Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Methodios of Constantinople › Life of St Nicholas

Life of St Nicholas

St Methodios of Constantinople, Greek, ed. Anrich, 1913

Chapter 1

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μεθοδίου πρεσβυτέρου καὶ ἡγουμένου εἰς τὸν βίον καὶ τὰ λείποντα τοῦ ὁσίου πατρὸς ἡμῶν Νικολάου ἀρχιεπισκόπου Μύρων.

Ἐπειδὴ ἡ τῶν καθ᾽ ἡμᾶς λόγων πλοκὴ τῇ ἀσαφείᾳ τῆς πτωχονοίας τὸ γρῖφόν σοι ἐντυγχάνοντι ἐπέχειν νομίζεται, ζητεῖ δὲ ἡ καθαρά σου ἁπλότης, ὦ ἀνδρῶν ἄριστε καὶ περιφανέστατε Θεόδωρε, λόγου ἐγκωμίου τῇ φρασείᾳ ⟨τὸν⟩ ποικίλον καὶ νοήμασι τὸν εὐκάτοπτον, πρὸς δὲ καὶ τῷ ποσῷ τὸν ἀπέριττον — ἐγώ, ἵνα μὴ δόξω ἀνήκοος καὶ ὅπως σοι φανείην παρέτοιμος, τῇ πίστει καὶ κελεύσει σου χαριζόμενος, ἀνιστορῆσαι μᾶλλον τὰ τοῦ περιβοήτου Νικολάου μέγιστα κατορθώματα καὶ οὐκ αὖθις ἐγκωμιάσαι τὸ λοιπὸν προαιρήσομαι, ὡς τάχα τῆς ἱστορίας συνήθως ἐχούσης τὸ εὐκατάκουστον. εἰ δέ τι συμπλεκείη που τῇ ἱστορίᾳ ἐγκώμιον, θεῷ ἀναθετέον τὸ χάρισμα καὶ τῇ πίστει σου, τῷ δόντι καὶ τῇ χορηγηθείσῃ παρὰ τῆς αὐτοῦ μεγαλοδωρεᾶς, εὑράσθαι σὺν ἐξηγήσεσι τὸ ἐγκώμιον. ἔστι δὲ τῶν περὶ πάντας ἀκροατὰς διηγήσεων πλησιέστερον, μετὰ τὸ εἰπεῖν γένος καὶ πόλιν καὶ ἐπιτήδευμα, τὴν ἐκ νεαροῦ τοῦ σώματος ἀγωγήν τε καὶ αὔξησιν διαγράψασθαι, ἵν᾽ ὁμολογουμένην ἤτοι θαυμαζομένην τὴν ἀνάταξιν ἢ ἐπαύξησιν εἰς δύναμιν ἐκ δυνάμεως καὶ πρὸς τοιάνδε ἐκ τοιᾶσδε ἀγωγὴν ἢ προσαγωγὴν ὁ ἱστορεῖσθαι τολμώμενος τῇ τῶν ἀκουόντῶν διανοίᾳ σαφέστατα ἐγκαταθῆται. καὶ δὴ θεοῦ διδοῦντος λόγον ἐν ἀνοίξει εὐθέτῳ τοῦ στόματος, ἅπερ ὄψις εἶτ᾽ οὖν ἐν βίβλοις ἀνάγνωσις δέδωκε, ταῦτα διηγησόμενος καὶ παρέστηκα.

Ὁ τοῦ θεοῦ θεράπων Νικόλαος, τὸ σκεῦος τὸ μυριδόχον τοῦ παναγίου καὶ ζωοποιοῦ πνεύματος, τὸ ἄνθος καὶ ⟨κλά⟩δος καὶ ῥίζα τῶν Μυρέων καὶ μύρισμα, ὁ κρίνου δίκην λελευκασμένος τῇ προεδρίᾳ καὶ ὡς ἴον ἐστολισμένος τῇ πολιτείᾳ, ὁ ῥόδον οἷα κατερεύθων τῇ ἀληθείᾳ καὶ κάλυξί πῶς ἐμπρασινίζων τῇ ἐγκρατείᾳ, ὁ πολιᾷ τὴν κάραν κατεστεμμένος καὶ εἰς ἀκμὴν τοὺς πόνους ἐνησκημένος, ὁ χαλασθεὶς τὸ σῶμα καὶ τονωθεὶς τὸ πνεῦμα, ὁ δροσισθεὶς ἁγνείᾳ καὶ προθυμίᾳ ζέσας, ὁ Μύρα ναίων καὶ τὸν ἐκκαλούμενον φθάνων, ὁ οὐρανίοις ἐνδιαιτώμενος χώροις καὶ ἐπιγείοις εὐκταῖα συλλαμβανόμενος δήμοις, ὁ τάφῳ ἐνσοριαζόμενος ὡριμώτατος σῖτος καὶ θείᾳ συναγελιζόμενος τὴν ψυχὴν παραστάσει, ὁ μιᾷ ⟨πλα⟩κὶ σωματικῶς καλυπτόμενος λύχνος καὶ πολλῶν πινάκων ἔγχρωμος τὴν θείαν χάριν ἐξαναπτόμενος ἄνθραξ, τὸ πλείσταις καρδίαις ἐντεθαμμένον ἐμπύρευμα καὶ πλειοτέροις κατ᾽ ὄνομα μεταληφθὲν θρυαλλίδιον (ὅσοι γὰρ μετ᾽ ἐκεῖνον καλοῦνται Νικόλαος, πάντες δι᾽ αὐτὸν εἰς ἁγιασμοῦ μέθεξιν), ὁ πᾶσι παρών, οἷς ἐπικέκληται, καὶ πάντας ἐλευθερῶν, οἳ ἐξηπόρηνται — οὗτος ὁ πολλὰ μὲν τῇ ἐπιουσίᾳ τῆς ἀρετῆς συνηγηοχὼς δι᾽ ἐπιτηδευμάτων ὀνόματα, πλείονα δὲ τῶν ἐφευρισκομένων ἔχων διαφεύγοντα, οὗτος, τῷ νόμῳ τῆς φυσικῆς ἀκολουθίας τικτόμενος, χώρᾳ καὶ πόλει καὶ διαίτῃ συγκλείεται· ἐπεὶ καὶ Χριστός, ὁ ποιητὴς τῶν χρόνων, ἐν χρόνῳ τεχθῆναι ὁ ὑπερχρόνιος εἵλετο, ἡμῖν νομοθετῶν ἐν τοῖς χρόνοις τὸ εὔτακτον· πλὴν ὧδε περὶ τοῦ δούλου Χριστοῦ λαλῆσαι προήχθημεν.

