Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Nektarios of Aegina › Christology

Christology

St Nektarios of Aegina, Greek, Athens, 1900

Part 3, Chapter 1

ΜΕΡΟΣ Γ΄.
ΚΕΦΑΛΑΙΟΝ Α΄.
ΠΕΡΙ ΤΗΣ ΠΛΗΡΩΣΕΩΣ ΤΩΝ ΠΡΟΦΗΤΕΙΩΝ ΚΑΘΟΛΟΥ
§ 1. Προρρήσεις τοῦ προφήτου Μωϋσέως προλέγουσαι τὰς μελλούσας τύχας τοῦ Ἰουδαϊκοῦ ἔθνους.

Ὁ Μέγας προφήτης καὶ νομοθέτης, ὁ θεόπτης Μωϋσῆς, ἐν τῷ ΚΗ΄. Κεφαλαίῳ τοῦ Δευτερονομίου ἐντελλόμενος φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς, ἃς ὁ Θεὸς ἔδωκε δι᾽ αὐτοῦ τοῖς Ἰουδαίοις καὶ ἐνετείλατο φυλάσσειν, εὔχεται τῷ ἰουδαϊκῷ ἔθνει καὶ προλέγει αὐτῷ τὴν δαψίλειαν τῶν εὐλογιῶν τοῦ Θεοῦ, τὴν δόξαν καὶ τὴν εὐδαιμονίαν αὐτοῦ ἐν τῇ τηρήσει τῶν θείων ἐντολῶν, καταρᾶται δὲ αὐτῷ καὶ προαναγγέλει ὅλα τὰ δεινά, ὅσα θὰ ἐντύχωσιν αὐτοῖς ἐν τῇ ἀθετήσει τοῦ νόμου καὶ τῇ παραβάσει καὶ παρακοῇ.

«1. Καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν, ἐὰν ἀκοῇ εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε Κύριος ὁ Θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς. 2. Καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται, καὶ εὑρήσουσί σε, ἐὰν ἀκοῇ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου. 3. Εὐλογημένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ. 4. Εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὰ ἔκγονα τῆς γῆς σου, καὶ ἔκγονα τῶν κτηνῶν σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου. 6. Εὐλογητὸς σὺ ἐν τῷ εἰσπορεύεσθαί σε καὶ εὐλογητὸς σὺ ἐν τῷ ἐκπορεύεσθαί σε. 7. Παραδώσει Κύριος ὁ Θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου· ἐν ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σέ, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου. 8. Ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν εὐλογίαν, ἐν τοῖς ταμείοις σου καὶ ἐν πᾶσιν, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου, καὶ εὐλογήσει σε ἐπὶ τῆς γῆς, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι. 9. Ἀναστήσαι σε Κύριος ὁ Θεός σου ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, ἐὰν εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς αὐτοῦ. 10. Καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι τὸ ὄνομα Κυρίου ἐπικέκληταί σοι καὶ φοβηθήσονταί σε. 11. Καὶ πληθυνεῖ σε Κύριος ὁ Θεός σου εἰς ἀγαθὰ ἐπὶ τοῖς ἐκγόνοις τῆς κοιλίας σου, καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου, καὶ ἐπὶ τοῖς γεννήμασι τῆς γῆς σου ἐπὶ τῆς γῆς, ἧς ὤμοσε κύριος τοῖς πατράσι σου δοῦναί σοι, 12. Ἀνοίξαι σοι Κύριος τὸν θησαυρὸν τὸν ἀγαθὸν αὐτοῦ, τὸν οὐρανὸν, δοῦναι τὸν ὑετὸν τῇ γῇ σου ἐπὶ καιροῦ αὐτοῦ, εὐλογῆσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου· καὶ ἐκδανειεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανειεῖ· καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι. 13. Καταστήσαι σε Κύριος ὁ Θεός σου εἰς κεφαλήν, καὶ μὴ εἰς οὐράν· καὶ ἔσῃ τότε ἐπάνω, καὶ οὐκ ἔσῃ ὑποκάτω, ἐὰν ἀκούσῃς τῶν ἐντολῶν Κυρίου τοῦ Θεοῦ σου, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, φυλάσσειν καὶ ποιεῖν. 14. Οὐ παραβήσῃ ἀπὸ πάντων τῶν λόγων, ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον, δεξιὰ ἢ ἀριστερά, πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς. 15. Καὶ ἔσται, ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ ἠκριβασμένα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται, καὶ καταλήψονταί σε. 16. Ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ. 17. Ἐπικατάρατοι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου. 18. Ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὰ γεννήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου. 19. Ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε. 20. Ἐξαποστείλαι σοι Κύριος τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου, ὅσα ἐὰν ποιήσῃς, ἕως ἂν ἐξολοθρεύσῃ σε, καὶ ἕως ἀπολέσῃ σε ἐν τάχει, διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου, διότι ἐγκατέλιπές με. 21. Προσκολλήσαι Κύριος εἰς σὲ τὸν θάνατον, ἕως ἂν ἐξαναλώσῃ σε ἀπὸ τῆς γῆς, εἰς ἣν σὺ εἰσπορεύῃ ἐκεῖ, κληρονομῆσαι αὐτήν. 22. Πατάξαι σε Κύριος ἀπορίᾳ καὶ πυρετῷ, καὶ ῥίγει, καὶ ἐρεθισμῷ καὶ φόνῳ, καὶ ἀνεμοφθορίᾳ, καὶ τῇ ὤχρᾳ καὶ καταδιώξονταί σε, ἕως ἂν ἀπολέσωσί σε, 23. Καὶ ἔσται ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ. 24. Δῴη Κύριος τὸν ὑετὸν τῇ γῇ σου κονιορτόν, καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται ἐπὶ σέ, ἕως ἂν ἐκτρίψῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε. 25. Δῴη σε Κύριος ἐπικοπὴν ἐναντίον τῶν ἐχθρῶν σου· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτοὺς, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν, καὶ ἔσῃ ἐν διασπορᾷ ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς. 26. Καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν. 27. Πατάξαι σε Κύριος ἐν ἕλκει Αἰγυπτίῳ ἐν ταῖς ἕδραις, καὶ ψώρᾳ ἀγρίᾳ καὶ ἐν κνήφῃ, ὥστε μὴ δύνασθαί σε ἰαθῆναι. 28. Πατάξαι σε Κύριος παραπληξίᾳ καὶ ἀορασίᾳ, καὶ ἐκστάσει διανοίας. 29. Καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας, ὡσεὶ ψηλαφῆσαι ὁ τυφλὸς ἐν τῷ σκότει, καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου, καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν. 30. Γυναῖκα λήψῃ καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν· οἰκίαν οἰκοδομήσεις καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ, ἀμπελῶνα φυτεύσεις καὶ οὐ μὴ τρυγήσεις αὐτόν. 31. Ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ μὴ φάγῃ ἐξ αὐτοῦ· ὁ ὄνος σου ἡρπαγμένος ἀπὸ σοῦ, καὶ οὐκ ἀποδοθήσεταί σοι· τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν. 32. Οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ, καὶ οἱ ὀφθαλμοί σου ὄψονται σφακελίζοντες εἰς αὐτὰ ὅλην τὴν ἡμέραν, καὶ οὐκ ἰσχύσει ἡ χείρ σου. 33. Τὰ ἐκφόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος, ὃ οὐκ ἐπίστασαι, καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας. 34. Καὶ ἔσῃ παράπληκτος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου, ἃ βλέψῃ. 35. Πατάξαι σε Κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας, ὥστε μὴ δυνάσθαι ἰαθῆναί σε ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου. 36. Ἀπαγάγοι Κύριος (ὁ Θεὸς) σὲ καὶ τοὺς ἄρχοντάς σου, οὓς ἂν καταστήσῃς ἐπὶ σεαυτόν, εἰς ἔθνος, ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου, καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις. 37. Καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ ἐν παραβολῇ καὶ ἐν διηγήματι ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς ἂν ἀπαγάγῃ σε Κύριος ἐκεῖ. 38. Σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον, καὶ ὀλίγα εἰσοίσεις, ὅτι κατέδεται αὐτὰ ἡ ἀκρίς. 39. Ἀμπελῶνα φυτεύσεις καὶ κατεργᾷ, καὶ οἶνον οὐ πίεσαι οὐδ᾽ εὐφρανθήσῃ ἐξ αὐτοῦ, ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ. 40. Ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου, καὶ ἔλαιον οὐ χρίσῃ, ὅτι ἐκρυήσεται ἡ ἐλαία σου. 41. Υἱοὺς καὶ θυγατέρας γεννήσεις, καὶ οὐκ ἔσονταί σοι· ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ. 42. Πάντα τὰ ξύλινά σου καὶ τὰ γεννήματά σου τῆς γῆς ἐξαναλώσει ἡ ἐρισύβη, 43. Ὁ προσήλυτος, ὃς ἐστὶν ἐν σοὶ, ἀναβήσεται ἐπὶ σὲ ἄνω ἄνω, σὺ δὲ καταβήσῃ κάτω κάτω. 44. Οὗτος δανειεῖ σοι, σὺ δὲ τούτῳ οὐ δανειεῖς· οὗτος ἔσται εἰς κεφαλὴν, σὺ δὲ ἔσῃ εἰς οὐράν. 45. Καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται, καὶ καταδιώξονταί σε καὶ καταλήψονταί σε, ἕως ἂν ἐξολοθρεύσαι σε, καὶ ἕως ἂν ἀπολέσαι σε· ὅτι οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου τοῦ φυλάσσεσθαί (σε πάσας) τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐνετείλατό σοι. 46. Καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα, καὶ ἐν τῷ σπέρματί σου ἕως αἰῶνος. 47. ἀνθ᾽ ὧν οὐκ ἐλάτρευσας Κυρίῳ τῷ Θεῷ σου ἐν εὐφροσύνῃ καὶ ἐν ἀγαθῇ καρδίᾳ διὰ τὸ πλῆθος πάντων. 48. Καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου, οἷς ἐπαποστελεῖ αὐτοὺς Κύριος ἐπὶ σέ, ἐν λιμῷ, καὶ ἐν δίψει καὶ ἐν γυμνότητι, καὶ ἐν ἐκλείψει πάντων. Καὶ ἐπιθήσει κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου, ἕως ἂν ἐξολοθρεύσῃ σε. 49. Ἐπάξει Κύριος ἐπὶ σὲ ἔθνος μακρόθεν ἀπ᾽ ἐσχάτου τῆς γῆς, ὡσεὶ ὅρμημα ἀετοῦ. 50. Ἔθνος, οὗ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ, ἔθνος ἀναιδὲς προσώπῳ, ὅστις οὐ θαυμάσει πρόσωπον πρεσβυτέρου, καὶ νέον οὐκ ἐλεήσει. 51· καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου, καὶ τὰ γεννήματα τῆς γῆς σου, ἕως ἐκτρίψῃ σε, ὥστε μὴ καταλιπεῖν σοι σῖτον, οἶνον καὶ ἔλαιον· βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἕως ἂν ἀπολέσῃ σε.

52. Καὶ ἐκτρίψει σε ἐν πάσαις ταῖς πόλεσί σου, ἕως ἂν καθαιρεθῶσι τὰ τείχη σου τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά, ἐφ᾽ οἷς σὺ πέποιθας ἐπ᾽ αὐτοῖς, ἐν πάσῃ τῇ γῇ σου· καὶ θλίψει σε ἐν πάσαις ταῖς πόλεσί σου, ἐν πάσῃ τῇ γῇ σου, ἣν ἔδωκέ σοι Κύριος ὁ Θεός σου. 53. Καὶ φαγῇ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου, ὅσα ἔδωκέ σοι Κύριος ὁ Θεός σου, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ θλίψει σε ὁ ἐχθρός σου. 54. Ὁ ἀνὴρ ὁ ἁπαλὸς ἐν σοὶ καὶ ὁ τρυφερὸς σφόδρα, βασκανεῖ τῷ ὀφθαλμῷ αὐτοῦ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τὴν γυναῖκα τὴν ἐν τῷ κόλπῳ αὐτοῦ, καὶ καταλελειμμένα τὰ τέκνα αὐτοῦ, 55. ἃ ἂν καταλειφθῇ αὐτῷ, ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ, ὧν ἂν κατέσθῃ, διὰ τὸ μὴ καταλελεῖφθαι αὐτῷ μηθὲν ἐν τῇ στενοχωρίᾳ καὶ ἐν τῇ θλίψει σου, ᾗ ἂν θλίψει σε ὁ ἐχθρός σου ἐν πάσαις ταῖς πόλεσί σου. 56. Καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερὰ (σφόδρα), ἧς οὐχὶ πεῖραν ἔλαβεν ὁ ποῦς αὐτῆς βαίνειν ἐπὶ τῆς γῆς διὰ τὴν τρυφερότητα καὶ διὰ τὴν ἁπαλότητα, βασκανεῖ τῷ ὀφθαλμῷ αὐτῆς τὸν ἄνδρα αὐτῆς, τὸν ἐν τῷ κόλπῳ αὐτῆς, καὶ τὸν υἱὸν αὐτῆς, καὶ τὴν θυγατέρα αὐτῆς, 57· καὶ τὸ χόριον αὐτῆς, τὸ ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς, καὶ τὸ τέκνον αὐτῆς ὃ ἂν τέκῃ· καταφάγεται γὰρ αὐτὰ διὰ τὴν ἔνδειαν πάντων κρυφῇ ἐν τῇ στενοχωρίᾳ καὶ ἐν τῇ θλίψει, ᾗ ἂν θλίψει σε ὁ ἐχθρός σου ἐν (πάσαις) ταῖς πόλεσί σου, 58· ἐὰν μὴ εἰσακούσητε ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ, φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον καὶ τὸ θαυμαστὸν τοῦτο, Κύριον τὸν Θεόν σου. 59. Καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου, καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστάς, καὶ νόσους πονηρὰς καὶ πιστάς. 60. Καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηρὰν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσονται ἐν σοί· καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην (καὶ πᾶσαν τὴν γεγραμμένην) ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, ἐπάξει Κύριος ἐπὶ σέ, ἕως ἂν ἐξολοθρεύσῃ σε· 62 καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ. ἀνθ᾽ ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ὅτι οὐκ εἰσηκούσατε φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν. 63. Καὶ ἔσται ὃν τρόπον εὐφράνθη Κύριος ἐφ᾽ ὑμῖν, εὖ ποιῆσαι ὑμᾶς καὶ πληθῦναι ὑμᾶς, οὕτως εὐφρανθήσεται Κύριος ἐφ᾽ ὑμῖν, ἐξολοθρεῦσαι ὑμᾶς καὶ τοῦ ἐκτρῖψαι ὑμᾶς, καὶ ἐξαρθήσεσθε ἀπὸ τῆς γῆς, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ, κληρονομῆσαι αὐτήν. 64. Καὶ διασπερεῖ σε Κύριος ὁ Θεός σου εἰς πάντα τὰ ἔθνη, ἀπ᾽ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις, οἷς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου. 65. Ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις, οὐκ ἀναπαύσει σε, οὐδὲ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου· καὶ δώσει σοι Κύριος ἐκεῖ καρδίαν ἀθυμοῦσαν, καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν. 66. Καὶ ἔσται ἡ ζωή σου κρεμαμένη σοι ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσει ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου. 67. Τὸ πρωῒ ἐρεῖς· πῶς ἂν γένοιτο ἑσπέρα, καὶ τὸ ἑσπέρας ἐρεῖς· πῶς ἂν γένοιτο πρωΐ. ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ. 68. Καὶ ἀποστρέψει σε Κύριος εἰς Αἴγυπτον ἐν πλοίοις καὶ ἐν τῇ ὁδῷ ᾗ εἶπά σοι, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτήν· καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν, εἰς παῖδας καὶ εἰς παιδίσκας, καὶ οὐκ ἔσται ὁ κτώμενος.».

§ 2. Πλήρωσις τῶν Εὐχῶν.

1. Καὶ ἔσται ὡς ἂν ἀναβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ὑμῶν δώσει ὑμῖν, ἐὰν ἀκοῇ εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σοι Κύριος ὁ Θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς. 2. Καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι καὶ εὑρήσουσί σε, ἐὰν ἀκοῇ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου.» (Δευτ. στίχ. 3-13.)

Αἱ προφητεῖαι αὗται ἐπληρώθησαν πολλάκις, πρῶτον ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ διαδόχου τοῦ Μωϋσέως, καθ᾽ ὅλον τὸν χρόνον τῆς ἀρχηγίας αὐτοῦ· ἔπειτα ἐπὶ τῆς ἐποχῆς τῶν Κριτῶν τοῦ Ἰσραὴλ καὶ τελευταῖον ἐπὶ τῶν Βασιλέων Ἰούδα.

Ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ πρώτη πλήρωσις τῶν εὐλογιῶν. Ὁ Ἰσραὴλ διέβη τὸν Ἰορδάνην ἀβρόχοις ποσίν. «Εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν μέσῳ τῷ Ἰορδάνῃ, ἕως συνετέλεσεν Ἰησοῦς πάντα ὅσα ἐνετείλατο Κύριος τῷ Ἰησοῦ ἀναγγεῖλαι τῷ λαῷ, καὶ πάντα ὅσα ἐνετείλατο Μωϋσῆς τῷ Ἰησοῦ· καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβη. Καὶ ἐγένετο ὡς συνετέλεσε πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ Κιβωτός». (Ἰησ. Ναυῆ κεφ. Δ΄. 10—12).

