἐπεὶ καὶ αἱ ὑποστάσεις δύο, καὶ μεριστὸν τὸ εἶναι τῷ Πνεύματι, τὸ μὲν ἐκ τοῦ Πατρός, τὸ δ᾽ ἐκ τοῦ Υἱοῦ χορηγούμενον, καὶ τὸ Πνεῦμα σύνθετον, ἐξ ἀμφοῖν ἔχον τὴν ὕπαρξιν, καὶ ὅσα ἄλλα τοῖς τοιούτοις ἕπεται δόγμασιν.

Ἀλλὰ τούτοις οἱ Λατῖνοι στενοχωρούμενοι, πρὸς τὸ παράδειγμα τῆς κτίσεως ἀποβλέψουσι πάλιν, ἵνα δηλονότι Πνευματομάχους καθαρῶς ἑαυτοὺς ἀποδείξωσι καὶ κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον εὑρεθῶσι φρονοῦντες. Ἐροῦσι γὰρ ὅτι καὶ ἡ κτίσις ἐκ Πατρὸς δι᾽ Υἱοῦ λεγομένη τὸ εἶναι ἔχειν, ὅμως αἴτιον ἕνα καὶ δημιουργὸν ἔχειν πεπίστευται, καὶ οὔτε δύο ἢ τρεῖς αἰτίους, οὔτε τὸν μὲν κυρίως, τὸν δὲ οὐ κυρίως, οὔτε μέρος ἑκάτερον αὐτῇ πρὸς τὸ εἶναι συμβάλλειν. Ἂν οὖν ταῦτα λέγωσιν, ἢ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὁμολογείτωσαν κτίσμα φρονεῖν φανερῶς, ἢ μαθέτωσαν, ὅτι ἔξω μὲν τῆς ἑαυτῶν οὐσίας καὶ ὑποστάσεως δύνανται καὶ παρ᾽ ἡμῖν δύο πρόσωπα μιᾷ ἐνεργείᾳ καὶ ἑνὶ λόγῳ τεχνικῶς ὑφιστᾶν ὅπερ ἂν βούλωνται, ἐκ δὲ τῆς ἑαυτῶν ὑποστάσεως ἑκάτερον φυσικῶς προάγειν ἓν πρόσωπον διὰ μιᾶς ἐνεργείας, ἀδύνατον, εἰ μὴ μέρος, ὅπερ εἴρηται, πρὸς τὸ εἶναι συμβάλλειν, ὥστε εἶναι δύο τὰς ἀρχὰς καὶ δύο τὰς ἐνεργείας, καὶ τὸ προαγόμενον σύνθετον. Πόθεν οὖν αὐτοὶ μίαν προσωπικὴν ἐνέργειαν δυσὶ προσώποις ἀπονέμουσι καὶ μίαν ἀρχὴν τὰ δύο φασί, θαυμάζειν ἄξιον.