Οὗτος ὥρμητο μὲν Πατάρων τῆς πόλεως, μιᾶς τυγχανούσης τῶν Λυκίων τῆς ἐπαρχίας, ᾗ τότε πλέον κατῴκιστο μάλιστα· νῦν γὰρ ὡς κώμη, οὐκέτι δὲ πόλις ὑπάρχουσα δείκνυται. αἱ δὲ τοιαῦται καταπτώσεις καὶ ἀποικήσεις τῶν πόλεων πολλοῖς μὲν ἄλλοις τῆς τῶν θείων κριμάτων ἀβύσσου τρόποις τοῦτο πάσχουσι. πλὴν καὶ τὸ ἐκ γραφικῆς συνηθείας ἡμῖν εὑρισκόμενον ἐννοῶμεν, ὡς διὰ τῶν προσοίκων τὰς ἁμαρτίας αἱ πόλεις κολάζονται. ἐπεὶ καὶ τόπος ἐστὶν ἐκεῖ πεδινὸς παρακείμενος, ὅλος κατεσχισμένος τὴν ὄψιν, ἅτε διερρωγὸς ἱμάτιον θεωρούμενος· ἐξ οὗ τῇ μὲν ἡμέρᾳ τε ἀφώδεις ἀτμοὶ ἀναδιδόμενοι φαίνονται, τῇ δὲ νυκτὶ φλογώδεις καπνοὶ ὡς ἐκ καμίνου χαλκέως ὁρῶνται ἀναβρασσόμενοι. καὶ τῇ μὲν ἁφῇ τῷ ἐπιτιθέντι τὴν χεῖρα ἡ θέρμη προσάπτεται, οὐ μὴν καὶ κατεσθίει τὴν σάρκα, ὡς τὸ παρ᾽ ἡμῖν πῦρ τὸ κατὰ συνήθειαν, ἀλλ᾽ ὥστε εἰκὼν εἶναι τοῦ αἰωνίου πυρὸς καὶ προοίμιον μετὰ μερικῆς ἐμφερείας τῆς ἀληθείας αὐτοῦ. ἀπορουμένοις δὲ τοῖς ὁρῶσιν οἱ προβεβηκότες ἡμέραις πατὴρ παιδὶ διαγγέλλουσιν, ὡς ἄγραφος μέν, πλὴν εἰς ἡμᾶς ἀληθὴς διασώζεται λόγος, ὅτι δι᾽ ἀσέλγειαν καὶ σαρκομανίαν τῶν ποτὲ κατοικούντων εἰς φόβον ἐπιστροφῆς ἐγκύμονα τοῦτο ἡ θεία δίκη τὴν γῆν ταύτην κατεδίκασε τὸ φρικτὸν ὅραμα.

ἀλλὰ τοῦτο, εἰ καὶ παρέλκον, πλὴν εἰς ἐγκεντρισμὸν θείου φόβου διηγήσασθαι συνεώρακα, ἵνα μνησθῶμεν καὶ φοβηθέντες ἐκφύγωμεν τὴν λέγουσαν ἀπειλήν· «οὐ μὴ καταμείνῃ τὸ πνεῦμα μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας». εἶτα εὐθὺς ἡ σμικρότης τῶν ἡμερῶν ἐπετιμήθη· φησὶν γάρ· «ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι ἔτη», καὶ πάλιν· «κραυγὴ Σοδόμων καὶ Γομόρρας ἀνέβη πρός με· καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ». καὶ γὰρ ἐξ ἀρχῆς σαρκομανία καὶ τὸν παγκόσμιον κατακλυσμὸν καὶ τὸν Πενταπόλεως ἐμπρησμὸν ἐφειλκύσατο, οἷα καὶ νῦν τὴν διηγηθεῖσαν θεηλασίαν. δι᾽ ὃ ἐν ἁγιασμῷ τὸ ἑαυτοῦ σκεῦος ἕκαστος κτησώμεθα· οὐκ ἐσμὲν γὰρ ἑαυτῶν, ὡς ὁ παρακλήτωρ θεοῦ καὶ ὑπερπρεσβεύων Χριστοῦ Παῦλος ὁ ὑψηλὸς κέκραγεν, ἐπειδὴ τιμῆς ἠγοράσθημεν. καὶ διὰ τοῦτο ὀφείλομεν δοξάσαι τὸν θεὸν ἐν τῷ σώματι ἡμῶν· ναὸς γὰρ τοῦ ἐν ἡμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἀπὸ τοῦ θεοῦ ἔχομεν. καὶ ἄνειμι λοιπὸν τῇ διηγήσει μετὰ τὴν ὑπόμνησιν καθ᾽ εἱρμὸν βαδιούμενος.

Οὗτος οὖν ὁ ἀπὸ κώμης τῶν Πατάρων ὁρμώμενος, εἰς δὲ οὐρανὸν τὴν πρωτοτόκων πόλιν ἀπογραφούμενος ὧδε τὴν γένεσιν ἔλαχεν, ὡς διηγούμενος ἔρχομαι. καὶ ἔδει μέν, ὡς τοὺς λύχνους ὑποκάτω τὴν ὀροφὴν καταλάμποντας, οὕτω τοῖς φύσασι γενόμενον τὸν τρισόσιον μὴ ἐκ Πατάρῶν τῶν κάτω, ἐκ δὲ θεοῦ τοῦ ὑπεράνω καὶ γενεαλογεῖσθαι παρ᾽ ἡμῶν καὶ γεραίρεσθαι. ἀλλ᾽ ἐπειδὴ ἱστορῆσαι τῆς ἡλικίας αὐτοῦ τὴν βιοτὴν προεθέμεθα, ὡς ἂν καὶ λιτοτέρᾳ τῇ διαλέξει χρησαίμεθα, καὶ τὸ μὴ φανῆναι τὸ ἡμῶν ἀγροικικὸν ταύτῃ βοηθούμενοι, εἴπωμεν καὶ γένος καὶ τρόπον τόκου καὶ εἴ τι ἐφεύρομεν, ἥδυσμά σοι τὸ διήγημα οὐκ ἐν πολλοῖς γεγραμμένον καὶ τοῦτο, σοφώτατε ἀνδρῶν, χαριζόμενοι· μάλιστα εἰδότι, ὡς τὰ σωματικὰ διαιτᾶσθαι ἁβρότερον, οἷα πλούσιον, οὕτω καὶ τοῖς πνευματικοῖς ζητεῖν ποικιλωτέραν εὐώχησιν καὶ γεύσεως ἐκείνων εἰς αὐτάρκες. οὕτως ἐκ τούτων εἰς περισσείαν λιχνοτέρα. ἥκιστα γὰρ λιμώξεις δι᾽ ἀκοῆς ἐκ τούτων δαινύμενος ἢ ἐξ ἐκείνων τῇ ἐνεργείᾳ βαρούμενος.