Δευτέρα πλήρωσις· ἡ ἐκπόρθησις τῆς Ἱεριχοῦς. «Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν. Ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σου τὴν Ἱεριχὼ καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ δυνατὸν ἐν ἰσχύϊ... Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνέστησαν ἐν τῇ ἀναβάσει τοῦ ὄρθρου καὶ περιῆλθον τὴν πόλιν κατὰ τὸ κρῖμα τοῦτο ἑπτάκις· πλὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκύκλωσαν τὴν πόλιν ἑπτάκις. Καὶ ἐγένετο τῇ περιόδῳ τῇ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς ταῖς σάλπιγξιν... Ὡς δὲ ἤκουσεν ὁ λαὸς τὴν φωνὴν τῶν σαλπίγγων ἠλάλαξε πᾶς ὁ λαὸς (ἅμα) ἀλαλαγμῷ μεγάλῳ καὶ ἰσχυρῷ. Καὶ ἔπεσε τὸ τεῖχος κύκλῳ καὶ ἀνέβη πᾶς ὁ λαὸς εἰς τὴν πόλιν ἕκαστος ἐξεναντίας αὐτοῦ καὶ κατελάβοντο τὴν πόλιν.» (Ἰησ. Ναυῆ κεφ. ϛ΄. 1,14,19).

Τρίτη πλήρωσις, ἡ καταστροφὴ τῆς Γαΐ. «Καὶ ἐγενήθησαν πάντες οἱ πεσόντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες πάντας τοὺς κατοικοῦντας Γαΐ.» (Ἰησ. Ναυῆ κεφ.Η΄.25-26).

Τετάρτη περίπτωσις· ἐν τῇ καταστροφῇ τῶν βασιλέων τῶν Ἀμορραίων τῶν κατοικούντων τὴν ὀρεινήν. «Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, μὴ φοβηθῇς αὐτοὺς εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς· οὐχ ὑποστήσεται ἐξ αὐτῶν οὐδεὶς ἐνώπιον ὑμῶν... Καὶ ἐξέστησεν αὐτοὺς Κύριος ἀπὸ προσώπου Ἰσραὴλ καὶ συνέτριψεν αὐτοὺς Κύριος σύντριψιν μεγάλην ἐν Γαβαών· καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Βηθωρὼν, καὶ κατέκοπτον αὐτούς... Καὶ Κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Ἀζηκὰ καὶ ἀπέθανον· καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν πολέμῳ». (Κεφ. Ι΄. 8-12). Τότε ἔστη καὶ ὁ ἥλιος. Ἑτέρα περίπτωσις ἐν τῇ καταστροφῇ τῶν βασιλέων, Ἰαβείς, βασιλέως Ἀσὼρ καὶ Ἰωβὰβ βασιλέως Μαδὼν, καὶ βασιλέως Σομερὼν καὶ Ἀχσὰβ καὶ τῶν βασιλέων Σιδῶνος καὶ Χαναναίων, καὶ Ἀμορραίων καὶ Χετταίων, καὶ Φερεζαίων, καὶ Ἰεβουσαίων, καὶ Εὐαίων, καὶ Ἀερμὼν καὶ Μασσηφάθ. «Καὶ ἐξῆλθον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετ᾽ αὐτῶν λαὸς πολὺς, ὥσπερ ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης τῷ πλήθει, καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα... Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον τὴν ὥραν ταύτην ἐγὼ παραδίδωμι πάντας αὐτοὺς τετρωμένους ἐναντίον τῶν υἱῶν Ἰσραὴλ... Καὶ ἐπέστρεψεν Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ κατελάβετο τὴν Ἀσὼρ καὶ τὸν βασιλέα αὐτῆς ἀπέκτεινεν ἐν ῥομφαίᾳ· ὅτι Ἀσὼρ ἦν τὸ πρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων. Καὶ ἀπέκτειναν πᾶν ἐμπνέον, ὃ ἦν ἐν αὐτῇ ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν πάντας καὶ οὐ κατελείφθη ἐν αὐτῇ ἐμπνέον, καὶ τὴν Ἀσὼρ ἐνέπρησαν ἐν πυρί. Καὶ πάσας τὰς πόλεις τῶν βασιλέων τούτων καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν Ἰησοῦς καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσεν αὐτοὺς, ὃν τρόπον συνέταξε Μωϋσῆς ὁ παῖς Κυρίου.» (Κεφ. ΙΑ΄. 1-13).

Πάντες οἱ βασιλεῖς καὶ πᾶσαι αἱ βασιλεῖαι, ἃς παρέδωκεν ὁ Θεὸς εἰς χεῖρας υἱῶν Ἰσραὴλ, οὓς ἀνεῖλον Μωϋσῆς καὶ υἱοὶ Ἰσραὴλ, καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν, ἀνέρχονται εἰς τριάκοντα καὶ ἕνα. Πάντας τούτους κατεπολέμησαν οἱ Ἰσραηλῖται τῇ κραταιᾷ τοῦ Θεοῦ δυνάμει, ὃς ἦν μετ᾽ αὐτῶν, καθ᾽ ἃ ἐπηγγείλατο Μωϋσῆς, καὶ καθ᾽ ἃ ηὐλόγησεν αὐτούς. Καὶ εἶπεν Ἰησοῦς· «Καὶ ἐξωλόθρευσε Κύριος τοὺς ἐχθροὺς ὑμῶν ἀπὸ προσώπου ὑμῶν, ἔθνη μεγάλα καὶ ἰσχυρὰ, καὶ ὑμῖν οὐδεὶς ἀντέστη κατενώπιον ὑμῶν, ἕως τῆς ἡμέρας ταύτης· ἀνὴρ εἷς ὑμῶν ἐδίωξε χιλίους, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν οὗτος ἐξεπολέμει ὑμῖν, καθάπερ εἶπεν ὑμῖν. Καὶ φυλάξασθε σφόδρα ταῖς ψυχαῖς ὑμῶν τοῦ ἀγαπᾶν Κύριον τὸν Θεὸν ὑμῶν. Ἐὰν γὰρ ἀποστροφῇ ἀποστραφῆτε καὶ προστεθῆτε τοῖς ὑπολειφθεῖσιν ἔθνεσι τούτοις τοῖς μεθ᾽ ὑμῶν, καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς, καὶ συγκαταμιγῆτε αὐτοῖς, καὶ αὐτοὶ ὑμῖν, γνώσεσθε, ὅτι οὐ μὴ προσθῇ Κύριος ὁ Θεὸς ὑμῶν τοῦ ἐξολοθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν· καὶ ἔσονται ὑμῖν εἰς παγίδας καὶ εἰς σκάνδαλα καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν, καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἂν ἀπόλησθε ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἧς ἔδωκεν ὑμῖν Κύριος ὁ Θεὸς ὑμῶν. Ἐγὼ δὲ ἀποτρέχω σήμερον τὴν ὁδόν, καθὰ πάντες οἱ ἐπὶ τῆς γῆς· καὶ γνώσεσθε ἐν ὅλῃ τῇ καρδίᾳ ὑμῶν, καὶ ἐν ὅλῃ τῇ ψυχῇ ὑμῶν, διότι οὐκ ἔπεσε λόγος εἷς ἀπὸ πάντων τῶν λόγων τῶν καλῶν, ὧν εἶπε Κύριος ὁ Θεὸς ὑμῶν πρὸς ὑμᾶς· πάντα ἥκει ὑμῖν, ἓν ῥῆμα οὐ διαπεφώνηκεν ἐξ αὐτῶν. Καὶ ἔσται, ὃν τρόπον ἥκει ἐφ᾽ ὑμᾶς πάντα τὰ ῥήματα τὰ καλὰ, ἃ ἐλάλησε Κύριος ὁ Θεὸς ἐφ᾽ ὑμᾶς, οὕτως ἐπάξει Κύριος ἐφ᾽ ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρὰ, ἕως ἂν ἐξολοθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἧς ἔδωκεν ὑμῖν Κύριος ὁ Θεὸς ὑμῶν· ἐν τῷ παραβαίνειν ὑμᾶς τὴν Διαθήκην Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἣν ἐνετείλατο ὑμῖν, καὶ πορευθέντες λατρεύσητε θεοῖς ἑτέροις, καὶ προσκυνήσητε αὐτοῖς· καὶ ὀργισθήσεται θυμῷ Κύριος ἐν ὑμῖν καὶ ἀπολεῖσθε τὸ τάχος ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς, ἧς ἔδωκεν ὑμῖν.» (Ἰησοῦ Ναυῆ Κεφ. κγ΄. 9-16).

Ἐν τῷ προειρημένῳ κεφαλαίῳ ὁ Ἰησοῦς τοῦ Ναυῆ ἐπιμαρτυρεῖ ὅτι οὐκ ἔπεσε λόγος εἷς ἀπὸ πάντων τῶν λόγων τῶν καλῶν, ὧν εἶπε Κύριος ὁ Θεὸς πρὸς τοὺς υἱοὺς Ἰσραὴλ διὰ Μωϋσέως τοῦ προφήτου, προλέγει δὲ καὶ τὴν ἀκριβῆ πλήρωσιν τῶν ῥημάτων τῶν πονηρῶν καθ᾽ ὅμοιον τρόπον, «ὃν τρόπον ἥκει ἐφ᾽ ὑμᾶς τὰ ῥήματα τὰ καλὰ, ἃ ἐλάλησε Κύριος ὁ Θεὸς ὑμῶν ἐφ᾽ ὑμᾶς, οὕτως ἐπάξει Κύριος ἐφ᾽ ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρά...

§ 3. Πλήρωσις τῶν καλῶν προρρήσεων ἐπὶ τῆς ἐποχῆς τῶν Κριτῶν.

«Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπῃρώτων οἱ υἱοὶ Ἰσραὴλ ἐν Κυρίῳ, λέγοντες· τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ; Καὶ εἶπε Κύριος· Ἰούδας ἀναβήσεται· ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ... Καὶ ἐπολέμουν οἱ υἱοὶ Ἰούδα ἐν Ἱερουσαλήμ, καὶ κατελάβοντο αὐτὴν, καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί... καὶ ἐπάταξε τὸν Σεσσί, καὶ τὸν Ἀχιμὰν, καὶ τὸν Θολαμεὶ γεννήματα τοῦ Ἐνάκ. Καὶ ἐκληρονόμησεν Ἰούδας τὴν Γάζαν καὶ τὸ ὅριον αὐτῆς, καὶ τὴν Ἀσκάλωνα καὶ τὸ ὅριον αὐτῆς, καὶ τὴν Ἀκκαρὼν καὶ τὸ ὅριον αὐτῆς, καὶ τὴν Ἄζωτον καὶ τὰ περισπόρια αὐτῆς. Καὶ ὁ Κύριος ἦν μετὰ Ἰούδα». (Κριτ. Α΄. 1-3, 8, 10, 18).

«Καὶ ἀνέβη ἄγγελος Κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ εἶπε πρὸς αὐτούς. Κύριος Κύριος ἀνεβίβασεν ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγεν ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι ὑμῖν, καὶ εἶπεν ὑμῖν· οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα· καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην, οὐδὲ τοῖς θεοῖς αὐτῶν οὐ μὴ προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, καὶ τὰ θυσιαστήρια αὐτῶν κατασκάψετε· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτε ταῦτα ἐποιήσατε. Καὶ ἐγὼ εἶπα· οὐ προσθήσω τοῦ μετοικίσαι τὸν λαόν, ὃν εἶπα τοῦ ἐξολοθρεῦσαι αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον. Καὶ ἐγένετο, ὡς ἐλάλησεν ὁ ἄγγελος Κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ἰσραὴλ καὶ ἐπῆραν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κλαυθμών· καὶ ἔθυσαν ἐκεῖ τῷ Κυρίῳ.... Καὶ πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν· καὶ ἀνέστη γενεὰ ἑτέρα μετ᾽ αὐτούς, ὅσοι οὐκ ἔγνωσαν τὸν Κύριον, καὶ τὸ ἔργον, ὃ ἐποίησε τῷ Ἰσραήλ. Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου, καὶ ἐλάτρευον τοῖς Βααλὶμ καὶ ἐγκατέλιπον τὸν Κύριον, Θεὸν τῶν πατέρων αὐτῶν, τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν λαῶν αὐτῶν τῶν περικύκλῳ αὐτῶν, καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν Κύριον καὶ ἐγκατέλιπον τὸν Κύριον καὶ ἐλάτρευσαν τῇ Βαὰλ καὶ ταῖς Ἀστάρταις. Καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ, καὶ παρέδωκεν αὐτοὺς ἐν χειρὶ προνομευόντων καὶ ἐπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνάσθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν. Ἐν πᾶσιν, οἷς ἐπορεύοντο, καὶ χεὶρ Κυρίου ἦν ἐν αὐτοῖς εἰς κακά, καθὼς ἐλάλησε Κύριος καὶ καθὼς ὤμοσε Κύριος αὐτοῖς· καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα». (Κεφ. Β΄. 1-6,10-16 Παράβαλε Δευτερ. ΚΗ΄ στιχ. 14 καὶ ἐφεξῆς). «Καὶ ἤγειρε Κύριος Κριτὰς καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς. Καίγε τῶν Κριτῶν αὐτῶν οὐκ ἐπήκουσαν, ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων, καὶ προσεκύνησαν αὐτοῖς, καὶ παρώργισαν τὸν Κύριον, καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν ἐντολὰς Κυρίου· οὐκ ἐποίησαν οὕτω. Καὶ ὅτε ἤγειρε Κύριος αὐτοῖς Κριτὰς καὶ ἦν Κύριος μετὰ τοῦ Κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ Κριτοῦ ὅτι παρεκλήθη Κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν, πρὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ κακούντων αὐτούς. Καὶ ἐγένετο ὡς ἀπέθνησκεν ὁ Κριτής, καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν, πορευθῆναι ὀπίσω θεῶν ἑτέρων, λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς· οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν, καὶ οὐκ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς σκληρᾶς. Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ καὶ εἶπεν· ἀνθ᾽ ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου, ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐχ ὑπήκουσαν τῆς φωνῆς μου, καὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν, ὧν κατέλιπεν Ἰησοῦς καὶ ἀφῆκε, τοῦ πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, εἰ φυλάσσονται αὐτοὶ τὴν ὁδὸν Κυρίου πορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφυλάξαντο οἱ πατέρες αὐτῶν ἢ οὔ. Καὶ ἀφῆκε Κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ Ἰησοῦ». (Β΄. 16—23. Παράβαλε Δευτερ. κη΄. στιχ. 16—20).

«Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἔναντι Κυρίου, καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ Μαδιὰμ ἔτη ἑπτά. Καὶ κατίσχυσε χεὶρ Μαδιὰμ ἐπὶ Ἰσραήλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Μαδιὰμ μάνδρας ἐν τοῖς ὄρεσι καὶ τοῖς σπηλαίοις καὶ τοῖς ὀχυρώμασι. Καὶ ἐγένετο, ὅταν ἔσπειρεν ἀνὴρ Ἰσραὴλ καὶ ἀνέβαινε Μαδιὰμ καὶ Ἀμαλὴκ καὶ οἱ υἱοὶ ἀνατολῶν, καὶ ἀνέβαινον ἐπ᾽ αὐτόν. Καὶ παρενέβαλον ἐπ᾽ αὐτοὺς καὶ διέφθειραν τὰ ἐκφόρια τῆς γῆς ἕως τοῦ ἐλθεῖν εἰς Γάζαν· καὶ οὐχ ὑπελείποντο ὑπόστασιν ζωῆς ἐν Ἰσραήλ, καὶ ποίμνιον καὶ μόσχον καὶ ὄνον. Ὅτι αὐτοὶ καὶ τὰ κτήνη αὐτῶν ἀνέβαινον, καὶ τὰς σκηνὰς αὐτῶν παρέφερον καὶ παρεγίνοντο ὡς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός. καὶ παρεγίνοντο ἐν γῇ Ἰσραὴλ τοῦ διαφθείρειν αὐτήν. Καὶ ἐπτώχευσεν Ἰσραὴλ σφόδρα ἀπὸ προσώπου Μαδιὰμ» (ϛ΄. 1—6. Παράβαλε Δευτ. ΚΑ στιχ. 16—21).

Καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, καὶ ἐξαπέστειλε Κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἤλεγξεν αὐτοὺς διὰ τὴν ἀπιστίαν αὐτῶν· καὶ ἐστάλη ἄγγελος Κυρίου πρὸς Γεδεὼν υἱὸν Ἰωὰς καὶ ἐνίσχυσεν αὐτόν· καὶ κατετρόπωσε τοὺς Μαδιανίτας· διότι παρέδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὴν Μαδιὰμ καὶ πᾶσαν τὴν παρεμβολήν· καὶ τὴν κεφαλὴν Ὠρὴβ καὶ Ζὴβ ἀρχόντων Μαδιὰμ ἤνεγκαν πρὸς Γεδεών· καὶ τοὺς βασιλεῖς Μαδιὰμ ἐκράτησε τὸν Ζεβεὲ καὶ τὸν Σαλμανὰ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτῶν ἐξέτριψε· καὶ ἀνεῖλε Γεδεὼν τὸν Ζεβεὲ καὶ τὸν Σαλμανὰ (ϛ΄. 7—40. καὶ Ζ΄. Η΄. Θ΄. 34) ἐπεστράφη ὁ Ἰσραὴλ πρὸς τὸν Θεὸν καὶ ὁ Θεὸς ἐπεστράφη πρὸς αὐτούς.

«Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου· καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ ἀλλοφύλων τεσσαράκοντα ἔτη». (Κριτ. Κεφλ.ΙΓ΄. 1). «Καὶ ἐκέκραξαν πρὸς Κύριον καὶ ἐγεννήθη Σαμψὼν καὶ ἐξεδίκησεν αὐτούς». (αὐτόθι). Ἡ πτῶσις καὶ ἡ ἀνέγερσις, ἡ δουλεία καὶ ἡ ἐλευθερία, αἱ ἀποτυχίαι καὶ καταστροφαὶ ἐν τῷ κράτει τῆς ἰσχύος, καὶ αἱ ἐπιτυχίαι καὶ ἐπικρατήσεις ἐν τῇ ἀδυναμίᾳ καὶ ἐξασθενώσει, εἶναι γεγονότα ἀλληλοδιάδοχα μαρτυροῦντα τὴν πλήρωσιν τῶν προρρήσεων τοῦ Μωϋσέως, καὶ Ἰησοῦ, κατὰ τὸ μακρὸν διάστημα τῆς διοικήσεως τῶν Κριτῶν καὶ τῆς βασιλείας τῶν βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Ὁ Γεδεὼν μόνον μὲ τριακοσίους ἄνδρας κατετρόπωσε τοὺς Μαδιανίτας καὶ τοὺς βασιλεῖς αὐτῶν ἐφόνευσε καὶ τὰς πόλεις αὐτῶν ἐνέπρησεν. Ὁ Σαμψὼν μόνος κατετρόπωσε τοὺς Φιλισταίους καὶ ἐφόνευσε χιλίους διὰ μιᾶς σιαγόνος ὄνου. Ὁ Ἰεφθάε καὶ ὁ Βαρὰκ δι᾽ ὀλίγων ἐνίκησαν τοὺς καταθλίβοντας τὸν Ἰσραὴλ ἀλλοφύλους. Ὁ Ἰωνάθαν, υἱὸς Σαούλ, μόνος μετὰ τοῦ παιδὸς τοῦ ἀκολουθοῦντος αὐτὸν ἔφερε τὴν ταραχὴν εἰς τὰ ἀπειράριθμα τῶν ὑπεναντίων στρατεύματα, καὶ ἐξωλοθρεύθη ἅπασα ἡ στρατιά· τότε ὁ Ἰσραὴλ δὲν εἶχεν ὅπλα «Καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ Ἰσραήλ· ὅτι εἶπον οἱ ἀλλόφυλοι μὴ ποιήσωσιν οἱ Ἑβραῖοι ρομφαίαν καὶ δόρυ. Καὶ κατέβαινον πᾶς Ἰσραὴλ εἰς γῆν ἀλλοφύλων χαλκεύων ἕκαστος τὸ θεριστήριον αὐτοῦ. Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχμὰς καὶ οὐχ εὑρέθη ρομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ, τοῦ μετὰ Σαοὺλ καὶ μετὰ Ἰωνάθαν· καὶ εὑρέθη τῷ Σαοὺλ καὶ τῷ Ἰωνάθαν τῷ Υἱῷ αὐτοῦ». Ἡ θεία ἀντίληψις καὶ ἡ θεία ἐγκατάλειψις διαβλέπεται δι᾽ ὅλης τῆς ἱστορίας τοῦ Ἰουδαϊκοῦ λαοῦ· εἷς ἀνήρ, ὁ Γολιὰθ ἐκ τῆς πολυπληθοῦς παρατάξεως τῶν Φιλισταίων, ἐπὶ τεσσαράκοντα ἡμέρας ὕβριζε καὶ ἐξηυτέλιζε τὰς πολυαρίθμους παρατάξεις τοῦ Ἰσραήλ· ὅ,τι δὲ λαὸς ὁλόκληρος ἠδυνάτει νὰ πράξῃ, εἷς νεανίας ἀπειροπόλεμος, Δαβίδ, ὁ νεώτερος τῶν υἱῶν Ἰεσαί, ποιμὴν προβάτων τοῦτο εἰς πέρας ἤγαγε, καὶ ἀφείλετο τὸ ὄνειδος τοῦ λαοῦ Ἰσραὴλ φονεύσας λίθῳ σφενδόνης ἑνὶ τὸν ὑβριστὴν τοῦ λαοῦ Ἰσραὴλ καὶ ἐμπνεύσας τὸν φόβον αὐτῶν εἰς τὰς μυριάδας τῶν ἐχθρικῶν παρατάξεων, αἵτινες φεύγοντες ἔφυγον ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. Πόσον τὰ γεγονότα ταῦτα ὤφειλον νὰ ὦσι διδακτικὰ τοῖς υἱοῖς Ἰσραήλ; πόσον ὤφειλον νὰ κρατύνωσι τὴν πρὸς τὸν ἀποκαλυπτόμενον Θεὸν πίστιν, καὶ ἐνισχύσωσι τὴν πρὸς τὸν Θεὸν τὸν ποιοῦντα τὰ τοσαῦτα θαυμάσια ἀγάπην; οἷος ἄρρηκτος δεσμὸς ὤφειλε νὰ συνδέῃ τὸν λαὸν τοῦ Ἰσραὴλ πρὸς τὸν σωτῆρα καὶ χειραγωγὸν αὐτῶν Θεόν; οἷον αἴσθημα εὐγνωμοσύνης καὶ εὐσεβοῦς λατρείας ἔδει νὰ πληροῖ τὰς καρδίας τῶν Ἑβραίων δι᾽ ὅλα τὰ τεράστια ἔργα ὅσα ἐγένοντο ὑπὲρ αὐτῶν; πόσον ἔπρεπε νὰ νουθετήσωσιν αὐτοὺς καὶ καταστήσωσιν εὐλαβεῖς πρὸς τὸν νόμον τοῦ Θεοῦ καὶ πρὸς τὰς διατάξεις αὐτοῦ αἱ τῶν προρρήσεων ἐκβάσεις; καὶ ὅμως ὡς ἀσύνετοι, οὐδεμίαν προσεπορίσαντο ἐξ ὅλων ὠφέλειαν, ἀλλ᾽ ἀείποτε ἀπειθεῖς καὶ παράνομοι ὤφειλον νὰ ἐπισύρωσιν εἰς ἑαυτοὺς πάσας τὰς κατάρας, ἃς κατηράσθη αὐτοῖς Μωϋσῆς, ἵνα φέρωσιν εἰς ἔκβασιν πάσας τὰς προρρήσεις μέχρι μιᾶς κατὰ γράμμα, ἃς προεῖπον Μωσῆς καὶ Ἰησοῦς, ὅτε ἐλάλησαν ἀπὸ μέρους τοῦ Θεοῦ πρὸς αὐτοὺς καὶ ἐνουθέτησαν αὐτούς.

§ 4. Πλήρωσις τῶν προφητειῶν ἐπὶ τῶν βασιλέων.

Τὸ βιβλίον τῶν Βασιλειῶν καὶ τῶν Παραλειπομένων ἀναφέρει πλεῖστα παραδείγματα μαρτυροῦντα τὴν θείαν ἀντίληψιν.

§ 5. Κατάραι καὶ πλήρωσις αὐτῶν.
Δευτερονομίου ΚΗ΄. στιχ. 21—68.

Στιχ. 21. «Προσκολλήσαι Κύριος πρὸς σὲ τὸν θάνατον, ἕως ἂν ἐξαναλώσῃ σε ἀπὸ τῆς γῆς, εἰς ἣν σὺ εἰσπορεύῃ ἐκεῖ, κληρονομῆσαι αὐτήν».

Ἱερεμίας Θρῆνοι Κεφ. Α΄. 1. «Καὶ ἐγένετο μετὰ τὸ αἰχμαλωτισθῆναι τὸν Ἰσραήλ, καὶ Ἱερουσαλὴμ ἐρημωθῆναι, ἐκάθισεν Ἱερεμίας κλαίων καὶ ἐθρήνησε τὸν θρῆνον τοῦτον ἐπὶ Ἱερουσαλήμ».1

Στιχ. 1. «Πῶς ἐκάθισε μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν; ἐγενήθη ὡς χήρα πεπληθυμμένη ἐν ἔθνεσιν, ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον» (παραβλ. Δευτερ. ΚΗ΄, 43, 44) «ὁ προσήλυτος, ὃς ἐστιν ἐν σοί, ἀναβήσεται ἐπὶ σὲ ἄνω ἄνω, σὺ δὲ καταβήσῃ κάτω κάτω· οὗτος δανειεῖ σοι, σὺ δὲ τούτῳ οὐ δανειεῖς· οὗτος ἔσται εἰς κεφαλήν, σὺ δὲ ἔσῃ εἰς οὐράν.»

Στίχ. 2. «Κλαίουσα ἐδάκρυσεν ἐν νυκτὶ καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς, καὶ οὐχ ὑπάρχει ὁ παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν· πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν ἐν αὐτῇ, ἐγένοντο αὐτῇ εἰς ἐχθρούς.»

Στίχ. 3. «Μετῳκίσθη Ἰουδαία ἀπὸ ταπεινώσεως αὐτῆς καὶ ἀπὸ πλήθους δουλείας αὐτῆς· ἐκάθισεν ἐν ἔθνεσιν, οὐχ εὗρεν ἀνάπαυσιν· πάντες οἱ καταδιώκοντες αὐτήν, κατέλαβον αὐτὴν ἀνὰ μέσον τῶν θλιβόντων αὐτήν.»

Δευτ. ΚΗ. 45. «Καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καταδιώξονταί σε καὶ καταλήψονταί σε, ἕως ἂν ἐξολοθρεύσαι σε, καὶ ἕως ἂν ἀπολέσαι σε.»

Ἱερ. Θρ. Στχ. 4. «Ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ, πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι, οἱ Ἱερεῖς αὐτῆς ἀναστενάζουσιν, αἱ παρθένοι αὐτῆς ἀγόμεναι, καὶ αὐτὴ πικραινομένη ἐν αὑτῇ».

Στχ. 5. «Ἐγένοντο οἱ θλίβοντες αὐτὴν εἰς κεφαλήν, καὶ οἱ ἐχθροὶ αὐτῆς εὐθηνοῦσαν, ὅτι Κύριος ἐταπείνωσεν αὐτὴν ἐπὶ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῆς· τὰ νήπια αὐτῆς ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ κατὰ πρόσωπον θλίβοντος».

Δευτ. ΚΗ. 46, 47. «Καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα, καὶ ἐν τῷ σπέρματί σου ἕως αἰῶνος, ἀνθ᾽ ὧν οὐκ ἐλάτρευσας Κυρίῳ τῷ Θεῷ σου ἐν εὐφροσύνῃ καὶ ἐν ἀγαθῇ καρδίᾳ διὰ τὸ πλῆθος πάντων».

Θρ. Κεφ. Α΄. 6. «Καὶ ἐξῆλθεν ἐκ θυγατρὸς Σιὼν πᾶσα ἡ εὐπρέπεια αὐτῆς, ἐγένοντο οἱ ἄρχοντες αὐτῆς ὡς κριοὶ μὴ εὑρίσκοντες νομήν, καὶ ἐπορεύοντο ἐν οὐκ ἰσχύι ἐνώπιον διώκοντος».

Στχ. 11 «Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζητοῦντες ἄρτον.»

Στχ. 13. «Ἐξ ὕψους αὐτοῦ ἀπέστειλε πῦρ, ἐν τοῖς ὀστέοις μου κατήγαγεν αὐτό. Στχ. 14. Ἀνέβησαν ἐπὶ τὸν τράχηλόν μου, ἠσθενησεν ἡ ἰσχύς μου,.. οὐ δυνήσομαι στῆναι. 16 ἐγένοντο οἱ υἱοί μου ἠφανισμένοι, ὅτι ἐκραταιώθη ὁ ἐχθρός μου. 20 ἠτέκνωσέ με μάχαιρα ὥσπερ θάνατος ἐν οἴκῳ».

Δευτ. ΚΗ. 48. «Καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου, οἷς ἐπαποστελεῖ Κύριος ἐπὶ σέ, ἐν λιμῷ, καὶ ἐν δίψει, καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων· καὶ ἐπιθήσει κλοιὸν σιδηροῦν ἐπὶ τοῦ τραχήλου σου, ἕως ἂν ἐξολοθρεύσῃ σε».

Θρ. Κεφ. Β΄. Στχ. 1. «Πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ Κύριος τὴν θυγατέρα Σιών, κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ἰσραήλ, καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς θυμοῦ αὐτοῦ».

2. «Κατεπόντισε Κύριος οὐ φεισάμενος· πάντα τὰ ὡραῖα Ἰακὼβ καθεῖλεν ἐν θυμῷ αὐτοῦ, τὰ ὀχυρώματα τῆς θυγατρὸς Ἰούδα ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσεν εἰς τὴν γῆν βασιλέα αὐτῆς, καὶ ἄρχοντας αὐτῆς. 3 ἀνῆψεν ἐν Ἰακὼβ ὡς πῦρ φλόγα, καὶ κατέφαγε πάντα τὰ κύκλῳ».

Δευτ. ΚΗ. 49, 50. «Ἐπάξει Κύριος ἐπὶ σὲ ἔθνος μακρόθεν ἀπὸ ἐσχάτου τῆς γῆς, ὡσεὶ ὅρμημα ἀετοῦ, ἔθνος οὗ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ, ἔθνος ἀναιδὲς προσώπῳ, ὅστις οὐ θαυμάσει πρόσωπον πρεσβυτέρου καὶ νέον οὐκ ἐλεήσει».

Θρ. Δ΄. 19. «Κοῦφοι ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπὲρ ἀετοὺς οὐρανοῦ».

Τοιοῦτον ἔθνος ἦσαν οἱ Χαλδαῖοι, οἵτινες ἦλθον μακρόθεν ἐν σχέσει πρὸς τοὺς Μωαβίτας καὶ Φιλισταίους καὶ τὰ ἄλλα τὰ πλησιόχωρα ἔθνη τὰ ἐνοχλοῦντα τὴν Ἰουδαίαν. Ἐν τῷ βιβλίῳ τῶν Παραλειπομένων Β΄. Κεφλ. λϛ΄. 17 φέρεται· «Καὶ ἤγαγεν ἐπ᾽ αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινε τοὺς νεανίσκους αὐτῶν ἐν ρομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ, καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου (τοῦ βασιλέως) καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησε, καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον, τὰ πάντα παρέδωκεν ἐν χερσὶν αὐτῶν· καὶ πάντα τὰ σκεύη οἴκου τοῦ Θεοῦ τὰ μεγάλα καὶ τὰ μικρά, καὶ τοὺς θησαυροὺς οἴκου Κυρίου, καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως καὶ μεγιστάνων, πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα. Καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου, καὶ κατέσκαψε τὸ τεῖχος Ἱερουσαλὴμ. καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρί, καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν. Καὶ ἀπώκισε τοὺς καταλοίπους εἰς Βαβυλῶνα, καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων». Ὁ δὲ Ἰώσηπος (Ἰουδαϊκοῦ πολέμου λόγος ἕκτος σελ. 119 στχ. 5) λέγει· «ἑάλω μὲν οὕτως Ἱεροσόλυμα ἔτει δευτέρῳ τῆς Οὐεσπεσιανοῦ ἡγεμονίας, Γορπιαίου μηνὸς ὀγδόῃ, ἁλοῦσα δὲ καὶ πρότερον πεντάκις τοῦτο δεύτερον ἠρημώθη. Ἀσωχαῖος μὲν γὰρ ὁ τῶν Αἰγυπτίων βασιλεὺς καὶ μετ᾽ αὐτὸν Ἀντίοχος, ἔπειτα Πομπήϊος, καὶ ἐπὶ τούτοις σὺν Ἡρώδῃ Σόσσιος ἑλόντες ἐτήρησαν τὴν πόλιν· πρὸ δὲ τούτων, ὁ τῶν Βαβυλωνίων βασιλεὺς κρατήσας ἠρήμωσεν αὐτὴν μετὰ ἔτη τῆς κτίσεως χίλια τετρακόσια ἑξήκοντα ὀκτὼ καὶ μῆνας ἕξ». Καὶ Παραλ. Β΄, Κεφ. Λϛ΄, 6 ἀναφέρεται τὸ ὄνομα τοῦ βασιλέως Χαλδαίων· «Καὶ ἀνέβη ἐπὶ τὸν Ἰωακεὶμ Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις, καὶ ἀνήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα, καὶ μέρος τῶν σκευῶν οἴκου Κυρίου ἀπήνεγκεν εἰς Βαβυλῶνα, καὶ ἔθηκεν αὐτὰ ἐν τῷ ναῷ ἑαυτοῦ ἐν Βαβυλῶνι». Ἔθνος μακρόθεν ἐρχόμενον ἦσαν καὶ οἱ Αἰγύπτιοι, ὧν ὁ βασιλεὺς Νεχαὼ ἀναβὰς εἰς Ἱερουσαλὴμ ἔδησε τὸν Ἰωαχὰζ υἱὸν Ἰωσίου ἐν Δεβλαθά, ἐν γῇ Αἰμάθ, καὶ μετήνεγκεν εἰς Αἴγυπτον, καὶ ἐπέβαλε φόρον ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου, (πρλ. Β΄. Λϛ΄ 2—3).

Θρ. Β΄. 5. «Ἐγενήθη Κύριος ὡς ἐχθρός, κατεπόντισε Ἰσραήλ, κατεπόντισε πάσας τὰς βάρεις αὐτῆς· διέφθειρε τὰ ὀχυρώματα αὐτῆς καὶ ἐπλήθυνεν ἐν τῇ θυγατρὶ Ἰούδα ταπεινούμενον καὶ τεταπεινωμένην.»

Δευτ. ΚΗ΄ 52. «Καὶ ἐκτρίψει σε ἐν πάσαις ταῖς πόλεσί σου, ἕως ἂν καθαιρεθῶσι τὰ τείχη σου τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά, ἐφ᾽ οἷς σὺ πέποιθας ἐπ᾽ αὐτοῖς, ἐν πάσῃ τῇ γῇ σου, ἧς ἔδωκέ σοι Κύριος ὁ Θεός σου.»2

Θρ. Β΄. 11—12. «Ἐταράχθη ἡ καρδία μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου, ἐν τῷ ἐκλείπειν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως. Ταῖς μητράσιν αὐτῶν εἶπαν, ποῦ σῖτος καὶ οἶνος...;»

Θρ. Δ΄. 4. «Ἐκολλήθη ἡ γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει, νήπια ἤτησαν ἄρτον, καὶ ὁ διακλῶν οὐκ ἔστιν αὐτοῖς.»