Καὶ ὁ ἐν ἡμῖν νοῦς, ὁ ἀνθρώπινος λέγω, λόγον ἐξ ἑαυτοῦ γεννᾷ καὶ πνεῦμα προβάλλει, τὸν μὲν οἷον ἄγγελον τῶν ἑαυτοῦ κινημάτων καὶ νοημάτων, τὸ δὲ ζωοῦν καὶ κινοῦν τὸ σῶμα καὶ τὸν λόγον αὐτὸν συναναφαῖνον καὶ διαρθροῦν. Συμπρόεισι μὲν οὖν ἀλλήλοις ὁ λόγος τε καὶ τὸ πνεῦμα παρὰ τοῦ νοῦ, καὶ ὁ μὲν ἀγγέλλει τοῖς ἔξω τὰ τοῦ γεννήτορος, τὸ δὲ ζωοῖ καὶ ἄγει τὸ σῶμα, ὅποι ἂν ὁ προβολεὺς βούληται· παρὰ τοῦ λόγου δὲ προϊέναι τὸ πνεῦμα καὶ τὴν αἰτίαν ἔχειν, οὐκ ἄν τις εὖ φρονῶν εἴποι ποτέ· πῶς γάρ, τὸ καὶ τῷ λόγῳ πρὸς τὴν φανέρωσιν συνεργοῦν καὶ δι᾽ αὐτοῦ πάλιν αὐτὸ φανερούμενον; Οὕτω δὴ καὶ ὁ ἀΐδιος Λόγος συμπροϊὸν μὲν ἔχει τὸ Πνεῦμα παρὰ τοῦ πρώτου νοῦ καὶ Πατρός, οὐ μὴν αὐτὸς αὐτῷ τὴν αἰτίαν τοῦ εἶναι παρέχει, καθάπερ οὐδὲ παρ᾽ αὐτοῦ ταύτην λαμβάνει. Ταῦτα θεολογεῖ μεθ᾽ ἡμῶν τε καὶ πρὸ ἡμῶν ὁ θειότατος Μάξιμος καὶ τὴν εἰκόνα θαυμασίως ἐφαρμόζει τῷ ἀρχετύπῳ. Καθάπερ γὰρ ὁ ἐν ἡμῖν λόγος ἄγγελός ἐστι τῶν τοῦ νοῦ κινημάτων, οὕτω καὶ ὁ θεῖος Λόγος τῆς μεγάλης βουλῆς τοῦ Πατρὸς ἄγγελος ὀνομάζεται· καὶ καθάπερ τὸ ἐν ἡμῖν πνεῦμα ζωτικόν ἐστι καὶ κινητικὸν τοῦ σώματος, οὕτω καὶ τὸ θεῖον Πνεῦμα ζωοποιὸν ὑπάρχον καὶ κινητικὸν καὶ συνεχτικὸν καὶ ἁγιαστικὸν τῆς κτίσεως, ζωὴ ὀνομάζεται. Λέγει γοῦν ὁ εἰρημένος θεῖος ἀνὴρ ἐν κεφαλαίῳ τρίτῳ τῆς τρίτης ἑκατοντάδος τῶν Γνωστικῶν· « Οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται τοῦ λόγου λόγος ἀνώτερος· λόγος δὲ οὐκ ἄνους ἢ ζωῆς ἄμοιρος, ἀλλ᾽ ἔννους καὶ ζῶν, ὡς γεννῶντα νοῦν ἔχων οὐσιωδῶς ὑφεστῶτα, τὸν Πατέρα, καὶ ζωὴν ὑφεστῶσαν οὐσιωδῶς ἐνυπάρχουσαν, τὸ Πνεῦμα τὸ ἅγιον». Ὅρα νοῦν μὲν γεννῶντα καλούμενον τὸν Θεὸν καὶ Πατέρα, λόγον δὲ γεννώμενον ἐξ αὐτοῦ τὸν Υἱὸν καὶ Θεόν, ζωὴν δὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐνυπάρχουσαν τῷ Υἱῷ, ἀλλ᾽ οὐκ ἐξ αὐτοῦ ὑπάρχουσαν. Καὶ τοῦτό ἐστιν ὅπερ ἕτερος θεολόγος φησίν· « Ἐκ τοῦ Πατρὸς ἐκπορεύεται καὶ ἐν τῷ Υἱῷ μένει ».

Εἰ τῷ ἐμμέσῳ καὶ ἀμέσῳ μόνον διαφέρουσιν αἱ πρόοδοι τῶν θείων προσώπων κατὰ τοὺς Λατίνους, τῷ τὸν μὲν Υἱὸν ἐκ μόνου τοῦ Πατρὸς εἶναι, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς δι᾽ Υἱοῦ, καὶ τοῦτό ἐστιν ἡ ἐκπόρευσις κατ᾽ αὐτούς, ταὐτὸν ἄρα τῇ γεννήσει ἡ ἐκπόρευσις καὶ τῇ ἐκπορεύσει ἡ γέννησις. Δύο ἄρα ἐν τῇ Τριάδι υἱοί, ὁ μὲν ἐκ μόνου τοῦ Πατρὸς γεννώμενος, ὁ δὲ ἐκ Πατρὸς δι᾽ Υἱοῦ, καὶ ὁ μὲν τῷ Πατρὶ προσεχής, ὁ δὲ τῷ μὲν Υἱῷ προσεχής, τοῦ δὲ Πατρὸς υἱωνός. Ἀλλὰ τοῦτο τὸ θεολόγημα, μᾶλλον δὲ παραλήρημα, μέχρι τοῦ νῦν οὐκ ἠκούσαμεν.