οὗτος ὁ ἐκ μιᾶς μὲν ἀναφὺς πόλεως, πολυτόκῳ δὲ σπλάγχνων πατρότητι τοὺς εὐσεβοῦντας τεχνούμενος, γονέων ὑπῆρχεν εὐγενῶν καὶ περιουσίᾳ λαμπρῶν, ἀνεγχειρίστων δὲ βαθμοῦ ἀξιώματος· ἤδεισαν γὰρ τάχα τὸν πίσσης ἁπτόμενον μὴ δύνασθαι τὸ μὴ χραίνεσθαι. οἱ τῷ πρώτῳ τῆς συναφείας αὐτῶν καιρῷ τὰς τούτου τοῦ ἀοιδίμου ὠδῖνας ἐκτήσαντο, καὶ πρώταις καὶ μόναις αὐταῖς ἐξαρκούμενοι. τὸ γὰρ ἐν πρωτοτόκοις μόνον διανοῖξαν μήτραν ἄρσεν Ἰησοῦς ὁ θεὸς ἡμῶν, τὸν τῷ καθ᾽ ἡμᾶς λόγῳ πρωτοτοκούμενον ἱερέα τοῖς φύουσι χαριζόμενος, σφραγίζει τὰς πύλας στειρώσει εἰς ὕστερον· ἵνα φαίνηται τῷ προδρόμῳ αὐτοῦ, οὗ τὴν καθαρότητα εἰληφέναι γεγνώριστο, ἀκολουθῶν ἐν τόκῳ ἴσα τε καὶ ἀντίθετα, καὶ ἅπερ ἐκεῖνος ἔλυσεν, ὀψήσας τὴν γέννησιν, μητρικῆς φύσεως στειρώματα, ταῦτα πεδήσῃ Νικόλαος τῇ μητρὶ τεχθεὶς πρωϊμώτατος, ἄμφω δὲ ἐφ᾽ ἑαυτοῖς καὶ μόνον ὑπεραρκοῦσαν εὐτεχνίαν τοῖς γεννήσασι καταλείποιεν. οὐ πολυγονία γάρ, ἀλλ᾽ εὐπαιδία πατράσι καὶ τῷ κόσμῳ τὸ χρησιμώτατον.

Οὕτω δὲ τεχθεὶς καὶ οὕτως τῷ θεῷ οἰκονομηθεὶς δεικνύει εὐθὺς ἐν αὐτῇ νηπιότητι τὰ ἀξιοπρεπῆ ὑπὲρ ἡλικίαν χαρίσματα. ὁ γὰρ ἔτι γαλωχούμενος βρεφοπρεπῶς καὶ συλλογισμοῦ ἐνεργείας μὴ εὐπορῶν ὄργανον, ὡρῶν ἀριθμοὺς καὶ μέτρα ἡμέρας ἐπ᾽ εὐδοκήτῳ κυρίῳ στοχάζεσθαι, τῶν ἡμερῶν ἐν τετράδι καὶ ἕκτῃ κανονικώτατα οὐκ ἐν ἑτέρᾳ, ὡς οἶμαί σοι πολλάκις τὴν ἡλικίαν ἢ καὶ ὑπεράκμους τῆς τροφῆς, οὕτως τοῦ γάλακτος μετελάμβανεν ὥρᾳ, ἀλλ᾽ ἐν μόνῃ τῇ τεταγμένῃ, καὶ ἅπαξ, οὐ δεύτερον, τάχα τὸ τοῦ κανόνος πρὸ τῆς διαστροφῆς εὐθέτως σπαρτούμενος· ἵν᾽ ᾖ ἀληθῶς τὸ Δαυιτικὸν ἐπ᾽ αὐτῷ πληρούμενον λόγιον· «δίκαιος ὡς φοῖνιξ ἀνθήσει». ᾗ γοῦν ὡς ἐκεῖνος ἀπὸ τῆς γῆς τοῦ ἐντελοῦς πλάτους ἄρχεται, ὅπερ οὐδὲν τῶν ἄλλων φυτῶν ἔχον δείκνυται, οὕτω καὶ οὗτος ἐκ νηπίου τὴν τελειότητα κανονίζεται, ἄρτιος ἁπανταχόθεν καὶ ἴσος αὐτὸς ἑαυτῷ.

