Library › St Nektarios of Aegina › Christology
Christology
St Nektarios of Aegina, Greek, Athens, 1900
Part 2, Chapter 2
ΚΕΦΑΛΑΙΟΝ Β΄.
§ 1. Ὅτι ὁ Ἰησοῦς Χριστὸς ἦν υἱὸς Δαβὶδ καὶ υἱὸς Θεοῦ.
«Εἰ οὖν Δαβὶδ Κύριον αὐτὸν καλεῖ πῶς υἱὸς αὐτοῦ ἐστι;»
Δίλημμα προβάλλεται πρὸς τοὺς ἀείποτε πρὸς ἑαυτοὺς ἀντιφάσκοντας Ἰουδαίους καὶ ἀείποτε ἀπιστοῦντας πρὸς τὸν Σωτῆρα καὶ μὴ παραδεχομένους Αὐτὸν ὡς τὸν προσδοκώμενον Μεσσίαν. Οἱ Ἰουδαῖοι ἐξεδέχοντο τὸν μέλλοντα λυτροῦσθαι τὸν Ἰσραήλ. Ὁ Προφήτης Μωϋσῆς προείρηκεν αὐτοῖς λέγων. «Προφήτην ὡς ἐμὲ ἀναστήσει Κύριος»· (Δευτερον. κεφ. 15—18) καὶ ὁ Ἡσαΐας (θ΄. 5—6 καὶ 2—5) καὶ ὁ Δαβὶδ (ψαλ. β΄. καὶ μδ΄.)
Ἄρα ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραὴλ υἱὸς ἔμελλεν εἶναι Δαβίδ. Ἀλλὰ πῶς Δαβὶδ λέγει· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; εἰ οὖν Δαβὶδ Κύριον αὐτὸν καλεῖ. Πῶς υἱὸς αὐτοῦ ἐστι;» (Ματθ. κβ΄. 44—45). Ἀληθῶς δίλημμα ἐμβάλλον εἰς ἀγωνίαν τὸν κενόδοξον καὶ ἄπιστον λαόν· τί πρὸς τὸν ἐρωτῶντα νὰ ἀπαντήσωσιν; αἱ προφητικαὶ ῥήσεις εἰσὶ σαφεῖς καὶ πρόδηλοι, καὶ σαφῶς οἱ Προφῆται τὴν διπλῆν τοῦ Σωτῆρος φύσιν προανήγγελλον· ποίαν ἐξ αὐτῶν ὥφειλον νὰ ἀρνηθῶσιν; Ἐὰν τὴν θείαν, ἐξελέγχει αὐτοὺς ὁ Προφήτης καλῶν Αὐτὸν «θαυμαστὸν σύμβουλον, Θεὸν ἰσχυρόν». Ἐὰν τὴν ἀνθρωπίνην, προαναφωνεῖ ὁ Προφήτης λέγων «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ρίζης Ἰεσσαί». Διὰ τῆς ἐρωτήσεως ταύτης ὁ Ἰησοῦς θέλων νὰ ἀποκαλύψη Ἑαυτὸν τοῖς Ἰουδαίοις βιάζει τὰ νωθρὰ αὐτῶν Πνεύματα νὰ ἀνυψωθῶσι καὶ νὰ κατανοήσωσι τὸ Πνεῦμα τῶν Προφητειῶν, νὰ ἀποβάλωσι τὸν πέπλον τοῦ σκότους τὸν κατακαλύπτοντα τὸν νοῦν αὑτῶν καὶ τὴν διάνοιαν, νὰ διανοίξωσιν τοὺς ὀφθαλμοὺς αὑτῶν καὶ νὰ ἀναγνωρίσωσι τὸν Σωτῆρα αὐτῶν καὶ Λυτρωτήν· ἐζήτησε νὰ χειραγωγήσῃ αὐτοὺς εἰς ἐπίγνωσιν Ἑαυτοῦ διευθύνων τοὺς συλλογισμοὺς αὐτῶν ὅπως καταχθῶσιν εἰς ὀρθὰ συμπεράσματα. Ὅτι ὁ Δαβὶδ περὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἐλάλει, ψάλλων ἐν πνεύματι προφητικῷ «εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου», οὐδεὶς ἦν ὁ ἀντιλέγων, διότι τίς ἕτερος ἂν ἦν ὁ Κύριος τοῦ Δαβίδ, εἰς ὃν Κύριος ὁ Θεὸς ἔλεγε· «κάθου ἐκ δεξιῶν μου»; Πῶς δὲ Ἰουδαῖος εὐλαβὴς ὁμότιμον καὶ ὁμόθρονον τῷ Θεῷ θὰ ἐθεώρει ἕτερον ἢ τὸν υἱὸν τοῦ Θεοῦ τὸν ὁμοούσιον αὐτῷ, ὃν ἐν πνεύματι προφητικῷ προορᾷ ἐρχόμενον εἰς τὸν κόσμον καὶ πάλιν ἀναλαμβανόμενον εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρός; Ὅθεν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραὴλ ἔμελλε νὰ εἶναι υἱὸς τοῦ Θεοῦ, Θεὸς ἀληθινός, καίτοι ἔμελλε κατὰ σάρκα νὰ γεννηθῇ ἐκ τοῦ γένους Δαβίδ· διὰ τοῦτο λέγει Αὐτὸν ὁ Δαβὶδ Κύριον, καίτοι υἱὸς αὐτοῦ τὸ κατὰ σάρκα ἔμελλε νὰ εἶναι· διδάσκει λοιπὸν τοὺς Ἰουδαίους νὰ πιστεύσωσιν εἰς τὸν θεῖον Αὐτοῦ χαρακτῆρα καὶ μὴ ἀπιστῶσιν ἀποβλέποντες εἰς τὸ ἀνθρώπινον πρόσλημμα· διότι ἦν υἱὸς Δαβίδ, διὰ τοῦτο καὶ ὁ Προφήτης Δαβὶδ καίτοι Πατὴρ τοῦ Κυρίου κατὰ τὸ πρόσλημμα, ἐκάλει αὐτὸν Κύριον καὶ Θεόν του. Ἔλεγε λοιπὸν πρὸς τοὺς Ἰουδαίους ὁ Σωτήρ· εἰ οὖν ὁ Δαβὶδ καλεῖ αὐτὸν Κύριον καὶ Θεόν, ὑμεῖς διατὶ ἀρνεῖσθε νὰ δεχθῆτε τὸ δυνατὸν τῆς θείας ἐνανθρωπήσεως καὶ νὰ πιστεύσητε ὅτι ἐγώ εἰμι ἐκεῖνος, ὃν προκατήγγειλαν οἱ Προφῆται; «εἰ τὰ ἔργα, ἃ ἐποίησα, οὐδεὶς ἄλλος πεποίηκε, τὰ ἔργα ἄρα μαρτυρεῖ περὶ ἐμοῦ· εἰ ἐμοὶ οὐ πιστεύετε εἰς τὰ ἔργα μου πιστεύετε· διότι ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατὴρ ἐν τῷ ἐμοὶ καὶ ἐγὼ ἐν Πατρί, καὶ ὅτι ὁ Πατὴρ μὲ ἀπέστειλε». Ταῦτα διὰ τῆς ἐρωτήσεως ταύτης ἐδίδασκεν τοὺς ἀπιστοῦντας Ἰουδαίους. Ἀλλ᾽ ἡ ἐσκοτισμένη αὐτῶν διάνοια καὶ χειραγωγουμένη ἠδυνάτει νὰ ἀνυψωθῇ, διότι ἡ κακία πεπώρωκεν αὐτῶν τὸν νοῦν τοῦ μὴ συνιέναι.
