Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Neilos Kerameus › Encomium of St Gregory Palamas

Encomium of St Gregory Palamas

St Neilos Kerameus, Greek, Jerusalem, 1857

Chapter 1

ΤΟΥ ΠΑΝΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΚΥΡΟΥ ΝΕΙΛΟΥ
ΕΓΚΩΜΙΟΝ
ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΤΟΝ ΠΑΛΑΜΑΝ.

ΟΥΔΕΝ οὕτως ἐπαχθὲς καὶ πολλῆς καὶ ἀμυθήτου γέμον τῆς δυσκολίας, ὡς τὸ περὶ μεγάλων τινῶν καὶ θαυμασίων λόγον ποιεῖσθαι, εἰτύχει πρότερον μὴ παρέργως, ἀλλὰ μεθ᾽ ὅσης ὑφ᾽ ἑτέρων εἰρημένα σπουδῆς, καὶ οὕτω θαυμασίων ἀνδρῶν, ὡς μὴ τῇ θείᾳ μόνον, ἀλλὰ καὶ τῇ θύραθεν σοφίᾳ πολλῷ τῷ μέτρῳ τῶν κατ᾽ αὐτοὺς ἁπάντων διαφερόντων· οὐ μόνον γὰρ τό τε φυλάξασθαι τὰ πρότερον εἰρημένα, τό θ᾽ ἕτερα τῇ τοῦ εὐφημουμένου δόξῃ κατάλληλα ἐξευρεῖν, διπλῆν αὐτῷ παρασκευάζει τὴν ἀγωνίαν, ἀλλ᾽ ὅτι καὶ τὴν οἰκείαν περὶ λόγους δύναμίν τε καὶ δόξαν πολλῷ τῶν προειρηκότων ἀποδέουσαν συνορῶν, οὐ σφόδρα προθύμως, οὐδ᾽ ἐνακμάζουσαν ἔχων περὶ τοῦ λόγου τὴν ἐργασίαν τὴν ἔφεσιν, προσβάλλει τοῖς προκειμένοις, ἀπομαραινομένης οἷον αὐτῷ τῆς ὁρμῆς τὸ σφόδρα σαφῶς εἰδέναι, ὡς οὐδὲν ἔσται πλέον αὐτῷ λίαν προθυμηθέντι, ἀλλ᾽ ἀνάγκη πᾶσα τῶν φθασάντων ἐλθεῖν κατόπιν, καὶ τὴν ἧτταν προφανῶς ἐνεγκεῖν· οὐ μὴν ἀλλ᾽ αὐτό γε τοῦτό ἐστι καὶ τὸ μάλιστά μοι τὸν λόγον πεποιηκὸς, ὅτι μὴ περὶ μεγάλης μόνον, ἀλλά γε καὶ πρὸς μεγάλους ἡμῖν ἡ ἄμιλλα, οὐ τὸ πρὸς ἀμφοτέρων τὴν εὐδοξίαν δύνασθαι λογίζεσθαι τῶν λόγων ἀντικαθίστασθαι τῇ δυνάμει, ἀλλ᾽ ὅτι παραίτησις ἡμῖν ἡ ἐκείνων δόξα πρὸς τὴν ἧτταν οὐ φαύλη παρ᾽ εὐγνώμοσιν ἔσται κριταῖς, οὐ τὸ πρὸς ἀξίαν περὶ τῶν θαυμασίων, ἀλλὰ τὸ μικρὰ περὶ τοιούτων εἰπεῖν, κρίνουσι τῶν ἐπαινουμένων, ὅτι μὴ τῇ φύσει τοιαῦτα, τῇ τοῦ μείζονος δὲ παραθέσει σμικρὰ δοκεῖ, ὥσθ᾽ ἡμῖν τοὐναντίον ἢ τοῖς μικρολόγοις συμβαίνειν· ἐκείνους μὲν, κἂν μεγάλα τινα περὶ μικρῶν λέγωσι, τὴν μέμψιν μὴ διαφεύγειν· ἡμᾶς δὲ, κἂν περὶ τῶν ὑπερεχόντων σύμμετρα φαινοίμεθα λέγοντες, πάσης ἀπολελύσθαι γραφῆς· οὐ ταύτῃ δὲ μόνον, ὅπερ ἔφημεν, περίεστιν ἡμῖν παραίτησις πρὸς τὴν ἧτταν, ἀλλ᾽ ὅτι μηδ᾽ αὐθαδείᾳ τινὶ καὶ λογισμῶν ἀκρισίᾳ, τουτονὶ τῶν λόγων ὑπήλθομεν τὸν ἀγῶνα, ἀλλ᾽ αὐτοῖς ἐκείνοις τοῖς φθάσασι πεπεισμένοι, ἢ τό γε ἀληθέστερον εἰπεῖν, καὶ προστεταγμένοι, ἐπειδὴ τοιαύτης ἔτυχον παρὰ Θεοῦ τῆς τιμῆς, τῆς μεγάλης τῶν πιστῶν Ἐκκλησίας, ταὐτὸν δ᾽ εἰπεῖν καὶ πάσης τῆς οἰκουμένης τῇ ἐνοικούσῃ χάριτι τοῦ Πνεύματος ἐξηγεῖσθαι, καὶ βραβευτὰς εἶναι τοῖς ὑπὸ χεῖρα ἱερῶν καὶ πνευματικῶν ἀγώνων καὶ παλαισμάτων.

Τὸ μὲν οὖν ἔθνει τινὶ τῶν εὐδοκιμηκότων μεγάλα, ἢ καὶ πόλει πολλὰς ἐχούσῃ τῶν ἐγκωμίων τὰς ἀφορμὰς, καὶ μηδένα τόπον τοῖς βουλομένοις εὐφημεῖν ἀργὸν παρηκυίᾳ, τὴν ἀπὸ τῶν ἔργων δόξαν τοῖς λόγοις συναύξειν, καὶ λαμπροτέραν ἀπεργάζεσθαι πειρᾶσθαι τοῖς ἐγκωμίοις, ὥσπερ οἱ τοῖς φύσει καλοῖς καὶ τὴν ἀπὸ τῶν ἔξωθεν εὐκοσμίαν περιτιθέντες, οὐ μικρὸν δοκεῖ τοῖς περὶ λόγους ἐπτοημένοις, ἓν τοῦτο τῆς σπουδῆς ἡγουμένοις τέλος, τῶν ἀκουσομένων τὴν εὐφημίαν· καὶ πρὸς τοῦτο κεχήνασιν ἀκρατῶς, καὶ νομίζουσι τῶν πόνων ἀθλον ἄξιον εἰληφέναι, ἂν παρὰ τῶν πολλῶν, ἢ καὶ τῶν σοφωτέρων τύχωσι θαυμασθέντες· ἀλλ᾽ οὐχὶ καὶ τοῖς ὄντος σοφοῖς καὶ τὴν εὐτέλειαν τῶν παρόντων διεγνωκόσι, καὶ πεπαιδευμένοις καλῶς. Τί μὲν θαυμάζειν προσήκει; τίνων δὲ καὶ λίαν ὀλιγωρεῖν μέγα τὰ τοιαῦτα δοκεῖ; μικρολόγου μὲν οὖν ψυχῆς καὶ δόξης κενῆς ἐρώσης, καὶ ὅ φασι Ἑλλήνων παῖδες ἐν μύθοις, περὶ τῶν ἐν ᾄδου κολαζομένων τινὸς, εἰς τετρημένον ἀντλούσης πίθον. Ἂν δέ τις ὑπὲρ ἀρετῆς τε καὶ εὐσεβείας καὶ τῶν πολλὰ δὴ ταύταις ἐνιδρωσάντων λόγον ποιοῖτο, καὶ τούτων τὴν ἀξίαν ὡς οἶόν τ᾽ ἐπὶ μέγα αἴρειν πειρῶτο, τοῦτον δ᾽ εἰ καὶ μὴ λίαν ἔντεχνον μηδὲ περιηνθισμένον, ὥσπερ ἐν τρίμμασι ταῖς ἀπὸ τῆς τέχνης περιεργίαις, ἀλλ᾽ ἀτεχνῶς ἀπέριττον καὶ πάσης φιλοτιμίας ἀπηλλαγμένον προάγοι τὸν λόγον, τῆς προθυμίας ἕνεκα καὶ ἐπαινοῦσι καὶ στεφανοῦσιν, ὡς τοῦ καλοῦ μόνον ἀλλ᾽ οὐ φιλοτιμίας ἕνεκα τὸν πόνον ἀνῃρημένον· ἀλλ᾽ ὥσθ᾽ ὅτι μηδὲ τοῖς ἐντυγχάνουσιν ἀκερδὴς, σφόδρα μὲν οὖν καὶ λυσιτελὴς, καὶ τὴν ὄνησιν ἐν τοῖς καιριωτάτοις μάλιστα προσαρμόζων· ἐρεθίζειν γὰρ ὡς τὰ πολλὰ τῶν θαυμαζομένων ἕκαστον, καὶ πρὸς μίμησιν ἐφέλκεσθαι τῶν ἀκουόντων εἴωθε τὰς ψυχὰς, καὶ πρὸς ἐπίδοσιν ὥσπερ ἐκ φυσικῆς ἀνάγκης προκαλεῖσθαι τινός. Δι᾽ ἃ δὴ μάλιστα τοῖς περὶ τοῦ μεγάλου Γρηγορίου καὶ αὐτὸς ἐμαυτὸν λόγοις καθῆκα, οὐ τῷ σφόδρα ἐμαυτῷ θαῤῥεῖν, ὡς ἄξιόν τι τῆς ἐκείνου μεγαλονοίας καὶ τῆς περιφανείας τοῦ βίου καὶ λόγου φθέγξασθαι δυνησομένῳ, ἀλλ᾽ ὅτι καὶ ἀμφοτέρωθεν ἔπεισιν, οὐκ ἀγενεῖς τινας, οὐδὲ μικρὰς ἡμῖν, ἀλλὰ καὶ λίαν φιλοτίμους τῶν πόνων τὰς ἀντιδόσεις ἀπολήψεσθαι θαῤῥεῖν, ἢ τά γε δεύτερα ἐκ θατέρου· ἢ γὰρ κἀκείνῳ χαριούμεθα καὶ ἡμῖν, καίριόν τι φθεγξάμενοι καὶ τοῦ ἡμετέρου φίλτρου καὶ τῆς περὶ ἐκεῖνον ἀξιόχρεων σπουδῆς, ἢ τά γε δεύτερα παρ᾽ ἐκείνῳ οὐχ ἡ τυχοῦσα πάντως κείσεται ἡμῖν ἐλπὶς, εὖ εἰδόσιν, ὡς οὐ πρὸς τὴν ἀξίαν ἀποβλέψει τῶν εἰρημένων, ἀλλά γε τῇ προθυμίᾳ καὶ τῷ περὶ ἐκείνῳ φίλτρῳ τὴν ἀντίδοσιν ἀντιμετρήσει.

Πάντα μὲν οὖν τὰ ἐκείνου διεξιέναι, ὥσπερ ἐν συγγραφῇ τοὺς ἐγκωμίων τηροῦντα νόμους, καὶ ὥσπερ ἀνδριάντα τινὰ τῶν ἐκείνου καλῶν, καὶ τοῖς ἐν λόγοις καὶ πράξεσι περιφανείας τὸν λόγον τοῖς εἰσέπειτα προστιθέναι, πρὸς τῷ δυσχερὲς εἶναι καὶ μεγάλης δεῖσθαι τῆς διανοίας, ἔτι καὶ πρὸ ἡμῶν ἀξίως τοῦ τε εἰρηκότος, καὶ ὑπὲρ οὗ ταῦτα εἴρηται καὶ συγγέγραπται, πολλὴν μὲν ἀπὸ τῶν ἔργων τοῦ δεδρακότος τὴν λαμπρότητα κεκτημένα, οὐκ ἐλάττω δ᾽ ἐκ τῆς τοῦ λέγοντος δυνάμεως προσκτησάμενα τὴν ἰσχὺν, ὥστε μηδ᾽ ἑτέρως τὸν λόγον, μηδ᾽ ἀπολείπεσθαι τῆς ἄκρας φιλοτιμίας, ἀλλὰ λόγων δύναμιν καὶ βίου τὴν ἐν πᾶσι καλοῖς ἀκρότητα συνελθόντα, ἓν ἔργον οὐδενὸς ἀπολειπόμενον ἐξεργάσασθαι, τῶν νῦν ἢ τῶν πρότερον ἐπὶ μεγέθει καὶ κάλλει βεβοημένων. Οὐ μὴν, ἀλλ᾽ ἐπειδὴ πάντ᾽ ἐκείνου ὡς εἴρηται συνετέθη, καὶ πρόκειται τοῖς θέλουσιν οὐχ ἦττον χαρίεις, ἢ ὅσον ὠφέλιμος διατριβή· δεῖ δὲ καὶ ἡμᾶς ὥσπερ ἔρανόν τινα ἀναγκαῖον καὶ συνεισφορὰν κοινὴν τὸν λόγον, ὀφειλομένην τῷ κοινῷ πατρὶ καὶ διδασκάλῳ συνεισενεγκεῖν, τῶν μὲν πολλῶν καὶ κατὰ μέρος ἀφεξόμεθα διηγημάτων, καὶ ὅσα μὴ πρὸς αὐτὸν ἐκεῖνον τείνει, μηδὲ σαφῆ καὶ καθαρὰν αὐτῷ φέρει φιλοτιμίαν· ἐκ τῶν εἰργασμένων δι᾽ αὐτῷ μόνον ποιησόμεθα τὸν λόγον, καὶ τούτων ὅσα παρεθέντα λυμανεῖται τῇ διηγήσει, ἵνα ὀλίγα μὲν, φίλα δὲ, μὴ τοῖς ἀκούουσιν ᾖ μόνον, ἀλλὰ καὶ τῷ εὐφημουμένῳ τὰ εἰρημένα. Καὶ γὰρ ὥσπερ ἐκείνῳ ζῶντι, τῆς τε προσούσης ἐν λόγοις δυνάμεως, καὶ τῶν ἠθῶν τῆς εὐχοσμίας, καὶ τῆς ἐνοικούσης ἁπάσης ἀρετῆς καὶ μεγαλοψυχίας, κἀκ μικρᾶς συνουσίας σαφῆ δείγματα παρέχεσθαι ἐξῆν, οὕτω δὴ καὶ νῦν τοῖς τὰ ἐκείνου θαυμάζειν προηρημένοις, καὶ ἐξ ὀλίγων ἔξεστι τὸ πᾶν ἦθος ἐκείνου, καὶ τὴν ἐπανθοῦσαν αὐτῷ χάριν, καὶ τὴν εἰς ἓν ἁπάντων τῶν καλῶν συνδρομὴν, τοῖς ἀκροωμένοις ἐναργῆ καθιστᾶν· ὥσθ᾽ ὥσπερ αἴνιγμά τι τοῖς τἀκείνου συμβαίνειν διηγουμένοις μήτε τοὺς πάντα διηγουμένους πλέον ἐσχηκέναι τῶν ὀλίγα εἰπόντων, μήτε τούτων ἐκ τῶν ὀλίγων ἔλαττον ταῖς ψυχαῖς τῶν ἀκουόντων ἐνθεῖναι θαῦμα δεδυνημένων.