Τῷ τῶν πατέρων δὲ ἔθει καὶ τρόπῳ εὖ μάλα στοιχούμενος, δικασπολίας καὶ ποικιλογνωμίας οὐκ ἐπιδίδωσιν ἑαυτὸν ἀσχολήματι. μόνῃ δὲ τῇ φυσικῇ καὶ τῇ ἀναγκαίᾳ τῶν ἐντολῶν διαίτῃ καὶ περιοχῇ ἐντρεφόμενος, τῶν τοῦ θεοῦ αὐλῶν, τῆς ἐκκλησίας λέγω, ὑπῆρχεν ἀχώριστος, φίλτρα ἡλικιωτῶν σὺν ἀταξίᾳ καὶ γυναικείους πόθους τὸ σύνολον ἀπωθούμενος. περιειλήφει γὰρ ἁγνῶς τὴν σωφροσύνην καὶ συνεπέπλεκτο αὐτῇ καὶ συνεἰστίαστο ἐμφρονέστατα, ὅπως μὴ δῆμος παθῶν ἐπικυκλώσῃ τὰ τοῦ νοὸς αὐτοῦ ἄμφοδα καὶ τῆς ἀνδρείας τὸ δίκαιον ἐκπορθήσειεν. ὃς οὕτω τελῶν καὶ οὕτω φερόμενος ἀπωρφανίσθη τῶν σαρκικῶν γονέων, ἵνα υἱοθετηθῇ εὐπροσόχως τῷ θεῷ γνησιώτερον. καὶ χρήμασι κομῶν καὶ περιουσίᾳ γανύμενος, οὐκ ἔχαιρεν τῇ τούτων πληθύϊ, ἀλλ᾽ ἐπεστέναξεν, θεὸν ἐξευμενιξόμενος ὅτι μάλιστα, δοθῆναι αὐτῷ καὶ γνωρισθῆναι διοικήσεως λόγον τὸν κάλλιστον, ὅπως χρήσοιτο τῷ πλούτῳ εἰς τὸ ἀρέσκον τῷ δώσαντι καὶ εὕροι τοῦτον λυτρὸν ἐμπτώσεων ἢ πρόξενον τῶν ἀγαθῶν οὐκ ἐμπόδιον.

Ταῦτα λογιζομένῳ καὶ ἐξαντλοῦντι λεληθότως αὐτὸν τοῖς ἐνδεέσι καὶ χρῄζουσι, γειτνιῶντος αὐτῷ τῶν ἐνδόξων καὶ πολυκτημόνων τὸ πρότερον, ἴσως ἐξαιτηθεὶς τῷ Σατὰν Ἰὼβ ἄλλος τις εἰς ἔσχατον πενίας ἀφίκετο, καὶ τρεῖς θυγατέρας αὐτῷ, εὐμόρφους οὔσας καὶ γινωσκομένας ὡς εὐγενέσταται, εἰς τὸ πορνεῖον ἐκδοῦναι παρ᾽ ὅσον κατέσυρτο. ἐβουλεύσατο γάρ, εἰ καὶ κεκώλυτο ἀγγέλῳ ἀγαθῷ τῷ Νικολάῳ ἐκ θεοῦ γεννηθέντι καὶ δωρηθέντι αὐτῷ. ἐπεὶ γὰρ τῇ ἄκρᾳ πτωχείᾳ νομίμως αὐτὰς προσκληρώσασθαι τῶν ἀλαζόνων τις οὐκ ἠνείχετο, τῶν δὲ ἀπόρων οὐ προτεθύμητο, ἀνόμῳ σαρκομανίᾳ εἰς πορισμόν τινα κἂν τῆς ἀναγκαίας ζωῆς ἐκδοῦναι βίᾳ ταύτας ὁ ἄνθρωπος βεβούλητο.

Τοῦτο γνοὺς ὁ μακαριώτατος Νικόλαος καὶ οἴκτῳ πολλῷ βληθεὶς τῷ πρὸς τὰ κόρια καὶ τὴν αὐτῶν ἐκ πατρὸς παραβούλευσιν, τῆς δὲ ἀνθρωπαρεσκείας φοβούμενος τὸ πρὸς ἀγαθὰ λικμητήριον, σκέπεται οἰκτεῖραι τοὺς κινδυνεύοντας· εὔχεται δὲ θεῷ καὶ τεχνάζεται, ἀνεπαισθήτως κατενεργῆσαι τῶν πασχόντων τὸν ἔλεον. καὶ δὴ λαβόμενος ἀωρίας τῆς πάνυ δεσμὸν χρυσοῦ αὐτάρκη, ἐξακοντίζει τοῖς πενητεύσασιν — ὦ τοῦ θαύματος —, ἐντολὴν ἐν τῇ ἐντολῇ ἐργαζόμενος· τῇ γὰρ «ἀγαπήσεις ὡς σεαυτὸν τὸν πλησίον σου» παλαιὰ ἡ κυριακὴ καὶ καινὴ ἀνθυφηχεῖ τελεωτέρα· «ὅταν δὲ ποιῇς ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου, τί ποιεῖ ἡ δεξιά σου». καὶ γὰρ πάλιν, ᾧ κατ᾽ ἐντολὰς προσηύχετο ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ταμιείῳ θαμίν᾽ ὁ πανόλβιος, τούτῳ ἐδείκνυ τὴν δωρεὰν κρυφιώτατα· καὶ ὡς ἐκ φωτὸς τοῦ θεοῦ ἐλλαμφθεὶς τὸ φιλάνθρωπον, οὕτως ἐκ φωτοβόλου θυρίδος ἀκτῖνα βοηθείας καὶ χεῖρα σωτηρίας ὀρέγει τῷ γείτονι. ὃν μετὰ τὴν τοῦ ὕπνου ἐκτίναξιν εὑρηκὼς ὁ τῇ πενίᾳ τρυχόμενος ἄνθρωπος, καὶ δάκρυσιν ὥσπερ καὶ χαρᾷ ληφθεὶς καὶ βληθεὶς μέγιστα — τὸ ἑξῆς ὁ ἀκροατὴς διασκέψαιο, πόσα τῷ φιλανθρώπῳ θεῷ προσπίπτων εὐχαριστῆσαι εἶχεν ἐπείγεσθαι.

διὸ πρόσσχωμεν οἵ τε λέγοντες καὶ οἱ ἀκούοντες τὸ τῆς ἐλεημοσύνης φιλόθεον, ὁπόσον θεῷ στεργόμενον ἐστὶ καὶ ἡμῖν χρεωστούμενον. θεοῦ γάρ ἐστι τὸ μέγα γνώρισμα ἔλεος, ὃς ἐλέῳ καὶ ἀγαθότητι πρὸς τὸ εἶναι τὰ πάντα ἐκ τοῦ μὴ ὄντος παρήγαγεν· θεοῦ τὸ παραπεσόντας ἐξ ἀρχῆς ἄνωθεν παιδαγωγῆσαι πατράσι, προφήταις καὶ τέλος αὐτὸν ἐκεῖνον ἀτρέπτως γενέσθαι, μένοντα καὶ θεόν, πλὴν τῆς ἁμαρτίας ἄνθρωπον. ἡμῶν δὲ χρέος καὶ ἀποδέον οἰκεῖον βοήθημα τὸ πάντα πράττειν εἰς δόξαν αὐτοῦ, ὡς ποιητοῦ τε καὶ πλάστου ἡμῶν, ἵνα ἁγιάζηται τὸ τούτου ἐν ἡμῖν ὄνομα, ὅπερ ἐργάζεται πρὸ πάντων ἐλεημοσύνη καὶ τῶν ἐνόντων μετάδοσις.