§ 2. Προφητεῖαι περὶ τῆς φυλῆς, γένους, οἴκου, πατριᾶς καὶ τοῦ τόπου τῆς γεννήσεως τοῦ Μεσσίου.
Εἰ καὶ δὲν θ᾽ ἀπεδέχοντο Αὐτὸν ἐπιδημήσαντα οἱ συμφυλέται τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλ᾽ οὐδὲν ἧττον πρὸς αὐτοὺς ἀπέκειτο νὰ ἔλθῃ· διὸ καὶ ἡ ἀνθρώπινος τοῦ Σωτῆρος Μεσσίου γενεαλογία κατ᾽ ἀκρίβειαν περιγράφεται ἐν ταῖς προφητείαις ὡς καὶ ὁ τῆς ἐπιφανείας Αὐτοῦ χρόνος. Ἡ θειότης τοῦ προσώπου τοῦ Μεσσίου ἀγγέλλεται σαφῶς ἐν τῇ Παλαιᾷ Διαθήκῃ καὶ ἐπικυροῦται ὑπὸ τῆς Καινῆς Διαθήκης ὡς ἐπίσης καὶ ἡ ἐνανθρώπησις Αὐτοῦ, ὅτι ἐν τέλει ὁ Θεὸς ἐγένετο τέλειος ἄνθρωπος.
Ἡ πρώτη ἀπὸ στόματος Θεοῦ προενεχθεῖσα πρόρρησις ἡ μετ᾽ ἔπειτα πληρωθεῖσα κατὰ τὸ πλήρωμα τοῦ χρόνου ἐστὶν αὕτη·
«Καὶ εἶπεν ὁ Θεὸς πρὸς τὸν ὄφιν (τὸν διάβολον) ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀναμέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς». περὶ τῆς πληρώσεως τῆς προρρήσεως ταύτης ἡ Καινὴ Διαθήκη λέγει τάδε· «ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν Αὐτοῦ γενόμενον ἐκ γυναικός». (Γαλ. δ΄. 4) ὁ Θεὸς ἔτι λέγει πρὸς τὸν διάβολον περὶ τῆς συντριβῆς τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ καὶ περὶ τοῦ πάθους τοῦ Υἱοῦ Αὐτοῦ. «Αὐτὸς σοῦ τηρήσει κεφαλὴν καὶ σὺ τηρήσεις Αὐτοῦ πτέρναν». (Γεν. γ΄. 15). Ἡ Καινὴ Διαθήκη ἀναφέρει τὴν πλήρωσιν αὐτῆς τῆς προρρήσεως· ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ Παῦλος λέγει· «ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν ἐν τάχει.» (Ρωμ. ιϛ΄. 20,)
Ἡ τοῦ μέλλοντος Σωτῆρος καὶ Λυτρωτοῦ ἔλευσις καὶ τὸ ἔργον Αὐτοῦ καὶ ὁ θεῖος Αὐτοῦ χαρακτὴρ ἐν τῇ Παλαιᾷ Γραφῇ πολλάκις ἐπαναλαμβάνεται καὶ πολλάκις περιγράφεται· ἐν τῇ πρὸς Ἀβραὰμ Διαθήκῃ ὁ Θεὸς λέγει. «Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς» (Γεν. κβ΄. 18.) Περὶ τῆς ἐπαγγελίας ταύτης ὁ Παῦλος ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ αὑτοῦ λέγει· «Προϊδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ Ἀβραάμ, «ὅτι εὐλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη»· ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραὰμ.» (γ΄. 8—16). Ὅτι ἐκ τῆς φυλῆς Ἰούδα ἔμελλε νὰ γεννηθῇ ὁ Σωτήρ, ὁ Πατριάρχης Ἰακὼβ εὐλογῶν τὸν Ἰούδαν λέγει· «Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου... προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ υἱέ μου ἀνέβης· ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν;» (Γένεσις Μθ΄. 8, 9.) ὁ Ἡσαΐας ὁ μεγαλοφωνότατος προφητεύει τὴν ἐξ Ἰούδα ἔλευσιν τοῦ Σωτῆρος καὶ προαναγγέλλει ὅτι ἐκ τῆς ῥίζης, Ἰεσαὶ ἀπογόνου τοῦ Ἰούδα, θέλει προέλθει ὁ ἐπηγγελμένος Σωτὴρ τοῦ κόσμου· «Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσαὶ καὶ ἄνθος ἀναβήσεται ἐκ τῆς ῥίζης καὶ ἀναπαύσεται ἐπ᾽ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ.» (Ἡσαΐας ια΄. 1—4)
«Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσι· καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.» (ια΄. 10.)
Καὶ ὁ προφήτης Ἱερεμίας προφητεύει περὶ τῆς ἐλεύσεως τοῦ Σωτῆρος ὅτι ἐκ σπέρματος ἔσται Δαβίδ, λέγων. «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεύς, καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.... καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει Κύριος Ἰωσεδὲκ=ὁ Κύριος ἡ δικαιοσύνη ἡμῶν.» (Ἱερεμ. κγ΄. 5, 6.)