Ἐκεῖνος τοίνυν ἀγαθὸς ἐξ ἀγαθῶν φὺς ὥσπερ δίκαιον, καὶ ῥίζης εὐγενοῦς εὐγενὴς βλαστὸς προελθὼν, οὐ συνέστειλε τὴν εὔκλειαν τῶν τεκόντων, ἀλλ᾽ εἰ μηδὲν ἐπίφθονον εἰπεῖν, τῆς εἰς φῶς προαγωγῆς πολλαπλασίους αὐτοῖς ἀπεδεδώκει τὰς ἀμοιβὰς, κόσμος αὐτοῖς τε καὶ παντὶ τῷ γένει γεγενημένος· πάντα γὰρ, ὥσπερ ἐκ συνθήματος ἐφ᾽ ἑνὸς ἀγαθοῦ σύστασιν, εἰς κοινὴν τῆς φύσεως ὥσπερ φιλοτιμίαν ἐπ᾽ ἐκεῖνον συνέδραμε τὰ καλὰ, οἷος ἔσται προϊόντος αὐτῷ τοῦ βίου, τῷ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν πεφυκέναι, ὥσπερ ἀπὸ γραμμῆς ἐξ ἡλικίας πρώτης ἐναργῆ τεκμήρια στοχάζεσθαι πᾶσι παρεχομένου. Καὶ ὀρφανίᾳ γὰρ καὶ ταῖς αὐτῆς δυσχερείαις ἐξ ἡλικίας πρώτης σχεδὸν ἐκδοθείς· ἔτη γὰρ ἑπτὰ γεγονότι, ὁ πατὴρ αὐτῷ τὸν βίον ἀπελελοίπει· οὐδ᾽ οὕτω πρὸς οὐδὲν τῶν ἀγαθῶν ἐκωλύθει, ἀλλ᾽ ἐπεὶ μήπω τῶν ὑπὲρ αἴσθησιν, καὶ ὅσα πρὸς Θεὸν καὶ τὴν ἐκεῖθεν φέρει μακαριότητα διὰ τὴν ἡλικίαν ἐφάπτεσθαι δυνατὸς ἦν, τῶν ἐν τῷ βίῳ τῷ βελτίστῳ, καὶ ᾧ μόνῳ μετὰ τὴν πρώτην κτίσιν τῶν ἄλλων ἁπάντων ἄνθρωπος ὑπερέχει, σοφίᾳ λόγων καὶ ἐπιστήμῃ φέρων ἐκδέδωκεν ἑαυτόν. Σπουδῇ δὲ μέγεθος φύσεως συγκεράσας, καὶ τῷ τῶν ἄλλων ἁπάντων ὡς ὄντων δικαίων τοῖς νοῦν ἔχουσιν ἀμελεῖσθαι καθάπαξ ἀφεστακέναι, τὸν νοῦν τοῖς ποθαμένοις προσασχολήσας, οὕτως ἐν ὀλίγῳ ἦν θαυμαστὸς, καὶ τοῖς ἁπάντων ἀδόμενος στόμασιν, ὡς τῶν ἐν ἡλικίᾳ μὲν ἐπ᾽ ἐκεῖνο τοῦ χρόνου πάντων κρατεῖν, τῶν σοφωτέρων δὲ τοῖς ἄκροις περὶ πρωτείων ἀμφισβητεῖν, πάντων εἰκόντων, καὶ τὴν ἐκείνου τῶν λόγων δύναμιν ὡς ἄμαχόν τινα, καὶ τῇ ἐκείνου φύσει μόνῃ πρέπουσαν θαυμαζόντων· καὶ τούτων ἔξεστι μαρτυρίαν σαφῆ τῷ βουλομένῳ παντὶ λαμβάνειν, οὐ τοὺς λόγους οὓς ἐκεῖνος ὕστερον δυνάμει Πνεύματος καὶ τῆς ἀληθινῆς σοφίας τε καὶ πρώτης ἐμπειρίᾳ καὶ ἐπιστήμῃ, ὑπὲρ τῶν αὐτῆς λαμπρότατα, καὶ ὡς ἂν ἕτερος συντέταχε τῶν πάντων οὐδείς· ἢ κατὰ τῶν ταῦτα μᾶλλον εἰπόντων κακῶς, καὶ τὰ σεμνότατα καὶ ἁγιώτατα κακῶς ἐξορχησαμένων, οἱ δὴ λόγοι, καὶ δικαίως ἂν ἀλγοῖεν, τῆς κάτω καὶ πατουμένης, ἀλλὰ μὴ τῆς ἄνω καὶ ἐλευθέρας ἔκγονα καλούμενοι, καὶ πολίτιδος τῶν οὐρανῶν, οὐ δεῖ τούτους τῶν εἰρημένων μάρτυρας λαμβάνειν χρὴ, ἀλλὰ τὴν διὰ πάντων ἐξ ἀρχῆς αὐτῷ συστραφεῖσαν ἐπὶ σοφίᾳ καὶ συναυξηθεῖσαν φήμην, ἣν οὐδὲ πάμπαν ἀπόλλυσθαι τῶν πάλαι τις εἴρηκεν ἐπὶ σοφίᾳ θαυμαζομένων. Οὐ μὴν καίτοι τοσοῦτον κρατῶν ἐν λόγοις, καὶ τούτων οὐκ ἐφ᾽ ἑνός τινος εἴδους, ἀλλὰ διὰ πάντων σχεδὸν, ὃ καὶ τῷ σφόδρα τῶν καλῶν ἐρῶντι πρὸς φιλοτιμίαν ἤρκεσεν ἄν, τὸ τῆς ψυχῆς εὐγενὲς ἐν τούτοις παραναλίσκειν οὐκ ἔκρινε δεῖν· ἀλλὰ τὸ μὲν τῇ θύραθεν σοφίᾳ ταύτῃ προσέχειν, καὶ τὴν τῶν ὄντων γνῶσιν ἐκ ταύτης θηρᾶν πρὸς τὸ μηδενὸς ἐπ᾽ ἀσφαλοῦς βεβηκέναι· τοῖς γὰρ ἀλλήλων τῶν ταύτῃ προὐχόντων λόγοις ἡ περὶ τῶν ὄντων γνῶσις κλονεῖται καὶ ἀστατεῖ. Ἔτι καὶ τῶν μηδὲν ἐννοουμένων ὑψηλότερόν τε καὶ θεῖον εἶναι νομίσας· αὐτὸς δ᾽ ὑπεραρθῆναι καὶ τούτων, καὶ διαβῆναι τὴν φύσιν, καὶ τῇ τῆς σοφίας ἐννοήσας συγγενέσθαι πηγῇ, ἵν᾽ ἀμεταβλήτως ἔχῃ, καὶ ἀληθῶς ἐκεῖθεν τοὺς τῶν ὄντων εἰδέναι λόγους, πάντων ὡς μηδένων καταφρονήσας, τὴν ἐν τοῖς πράγμασιν αἱρεῖται φιλοσοφίαν, οὐ δοκεῖν μόνον, ἀλλὰ καὶ ὄντως φιλόσοφος ἐθέλων εἶναι, καὶ τὸ τῆς ἁγιωσύνης ἐπώνυμον Ὅρος καταλαβὼν, ὡς ἂν μὴ τὸν νοῦν μόνον τῶν σωματικῶν ᾖ καὶ τῶν γηίνων ὑπερηρκὼς, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα μετεωρίσειε, πρόχειρον πρὸς Θεοῦ συνουσίαν παρασκευάσας, ὅλον ἐπέδωκεν ἑαυτὸν πρὸς κτῆσιν τῆς ἀρετῆς.

Καὶ πρῶτα μὲν τῶν ἐπ᾽ ἐκεῖνο τοῦ χρόνου τῶν ἐν Ἀθῳ συγγενόμενος τῷ βελτίστῳ, ἵνα μηδ᾽ ἐν τούτῳ μηδὲν ἀφιλόσοφον, μηδ᾽ ἀγενὲς εἰργασμένος ᾖ, ἀλλὰ τῇ πρώτῃ καὶ καλλίστῃ φιλοσοφίᾳ τὴν κοσμικὴν ταύτην καὶ δούλην καθυποτάξῃ, τῷ τε μοναζόντων παρ᾽ ἐκείνου καταλέγεται χορῷ, καὶ τῶν ὀργίων τὰ τελεώτατα ἐκδιδάσκεται. Ἐπεὶ δ᾽ ἐκεῖνος πρὸς ὃν ἐπόθει Θεὸν ἦν ἐκδεδημηκὼς, ἀξίας τῶν καμάτων ἀποληψόμενος ἀμοιβὰς, ὁ Γρηγόριος ἔτι τῆς φίλης ἐκ παιδὸς καὶ συντρόφου ταπεινώσεως ἀντεχόμενος, καὶ διὰ τοῦτο μήπω θαῤῥῶν ἑαυτῷ, καί τοι πολλῶν ἑτέρων διὰ τὴν ἐπανθοῦσαν ἐν νεότητι πολιὰν καὶ τὴν ἐν πᾶσι τοῖς πνευματικοῖς ἐμπειρίαν, δυνατὸς ὢν ἐξηγεῖσθαι, τῇ Ἀθανασίου τοῦ μεγάλου Λαύρᾳ φέρων ἐκδίδωσιν ἑαυτόν. Καὶ τοῦτο μὲν πρὸς ἑαυτὸν αὐτὸς ὥσπερ ἅμιλλαν ἐνστησάμενος, τοῦτο δ᾽ ὑπὸ τῆς καλῆς ἀπληστίας ἐν τοῖς πόνοις πάντας ὑπερβαλέσθαι φιλονεικήσας, οὕτω πάντας ἐξέπληξεν ἐν βραχεῖ, ὡς πάντα μὲν τἀκείνου θαυμάζειν, μιμεῖσθαι δ᾽ ἐθέλειν μὲν, ἀμήχανον δ᾽ ἡγεῖσθαι, τὸ μέγεθος συνορῶντας καὶ τὴν συντονίαν τῶν πραττομένων· οὐ γὰρ τοῖς μὲν, τῶν πρὸς τελειότητα φερόντων, ἐπιμελῶς, τοῖς δ᾽ ἀνειμένως προσεῖχέ τε καὶ ῥᾳθύμως· οὐδὲ ποτὲ μὲν, ποτὲ δὲ μή· ἀλλ᾽ ᾀεὶ καὶ διὰ πάντων τῶν καλῶν αὐτῷ τὸν βίον ἁρμοσάμενος ἦν, ὥσπερ εἰκόνα τινὰ καὶ στήλην ἀγαθοῦ παντὸς εἰς κάλλος ἑαυτὸν ἀποξέσας.

Ἐπεὶ δ᾽ ἱκανῶς εἶχεν αὐτῷ καὶ τῆς ἐν Λαύρᾳ διατριβῆς, καὶ μὴ μόνον πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἀλλ᾽ ἤδη καὶ τὰς ἀνάγκας αὐτὰς τοῦ σώματος ἠγωνισμένος ἄριστα ἦν, ἐπὶ τὴν φίλην ἔξεισιν ἡσυχίαν, ὥσπερ ὅπλοις τοῖς προτέροις καμάτοις καθωπλισμένος. Τὴν μὲν οὖν ἐκεῖ τῶν πόνων ὑπερβολὴν, καὶ ὡς ἀγώνισμα τοῦτο προύθηκεν ἑαυτῷ, ὅσον τοὺς ἄλλους πρότερον ἑαυτὸν ἐν τοῖς ὑπὲρ ἀρετῆς πόνοις ὑπερβαλέσθαι, καὶ αὐτόθεν μὲν ἔξεστι συνορᾷν· τὴν γὰρ ἡσυχίαν οἱ τὰ θεῖα σοφοὶ καὶ ταῦτα δεδιδαγμένοι, οἱονεὶ τέλους ἐπέχειν λόγον πρὸς τ᾽ ἄλλα τῆς ἀρετῆς μέρη φασὶ, καὶ τούτου χάριν ἐπιπονώτερον ὅσῳ καὶ ὑψηλότερον ἔργον εἶναι, καὶ πολλῆς δεόμενον συντονίας καὶ τῆς σπουδῆς· μάλιστα δ᾽ ἐκ τῶν καρπῶν τοῦ Πνεύματος, τῶν θείων χαρισμάτων φημὶ, ἃ μετὰ πολλῆς αὐτῷ παρεσχέθη τῆς δαψιλείας, ὡς καὶ ὁρῶσι τοῖς πᾶσιν ἔκδηλα καθεσᾶναι, πάντων αὐτῷ προσόντων, ἃ Παῦλος ὁ τὰ θεῖα παθὼν τε καὶ διδαχθεὶς τοῦ Πνεύματος εἶπεν εἶναι καρποὺς, ἀγάπης, χαρᾶς, εἰρήνης, μακροθυμίας, ἐπιεικείας τε καὶ χρηστότητος, καὶ τῶν ἀπηριθμημένων αὐτῷ δὴ πάντων. Τίς μὲν γὰρ αὐτοῦ τῆς πρὸς Θεὸν ἀγάπης καὶ τὸν πλησίον πλείω δείγματα ἐξήνεγκεν ἐν τῷ παρασχόντι παντί; Τίς δ᾽ ἐν πᾶσιν ὥφθη χαίρων ὥσπερ ἐκεῖνος, καὶ τὸ τοῦ Ἀποστόλου παράγγελμα σαφῶς ἐπὶ τῶν ἔργων ἀποπληρῶν; Πάντοτε χαίρων, καὶ πειρασμοῖς καὶ θλίψεσιν εὐδοκῶν, ὡς ἔδειξεν ὁ μετὰ ταῦτα βίος πολλαῖς αὐτῷ δυσχερείαις καὶ τοῖς δοκοῦσιν ἔξωθεν ἀνιαροῖς ἀνυσθεὶς, ἐν οἷς ἅπασιν οὐ τῇ ψυχῇ μόνον ἦν χαίρων, ἀλλὰ καὶ τῷ προσώπῳ τὴν ἔνδον ὑπεδείκνυ χαρὰν, σεμνῷ τινι μειδιάματι καὶ ἤθους εὐκοσμίᾳ, ὁμοίως ἐν ἀνέσεσί τε καὶ τοὐναντίον τοῖς πᾶσι προσομιλῶν.

Ἀλλὰ μὴν τήν γε μακροθυμίαν καὶ τὴν ἐπιείκειαν καὶ χρηστότητα, οὐκ ἔσθ᾽ ὅστις οὐκ ἂν θαυμάσαι, οὐκ ἐπὶ καιροῦ τινος, οὐδ᾽ ἐν οἶς ἡδέως εἶχεν, ἀλλ᾽ ᾀεὶ καὶ τοῖς δυσκόλως ἔχουσιν ὁμοίως φυλαττομένην, ὥσπερ ἕν τι τῶν φυσικῶν ἐκ τῆς περὶ ταῦτα μελέτης τῇ ψυχῇ καλῶς ἐκτακέντα. Δακρύων δὲ πηγὰς, αἷς οὐ καθ᾽ ἑκάστην νύκτα κατὰ τὸν θεῖον Δαβὶδ, ἀλλ᾽ ᾀεὶ τὴν τῆς καρδίας ἀρδεύων ἄρουραν ἦν, καὶ καρποφόρον τῷ Θεῷ καὶ πίονα καὶ εὔσταχυν ἐργαζόμενος, τούτων δὲ τὸ πλῆθος σαφῶς μὲν οὐδεὶς ἂν ἔχοι λέγειν, κρυπτῶς ἐν τῷ τῆς ἀρετῆς τελομένων ἐργαστηρίῳ· δῆλος δ᾽ ἦν κατὰ τὰς ἀεννάους βλύζων πηγὰς, εἰ ποτέ τις αἰτία πρὸς τοῦτο φέρουσα τύχοι. Οὕτω δ᾽ ἑαυτῷ τε καὶ Θεῷ προσαδολεσχήσας ἐπὶ μακρὸν, καὶ ὑλικῆς ἁπάσης ἐννοίας ἀποστήσας τὸν νοῦν, καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ, καὶ ταῖς ἐκεῖθεν ἐλλάμψεσι συγγενόμενος, ὥσπερ ἄσαρκός τις διῆγεν ἐπὶ τῆς γῆς, θαῦμα τοῖς ὁρῶσιν ἅπασιν ἐντιθεὶς οὐχ ἦττον ἢ τοὺς πόῤῥω καὶ μὴ ἰδόντας κατέπληττεν ἀκοῇ· καὶ ἵνα τᾶν μέσῳ παραλείπω, τοιαῦτα ὄντα, οἷα πρὸς εὐφημίαν ἤρκεσαν ἂν ἑτέρῳ παρόντα μόνον, ἐπεὶ καλῶς ἦν πᾶσαν αἴσθησιν ἐκπαιδεύσας, καὶ οἰκητήριον Θεοῦ καὶ τῶν ἐκεῖθεν χαρισμάτων ἑαυτὸν κατασκευακὼς, τὸ τῆς ἱερωσύνης μέγα δέχεται χρῆμα· μύρον ἄν τις εἴποι διαυγεστάτῳ σκεύει καὶ καθαρωτάτῳ προσενεχθέν.

