Library › St Nektarios of Aegina › Christology
Christology
St Nektarios of Aegina, Greek, Athens, 1900
1. Preface
ΤΗι ΙΕΡΑι ΜΝΗΜΗι ΤΗΣ ΑΥΤΑΔΕΛΦΗΣ ΜΟΥ
ΜΑΡΙΩΡΑΣ ΔΗΜΟΥ ΚΕΦΑΛΑ
Τὸν Χριστὸν ἀγαπήσασα καὶ τὴν πίστιν τηρήσασα
τὸν δρόμον τετέλεκε.
Δῴη αὐτῇ Κύριος τὸν τῆς δικαιοσύνης στέφανον.
Εἰκοστῇ ἕκτῃ Μαΐου πρὸς Χριστὸν ἔδραμε Μαριώρα.
† Ὁ Πενταπόλεως ΝΕΚΤΑΡΙΟΣ
ΤΟΙΣ ΕΝΤΕΥΞΟΜΕΝΟΙΣ
Κύριος ἡμῶν σκοπὸς ἐν τῇ συντάξει τῆς ἀνὰ χεῖρας Χριστολογίας ὑπῆρξεν ἡ κραταίωσις τῆς πίστεως τῶν Χριστιανῶν, ὅπως ἑδραῖοι καὶ ἀμετακίνητοι ἐν τῇ πίστει γένωνται καὶ ἀξίως πολιτευόμενοι τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ καὶ συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου, καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωσιν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν Ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ Ἑαυτῷ λαὸν περιούσιον ζηλωτὴν καλῶν ἔργων.
Τοιοῦτος ὁ σκοπὸς τοῦ ἔργου. Ἐν τῇ συντάξει πάντα πόνον κατεβάλομεν πρὸς τελειότερον αὐτοῦ καταρτισμὸν, καὶ ἀσφαλεστέραν τοῦ σκοποῦ ἐπιτυχίαν. Εὔχομαι ἀπὸ καρδίας ἵνα ὁ Πανάγιος Ἀρχηγὸς καὶ τελειωτὴς τῆς σωτηρίας ἡμῶν γένηται ἀρωγὸς τοῖς πᾶσι πρὸς πλήρωσιν τελείαν τοῦ ἐπιζητηθέντος σκοποῦ.
Ἐν Ἀθήναις τῇ 16 Σεπτεμβρίου 1900.
Ὁ πρὸς Θεὸν εὐχέτης διάπυρος
Πενταπόλεως ΝΕΚΤΑΡΙΟΣ
Διευθυντὴς τῆς Ριζαρείου Σχολῆς