Καὶ ὁ προφήτης Μιχαίας περὶ τοῦ τόπου τῆς γεννήσεως τοῦ Σωτῆρος λέγει τάδε. «Καὶ σὺ Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.» (Μιχαίας ε΄. 2. Ματθ. β. 6.)
Ὁ Προφήτης Ἡσαΐας προορᾷ τὴν γέννησιν τοῦ ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Υἱοῦ τοῦ Θεοῦ, λέγων.
«Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὥμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεός, ἰσχυρός, ἐξουσιαστής. ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἐγὼ γὰρ ἕξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν θρόνον Δαβίδ· καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν, καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ ἕως τὸν αἰῶνα χρόνον. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.» (Ἡσαΐας Θ΄. 5, 6.)
«Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνη, καὶ κρατήσω σε τῆς χειρὸς καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθηγουμένους ἐν σκότει.» (αὐτόθι μβ΄. 6. 7.)
«Οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ἐν δικαιοσύνῃ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει ἐν εὐθύτητι τοὺς ταπεινοὺς τῆς γῆς καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ, καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ ἀληθείᾳ ἠλειμμένος τὴν πλευρὰν αὐτοῦ.» (Αὐτόθι ια΄. 4, 5.)
«Προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακαλουθήσατε ταῖς ὁδοῖς μου· ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτὸν ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν.» (Ἡσαΐας νε΄. 3, 4.)
Ὁ Ἱερεμίας προφητεύει περὶ τῆς Καινῆς Διαθήκης τοῦ μέλλοντος λυτρωτοῦ. «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγὼν αὐτοὺς ἐκ τῆς γῆς Αἰγύπτου, ὅτι οὐκ ἐνέμεινεν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος, ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπιγράψω αὐτοὺς ἐπὶ τὰς καρδίας αὐτῶν, καὶ ὄψομαι αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, γνῶθι Κύριον ὅτι πάντες εἰδήσουσί με, ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν· φησὶ Κύριος· ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.» (Ἴδε πρὸς Ἑβραίους Κεφ. Η΄. 7—13 Ἱερεμίας λα΄. 31—34.)
Τὸ παιδίον τὸ γεννηθὲν ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἐκ σπέρματος Δαυὶδ ὁ θαυμαστός, σύμβουλος ὁ μεγάλης βουλῆς ἄγγελος, ὁ ἄγγελος τῆς Καινῆς Διαθήκης, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, ὁ Κραταιὸς Θεός, ὁ μέλλων νὰ συντρίψῃ τὴν κεφαλὴν τοῦ ἀρχαίου ὄφεως, τοῦ μεγάλου δράκοντος (Ἀποκαλ. ιβ΄. 8—9), εἶναι ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ἐλθὼν εἰς τὸν κόσμον ἵνα σώσῃ τὸν ἄνθρωπον. Οὗτος ὁ πανσθενὴς Θεὸς γέγραπται, ὅτι ἔμελλε νὰ γεννηθῇ ἐν Βηθλεὲμ ἐν οἴκῳ Ἐφραθᾶ, διότι ἐξ αὐτῆς ἔμελλεν νὰ ἐξέλθῃ ἡγούμενος καὶ ἄρχων ἐν Ἰσραὴλ κατὰ τὰς ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος ἐξόδους αὐτοῦ. Αὐτῷ μόνῳ ἔθνη ἐλπιοῦσιν.
Προφητεῖαι πληρωθεῖσαι εἰς τὸ πρόσωπον τοῦ Ἰησοῦ.
— «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου» (Ὡσηὲ ια΄. 1. Ματθ. β΄. 15).
— «Φωνὴ ἐν Ραμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς. Ραχὴλ κλαίουσα τὰ τέκνα αὑτῆς· καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὔκ εἰσι» (Ἱερεμ. λά. 15 Ματθ. β΄. 17).
— Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ» (Ἡσ. μ΄. 3. Ματθ. γ΄. 3).
— «Ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου» (Ψαλμ. 90, 11. 12. Ματθ. δ΄. 6).
— «Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου» (Δευτ. Ϛ΄. 16. Ματθ. δ΄. 7).
— «Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν» (Ἡσ. νγ΄. 4 Ματθ. η΄. 17).
— «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου» (Μαλ. γ΄. 1. Ἡσ. μ΄. 3. Ματθ. ιά. 10).
— «Ἰδού, ὁ παῖς μου, ὃν ἡρέτισα· ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· οὐκ ἐρίσει, οὐδὲ κραυγάσει· οὐδὲ ἀκούσει τις ἑν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει· ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. Καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι» (Ἡσ. μβ΄. 1—4. Ματθ. ιβ΄. 18.
— «Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας» (Ἰωνᾶ β΄. Ματθ. ιβ΄. 40).
— «Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὡσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτοὺς» (Ἡσ. Ϛ΄. 9—10 Ματθ. ιγ΄. 14.)
— «Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκριμένα ἀπὸ καταβολῆς κόσμου» (Ψαλμ. οη΄. 2. 3. Ματθ. ιγ΄. 34. 35.
— «Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὑτῶν καὶ τοῖς χείλεσι με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων» (Ἡσ. κθ΄. 13. Ματθ. ιε΄. 8).
ΠΕΡΙ ΤΗΣ ΠΛΗΡΩΣΕΩΣ ΤΩΝ ΠΡΟΦΗΤΕΙΩΝ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΦΗΤΩΝ ΤΩΝ ΠΡΟΑΝΑΓΓΕΙΛΑΝΤΩΝ ΤΗΝ ΕΛΕΥΣΙΝ ΤΟΥ ΣΩΤΗΡΟΣ, ΕΚ ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
§ 3. Ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς αὐτός ἐστιν ὁ ἐπηγγελμένος λυτρωτὴς τοῦ κόσμου. ὅτι ἐστὶν Θεὸς ἀληθινός, ὅτι ἐλήλυθε καὶ οὐδεὶς ἕτερος ἐλεύσεται.