Ἐντεῦθεν αὐτὸν καὶ μείζους τῶν προτέρων κάματοι διαδέχονται, ἵνα μὴ τὸ δῶρον ᾖ τετιμηκὼς μόνον, ἀλλὰ καὶ φαιδροτέραν ἀποδείξῃ τὴν ἐνοικοῦσαν τοῦ Πνεύματος λαμπηδόνα· οὐ γὰρ ὥσπερ πρότερον ἑαυτὸν μόνον ῥυθμίζων καὶ ὑποτάττων τὴν σάρκα τῷ Πνεύματι, οὕτω δὴ καὶ μετὰ τὴν ἱερωσύνην ᾤετο δεῖν· ἀλλ᾽ ἐκεῖνο καλῶς ἐννοήσας, ὡς τοῦ καθ᾽ ἡσυχίαν Θεῷ συνεῖναι, τὸ προσαγαγεῖν αὐτῷ θυσίαν ἁγίαν ζῶσαν, ψυχὰς καθαρὰς, καὶ τῆς αὐτοῦ κληρονομίας ἀξίας, κρεῖττον καὶ ὑψηλότερον εἰς λόγον εὐδοκιμήσεως, ὃ καὶ Πέτρῳ τῷ κορυφαίῳ τῶν Ἀποστόλων αὐτὸς ὁ τοῦ Θεοῦ λόγος κατέστησεν ἐναργὲς τοῦ φίλτρου τοῦ πρὸς αὐτὸν, οἱονεί τι δεῖγμα καὶ μαρτύριον τὴν ἐπιστασίαν τῶν οἰκείων ἐκζητήσας προβάτων. Ἐπεὶ καὶ κοινὴ ψῆφος αὐτὸν τοῦ τε τῶν ἐν Ἀθῳ πάντων ἐξηγουμένου καὶ τῶν δι᾽ ἀρετὴν καὶ προστασίαν ἐπιφανῶν εἰς προστασίαν μοναζόντων ἐκάλει διακοσίων τὸν ἀριθμὸν, τῶν τε ψηφισαμένων τὴν ἀξίαν εὐλαβηθεὶς, καὶ τὸ προσήκουσαν εἶναι καὶ δικαίαν τὴν ἀξίωσιν αὐτῶν, ἅμα δ᾽ ὅτι καὶ πολὺ τὸ κέρδος καὶ λαμπρὰ τὰ βραβεῖα παρὰ τῷ βραβευτῇ τῶν τοιούτων καὶ ἀγωνοθέτῃ κεῖται Χριστῷ, ἑκὼν εἶναι τὴν λειτεργίαν καὶ σὺν προθυμίᾳ γίνεται πολλῇ· καί τοι μηδὲ πρότερον ἀπείρατος ὢν μηδ᾽ ἀμαθὴς τῶν τοιούτων, εἰ καὶ μὴ πλειόνων ἀλλ᾽ ἐλαττόνων ἦρξε τὴν πνευματικὴν ταύτην ἀρχὴν καὶ πρὸς Θεὸν φέρουσαν· εἰ γὰρ καὶ σχολάζων ἑαυτῷ διηνεκῶς ἦν, καὶ Θεῷ προσαδολεσχῶν, ἀλλ᾽ εἰς δέκα τὸν ἀριθμὸν ὁμοψύχοις συνέζη, καὶ ὑπ᾽ αὐτὸν ταττομένους εἶχε, καὶ τὰ πνευματικὰ ῥυθμίζων, καὶ τὴν εἰς οὐρανοὺς ἦν φέρουσαν τρίβον ὑποδεικνὺς, οἷς καὶ κοινωνοῖς καὶ συνεργοῖς χρώμενος, καὶ ψυχῶν φροντιστήριον συνεστήσατο, τῷ πλήθει τῶν συνόντων προσῆκον. Ταῦτα μὲν δὴ πρότερον· τότε δ᾽ εἰς προστασίαν πλειόνων, ὡς ὁ λόγος ἔφθη δηλώσας, ὑπὸ τῆς κοινῆς ψήφου, μᾶλλον δ᾽ εἰ δεῖ τ᾽ ἀληθὲς εἰπεῖν, ὑπ᾽ αὐτοῦ κληθεὶς τοῦ Θεοῦ, τί μὲν οὐκ ἐφθέγξατο τῶν δεόντων; τί δὲ τῶν ὅσα χειραγωγεῖν οἶδε πρὸς τὴν ἀπλανῆ τρίβον τῆς σωτηρίας ἄπρακτον παρῆκε κἂν πρὸς βραχὺ, ὁ τοὺς μὲν πρακτικοὺς ὑπερελάσας ἐν λόγοις, τῶν δὲ βιβλίοις βιούντων ἐν τῷ πράττειν κεκρατηκώς; μᾶλλον δὲ τοὺς μὲν πρακτικοὺς ἐν ἔργοις νικήσας, τοὺς δ᾽ ἐπὶ σοφίᾳ μέγα φρονοῦντας ἐν τῷ λέγειν παραδραμὼν, καὶ ἀμφοτέρους τὸ κατ᾽ ἄμφω τελείως ἔχειν κατόπιν θέμενος, λόγοις ἦν ὑπαλείφων πρὸς ἀρετὴν, νουθετῶν, παρακαλῶν, ὑποστηρίζων τοὺς καταπίπτοντας· ἔργοις ἑαυτὸν παράδειγμα προτιθεὶς, τοῖς πᾶσι πάντα γενόμενος, ἵνα μηδεὶς τῶν προκειμένων ἄθλων ὀλιγωρήσας, τῶν ἐπηγγελμένων ἀποτύχῃ στεφάνων τοῖς καλῶς ἀγωνισαμένοις. Τὴν δ᾽ ἐπιείκειαν αὐτοῦ πρὸς τοὺς ἐξ ἀγνοίας ἢ ῥᾳθυμίας τῆς εὐθείας παρατραπέντας, εἶτ᾽ ἐξ ἐπαινουμένης ἐπιστροφῆς Θεῷ καὶ τοῖς ἐκείνου σπλάγχνοις ἐπιδραμόντας· τὸ δὲ στερὸν καὶ βεβηκὸς καὶ οἷον ἀπαραχώρητον πρὸς τοὺς ψυχῆς ἀπαιδευσίᾳ καὶ αὐθαδείᾳ τοῖς χείροσιν ἐπιμένοντας, ἵν᾽ ἐκ δύο τῶν ἐναντίων ἓν σωτηρίας φάρμακον συγκεράσῃ· τὴν δὲ προστασίαν τῶν δεομένων· τὴν δ᾽ ἄλλην ἅπασαν, ὅση τε πρὸς τοὺς ἔνδον, οὐ μὴν ἀλλὰ καὶ τοὺς θύραθεν προσιόντας, πολυειδῆ κηδεμονίαν καὶ τὴν ἑκάστῳ γιγνομένην ἐπικουρίαν, ταῦτα δὲ τίς ἂν ἐπαινέσηται κατ᾽ ἀξίαν; Οὕτω διὰ πάντων ἀποστολικῶς ἦν τὸ ποίμνιον διεξάγων, ὧν οὐδὲ τῆς χάριτος καὶ τοῖς ἐν θαύμασιν ἐνεργείας ἀμοιρος ἦν, ἃ παρὰ τῶν τότε καλῶς ἐπὶ χλόην ποιμανθέντων τῆς εὐσεβείας εἰς ἔτι καὶ νῦν θρυλλεῖται, οὐδαμῶς ἀπολειπόμενα τῶν πώποτε θαυμασθέντων. Οὐ μὴν, καί τοι πολλὰς οὕτω καὶ μεγάλας πρὸς εὐδοκίμησιν ἀφορμὰς ἐκ τῆς πνευματικῆς ἀρχῆς ἐκείνης ἐσχηκὼς, καὶ τῆς τῶν λογικῶν ποιμνίων ἐπιμελείας ἐπὶ μακρὸν ἠδυνήθη χρόνον ἐγκαρτερῆσαι, καὶ τὴν διάζευξιν τῆς θρεψαμένης, καὶ τῆς πνευματικῆς ἡλικίας εἰς τέλειον μέτρον προαγαγούσης ἡσυχίας πράως ὑπενεγκεῖν· ἀλλ᾽ ἐπὶ νοῦν ᾀεὶ στρέφων, καὶ τῷ ταύτης ἔρωτι τετρωμένος. Καί τοι τίς οὕτως ὥσπερ ἐκεῖνος νοῦν ἀκίνητον ἔχειν καὶ Θεῷ προσηλωμένον ἐν μέσοις πλήθεσι στρεφόμενος ἠδυνήθη; Ταχέως τὰ δεσμὰ διαῤῥήξας, καὶ τὸ κατέχον ἐκ μέσου θέμενος πᾶν, ταῖς ἐκείνης αὗθις πτέρυξιν ὑπέθηκεν ἑαυτὸν, Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με, τὸ τοῦ Δαβὶδ ὑποψάλλων· καὶ τῇ Ἀθανασίου τοῦ θείου Λαύρᾳ προσεχώρησεν αὖθις, ὅσον οἶόν τε ἦν τῶν ἀνθρώπων ἀναχωρῶν, καὶ ἑαυτῷ τε καὶ Θεῷ συγγινόμενος· οὐ γὰρ ὥσπερ πρότερον, ἔνδον τοῦ περιβόλου τὴν οἴκησιν ἐχειν ὑπέμεινε σὺν τοῖς ἄλλοις, ἀλλ᾽ ἔξω τειχῶν τὸν τῶν πολλῶν ἐκκλίνων θόρυβον ἦν. Τὸ μὲν δὴ μέχρι τούτων ἐκείνῳ τε ὁ τοῦ βίου δίαυλος ῥᾷον ἐχώρει καὶ κατὰ ῥοῦν, καὶ ἡμῖν ὁμαλῶς ὁ λόγος, ὀλίγα ἢ οὐδὲν δυσχεραίνων· τὸ δὲ ἐντεῦθεν τί τις ἂν χρήσαιτο; ἢ ποτέραν ἀκινδύνως ἕλοιτο τῶν ὁδῶν; πάντα μὲν γὰρ τἀκείνου καταλέγειν σὺν ἀκριβείᾳ καὶ λόγους καὶ πράξεις καὶ τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνάς τε καὶ κινδύνους, μόνης ἦν τῆς ἐκείνου γλώττης καὶ διανοίας τοῖς οὕτω μεγάλοις ἔργοις πρὸς διήγησιν ἐξαρκούσης. Τούτων δ᾽ αὖθις ἐκλεξαμένους ὀλίγα, τῶν λοιπῶν καταψηφίσασθαι σιωπὴν, πρὸς τῷ ῥᾳθυμίας ἐγκλήματι σφᾶς ὑπάγειν, ἔτι καὶ τὰς φιλοθέους ζημιώσομεν ἀκοὰς, μεγάλων οὕτω καὶ θαυμασίων διηγημάτων ἀποστεροῦντες· μέσην τοιγαροῦν χωροῦντες ἡμεῖς, ἵνα μήτε τοῦ δέοντος ἀποπίπτωμεν, τοῦ ὑπὲρ δύναμιν ἐγχειροῦντες, μήτε ῥᾳθυμίαν κατακριθῶμεν, τὰ καιριώτατα καταλειπόντες, οὕτω ποιησόμεθα τὸν λόγον, ἐκεῖνον ἐπίκουρον προστησάμενοι καὶ τὴν ἐκείνου πρὸς Θεὸν παῤῥησίαν· ἵν᾽ ὥσπερ ἐν τοῖς ἐργοις ἐκεῖνος, μεῖζον ἢ κατὰ τὴν ἀνθρωπίνην δύναμιν, καὶ εἰπὼν καὶ πράξας ὥφθη καὶ καρτερήσας, οὕτω δὴ καὶ τὸν ἡμέτερον πρὸς τὸ δέον εὐθύνοι λόγον, καὶ μὴ παντάπασιν ἐῴη τοῦ προσήκοντος ἁμαρτάνειν.

Εἶχε μὲν οὖν ἐκεῖνον, ὥσπερ ἔφημεν, ἡ Ἀθανασίου τοῦ μεγάλου Λαύρα πάσης ὑλικῆς προσπαθείας κεχωρισμένον, καὶ καθ᾽ ἡσυχίαν τὸ μέλι τῆς ἀρετῆς φιλοπονώτερον ἐργαζόμενον. Ἔδει δὲ πρὸς δοκιμασίαν ἡμῖν Ἄδερ ἐπενεχθῆναι τὸν ἀλιτήριον, οὐ γῆν ἀγαθὴν δηοῦντα καὶ ἀποκείροντα, οὐδὲ πόλεις οἰκουμένας εὗ ἀναστατοῦντα καὶ κατασκάπτοντα, ἀλλὰ Χριστοῦ τὴν Ἐκκλησίαν πολιορκοῦντα, καὶ μηχανήμασι καὶ τάφροις καὶ πᾶσι τρόποις πειρώμενον καταβάλλειν. Εἰδόσι, λέγω, τὸ ἐκ Καλαυρίας κακὸν, τυφῶνά τις ἂν ἢ κεραυνὸν, τὸ προστυχὸν ἅπαν ἐμπιπρῶντα καὶ διαφθείροντα, ἡ καταιγίδα πάντα φύρουσαν καὶ συγχέουσαν, ἢ, οὐκ οἶδ᾽ ὅτι ἂν τις εἰπὼν, ἀξίαν προσαρμόσαι προσηγορίαν· τοῦτο δὴ τὸ κακὸν ἐπὶ λύμῃ καὶ φθορᾷ τῇ καθ᾽ ἡμᾶς οἰκουμένῃ παρεισφθαρὲν, καὶ τῆς οἰκείας μοχθηρίας ἀρχήν τινα μικρὰν καὶ φαύλην πεποιημένον, ἐπὶ τοσοῦτον ἦρε τὴν φλόγα τῆς ἀσεβείας, καὶ οὕτω λαμπρὸν καὶ περιφανῆ τὸν πόλεμον ἐνεστήσατο, ὡς μὴ τὰ ἡμέτερα συγχέαι μόνον καὶ πολλῆς ἀηδίας ἐμπλῆσαι καὶ ταραχῆς, ἀλλὰ καὶ μέχρι τῆς ὑπερορίας τὴν κακίαν προενεγκεῖν· καὶ νήσους μὲν ὅλας τῷ πυρὶ τῆς ἀσεβείας διαφθεῖραι καὶ κατατρέψασθαι, ἑώοις δὲ καὶ ἑσπερίοις κλίμασιν ἐκταθῆναι, καὶ μηδὲν τῆς οἰκουμένης μέρος σχεδὸν ἀπείρατον τῆς οἰκείας λύμης καταλιπεῖν. Ὅθεν δὲ ἡ ἀρχή; καὶ σκοπεῖτε ὡς φαύλη καὶ τῆς ἐκείνου μικρολόγο καὶ χαμερποῦς ἀξία τῆς διανοίας.

Ὠήθη μηδὲν ἐκεῖνος τῆς Ἑλληνικῆς σοφίας, καὶ τῶν συλλογισμῶν τῆς ἀνάγκης, καὶ τῆς ἐκ τούτων οἱονεὶ θηρευομένης ἀληθείας μεῖζον εἶναι καὶ ὑψηλότερον, μηδ᾽ ᾧ τις ἂν μᾶλλον ἐν περινοίᾳ γένοιτο, τοὺς τῶν ὄντων εἰδέναι λόγους. Τὸ δ᾽ ἔτι τούτων ἀνοητότερον, καὶ μηδεμίαν ὑπερβολὴν ἀτοπίας ἐκλελοιπὸς, μηδ᾽ αὐτῷ Θεῷ δύνασθαί τινα συγγενέσθαι, εἰ μὴ ταύτην ἔλθοι πρότερον τὴν ὁδὸν, καὶ Πυθαγόρᾳ καὶ Ἀριστοτέλει καὶ Πλάτωνι συγγενόμενος, καὶ φύσεως ἀνάγκας ἐκεῖθεν καὶ γενέσεως τῶν ὄντων, καὶ φθορᾶς ἀκολουθίαν μεμαθηκὼς, οὕτως ἐπὶ τὴν κατάληψιν ἔλθοι τῆς ἀληθείας. Εἰ γὰρ ἀλήθεια μὲν, ἔφασκεν, ὁ Θεὸς καὶ ἔστι καὶ ὀνομάζεται, τὸ δὲ τὴν ἀλήθειαν ἀγνοεῖν τὸν Θεόν ἐστιν ἀγνοεῖν, πᾶς δ᾽ ὁ μὴ τὴν ἔξω σοφίαν πεπαιδευμένος, ἂ περὶ κινήσεως τῶν οὐρανίων σωμάτων ἢ φύσεως τοῖς σοφοῖς ἐξεύρηται τῶν Ἑλλήνων ἠγνοηκὼς, τὴν ἀλήθειαν ἀγνοεῖ, οὐδὲν ἄλλο λείπεται, ἢ τὸν μὴ ταῦτα πεπαιδευμένον, τὸν Θεὸν ἀγνοεῖν· ἄγνοιαν δὲ οὐδὲν ἕτερον ἢ σκότος εἶναι ψυχῆς· ὥσπερ καὶ τοὐναντίον φωτισμὸν ψυχῆς τὸ πάντα τὰ τοιαῦτα εἰδέναι. Εἰ δὲ ταῦτα τοῦτον ἔχειν ἀνάγκη τὸν τρόπον, μηδένα δύνασθαι πεφωτισμένον εἶναι, εἰ μὴ ὃς εἴη τὴν σοφίαν ταύτην ἐξησκημένος, τὴν θύραθεν δηλαδή· ἡ δὲ τοιαύτη ἄνοια, ἢ τἀληθέστερον εἰπεῖν μᾶλλον παραπληξία, οὐκ ἐκείνῳ μόνον ἦν τότε πρεσβευομένη, ἀλλὰ καὶ τῷ Λατίνων γένει παντὶ σχεδὸν οὕτως ἐκ μακροῦ τοῦ χρόνου μέχρι νῦν ἐνετάκη, ὡς καὶ τοῖς παρ᾽ αὐτοῖς τὰ θεῖα φιλοσοφοῦσι καὶ τὸν μονήρη βίον ἀνῃρημένοις μηδὲν περισπούδαστον εἶναι, μηδ᾽ ὃ δοκεῖ μᾶλλον ἄγειν εἰς τελειότητα, ἢ τῇ μωρίᾳ ταύτῃ προσέχειν καὶ περὶ ταῦτα κρατίστους εἶναι. Καὶ ἴδοις ἂν τι γελοῖον, ἢ μᾶλλον θρήνων ἄξιον ἐκείνοις συμβαῖνον· μειρακίοις ἐν παιδευτηρίοις ἐν ἡλικίᾳ συνόντας εἰ τύχοι πρεσβυτικῇ, καὶ τὴν ἔξω σοφίαν παιδευομένους, καὶ τῷ σεμνῷ τῆς πολιτείας τῷ ὄντι μὲν ἐνυβρίζοντας, αὐτοὺς δ᾽ ὑπ᾽ ἀνοίας μᾶλλον σεμνυνομένους, καὶ νομίζοντάς τι προύργου ποιεῖν, τῶν ὄντως καλῶν καὶ οἰκειούντων Θεῷ, καὶ τὴν ψυχὴν δυναμένων φωτίζειν καταμελοῦντας.