Ἢ ἡ αὐτή ἐστιν ἀρχὴ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἢ ἄλλη καὶ ἄλλη. Εἰ μὲν δὴ ἡ αὐτή, τοῦ Υἱοῦ δὲ ὁ Πατὴρ μόνος ἀρχή, καὶ τοῦ Πνεύματος ἄρα ὁ Πατὴρ μόνος· εἰ δὲ ἄλλη καὶ ἄλλη, πῶς οὐ δύο ἀρχαί;

Ἡ ὑπόστασις τοῦ Πατρός ἐστιν ἀρχὴ τοῦ ἁγίου Πνεύματος· ἔστι δὲ καὶ ἄλλη ὑπόστασις, ἡ τοῦ Υἱοῦ, τοῦ ἁγίου Πνεύματος ἀρχὴ κατὰ τοὺς Λατίνους. Ἄλλη ἄρα καὶ ἄλλη ὑπόστασις, ὅπερ ἐστὶν ὑποστάσεις δύο, τοῦ Πνεύματός εἰσιν ἀρχαὶ κατ᾽ αὐτούς. Δύο ἄρα τοῦ Πνεύματός εἰσιν ἀρχαὶ κατ᾽ αὐτούς.

Ὁ Πατὴρ καὶ ὁ Υἱὸς οὕτως ἓν αἴτιον τοῦ ἁγίου Πνεύματος, ὡς ἑκάτερος μόνος, ἢ ἄλλως. Εἰ μὲν δὴ οὕτως ἄμφω ὡς ἑκάτερος μόνος, ἑκάτερος δὲ μόνος οὕτως ἓν αἴτιον ὡς ἓν πρόσωπον, καὶ ἄμφω ἄρα οὕτως ἓν αἴτιον ὡς ἓν πρόσωπον, καὶ οὕτως ἀναζῇ Σαβέλλιος. Εἰ δὲ ἄλλως μὲν ἄμφω ἓν αἴτιον, ἄλλως δὲ ἑκάτερος μόνος, πῶς οὐ δύο τὰ αἴτια; Τὸ γὰρ ἄλλως καὶ ἄλλως καὶ ἡ διαφορὰ πάντως δήπου καὶ ἀριθμὸν συνεισάγει.

Ἐν τοῖς θείοις προσώποις ἕν ἐστι τὸ αἴτιον, ἢ οὐχ ἕν. Εἰ μὲν δὴ ἕν ἐστι πρόσωπον αἴτιον, ἔχομεν τὸ ζητούμενον· ὁ Πατὴρ γὰρ δήπουθεν ἔσται μόνος· εἰ δὲ οὐχ ἕν, δύο που πάντως ἔσται τὰ αἴτια, καθάπερ καὶ τὰ αἰτιατὰ δύο. Τοῦτο δὲ αὐτόθεν ἄτοπον.