Ὅτι μὲν Θεὸς καὶ Κύριος ὁ Χριστός ἐστιν οἱ προφῆται μαρτυροῦσιν. Ὁ μὲν Δαυὶδ λέγων. «Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν», καὶ πάλιν· «καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη»· «ὁ καθήμενος ἐπὶ τῶν γερουβὶμ ἐμφάνηθι»· ὁ δὲ Ἀββακοὺμ πάλιν λέγει· «ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει»· ὁ Βαροὺχ ἐπίσης λέγει. «Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ. Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὥφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη».
Ἰδοὺ πῶς προφανῶς οἱ προφῆται Θεὸν λέγουσι τὸν Χριστόν. Ὅτι δὲ ἐλήλυθεν ἤδη ὁ Χριστός, Δανιὴλ ὁ προφήτης τὸν χρόνον τῆς παρουσίας Αὐτοῦ σημαίνων οὕτω φησί, μᾶλλον δὲ πρὸς αὐτὸν ὁ Ἀρχάγγελος Γαβριήλ. «Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῇναι ἁμαρτίας. καὶ τοῦ σφραγῖσαι ἁμαρτίας»· καὶ μετὰ βραχύ· «καὶ τοῦ σφραγῖσαι ὅρασιν καὶ προφητείαν, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων». Τίς οὖν ἐστιν ἕτερος χρισθεὶς ἅγιος ἁγίων, εἰμὴ ὁ Χριστὸς μόνος, ὡς τοῦ Θεοῦ τοῦ ζῶντος; Αἱ γὰρ ἑβδομήκοντα ἑβδομάδες τετρακόσια ἐννενήκοντα ἔτη σημαίνουσιν, ἀπὸ δὲ τοῦ Δανιὴλ μέχρι τοῦ νῦν1 ὑπάρχουσιν ἔτη τῶν ὀκτακοσίων πλείω. Δειξάτωσαν οὖν ἡμῖν Ἰουδαῖοι, τίς παρ᾽ αὐτοῖς ἐχρίσθη ἅγιος ἁγίων μετὰ τετρακόσια ἐννενήκοντα ἔτη τοῦ Δανιὴλ καὶ κατήργησε τὴν θυσίαν καὶ τὴν σπονδὴν τὴν νομικήν; Ἀλλ᾽ οὐκ ἔχουσι δεῖξαι, τὶς τοῦτο πεποίηκεν, εἰμὴ ὁ Ἰησοῦς Χριστός, ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ.
Ὅτι δὲ ἀληθής ἐστι ὁ Χριστὸς παραστήσωμεν ὑμῖν τοῦτο οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων, μέχρι τοῦ νῦν κραζόντων καὶ μαρτυρούντων ἐν πάσῃ τῇ οἰκουμένῃ καὶ ὅτι πάντα τὰ ὑπ᾽ αὐτοῦ λεχθέντα γεγόνασιν. Εἶπε γάρ, ὅτι ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Ποῖοι δὲ λόγοι, νουνεχῶς ἀκούσωμεν. Εἶπε περὶ τοῦ ὑμετέρου ναοῦ, ὅτι «Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθου ἐπ᾽ αὐτῷ, ὃς οὐ μὴ καταλυθῇ.» Ἆρα γέγονεν αὐτοῦ ὁ λόγος ἢ οὐ γέγονεν; Εἶπεν, ὅτι ἐλεύσονται οἱ Ρωμαῖοι καὶ ἀροῦσιν ὑμῶν τὸ ἔθνος καὶ τὴν πόλιν καὶ τὸ βασίλειον. Ἆρα γέγονε τοῦτο ἐπὶ Οὐεσπεσιανοῦ, καὶ Τίτου, ἢ οὐ γέγονεν; Εἶπεν, ὅτι ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου τοῦ Βαπτιστοῦ, καὶ παύσονται. Ἆρα οὐ γέγονε τοῦτο; Τίς προφήτης παρ᾽ ἡμῖν μετὰ Ἰωάννην τὸν Βαπτιστήν; Εὔδηλον ὅτι οὐδείς. Εἶπε πάλιν ὁ αὐτὸς Κύριος Ἰησοῦς Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ὅτι κηρυχθήσεται τὸ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ. Ἆρα γέγονε τοῦτο ἢ οὐ γέγονε; Πάλιν εἶπεν ὅτι πύλαι ἅδου οὐ κατισχύσουσι τῆς Ἐκκλησίας. Ἆρα ἐψεύσατο; Μὴ γένοιτο! Εἶπεν ἡμῖν τοῖς εἰς αὐτὸν πιστεύουσιν, ὅτι ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Ἄρτι εἴπατε ἡμῖν, διὰ τὸ ὄνομα τοῦ Χριστοῦ, οὐ πάντα τὰ ἔθνη ἡμᾶς μισεῖ καὶ βδυλύττεται; Κἂν ὑμεῖς σιωπήσητε, ἀλλ᾽ οἱ λίθοι κεκράξονται, καὶ αὐτὴ δὲ τῶν πραγμάτων ἡ ἀλήθεια ἱκανῶς ἐντρέψαι καὶ καταισχῦναι ὑμᾶς δύναται, καὶ πεῖσαι καὶ ἄκοντας, ὅτι Χριστὸς ὁ Θεὸς ἐμφανῶς ἦλθε καὶ ἐπὶ τῆς γῆς ὥφθη καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη καὶ πάλιν ἐπέβη ἐπὶ Χερουβίμ, καὶ ἐπετάσθη, καὶ ἀνέβη εἰς οὐρανοὺς ἐν ἀλαλαγμῷ ὡς Θεός.