Τούτου δοξοφύγως τοῦ χύσματος καταπιανθεὶς τὼ τῆς ψυχῆς χεῖρε ὁ ἐλεήμων θεομιμήτως Νικόλαος χαρᾷ καὶ ἀπορίᾳ ὑπέβαλε καὶ δι᾽ ἀμφοῖν πρὸς θείαν εὐχαριστίαν ἀνέστησεν τὸν ἐκπεσόντα ῥαθυμίᾳ καὶ τῇ ἀνευπορίᾳ τὸ πρότερον. ὃς τῇ μιᾷ θυγατρὶ ἐπαρκοῦν εἰδὼς εἰς προικὸς εἰσφορὰν τὸ οὐράνιον δώρημα, παστάδα πλέξας νυμφικήν, ταύτην ἐννόμως ἡρμόσατο. ἔτι δ᾽ ἠπόρει πρὸς τὸ ξενουργηθὲν θεῷ διὰ τοῦ ἀνυπόπτου θεράποντος, καὶ ἤθελε, κἂν μὴ τὸν τρόπον ἐπινοεῖν εὕρισκεν, γνῶναι θεοῦ τὸν ἀγαθώτατον ἄγγελον.

ὁ δὲ ἀφιλότιμος πρὸς ἐπίδειξιν καὶ διαγνωστικώτατος πρὸς ὑπόκρυψιν, ἐπίσχων ἔτι ἡμέρας τινάς, πάλιν τὸ αὐτὸ ποιεῖ νυκτὸς ἀωρότερον, καὶ ἕτερον δεσμὸν χρυσίου ἐκ τῆς αὐτῆς θυρίδος ἠκόντισεν εἰς τὸν τῆς ἄλλης ἀδελφῆς ἔννομον γάμον τοῦ πρώτου παρόμοια. ὃν αὖθις εὑρὼν μετὰ τὴν ἐκ τοῦ ὕπνου ὁ τῶν κορῶν πατὴρ διἀνάστασιν, πεσὼν ἐπ᾽ ὄψιν καὶ πρὸς θεὸν στεναγμοῖς εὐχαρίστοις ἐκχέων τὴν δέησιν — ἤδη γὰρ οὐδὲ λαλεῖν καταπλαγεὶς εἰς ἄκρον ἐδύνατο — ‘Τίς ἂν εἴη, κύριε, ὁ τοῦτό μοι ποιῶν’ προσετίθει ῥήμασιν, ‘καὶ τίς ἐστιν, ὑπεράγαθε, ᾧ τοῦτο χράσαιο, πανελεήμων, πρὸς τοσοῦτον διακονῆσαί σου τῷ ἀναξίῳ μοι ἔλεον; πλὴν ἀνὰ πᾶσαν, οἰκτίρμων, ἐπαγρυπνήσαιμι νύκτα καὶ διαγρηγορῶν προσκαθήσαιμι, οὐχ ἵνα καταλήψωμαί σου τοῦ ἀνεξιχνιάστου τὸν ὅθεν βούλῃ ἐξεγειρόμενόν σοι διάκονον, ἀλλ᾽ ἵνα ἰδὼν προσκυνήσω τὸν ἐν ἀνθρώποις ζηλωτήν σου καὶ μιμητὴν καὶ δοξάσω σε’.

Τοῦτο ἐκείνου στήσαντος τῇ διανοίᾳ καὶ τῷ ἔργῳ ἀνύοντος, ἀπῆλθεν ὁ τῆς τριάδος δοῦλος Νικόλαος, τῷ τρίτῳ τοῦ δώρου προσθήματι τὴν τρίτην θυγατέρα τοῦ διαπεπτωκότος ἐκ θεοῦ ἐξαναστησόμενος. καὶ μόνον ὅτι πάλιν ἐξακοντίζει τῆς χορηγίας τὸ πλούσιον, ἰδὼν ὁ προσαγρυπνῶν τῆς δωρεᾶς τὴν ἐπέλαμψιν, ἐγερθεὶς τάχος κατέλαβεν ἀναχωροῦντα τὸν ἐκ θεοῦ αὐτῷ εὐποιήτορα. καὶ τοῦτον εἰς ἀναγνωρισμὸν τρανότατα προσβλέπων καὶ ἐννοώμενος. πίπτει πρηνὴς καὶ τῶν ἰχνῶν ἐφάπτεται πανευχάριστα, οἰκεῖον χρέος πληρῶν, οὐ προστιθείς τι ἐκείνῳ εἰς τὴν παρὰ θεοῦ ἀποβλεπομένην ἀμήρυτον ἀνταπόδοσιν. οὕτω δὲ διαγνωσθέντος τοῦ μακαρίου, ὡς οὐκ ἐνόμιζεν, ὅρκῳ λαμβάνει ἀφασίας τὸν ἄνθρωπον, μέχρις ἁπάσης ζωῆς αὐτοῦ μηδενὶ ἐκλαλῆσαι τὸ μετ᾽ αὐτοῦ ἐξ αὐτοῦ γενόμενον. ὃν πληροφορήσας ὁ ἠλγημένος, καθάπερ ἠπαίτητο. τῇ περιλειφθείσῃ θυγατρὶ τελέσων ἀπῴχετο τὸ σωτήριον, ὃ ἡ θεοῦ φιλανθρωπία διὰ τῆς τοῦ μεγάλου Νικολάου χειρὸς ἐθησαύρισεν.

