Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Maximus the Confessor, 38. Ἑκατοντὰς δ΄. περὶ ἀγάπης.
ΤΟΥ ΑΥΤΟΥ
ΕΚΑΤΟΝΤΑΣ ΤΕΤΑΡΤΗ
Πρῶτον μὲν θαυμάζει ὁ νοῦς τὴν θείαν ἐννοούμενος κατὰ πάντα ἀπειρίαν, καὶ τὸ ἀνέκβατον ἐκεῖνο καὶ πολυπόθητον πέλαγος· δεύτερον δὲ ἐκπλήττεται, πῶς ἐκ τοῦ μηδενὸς τὴν τῶν ὄντων εἰς τὸ εἶναι παρήγαγεν ὕπαρξιν. ἀλλ᾽ ὥσπερ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, οὕτως οὐδὲ τῆς φρονήσεως αὐτοῦ ἐστὶν εὕρεσις.
Πῶς γὰρ οὐ θαυμάζει τὸ ἄπλετον ἐκεῖνο θεωρῶν καὶ ὑπὲρ ἔκπληξιν τῆς ἀγαθότητος πέλαγος; ἢ πῶς οὐκ ἐξίσταται ἐννοούμενος πῶς καὶ πόθεν ἥτε λογικὴ καὶ νοερὰ γέγονεν οὐσία· καὶ τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν τὰ σώματα; μηδεμιᾶς ὕλης τῆς τούτων προῦπαρξάσης γενέσεως; ποία τε ἡ δύναμις ἐκείνη ἡ εἰς ἐνέργειαν κινηθεῖσα, ταῦτα εἰς τὸ εἶναι παρήγαγεν; ἀλλὰ τοῦτο Ἐλλήνων παῖδες οὐ παραδέχονται, ἀγνοοῦντες τὴν παντοδύναμον ἀγαθότητα, καὶ τὴν δραστήριον αὐτῆς, καὶ ὑπὲρ νοῦν σοφίαν, καὶ γνῶσιν.
Ἐξ ἀϊδίου δημιουργὸς ὑπάρχων ὁ Θεός, ὅτε βούλεται δημιουργεῖ, λόγῳ ὁμοουσίῳ καὶ Πνεύματι, δι᾽ ἄπειρον ἀγαθότητα. καὶ μὴ εἴπῃς τίνι λόγῳ νῦν ἐδημιούργησεν ἀεὶ ἀγαθὸς ὑπάρχων; ἐπεὶ κἀγὼ σοι λέγω, ὅτι ἡ τῆς ἀπείρου οὐσίας ἀνεξιχνίαστος σοφία, τῇ ἀνθρωπίνῃ οὐχ ὑποπίπτει γνώσει.
Τὴν ἐξ ἀϊδίου ἐν ἑαυτῷ ὁ δημιουργὸς τῶν ὄντων προῦπάρχουσαν γνῶσιν, ὅτ᾽ ἐβουλήθη, οὐσίωσε καὶ προεβάλετο. ἄτοπον γάρ ἐστιν ἐπὶ Θεοῦ τοῦ παντοδυνάμου διστάσαι, εἰ δύναταί τι οὐσιῶσαι, ὅτε βούλεται.
Δι᾽ ἣν μὲν αἰτίαν ὁ Θεὸς ἐδημιούργησε, ζήτει. ἐστὶ γὰρ γνῶσις· τὸ δὲ πῶς, καὶ διὰ τί προσφάτως, μὴ ζήτει· οὐκ ἔστι γὰρ τῷ σῷ ὑποπίπτουσα νῷ. διότι τῶν θείων, τὰ μὲν ληπτά, τὰ δὲ ἄληπτα τοῖς ἀνθρώποις. θεωρία γὰρ ἀχαλίνωτος, τάχα ἂν καὶ κατὰ κρημνῶν ὥσειεν, ὡς ἔφη τὶς τῶν ἁγίων.