Δευτερ. ΚΗ΄. 51. «Καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου, καὶ τὰ γεννήματα τῆς γῆς σου, ἕως ἐκτρίψῃ σε, ὥστε μὴ καταλιπεῖν σοι σῖτον, οἶνον καὶ ἔλαιον, βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἕως ἂν ἀπολέσῃ σε.»

Δευτερ. ΚΗ΄. 53. «Καὶ φαγῇ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου, ὅσα ἔδωκέ σοι Κύριος ὁ Θεός σου ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ θλίψει σε ὁ ἐχθρός σου.»

Ἴδε Βασιλ. Δ΄. ϛ΄. 25. Ἡ προφητεία αὕτη ἐπληρώθη πολλάκις πρῶτον ἐπὶ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ βασιλέως τοῦ Ἰσραήλ, ὅτε ἀνέβη ὁ βασιλεὺς τῆς Συρίας, υἱὸς Ἀδερ, καὶ ἐπολιόρκησε τὴν Σαμάρειαν.

«Καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρεία, καὶ ἰδοὺ περιεκάθηντο περὶ αὐτήν, ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα ἀργυρίου, καὶ τέσσαρες κάβοι κόπρου περιστερῶν (πεντήκοντα) πέντε ἀργυρίου. Καὶ ἦν ὁ βασιλεὺς Ἰσραὴλ διαπορευόμενος ἐπὶ τοῦ τείχους, καὶ γυνὴ ἐβόησε πρὸς αὐτὸν, λέγουσα· σῶσον, κύριε βασιλεῦ. Καὶ εἶπεν· εἰ μή σε σώσῃ Κύριος, πόθεν σώσω σε; μὴ ἀπὸ τῆς ἅλωνος ἢ ἀπὸ τῆς ληνοῦ; Καὶ εἶπεν αὐτῇ ὁ Βασιλεύς· τί ἔστι σοι; καὶ εἶπεν· ἡ γυνὴ αὕτη εἶπε πρός με, δὸς τὸν υἱόν σου καὶ φαγόμεθα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου φαγόμεθα αὔριον. Καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτόν, καὶ εἶπον πρὸς αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ· δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν· καὶ ἔκρυψε τὸν υἱὸν αὐτῆς. (24—29).

Τὸ δεύτερον ἐγένετο ἐν Ἱερουσαλὴμ ἐπὶ τῆς βασιλείας Σεδεκίου, ὅτε ὁ Ναβουχοδονόσορ ὁ βασιλεὺς τῆς Βαβυλῶνος ἐξεστράτευσε κατὰ τοῦ βασιλέως Ἰούδα. «Καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς. Καὶ ἐρράγη ἡ πόλις καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης... καὶ ἐδίωξεν ἡ δύναμις Χαλδαίων ὀπίσω βασιλέως καὶ κατέλαβον αὐτόν... Καὶ τοὺς υἱοὺς Σεδεκίου ἔσφαξε κατ᾽ ὀφθαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐξετύφλωσεν...» Ὅλα τὰ δεινά, ὅσα ἐπὶ καταστροφῆς τῆς Ἱερουσαλήμ, ἣν ἠρήμωσεν ὁ τῶν Βαβυλωνίων βασιλεύς, ἀναγράφονται ἐν τῷ βιβλίῳ Βασιλειῶν Δ΄. κεφ. 25 ἀπ᾽ ἀρχῆς μέχρι τέλους. Τὰ δεινὰ ταῦτα τοῦ λαοῦ τῶν Ἰουδαίων διεκτραγῳδῶν ὁ Ἱερεμίας εἰς τοὺς θρήνους του περιαλγῶς ἀποτείνεται πρὸς τὸν Κύριον καὶ λέγει· «Ἴδε, Κύριε, καὶ ἐπίβλεψον, τίνι ἐπεφύλλισας οὕτως· εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιφυλλίδα ἐποίησε μάγειρος3 φονευθήσονται νήπια θηλάζοντα μαστούς; ἀποκτενεῖς ἐν ἁγιάσματι Κυρίου ἱερέα καὶ προφήτην; (Θρῆνοι Β΄. 20.) Παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν αἰχμάλωτοι, ἐν ρομφαίᾳ καὶ λιμῷ ἀπέκτεινας. (21.) Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία αὐτῶν, ἐγενήθησαν εἰς βρῶσιν αὐταῖς ἐν τῷ συντρίμματι τῆς θυγατρὸς τοῦ λαοῦ μου. (Θρῆνοι Δ΄. 10).

Τὸ τρίτον ἐπληρώθη ἡ προφητεία τοῦ Μωϋσέως ἐπὶ τῆς ἁλώσεως Ἱερουσαλὴμ ὑπὸ Τίτου. Ὁ Ἰώσηπος ἐν τῇ ἱστορίᾳ τοῦ Ἰουδαϊκοῦ πολέμου ἱστορεῖ τὰ ἑξῆς· «Γυνή τις τῶν ὑπὲρ τὸν Ἰορδάνην κατοικούντων, Μαρία τούνομα, πατρὸς Ἐλεαζάρου, κώμης Βηθεζώβ, διὰ γένος καὶ πλοῦτον ἐπίσημος, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὰ Ἱεροσόλυμα συνεπολιορκεῖτο. Ταύτης τὴν μὲν ἄλλην κτῆσιν οἱ τύραννοι διήρπασαν, ὅσην ἐκ τῆς περαίας ἀνασκευασαμένη μετήνεγκεν εἰς τὴν πόλιν, τὰ δὲ λείψανα τῶν κειμηλίων, κἂν εἴ τι τροφῆς ἐπινοηθείη καθ᾽ ἡμέραν εἰσπηδῶντες ἥρπαζον οἱ δορυφόροι· δεινὴ δὴ τὸ γύναιον ἀγανάκτησις εἰσήει καὶ πολλάκις λοιδοροῦσα καὶ καταρωμένη τοὺς ἅρπαγας ἐφ᾽ ἑαυτὴν ἠρέθιζεν, ὡς δὲ οὔτε παροξυνόμενός τις, οὔτε ἐλεῶν αὐτὴν ἀνήρει, καὶ τὸ μὲν εὑρεῖν τι σιτίον ἄλλοις ἐκοπία, πανταχόθεν δ᾽ ἄπορον ἦν ἤδη τὸ εὑρεῖν, ὁ λιμὸς δὲ διὰ σπλάγχνων καὶ μυελῶν ἐχώρει, καὶ τοῦ λιμοῦ μᾶλλον ἐξέχεον οἱ θύμοι, σύμβουλον λαβοῦσα τὴν ὀργὴν μετὰ τῆς ἀνάγκης ἐπὶ τὴν φύσιν ἐχώρει, καὶ τὸ τέκνον (ἦν δ᾽ αὐτῇ παῖς ὑπομάστιος) ἁρπασαμένη, «βρέφος, εἶπεν, ἄθλιον, ἐν πολέμῳ καὶ λιμῷ καὶ στάσει, τίνι σὲ τηρήσω; τὰ μὲν παρὰ Ρωμαίοις δουλεία, κἂν ζήσωμεν ἐπ᾽ αὐτούς, φθάνει δὲ καὶ τὴν δουλείαν ὁ λιμός· οἱ στασιασταὶ δὲ ἀμφοτέρων χαλεπώτεροι, ἴθι γενοῦ μοι τροφή, καὶ τοῖς στασιασταῖς ἐρινὺς καὶ τῷ βίῳ μῦθος ὁ μόνος ἐλλείπων ταῖς Ἰουδαίων συμφοραῖς»· καὶ ταῦθ᾽ ἅμα λέγουσα κτείνει τὸν υἱόν, ἔπειτ᾽ ὀπτήσασα τὸ μὲν ἥμισυ κατεσθίει, τὸ δὲ λοιπὸν κατακαλύψασα ἐφύλαττεν· εὐθέως δὲ οἱ στασιασταὶ παρῆσαν, καὶ ἐκ τῆς ἀθεμίτου κνίσης σπεύσαντες ἠπείλουν, εἰ μὴ δείξειε τὸ παρασκευασθέν, ἀποσφάξειν αὐτὴν εὐθέως, ἡ δὲ καὶ μοῖραν αὐτοῦ εἰποῦσα καλὴν τετηρηκέναι, τὰ λείψανα τοῦ τέκνου διεκάλυψε· τοὺς δὲ εὐθέως φρίκη καὶ φρενῶν ἔκστασις ἥρει, καὶ παρὰ τὴν ὄψιν ἐποίησαν. Ἡ δὲ «ἐμόν, ἔφη, τοῦτο τὸ τέκνον γνήσιον, καὶ τὸ ἔργον ἐμόν· φάγετε, καὶ γὰρ ἐγὼ βέβρωκα· μὴ γένησθε μήτε μαλακώτεροι γυναικός, μήτε συμπαθέστεροι μητρός. Εἰ δὲ ὑμεῖς εὐσεβεῖς καὶ τὴν ἐμὴν ἀποστρέφεσθε θυσίαν, ἐγὼ μὲν ἥμισυ βέβρωκα, καὶ τὸ λοιπὸν δ᾽ ἐμοὶ μεινάτω.» Μετὰ ταῦτα οἱ μὲν τρέμοντες ἐξήεσαν, πρὸς ἓν τοῦτο δειλοί, καὶ μόλις ταύτης τῆς τροφῆς τῇ μητρὶ παραχωρήσαντες. Ἐνεπλήσθη δ᾽ εὐθέως ὅλη τοῦ μίσους ἡ πόλις, καὶ πρὸ ὀμμάτων ἕκαστος τὸ πάθος λαμβάνων, ὡς παρ᾽ αὐτῷ καινοτομηθὲν ἔφριττε· σπουδὴ δὲ τῶν λιμωττόντων ἐπὶ τὸν θάνατον ἦν, καὶ μακαρισμὸς τῶν φθασάντων πρὶν ἀκοῦσαι καὶ θεάσασθαι κακὰ τηλικαῦτα. (Ἰουδαϊκοῦ πολέμου λόγος ἕκτος σελ. 92—93.)

Ἐν ταῖς τρισὶ ταύταις περιστάσεσιν, ἐν αἷς ἐπληρώθη ἡ φρικτὴ πρόρρησις, ἐπληρώθησαν καὶ ἄλλαι κατάραι ἀπὸ στίχου 54—61 ἴδε Δευτ. ΚΗ΄) τὴν πρώτην ἔκβασιν ἔλαβον αἱ προρρήσεις 600 ἔτη ἀπὸ τῆς τελευτῆς Μωσέως ἐν Σαμαρείᾳ, ὡς ἤδη εἴπομεν, τὴν δευτέραν ἐν Ἱερουσαλὴμ ὡς θρηνεῖ Ἱερεμίας 300 ἔτη μετὰ ταῦτα καὶ 900 ἔτη ἀπὸ Μωσέως καὶ τὴν τρίτην, κατὰ τὴν τελείαν καταστροφὴν τῆς Ἱερουσαλὴμ καὶ πάσης τῆς Ἰουδαίας 600 ἔτη ἀπὸ τῆς καταστροφῆς ὑπὸ τοῦ Ναβουζαρδάν, ἀρχιμαγείρου τοῦ Ναβουχοδονόσορος, τῆς Ἱερουσαλήμ, καὶ 1500 ἔτη ἀπὸ Μωϋσέως ὑπὸ Τίτου.

Ἐν στίχῳ 62ῳ ΚΗ΄ Δευτερονομίου, ὁ Μωϋσῆς λέγει «Καὶ καταληφθήσεται ἐν ἀριθμῷ βραχεῖ, ἀνθ᾽ ὧν ὅτι ἦτο ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ὅτι οὐκ εἰσηκούσατε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν».

Ὁ Ἰώσηπος ἱστορῶν τὴν κατὰ τὸν Ἰουδαϊκὸν πόλεμον γενομένην πανωλεθρίαν, λέγει, ὅτι ἓν πλῆθος ἀναρίθμητον ἀπέθανεν ἐκ τῆς πείνης, καὶ ἕτερον ἐκ τοῦ πολέμου, καὶ τρίτον κατὰ τὴν αἰχμαλωσίαν ἐκ διαφόρων βασάνων. Καὶ τοὺς μὲν ἀποθανόντας ἐκ πείνης καὶ ξίφους ἐντὸς τῆς Ἱερουσαλὴμ ἀναβιβάζει εἰς ἓν ἑκατομμύριον καὶ ἑκατὸν χιλιάδας ψυχάς· τοὺς δὲ ἐν τῇ λοιπῇ Ἰουδαίᾳ 140,490, τοὺς δὲ ἐκ τῆς αἰχμαλωσίας 99,200. Περὶ τῶν ἐκ τοῦ λιμοῦ ἀποθανόντων, ὁ Ἰώσηπος ἱστορεῖ τὰ ἑξῆς. «Ἰουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκόπη πᾶσα σωτηρίας ἐλπίς, καὶ βαθύνας ἑαυτὸν ὁ λιμὸς κατ᾽ οἴκους καὶ γενεὰς τὸν δῆμον ἐπεβόσκετο· καὶ τὰ μὲν τέλη ἐπεπλήρωντο γυναικῶν καὶ βρεφῶν λελυμένων, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν· παῖδες δὲ καὶ νεανίαι διοιδοῦντες, ὥσπερ εἴδωλα κατὰ τὰς ἀγορὰς ἀνειλοῦντο, καὶ κατέπιπτον ὅποι τινὰ τὸ πάθος καταλαμβάνοι· θάπτειν δὲ τοὺς προσήκοντας οὔτε ἴσχυον οἱ κάμνοντες, καὶ τὸ διευτονοῦν ὤκνει διὰ τὸ πλῆθος τῶν νεκρῶν καὶ τὸ κατὰ σφᾶς ἄδηλον· πολλοὶ γοῦν τοῖς ὑπ᾽ αὐτῶν θαπτομένοις ἐπαπέθνησκον, πολλοὶ δὲ ἐπὶ τὰς θήκας πρὶν ἐπιστῆναι τὸ χρεὼν προῆλθον· οὔτε δὲ θρῆνος ἐν ταῖς συμφοραῖς, οὔτε ὀλοφυρμὸς ἦν, ἀλλ᾽ ὁ λιμὸς ἤλεγχε τὰ πάθη. Ξηροῖς γὰρ τοῖς ὄμμασι καὶ σεσηρόσι τοῖς στόμασιν οἱ δυσθανοῦντες ἐφεώρων τοὺς φθάσαντας ἀναπαύσασθαι, βαθεῖα δὲ τὴν πόλιν περιεῖχε σιγὴ καὶ νὺξ θανάτου γέμουσα, καὶ τούτων οἱ λῃσταὶ χαλεπώτεροι· τυμβωρυχοῦντες γοῦν τὰς οἰκίας ἐσύλων τοὺς νεκρούς, καὶ τὰ κατακαλύμματα τῶν σωμάτων περισπῶντες μετὰ γέλωτος ἐξήεσαν, τάς τε ἀκμὰς τῶν ξιφῶν ἐδοκίμαζον ἐν τοῖς πτώμασι, καί τινας τῶν ἐρριμμένων ἔτι ζῶντας διήλαυνον ἐπὶ πείρᾳ τοῦ σιδήρου· τοὺς δὲ ἱκετεύοντας χρῆσαί σφισι δεξιὰν καὶ ξίφος, τῷ λιμῷ κατέλιπον ὑπερηφανοῦντες».

«Καὶ τῶν ἐκπνεόντων ἕκαστος ἀτενίσας εἰς τὸν ναὸν ἀφεώρα, τοὺς στασιαστὰς ζῶντας ἀπολιπών· οἱ δὲ τὸ μὲν πρῶτον ἀπὸ τοῦ δημοσίου θησαυροῦ τοὺς νεκροὺς θάπτειν ἐκέλευον, τὴν ὀσμὴν οὐ φέροντες, ἔπειθ᾽ ὡς οὐ διήρκουν, ἀπὸ τῶν τειχῶν ἔρριπτον εἰς τὰς φάραγγας. Περαιῶν δὲ ταύτας ὁ Τίτος ὡς ἐθεάσατο πεπληρωμένας τῶν νεκρῶν, καὶ βαθὺν ἰχῶρα μυδώντων ὑπορρέοντα τῶν σωμάτων, ἐστέναξέ τε καὶ τὰς χεῖρας ἀνατείνας κατεμαρτύρετο τὸν Θεόν, ὡς οὐκ εἴη τὸ ἔργον αὐτοῦ». (Ἰουδαϊκοῦ πολέμου λόγος πέμπτος Σελ. 61, 3. 62. 4.) ἐπίσης καὶ ἐν σελίδι 52 Ἰουδ. Πολ. λογ. 5ος ἐπιλέγει· «ἐλεεινὴ δ᾽ ἦν ἡ τροφὴ καὶ δακρύων ἄξιος ἡ θέα, τῶν μὲν δυνατωτέρων πλεονεκτούντων, τῶν δὲ ἀσθενῶν ὀδυρομένων. Πάντων μὲν δὴ παθῶν ὑπερίσταται λιμός, οὐδὲν δ᾽ οὕτως ἀπόλλυσιν ὡς αἰδῶ· τὸ γὰρ ἄλλως ἐντροπῆς ἄξιον ἐν τούτῳ καταφρονεῖται· γυναῖκες γοῦν ἀνδρῶν, καὶ παῖδες πατέρων, καὶ τὸ οἰκτρότατον, μητέρες νηπίων ἐξήρπαξον ἐξ αὐτῶν τῶν στομάτων τὰς τροφάς, καὶ τῶν φιλτάτων ἐν χερσὶ μαραινομένων, οὐκ ἦν φειδὼ τοὺς τοῦ ζῆν ἀφελέσθαι σταλαγμούς». Ἤδη παράβαλε καὶ τὰς προρρήσεις τὰς ἐν Κεφ. ΚΗ΄ στίχ. 54—58 ἱστορηθείσας καὶ θαύμασον τὴν ἀκριβῆ τῶν προρρηθέντων πλήρωσιν.