Ἵνα δὲ τελείως τῆς Ἰουδαϊκῆς καταγνῶμεν πωρώσεως, λοιπὸν δὲ καὶ ἡμεῖς οἱ πιστοὶ βεβαιότεροι ἐν τῇ Χριστοῦ πίστει γενώμεθα, φέρε διὰ βραχέων περὶ πάσης τῆς Χριστοῦ Οἰκονομίας καὶ περὶ τῆς τοῦ Εὐαγγελίου ἀπολογίας ἐκ τῆς Παλαιᾶς Διαθήκης τὰς μαρτυρίας ποιησώμεθα. Ἔσται γὰρ πᾶσι τοῖς ἐγκύπτουσιν ἐντεῦθεν ὠφέλεια. Ὅτι προαιώνιος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἐπ᾽ ἐσχάτων σαρκωθεὶς ἐκ τοῦ ρθ΄. ψαλμοῦ δῆλον· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε». Εὔδηλον δὲ ὅτι οὐδεὶς ἀνθρώπων πρὸ ἑωσφόρου ἐγεννήθη· ὁ γὰρ ἑωσφόρος (ὁ ἥλιος) τῇ δ΄. ἡμέρᾳ ἐγένετο, ὁ δὲ Ἀδὰμ τῇ ϛ΄. ἡμέρᾳ ἐπλάσθη. Ὡσαύτως δὲ καὶ ὁ Σολομὼν περὶ τῆς πρὸ αἰώνων ἐκ Θεοῦ πατρὸς γεννήσεως τοῦ μονογενοῦς Υἱοῦ καὶ Λόγου Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὕτω φησίν, ὡς ἐκ προσώπου τοῦ υἱοῦ αὐτοῦ. «Πρὸ τοῦ ὄρη γεννηθῆναι, πρὸ τοῦ τὰς πηγὰς προελθεῖν, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με». Ἐρωτητέον λοιπὸν τὸν Ἰουδαῖον, τίνα ὁ Θεὸς πρὸ πάσης κτίσεως ἐγέννησεν; ὁμοίως δὲ καὶ τὸ εἰπεῖν τὸν Θεὸν περὶ τοῦ Ἀδάμ, «Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν», Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον δηλοῖ. Καὶ πάλιν τὸ εἰπεῖν, ὅτι «Ἔβρεξε Κύριος παρὰ Κυρίου πῦρ ἐπὶ Σόδομα», προφανῶς Πατέρα καὶ Υἱὸν σημαίνει.
Ὅτι δὲ ἐνανθρωπῆσαι καὶ σαρκοῦσθαι ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἔμελλεν ὁ Θεὸς Λόγος, ἀκούσωμεν τῶν προφητῶν τὰς φωνὰς λεγόντων, τοῦ μέν τοι προφήτου Δαβίδ. «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν»· καὶ πάλιν. «Θεὸς ἐμφανῶς ἥξει»· τοῦ δὲ προφήτου Ἡσαΐου, «οὐκ ἄγγελος, οὐδὲ πρέσβυς, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἥξει καὶ σώσει ἡμᾶς. Τότε ὀφθαλμοὶ τυφλῶν ἀνοιχθήσονται καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, τότε ὁ χωλὸς ὡς ἔλαφος ἁλεῖται»· ὅτι δὲ ἐκ γυναικὸς παρθένου γεννηθῆναι ὁ Χριστὸς ἔμελλεν, Ἡσαίου τοῦ προφήτου πάλιν ἀκούσωμεν λέγοντος. «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», (Ἡσ. ζ΄. 14. Ματθ. α΄. 22) καὶ πάλιν ὁ αὐτός. «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστός, σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος». Εἶτα ὁ αὐτὸς προφήτης λέγει καὶ τὸ ποῦ μέλλει ἐπὶ γῆς σαρκοῦσθαι ὁ Χριστός, τουτέστι ἐν Ναζαρέτ. «Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου Γαλιλαία τῶν Ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα» (Ἡσ. θ΄. 1. 2. Ματθ. δ΄. 15. 16) πρόδηλον δέ, ὅτι ὁ τῶν ἐθνῶν λαὸς ἐκάθητο ἐκ σκότει τῆς ἀγνωσίας, πλάνης καὶ εἰδωλολατρείας. Διὸ καὶ ὁ Δαβίδ, δεικνύς, ὅτι διὰ τὰ ἔθνη ὁ Θεὸς σαρκοῦσθαι ἔμελλεν, ἔλεγεν. «Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη». Καὶ πάλιν ὁ αὐτὸς προφήτης ὡς ἐκ προσώπου τοῦ Πατρὸς πρὸς τὸν υἱόν φησιν. «Αἴτησον παρ᾽ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου»· διὸ καὶ «πάντα τὰ ἔθνη κροτήσατε χεῖρας»· καὶ πάλιν, «πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά μου εἰς τὸν αἰῶνα». Ὅτι δὲ ἐν Βηθλεὲμ (ἥτις ἑρμηνεύεται οἶκος τοῦ ἄρτου) ἔμελλε γενέσθαι ὁ ἄρτος τῆς ζωῆς, καὶ ὅτι προαιώνιός ἐστιν ἡ ἐκ Πατρὸς αὐτοῦ γέννησις, ἀκούσωμεν τοῦ προφήτου Μιχαίου λέγοντος. «Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ ἔξοδος αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος»· (Μιχ. ε΄. 2)· ὅτι δὲ ἐν Σιὼν μέλλει φανεροῦσθαι ὁ Χριστὸς καὶ ὅτι Ὕψιστός ἐστι, Δαβὶδ ὁ προφήτης ἐν τῷ πϛ΄. ψαλμῷ οὕτω προφητεύει λέγων. «Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος». Ὥστε οὗν ὕψιστός ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅτι δὲ τεχθεὶς ὁ Χριστὸς ἔμελλε μετὰ τῆς ἰδίας μητρὸς τῆς πνευματικῆς νεφέλης ἔρχεσθαι εἰς Αἴγυπτον, Ἡσαΐου τοῦ προφήτου ἀκούσωμεν λέγοντος. «Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον καὶ σεισθήσονται τὰ χειροποίητα Αἰγύπτου». Ὅτι δὲ βαπτιζομένου τοῦ Χριστοῦ ἔμελλεν ὁ Πατὴρ ἄνωθεν αὐτῷ μαρτυρεῖν, ἐν τῷ κή. ψαλμῷ γέγραπται οὕτω. «Φωνὴ Κυρίου ἐπὶ ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε Κύριος ἐπὶ ὑδάτων πολλῶν». Εἶτα περὶ τῶν θαυμάτων καὶ ἰαμάτων, ὧν ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν ἐποίησεν, Ἡσαίας ἡμᾶς διδάσκει λέγων· «Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἦρε, καὶ τὰς νόσους ἐβάστασε, καὶ περὶ ἡμῶν ὀδυνᾶται». Ὅτι δὲ εἰρηνεῦσαι τὸν κόσμον ἦλθεν ὁ Χριστός, ἀκούσωμεν τοῦ οά, ψαλμοῦ. «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη καὶ κατακυριεύσῃ ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς Οἰκουμένης». Κἂν εἴπῃ Ἰουδαῖος ὅτι περὶ Σολομῶντος λέγει ὁ ψαλμός, ψεύδεται. Λέγει γὰρ «πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ· καὶ πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς». Ταῦτα δὲ οὐ δυνατὸν εἰς Σολομῶντα λέγεσθαι· οὐ γὰρ ἦν αὐτὸς πρὸ ἡλίου.