Ἐκεῖνος μὲν οὖν περὶ τῶν μεγάλων οὕτω μικρολόγως διενοεῖτο, παρ᾽ ἡμῖν δ᾽ ἀκούων εἶναι τῶν ἐν ἡσυχίᾳ ζώντων τοὺς πλείστους, οἱ λόγου μὲν καὶ τῆς ἔξω σοφίας παντάπασιν ὄντες ἄγευστοι, παθῶν δὲ κρατοῦντες, καὶ πᾶσαν ἀρετὴν ἀκριβῶς μετιόντες, καὶ τῷ Θεῷ συνημμένοι νοῦ καθαρότητι καὶ τῷ πάσης ὑλικῆς προσπαθείας ἀφεστακέναι, φωτίζονταί τε τὸν νοῦν τῇ τοῦ πρώτου καὶ ἀκραιφνεστάτου φωτὸς ἐλλάμψει, καὶ τοὺς τῶν ὄντων ἐκδιδάσκονται λόγους, καὶ σοφοὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα γίνονται, ἤλγει σφοδρῶς, τὴν δόξαν τῆς τοῦ παντὸς αὐτῷ τιμωμένης σοφίας διαπίπτουσαν συνορῶν, καὶ ἠρεμεῖν οὐκ εἶχε τῷ φθόνῳ νενικημένος, καὶ διαβάλλειν ἐπειρᾶτο σθένει παντὶ οὐ τοὺς ἐν ἡσυχίᾳ μόνον βιοῦντας, ἀλλὰ καὶ ἡσυχίαν αὐτὴν πλάνην εἶναι τῶν μετιόντων πρὸς ἀπάτην συνεσκεαυασμένην τῶν ἀκουόντων διατεινόμενος· μηδὲ γὰρ ἐξεῖναι φωτισθῆναι τὸν νοῦν, ἀγνοίας αὐτὸν τοσαύτης περικεχυμένης· δεῖν γὰρ εἶναι μηδὲν ἀγνοεῖν τῶν τοῖς πρότερον σοφοῖς πᾶσιν ἐξευρημένων, καὶ πάντα ὁτιοῦν ἐκείνοις φοιτᾶν, οἳ τῶν βελτιόνων δύνανταί τι διδάξαι, κἂν Ἕλληνες ὦσι, κἂν Σκύθαι, κἂν βάρβαροι, εἰ μέλλοι τὸν νοῦν ἔχειν πεφωτισμένον, καὶ τῶν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων τὴν γνῶσιν ἔχοντα. Ταῦτα οὐ μόνον τοῖς αὐτῷ φοιτῶσι διελέγετο μειρακίοις, ἀλλὰ καὶ λογογραφῶν ἦν, καὶ οἷον ἐπιδεικνύμενος καὶ τὸ ἐκείνου μέρος ἐπανορθούμενος τῶν ἡσυχαζόντων τὴν πλάνην, καὶ πάσῃ πειρώμενος μηχανῇ, τῆς μὲν ἡσυχίας ἀφίστασθαι πείθειν πάντας, τοῖς σοφοῖς δὲ τῶν Ἐλλήνων τὸν νοῦν προσέχειν, καὶ δι᾽ ἐκείνων τῆς ἀγνοίας καθαίρειν αὐτὸν πειρᾶσθαι.

Ἐκείνῳ μὲν οὖν οὐκ ἐν παρέργῳ κατὰ τῆς ἡσυχίας τὰ τοιαῦτα ἐσκαιωρεῖτο· οὐ μὴν οὐδ᾽ οἱ ταύτῃ συντεθραμμένοι, καὶ μόνην παθῶν ἀπαλλαγὴν εἶναι καὶ πρὸς Θεὸν οἰκείωσιν καὶ ἀνάβασιν τῇ πείρᾳ καλῶς εἰδότες, ἀμύνειν ἠμέλουν πολεμουμένῃ· ἀλλὰ σπουδῆς μὲν καὶ προθυμίας οὐδὲν ἐλλειπόντες, Γρηγόριον δὲ παρ᾽ ἑαυτοῖς τὸν μέγαν μὴ κεκτημένοι· ἐν Θεσσαλονίκῃ γὰρ ὁ πόλεμος ἐλάμβανε τὴν ἀρχήν· ἐκείνου τῇ Λαύρᾳ καθὼς ὁ λόγος ἔφθη δηλώσας ἐπιδημοῦτος. Ἐπεὶ τοίνυν ἐκεῖνον ὁρᾷν οὐκ εἶχον, ὃν μόνον ἤδεσαν ἀξιόχρεων καὶ λόγου δυνάμει καὶ τῇ τοῦ Πνεύματος χάριτι πρὸς τὸν οὕτω ποικίλον ἀντικαθίστασθαι δυνάμενον πόλεμον καὶ βαρὺν, γράμμασι πρεσβεύονται πρὸς αὐτὸν, τοῦτο μὲν ὅσα Βαρλαὰμ κατὰ τῆς ἱερᾶς ἡσυχίας καὶ τῶν ταύτῃ προσεχόντων εἶπε καὶ συνεγράψαντο σαφῶς δηλοῦντες, τοῦτο δὲ καὶ δεόμενοι, πρὸς ἄμυναν ἀναστῆναι καὶ μὴ παριδεῖν τὸ νῦν μὲν εἶναι τὴν ἡσυχίαν ὑβριζομένην, μετ᾽ ὀλίγῳ δὲ καὶ τῷ κοινῷ τῆς Ἐκκλησίας, εἰ παροφθείη, λυμανούμενον τὸ κακόν Τί οὖν ἐκεῖνος; τῇ μὲν ἐνοικούσῃ τοῦ Πνεύματος χάριτι τὰ μέλλοντα προορώμενος, τὴν ἐσομένην προεῖπε βλάβην, ὡς πολλή τις ἔσται καὶ χαλεπὴ, καὶ ὡς καλῶς κυβερνωμένη τοῦ Πνεύματος αὔρα, καὶ χρόνον οὐκ ὀλίγον ἤδη βαθεῖαν εἰρήνην ἀγούσῃ τῇ Ἐκκλησίᾳ, σάλος οὐ μικρὸς καὶ χαλεπὸς ἐπεγερθήσεται κλύδων, καὶ τὴν πάλαι τῶν ἁγίων πρόῤῥησιν εἰς ἔκβασιν ἥκειν ἤδη, οἳ πρὸς τοῖς ἐσχάτοις ἔφασαν χρόνοις αἵρεσιν χαλεπὴν ἐπεισκωμάσειν τῇ Ἐκκλησίᾳ.

Διχῇ δὲ τῆς γνώμης διαιρουμένης, καὶ θορύβων μὲν ἀπηλλάχθαι, καὶ ἀπραγμοσύνῃ συζῆν, καὶ ψυχῆς ἡρεμίᾳ καὶ γαληνότητι τοῦ παντὸς τιμωμένῳ, τὸ δὲ τῆς εὐσεβείας ὑπερμαχεῖν, καὶ τὴν ἤδη φυομένην αἵρεσιν ἀναστέλλειν, καὶ λυσιτελὲς ἡγουμένῳ σφόδρα καὶ ἀναγκαῖον, τοῦ ἰδίου τὸ κοινὸν προτιμᾷ, καὶ τὸ τῆς ἀρετῆς ἐργαστήριον τὸν Ἔθω καὶ τὴν ἡσυχίαν ἀπολιπὼν, εὐθὺ Θεσσαλονίκης χωρεῖ. Ποθοῦσι δὲ τοῖς φίλοις ὀφθεὶς, πάνθ᾽ ὅσα πράξαι τε καὶ φθέγξαιτο κατ᾽ αὐτῶν τε καὶ τῆς ἡσυχίας, ὁ πρὸς αὐτοὺς τὸν πόλεμον ἀνῃρημένος σαφῶς ἐκμαθὼν, ἐκείνου μὲν κατεγίνωσκεν ἀβελτηρίαν καὶ πολλὴν αὐθάδειαν τρόπων καὶ ἀκρισίαν λογισμῶν; εἰ ὧν καθάπαξ ἦν ἀμαθὴς, τοῖς σφόδρα περὶ ταῦτα ἠσχολημένοις καὶ διὰ βίου παντὸς ἐξησκηκόσιν ἐνόμισεν ἀμφισβητεῖν δεῖν· καὶ μὴ μόνον εἰς λόγος ἥκειν, καὶ βλέμμασι σοφιστικοῖς, τῶν ἐκ τῶν θεοφόρων ἀνδρῶν ἄνωθεν παραδεδομένων ἀφίστασθαι πειρᾶσθαι πείθειν, ἀλλ᾽ εἰ μὴ πείθοιντο καὶ συκοφαντίαις πολλαῖς καὶ λοιδορίαις καὶ ὕβρεσιν ὑποβάλλειν· οὐ μὴν, καὶ πρὸς τὸ πολεμεῖν ἐκείνῳ πρόθυμος ἦν, ὅτι δέοι τῆς ἡσυχίας καὶ τῆς ἐν τῇ ψυχῇ γαλήνης ἐννοῶν, καὶ τῆς ἐκεῖθεν ἀγαλλιάσεως ἀποστὰς, ἀντιλογίαις προσέχειν, καὶ πολλῆς ἐμπίπλασθαι τῆς ἀηδίας καὶ ταραχῆς. Διὸ καὶ πάντα τρόπον ἐπειρᾶτο τὴν κινουμένην ἔριν κατακοιμίζειν καὶ πείθειν τὸν τῇ φλογὶ ταύτῃ τὴν αἰτίαν παρεσχηκότα, τὸν μὲν κεκινημένον πόλεμον κατατίθεσθαι, καὶ τῶν κατὰ τῆς ἡσυχίας ἀποσχέσθαι βλασφημιῶν, καὶ τοῖς πολεμηθεῖσιν ἀδίκως σπείσασθαι, σοφίᾳ δὲ τῇ ἔξω προσέχειν ἧς τὰ πρῶτα φέρεται, καὶ ταύτῃ πειρᾶσθαι τὴν παρὰ τῶν πολλῶν ἢ καὶ τῶν σοφωτέρων εὐφημίαν καρποῦσθαι, καὶ μὴ πρὸς οὐδὲν αὐτῷ χρήσιμον ἀποδύεσθαι τὸν ἀγῶνα. Ὁ δὲ, καὶ γὰρ ἔδει χαλεπὸν ἡμῖν τὸ κλυδώνιον ἐγερθῆναι, καὶ θεραπευόμενος ὀλιγώρει, καὶ πρὸς εἰρήνην παρακαλούμενος οὐχ ὑπήκουεν· ὅθεν καὶ Γρηγόριος ἐχρῆτο τοῖς λόγοις, καὶ τὴν σοφίαν τοῦ Πνεύματος ἀντετίθει τῇ καταργουμένῃ κατὰ Παῦλον σοφίᾳ, καὶ τὰς ἐκ τῶν συλλογισμῶν ἀνάγκας, καὶ τὰ σοφίσματα διέλυεν εὐχερῶς· τῶν ἀγαθῶν μὲν εἶναι τὸν λόγον καὶ τὴν σοφίαν δὴ ταύτην ἀποδεικνὺς, ἀλλ᾽ οὐχ ὥστε καὶ Θεῷ δύνασθαι οἰκειοῦν· μᾶλλον μὲν οὖν καὶ φυσῶσαν, καὶ Θεοῦ πόῤῥω βάλλουσαν, εἴ τις αὐτῇ μὴ κατὰ λόγον χρῷτο μηδ᾽ ὡς προσῆκον, ἀλλ᾽ αὐτῇ προσέχοι διηνεκῶς ματαίᾳ καὶ ἀνοήτῳ σχολῇ τὸν βίον καταναλίσκων, καὶ μηδὲν εἰς τὴν ἐκεῖθεν μακαριότητα συντελούσῃ, ἔνθα μὴ σοφίᾳ λόγων καὶ δύναμις πλέον ἔχει τῆς ἀμαθίας, ἀλλ᾽ ἡ τῶν σωτηρίων ἐντολῶν τήρησις τοῦ Χριστοῦ, καὶ ἡ κατ᾽ αὐτὰς ἐργασία καὶ ψυχῆς ἐκ τῶν αἰσχίστων παθῶν κάθαρσις καὶ συντήρησις, καὶ πρὸς Θεὸν καθ᾽ ὅσον ἔξεστι νεῦσίς τε καὶ οἰκείωσις τῆς ἀλήκτου μακαριότητος καὶ τῆς αἰωνιζούσης εὐδαιμονίας γίνεται πρόξενος. Τοῖς γε μὴν τὸν μονήρη βίον ἀνῃρημένοις καὶ μέτρα τίθησι καὶ ὅρους τινας ἐφ᾽ ὅσον δεῖ, καὶ ὅτε τῇ παιδείᾳ ταύτῃ προσέχειν, μᾶλλον δ᾽ εἰ πρὶν εἰς τοῦτο σχήματος ἥκειν, ταύτης ὁποσοῦν ἔτυχον μετασχόντες, ὅπως μὴ δέον τοῖς ματαίοις τούτοις τὴν διάνοιαν ἀσχολεῖν, ἀλλ᾽ ὥσπερ ἄλλης πάσης ὑλικῆς προσπαθείας, οὕτω δὴ καὶ ταύτης χρήσιμον ὑπερηρκότας τὸν νοῦν, Θεῷ προσέχειν διηνεκῶς τὸ τῆς ψυχῆς ἀποκαθαίροντας ὄμμα, καὶ δεκτικὸν ποιοῦντας τῶν θείων ἀπαυγασμάτων· καὶ ὥσπερ ἐκ ταπεινωτέρων, τῶν τῆς πράξεως δηλαδὴ, μεταβαίνοντας ἀγώνων καὶ παλαισμάτων ἐπὶ τὴν θεωρίαν χωρεῖν, καθ᾽ ἣν προκόπτοντας οὐ τὰς αἰσθήσεις μόνον ἀπράκτους μένειν συμβαίνειν, ἀλλὰ καὶ τὸν νοῦν αὐτὸν, πᾶσαν νόησιν καὶ κίνησιν ἀποτίθεσθαι, καὶ ἄγεσθαι ᾗ ἂν τῷ ἄγοντι δοκείοι, ἐλλάμψεών τε καὶ φωτισμῶν ἐκεῖθεν ἀναπίμπλασθαι θείων, καὶ λόγους κτίσεως ἐκδιδάσκεσθαι, καὶ μυστηρίων ἀῤῥήτων γενομένους μετόχους, εἰς τὸ ἀρχαῖον ἐπανέρχεσθαι κάλλος, καὶ πάντα γίνεσθαι μετουσίᾳ, ὅσα φύσει πέφυκεν εἶναι Θεός. Ταῦτα δὲ πᾶσι κοινὰ προκεῖσθαι ἀγωνίσματα καὶ βραβεῖα οὐ τοῖς λόγου μόνον καὶ τῆς ἔξω σοφίας μετεσχηκόσιν, ἀλλὰ καὶ τοῖς καθάπαξ τούτων ἀπείρως ἔχουσιν, οὐδὲν παραβλαπτομένοις πρὸς τὴν κτῆσιν τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων· ἀλλ᾽ εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, ῥᾷον πρὸς τελειότητα τῆς πνευματικῆς ἡλικίας ἀφικνουμένοις, ἅτε δὴ πρὸς τὸ ἄτυφον καὶ ταπεινὸν εὗ μάλα διακειμένοις, ἐπειδὴ καὶ τοῖς τοιούτοις ἑαυτὸν ὡς τὰ πολλὰ φιλεῖ ἐμφανίζειν. τοὺς γὰρ ὑπερηφάνους ὁ θεῖος ἔφη Δαβὶδ, ἕως σφόδρα παρανομεῖν· ἐξ ὧν συμπεραίνεται, μὴ τὴν σοφίαν τοῦ κόσμου τούτου τὴν καταργουμένην φωτίζειν δύνασθαι τὴν κεκτημένην ψυχὴν, μηδ᾽ οἰκειοῦν Θεῷ, ἀλλὰ τὴν διὰ τῶν ἔργων ὄντι φιλοσοφίαν, ἢ καὶ καθαίρειν δύναιτ᾽ ἂν καὶ φωτίζειν, καὶ φίλους Θεῷ καὶ ἀσωμάτοις παραπλησίους τοὺς αὐτῇ προσέχοντας ἀπεργάζεσθαι. Ὑπὲρ μέν τοι τῆς ἱερᾶς ἡσυχίας οὕτω σαφῆ καὶ καθαρὸν πεποίηται τὸν λόγον, καὶ οὕτως ἐπὶ πᾶν ἀκριβείας ἥκοντα καὶ ἐμπειρίας τῆς κατ᾽ αὐτὴν, ὡς μηδένα μηδαμῶς τῶν πρότερον θεοφόρων ἀνδρῶν ἐπὶ ταύτην ἑαυτοὺς καθέντων τὴν πραγματείαν, οὕτω κατάλληλον θέσθαι καὶ πᾶσιν ἐφαρμόζουσαν τὴν διδασκαλίαν, καὶ τελείοις καὶ ἀτελέσι καὶ μέσοις, καὶ μηδὲν ἐλλελοιπέναι τῶν ἑκάστῳ προσφυῶν τε καὶ οἰκείων θεωρημάτων. Οἱ μὲν οὖν ὑπὲρ ἡσυχίας τοῦ μεγάλου Γρηγορίου λόγοι, λοιδορουμένης καὶ τὰ ἔσχατα πασχούσης ἀδίκως, οὕτω λαμπροὶ καὶ τῆς πνευματικῆς καὶ τῆς ἐκτὸς σοφίας οὐδεμίαν λελοιπότες ὑπερβολήν· ὑπὲρ ὧν οὐδὲ βουλομένοις μὴ ὅτι γ᾽ ἐπαινέσαι πρὸς ἀξίαν ἡμῖν ἐξέσται, ἀλλ᾽ οὐδ᾽ ἁπλῶς ὑπογράψαι τῷ λόγῳ καὶ τὴν συντονίαν καὶ τὸ κάλλος καὶ τὸ βάθος τῶν νοημάτων, ὧν εἰ τις τὴν ἐν πᾶσιν ἀγαθοῖς ὑπερβολὴν ἐθέλοι καταμαθεῖν οὐχ ἑτέρωθέν ποθεν, ἀλλ᾽ ἐξ αὐτῶν ἐκείνων τοῦ ποθουμένου τυχεῖν ἐξέσται. Λόγοις μὲν οὕτω τῇ εὐσεβείᾳ πολεμουμένῃ σὺν πολλῇ παρέστη τῇ προθυμίᾳ τε καὶ σπουδῇ· ἐπεὶ δὲ τὸν ὑπὲρ αὐτῆς ζῆλον, οἷον ἐν τῇ ψυχῇ φέρων ἦν, καὶ ἔργοις ἔδει φανερὸν καθιστᾶν, καὶ μηδ᾽ ἐν τούτῳ τῷ μέρει τῶν πολλὰ καμόντων ὑπὲρ τῆς εὐσεβείας ἀπολειφθῆναι, τί γίνεται; Τὸ πρὸς οὕτω γενναῖον ἀνταγωνιστὴν πολεμεῖν ὁ Βαρλαὰμ ἀπογνούς· ἤδη γὰρ ἐκ πρώτης ἀφετηρίας κατάκρας ἦν νενικημένος καὶ ᾐσχημένος· ἐπὶ τὴν μεγάλην πόλιν χωρεῖ οὐ κράτει λόγων θαῤῥῶν τοσοῦτον, ὅσον ᾤετο διαβολαῖς καὶ συκοφαντίαις τοῦ μεγάλου περιέσεσθαι Γρηγορίου, ἀλλ᾽ ὥσθ᾽ ὅτι καὶ τῶν ἑλληνικῆς ἐνταυθοῖ μετεσχηκότων παιδείας ὄντων πολλῶν, καὶ διὰ τοῦτ᾽ ἐκείνου σφοδρῶς περιεχομένων, ἐφ᾽ οὕτω σαθροῖς ἐρείσμασι τὸ πρὸς ἐκεῖνον δυσμενὲς ὑπερείσας· ἤδη γὰρ πρὸς ἐκεῖνον πᾶς ὁ πόλεμος ἐξεῤῥάγη· τῶν προτέρων εἴχετο πάλιν πλάνην αὐτοῦ καταβοῶν, καὶ τὴν ἡσυχίαν ὡς τῆς πλάνης αὐτῷ ταύτης καταμεμφόμενος· διθείαν τε καὶ τῶν ὀρθῶν δογμάτων παρατροπὴν ἐγκαλῶν, καὶ πάντα ὁντινοῦν αὐτῷ πειρώμενος ἐπεγείρειν, καὶ ψῆφον ἐκείνου μηχανώμενος, ὡς ὀρθῶς μὴ φρονοῦντος ἐρήμην κατενεχθῆναι. Ὃ κἂν συνέβη ταῖς ἀπάταις ἐκείνου καὶ τοῖς σοφιστικοῖς κλέμμασι καὶ περινοίαις πάντων, πλὴν ὀλίγων ὑπενεχθέντων, οὕτω σοφῶς τοῦ Θεοῦ τὰ κατὰ τὸν μέγαν τῆς εὐσεβείας ἀγωνιστὴν συγχωροῦντος, ἵνα καὶ μᾶλλον ἀνακηρυχθῇ καὶ λαμπρότερος ἐπὶ τῶν ἔργων δειχθῇ, ὡς μόνος οὕτω φλόγα τῆς ἀσεβείας πρὸς ὕψος ἀέριον ἐξαρθεῖσαν δυνηθεὶς κατασβέσαι, εἰ μὴ ταχέως ἐκεῖνος ἐπιφανεὶς, ἅπαντα ἀνέτρεψε καὶ διέλυσεν. Ὡς γὰρ ἐπὶ δίκην ἐδόκει καλεῖν ἐκεῖνον, τῶν μήπω συνθεμένων τῇ δυσσεβείᾳ τοῖς πράγμασι ὀρθῶς διαιτώντων, καὶ δεῖν οἰομένων καταψηφίζεσθαι μηδενὸς πρὶν καιρὸν εἰς ἀπολογίαν λαβεῖν, καὶ τῷ ἐγκαλοῦντι κατὰ πρόσωπον ἀντιστῆναι, ἐκεῖνος μὲν ἀναβαλλόμενος οὐδὲν ὀξέως παρῆν· πάντα δ᾽ ὑπεχώρει τὰ χαλεπὰ, ῥᾷον ἢ ἡ τοῦ φωτὸς παρουσία τὸ σκότος διαλυόμενα, καὶ ἡ ἀλήθεια τὴν προσήκουσαν ἐλάμβανε παῤῥησίαν, καὶ τὸ ψεῦδος κατῃσχύνετο δραπετεῦον· οὐ γὰρ ἦν οὐδεὶς, ὃς τῆς ἐκείνου γλώττης τῆς θεολόγου καὶ τῆς ὑψηλῆς διανοίας καὶ οὐρανίου πεῖραν λαμβάνων, οὐκ εὐθὺς ἐπὶ τὴν ἀποστολικὴν καὶ πατρικὴν ἐνήγετο πίστιν, καὶ σαφῆ τὴν συμφωνίαν τοῖς ὑπ᾽ ἐκείνου λεγομένοις, πρὸς τοὺς θεοφόρους θεολόγους καὶ τῶν πιστῶν τῆς Ἐκκλησίας, διδασκάλους συνεμαρτύρει· εὐθὺς μὲν οὖν καὶ πρὶν εἰς χεῖρας ἥκειν τὸν πολέμιον τρεψάμενος ἦν, πάντων αὐτῶν δυσσέβειαν κατεγνωκότων πολλὴν, καὶ δεῖν οἰομένων μετὰ τῆς βλασφήμου γλώττης ποιεῖν ἐκ μέσου, καὶ μὴ πρόφασιν ἀπωλείας καταλείπειν τοῖς ἁπλουστέροις.