Περὶ τῶν ἀπολεσθέντων κατὰ τὴν πολιορκίαν καὶ τῶν αἰχμαλωτισθέντων ἰδοὺ πῶς ἱστορεῖ ὁ Ἰώσηπος. «Τῶν μὲν οὖν αἰχμαλώτων πάντων, ὅσα καθ᾽ ὅλον ἐλήφθη τὸν πόλεμον, ἀριθμὸς ἐννέα μυριάδες καὶ ἑπτακισχίλιοι συνήχθη, τῶν δὲ ἀπολομένων κατὰ πᾶσαν τὴν πολιορκίαν μυριάδες ἑκατὸν καὶ δέκα· τούτων τὸ πλέον ὁμόφυλον μέν, ἀλλ᾽ οὐκ ἐπιχώριον· ἀπὸ γὰρ τῆς χώρας ὅλης ἐπὶ τὴν τῶν ἀζύμων ἑορτὴν συνεληλυθότες ἐξαπίνης τῷ πολέμῳ περιεσχέθησαν, ὥστε τὸ μὲν πρῶτον αὐτοῖς τὴν στενοχωρίαν γενέσθαι λοιμώδη φθορὰν (ἴδε ΚΗ΄. Δευτρ. Στίχ. 59—61) αὖθις δὲ καὶ λιμὸν ὡκύτερον. Ὅτι δὲ ἐχώρει τοσούτους ἡ πόλις δῆλον ἐκ τῶν ἐπὶ Κεστίου συναριθμηθέντων, ὃς τὴν ἀκμὴν τῆς πόλεως διαδηλῶσαι Νέρωνι βουλόμενος καταφρονοῦντι τοῦ ἔθνους παρεκάλεσε τοὺς Ἀρχιερεῖς, εἴ πως δυνατὸν εἴη τὴν πληθὺν ἐξαριθμήσασθαι. Οἱ δ᾽ ἐνστάσης τῆς ἑορτῆς (πάσχα καλεῖται), καθ᾽ ἣν θύουσι μὲν ἀπὸ τῆς ἐνάτης ὥρας μέχρι τῆς ἑνδεκάτης, ὥσπερ δὲ φατρία περὶ ἑκάστην γίνεται θυσίαν, οὐκ ἔλασσον ἀνδρῶν δέκα (μόνον γὰρ οὐκ ἔξεστι δαίνυσθαι, πολλοὶ δὲ καὶ σὺν εἴκοσιν ἀθροίζονται), τῶν μὲν θυμάτων εἴκοσι πέντε μυριάδας ἠρίθμησαν, πρὸς δὲ ἑξακισχίλια καὶ πεντακόσια· γίνονται δὲ ἀνδρῶν ἵνα ἑκάστου δέκα δαιτυμόνας θῶμεν, μυριάδες ἑβδομήκοντα καὶ διακόσιαι καθαρῶν ἁπάντων καὶ ἁγίων· οὔτε γὰρ λεπροῖς, οὔτε γονορροίοις, οὔτε γυναιξὶν ἐπ᾽ ἐμμήνοις, οὔτε τοῖς ἄλλοις μεμιασμένοις ἐξῆν τῆς δε τῆς θυσίας μεταλαβεῖν, ἀλλ᾽ οὐδὲ τοῖς ἀλλοφύλοις ὅσοι κατὰ θρησκείαν παρῆσαν· πολὺ δὲ τούτων πλῆθος ἔξωθεν συλλέγεται. Τότε γε μήν, ὥσπερ εἰς εἱρκτὴν ὑπὸ τῆς εἱμαρμένης πᾶν συνελήφθη τὸ ἔθνος καὶ ναστὴν ὁ πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο. Πᾶσαν γοῦν ἀνθρωπίνην καὶ δαιμόνιον φθορὰν ὑπερβάλλει τὸ πλῆθος τῶν ἀπολωλότων. (Ἰουδ. Πλ. λγ. ἕκτ. Σλ. 117. 3. 118. 4. παρβλ. ΚΗ΄ Δευτρν. στχ. 62—64. Ἐν στίχῳ 69. Κεφ. ΚΗ΄ Δευτρ. φέρονται τὰ ἑξῆς. «Καὶ ἀποστρέψει σε Κύριος εἰς Αἴγυπτον ἐν πλοίοις καὶ ἐν τῇ ὁδῷ ᾗ εἶπά σοι, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτήν· καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ εἰς παιδίσκας καὶ οὐκ ἔσται ὁ κτώμενος.»

Ἐξῆλθεν ἐν θριάμβῳ τῆς Αἰγύπτου καὶ ἤδη ἔμελλον νὰ ἐπιστρέψωσιν ἐκεῖ αἰχμάλωτοι. Ἐξῆλθον ἵνα ζήσωσιν ἐλεύθεροι εἰς γῆν ἐλευθέραν, καὶ εἰσέρχονται ἵνα πραθῶσι δοῦλοι εἰς τὴν γῆν τῆς δουλείας. Τὴν θάλασσαν διέβησαν ἀβρόχοις ποσὶν καὶ ἤδη διὰ πλοίων ἔμελλον ὡς φορτίον καὶ ἐμπόρευμα νὰ θαλασσοπορήσωσιν· ἀπὸ Αἰγύπτου μέχρι τῆς γῆς τῆς ἐπαγγελίας Θεὸς ἦν ὁ διακυβερνῶν τὰ τῆς πορείας αὐτῶν καὶ ὑπὲρ τῆς συντηρήσεως αὐτῶν προνοῶν, ἤδη δὲ οἱ τύραννοι αὐτῶν ἐξελαύνουσι τῆς κληρονομίας των καὶ φροντὶς οὐδὲ μία ὑπὲρ τῆς ζωῆς αὐτῶν. Ἐν ἐρήμῳ ἔφαγον οὐράνιον ἄρτον, ἐν μέσῳ δὲ πόλεως καὶ γῆς Αἰγύπτου ἀφθονούσης σίτου τῷ λιμῷ ἀπωλέσθησαν. Ἰδοὺ πῶς ἱστορεῖ ὁ Ἰώσηπος τὰ πάθη τῶν αἰχμαλώτων τῶν εἰς Αἴγυπτον διὰ πλοίων μεταφερθέντων. «Ἐπεὶ δ᾽ οἱ στρατιῶται μὲν ἔκαμνον ἤδη φονεύοντες, πολὺ δ᾽ ἔτι πλῆθος τῶν περιόντων ἀνεφαίνετο, κελεύει Καῖσαρ μόνους μὲν τοὺς ἐνόπλους καὶ χεῖρας ἀντισχόντας κτείνειν, τὸ δὲ λοιπὸν πλῆθος ζωγρεῖν, οἱ δὲ μετὰ τῶν παρηγγελμένων τό τε γηραιὸν καὶ τοὺς ἀσθενεῖς ἀνήρουν, τὸ δὲ ἀκμάζον καὶ χρήσιμον εἰς τὸ ἱερὸν συνελάσαντες ἐγκατέκλεισαν τῷ τῶν γυναικῶν περιτειχίσματι· καὶ φρουρὸν μὲν ἐπέστησε Καῖσαρ ἕνα τῶν ἀπελευθέρων, Φρόντωνα δὲ τῶν φίλων ἐπικρινοῦντα τὴν ἀξίαν ἑκάστῳ τύχην· ὁ δὲ τοὺς μὲν στασιώδεις καὶ λῃστρικοὺς πάντας ὑπ᾽ ἀλλήλων ἐνδεικνυμένους ἀπέκτεινε, τῶν δὲ νέων τοὺς ὑψηλοτάτους καὶ καλοὺς ἐπιλέξας ἐτήρει τῷ θριάμβῳ, τοῦ δὲ λοιποῦ πλήθους τοὺς ὑπὲρ ἑπτακαίδεκα ἔτη δήσας ἔπεμψεν εἰς τὰ κατ᾽ Αἴγυπτον ἔργα, πλείστους δὲ εἰς τὰς ἐπαρχίας διεδωρήσατο Τίτος φθαρησομένους ἐν τοῖς θεάτροις σιδήρῳ καὶ θηρίοις· οἱ δὲ ἐντὸς ἑπτακαίδεκα ἐτῶν ἐπράθησαν, ἐφθάρησαν δ᾽ αὐτῶν, ἐν αἷς διέκρινεν ὁ Φρόντων ἡμέραις ὑπ᾽ ἐνδείας χίλιοι πρὸς τοῖς μυρίοις, οἱ μὲν ὑπὸ μίσους τῶν φυλάκων μὴ μεταλαμβάνοντες τροφῆς, οἱ δ᾽ οὐ προσιέμενοι διδομένην· πρὸς δὲ τὸ πλῆθος ἦν ἔνδεια καὶ σίτου.» (Λόγος ἕκτος σελ. 116—117.) Ὅτι δὲ διὰ τὸ πλῆθος τῶν πιπρασκομένων οὐκ ἦσαν οἱ κτώμενοι, ἰδοὺ πῶς ἱστόρηται τῷ Ἰωσήπῳ. «Τοῦ δὲ Τίτου διὰ πρᾳότητα τῶν προτέρων ἀμελήσαντος παραγγελμάτων, καὶ αὐτοὶ κόρῳ τοῦ κτείνειν ἀπεχόμενοι, καὶ κέρδους ἐλπίδι· τοὺς γὰρ δημοτικοὺς καταλιπόντες μόνους, τὸν ἄλλον ὄχλον ἐπώλουν σὺν γυναιξὶ καὶ τέκνοις, ἐλαχίστης τιμῆς ἕκαστον πλήθει τε τῶν πιπρασκομένων καὶ ὀλιγότητι τῶν ὠνουμένων. (Λόγος ἕκτος σελ. 113. 10—15. Παρβλ. καὶ Δευτρ. ΚΗ΄. στίχ. 65. 66. 67. πρβλ. καὶ ψαλμ. μγ΄. 14.). ἐν τούτῳ τῷ μγ΄. ψλμ. προλέγει ὁ ψαλμῳδὸς τὴν ἄνευ τιμῆς πρᾶσιν τοῦ λαοῦ τοῦ Ἰσραήλ· «ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν». Ἡ προφητεία αὕτη ἐπληρώθη καὶ ἐπὶ τοῦ Ἀδριανοῦ. Ὁ ἅγιος Ἱερώνυμος λέγει ὅτι «ἀφοῦ τελευταῖον ἐνικήθησαν ἀπὸ τὸν Ἀδριανόν, χιλιάδες ἐπωλήθησαν· ὅσοι δὲ δὲν ἐπωλήθησαν ἐστάλησαν εἰς τὴν Αἴγυπτον, καὶ ἄλλοι ἐχάθησαν ναυαγήσαντες, ἄλλοι ἀσιτήσαντες καὶ ἄλλοι ὑπὸ τῶν κατοίκων ἀναιρεθέντες».

Ἡ ἐκ τῆς κληρονομηθείσης γῆς ταχεῖα ἀπέλασις, ἣν προεῖπε Μωϋσῆς (Δευτ. ΚΗ΄. 63.) «Ἐξαρθήσεσθε ἐν τάχει ἀπὸ τῆς γῆς, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ, κληρονομῆσαι, αὐτήν»· ἐγένετο α΄ κατὰ τὴν αἰχμαλωσίαν τῶν δέκα φυλῶν τοῦ Ἰσραήλ, ὅτε ἤχθησαν αἰχμάλωτοι εἰς Βαβυλῶνα καὶ τὴν κληρονομίαν αὐτῶν ἔλαβον τὰ ἔθνη, ἃ ἀπέστειλεν ἐκεῖ ὁ Σαλμανασὰρ βασιλεὺς τῶν Ἀσσυρίων· β΄. ἐπὶ Ἀδριανοῦ αὐτοκράτορος, ὅστις ὑποτάξας τοὺς ἐπαναστατήσαντας Ἰουδαίους ἐξέδωκε προκήρυξιν ἀπαγορεύουσαν ἐπὶ ποινῇ θανάτου τὴν εἰς Ἰουδαίαν ἐπάνοδον τῶν Ἰουδαίων ἐξωσθέντων αὐτῆς· ὁ Τερτυλλιανὸς καὶ ὁ ἅγιος Ἱερώνυμος λέγουσιν ὅτι ἀπηγόρευται αὐτοῖς καὶ ἡ προσέγγισις τῶν ὁρίων τῆς Ἰουδαίας· καὶ γ΄. ἐπὶ Τίτου. Ἔκτοτε ἡ γῆ τῆς ἐπαγγελίας ἐγένετο εἰς κατοικητήριον ἐθνῶν, ἅτινα κατοικοῦσι μέχρι σήμερον· οἱ δὲ Ἰουδαῖοι διεσπάρησαν καθ᾽ ὅλον τὸ πρόσωπον τῆς γῆς, οὐδαμοῦ δὲ τὰ ἴχνη τῶν ποδῶν αὐτῶν εὑρίσκουσιν ἀνάπαυσιν, καθ᾽ ἃ προεῖπεν αὐτοῖς Μωϋσῆς, (Δευτ. ΚΗ΄. 64, 65) «Καὶ διασπερεῖ σε Κύριος ὁ Θεὸς εἰς πάντα τὰ ἔθνη ἀπ᾽ ἄκρου γῆς ἕως ἄκρου γῆς καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις... Ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδὲ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου· καὶ δώσει σοι Κύριος καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν». Ἄγγλος τις περιηγητὴς περιελθὼν ἅπασαν τὴν γῆν τῆς ἐπαγγελίας λέγει ὅτι «τὸν τόπον κατοικοῦσιν ὡς ἐπὶ τὸ πλεῖστον Μαῦροι καὶ Ἄραβες· οἱ πρῶτοι κατέχουσι τὰς πεδιάδας, οἱ δεύτεροι τὰ ὀρεινὰ μέρη. Οἱ Τοῦρκοί εἰσιν ὀλίγοι· εὑρίσκονται ὅμως ἐκεῖ πολλοὶ Ἕλληνες, καὶ ἄλλοι χριστιανοί, κάθε δόγματος καὶ γένους, οἵτινες ἀποδίδουσιν εἰς τὴν γῆν ἐκείνην μεγαλωτάτην ἁγιότητα. Εὑρίσκονται καὶ ὀλίγοι Ἑβραῖοι, ἀλλὰ χωρὶς νὰ ἐξουσιάζωσιν, οὐδὲ μικρὸν μέρος γῆς. Ζῶσιν ὡς ξένοι εἰς τὸν ἰδικόν των τόπον».

Τίς ἀγνοεῖ τὰς καταδιώξεις, ὅσας ὑπέστησαν καὶ καθ᾽ ἑκάστην ὑπομένουσιν οἱ διασπαρέντες εἰς τὰ ἔθνη Ἰουδαῖοι; παραλείπων τοὺς μικροὺς διωγμοὺς ἀναφέρω τοὺς μεγάλους, οὓς κατὰ τοὺς νεωτέρους χρόνους ὑπέστησαν.