Ὅτι δὲ καὶ διὰ βαπτίσματος ἔμελλεν ὁ Χριστὸς ὁ Θεὸς ἡμῶν καταργεῖν τὸν διάβολον, ὁ ογ΄. ψαλμὸς μαρτυρεῖ λέγων πρὸς Θεὸν οὕτω· «Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος· σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος». Ὅτι δὲ ποιητὴς οὐρανοῦ ὁ Χριστός ἐστιν, ὁ ἐν θαλάσσῃ περιπατήσας, τοῦ Ἰὼβ ἀκούσωμεν λέγοντος οὕτως· «ὁ τανύσας τὸν Οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους». Περὶ δὲ τοῦ πώλου καὶ τῆς ὄνου, ἐφ᾽ ὧν ὁ Χριστὸς ἐπεκάθησεν, ἀκούσωμεν τοῦ προφήτου Ζαχαρίου λέγοντος «Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σοι ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον». Τί τοίνυν τῶν πρσφητικῶν τούτων φωνῶν τηλαυγέστερον; Ἀλλ᾽ ὅμως, καίπερ οὕτω τρανῶς περὶ τοῦ Χριστοῦ προφητευόντων, ἀπετύφλωσεν ὁ Σατανᾶς τὰ τῶν Ἰουδαίων ὄμματα, καὶ ἐπώρωσε τὰς τῆς ψυχῆς αὐτῶν κόρας, ἵνα τὰς τοιαύτας μαρτυρίας παραγράφωνται. Ἀκούσωμεν οὖν καὶ περὶ τῶν παίδων τῶν τὸν Χριστὸν, Ὡσαννὰ βοησάντων, καὶ Κύριον λεγόντων προφανῶς τὸν Χριστόν, ψαλμὸν ή. «Κύριε ὁ Κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον»· Περὶ δὲ τῆς τοῦ Ἰούδα προδοσίας ψαλμὸς μά. λέγει· «ὁ ἐσθίων ἄρτους μετ᾽ ἐμοῦ ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν»· τὴν δὲ τῶν Ἐθνῶν καὶ Ἰουδαίων ἐπιβουλὴν τὴν κατὰ τοῦ Χριστοῦ ὁ β΄. ψαλμὸς λέγει· Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν καινά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ (ἤγουν Ἄννας καὶ Καϊάφας καὶ οἱ Ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς) κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ». Ὁ γὰρ πολεμῶν τὸν υἱὸν ὑβρίζει καὶ τὸν πατέρα. Περὶ δὲ τῶν δεσμῶν, δι᾽ ὧν ἔδησαν τὸν Χριστόν, λέγει ταλανίζων τοὺς Ἰουδαίους ὁ Ἡσαΐας ὁ προφήτης· «Οὐαὶ τῇ ψυχῇ αὐτῶν· διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ᾽ ἑαυτῶν λέγοντες. Δήσωμεν τὸν δίκαιον.» Ἐρώτησόν μοι λοιπὸν τὸν Ἰουδαῖον, καὶ εἰπὲ αὐτῷ, ὅτι τίς ἀνθρώπων ἐπὶ γῆς ἀναμάρτητος; Εὔδηλον, ὅτι οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ᾽ ἂν μία ἡμέρα τῆς ζωῆς αὐτοῦ ἐπὶ τῆς γῆς. Καὶ πάλιν φησὶν ὁ προφήτης πρὸς τὸν Θεόν. «Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν». Ὥστε φανερῶς διδασκόμεθα ὅτι οὐδεὶς ἀναμάρτητος, εἰμὴ μόνος ὁ Θεός. Ἴδωμεν λοιπὸν τί ὁ προφήτης Ἡσαΐας διαλέγεται περὶ τοῦ πάθους τοῦ ἀναμαρτήτου Χριστοῦ, τοῦ Θεοῦ ἡμῶν, τοῦ Υἱοῦ τοῦ Θεοῦ. «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.» Δῆλον δὲ ὅτι ἐσιώπα ὁ Χριστὸς Πιλάτῳ παριστάμενος ἐπὶ τοῦ πάθους αὐτοῦ. «Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;»· ἤγουν τὴν τῆς θεότητος οὐδεὶς διηγήσεται· κατὰ σάρκα γὰρ γενεαλογεῖται Χριστὸς ὁ Θεὸς ἡμῶν. «Ἀπὸ γὰρ τῶν ἀνομιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον». Πρόδηλον δὲ ὅτι ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ κόσμου Χριστὸς ἀπέθανε. «Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ». Δῆλον ὅτι τοὺς Ἰουδαίους παρέδωκε τοῖς Ῥωμαίοις. «Καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ». Διατί, ὦ προφῆται; Εἰπὲ ἡμῖν προφανῶς, τίνος χάριν; ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ». Τί πρὸς ταῦτα ἐροῦσιν οἱ Ἰουδαῖοι; Τίς ἄνθρωπος ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἁμαρτίαν μὴ ποιήσας; ἀλλ᾽ οὐκ ἔχουσι δεῖξαι ἄνθρωπον ἀναμάρτητον, εἰμὴ μόνον τὸν Θεὸν γινόμενον ἄνθρωπον.
