Library › St Nicodemus the Hagiorite › Unseen Warfare
Unseen Warfare
St Nicodemus the Hagiorite, Greek, Venice, 1870
Part 2, 88. Testimony of Josephus
Μαρτυρία Ἰωσήπου Ἰουδαίου τοῦ Φλαβίου περὶ τοῦ Ἰησοῦ Χριστοῦ.
Γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον, Ἰησοῦς σοφὸς ἀνήρ· εἴγε ἄνδρα αὐτὸν λέγειν χρή· «ἦν γὰρ παραδόξων ἔργων ποιητὴς, διδάσκαλος ἀνθρώπων, τῶν ἡδονῇ τἀληθῆ δεχομένων. Καὶ πολλοὺς μὲν Ἰουδαίους, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. Ὁ Χριστὸς οὗτος ἦν. Καὶ αὐτὸν ἐνδείζει τῶν πρώτων ἀνδρῶν παρ᾽ ἡμῖν, σταυρῷ ἐπιτετιμηκότος Πιλάτου· οὐκ ἐπαύσαντο οἴγε πρῶτον αὐτῶν ἀγαπήσαντες· ἐφάνη γὰρ αὐτοῖς, τρίτην ἔχων ἡμέραν, πάλιν ζῶν. Τῶν θείων προφητῶν ταῦτα, καὶ ἄλλα μυρία θαυμάσια περὶ αὐτοῦ εἰρηκότων. Εἰς ἔτι νῦν τῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον».
(Ἰωσήπ. Λόγ. ιή. κεφ. γ΄.)