Ἐπεὶ δὲ καὶ λαμπρῶς ἐπὶ θεάτρου τὸν ἀθλητὴν ἀνακηρυχθῆναι προσῆκον ἦν, καὶ τὴν δυσσέβειαν μᾶλλον αἰσχυνθῆναι θριαμβευθεῖσαν, καὶ τοῦτο γίνεται μεθ᾽ ὅσης ἄν τις εἶποι τῆς παῤῥησίας καὶ τῆς λαμπρότητος· τοῦ γὰρ πολλοῖς τροπαίοις τὴν ἑσπέραν διαλαβόντος, ἄρτι τῆς στρατείας ἐπανήκοντος βασιλέως, ἡ σύνοδος, αὐτοῦ παρόντος καὶ τοῖς πράγμασιν ἀξίως ἑαυτοῦ διαιτῶντος, συνεκροτεῖτο· οὗ τῶν λογάδων μόνον τῆς Ἐκκλησίας, καὶ τοῦ τὴν ἱερὰν ἀρχὴν τότε πεπιστευμένου, καὶ ὅσοι τῶν ἐν τέλει καὶ ἄλλως ἐπιφανῶν, ἀλλὰ καὶ τῆς πόλεως σχεδὸν ἁπάσης σπουδῇ συνδεδραμηκότων, ζημίαν οὐ μικρὰν ἑκάστου λογιζομένου πανηγύρεως τοιαύτης ἀπολειφθῆναι. Τὴν μὲν οὖν Γρηγορίου τοῦ μεγάλου τότε σπουδὴν, καὶ τὴν περὶ τὸ λέγειν τέχνην, ἢ τὴν πνευματικὴν μᾶλλον σοφίαν καὶ τὴν ἐξ ὕψους δύναμιν ἣν ἐνεδέδυτο, καὶ ᾗ τῶν ἐναντίων ἀπετέφρου τοὺς λόγους, οὐ ῥάδιον οὐδ᾽ εὐχερὲς ἔμοι γοῦν διελθεῖν· ἐκεῖνο δὲ μόνον ἀναγκαῖον εἰπεῖν, ὅτι πάντας κατέπληξε καὶ φίλους καὶ πολεμίους· τοὺς μὲν οἷς ἦγχεν, ἐπιστομίζων στεῤῥαῖς ἀνάγκαις, τοὺς φίλους δὲ, καὶ τῶν πώποτε θαυμασθέντων ἐπὶ σοφίᾳ πολλῷ τῷ μέσῳ δόξας κεκρατηκέναι. Ὁ μὲν οὖν περὶ εὐσεβείας ἀγὼν αὐτῷ τοιοῦτον εἰλήφει πέρας, λαμπρὸν οὕτως ἀπὸ τῶν πολεμίων τρόπαιον ἀναστήσαντι, καὶ τὸν πρὶν διώκτην καὶ ὑβριστὴν συνθέσθαι τῇ εὐσεβείᾳ καταναγκάσαντι, κἂν πρὸς ἀπάτην ἦν αὐτῷ καὶ ψεῦδος τὰ εἰρημένα, τῷ καιρῷ καὶ τοῖς πράγμασι πανούργως μεθαρμοσθέντι. Οὐ μὴν ὁ τοῖς ἀγαθοῖς ἐχθρὸς καὶ πολέμιος ἐξ ἀρχῆς, Γρηγόριόν τε καὶ τὴν ὀρθὴν ὑπὲρ ἧς ἐκεῖνος ἠγωνίζετο πίστν πολὺν χρόνον ἀπείραστον ὑπέμεινεν ἐκλιπεῖν· ἀλλ᾽ ἐπεὶ μετὰ τῆς βλασφήμου γλώττης οὐκ ἐν πολλῷ τῷ μέσῳ τῆς κακίας ὁ ἀρχηγὸς ἐκεῖνος ἐκποδὼν ἦν, τοῖς φίλοις προσχωρήσας Λατίνοις, καὶ ἡ τῆς ἀσεβείας φλὸξ καλῶς ἐδόκει κατασβεσθῆναι, ἀθρόον ἐκείνου πολλῷ χαλεπώτερος πόλεμος ἐξεῤῥάγη· τῶν γὰρ ὁμιλητῶν ἐκείνου καὶ φοιτητῶν ὁ μάλιστα τῆς λύμης μετεσχηκὼς, οὐ τοῦ πρὸς τὴν εὐσέβειαν μόνον, ἀλλὰ καὶ τοῦ πρὸς τὸν μέγαν πολέμο κληρονόμος εὐθὺς ἐδείκνυτο. Καὶ πάλιν ἀγώνων ἑτέρων καὶ σκαμμάτων ἀρχὴ πολλῷ τῆς προτέρας χαλεπώτερα· ἐφιλονείκησε γὰρ ὁ δεύτερος ὑπερβαλέσθαι κακίᾳ τὸν πρὸ αὐτοῦ, καὶ τῆς ἀσεβείας καθόσον οἷόν τε πολλῇ προστῆναι σπουδῇ· μείζω τε γὰρ ἐκείνου καὶ χαλεπώτερα πρὸς λόγον ἀσεβείας ἐξεῦρε, καὶ τῆς βλασφημίας πολλοὺς εἰργάσατο κοινωνούς. Οὐ μὴν οὐδ᾽ ὁ τῆς εὐσεβείας ἀγωνιστὴς Γρηγόριος ἠμέλει πρὸς ταῦτα, ἀλλὰ παντοῖος ἦν, ἔργοις καὶ λόγοις τὴν ἐξαφθεῖσαν φλόγα κατασβέσαι φιλονεικῶν· καὶ πρῶτα μὲν Ἀκινδύνῳ πολλὴν προσῆγε τὴν θεραπείαν, ἐλέγχων, ἀποδεικνὺς, τὴν κοινωνίαν τῆς ἀσεβείας προσονειδίζων, πάντα πράττων ὅπως ἐκεῖνον ἴδῃ πρὸς τὴν εὐσέβειαν μεταθέμενον· ἐπεὶ δ᾽ ἀνίατα νοσῶν, καὶ τὴν τῆς ἀσεβείας ἄχρι τρυγίου κύλικα σπάσας ἐκεῖνος ἦν, τοῖς λόγοις ἐχρῆτο καθάπερ βέλεσι καὶ τὸ πονηρὸν ἐτίτρωσκε στίφος, λογογραφῶν μὲν τὴν εὐσέβειαν, καὶ παντὶ τῷ βουλομένῳ προτιθέμενος ἀκριβῶς τὰ τῆς θεολογίας ἀπόῤῥητα, καὶ τὰ βάθη τοῦ Πνεύματος μετὰ τοῦ Πνεύματος ἐρευνῶν, καὶ διὰ πάντων τοῖς ὑπὲρ τῆς ἀληθείας ἠγωνισμένοις διδασκάλοις τῆς Ἐκκλησίας ὁμογνώμων καὶ σύμπνους ἀναδεικνύμενος· τοῖς δὲ ψευδέσιν ἐκείνων λόγαις κατὰ τῆς ἀληθείας ἐξευρημένοις πολέμιος ἀτεχνῶς, καὶ πάντα ὥσπερ ἀδρανῆ τινα καὶ σεσηπότα δίκτυα διαλύων. Δεῆσαν δὲ καὶ σύνοδον αὖθις πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν ἀθροισθῆναι, τάχιστα μὲν συνεκροτεῖτο μεγάλη καὶ πολυάνθρωπος· ὁ δὲ τῆς ἀληθείας ὑπέρμαχος καὶ στεῤῥὸς ἀγωνιστὴς, ὁ πολὺς ἐν σοφίᾳ καὶ πλείων ἐν εὐσεβείᾳ Γρηγόριος, οὐδὲ πολλῶν ἐδεήθη λόγων πρὸς ἔλεγχον τῆς κακίας, ἀλλ᾽ ἤρκεσε μόνον τοῖς προτέροις ὁμογνώμονας ἀποδεῖξαι, τοὺς ἀντικαθημένους καὶ ἀντιδόξους, καὶ πάντα ἦν ῥᾷστα διηνυκὼς, καὶ τῶν ὀρθῶν παραχαράκτας δογμάτων καὶ πολεμίους τῆς ἀληθείας τοὺς ἀντιπάλους ἀποδεικνύς· πάντες γὰρ ὥσπερ ἐκ μιᾶς καὶ γλώττης καὶ γνώμης, δυσσέβειαν μὲν ἐκείνων κατεψηφίζοντο, καὶ ταῖς αὐταῖς ἐπῆγον ἐπιτιμίαις, αἷς καὶ τὸν πρώτως τῆς αἱρέσεως ταύτης ἄρξαντα, εἰ μὴ μεταβάλοιεν καὶ τὴν ὀρθὴν ἀσπάσαιντο πίστιν· Γρηγόριον δὲ καὶ λόγοις καὶ γράμμασιν ἀνεκήρυττον, καὶ τὰ βέλτιστα πάντα προσεμαρτύρουν, καὶ πολλῆς ἠξίουν τῆς εὐφημίας καὶ τῶν κρότων καὶ τῶν στεφάνων.