Ταύταις οὖν καὶ ταῖς παραπλησίοις ἀρεταῖς ἀναγομένου τοῦ μάκαρος, ὁ τῶν Μύρων ἐπίσκοπος, ἀνὴρ πανόσιος καὶ θεάρετος, τοῦ τῇδε βίου πρὸς κύριον ἀπεδήμησεν. τῷ δὲ περὶ αὐτὸν θαυμαστικῷ βίῳ οἱ τοῦ κατ᾽ αὐτὸν κλήρου λογάδες καὶ οἱ πέριξ ἐπίσκοποι κεκρατημένοι, ἐπόνουν ὑπὲρ τῆς ἐκκλησίας, ὡς τὸ εἰκός, ἄξιον τοῦ οἰχομένου διάδοχον εὑρεῖν κυρίῳ εὐχόμενοι. ὧν εἷς, ὡς ἐκ θεοῦ κινηθείς, τὴν πίστιν εἰς ἀσφάλειαν θέμενος, εὐχὴν τοῖς πᾶσι κρατηθῆναι συνεβουλεύσατο. τούτου δὲ γενομένου, τῶν πάντων ἑνὶ ὁ τρόπος τῆς ἀνευρήσεως τοῦ ἐποφειλομένου θεῷ εὐαρεστῆσαι γνωρίζεται, φωνῆς αὐτῷ τοιᾶσδε προσγενηθείσης· ‘Ἄπελθε εἰς τὴν ἐκκλησίαν νυκτὸς καὶ στῆθι πρὸς ⟨τὰ προ⟩πύλαια· καὶ ὃς πρὸ πάντων ὑπεισελθεῖν τὴν ἐκκλησίαν ἐλεύσεται, τοῦτον κρατήσαντες εἰς τὴν ἐπισκοπὴν προχειρίσασθε· Νικόλαος αὐτῷ ἐστιν ὄνομα.’ κοινωσάμενος δὲ τὸ ῥῆμα τοῖς ἀμφ᾽ αὐτὸν ἐπισκόποις μόνοις καὶ λοιποῖς, οἷσπερ δὴ καὶ συνηύχετο, ἐνδοτέρω τῆς ἐκκλησίας ἐκείνοις προσμένουσι καὶ τῇ δεήσει προσκαρτεροῦσιν, αὐτὸς ἐξίετο, ἔνθα κεχρημάτιστο.

καὶ δὴ περὶ τὰς ὀρθρινὰς ὥρας λαβόμενος τὸν προελθόντα πάντων καὶ ἀνερωτησάμενος, τίς ἐστιν αὐτῷ ὄνομα, τῷ ἁπλῷ τῆς πεύσεως ἀποκρινάμενον εὕρηκεν· ‘Ἀμαρτωλὸς Νικόλαος, δοῦλος τῆς σῆς ἁγιωσύνης, ὦ δέσποτα.’ ὁ δὲ πρὸς αὐτὸν θᾶττον ἀνθυποφέρων ‘Δεῦρο μετ᾽ ἐμοῦ, τέκνον, ἔχω τι δεῖξαί σοι’ ἔφησεν. καὶ λαβὼν αὐτὸν καὶ τοῖς ἄλλοις ἅπασιν, οἷς συνηύξατο, τὸν λαληθέντα κομίζων καὶ μετ᾽ αὐτοὺς καὶ παντὶ τῷ λαῷ δεικνύων τὸν μηνυθέντα θεόθεν, εὐπρόθυμα πιστευσάντων τῷ λόγῳ πάντων καὶ ἀποδεξαμένων τὴν θείαν ἐνέργειαν, προχειρίζονται εἰς τὴν ἐπισκοπὴν τὸν μέγαν Νικόλαον.

Καὶ εὗρεν ὄντως ἄνδρα ὁ θεὸς κατὰ τὴν καρδίαν αὐτοῦ, εἰπεῖν γραφικώτατα. καὶ χρίει Σαμουὴλ ἐπίσκοπος ὁ προβλεπτικώτατος Δαβὶδ τὸν χρόνοις, οὐ τρόποις δὲ δεύτερον. καὶ κέρας μὲν οὐκ ἐπιτίθησιν ὑπὲρ κεφαλῆς ἀλόγιον, σημαντικὸν τοῦ δεῖξαι τὸν θεῷ ἐκζητούμενον, δύναμιν δὲ λογίων θεοῦ ἐγγράφων ἐπιθεὶς καὶ εὐχὴν ἐνσφραγίσας σὺν τοῖς ἑταίροις. ὃν ἤδη προμεμαθήκει ἀναγορεύων καὶ τοῖς ἄλλοις παρίστατο. βρύει δὲ τούτου ὑπὲρ κεφαλῆς οὐκ ἔξωθεν ἐπιτεθὲν ἔλαιον καὶ ὡς ἐξ ἀπαρχῆς θεῷ ὑπερεκχεόμενον πλεονάσματι, ἀλλ᾽ ἴδιον αὐτοῦ ἐκείνου, τῷ τριμερεῖ τῆς ψυχῆς σάτῳ ὡς δεκάτῳ σεμιδάλεως οἰφί, καθὰ τὸ δῶρον θυσίας, ἐπιχεθὲν εἰς ὀσμὴν εὐωδίας καρπώματος κυρίου, ὅπερ τοῖς χρῄζουσι δαψιλῶς ἐπεμέρισεν ἐξ ἀφειδώλου καὶ ἱλαρᾶς καρδίας ἔλαιον κεκομμένον πανάτρυγον· καὶ τούτῳ ὡς λύχνῳ τῇ τῶν ἐπισκόπων προχειρίσει εἰς τὴν τῆς ἐκκλησίας τεθέντι λυχνίαν εὐθύτατα αὐτῷ ἐκείνῳ προσεξανάπτειν τὸ τῆς ἐν πίστει διδαχῆς θρυαλλίδιον εὑρεθὲν καὶ ἐπιχεόμενον. καὶ πάσης σαφῶς τῆς ἱστορίας ὑπερκειμένως ἔχων τὸ ὅμοιον, ἔτι ὑπερεβάλετο ὁ νέος τοῦ Νικολάου χρίστης τὸν πάλαι τὸν Δαβὶδ βλέποντα τῷ καὶ πρὸ χρίσεως μαθεῖν τοῦ χριομένου τὸ ὄνομα, ὡς εἴη Νικόλαος· ὃ ὁ τοιοῦτος ἐκεῖνος, καίπερ τοσοῦτος ὤν, ὅτι Δαβὶδ ὁ ἐξ Ἰεσσαὶ ζητούμενος, οὐ μεμάθηκεν.