Ἀκούσωμεν δὲ καὶ περὶ τῶν ψευδομαρτύρων, τῶν κατὰ τοῦ Χριστοῦ ψευδομαρτυρησάντων ψαλμοῦ λδ΄. «Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με· ἀνταποδίδοσάν μοι πονηρᾶ ἀντὶ ἀγαθῶν». Δῆλον ὅτι ὧν ὁ Χριστὸς ἐν τῷ λαῷ αὑτοῦ πεποίηκε· πρῶτον μὲν τὴν ἔξοδον αὐτῶν τὴν ἐξ Αἰγύπτου καὶ τὰ λοιπὰ μυρία ἀγαθά, ἃ εἰς αὐτοὺς εἰργάσατο, ἔπειτα δὲ οὗς νοσοῦντας αὐτῶν ἰάσατο. Περὶ δὲ τῶν μαστιγωσάντων καὶ ῥαπισάντων τὸν Χριστόν, Ἡσαΐας ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ Χριστοῦ οὕτω φησί. «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Ὁμοίως δὲ καὶ ὁ προφήτης Δαβίδ, ἐκ προσώπου τοῦ Χριστοῦ ἐν ΛΖ΄. ψαλμῷ λέγει. «Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.» Περὶ δὲ τῆς πράσεως τοῦ Χριστοῦ λέγει Ἱερεμίας ὁ προφήτης· «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ· καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὼς συνέταξέ μοι Κύριος.» (Ματθ. κζ΄. 9) Ἆρα τοῦτο παραγράψαι δύνασθε ὦ Ἰουδαῖοι, ὅπερ πρὸ ὀφθαλμῶν παντὸς τοῦ κόσμου πρόκειται ἔκτοτε καὶ μέχρι τοῦ νῦν; λέγω δὴ ὁ ἀγρὸς τοῦ κεραμέως πρὸς ταφὴν τοῖς ξένοις. Ὡσαύτως δὲ καὶ Ζαχαρίας ὁ προφήτης λέγει περὶ τῶν τριάκοντα ἀργυρίων, ὡς ἐκ προσωπου τοῦ Χριστοῦ. «Καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργύρια.» Ζαχ. ια΄. 12—13). Ὅτι δὲ τὴν ἀρχὴν τῆς σωτηρίας ἡμῶν, ἤγουν τὸν τίμιον Σταυρόν, ἐν τοῖς ἰδίοις ὥμοις αὐτοῦ ἐβάστασεν ὁ Χριστὸς ὑψωθεὶς ἐν αὐτῷ, Ἡσαίας ὁ προφήτης ἐκ Πνεύματος ἁγίου προφητεύσας εἶπεν «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὥμου αὑτοῦ», τουτέστιν ὁ ζωοποιὸς σταυρός. Περὶ δὲ τοῦ ἀκανθίνου στεφάνου, γέγραπται ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων. «Θυγατέρες Ἱερουσαλὴμ ἐξέλθετε καὶ ἴδετε τὸν στέφανον, ὃν ἐστεφάνωσεν Αὐτὸν ἡ μήτηρ Αὐτοῦ (τουτέστι ἡ συναγωγὴ τῶν Ἰουδαίων. μήτηρ γὰρ Χριστοῦ αὕτη κατὰ σάρκα νοεῖται)· ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης αὐτοῦ». Πρόδηλον δέ, ὅτι ἡ ἡμέρα τοῦ πάθους τοῦ Χριστοῦ ἦν ἡμέρα εὐφροσύνης Αὐτοῦ διὰ τὴν σωτηρίαν ἡμῶν. Ὥσπερ γὰρ ἄκανθαί τινες, οὕτως ὑπῆρχον αἱ ἁμαρτίαι τοῦ κόσμου, ἅστινας ἐλθὼν ὁ Χριστὸς ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ἐξήλειψε. Καὶ καθάπερ διὰ τοῦ καρποῦ τοῦ ξύλου ἡ ἁμαρτία, οὕτω διὰ τοῦ ξύλου τοῦ σταυροῦ ἡ σωτηρία· καὶ διὰ τοῦτο ἐν κήπῳ τὸ πάθος τοῦ Χριστοῦ γέγονεν, ἐπειδὴ ἐν παραδείσῳ παρέβη ὁ Ἀδάμ. Διὰ τοῦτο καὶ λῃστῇ παράδεισος ἀπὸ σταυροῦ ἀνοίγεται, διὰ τοῦτο δὲ καὶ ὥρα ἕκτῃ ὁ Χριστὸς σταυροῦται, ἐπειδὴ τὸ δειλινὸν ὁ Ἀδὰμ ἐξωρίσθη. Χολῆς γεύεται, ἵνα τὴν γλυκύτητα τῆς πικρᾶς ἡδονῆς τοῦ Ἀδὰμ ἰάσηται· ῥαπίζεται, ἵνα ἐμοὶ τὴν ἐλευθερίαν χαρίσηται. Ἐμπτύεται, ἵνα τὸ ἐμφύσημα τοῦ ἁγίου Πνεύματος ἡμῖν χαρίσηται. φραγγελοῦται, ἵνα τὸ ἐπὶ τοῦ νώτου ἡμῶν φορτίον τῶν ἁμαρτιῶν σκορπίσῃ. γυμνοῦται ἐν ξύλῳ, ἵνα τὴν ἐμὴν αἰσχύνην σκεπάσῃ· θανατοῦται, ἵνα ἐμὲ ζωοποιήσῃ· κατακρίνεται, ἵνα ἐμὲ τῆς κατάρας ἀπολύση. καλάμῳ τὴν κεφαλὴν τύπτεται, ἵνα τὴν τοῦ ὄφεως κεφαλὴν συντρίψῃ. λόγχῃ τὴν πλευρὰν νύττεται, ἵνα τὴν ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ κτισθεῖσαν θεραπεύσῃ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν καθ᾽ ἡμῶν στρεφομένην παύσῃ καὶ τὴν ὁδὸν τοῦ παραδείσου ἀνοίξῃ.