Πρὸς τὸ τέλος τοῦ δεκάτου τρίτου αἰῶνος ἐξώσθησαν τῆς Ἀγγλίας παρὰ τοῦ Ἐδουάρδου Α΄. καὶ δὲν ἐπετράπη αὐτοῖς ἐπιστροφὴ πρὸ τοῦ Κρομουέλλ. Πρὸ τοῦ τέλους τοῦ δεκάτου τετάρτου αἰῶνος ἐξωρίσθησαν τῆς Γαλλίας (ἑβδόμην φοράν, ὡς λέγει ὁ Μετζερᾶς) ὑπὸ τοῦ Καρόλου ἕκτου· ἀπὸ τῆς ἐποχῆς ταύτης μόλις ἦσαν ἀνεκτοὶ ὡς δοῦλοι, μόνον ἐν Μὲτζ ἐπετράπη αὐτοῖς μία Συναγωγή. Περὶ τὰ τέλη τοῦ δεκάτου πέμπτου αἰῶνος ἐξώσθησαν τῆς Ἰσπανίας παρὰ Φερδινάνδου καὶ Ἰσαβέλλας, καί, ὡς λέγει ὁ Μαριάνης, ἑκατὸν ἑβδομήκοντα χιλιάδες ψυχαὶ ἀπηλάθησαν τῶν ὁρίων τῆς Ἱσπανίας. Ἐπίσης ἐξεδιώχθησαν καὶ τῆς Πορτογαλίας καὶ ἄλλων ἐθνῶν. Τίς ἀγνοεῖ τὰ ἀντισημιτικὰ κινήματα τοῦ φθίνοντος αἰῶνος;

Ὁ Μωϋσῆς ἐν Δευτρ. ΚΗ΄. 32 λέγει ὅτι «Οἱ Υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ, καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά». Ἡ πρόρρησις αὕτη ἐπληρώθη εἰς τοὺς χρόνους τῆς αἰχμαλωσίας, ἐπληρώθη ὅμως καὶ κατόπιν ἐν Ἱσπανίᾳ καὶ Πορτογαλίᾳ, ἔνθα κατ᾽ ἐντολὴν τῶν κυβερνώντων τότε ἀφῃρέθησαν αὐτοῖς τὰ τέκνα των διὰ νὰ ἀνατραφῶσι κατὰ τὰ δόγματα τῆς Ρωμαϊκῆς Ἐκκλησίας· ἡ πρᾶξις αὕτη διενηργήθη κατ᾽ ἀπόφασιν τῆς τετάρτης ἐν Τολέδῳ Συνόδου, ἵνα μὴ ἐνέχωνται τὰ τέκνα ταῖς ἁμαρτίαις τῶν γονέων. Ἐν Δευτρ. ΚΗ΄. 34 ὁ Μωϋσῆς λέγει. «Καὶ ἔσῃ παράπληκτος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου, ἃ βλέψῃ». Ἡ προφητεία αὕτη ἐπληρώθη κατὰ τὰς πολιορκίας καὶ ἁλώσεις τῶν πόλεων τῶν βασιλείων Ἰούδα καὶ Ἰσραήλ, καὶ κατὰ τὰς αἰχμαλωσίας αὐτῶν· ἀλλ᾽ ἡ πλήρωσις αὐτῆς ὑπὸ φρικωδεστέραν ἐμφανίζεται ὄψιν ἐν τῷ φρουρίῳ Μασάδας, ἔνθα οἱ πολιορκηθέντες σικάριοι κατὰ προτροπὴν τοῦ ἀρχηγοῦ των Ἐλεαζάρου, ἀφοῦ πρῶτον οἱ ἄνδρες ἰδίαις χερσὶν ἀπέσφαξαν τὰς συζύγους καὶ τὰ τέκνα των, ἔπειτα ἐκλέξαντες δέκα ἄνδρας ἐξ αὐτῶν διὰ κλήρου ἀνέθηκαν αὐτοῖς τὸ ἔργον τῆς θανατώσεως τῶν ἀνδρῶν. Ἀφοῦ δὲ πάντας κατέσφαξαν ἐκληρώθη εἷς διὰ τὴν σφαγὴν τῶν ἐννέα, ἣν συντελέσας ὁ δέκατος διήλασε τὸ ξίφος διὰ τοῦ στήθους του καὶ ἐπέπεσεν ἐπὶ τοὺς ἀσπαίροντας τελευταῖος· ἦσαν δὲ πάντες οἱ θανατωθέντες ἐννεακόσιαι ἑξήκοντα ψυχαί. Τὴν φοβερὰν ταύτην σκηνὴν διέφυγον κρυφθεῖσαι εἰς τοὺς ὑπὸ τὴν γῆν ὑδραγωγοὺς δύο γυναῖκες καὶ πέντε παιδία. (Ἴδε Ἰωσήπου Ἰουδ. πολ. λογ. 7ος σελ. 152 καὶ σελ. 164—165). Ὅμοιόν τι καθ᾽ ὅλου τὸ δεύτερον ἔλαβε χώραν ἐν Ἀγγλίᾳ ἐπὶ τῆς βασιλείας Ριχάρδου τοῦ Α΄. ὅτε ὁ λαὸς ζητήσας νὰ ἀποσφάξῃ τοὺς Ἰουδαίους καὶ πολιορκήσας αὐτοὺς ἐν τῇ πόλει Γιούρᾳ καὶ μὴ δεχθεὶς συνθήκας, ἠνάγκασε τοὺς Ἰουδαίους νὰ ἀποθάνωσι κατὰ τὸν ὅμοιον τρόπον πρὸς τοὺς πολιορκηθέντας ἐν Μασάδᾳ.

Ἐν Δευτρ. ΚΗ΄. 37 ὁ Μωϋσῆς λέγει· καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι, καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς ἂν ἀπαγάγῃ σε Κύριος ἐκεῖ». Τίς δὲν βλέπει τὴν προφητείαν ταύτην καθ᾽ ἡμέραν ἀληθεύουσαν; τίσι δὲν κατέστη παροιμιώδης ἡ Ἰουδαϊκὴ μισαλλοδοξία; ἡ σκληροκαρδία πρὸς τοὺς ἑτεροφύλους, ἡ τοκογλυφία καὶ ἡ φιλαργυρία, ἡ ἐγωϊστικὴ ἀγάπη, ἡ πρὸς τοὺς ἑτεροθρήσκους ἀνειλικρίνεια καὶ τᾶλλα ἐλαττώματα;

Ἐν Δευτρ. ΚΗ΄. 59-61 ὁ Μωϋσῆς προλέγει τὰ ὅσα ἔμελλον νὰ ὑπομείνωσι πάθη· «Καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου, καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστάς, καὶ νόσους πονηρὰς καὶ πιστάς· καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν ὀδύνην τῆς Αἰγύπτου, τὴν πονηράν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσονται ἐν σοί· καὶ πᾶσαν μαλακίαν, καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην». Ἀπὸ Μωϋσέως μέχρι σήμερον παρῆλθον 3,400 ἔτη, καθ᾽ ὅλον τοῦτο τὸ χρονικὸν διάστημα ἡ Ἰουδαϊκὴ ἱστορία τοσαῦτα ἀναγράφει δυστυχήματα, ὅσα οὐδὲν ἔθνος ὑπέστη· ὁ ἀναγινώσκων τὰ βιβλία τῶν Παραλειπομένων, τὰ βιβλία τῶν Βασιλειῶν, τὸν Ἱερεμίαν, τὸν Ἡσαΐαν καὶ τοὺς λοιποὺς προφήτας Ἔσδραν, Νεεμίαν, τοὺς Μακκαβαίους καὶ τὸν Ἰώσηπον τὸν Φλάβιον καὶ τοὺς ἐθνικοὺς συγγραφεῖς, ἀκράδαντον σχηματίζει πεποίθησιν περὶ τῆς κατὰ γράμμα πληρώσεως ὅλων τῶν προρρήσεων, ὅσαι ἐξηνέχθησαν ἀπὸ τοῦ στόματος Μωϋσέως καὶ τῶν προφητῶν, καὶ ὅτι ὁ Θεὸς ἦν ὁ εἰπὼν καὶ τὴν ἔκβασιν αὐτῶν διενεργήσας. Τοῦτο ὡμολόγησε καὶ Τίτος, ὅτε εἶδε τὴν ἅλωσιν τῆς Ἱερουσαλήμ, τὴν ἰσχὺν τῶν φρουρίων, τῶν πύργων, καὶ τὸ ἐρυμνὸν τῆς πόλεως. Ὁ Ἰώσηπος ἰδοὺ τὶ λέγει· «Παρελθὼν δὲ Τίτος εἴσω τὰ τ᾽ ἄλλα τῆς ὀχυρότητος, τὴν πόλιν καὶ τῶν πύργων ἀπεθαύμασεν, οὓς οἱ τύραννοι κατὰ φρενοβλάβειαν ἀπέλιπον· κατιδὼν γοῦν τό τε ναστὸν αὐτῶν, ὕψος καὶ τὸ μέγεθος ἑκάστης πέτρας, τήν τε ἀκρίβειαν τῆς ἁρμονίας, καὶ ὅσον μὲν εὗρος, ἡλίκοι δὲ ἦσαν τὴν ἀνάτασιν «σὺν θεῷ ἐπολεμήσαμεν, ἔφη, καὶ Θεὸς ἦν ὁ τῶνδε τῶν ἐρυμάτων Ἰουδαίους καθελών, ἐπεὶ χεῖρές τε ἀνθρώπων, ἢ μηχαναί, τί πρὸς τούτους τοὺς πύργους δύνανται»; (Λόγος 6ος σλ. 116. 9.) Ἐπίσης καὶ αὐτὸς ὁ Ἰώσηπος ὁμολογεῖ τοῦτο λέγων· «Θεὸς ἦν ὁ ταῦτα πατράσιν ἡμετέροις στρατηγῶν, ὅτι τὰς χεῖρας καὶ τὰ ὅπλα παρέντες αὐτῷ κρῖναι τὸ ἔργον ἐπέτρεψαν. Βασιλεὺς Ἀσσυρίων Σεναχερείμ, ὅτε πᾶσαν τὴν Ἀσίαν ἐπισυράμενος τὴν δε περιεστρατοπεδεύσατο τὴν πόλιν, ἆρα χερσὶν ἀνθρωπίναις ἔπεσεν; οὐχ αἱ μὲν ἀπὸ τῶν ὅπλων ἠρεμοῦσαι ἐν προσευχαῖς ἦσαν, ἄγγελος δὲ τοῦ Θεοῦ μιᾷ νυκτὶ τὴν ἄπειρον στρατιὰν ἐλυμήνατο· καὶ μεθ᾽ ἡμέραν ἀναστὰς ὁ Ἀσσύριος ὀκτωκαίδεκα μυριάδας ἐπὶ πεντακισχιλίοις νεκρῶν εὗρε, μετὰ δὲ τῶν καταλειπομένων ἀνόπλους καὶ μὴ διώκοντας Ἑβραίους ἔφυγεν;» (πρβλ. βασιλειῶν Δ΄. Κφ. ΙΘ΄. στχ. 35—36. Ὁ Ἰώσηπος διὰ μακρῶν διηγεῖται πρὸς τοὺς ἐπὶ τὰ τείχη καθημένους Ἰουδαίους ὅλα τὰ θαυμάσια, ὅσα ὁ Θεὸς εἰργάσθη πρὸς σωτηρίαν αὐτῶν ἐν ταῖς στενοχωρίαις τοῦ λαοῦ τοῦ Ἰσραήλ, ἀρξάμενος ἀπὸ Ἀβραὰμ οὗτινος τὴν σύζυγον Σάρραν ἥρπασεν ὁ τῶν Αἰγυπτίων βασιλεὺς Νεχαὼ (Φαραώ), καὶ ἣν ὁ Θεὸς διεφύλαξεν ἄχραντον καὶ φθάνων μέχρι τοῦ διεξαγομένου πολέμου· δι᾽ ὧν ἀποδεικνύει ὅτι πολεμοῦντες οἱ Ἰουδαῖοι πρὸς τοὺς Ρωμαίους θεομαχοῦσι. (Λόγος 5ος Σελ. 45—50). Ἐν Δευτρ. ΚΗ΄. στχ. 46, ὁ Μωϋσῆς λέγει· «Καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα, καὶ ἐν τῷ σπέρματί σου ἕως αἰῶνος»· Περὶ τῶν σημείων καὶ τῶν τεράτων ἰδοὺ τί λέγει ὁ Ἰώσηπος. «Τὸν γοῦν ἄθλιον δῆμον οἱ μὲν ἀπατεῶνες καὶ καταψευδόμενοι τοῦ Θεοῦ τηνικαῦτα παρέπειθον, τοῖς δὲ ἐναργέσι καὶ προσμένουσι τὴν μέλλουσαν ἐρημίαν τέρασιν, οὔτε προσεῖχον, οὔτε ἐπίστευον, ἀλλ᾽ ὡς ἐμβεβροντημένοι καὶ μήτ᾽ ὄμματα μήτε ψυχὴν ἔχοντες τῶν τοῦ Θεοῦ κηρυγμάτων παρήκουσαν, τοῦτο μέν, ὅτε ὑπὲρ τὴν πόλιν ἄστρον ἔστη ῥομφαίᾳ παραπλήσιον καὶ παρατείνας ἐπ᾽ ἐνιαυτὸν κομήτης, τοῦτο δὲ ἡνίκα πρὸ τῆς ἀποστάσεως καὶ τοῦ πρὸς τὸν πόλεμον κινήματος ἀθροιζομένου τοῦ λαοῦ πρὸς τὴν τῶν ἀζύμων ἑορτὴν (ὀγδόη δ᾽ ἦν Ξανθικοῦ μηνὸς) κατὰ νυκτὸς ἐνάτην ὥραν, τοσοῦτον φῶς περιέλαμψε τὸν βωμὸν καὶ τὸν ναόν, ὡς δοκεῖν ἡμέραν εἶναι λαμπράν, καὶ τοῦτο παρέτεινεν ἐφ᾽ ἡμίσειαν ὥραν. ὃ τοῖς μὲν ἀπείροις ἀγαθὸν ἐδόκει, τοῖς δὲ ἱερογραμματεῦσι πρὸς τῶν ἀποβεβηκότων εὐθέως ἐκρίθη, καὶ κατὰ τὴν αὐτὴν ἑορτὴν βοῦς μὲν ἀχθεῖσα ὑπὸ τοῦ ἀρχιερέως πρὸς τὴν θυσίαν ἔτεκεν ἄρνα ἐν τῷ ἱερῷ μέσῳ, ἡ δὲ ἀνατολικὴ πύλη τοῦ ἐνδοτέρω, χαλκῆ μὲν οὖσα καὶ στιβαρωτάτη, κλειομένη δὲ περὶ δείλην μόλις ὑπ᾽ ἀνδρῶν εἴκοσι, καὶ μοχλοῖς μὲν ἐπερειδομένη σιδηροδέτοις, καταπῆγας δὲ ἔχουσα βαθυτάτους εἰς τὸν οὐδὸν ὄντα διηνεκοῦς λίθου καθιεμένου ὤφθη κατὰ νυκτὸς ὥραν αὐτομάτως ἀνεῳγμένη, δραμόντες δὲ οἱ τοῦ ἱεροῦ φύλακες ἤγγειλαν τῷ στρατηγῷ κἀκεῖνος ἀναβὰς μόλις ἴσχυσεν αὐτὴν κλεῖσαι. Πάλιν τοῦτο τοῖς μὲν ἰδιώταις κάλλιστον ἐδόκει τέρας· ἀνοῖξαι γὰρ τὸν Θεὸν αὐτοῖς τὴν τῶν ἀγαθῶν πύλην, οἱ λόγιοι δὲ λυομένην αὐτομάτως τοῦ ναοῦ τὴν ἀσφάλειαν ἐνόουν, καὶ πολεμίοις δῶρον ἀνοίγεσθαι τὴν πύλην, δηλωτικόν τ᾽ ἐρημίας ἀπέφαινον ἐν ἑαυτοῖς τὸ σημεῖον· μετὰ δὲ τὴν ἑορτήν, ἡμέραις ὕστερον οὐ πολλαῖς, μιᾷ καὶ εἰκάδι Ἀρτεμισίου μηνός, φάσμα τι δαιμόνιον ὥφθη μεῖζον πίστεως· τερατεία δ᾽ ἂν ἔδοξεν, οἶμαι, τὸ ῥηθησόμενον, εἰ μὴ καὶ παρὰ τοῖς θεασαμένοις ἱστορεῖτο. καὶ τὰ ἐπακολουθήσαντα πάθη τῶν σημείων ἦν ἄξια· πρὸ γὰρ ἡλίου δύσεως ὥφθη μετέωρα περὶ πᾶσαν τὴν χώραν ἅρματα καὶ φάλαγγες ἔνοπλοι διάττουσαι τῶν νεφῶν καὶ κυκλούμεναι τὰς πόλεις· κατὰ δὲ τὴν ἑορτὴν ἣ πεντηκοστὴ καλεῖται, νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἔνδον ἱερόν, ὥσπερ αὐτοῖς ἔθος ἦν πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἀντιλαβέσθαι ἔφασαν καὶ κτύπου, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας «μεταβαίνομεν ἐντεῦθεν». τὸ δὲ τούτων φοβερώτερον· Ἰησοῦς γάρ τις υἱὸς Ἀνάνου τῶν ἰδιωτῶν, ἀγροῖκος, πρὸ τεσσάρων ἐτῶν τοῦ πολέμου, τὰ μάλιστα τῆς πόλεως εἰρηνευομένης καὶ εὐθηνούσης, ἐλθὼν εἰς τὴν ἑορτήν, ἐν ᾗ σκηνοποιεῖσθαι πάντας ἔθος τῷ θεῷ· κατὰ τὸ ἱερόν, ἐξαπίνης ἀναβοᾶν ἤρξατο «φωνὴ ἀπ᾽ ἀνατολῆς, φωνὴ ἀπὸ δύσεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ ἐπὶ Ἱεροσόλυμα καὶ τὸν ναόν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμφας, φωνὴ ἐπὶ τὸν λαὸν πάντα». Τοῦτο μεθ᾽ ἡμέραν καὶ νύκτωρ κατὰ πάντας τοὺς στενωποὺς περιήει κεκραγώς· τῶν δ᾽ ἐπισήμων τινὲς δημοτῶν, ἀγανακτήσαντες πρὸς τὸ κακόφημον, συλλαμβάνουσι τὸν ἄνθρωπον καὶ πολλαῖς αἰκίζονται πληγαῖς· ὃ δ᾽ οὐθ᾽ ὑπὲρ ἑαυτοῦ φθεγξάμενος, οὔτ᾽ ἰδίᾳ πρὸς τοὺς παίοντας, ἃς καὶ πρότερον φωνὰς βοῶν διετέλει· νομίσαντες δὲ οἱ ἄρχοντες, ὅπερ ἦν, δαιμονιώτερον εἶναι τὸ κίνημα τοῦ ἀνδρός, ἀνάγουσιν αὐτὸν ἐπὶ τὸν παρὰ Ρωμαίοις ἔπαρχον, ἔνθα μάστιξι μέχρις ὀστέων ξαινόμενος οὔθ᾽ ἱκέτευσεν, οὔτ᾽ ἐδάκρυσεν, ἀλλ᾽ ὡς ἐνῆν μάλιστα τὴν φωνὴν ὀλοφυρτικῶς παρεγκλίνων πρὸς ἑκάστην ἀπεκρίνατο πληγήν· «αἰαῖ Ἱεροσολύμοις». Τοῦ δὲ Ἀλβίνου διερωτῶντος (οὗτος γὰρ ἔπαρχος ἦν) τίς τε εἴη καὶ πόθεν, καὶ διατὶ ταῦτα φθέγγοιτο· πρὸς ταῦτα μὲν οὐδ᾽ ὁτιοῦν ἀπεκρίνατο, τὸν δὲ ἐπὶ τῇ πόλει θρῆνον εἴρων οὐ διέλειπε, μέχρι καταγνοὺς μανίαν ὁ Ἀλβῖνος ἀπέλυσεν αὐτόν. Ὁ δὲ τὸν μέχρι τοῦ πολέμου χρόνον οὔτε προσήει τινὶ τῶν πολιτῶν, οὔτ᾽ ὥφθη λαλῶν, ἀλλὰ καθ᾽ ἡμέραν ὥσπερ εὐχὴν μεμελετηκὼς «αἰαῖ Ἱεροσολύμοις» ἐθρήνει, οὔτε δέ τινι τῶν τυπτόντων αὐτὸν ὁσημέραι κατηρᾶτο, οὔτε τοὺς τροφῆς μεταδιδόντας εὐλόγει, μία δὲ πρὸς πάντας ἦν ἡ σκυθρωπὴ κλῃδὼν ἀπόκρισις· μάλιστα δὲ ἐν ταῖς ἑορταῖς ἐκεκράγει, καὶ τοῦτο ἐφ᾽ ἑπτὰ ἔτη καὶ πέντε μῆνας εἴρων, οὔτ᾽ ἠμβλύνθη τῇ φωνήν, οὔτε ἔκαμε, μέχρις οὗ κατὰ τὴν πολιορκίαν ἔργα τὰς κλῃδόνας ἰδὼν ἀνεπαύσατο. Περιιὼν γὰρ ἐπὶ τοῦ τείχους «αἰαῖ πάλιν τῇ πόλει καὶ τῷ λαῷ, καὶ τῷ ναῷ διαπρύσιον ἐβόα· ὡς δὲ τελευταῖον προσέθηκεν «αἰαῖ κἀμοὶ» λίθος ἐκ τοῦ πετροβόλου σχασθεὶς καὶ πλήξας αὐτὸν παραχρῆμα κτείνει, φθεγγόμενος δ᾽ ἔτι τὰς κλῃδόνας ἐκείνας, τὴν ψυχὴν ἀφῆκεν. (Λόγος 6ος Σελ. 102—105) παρβλ, καὶ Λουκᾶν Κεφλ. ΚΑ΄. στχ. 5—24.