Τινές φασι συνυπάρχειν ἐξ ἀϊδίου τῷ Θεῷ τὰ δημιουργήματα, ὅπερ ἀμήχανον. πῶς γὰρ τῷ πάντῃ ἀπείρῳ, τὰ κατὰ πάντα πεπερασμένα, συνυπάρχειν δύναται ἐξ ἀϊδίου; ἢ πῶς κυρίως δημιουργήματα, εἰ συναίδια τῷ δημιουργῷ; ἀλλ᾽ οὗτος ὁ λόγος, τῶν Ἐλλήνων ἐστίν, οἵτινες οὐσίας μὲν οὐδαμῶς, ποιοτήτων δὲ μόνον δημιουργὸν τὸν Θεὸν εἰσάγουσιν. ἡμεῖς δὲ τὸν παντοδύναμον ἐγνωκότες Θεόν, οὐ ποιοτήτων, ἀλλ᾽ οὐσιῶν πεποιημένων δημιουργὸν αὐτὸν εἶναί φαμεν· εἰ δὲ τοῦτο, οὐκ ἐξ ἀϊδίου συνύπαρκτα τῷ Θεῷ τὰ δημιουργήματα.
Κατά τι μὲν γνωστὸν τὸ θεῖον καὶ τὰ θεῖα, κατά τι δὲ ἄγνωστον· καὶ γνωστὸν μὲν, τοῖς περὶ αὐτὸ θεωρήμασιν· ἄγνωστον δὲ, τοῖς κατ᾽ αὐτό.
Μὴ ἕξεις, καὶ ἐπιτηδειότητας ζητήσῃς ἐπὶ τῆς ἁπλῆς καὶ ἀπείρου οὐσίας τῆς Ἁγίας Τριάδος, ἵνα μὴ σύνθετον αὐτὴν ποιήσῃς, ὥσπερ τὰ κτίσματα· ὅπερ ἄτοπον καὶ ἀθέμιτον ἐπὶ Θεοῦ ἐννοῆσαι.
Μόνη ἁπλῆ, καὶ μονοειδής, καὶ ἄποιος, καὶ εἰρηναῖος, καὶ ἀστασίαστος, ἡ ἄπειρος οὐσία, καὶ παντοδύναμος, καὶ δημιουργικὴ τῶν ὅλων. πᾶσα δὲ ἡ κτίσις, σύνθετος, ὑπάρχει ἐξ οὐσίας καὶ συμβεβηκότος, καὶ ἐπιδεὴς ἀεὶ τῆς θείας προνοίας, ὡς τροπῆς οὐκ ἐλευθέρα.
Πᾶσα ἡ νοερὰ οὐσία, καὶ αἰσθητική, ἔλαβε δυνάμεις παρὰ Θεοῦ εἰς τὸ εἶναι παραχθεῖσα, ἀντιληπτικὰς τῶν ὄντων. ἡ μὲν νοερά, τὰς νοήσεις· ἡ δὲ αἰσθητική, τὰς αἰσθήσεις.
Ὁ μὲν Θεός, μετέχεται μόνον· ἡ δὲ κτίσις, καὶ μετέχει, καὶ μεταδίδωσι· καὶ μετέχει μὲν τοῦ εἶναι· μεταδίδωσι δέ, τοῦ εὖ εἶναι μόνον· ἀλλ᾽ ἑτέρως μὲν ἡ σωματική, ἑτέρως δὲ ἡ ἀσώματος οὐσία.
Ἡ μὲν ἀσώματος οὐσία καὶ λέγουσα, καὶ πράττουσα, καὶ θεωρουμένη, τοῦ εὖ εἶναι μεταδίδωσιν· ἡ δὲ σωματική, θεωρουμένη μόνον.
Τὸ μὲν ἀεὶ εἶναι, ἢ μὴ εἶναι τὴν νοεράν καὶ λογικὴν οὐσίαν, ἐν τῇ βουλήσει ἐστὶ τοῦ τὰ πάντα καλὰ δημιουργήσαντος· τὸ δὲ ἀγαθὰ ταῦτα εἶναι κατὰ προαίρεσιν, ἢ φαῦλα, ἐν τῷ θελήματι τῶν γεγονότων ὑπάρχει.
Οὐ περὶ τὴν οὐσίαν τῶν γεγονότων τὸ κακὸν θεωρεῖται· ἀλλὰ περὶ τὴν ἐσφαλμένην καὶ ἀλόγιστον κίνησιν·
Εὐλόγως κινεῖται ἡ ψυχή, ὅταν τὸ ἐπιθυμητικὸν αὐτῆς τῇ ἐγκρατείᾳ πεποίωται· τὸ δὲ θυμικόν, τῆς ἀγάπης ἀντέχεται, τὸ μῖσος ἀποστρεφόμενον· τὸ δὲ λογιστικόν, πρὸς τὸν Θεὸν διάγει, διὰ προσευχῆς καὶ θεωρίας πνευματικῆς.