Ὅτι δὲ ἐν μέσῳ τῆς γῆς ἔμελλεν ὁ Χριστὸς σταυροῦσθαι ἐν ογ΄. ψαλμῷ γέγραπται· «ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς». Καὶ ὅτι μετὰ λῃστῶν ἔμελλεν ὁ Χριστὸς σταυροῦσθαι, Ἡσαΐας φησί· «Καὶ μετὰ ἀνόμων ἐλογίσθη». Περὶ δὲ τῶν ἥλων καὶ τοῦ διαμερισμοῦ τῶν ἱματίων αὐτοῦ, ὁ ψαλμὸς κά. οὕτω λέγει· «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον». Ὁμοίως δὲ καὶ Ζαχαρίας ὁ προφήτης περὶ τῶν ἥλων οὕτως ἔφη. «Καὶ ἐροῦσι πρὸς αὐτόν. Τί αἱ πληγαὶ αὗται αἱ ἀνὰ μέσον τῶν χειρῶν σου; Καὶ ἐρεῖ. Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῶν ἀγαπητῶν μου». Περὶ δὲ τοῦ σκοτασμοῦ ὁ αὐτὸς προφήτης Ζαχαρίας λέγει οὕτω. «Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἔσται φῶς. καὶ ψῦχος καὶ πάγος ἔσται μία ἡμέρα, καὶ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ καὶ πρὸς ἑσπέραν ἔσται φῶς». Ὁμοίως δὲ καὶ Ἀμὼς ὁ προφήτης εἶπε. «Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς.» Καὶ Ἰωὴλ δὲ ὁ προφήτης λέγει. «Ὁ ἥλιος καὶ ἡ σελήνη σκοτάσουσι, καὶ οἱ ἀστέρες δώσουσι τὸ φέγγος αὐτῶν. Ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράξεται, καὶ ἐξ Ἱερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ.» Ὅτι δὲ ἔμελλεν ὄξος καὶ χολὴν ποτίζεσθαι ὁ Χριστός, ψαλμοῦ ξή. ἀκούσωμεν. «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος» Διὸ καὶ ἀρᾶται αὐτοὺς λέγων. «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. Ἔκχεον ἐπ᾽ αὐτοὺς τὴν ὀργήν σου καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβει αὐτούς. Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν»· ἤγουν ὁ ἐν Ἱεροσολύμοις ναὸς αὐτῶν, ὃ δὴ καὶ γέγονε. Καὶ τὰ λοιπὰ δὲ τοῦ ψαλμοῦ, ὡς ἐπὶ κατάρας λεγόμενα, τοῖς Ἰουδαίοις ἁρμόζει, οὓς καὶ Μωσῆς ὠνείδισεν εἰπών. «Καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου».
Περὶ δὲ τῆς λόγχης λέγει Ζαχαρίας ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ Χριστοῦ. «Καὶ ἐπιβλέψονται πρός με, εἰς ὃν ἐξεκέντησαν». Περὶ δὲ τοῦ ὕδατος τῆς ἁγίας αὐτοῦ πλευρᾶς ὁ αὐτὸς προφήτης εἶπεν. «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ». Ἀκούσωμεν δὲ καὶ τοῦ προφήτου Ἡσαΐου περὶ τῆς ταφῆς τοῦ Κυρίου λέγοντος, καὶ ὅπως διαγελᾷ τοὺς Ἰουδαίους. «Ἴδετε ὅτι ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ». Εἶπεν οὖν καὶ τὴν αὐτοῦ ἀνάστασιν καὶ πάλιν· καὶ «ἀπὸ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος καὶ ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ»· «ἐν εἰρήνῃ» δὲ λέγει, ὅτι ὁ Πιλάτος μετ᾽ εἰρήνης ἀπέδωκε τὸ σῶμα τοῦ Ἰησοῦ τῷ Ἰωσήφ. Ὁμοίως δὲ καὶ Δαβὶδ περὶ τῆς ταφῆς αὐτοῦ ἐν πζ΄. ψαλμῷ λέγει ὡς ἐκ προσώπου τοῦ Χριστοῦ. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου» καὶ πρὸ τούτων. «Καὶ ἐγενήθη, ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος», ἤγουν ἀναμάρτητος, Γέγραπται δὲ καὶ ἐν τῷ Ἰὼβ οὕτως. «Ἀνοίγονταί σοι φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν»· πρόδηλον δὲ, ὅτι αἱ ἐναντίαι τῶν δαιμόνων δυνάμεις. Ὁμοίως δὲ καὶ ἐν τῷ ξζ΄. ψαλμῷ. «Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις». Ὅτι δὲ ὁ Χριστὸς ἐν τῷ ᾅδῃ ἀπομένειν οὐκ ἔμελλεν, ἀλλὰ τριήμερος ἀνίστασθαι, ψαλμοῦ ιε΄ ἀκούσωμεν· «ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν»· καὶ πάλιν νϛ΄ ψαλμοῦ «ἐξεγερθήσομαι ὄρθρου». Καὶ ὁ προφήτης δ᾽ Ὡσηὲ οὕτως ἔφη «Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς πεποίηκεν ἡμᾶς, καὶ ἰάσεται ἡμᾶς, ὑγιάσει ἡμᾶς καὶ μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα». Περὶ δὲ τῶν μυροφόρων γυναικῶν Ἡσαΐας ὁ προφήτης εἶπε· «Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γάρ ἐστι λαὸς ἔχων σύνεσιν». Περὶ δὲ τῆς ἀναλήψεως τοῦ Χριστοῦ ἐν ζ΄ καὶ ι΄ ψαλμῷ γέγραπται· «Καὶ ἐπέβη ἐπὶ χερουβὶμ, καὶ ἐπετάσθη· ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.» Καὶ πάλιν ἐν μϛ΄ ψαλμῷ· «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος»· καὶ ἐν Ζαχαρίᾳ τῷ προφήτῃ· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ στήσονται οἱ πόδες Κυρίου εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν.» Περὶ δὲ τῆς ἐνδόξου δευτέρας παρουσίας τοῦ Υἱοῦ καὶ Θεοῦ λέγει Δανιὴλ ὁ Προφήτης· «Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε καὶ προσηνέχθη αὐτῷ· καὶ αὐτῷ ἐδόθη ἀρχή, καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι, δουλεύουσιν αὐτῷ. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.» Ἰδοὺ σαφῶς διὰ τῶν εἰρημένων ἐμάθομεν, ὅτι αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ σαρκωθεὶς καὶ παθὼν δι᾽ ἡμᾶς, καὶ ἀναστὰς ἐκ νεκρῶν, καὶ ἀναληφθεὶς ἐν δόξῃ πρὸς τὸν ἑαυτοῦ Πατέρα καὶ πάλιν μέλλων ἔρχεσθαι μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ δόξης αἰωνίου κρῖναι ζῶντας καὶ νεκροὺς. Προεῖπε γὰρ περὶ τούτου ὁ αὐτὸς προφήτης Δανιήλ· «Ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο· καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν. Ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεώχθησαν. Ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός.» Πρόδηλον δέ, ὅτι τὸ θηρίον ὁ ἀντίχριστός ἐστιν· ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ ἐρχόμενος, ἀνελεῖ αὐτὸν τῷ πνεύματι τοῦ στόματος Αὑτοῦ ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τὼν αἰώνων. Ἀμήν.
Notes
- Τῆς ἐποχῆς τοῦ Ἁγίου Ἀθανασίου.