Ἤδη τίς ταῦτα ἐννοῶν, οὐχ εὑρήσει τὸν Θεὸν ἀνθρώπων κηδόμενον καὶ παντοίως προσημαίνοντα αὐτοῖς τὰ σωτήρια; πῶς δὲ προσημαίνων οὐκ ἀποκαλύπτεται; ὁ Θεὸς ἀποκαλύπτεται ἐν τῷ κόσμῳ.

§ 6. Προφητεῖαι τῶν λοιπῶν προφητῶν τῶν προαναγγειλάντων τοῖς υἱοῖς Ἰσραὴλ τὰς μελλούσας αὐτῶν τύχας.

Πλὴν τοῦ Μωϋσέως καὶ πολλοὶ ἄλλοι προφῆται προεῖπον τοῖς Ἰουδαίοις τὰς βουλὰς τοῦ Θεοῦ, καὶ ἀπεκάλυψαν αὐτοῖς τὰ μέλλοντα νὰ συμβῶσιν. Οἱ προφῆται οὗτοι προεῖπον τὴν ἐπιστροφὴν τῶν δύο φυλῶν τοῦ Ἰούδα καὶ τοῦ Βενιαμὶν ἐκ τῆς αἰχμαλωσίας, τὴν φθορὰν τῶν δέκα φυλῶν τοῦ Ἰσραήλ, τὴν καταστροφὴν τῆς Ἰουδαίας, τὴν ἀπιστίαν καὶ κακίαν τῶν υἱῶν τοῦ Ἰακώβ, καὶ τὴν ἐπιστροφὴν τῶν ἐθνῶν πρὸς τὸν Θεὸν τὸν ζῶντα. Ἤδη ἐξετάσωμεν περὶ μιᾶς ἑκάστης καὶ ἴδωμεν ὁποίαν ἔλαβον τὴν ἔκβασιν.

§ 7. Προφητεῖαι περὶ τῆς ἐπιστροφῆς τῶν δύο φυλῶν Ἰούδα καὶ Βενιαμὶν ἀπὸ τῆς αἰχμαλωσίας Βαβυλῶνος καὶ ἀπώλεια τῶν δέκα φυλῶν ἐν τῇ αἰχμαλωσίᾳ.

Προερρήθη περὶ τῶν δέκα φυλῶν τοῦ Ἰσραὴλ ὅτι ἔμελλον νὰ αἰχμαλωτισθῶσιν ὑπὸ τῶν βασιλέων τῆς Ἀσσυρίας ὡς καὶ περὶ τῶν δύο φυλῶν τοῦ Ἰούδα καὶ τοῦ Βενιαμὶν ὑπὸ τοῦ βασιλέως τῆς Βαβυλῶνος, ἀλλ᾽ ὅτι αἱ μὲν δύο φυλαὶ ἤθελον ἐλευθερωθῆ, αἱ δὲ λοιπαὶ δέκα ἤθελον διαλυθῆ καὶ ἀπολεσθῆ ἐν τῇ αἰχμαλωσίᾳ· τῶν δύο φυλῶν ὁ προφήτης Ἱερεμίας προσδιορίζει καὶ τὸν χρόνον τῆς αἰχμαλωσίας λέγων· «Ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμόν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη». (ΚΕ΄. 11) καὶ πάλιν «Ὅταν μέλλῃ πληροῦσθαι ἐν Βαβυλῶνι 70 ἔτη, ἐπισκέψομαι ὑμᾶς..... τοῦ ἀποστρέψαι τὸν λαὸν ὑμῶν εἰς τὸν τόπον τοῦτον». (ΚΘ΄. 10). Αὕτη ἡ προφητεία ἐδόθη «ἐν ἔτει τετάρτῳ τοῦ Ἰωακεὶμ» ἤτοι τὸ πρῶτον ἔτος τῆς βασιλείας τοῦ Ναβουχοδονόσορος βασιλέως τῆς Βαβυλῶνος, κατὰ τὸν αὐτὸν δὲ χρόνον ἄρχεται νὰ πληροῦται. Ὁ Ναβουχοδονόσορ λεηλατήσας τὴν Ἰουδαίαν καὶ πολιορκήσας τὴν Ἱερουσαλὴμ ὑπέταξε καὶ κατέστησε φόρου ὑποτελῆ τὸν Ἰωακείμ· ἀπὸ τῆς ἐποχῆς ταύτης μέχρι τῆς ὑπὸ τοῦ Κύρου ἐκπολιορκητοῦ τῆς Βαβυλῶνος ἐκδοθείσης διαταγῆς περὶ ἀνοικοδομήσεως τοῦ ναοῦ τῆς Ἱερουσαλήμ. (Β΄ Παρλ. λϛ΄ 22. Ἔσδρας α΄. 1) συμπληροῦνται ἀκριβῶς τὰ ἔτη τὰ ὑπὸ τοῦ προφήτου προορισθέντα, ἐπίσης καὶ ἀπὸ τῆς καταστροφῆς τῆς Ἱερουσαλὴμ μέχρι τῆς ἀνεγέρσεως τοῦ ναοῦ καὶ τῶν ἐγκαινίων αὐτοῦ συμπληροῦνται ἑβδομήκοντα ἔτη.