Τούτῳ οὖν σφραγίσας τῷ θαύματι τὴν πρὸς τὴν ἀρχιερωσύνην αὐτοῦ ἀνάβασιν, συντέμω τὸν λόγον κατὰ γνώμην σου, τοῦ λαλῆσαι κελευσαμένου μοι. ἀλλ᾽ ὅρα μοι τριάδος τύπον ἐν πάσῃ σωτηριεύσει καὶ ἔνεργείᾳ τούτου φερόμενον· κόρια τρία λυτροῦται ψυχικοῦ θανάτου καὶ μὴν καὶ σωματικῆς ἀτιμίας, ὡς φθάσαντες εἴπομεν. αὐξάνει ἀπὸ κορῶν εἰς ἄνδρας, εὐσθενέστερον θανάτου καρατομίας λυτρούμενος, ὡς ἡ πασιφανὴς πρᾶξις ἱστορεῖ αὐτοῦ. εἶτα εἰς ἐνδόξους ἐξ ἀφανεστέρων, καὶ ἀπὸ ἡγεμόνων ἐπὶ βασιλεῖς, καὶ ἐκ παρακειμένων εἰς ἀπῳκισμένους, καὶ ἐξ ἐγρηγορότως ἐλέγχοντος εἰς τὸ καὶ δι᾽ ὀνείρου δεδίττεσθαι, καὶ ἀπὸ πολιταρχικῶν διαβόλων ἐπὶ στρατηλατικοὺς ἀντικειμένους καὶ ὑπαρχικοῦ φρενοβλάβειαν εὐδόκηται θεῷ ἐπαναβαίνων περιφαντότερος ἑκάστοτε γίνεσθαι. καὶ αὐτὰ μὲν ἡ πρᾶξις.

Ἐξ οὗ δὲ λέγομεν διηγήματος ἔτι καί, ὃ λέξομεν, πέφυκεν. μετὰ γὰρ τὴν κατὰ τρὶς ἐν τοσούτοις, ὅσοις ἔφημεν, ἀπολύτρωσίν τε καὶ σωτηρίευσιν αὖθις καὶ κατὰ πλήθους ἐμφαίνεσθαι αἰτηθεὶς κατευδόκηται, καὶ οὐκ ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ ἐν θαλάσσῃ ναυτιλλομένοις πανχάλεπα. τινῶν γὰρ εἰς κινδύνου φόβον ἐμπεπτωκότων τὸν ἔσχατον καὶ ἀπειλὴν θανάτου ἀπαραλόγιστον, κληθεὶς μόνον ἐξ ὀνόματος, εὐθὺς αὐτόχειρ ἐνεργῶν καὶ βοηθῶν ἐπὶ παντὸς ξύλου καὶ κάλου τοῦ χρῄζοντος παρἐγένετο, καὶ ‘Ἰδού,’ φησιν, ‘ἐπικεκλήκατέ με· πάρειμι βοηθήσων εὐσύλληπτα’.

οἳ μετὰ τὴν ὄψιν, μετὰ τὴν συγχέρειαν, μετὰ τὸ σωτήριον προσορμηθέντες τῇ γῇ καὶ τὸν ἀπὸ θεοῦ σωτῆρα εὑρεῖν ἐκζητήσαντες, διερμηνεύονται πρὸς τῇ ἐκκλησίᾳ εὑράσθαι παραγενόμενοι. ἄκομψον δὲ καὶ τῶν πολλῶν ὡς ἕνα κληρικῶν εἰσεληλυθότα ἰδόντες τὸν ὑψηλὸν ταπεινόφρονα, οἱ πρότερον οὔποτε τούτῳ προσεντευξάμενοι, τῇ κατὰ τὸν πλοῦν βοηθείᾳ, ἐν ᾗπερ αὐτοῖς συνεγένετο, ἀναγνωρίσαντες εὐστοχώτατα, αὐτομηνύτως ἐκτὸς μεσιτεύοντος τῷ μακαρίῳ προσεληλύθεισαν. εὐχαριστήσαντες δὲ καὶ ἀναγγείλαντες τὴν ἐν ἀνάγκαις αὐτοῖς διὰ πιστῆς αὐτῶν ἐπικλήσεως αὐτοπτικὴν αὐτοῦ ἀρωγὴν καὶ βοήθειαν. οἷάπερ καὶ οἱ ἐκ βασιλέως κατὰ τὸ πρακτικὸν διήγημα ἀπευχαριστήσειν πεμφθέντες στρατηλάται, προφητείας οὗτοι ἐλεγμὸν καὶ διορθώσεως διδαχὴν εὐθὺς ἐπακούουσιν. ἀποκριθέντος τοῦ πανοσίου αὐτοῖς· ‘Γνῶτε ἑαυτούς, ἀδελφοί, παρακαλῶ, καὶ τὸν βίον εὐθύνατε· ἡ γὰρ σύντροφος ὑμῖν ἀδικία καὶ τὸ πλεονεκτικώτατον, μετὰ τῆς μυσαρᾶς πορνείας ἐπιπυλάξουσαι, τοῦ φιλανθρώπου θεοῦ τὴν παιδείαν, ὡς ἰατροὺς αἱ νόσοι, ἐκκαλοῦνται καὶ ἐπαφιᾶσιν ἀναγκαιότατα. μεταμάθετε οὖν τὸ καλὸν καὶ τὸν ἁγιασμὸν ἐγκομβώσασθε, οὗ χωρὶς τάχα τὸν κύριον οὐδεὶς ὄψεται, καὶ ἕξοιτε ἐν ἑαυτοῖς ἐκ τῶν τῆς ἀρετῆς σπερμάτων ἀμώμενα πλουσίως τῆς σωτηρίας τὰ δράγματα.’