Ἆρ᾽ οὖν ἐν μὲν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν οὕτως ἦν θερμὸς καὶ ζέων τῷ πνεύματι, καὶ πάνθ᾽ ὅσα χρὴ τὸν θεολόγον μετὰ πολλῆς ὢν τῆς ὑπερβολῆς, ἐν τοῖς κατ᾽ ἀρετήν ἔργοις λαμπρὸς καὶ περιφανὴς, ὀξὺς τὸν νοῦν καὶ πεφωτισμένος τῷ θείῳ Πνεύματι, τῇ τῶν Γραφῶν ἐμπειρίᾳ τοὺς ἐπ᾽ ἐκεῖνο τοῦ χρόνου κατόπιν θέμενος, οἶμαι δὲ καὶ τοὺς ὕστερον ἐσομένους· τοῦ χειμῶνος δὲ τῶν πειρασμῶν προσβαλλόντος, καὶ σάλου πολλοῦ καὶ τοῦ ῥοθίου τῶν δεινῶν περισχόντος, μικρόψυχόν τι καὶ ἀγενὲς ἢ πράξας ὥφθη, ἢ καὶ μελήσας; οὐδαμῶς· ἅπαν μὲν οὖν τοὐναντίον, μετὰ πολλῆς τὰς τῶν δεινῶν ἐπιφορὰς τῆς πραότητος καὶ τῆς μακροθυμίας ὑπενεγκών· ἐπειδὴ κἀκεῖνα πολλὴν αὐτῷ προξενήσοντα τὴν εὐδοκίμησιν ἤδει, μᾶλλον δ᾽ ὅτι καὶ ταῦθ᾽ ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης ἑαυτῷ συνήδει καὶ τῆς κατ᾽ εὐσέβειαν ἀληθείας ὑπενεγκόντι. Ὡς γὰρ ὁ πρὸς ἀλλήλους τοῖς ὁμοφύλοις πόλεμος κακῶς μὲν, καὶ ὡς οὐκ ὥφελε· τὴν γὰρ κοινὴν εὐτυχίαν Ῥωμαίοις ἀνάλωσε καὶ διέφθειρε· κακοῖς περιέβαλε τοῖς ἐσχάτοις, ἀνῆπτον δ᾽ οὖν ὅμως· τί γὰρ δεῖ τὰ πᾶσι γνώριμα διεξιόντα, τῶν ἐντυγχανόντων ἀποκναίειν τὰς ἀκοάς; Κινεῖται μὲν καὶ ὁ τὴν ἀρχὴν τηνικαῦτα τῆς μεγάλης τῶν πιστῶν Ἐκκλησίας πεπιστευμένος, ἀναλόγως ἄν τις εἰποι καὶ ἀνοήτως τοῖς ἰδίοις ἐπιβουλεύειν, λύκος ἀντὶ ποιμένος γενόμενος ἀτεχνῶς, ἀνάπτει δὲ τὴν φλόγα σφοδρῶς τοῦ πολέμου, καὶ πᾶσιν ἐπ᾽ ἀλλήλους ἐκβαίνει τρόποις, οἷς ὁσημέραι τὴν εἰρήνην ἀναφωνῶν ἦν, καὶ τῆς οἰκείας ὥσπερ ἐπιλελησμένος ἀξίας, καὶ τοῦ καταλλάξαντος ἑαυτῷ τὸν κόσμον ἰδίῳ αἵματι, ὅτι μαθητὴς εἶναι πεπιστευμένος, εἶτα πᾶν τοὐναντίον δρώη ἐπὶ κακῷ μὲν κεφαλῆς τῆς ἰδίας, κακῷ δὲ τῶν πειθομένων, ὅσους ἐξῆν ἐφέλκεται πρὸς τὸ πολεμεῖν, τοὺς μὲν πείθων, τοὺς δ᾽ ὡς οἷόν τε βιαζόμενος.

Ἐπεὶ δὲ καὶ πρὸς τὴν ἔργοις καὶ λόγοις καὶ πᾶσιν οἷς ἐκεκόσμητο καλοῖς ὁ πάντα θαυμαστὸς Γρηγόριος περιφάνειαν εἶδε, καὶ πολλῆς ἐνόμισε ῥοπῆς ἐκ τούτου πρὸς τὸ σπουδαζόμενον εὐπορήσειν, πάντα μὲν ὅ φασι κάλων ἐκίνει, καὶ πᾶσι τρόποις ὑπεποιεῖτο, τῆς οἰκείας κακοβουλίας συνεργὸν καὶ σπουδαστὴν ἐκεῖνον θέλων παραλαμβάνειν. Ἐκ πρώτης δὲ πείρας ἀποκρουσθεὶς, ὥσπερ κῦμα πέτρᾳ περιπεσὸν, καὶ τὸ κοινῇ συνοῖσον καὶ τὸ προσῆκον αὐτοῦ τῷ ἤθει καὶ τῷ σχήματι διδαχθεὶς, δέον ἀποσχέσθαι τῶν ἀτόπων ἔργων, καὶ τῆς ἐπανορθώσεως εἰδέναι χάριν τῷ πρὸς ἐλευθερίαν διειλεγμένῳ· ὁ δὲ τοὐναντίον ἅπαν ἦν, καὶ κακοῖς ἠμείβετο τὸν ἐκ βάθρου κακίας τό γε εἰς αὐτὸν ἦκον ἀναγαγόντα· καὶ διὰ πάσης ἦγε σπουδῆς κακοῖς ἐκεῖνον ἐσχάτοις περιβαλεῖν· οὔκουν οὐδὲ ἀπέσχετο τῶν περιέργων οὐδενὸς καὶ μοχθηρίας ἐσχάτης πεπληρωμένων, ἕως τὴν πρὸς ἐκεῖνον τῆς ψυχῆς δυσμένειαν εἰς ἔργον εἶδεν ἐκβᾶσαν.

Ὡς γὰρ οὐδὲν ἐκείνῳ τῶν δημοσίων ἐγκλημάτων εἶχεν ἐπαγαγεῖν· ἤδει γὰρ αὐτὸν τῶν κατὰ τὸν βίον θορύβων τε καὶ πραγμάτων οὐδὲν ἦττον ἢ οἱ πάλαι τεθνηκότες ἀπεσχημένον, ἐπὶ τὴν εὐσέβειαν εἶδε καὶ τὴν ταύτης συκοφαντίαν· καὶ θᾶττον ἢ ἄν τις ᾠήθη μεταβαλὼν, τοὺς μὲν ἀποκηρύκτους καὶ πολεμίους τῆς ἀληθείας ἐν τοῖς πρώτοις εἶχε τῶν φιλουμένων, καὶ πάντα κατὰ τῆς εὐσεβείας ἢ τῆς ἰδίας μᾶλλον ἐχαρίζετο κεφαλῆς· οὓς δὲ πρότερον καὶ λόγοις καὶ γράμμασιν ἦν θαυμάζων, καὶ τῆς ἀληθείας πρεσβευτὰς καὶ τῆς ὀρθῆς πίστεως ἐκάλει προστάτας, τούτους δὲ τῶν αὐτῶν ὧν περ καὶ πρότερον δογμάτων ἐξεχομένους, καὶ μηδεμίαν ἐπιδεδεγμένους παρατροπὴν, ἐγκλήμασι δυσσεβείας ὑπευθύνους καθίστη. Ἐντεῦθεν τί μὲν ἐπέλιπεν εἶδος κακίας; μᾶλλον δὲ ποῖον οὐκ ἐπεδείξατο μεθ᾽ ὑπερβολῆς; συλλόγους ἀθέσμους καὶ πονηρὰ συνέδρια συνεκρότει, καὶ γράμματα δυσσεβείας ἐξετίθετο μεστὰ, καὶ Γρηγόριος μετὰ τῆς ἀληθείας ὁ στεῤῥὸς ἠλαύνετο τῆς ἀληθείας προστάτης, καὶ κακῶς ἤκουε, καὶ δεσμωτήριον ὥκει, καὶ διὰ πάσης μηχανῆς ἐκακοῦτο· ἡ δὲ τῆς ἀσεβείας ὑπερήρετο φλὸξ, καὶ οἱ ταύτης σπουδασταὶ καὶ πρόμαχοι πολλῆς ἠξιοῦντο παρὰ τῷ καλῷ τῆς Ἐκκλησίας προστάτῃ τῆς κηδεμονίας καὶ τῆς αἰδοῦς, καὶ ἱερέων ἐνεγράφοντο καταλόγοις οἱ βέβηλοι τὰς χεῖρας καὶ τὰς ψυχὰς, καὶ πάντα τὰ δεινότατα ἐτολμᾶτο.

Ἆρ᾽ οὖν ἡ κινουμένης τῆς αἱρέσεως εὐθὺς ἐξ ἀρχῆς τὸ δολερὸν ταύτης ἠγνόησε καὶ ἀπόκρυφον τοῖς ἄλλοις παραπλησίως καὶ Γρηγόριος, ὁ τῷ φωτὶ τῆς Τριάδος πεφωτισμένος, ἢ οὐκ ἠγνόησε μὲν, πρὸς δὲ τὸ τοῦ ἀγῶνος μέγεθος ἀπιδὼν, καὶ τοὺς πόνους καὶ τοὺς καμάτους ἑτέρῳ τὸ πρωτεῖον ἐν τοῖς πόνοις ἔχειν παρῆκεν, αὐτὸς ἐν ῥᾳθυμίᾳ ζῆν ἡρημένος, ἢ τοῦτο μὲν οὔ, οὐ μετὰ πολλῆς δὲ τῆς προθυμίας καὶ τῆς σπουδῆς τῶν ὑπὲρ τῆς ἀληθείας ήψατο παλαισμάτων, ἢ ἐν οἷς μὲν εὐδοκίμει καὶ παρὰ πάντων ἐκροτεῖτο καὶ ἐθαυμάζετο, θερμός τις καὶ ἀκάθεκτος ἦν, καὶ πρὸς τὴν ὑπὲρ τῆς ὀρθῆς πίστεως ἔνστασιν ἀπερίτρεπτος, καὶ παῤῥησίας καὶ ζήλου πλήρης, ὥσπερ ὑπὸ τῶν ἐπαίνων καὶ τῶν κρότων ἐρεθιζόμενος, τῶν δὲ πραγμάτων ὀστράκου δίκην μεταπεσόντων, τῶν μὲν ἐναντίων ὑπὸ τῶν τοὺς καιροὺς θεραπευόντων, καὶ ἀγενῶς καὶ μικροψύχως τοὺς ἐν ἐξουσίαις κολακευόντων ἐξαιρυμένων, αὐτοῦ δὲ κακῶς πάσχοντος καὶ εἰργομένου, καὶ παῤῥησίας οὐδαμῶς οὐδ᾽ ἐλευθερίας ἀπολαύοντός τινος, τὴν ἀταξίαν ἔδεισε τῶν καιρῶν, ἢ τὴν ὡμότητα τῶν ἀρχόντων, καὶ μικρόν τι τῆς τόλμης ὑφῆκε, καὶ τῆς ὑπὲρ τῆς ἀληθείας ἐνστάσεως ὑπεχώρησεν; οὐδαμῶς· ἀλλ᾽ ᾀεὶ καὶ διὰ πάντων ἴσος ἦν καὶ ὅμοιος ἑαυτῷ, καὶ καιρὸς ἀνέσεως καὶ πειρασμῶν παρ᾽ αὐτῷ διενήνοχεν οὐδέν· ἀλλ᾽ ἐλευθέρᾳ γλώττῃ καὶ γνώμῃ κἂν τοῖς κινδύνοις τὰ τῆς ὀρθῆς πίστεως δόγματα ἐξετίθετο, καὶ τοὺς δυσσεβοῦντας ὥσπερ βέλεσι κατετίτρωσκε τοῖς λόγοις ἀπὸ τῆς εἱρκτῆς ἀφιείς.

Ἀλλ᾽ ἐπειδή ποτε καὶ τὴν ἀλήθειαν ἔδει παῤῥησίας τῆς ἀξίας τυχεῖν, καὶ τὸ ψεῦδος φυγαδευθῆναι ὥσπερ νόσος τῆς ὑγείας ὑποχωρῆσαν τῇ παρουσίᾳ, παύεται μὲν ὁ πολιτικὸς πόλεμος καὶ ἡ στάσις τῶν ὁμοφύλων μετὰ τὴν πολλὴν ἐκείνην κάκωσιν καὶ τὴν φορὰν τῶν ἀμυθήτων δεινῶν, ἐκείνῳ δὲ καὶ ὁ τῆς Ἐκκλησίας συναποσβέννυται, ἐπειδὴ καὶ τοῦτον ἔσχεν αἰτίαν, καὶ κατὰ τῆς ἀληθείας ὥσπερ ὑπασπιστὴν καὶ σύμμαχον ἰσχυρόν· λύεται δὲ καὶ τὰ δεινὰ Γρηγορίῳ. Καὶ ἦν αὖθις ἐν τοῖς προτέροις, καὶ παρὰ πάντων ἐκροτεῖτο καὶ ἐθαυμάζετο, καὶ τῷ τῆς Ἐκκλησίας μετὰ τὸν διώκτην καλῷ προστάτῃ διὰ πάσης ἤγετο τῆς τιμῆς, εὗ εἰδότι Θεῷ καὶ τοῖς ἐκείνου λατρευταῖς καὶ τῶν ὀρθῶν δογμάτων προστάταις τὸ προσῆκον σέβας ἀπονέμειν καὶ τὴν αἰδῶ καὶ βασιλεῦσι καὶ ταῖς ἐν τέλει καὶ πᾶσιν ὁμοῦ ποθεινὸς ἦν καὶ ἡδὺς ἰδεῖν τε καὶ προστυχεῖν καὶ τῶν ἐκείνου λόγων ἦσαν ἐξηρτημένοι· κανόνα τινὰ καὶ στάθμην θεολογίας καὶ δογμάτων ὀρθῶν ἀκρότητα τοῖς ἐπ᾽ εὐσεβείᾳ γνωριμωτάτοις παραπλησίως καὶ διδασκάλοις τῆς Ἐκκλησίας ἤδεσάν τε καὶ ἀνεκήρυττον.

Οὐ μὴν ἄχρι λόγων ἦσαν οὐδ᾽ ἐν ἑαυτοῖς τὸ κατ᾽ ἐκεῖνον περιφέροντες θαῦμα, ἀλλ᾽ εὗ εἰδότες, ὡς οὐκ ἐκεῖνον μᾶλλον ἢ τὸ κοινὸν τῆς τῶν πιστῶν ζημιώσουσιν Ἐκκλησίας, τὸν τῆς σοφίας λύχνον ἐκεῖνον καὶ καθαρὸν τοῦ Πνεύματος καταγώγιον ὑπὸ τὸν μόδιον κατακρύψαντες, σιγῆς βυθῷ καὶ λήθης παραδοθέντα, μόλις μὲν καὶ μετὰ πολλῆς ἱκετηρίας καὶ πειθανότητος, πείθουσι δ᾽ οὖν ὅμως τῆς περιωνύμου Θεσσαλονίκης ἱερῶς καὶ ὡς Θεῷ φίλον προστῆναι. Ἧ μεγέθους ὥσπερ καὶ κάλλους καὶ τῆς ἄλλης τῶν ἀγαθῶν χορηγίας ἀφθονωτάτης μετὰ τὴν πρώτην περίεστιν, οὕτω δὴ καὶ φορᾶς ἀγαθῶν ἀνδρῶν καὶ βίῳ καὶ λόγῳ καὶ πᾶσιν ὁμοῦ κεκοσμημένων τοῖς ἀγαθοῖς, ὥσπερ συγκεκληρωμένον ἄνωθεν ἐξ ἀρχῆς, οὐκ αὐτόχθοσι μόνον καὶ καρποῖς οἰκείοις καὶ παρ᾽ αὐτῇ τραφεῖσι καὶ αὐξηθεῖσιν ἐγκαλλωπίζεσθαι, ἀλλὰ καὶ εἴπου τις ἑτέρα γενναῖον τέκοι, ὑποδέχεσθαί τε καὶ οἰκειοῦσθαι, καὶ κοσμεῖν ὁμοῦ καὶ ἀντικοσμεῖσθαι δαψιλῶς τε καὶ φιλοτίμως. Ἀλλ᾽ αὖθις ἀγώνων ἄλλων ἀρχαὶ καὶ στεφάνων ἀφορμαὶ φύονται, καὶ μεγαλοψυχίας καὶ καρτερίας δείγματα τῷ ἁγίῳ, ὥσπερ συγκεκληρωμένον αὐτοῦ τῇ φύσει διὰ βίου μὲν παλαίειν ἀνιαροῖς, νικῶντα δὲ διὰ πάντων ἀναγορεύεσθαι. Παρῆν μὲν γὰρ ἐν Θεσσαλονίκη εἰρήνην εὐαγγελιζόμενος ἀληθῶς καὶ ἀγαθῶν ἐσμὸν, καὶ πᾶν ὅτι βέλτιστον ἐπαγόμενος· λείψανα δὲ τῆς στάσεως τὴν ἀρχὴν εἰσέτι παρελύπει Ῥωμαίων, καὶ τῆς φλαγὸς κατασβεσθείσης, οἱ ἄνθρακες ὑπελείποντο· καὶ οἱ στασιασταὶ τῷ μὲν ἐδόκουν ὑπείκειν, τῷ δ᾽ ἀντιπίπτειν τῶν βασιλέων· καὶ τῇ μὲν πόλει πράγματα παρεῖχον, καὶ κινδύνους ἐνειργάζοντο χαλεποὺς, σφίσι δ᾽ αὐτοῖς ἐκ τῶν τῆς πατρίδος κακῶν παρεῖχον πλουτεῖν.