Εἰ τὸ ἀμέσως αἴτιον μᾶλλον ⟨αἴτιον⟩ καὶ ἐγγύτερον; τοῦ ἐμμέσως, διὰ τί τοσαυτάκις ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι λεγομένου τοῦ Πνεύματος, ὀλιγάκις τὸ δι᾽ Υἱοῦ παρεντίθεται; Διὰ τί τὸ μᾶλλον αἴτιον καὶ ἐγγύτερον σιωπᾶται, τὸ δὲ ἧττον καὶ πορρώτερον ἀεὶ λέγεται; Πῶς δὲ καὶ οὐ δύο τὰ αἴτια, ἐν οἷς τὸ μᾶλλον καὶ ἧττον καὶ ἐγγύτερον καὶ πορρώτερον χώραν ἔχει;

Ὁ Υἱὸς αἴτιος τοῦ ἁγίου Πνεύματος τῷ λόγῳ τῆς φύσεως, ἢ τῷ λόγῳ τῆς ὑποστάσεως. Εἰ μὲν δὴ τῷ λόγῳ τῆς φύσεως, φύσις δὲ ἡ αὐτὴ τοῖς τρισί, κοινὸν ἔσται τοῖς τρισὶ τὸ αἴτιον καὶ προβαλεῖ καὶ τὸ Πνεῦμα ἑαυτὸ ἢ ἕτερον· εἰ δὲ τῷ λόγῳ τῆς ὑποστάσεως ὁ Υἱὸς αἴτιος, ἑτέρα ὢν ὑπόστασις παρὰ τὸν Πατέρα, ἑτέρα ἔσται παρὰ τὸν Πατέρα αἰτία καὶ ἑτέρα ἀρχή· δύο ἄρα ὑποστάσεις αἴτιαι, κἀντεῦθεν δὴ καὶ δύο ἀρχαί.

Ἡ προβλητικὴ δύναμις ἐν Πατρὶ καὶ Υἱῷ μία καὶ ἡ αὐτὴ ὑπάρχουσα κατὰ τοὺς Λατίνους, οὐσιώδης ἐστὶ πάντως καὶ φυσική· ταύτης δὲ τὸ Πνεῦμα τὸ ἅγιον λείπεται, μηδὲν ἄλλο προβάλλον πρόσωπον. Ἀλλ᾽ ὥσπερ τὰ τῆς αὐτῆς δυνάμεως ὄντα, καὶ τῆς αὐτῆς οὐσίας εἶναι ἀνάγκη κατὰ τοὺς θεολόγους Πατέρας, οὕτω καὶ τοὐναντίον τὰ μὴ τὴν αὐτὴν οὐσιώδη δύναμιν ἔχοντα, μηδὲ τὴν αὐτὴν οὐσίαν ἔχειν ἀνάγκη, καὶ οὕτως ἀλλοτριοῦται τὸ Πνεῦμα τὸ ἅγιον τῆς κοινῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ, τῆς κοινῆς οὐσιώδους δυνάμεως ἀλλότριον ὄν. Ἀλλ᾽ ἡμεῖς ὥσπερ ὁμοούσιον, οὕτω καὶ ὁμοδύναμον ἴσμεν τὴν ἁγίαν Τριάδα, καὶ μίαν δύναμιν τῶν τριῶν κηρύττομεν ὥσπερ καὶ μίαν οὐσίαν, τοῖς νέοις τούτοις πνευματομάχοις ἐρρῶσθαι πολλὰ φράσαντες.

Ἰδιώματα τοῦ Πατρός εἰσι κατὰ τοὺς θεολόγους Πατέρας ἥ τε ἀγεννησία καὶ τὸ γεννᾶν καὶ προβάλλειν. Εἰ οὖν ἑνὸς τούτων, τοῦ προβάλλειν φημί, κοινωνεῖ τῷ Υἱῷ κατὰ τοὺς Λατίνους, τοῦ δὲ Πνεύματος πᾶσι διίσταται, πλείονα ἄρα τὴν κοινωνίαν ὁ Πατὴρ ἔχει πρὸς τὸν Υἱὸν ἢ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐξ ἀνάγκης πλείονα τὴν ἑτερότητα πρὸς τὸ Πνεῦμα τὸ ἅγιον ἢ πρὸς τὸν Υἱόν. Καὶ τί ἔτι Μακεδονίῳ Λατῖνοι μέμφονται, καθαρῶς αὐτοὶ πνευματομαχοῦντες;

Contents