Ταῦτά σοι τὰ μικρά, ὦ φίλος, λελάληται καὶ προτέθηται τῶν λόγων ὀψώνια, ὡς ἀπὸ πίνακος ῥυπαρᾶς τοῦ ἀχρείου νοὸς ἀναποληθέντα τῆς ποτὲ ἡμῖν ἀναγνώσεως· πλὴν καὶ ἄλλῳ τινὶ νουνεχεστέρῳ ἀδελφῷ ἐκοινωσάμεθα τὴν ἐπίμνησιν εἰς ἀσφάλειαν. καὶ μὴ τῷ πίνακι προσέχων ὡς ἀχρειοτάτῳ τῶν ὄψων τὸ γλυκύτατον ἀπορρίψαιο· ἀλλ᾽ ἐμφοροῦ καὶ δαίνοιο προθυμότατα, καὶ πρὸ πάντων τὰς ἐνεργείας, καθ᾽ ὧν καὶ δι᾽ ἃς ὁ τοῦ ὁσίου ζῆλος περίφαντος ἐδείχθη, ἀπόδραθι. τῷ πρώτῳ γὰρ τῶν κορῶν καὶ τῷ ἐσχάτῳ τῶν ναυτῶν διηγήματι σωφροσύνης φροντίζων καὶ σαρκὸς μιασμὸν ἐκκόπτων καὶ ἀναστέλλων ἐπιδόσει χρημάτων καὶ ἐλέγχῳ ῥημάτων παραταττόμενος δείκνυται· τοῖς μέσοις δέ, λέγω δὴ τοῖς θάνατον πρὸς αὐτὰ τὰ Μύρα καὶ τῇ βασιλευούσῃ κατακριθεῖσιν ἀνδράσιν, ὡς ἡ τῆς πράξεως ἔχει διήγησις, κατὰ πλεονεξίας χωρεῖ ἐντονώτατα καὶ ἅπτεται βασιλέως ἀνεξετάστου τὰ κρίματα, εἰ καὶ δικαίου τὰ πράγματα, καὶ ἐκφαυλίζει ὑπάρχους καὶ ἄρχοντας, ἵνα τὰς ψυχὰς αὐτῶν τε καὶ τῶν ἀδίκως θνήσκειν ἀπαγομένων αἰωνίου καὶ προσκαίρου θανάτου λυτρώσηται.

Καὶ ἐπὶ πᾶσι θαυμάσας καὶ προστησάμενος χρησφύγετον ἄσυλον τὸν μέγαν Νικόλαον ἔχε — πρὸς πειρασμῶν λύτρωσιν πρεσβείαν θεῷ εὐυπήκοον, πρὸς νόσων ἐκδρασμὸν καθάρσιον εὔποτον, πρὸς πόλεμον σαρκὸς ἀνταγωνιστὴν ἀκαταμάχητον, πρὸς φιλίαν θεοῦ εἰκόνα ἀπαραχάρακτον, πρὸς ἔχθραν δαιμόνων ἐνστήλωμα ἀνεπίκλητον, πρὸς χρείαν πενήτων χαρακτῆρα ἀρχέτυπον, πρὸς ζῆλον δογμάτων κανόνα εὐθύτατον, πρὸς διδαχὴν πραότητος λύραν θεοτίνακτον, πρὸς ἐγκρατείας τόνον νεκρώσεως τύμπανον, πρὸς ἁγνείας ἱδρῶτα δρόσον ἄνω μυρίζοντα, πρὸς ἡνίαν σωμάτῶν πύκτην ἀνεπίψογον, πρὸς φρονήσεως κτῆσιν πολυκερδῇ ἔμπορον, πρὸς τάξιν ἀνδρείας ζυγὸν ἀνεπίκλητον, πρὸς κρίματα λόγων πρύτανιν ὀξύτητος, πρὸς δράματα τρόπων σοφὸν ἀκακούργητον, πρὸς νόμον πρακτέον σπαρτίον εὐθύτατον, πρὸς νοῦν ἀπευκταῖον θυμὸν εὐσυλλόγιστον, πρὸς θράσος ἀνοίας ἀργίας ἐπίγνωσιν, πρὸς θάρσος εὐνοίας συλλήπτορα τάχιστον, πρὸς μνήμην θανάτου νεκρὸν ἐμπνοώτατον, πρὸς τύπον ἐγέρσεως τὸ κλήσει παρίστασθαι, πρὸς πλάτος ἀγάπης τὸ χρᾶσθαι αὐτῷ καὶ ὁμώνυμα, πρὸς ἐλπίδα μελλόντων παρόντων καταφρόνησιν, πρὸς ζωὴν αἰωνίαν ἑκούσιον νέκρωσιν.

καὶ πάντα πρὸς τούτου μαθητευόμενος γνησιώτατα, ποίησον σεαυτῷ τὴν ὅλην βιοτὴν τοῦ σοφωτάτου Νικολάου ἀλφάβητον ἰδιόκτητον. καὶ ὡς ἐκ γραμμάτων τῶν εἰρημένων πάντων στοιχιασθεὶς τὴν καρδίαν σου, ὃ θέλεις ἢ πράττειν ἢ λέγειν ἢ ἐννοεῖν, προσφιλέστατε, λάμβανε κατὰ νοῦν τὸν μέγαν Νικόλαον καὶ ὅρα, εἰ γέγονεν αὐτῷ ἐκείνῳ ἢ λελάληται ἢ ἐννενόηται, καὶ πρᾶττε κατ᾽ ἐκεῖνον, ὡς ἐντεθύμηται ἢ λελάληκεν αὐτὸς ἢ πεποίηκεν. οἱ γὰρ ἅγιοι, μιμηταὶ τοῦ κυρίου ἀκριβεῖς γενηθέντες, διὰ τῆς πρὸς αὐτοὺς χαρακτηρίσεως τοῦ θεοῦ καὶ ἡμᾶς μιμητὰς καθιστῶσιν, ᾗ φησιν ὁ μέγας ἀπόστολος· «μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ». καὶ λοιπὸν ὅλον τοῦ ὁσίου τὸν βίον γράμματα ἔχων, οἷάπερ ἔφαμεν, ἐξ αὐτοῦ λαμβάνων τὰ σχήματα εὐθέτως διατιθῇ τὰ πράγματα· ἵνα, ὃν ἀγαπᾷς κατὰ ψυχὴν καὶ περιέχει Νικόλαον, τοῦτον καὶ ζηλοῖς ἐπ᾽ ἔργοις καὶ μιμῇ διὰ βίου παντὸς πατροπόθητα, κἀντεῦθεν ἐπαξίως τῆς διαθέσεως συγκληρωθείης αὐτῷ τὴν νίκην ἐν μέσῳ τῷ λαῷ σου καὶ γένῃ θεοδώρητον φερωνύμημα, τὸ αὐτὸ καὶ ὑπὲρ ἡμῶν προσευχόμενος, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.

Contents