Library › St Nikephoros of Constantinople › Canons
Canons
St Nikephoros of Constantinople, Greek, Rallis–Potlis 4, 1854
Chapter 21
Ἐὰν φθαρῇ μονάστρια ὑπὸ βαρβάρων ἢ ἀτάκτων ἀνδρῶν, καὶ ἦν ὁ προτοῦ βίος αὐτῆς ἄμεμπτος, εἰς τεσσαράκοντα ἡμέρας ἐπιτιμᾶται· εἰ δὲ ὁ πρώην αὐτῆς βίος μεμολυσμένος ἦν, τὸ τῆς μοιχείας ἐπιτίμιον ἐκπληροῖ.