Περὶ τῶν δέκα φυλῶν ὅμως ὁ Προφήτης Ἡσαΐας προλέγει τὴν λῆξιν τῆς ἐθνικῆς των ὑπάρξεως. «Ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραὶμ ἀπὸ λαοῦ» (ζ΄. 8)· Αὕτη ἡ προφητεία ἐδόθη τὸ πρῶτον ἔτος τῆς βασιλείας Ἄχαζ βασιλέως τῆς Ἰουδαίας, ὅτε ὁ Φακεὲ βασιλεὺς τοῦ Ἰσραὴλ συνεξεστράτευσε τῷ βασιλεῖ τῆς Συρίας Ραασσὼν κατὰ τῆς Ἰουδαίας. Ὄντως δὲ μετὰ τὴν πάροδον τοῦ ὁρισθέντος ὑπὸ τοῦ προφήτου χρόνου, ὁ Ἀσαρδὰν βασιλεὺς τῆς Ἀσσυρίας ἐξεστράτευσε κατὰ τῆς Σαμαρείας, ἐκυρίευσεν αὐτήν, ἀπήγαγεν αἰχμάλωτον τὸν λαὸν καὶ τὸν βασιλέα, ἀπώκισεν εἰς Ἀσσυρίαν, καὶ τὴν Σαμάρειαν κατώκισεν ἐξ ἐθνῶν. (Β΄ Παραλ. λγ΄. 11 Α΄ Πρλπμ. Ε΄. 26., Δ΄ Βασιλειῶν ΙΗ΄. 11, Δ΄ Βασιλειῶν ΙΘ΄. 39 Δ΄ Βασιλειῶν ΙΖ΄. 24). Τί ἐγένοντο αἱ δέκα φυλαί; φαίνεται ὅτι ἐν τῇ μετοικεσίᾳ καὶ διασπορᾷ τὸ μέγιστον μέρος συνεχωνεύθη μὲ τὰ ἔθνη, ὡς μὴ ἔχον νὰ πληρώσῃ προορισμόν τινα τὸ ἐκ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἀποσπασθὲν σῶμα τῶν δέκα φυλῶν· ἡ ἐκκλησία διεφυλάχθη ἐν ταῖς Ἰούδα καὶ Βενιαμὶν φυλαῖς, αἵτινες εἶχον νὰ πληρώσωσι τὸν μέγαν τῆς Ἐκκλησίας προορισμὸν κατὰ τὸ πλήρωμα τοῦ χρόνου. Πολλοὶ συγγραφεῖς Ἰουδαῖοι καὶ μή, μάτην ἐζήτησαν νὰ ὁρίσωσι τὸν τόπον διαμονῆς τῶν δέκα φυλῶν, καὶ ἄλλοι μὲν θέτουσιν αὐτοὺς εἰς φαντασιώδεις τόπους ἀγνώστους εἰς τὴν Γεωγραφίαν, ἄλλοι εἰς τὴν Αἰθιοπίαν, ἄλλοι εἰς τὰς ἀνατολικὰς Ἰνδίας, ἄλλοι εἰς τὴν Σκυθίαν, Ταρταρίαν καὶ ἕτεροι εἰς τὴν Ἀμερικήν. Αἱ καλλίτεραι γνῶμαι εἶνε ὑποθέσεις καὶ συμπεράσματα ἄνευ οὐδὲ μιᾶς βεβαιότητος· αἱ πλεῖσται τούτων εἰσὶ φανεραὶ ἐφευρέσεις τῶν Ἰουδαίων ἐξ ἐγωϊστικοῦ ἐνδιαφέροντος πρὸς τὸ ἴδιον γένος, ὅπερ θεωροῦσι τὸ μόνον προνομιοῦχον νὰ ἀπολαύῃ τῆς ἰδιαιτέρας εὐνοίας τοῦ Θεοῦ, ἀγνοοῦντες ὅτι ἡ ἐπιδειχθεῖσα πρόνοια οὐχ ὑπὲρ αὐτῶν ἦν, ἀλλ᾽ ὑπὲρ τῆς Ἐκκλησίας τοῦ ἐμπιστευθέντος αὐτὴν εἰς τοὺς ἀπογόνους τοῦ δούλου του Ἀβραάμ. Υἱοὶ Ἀβραὰμ ἦσαν καὶ οἱ υἱοὶ τῶν λοιπῶν γυναικῶν τοῦ Ἀβραάμ, καὶ ὁ Ἰσμαήλ· ἀλλ᾽ οὐχ οὗτοι ἔτυχον ἰδιαιτέρας προνοίας παρὰ τοῦ Θεοῦ. Ὁ Ἡσαῦ ἦν γνήσιος υἱὸς τοῦ Ἰσαὰκ υἱοῦ τοῦ Ἀβραάμ, καὶ ὅμως τὸ μνημόσυνον αὐτοῦ ἀπώλετο, διότι ἡ Ἐκκλησία διεφυλάχθη ἐν τοῖς υἱοῖς Ἰακώβ· ἡ πληθὺς τῶν υἱῶν Ἰακὼβ ὑπεδήλου τὸν προορισμὸν ἁπλῶς τῆς Ἐκκλησίας, οὐχὶ δὲ ὑπόστασιν τῆς Ἐκκλησίας· ἤτοι τὴν διάδοσιν καὶ ἐπικράτησιν τῆς γνώσεως τοῦ ἀληθοῦς Θεοῦ καὶ τὴν ἄρσιν τῆς ἁμαρτίας ἀπὸ τοῦ κόσμου διὰ τοῦ πολλαπλασιασμοῦ τῆς γνώσεως τῆς ἀληθείας καὶ τῆς ὀλιγοστεύσεως τοῦ ψεύδους· ἀλλ᾽ οἱ υἱοὶ Ἰσραὴλ ἐπελάθοντο τοῦ ὑψηλοῦ αὐτῶν προορισμοῦ, διὸ καὶ ἐξεκλάσθησαν ὡς κλάδοι ἄκαρποι τῆς καλλιελαίου ἐλαίας ὑπὸ τοῦ Κυρίου τοῦ ἀμπελῶνος, καὶ ἐτέθησαν εἰς τὴν μοῖραν τῶν ἐκτὸς τοῦ ἀμπελῶνος δένδρων· δὲν ἀπέβαλεν ὅμως παντελῶς πᾶσαν ψυχὴν ἐν τῷ Ἰσραὴλ θέλουσαν νὰ τελῇ μέλος τῆς ἐκκλησίας τοῦ Θεοῦ καὶ πληροῖ τὸν προορισμόν της, ὁ Θεὸς συνίασε τὸν ἅλωνά του, τὰς 10 φυλὰς τοῦ Ἰσραήλ, καὶ τοὺς μὲν πονηροὺς ὡς σκύβαλα ἀπέρριψε, τοὺς δὲ ἀγαθοὺς οἵτινες, ἦσαν πάνυ ὀλίγοι, ἐχώνευσεν ἐν ταῖς φυλαῖς Ἰούδα καὶ Βενιαμὶν ταῖς συγκροτούσαις τὴν Ἐκκλησίαν, ὥστε πᾶσα ἀναζήτησις καὶ πᾶσα ὑπόθεσις εἶναι ματαιοφροσύνη Ἰουδαϊκή. Τὸν προορισμὸν τῆς ἐκκλησίας δύνανται δυνάμει Θεοῦ νὰ πληρώσωσι καὶ ὀλίγοι τόσον καλῶς, ὅσον καὶ οἱ πολλοί. Ἐπίσης δὲ καὶ ἡ ὑπόστασις τῆς ἐκκλησίας δύναται νὰ διαφυλαχθῇ καὶ ἐν ἑνὶ προσώπῳ, ὡς διεφυλάχθη ἐν τῷ Νῶε πρῶτον, ἔπειτα ἐν τῷ Ἀβραάμ, καὶ τρίτον, ὅτε ὁ Θεὸς ἠθέλησε νὰ ἐκτρίψῃ ἅπαν τὸ Ἰουδαϊκὸν ἔθνος ἐν ἐρήμῳ καὶ νὰ διασώσῃ τὴν ἐκκλησίαν ἐκ τοῦ ἠθικοῦ τούτου κατακλυσμοῦ ἐν τῷ σπέρματι Μωϋσέως. «Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν, ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστι. Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτούς, ἐκτρίψω αὐτούς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Καὶ ἐδεήθη Μωϋσῆς....» Καὶ ἱλάσθη Κύριος..... (Ἔξδ. λβ΄. 9—14). Ὁ ἀριθμὸς δὲν ἔχει οὐδὲ μίαν σημασίαν· τὸ τέλος καὶ ὁ σκοπὸς τῆς ἐκκλησίας διεφυλάχθη εἰς τὸ βασίλειον τοῦ Ἰούδα, διότι τὸ βασίλειον τοῦ Ἰσραὴλ ἀπώλετο, καθ᾽ ἃ προεῖπεν Ἡσαίας ὁ Προφήτης. Οἱ ἐν ταῖς Πράξεσιν τῶν Ἀποστόλων (Β΄, 9) ἀναφερόμενοι «Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν.... Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν Οὐρανὸν» ἦσαν ἐξ ἁπασῶν τῶν φυλῶν Ἰούδα καὶ Ἰσραὴλ τῶν ἐν τῇ διασπορᾷ, οἵτινες ἀποβαλόντες τὰ διακριτικὰ τῶν φυλῶν γνωρίσματα διεκρίνοντο διὰ τοῦ γενικὸν λαβόντος χαρακτῆρα ὀνόματος Ἰουδαῖοι, καίτοι περιέσωζον τὴν μνήμην τῆς ἐκ τῶν διαφόρων φυλῶν καταγωγῆς των. Ὁ Ἀπόστολος Παῦλος εἰς τὰς Πράξεις τῶν Ἀποστόλων (Κϛ΄. 7) μνείαν ποιεῖται τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, «Τὸ δωδεκάφυλον ἡμῶν»· καὶ ὁ Ἅγιος Ἰάκωβος διευθύνει τὴν ἐπιστολήν του «ταῖς δώδεκα φυλαῖς τοῦ Ἰσραὴλ ταῖς ἐν τῇ διασπορᾷ» (Ἰακώβ. ά. 1), ἐξ ὧν ἀποδεικνύεται ὅτι αἱ δέκα φυλαὶ δὲν ἀπώκησαν εἰς τόπους ἀγνώστους, ἔνθα διαβιοῦσιν ἐλεύθεροι καὶ ἀνεξάρτητοι ἔχοντες ἴδιον πολίτευμα καὶ ἴδιον βασιλέα καὶ ἀποτελοῦσι τὴν ἐκλεκτὴν μερίδα τῶν υἱῶν Ἰσραήλ· ἀλλὰ μᾶλλον ὅτι ἀπωλέσθησαν ἐν τῇ διασπορᾷ, ἔμειναν δὲ οἱ τῆς Ἐκκλησίας φύλακες μὴ ἀποτελοῦντες οὔτε ἰδιαίτερον ἔθνος, οὔτε ἰδιαίτερον κράτος. Αἱ δύο φυλαὶ αἱ τὸ βασίλειον τοῦ Ἰούδα ἀποτελοῦσαι διεσώθησαν ἐκ τοῦ γενικοῦ ναυαγίου τῶν υἱῶν Ἰσραὴλ οὐχὶ δι᾽ αὑτούς, διότι κατ᾽ οὐδὲν διέφερον καὶ αὐτοὶ τῶν δέκα φυλῶν· ἀλλὰ διὰ τὴν πραγματοποίησιν τῶν βουλῶν τοῦ Θεοῦ καὶ τὴν πλήρωσιν τῶν δοθεισῶν ὑποσχέσεων εἰς τοὺς Πατριάρχας καὶ ἰδιαιτέρως εἰς τὸν Ἰούδαν, ὅτι ὁ Μεσσίας ἔμελλε νὰ γεννηθῇ ἐκ τῶν ἀπογόνων αὐτοῦ, καὶ εἰς τὸν Δαυίδ, ὅτι ἐξ οἴκου καὶ πατριᾶς Δαυὶδ ὁ Μεσσίας ἔρχεται· ἔδει λοιπὸν νὰ διασωθῇ καὶ διατηρηθῇ ἡ οἰκογένεια ἐκείνη μέχρι τῆς πληρώσεως τῶν ὑποσχέσεων καὶ τῶν προφητειῶν· οὗτος ἦτο ὁ λόγος τῆς διατηρήσεως τοῦ βασιλείου Ἰούδα, μαρτυρεῖ δὲ τὴν ἀλήθειαν ἡ παντελὴς αὐτοῦ καταστροφὴ ἅμα τῇ συστάσει τῆς νέας ἐκκλησίας ὑπὸ τοῦ προαγγελθέντος Μεσσίου τοῦ οἰκοδομήσαντος αὐτὴν ἐπὶ νέων θεμελίων, τῆς προορισθείσης νὰ διαχύσῃ τὸ φῶς τῆς ἀληθείας ὡς ἥλιος νοητὸς ἐπὶ πᾶσαν τὴν ὑφήλιον καὶ φέρῃ εἰς πέρας τὸν σκοπὸν τῆς ἐν τῷ κόσμῳ ἀποκαλύψεως τοῦ Θεοῦ, ὃν ἡ Ἰουδαϊκὴ θρησκεία καὶ ἐκκλησία διὰ τὰ στενὰ τῶν ἀρχῶν της ὅρια, καὶ διὰ τὸ εἶναι αὐτὴν τύπον καὶ σκιὰν τῶν μελλόντων, οὔτε προωρίσθη, οὔτε ἠδύνατο νὰ φέρῃ εἰς πέρας. Πάντως δὲ εἰς τὴν δικαιοσύνην τοῦ Θεοῦ ἡ μεροληπτικὴ ἀγάπη καὶ προσήλωσις πρὸς ἕνα λαὸν ἀπειθῆ καὶ σκληροτράχηλον καὶ ἀπερίτμητον τὴν καρδίαν, οὔτε ἥρμοζεν, οὔτε ἐπετρέπετο· ἡ ἰδιαιτέρα πρόνοια ὑπὲρ τοῦ λαοῦ τῶν Ἰουδαίων ὑπέθαλπε τὸν μέγαν σκοπὸν τῆς πνευματικῆς ἀναγεννήσεως τοῦ ἀνθρώπου καὶ τὴν μέριμναν ὑπὲρ τῆς ἀνθρωπότητος ἁπάσης. Ὁ Θεὸς δὲν εἶνε προσωπολήπτης· ἀλλὰ Θεὸς φιλάνθρωπος καὶ πατὴρ φιλόστοργος· ἐπεζήτησε τὴν σωτηρίαν τοῦ ἀνθρώπου καὶ ἐξελέξατο τὸν Ἀβραάμ, ἕνα τῶν τέκνων του ὡς ὄργανον πρὸς πλήρωσιν τοῦ λελογισμένου τέλους· ὁ σκοπὸς ἐπληρώθη τὰ ἀποτελέσματα μαρτυροῦσιν. Ἡ ἰδιαιτέρα πρόνοια ὑπὲρ τοῦ ἑνὸς δημιουργηθέντος λαοῦ ἔπαυσε· μάτην ἰσχυρογνωμονοῦσιν οἱ Ἰουδαῖοι ἀντιποιούμενοι τὸ προνόμιον τῆς θείας εὐνοίας καὶ ὑποτιμῶντες τὴν θείαν δικαιοσύνην καὶ φιλανθρωπίαν. Ὁ Θεὸς εἶνε ἡ αὐταγαθότης καὶ θέλει τὸν κατ᾽ εἰκόνα Θεοῦ πλασθέντα ἄνθρωπον νὰ εἶναι ἀληθὲς ὁμοίωμα τῆς θείας Αὑτοῦ εἰκόνος· ἡ Ἐκκλησία τοῦ Χριστοῦ ἀναδεικνύει τοιοῦτον τὸν ἄνθρωπον· ζητήσατε καὶ γνῶτε, καὶ μὴ ποιεῖτε τὸν Θεὸν μεροληπτικόν, εὐνοοῦντα μὲν ὑμᾶς τοὺς ἠθικῶς κατεστραμμένους τὸ πλεῖστον, μισοῦντα δὲ τὰ ἔθνη τὰ ἀναγεννηθέντα διὰ τῆς Ἐκκλησίας, ἣν ἐδείματο ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, οὗ τὴν ἄφιξιν ἀναμένετε καὶ ὅστις ἦλθεν. Ἐκ τῆς διδασκαλίας του, ἐκ τῶν ἀρχῶν του, καὶ ἐκ τῶν ἀποτελεσμάτων αὐτῶν πείσθητε ὅτι οὗτος ἦν, ὃν προκατήγγειλαν οἱ προφῆται, καὶ περὶ οὗ ἐλάλησεν ὑμῖν Μωϋσῆς· τὴν ἄφιξιν Αὐτοῦ μαρτυρεῖ ἡ τῆς Ἰουδαίας καταστροφή, διότι ἐὰν μὴ ὁ Ἰησοῦς, εἰς ὃν μετ᾽ ἀκριβείας ἐπληρώθησαν πᾶσαι αἱ προφητεῖαι, εἶναι ὁ ἀναμενόμενος Μεσσίας, πῶς θὰ πληρωθῶσιν αἱ προφητεῖαι ἤδη τῆς Ἰουδαίας κατεστραμμένης, καὶ τῶν ἀναφερομένων ἐν ταῖς προφητείαις διὰ παντὸς ἐκλιπόντων; Ἀναβλέψατε, καὶ συνήσετε καὶ σωθήσεσθε· μὴ ἀποκλείετε ἑαυτοὺς τῆς σωτηρίας, ἣν ὡς ἐν κιβωτῷ ἐν τῷ πελάγει τῶν αἰώνων καὶ τοῦ ἠθικοῦ κατακλυσμοῦ ὑμεῖς ἡμῖν περιεσώσατε. Μὴ ἀποστρέφεσθε τὴν Ἐκκλησίαν τοῦ Μεσσίου, δι᾽ ὃν ἐδημιουργήθη τὸ γένος ὑμῶν, καὶ ὃν προσδοκῶντες ἔτι ἀναμένετε, μὴ ἀπόλλυτε τὸν μισθόν σας ἐργάται καὶ φορεῖς τῆς σωτηρίας τῶν ἀνθρώπων γενόμενοι. Τὰ ἔθνη τὰ διώκοντα ὑμᾶς, κρίμασιν οἷς οἶδε Κύριος, καὶ ἤδη ἀγαπῶσιν ὑμᾶς, διότι ὀπαδοί εἰσι τῆς ἀγάπης τῆς προορισθείσης νὰ συνδέσῃ τὸν κόσμον ἅπαντα, καὶ τότε ἔτι μᾶλλον θὰ ἀγαπήσωσιν ὡς ἀδελφούς, ὡς μέλη τοῦ ἑνὸς σώματος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ· τότε θὰ ἀναστηθῇ αὖθις τὸ ὑμέτερον ἔθνος, καὶ τότε θὰ πληρωθῇ ἡ προφητεία ἡ προαγγέλλουσα τὴν ἐπισυναγωγὴν τῶν υἱῶν Ἰσραήλ, διότι «οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ». (Ρωμ ιά. 9). «Μὴ φοβοῦ παῖς μου Ἰακώβ... ὅτι ποιήσω συντέλειαν ἐν παντὶ ἔθνει, εἰς οὓς ἔξωσά σε ἐκεῖ, σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν» (Ἱερεμίας μϛ΄. 28). Ἐὰν ὕστερον ἀπὸ τοσαύτας καταδρομὰς ὑφίστασαι, τοῦτο ὀφείλεις εἰς τὸν ἀναμένοντα τὴν ἐπιστροφήν σου Θεόν· δεήθητε τοῦ Θεοῦ, ἵνα διανοίξῃ τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδητε καὶ σωθῆτε καὶ ἐπιστρέψητε εἰς τὴν κληρονομίαν ὑμῶν καὶ βασιλεύσητε ἐν τοῖς βασιλείοις ὑμῶν ἕως αἰῶνος. Ἡ γῆ τῆς ἐπαγγελίας σήμερον πενθεῖ· ἐπιζητεῖ τοὺς νομίμους δεσπότας αὐτῆς· θέλει βλαστήσει καὶ ὑλοχαρήσει καὶ ἐξανθήσει ὡς νύμφη δεχομένη τὸν νυμφίον αὐτῆς· ἐν τῇ ἐπιστροφῇ ὑμῶν ὁ Θεὸς θὰ εὐλογήσῃ αὖθις αὐτὴν καὶ θὰ θεραπεύσῃ τὰ τραύματα αὐτῆς, ἃ αἱ κατάραι αἱ εὑροῦσαι αὐτὴν ἐπέφερον. Μὴ πλανᾶσθε, τὸ μυστήριον τῆς Θείας Οἰκονομίας, οὗτινος ὑμεῖς γεγένησθε ὑπουργοί, ἐπληρώθη, ὁ Μεσσίας, ὁ προσδοκώμενος, ὃς ὑπομνήσει ὑμῖν πάντα, καὶ ὃς διδάξει ὑμᾶς πάντα, ἐλήλυθεν ὁ προφήτης, ὃν ἔμελλε νὰ ἀναστήσῃ ὁ Θεὸς ἐκ μέσου τῶν ἀδελφῶν ὑμῶν, πρὸς ὃν πᾶσα ψυχὴ ὤφειλε πρὸς ἰδίαν σωτηρίαν νὰ πιστεύσῃ, ἠγέρθη· τὰ πάντα μαρτυροῦσιν περὶ τῆς ἐλεύσεως τοῦ Μεσσίου. Μὴ θεομαχεῖτε· δεῦτε, προσέλθετε καὶ δοξασθήσεσθε καὶ ἀναλήψεσθε τὴν δόξαν τῶν πατέρων ὑμῶν. Ἐν τῇ ἐπιστροφῆ ὑμῶν, ἐν τῇ πίστει ὑμῶν πρὸς τὸν προσδοκώμενον Μεσσίαν τὸν ἐλθόντα καὶ σώσαντα ἡμᾶς, ἔγκειται ἡ σωτηρία καὶ ἡ εὐδαιμονία ὑμῶν. Εὔχομαι ὁ Θεὸς νὰ διαφωτίσῃ ὑμᾶς.

§ 8. Προφητεῖαι περὶ τῆς καταστροφῆς τῆς Ἰουδαίας. καὶ τῆς κακίας καὶ ἀπιστίας τῶν Ἰουδαίων.

Ἡ ἐρήμωσις τῆς Ἰουδαίας εἶναι ἓν ἄλλο ἀξιομνημόνευτον παράδειγμα τῆς ἀληθείας τῶν προφητειῶν. Ὁ Μωϋσῆς (Λευϊτικὸν κϛ΄ 33) λέγει· «καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη ἡ μάχαιρα, καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος, καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι.» Ὁ δὲ Ἡσαΐας λέγει «Νῦν δὲ ἀναγγελῶ δὴ ὑμῖν, τί ἐγὼ ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τιμηθῇ, οὐδὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτόν, ὡς εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.» (Ἡσαΐας Ε΄. 5—30.). Ὅλον τὸ πέμπτον κεφάλαιον εἶναι μία προφητεία προλέγουσα τὰ κατὰ τὴν ἐρήμωσιν. Τὴν ἐρήμωσιν τῆς Ἰουδαίας καὶ τὴν ἀπιστίαν τῶν Ἰουδαίων προλέγει ὁ Ἡσαΐας ἐν κεφαλαίῳ ἕκτῳ. «Καὶ εἶπε πρός με· πορεύθητι καὶ εἰπὲ τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὡσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὡσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. Καὶ εἶπα ἕως πότε Κύριε; Καὶ εἶπεν· ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος.» (9—11). Καὶ ὁ Ἰεζεκιὴλ Κφλ. Ε΄. (ὁλόκληρον). στ. 12. «Τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου· καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον διασπερῶ αὐτούς, καὶ τὸ τέταρτόν σου ἐν ρομφαίᾳ πεσοῦνται κύκλῳ καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν»· καὶ κεφ. 12. στχ. 16, καὶ Κφλ. 7, 19. Περὶ τῆς ἀληθοῦς καὶ ἀκριβοῦς πληρώσεως τῶν προφητειῶν μαρτυροῦσι πλέον αὐτὰ τὰ πράγματα, πᾶσα προσαγωγὴ μαρτυρίας ἀνθρώπων εἶναι ὅλως περιττή. Ὁ ἀγνοῶν ἃς μάθῃ παρὰ τῶν εἰδότων τὴν ἐπικρατοῦσαν ἐρήμωσιν ὅλης τῆς κληρονομίας Ἰσραήλ. Ἐν τῷ 53ῳ κεφαλαίῳ ὁ Ἡσαΐας ὀνειδίζων τὴν ἀπιστίαν τῶν Ἰουδαίων λέγει, «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» ὁ Ἀπόστολος καὶ εὐαγγελιστὴς Ἰωάννης (ιβ΄. 36) καὶ ὁ Ἀπόστολος Παῦλος (Ρωμ Ι΄. 16) ἀπέδωκαν ῥητῶς τὰς προφητείας ταύτας εἰς τὴν ἀπιστίαν τῶν Ἑβραίων τῆς ἐποχῆς των. Ὁ Ἱερεμίας (Κφλ. Ε΄. 13) λέγει «Περιδράμετε ἐν τοῖς Ἱερουσαλὴμ καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς· ἐὰν εὕρητε ἄνδρα, εἴ ἐστι ποιῶν κρῖμα καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς λέγει Κύριος... Κύριε οἱ ὀφθαλμοί σου εἰς πίστιν, ἐμαστίγωσας αὐτοὺς καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτούς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι»· ἀφοῦ δὲ ἐξιστορεῖ τὴν φρικτὴν ἠθικὴν κατάπτωσιν ἐν στίχῳ 23ῳ λέγει. «Τῷ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής, καὶ ἐξέκλιναν καὶ ἀπήλθοσαν καὶ οὐκ εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν φοβηθῶμεν δὴ Κύριον τὸν Θεὸν ἡμῶν»· καὶ πάλιν ἐξακολουθεῖ ὀνειδίζων τὸν λαὸν διὰ τὰς ἀνομίας του τὴν ἠθικήν του κατάπτωσιν καὶ τὴν ἀπιστίαν του. Δὲν θέλει ἐπαρκέσει ἡμῖν ὁ χρόνος ἀναγράφουσι πάσας τὰς προφητείας, ὅσαι ἐρρήθησαν ὑπὸ τῶν προφητῶν περὶ τῆς καταστροφῆς τῆς Ἰουδαίας καὶ τῆς ἀπιστίας τῶν Ἰουδαίων· διὸ καὶ ἀρκούμεθα εἰς αὐτὰς ὡς ἱκανὰς καὶ τὰ πειστήρια ἱκανὰ φερούσας· (ἴδε Ἡσαΐα κεφ. 57. στχ. 17, Ἀμὼς 9, 9, Ἱερεμ. 8, 3, Ὠσηὲ 9, 17. Ἡσαΐα 6. 10—12. Ἱερεμ. 24. 9, 10. καὶ κεφ. 15. 7, καὶ κεφ. 29. 18, Ἀμὼς 9. 4 Ἱερεμ. 46. 28, Ὠσηὲ 3. 4. 5.)

Notes

  1. Σ.Σ. Ἐν τοῖς θρήνοις τοῦ Ἱερεμίου ἐκτραγῳδοῦνται τὰ δεινὰ τοῦ Ἰσραήλ, ὃν εὗρον πᾶσαι αἱ κατάραι ἃς προεφήτευσεν ὁ Μωϋσῆς.
  2. Ἐν τῇ δ΄. Βασιλειῶν ιη΄. 9—16 φέρεται· «Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐζεκίᾳ, ἀνέβη Σαλμανασσὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ᾽ αὐτήν, καὶ κατελάβετο αὐτήν, καὶ συνελήφθη Σαμάρεια καὶ ἀπώκισε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους. Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ἐζεκίου ἀνέβη Σεναχερεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδᾳ τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς· Καὶ ἐπέθηκεν ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ Ἐζεκίαν βασιλέα Ἰούδα (300) τάλαντα ἀργυρίου καὶ 30 τάλαντα χρυσίου, καὶ ἔδωκεν Ἐζεκίας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου Βασιλέως.»
  3. Αἰνίττεται τὸν Ναβουζαρδὰν ἀρχιμάγειρον τοῦ Ναβουχοδονόσορος, ὅστις «ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον βασιλέως καὶ πάντας τοὺς οἴκους Ἱερουσαλὴμ καὶ πάντα οἶκον ἐνέπρησε πυρί. Καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ κατέλυσαν πᾶσα ἡ εὐπορία Χαλδαίων, οἱ Ἀρχιμαγείρῳ.» (Βασιλ. Δ. ΚΕ΄. 9—11).

· Contents ·