Ταύτης δὴ τῆς μοχθηρίας τῶν ἐπὶ κακῷ τῆς πόλεως ἀρχόντων ὁ μέγας παραπολαύει ποιμήν· καὶ τὴν εἴσοδον τὴν εἰς τὴν πόλιν οὐ συγχωρεῖται, ἀλλὰ συνασχημονεῖν αὐτῇ, καὶ τὴν στάσιν συνεπεγείρειν κατηναγκάζετο. Καὶ τοῦ μὲν τῶν βασιλέων ὑπερεύχεσθαι καὶ μεμνῆσθαι, τοῦ δ᾽ οὐδαμῶς, ἵν᾽ εἴη στάσεως ἀφορμὴ καὶ πόλεμος τοῖς πολίταις ὁ τῶν ἀλλοτρίων ἀγαθῶν αὐτοῖς βίαιος ποριστὴς, ἡ μετὰ τῆς εἰρήνης συναπελαύνεσθαι, καὶ πλάνους ὑπομένειν καὶ πειραταῖς καὶ κλύδωσι, καὶ πᾶσιν ὁμοῦ παραβάλλεσθαι λυπηροῖς. Οἱ μὲν οὖν ἐπιεικεῖς τῶν πολιτῶν καὶ σώφρονες, οἵων ἀγαθῶν ἐκ τινῶν μοχθηρίας συνιέντες ἀποστεροῦνται, δεινὰ μὲν ἐποιοῦντο, καὶ τῆς ζημίας εὐχερῶς τὸ μέγεθος φέρειν οὐκ εἶχον, ἀμύνειν δ᾽ ἑαυτοῖς οὐδαμῶς οἷοί τε ἦσαν, καὶ πρὸ τούτων γε τῷ δικαίῳ· ὁ γὰρ δῆμος θαλάττης δίκην, οὐχ ὅποι δέον, ἀλλ ὡς ἂν ὁ προσπίπτων ἄνεμος ἐκταράττοι, φερόμενος ἀτάκτως καὶ θορυβούμενος τοῖς στασιασταῖς πολλὴν παρεῖχε ῥοπὴν, τὴν οἰκείαν μοχθηρίαν εἰς πέρας ἄγειν.

Τί δὲ ὁ τοῦ Χριστοῦ μαθητὴς τοῦ πράου καὶ φιλανθρώπου, καὶ πάντα φέρειν ὑπ᾽ ἐκείνου πράως δεδιδαγμένος; Ὡς μὴ τὰ οἰκεῖα μόνον, ἀλλὰ καὶ ταῖς ἑτέρων ψυχαῖς ἀνάπαυσιν ἐκπορίσῃ, τὰ σπλάγχνα μὲν ἤλγει καὶ συνεστρέφετο, τὴν ἀπώλειαν τῶν ταῦτα συσκευασάντων, τήν τε ζημίαν τῶν ἀναιτίων ὡς μεγάλη καὶ πρὸς ψυχὴν ἄγουσαν συνορῶν. Τὴν μεγαλοψυχίαν δ᾽ ὥσπερ τι φάρμακον ἑαυτῷ καὶ τὴν ἐν τοῖς δεινοῖς καρτερίαν ἐπιτιθεὶς, οὐδὲ ἄχρι λόγων ἢ σχήματος ἐφάνη τοῖς ἐλαύνουσιν ἐπαχθὴς, ἀλλὰ μετὰ τῆς συντρόφου καὶ φίλης αὐτῷ τῆς ψυχῆς γαλήνης καὶ τοῦ προσήκοντος καταστήματος ἀπεχώρει· καὶ νήσους ἐπὶ χρόνον τινὰ παρώκει, καὶ τοὺς ἐν ἐρημίαις καὶ ὄρεσι κατασχολὴν τὸ μέλι τῆς ἀρετῆς φιλοπόνως ἐργαζομένους, ὥσπερ τις στρατηγὸς περιήει, πρὸς τὸν ἔνδον καὶ κατὰ ψυχὴν πόλεμον ἐπεγείρων, καὶ κατὰ τῶν τῆς πονηρίας πνευμάτων διερεθίζων, καὶ νίκης ἀναδιδάσκων τρόπους καὶ παρατάξεως, ὡς ἂν μηδαμῶς ἀκερδὴς μηδὲ μικρὰν προσάγουσα, γένοιτο τῷ Θεῷ τὴν καρποφορίαν, καὶ ἡ πλάνη καὶ τῆς λαχούσης ἡ ἀποχώρησις.

Ἐν τούτοις δὲ ὄντι τῷ θαυμασίῳ, καὶ τῶν ἑτέροις σπουδασμάτων τὸ πάρεργον μεῖζον πολλῷ καὶ θαυμασιώτερον ποιουμένῳ, συμβάν τι τῶν ἀδοκήτων, εἰς Βυζάντιον ἠνάγκασεν ἐπανήκειν. Ὀλίγον τὸ μεταξὺ καὶ οἱ τὴν ἐκείνου πόλιν ἀναστατοῦντες ἐκποδῶν ἦσαν αὐτῇ στάσει καὶ πανουργεύμασι, τοῦ δήμου καὶ τῶν ἄλλων πολιτῶν αὐτὸς ἐξοστρακισάντων· καὶ συμφρονήσαντες ἡ πόλις ποιμένα τὸν καλὸν ἐπεζήτουν, καὶ πρεσβεία παρ᾽ αὐτῶν ἀφῖκτο κοινὴ, τῇ ποίμνῃ παρακαλοῦσα καὶ τοῖς θρέμμασιν ἐπιστῆναι. Ὁ δὲ, καὶ γὰρ οὐδὲν ἦττον τὸν οἰκεῖον ἐπόθει κλῆρον, ἢ ὅσον ἀντεποθεῖτο, τάχιστά τε παρῆν ὡς ἐξῆν, καὶ πολλῆς ὀφθεὶς ἐνέπλησε θυμηδίας. Τὴν μὲν οὖν ὑποδοχὴν τῆς πόλεως ὡς λαμπρὰ, καὶ τὸ προχυθὲν πλῆθος, οὐχ ὅσον εὐγενὲς μόνον καὶ προῦχον ἀξίᾳ, ἀλλὰ καὶ ὅσον ἀσημόν τε καὶ ἀγοραῖον, οὐκ ἀνδρῶν μόνον, ἀλλὰ καὶ γυναικῶν· τὸ γὰρ τῶν ἱερέων πλῆθος ἐῶ καὶ τῶν ἄλλως τῷ κλήρῳ κατειλεγμένων, οὐ μὴν ἀλλὰ καὶ ὅσον ἀνακείμενον ἦν. Θεῷ καὶ κατὰ μόνας αὐτῷ ζῶν, καὶ κόσμου κεχωρισμένον· καὶ ὑμνῳδίας εἰς αἰθέρα διῖκνουμένας, καὶ μύρων καὶ λαμπάδων πολύ τι πλῆθος, καὶ τὴν ἄλλην τῆς πανηγύρεως πολυτέλειαν καὶ φαιδρότητα, δραῶ μοι παρήσειν νῦν ἀναγκαίως· οὐ μόνον ὅτι πολλῆς ἡμῖν δεήσει σπουδῆς τε καὶ συντονίας, ὥστε πρὸς τοσοῦτον διηγήματος μέγεθας ἐξαρκέσαι, ἀλλ᾽ ὅτι καὶ τὸ προκείμενον ἡμῖν καθ᾽ ὅσον οἷόν τε τὸ μῆκος τοῦ λόγου περιαιρεῖν, καὶ τοῖς ἀναγκαίοις μόνοις ἐνδιατρίβειν· πλὴν ἐκεῖνο μόνον ἀναγκαῖον εἰπεῖν, ὡς τῆς μὲν ἀξίας οὐδὲν ἂν ἀφίκοιτο τῆς ἐκείνου. Ἡ πόλις δὲ καίπερ οὕτως οὖσα λαμπρὰ καὶ περιφανὴς, καὶ πᾶσιν οἶς ἂν ἀγάλλοιτο πόλις ἐς τὰ μάλιστα ἐῤῥωμένη, οὐδὲν τῶν εἰς αὐτὴν ἡκόντων παρῆκε τὸ μὴ οὐ πεπραχέναι· ἆρ᾽ οὖν τῇ πόλει μὲν οὕτω κρεῖττον ἢ κατὰ ἄνθρωπον ὑποδέδεικται ταῖς τιμαῖς, ἐπὶ τῶν ἔργων δ᾽ ἠλέχθη μεῖζον ἢ προσῆκε τετιμημένος; τοὐναντίον μὲν οὖν ἅπαν ἔδοξε παραπολὺ τῆς ἀξίας ἀπολελεῖφθαι. Οὕτω τὰ κατὰ τὸν οἰκεῖον κλῆρον ἐτίθει καλῶς, καὶ τοῦ Πνεύματος ἀξίως τοῦ ἐνοικοῦντος, καὶ ὡς ἂν ἑτέρῳ μὲν οὀδενὶ, ἐκείνῳ δ᾽ ἐξεῖναι μόνῳ.

Οὐ μὴν ὑπελώφησέ γε καθάπαξ τὸ κῦμα τῶν πειρασμῶν· οὐδ᾽ ὁ πειράζων ἠρκέσθη τοῖς προλαβοῦσιν, ἀλλ᾽ αὖθις ὑπεκινεῖτο, τοῦ πονηροῦ πνεύματος ἀντιπνέοντος· ὡς γὰρ οἱ τὰ Ἀκινδύνου κακῶς φρονοῦντες, τὴν Ἐκκλησίαν αὖθις ἐπειρῶντο ταράττειν, καὶ θορυβοῦντες οὐκ ἐπαύοντο, καὶ πράγματα παρεῖχον τοῖς βασιλεῦσιν, ἐπὶ δίκην προκαλούμενοι τὴν Ἐκκλησίαν, καὶ ἀδικίαν τὸ πρᾶγμα προσαγορεύοντες, εἰ μὴ τὰ κατ᾽ αὐτοὺς ἐξετάσεως τύχοι καὶ ἀκριβοῦς τῆς βασάνου, βασιλεῖ μὲν ἐδόκει, καὶ τῷ τηνικαῦτα τῆς μεγάλης Ἐκκλησίας προεστηκότι, σύνοδον εἶναι δεῖν συγκροτεῖν. Τῶν Ἀρχιερέων δὲ παρῆσαν μετακληθέντες ὅσοις ἐξῆν, καὶ μετὰ πάντων ἢ πρὸ τούτων μᾶλλον, ὁ πολὺς τὰ θεῖα Γρηγόριος ἐπεδήμει τῇ Κωνσταντίνου, ἐπειδὴ καὶ πρὸς ἐκεῖνον μᾶλλον, ὡς τοῦ λόγου προστάτην καὶ τῆς ἀληθείας γενναῖον ἀγωνιστὴν τὸ πλεῖστον ἢ τὸ πᾶν ἔβλεπε τοῦ ἀγῶνος. Ἔθροιστο τοιγαροῦν ἐν Βασιλείοις μεγάλη καὶ πολυάνθρωπος, καὶ τὰς προλαβούσας νικῶσα παραπολὺ καὶ βασιλεὺς ἐπεκόσμει ταύτην παρὼν, καὶ ὁ τῆς μεγάλης Ἐκκλησίας ποιμήν τε καὶ Πατριάρχης, Ἀρχιερέων δὲ πληθὺς οὐκ ὀλίγη, καὶ τῶν ἐν βασιλείοις ὅσον ἐκκριτον καὶ διαπρέπον ἐν ἀξιώμασι· τῶν γὰρ μοναστῶν ἑκὼν παρατρέχω πλῆθος καὶ τοῦ δήμου παντὸς, οἱ τοὺς ἐν τοῖς βασιλείοις οἴκους, καί τοι λίαν ὄντας λαμπροὺς καὶ περιφανεῖς, καὶ μεγέθει καὶ κάλλει τοὺς ὁπουδήποτε νικῶντας παραπολὺ, στενοὺς ἀπέφαινον, καὶ τῷ πλήθει τῶν συνειλεγμένων οὐκ ἐξαρκοῦντας. Τότε δὴ τρίτον τοῖς ἐναντίοις κατὰ τοὺς γενναίους τῶν ἀθλητῶν, ὁ τρισαριστεὺς Γρηγόριος συμβαλὼν, ἐνίκα τῷ περιόντι πολλῷ, οὐδὲ πρώτην προσβολὴν ὑποστάντος· καὶ τὸ ψεῦδος ἠσχύνετο κατὰ κράτος, καὶ τὴν προσήκουσαν εἶχεν ἡ ἀλήθεια παῤῥησίαν, καὶ Γρηγόριος ὁ μέγας ἐν τοῖς ἁπάντων στόμασιν ἐκροτεῖτο, καὶ πράγμασιν αὐτοῖς καὶ λόγοις ἀνεκήρυττον.

Ἐπεὶ δὲ καὶ πρὸς τὴν λαχοῦσαν ἔδει τάχιστα ἐπανήκειν, ἐπάνεισι μὲν ὀξέως ὥσπερ τὸν καλὸν ἔδει ποιμένα καὶ πολλὴν φροντίδα τοῦ ποιμνίου πεποιημένον, δυσχερείαις δ᾽ αὖθις οὐ μικραῖς περιπίπτει καὶ τῆς πόλεως ἀπελαύνεται, καὶ τῆς τῶν δημοσίων νόσου παραπολαύει, τῆς ἀναφθείσης στάσεως ἐν τῷ τότε. Εἴ τις οἶδε τὴν πρὸς ἀλλήλους τῶν βασιλέων φιλονεικίαν καὶ τὴν διάστασιν, καὶ ὡς ἀλλήλοις ἐπολέμουν, τῆς ἀρχῆς ὅσον ἐξῆν ἐπισπασάμενοι μέρος, οἶδεν ὃ λέγω· καὶ ἐρημίας αὖθις ἀνερευνᾷ, καὶ τοὺς κατὰ μόνας τῷ Θεῷ ζῶντας πρὸς φιλοσοφίας ἐπίδοσιν ἐκκαλεῖται, καὶ τὸν καιρὸν τῶν πειρασμῶν, καιρὸν ἐκεῖνος ἐμπορίας καὶ κέρδους ποιεῖται πνευματικοῦ. Οὕτως ἐκεῖνος ἤδει, καὶ τοῖς δοκοῦσιν ἐναντίοις ἐπωφελῶς κεχρῆσθαι καὶ συμφερόντως, ὥσπερ φασὶ τὴν μέλιτταν, πᾶσιν οἷς ἂν ἐντύχοι πρὸς ἐργασίαν μέλιτος καταχρῆσθαι·

Ἀλλ᾽ ὁ τῶν πειρασμῶν χειμὼν καὶ αὖθις ἐδόκει διαλελῦσθαι, τοῦ Θεοῦ τὰ κατ᾽ αὐτὸν οὕτως οἰκονομοῦντος, καὶ διὰ τῶν λυπηρῶν ὁμοῦ καὶ χρηστοτέρων ἐξυφαίνοντος ἐκείνου τὸν βίον, ἵν᾽ ἑπὶ τέλει τῶν ἄθλων ἀνακηρύξη τὸν ἀθλητὴν, καὶ τῆς ὑπομονῆς καὶ καρτερίας ἀμείψηται φιλοτίμως· ὥσπερ δῆτα καὶ εἴργαστο, πολλοῖς αὐτὸν καὶ μετὰ τὴν σαρκὸς ἀποδημίαν κοσμήσας τοῖς θαυμασίοις, καὶ πρὸς τὴν ἰδίαν πόλιν μετακαλεῖται, καὶ τῆς καθέδρας ἀπολαύει μικρὸν, καὶ ἀγῶνες αὐτὸν ἕτεροι καὶ κάματοι διαδέχονται, καὶ τὸ ποίμνιον καταρτίζει λόγοις παιδεύων, καὶ διδασκαλίαις ἐκτρέφων ὁσημέραι πνευματικῶς, καὶ εὐεκτοῦν Θεῷ, καὶ σφόδρα πῖον, καὶ τῷ ἀρχιποίμενι Χριστῷ καλῶς ἑπόμενον παρεχόμενος. Ἐδόκει μὲν οὖν, ὥσπερ ἔφην, ὁ χειμὼν αὐτὸν διαλελῦσθαι τῶν πειρασμῶν· ἀρχὴν δ᾽ ἐλάμβανε μᾶλλον, οὐδὲ τῶν σαρκῶν αὐτοῦ φεισαμένου τοῦ πονηροῦ, ἀλλ᾽ ἐξητηκότος μὲν εἰς μείζονα πεῖραν ὑπὸ πολλῆς πονηρίας καὶ τοῦ πρὸς ἐκεῖνον ἀκράτου μίσους, συγκεχωρηκότος δὲ Θεοῦ, ὡς ἂν κατὰ τὸν μέγαν ἀθλητὴν τῆς ὑπομονῆς, ἐν πᾶσι καὶ διὰ πάντων θεράποντα τὸν οἰκεῖον ἀμεμπτον ἀποδείξῃ. Στέλλεται μὲν γὰρ εἰς Βυζάντιον αὖθις, τὰς κατ᾽ ἀλλήλων τοῖς βασιλεῦσι διαλύσων διαφοράς· πειραταῖς δὲ περιτυγχάνει βαρβάροις, καὶ δεσμώτης ὑπ᾽ αὐτῶν ἄγεται πρὸς Ἀσίαν, ἵνα κἀκεῖ πολλοὺς χρονίων λύσῃ δεσμῶν, ἀφύκτοις τῆς ἁμαρτίας δεδεμένους σειραῖς· καὶ τῶν τῆς αἰχμαλωσίας καὶ τῆς δουλείας κακῶν πειρᾶται, ὁ τῆς ἄνω Σιὼν τῆς ἐλευθέρας πολίτης γνήσιος, καὶ τὸ τῆς υἱοθεσίας ἀξίωμα καθόσον ἔξεστιν ἀνθρώπῳ διατηρήσας, καὶ τὸ κατ᾽ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν ἀκίβδηλον εἰς τέλος διαφυλάξας.

Ὅπως μὲν οὖν ταῖς κακοπραγίαις εἰς δέον, καθάπερ οἱ τῶν στρατηγῶν ἄριστοι ταῖς διδασκαλίαις, ἐχρήσατο τῶν καιρῶν, καὶ ὡς κἀκεῖ τὸν λόγον κηρύξας τῆς ἀληθείας, καὶ παῤῥησιασάμενος τὴν εὐσέβειαν, κατήσχυνε μὲν τῆς Περσικῆς λατρείας τὴν ἀτοπίαν, τοὺς παρ᾽ ἐκείνοις καταπλήξας σοφοὺς, ὑπερῆρε δὲ τὰ ἡμέτερα, τῆς Περσικῆς ὠμότητος ἀμελήσας, καὶ ὡς ὑστέρησε τῶν μαρτυρικῶν ἀγώνων καὶ σκαμμάτων οὐδὲν, ὅσα γε εἰς ψυχῆς προθυμίαν ἥκει, πάντα παθεῖν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας παρεσκευασμένος σαφῶς· τί γὰρ εἰ τῆς ἑτέρων ἕνεκα σωτηρίας, ὃ φιλεῖ Θεὸς ᾀεὶ καὶ διὰ πάντων κατασκευάζειν, κἀκεῖνον ἥρπασε τῶν κινδύνων, ἵν᾽ εἴη πολλοῖς πρὸς σωτηρίας ὁδοὺς ἀλήπτης, καὶ ὁδηγὸς πλανωμένοις καὶ τοῖς ἐν σκότει καθημένοις τῆς ἀγνωσίας χειραγωγός; Ταῦτα δὴ τὰ μεγάλα καὶ τῆς ἐκείνου ψυχῆς ἐπάξια, καὶ γνωρίσματα τῆς πρὸς Θεὸν παῤῥησίας, παρὰ τῆς καλῆς ἐκείνης γλώττης διηγουμένης ἀκούειν ἂν εἴη δίκαιον· ἐπειδὴ καὶ πράττειν ἐξήρκει μόνος, καὶ καταλλήλως τῇ πράξει τοῖς εἰσέπειτα διηγεῖσθαι. Ἡμᾶς δὲ τοσοῦτον ἀναγκαῖον μόνον εἰπεῖν, ὅτι ταῖς μὲν κατὰ τὸν βίον ἑτέραις πράξεσι τῶν ὁποιδήποτε γῆς ἐκράτει, ἑαυτὸν δ᾽ ἐν τῆς αἰχμαλωσίας τοῖς καιροῖς ὅσον ἐν τοῖς ἄνω χρόνοις τοὺς ἄλλους ὑπερεβάλλετο· πάντα γὰρ τότε τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ὥφθη πιστοῖς, διδάσκαλος εὐσεβείας, ὀρθοῦ βίου καθηγητὴς, λογίων θείων ἐξηγητὴς, ἀληθὴς θεολόγος τῶν τῆς Τριάδος ὀρθῶν δογμάτων· τὸ μέγιστον, χωρὶς αἵματος ἀθλητὴς τοῦ Χριστοῦ καὶ στεφανίτης δίχα βασάνων.

Τὴν μὲν οὖν αἰχμαλωσίαν οὕτω διατίθεται καλῶς, ὥσπερ δὴ καὶ τὴν πλάνην πρότερον, ἵνα μηδὲν τῶν κατὰ τὸν βίον ἐκείνῳ συμπεπτωκότων ἀδοξον ᾖ, ἀλλ᾽ ὥσπερ ἑαυτῷ στεφάνων καὶ ἀναῤῥήσεως παρὰ τῷ καλῷ τῶν ἡμετέρων ἀγωνοθέτῃ καὶ βραβευτῇ τῶν ἄθλων Χριστῷ, οὕτω δὴ καὶ τοῖς ὕστερον ἐπαίνων ἀφορμὰς παρέχοιτο πανταχόθεν. Ἐπεὶ δὲ κατῃσχυμμένος διὰ πάντων ὁ πονηρὸς ὑπεχώρει, καὶ ἡττημμένος καὶ τοῦ πρὸς ἐκεῖνον πολάμου καὶ τῶν ποικίλων ἐπιφορῶν ἀπώνατο πλέον οὐδὲν, ὅτι μὴ γέλωτα ὦφλε, μᾶλλον δ᾽ ἀφανῶς οὐδὲν ἦττον ἐκεῖνος, εἰ μὴ καὶ μᾶλλον εἰς πεῖραν ἦκε τῶν ἀλγεινῶν, λύεται μὲν ὁ τοῦ Θεοῦ ἄνθρωπος καὶ οἰκονόμος τῶν αὐτοῦ μυστηρίων τῆς βαρβαρικῆς ὡμότητος καὶ τῶν ἀδίκων δεσμῶν, τοῦ Θεοῦ ποθὲν ἐκ γῆς ἐσχατιῶν τοὺς λυσομένους κεκινηκότος, δαψιλῶς καὶ φιλοτίμως καταβεβληκότων τὰ λύτρα, καὶ πάντων, εὐαγγελικῶς εἰπεῖν, ὧν εἶχον τὸν τίμιον μαργαρίτην ὡνησαμένων, ἐπάνεισι δ᾽ ἐκ τῆς ὑπερορίας, ἢ τῆς καλῆς ἐμπορίας ὁ ἀθλητής· οὕτω γὰρ ἐγὼ καλῶ τὴν ἐκείνου πρὸς τὴν Ἀσίαν ἐπιστασίαν ἢ ἀποδημίαν, ἢ τῶν ἐκεῖσε πιστῶν ἐπίσκεψιν ὑπὲρ τῆς Τριάδος γεγενημένην. Οὕτω δ᾽ ἀσμένως προσπίπτει τοῖς ἐν τῇ πόλει, μᾶλλον δὲ πᾶσι τοῖς περιοίκοις, καὶ Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις εἰς ταὐτὸ συνελθοῦσιν, ὥστε μηδὲν ἐκείνοις τῶν κατὰ τὸν βίον ἡδέων ἥδιον εὑρεῖν ἔχειν ἐκείνης τῆς εὐφροσύνης, καὶ νομίζειν καὶ διηγεῖσθαι. Τοιγαροῦν οὐδὲ διέλιπεν εὐεργετῶν αὐτοὺς καὶ λόγοις καὶ πράγμασι, διδάσκων, νουθετῶν, νομοθετῶν, πᾶσαν διάνοιαν πρὸς ἑαυτὸν ἐπιστρέφων, τοῖς ὀρθοῖς ὑποστηρίζων δόγμασι τῆς Τριάδος· καὶ τοῖς μὲν καλῶς ἑστῶσι βάσις γενόμενος ἀπερίτρεπτος, τοῖς δὲ κλονουμένοις καὶ στασιάζουσι τὴν μαγνήτου φύσιν ἀποπληρῶν, οὐ βίᾳ φύσεως ὥσπερ ἐκείνη τὸν σίδηρον ἐφελκόμενος, ἀλλὰ λόγοις ἁληθείας, καὶ τῇ ἐνοικούσῃ χάριτι τοῦ Πνεύματος οἰκειούμενος, ἕως ἔπεισε πάντας, τὸν ἰὸν ἀποθεμένους τῆς δυσσεβείας, εἴ τις ἔτυχεν αὐτῶν ὑπὸ τῶν κακοδόξων καταχρανθεὶς, ἀμέμπτως καὶ καθαρῶς λατρεύειν Θεῷ. Καὶ νῦν ἕνα τινὰ μηδένα τῶν ὑπὸ τὴν ἐκείνου προστασίαν τελούντων ἔστιν εὑρεῖν, τοῖς κακοῖς τῆς εὐσεβείας σπαράκτοις προσεσχηκότα· τοὐναντίον μὲν οὖν καὶ μεθ᾽ ὑπερβολῆς ἁπάσης, ὡς Θεοῦ πολεμίοις ἐκπεπολεμωμένοις αὐτοῖς, καὶ μεθ᾽ ὅσης ἄν τις εἰποι τῆς προθυμίας ἐλαύνοντας καὶ σπουδῆς. Οὐ μὴν τῶν ψυχικῶν μὲν παθῶν τε καὶ νοσημάτων οὕτως ἦν ἄριστος ἰατρὸς, καὶ τῶν ἠθῶν διορθωτὴς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν οἰκειούντων Θεῷ χειραγωγίᾳ καὶ ὁδηγίᾳ, τῶν σωματικῶν δ᾽ ἠμέλει, εἰ τις ἀδιστάκτῳ ψυχῇ προσίοι, καὶ τὴν θεραπείαν ἐξαιτοῖτο πιστῶς, ἀλλὰ καὶ τούτων πολλοὺς ἀπήλλαξε χρονίων καὶ χαλεπῶν, καὶ ζῶν ὁμοίως καὶ πρὸς τὴν ἄνω λῆξιν μεταχωρήσας. Τίνᾳ οὖν ἂν τις αὐτῷ προσαρμόσας προσηγορίαν, μᾶλλον ἂν ἐφάψασθαι δόξοι τῆς ἀληθείας; μᾶλλον δ᾽ οὐ ποία καθαρῶς αὐτῷ προσήκουσα καὶ δικαίως, Ποιμὴν ἦν καλὸς τῶν ἑαυτοῦ προβάτων οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις προτιθεὶς τὴν ψυχήν· διδάσκαλος ἀληθὴς, καὶ βίῳ καὶ λόγῳ καὶ τῷ καθ᾽ ἑαυτὸν ὑποδείγματι τοὺς μαθητευομένους παιδεύων· ὀρθῶν δογμάτων ὑφηγητὴς, ἀπταίστως καὶ καθαρῶς τοὺς ὑπὲρ τῆς ἁγίας Τριάδος ἐκτιθέμενος λόγους, καὶ θεολογῶν τὰ πάσης ὑψηλότερα διανοίας, καὶ τὰ δυσέφικτα τρανῶς ἀναπτύσσων, καὶ τοῖς ἀληθῶς θεολόγοις ἐν ἅπασι συμφωνῶν, ἅτε δὴ καὶ αὐτὸς ὑπὸ τοῦ αὐτοῦ Πνεύματος ταῦτα δεδιδαγμένος· ψυχικῶν τε παθων ὁμοίως καὶ σωματικῶν ἀλγηδόνων ἄριστος ἰατρός· ὀρφανῶν καὶ χηρῶν προστάτης, τῶν ἐν εὐτυχίαις ἐπαιρομένων σωφρονιστής, τῶν ἀθυμούντων ἐν δυσπραγίαις παραμυθία, τὸ ἦθος ἁπλοῦς, τὸν τρόπον ἐπιεικὴς, σοφὸς τὸν λόγον, τὴν διάνοιαν ὑψηλὸς, τοῖς ταπεινστέροις καὶ μετριάζουσι πάντα εἴκων καὶ συγκατιὼν αὐτοῖς καὶ συνταπεινούμενος· ὑψηλὸς τοῖς ἐπηρμένοις, καὶ τύφου παντὸς ὑπερορῶν, καὶ διαπτύων ὡς ὄναρ τὰς κοσμικὰς δόξας καὶ φαντασίας, τοῖς ὑπὲρ τοῦ Θεοῦ πεπολεμηκάσι, καὶ μοχθηρῶς καὶ φιλονείκως ἐκείνῳ προσενεχθεῖσι, δυσὶ ταῖς στεῤῥωτάταις ὕλαῖς παραπλήσιος ἀναδειχθεὶς, ἀδάμαντι φημὶ καὶ σιδήρῳ· τῷ μὲν τῷ παίειν, ἐν δὲ τῷ πλήττεσθαι τὴν ἀδάμαντος φύσιν καθαρῶς διασώζων, οὐδεμίαν συντριβὴν ὑπομένων καὶ θραῦσιν, ἀλλ᾽ ἄρτιος τὴν διάνοιαν, καὶ τὸν ὑπὲρ εὐσεβείας ζῆλον ἄχρι τέλους ἀπ᾽ ἀρχῆς ἴσον διατηρήσας. Τοσαύτας καὶ πλείους τούτων ἡ τοῦ ἀνδρὸς ἀρετὴ τὰς κλήσεις αὐτῷ προσαρμόζειν πείθει, πανταχόθεν καλεῖν ἐθελόντας.

Οὕτω δὲ καλῶς καὶ ὡς Θεῷ φίλον τοῦ παρόντος βίου τὸν δίαυλον ἐπελθὼν, καὶ πᾶσι χρησάμενος ὁμοίως πρὸς εὐδοκίμησιν, ὥσπερ μισθόν τινα τῆς εὐσεβείας καὶ τῆς πολλῆς κακοπαθείας τὸ νῦν εἶναι λαμβάνει, ἐν οἷς ἐπόθει καὶ ἀντεποθεῖτο καταλύσας τὸν βίον, καὶ τοῖς τὸ πολίτευμα κτησαμένοις ἐν οὐρανοῖς Πατράσι καὶ Πατριάρχαις καὶ ὑπερηθληκόσι τῆς ἀληθείας, ὁ τούτοις κατ᾽ ἴχνος ἀκολουθήσας καλῶς προθέμενος. Καὶ ἵνα τι μικρὸν τῷ λόγῳ μετὰ τὴν ἐκείνου πρὸς Θεὸν ἐκδημίαν ἐνδιατρίψωμεν, ἐκεῖνον μὲν ἡ Ἐκκλησία τῶν πρωτοτόκων εἶχε, καὶ ὁμήγυρις Πατέρων καὶ Προφητῶν καὶ ἀγγέλων χοροστασία, ἡ πόλις δ᾽ ἀγῶνα προύθηκεν ἑαυτῇ, τῆς εἰσόδου τιμῆς τὴν ἐξόδιον μείζω πολλῷ καὶ θαυμασιωτέραν ἐργάσασθαι τῷ ποιμένι· καὶ συνδραμόντες ἀξία πᾶσα καὶ ἡλικία ἀνδρῶν ὁμοίως καὶ γυναικῶν, πολλὰ μὲν δάκρυα κατέῤῥει τῶν ὀφθαλμῶν, πολλὰς δ᾽ ἀφῆκε μετ᾽ οἰμωγῆς τὰς φωνὰς, τὸν καλὸν ποιμένα, τὸν πατέρα, τὸν διδάσκαλον ἀνακαλουμένη, καὶ τῶν ὁρώντων ταῖς διανοίαις ἢ καὶ ἀκοῇ δεχομένων τὰ τότε τετελεσμένα, μείζω τὴν περὶ ἐκείνου δόξαν ἢ κατὰ ἄνθρωπον ἐντιθεῖσα. Ἐπεὶ δὲ ἔδει καὶ τὸν ἐκείνου παραδοθῆναι τῇ γῇ νεκρὸν, μόλις τὰς χεῖρας τῶν κατεχόντων διαφυγόντα, προπέμπεται μὲν ὑπὸ παντὸς τοῦ πλήθους ὑπὸ λαμπᾶσι πολλαῖς καὶ μύροις καὶ ῳδαῖς καὶ ὕμνοις πνευματικοῖς· πάντων δὲ τῶν ὅσα νόμος ἐκτελεσθέντων, οὕτω παραδίδοται τῇ σορῷ λαμπρῶς καὶ πολυτελῶς, παθῶν ποικίλων καὶ ψυχικῶν ἀλγηδόνων καὶ νόσων σωματικῶν ἄμισθον ἰατρεῖον καὶ ἀγαθοῦ παντὸς ἀνέκλειπτος θησαυρός.

Ἀλλ᾽ ὦ πολλὰ μὲν τοῖς ἀσκητικοῖς ἐνιδρώσας πόνοις, πολλὰ δὲ τοῖς ὑπὲρ εὐσεβείας καμάτοις, οὐ δύο καὶ τρισὶν ἔτεσιν ἀλλὰ βίον ὅλον ἐνηθληκὼς, καὶ τοὺς ἀγῶνας καὶ τοὺς ἄθλους ἡμῖν οὐκ εὐσεβείας μόνον, ἀλλὰ καὶ ἀνδρίας καὶ καρτερίας παράδειγμα καλὸν καταλελοιπὼς, καὶ μέτρα λόγου καὶ σιωπῆς μετὰ τῶν ἄλλων καλῶν εἰδὼς, αὐτὸς μὲν τὸν ἡμέτερον τόνδε εἰ καὶ πολὺ τῆς ἀξίας ἀπολειπόμενον, ἀλλ᾽ οὐδὲν τῆς δυνάμεως ἐνδεέστερον ἔχεις λόγον· στήσαις δ᾽ ἡμῖν τὴν τῶν παθῶν καταιγίδα δεινῶς στροβοῦσαν καὶ συνταράττουσαν· καὶ γαληνῶς παράσχοις τὸ κλυδώνιον τοῦ βίου διαδραμεῖν, καὶ ἀπαλλαγέντες ἐνθένδε, ταῖς ἑαυτοῦ σκηναῖς δέξαιο, κἂν μέγα πως καὶ ὑπὲρ τὴν ἡμετέραν ἀξίαν τὸ αἰτούμενον ᾖ, μὴ τὸν πόνον ἡμῖν ἀλλὰ τὸν πόθον ἀντιμετρῶν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ζωοποιῷ Πνεύματι· νῦν καὶ ᾀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.

Contents