Οὔπω ἔχει τελείαν ἀγάπην, οὐδὲ τῆς θείας προνοίας καταβάθος τὴν γνῶσιν, ὁ ἐν καιρῷ πειρασμοῦ μὴ μακροθυμῶν ἐπὶ τοῖς συμβαίνουσι λυπηροῖς, ἀλλ᾽ ἀποκόπτων ἑαυτὸν τῆς τῶν πνευματικῶν ἀδελφῶν ἀγάπης.
Σκοπὸς τῆς θείας προνοίας, τὸ τοὺς ὑπὸ τῆς κακίας ποικίλως διεσχισμένους, διὰ τῆς ὀρθῆς πίστεως καὶ πνευματικῆς ἀγάπης, ἑνοποιεῖν· εἴπερ διὰ τοῦτο πέπονθεν ὁ σωτήρ, ἵνα τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα, συναγάγῃ εἰς ἕν. ὁ οὖν μὴ στέγων τὰ ὀχληρά, μηδὲ φέρων τὰ λυπηρὰ, μηδὲ ὑπομένων τὰ ἐπίπονα, ἐκτὸς τῆς θείας ἀγάπης, καὶ τοῦ σκοποῦ τῆς προνοίας περιπατεῖ.
Εἰ ἡ ἀγάπη μακροθυμεῖ, καὶ χρηστεύεται, ὁ ὀλιγοψυχῶν ἐπὶ τοῖς συμβαίνουσι λυπηροῖς, καὶ διὰ τοῦτο πονηρευόμενος ἐπὶ τοῖς λυπήσασι, καὶ τῆς πρὸς αὐτοὺς ἀγάπης ἑαυτὸν ἀποκόπτων, πῶς τοῦ σκοποῦ τῆς θείας προνοίας οὐκ ἐκπίπτει;
Πρόσεχε σεαυτῷ μήποτε ἡ χωρίζουσα ἐκ τοῦ ἀδελφοῦ κακία, οὐκ ἐν τῷ ἀδελφῷ, ἀλλ᾽ ἐν σοὶ εὑρίσκηται, καὶ σπεῦσον αὐτῷ διαλλαγῆναι, ἵνα μὴ τῆς ἐντολῆς τῆς ἀγάπης ἐκπέσης.
Μὴ καταφρονήσῃς τῆς ἐντολῆς τῆς ἀγάπης, ὅτι δι᾽ αὐτῆς υἱὸς Θεοῦ ἔσῃ· ἢν παραβαίνων, υἱὸς γεέννης εὐρεθήσῃ.
Τὰ χωρίζοντα τῆς τῶν φίλων ἀγάπης, εἰσὶ ταῦτα· τὸ φθονεῖν ἢ φθονεῖσθαι, τὸ ζημιοῦν ἡ ζημιοῦσθαι, τὸ ἀτιμάζειν ἢ ἀτιμάζεσθαι, καὶ οἱ ἐξ ὑπονοίας λογισμοί· μή ποτε οὖν ἔδρασάς τι τοιοῦτον, ἢ πέπονθας, καὶ διὰ τοῦτο τῆς τοῦ φίλου ἀγάπης χωρίζῃ;
Συνέβη σοι πειρασμὸς ἐκ τοῦ ἀδελφοῦ, καὶ ἡ λύπη εἰς μῖσός σε ἤγαγε; μὴ νικῶ ὑπὸ τοῦ μίσους, ἀλλὰ νίκα ἐν τῇ ἀγάπῃ τὸ μῖσος, νικήσεις δὲ τρόπῳ τοιούτῳ, προσευχόμενος ὑπὲρ αὐτοῦ γνησίως πρὸς τὸν Θεόν, τὴν ἀπολογίαν αὐτοῦ δεχόμενος· ἢ καὶ αὐτὸς διὰ ταύτης αὐτὸν θεραπεύων, καὶ σεαυτὸν αἴτιον τοῦ πειρασμοῦ λογιζόμενος, καὶ μακροθυμῶν, μέχρις οὖ παρέλθῃ τὸ νέφος.
Μακρόθυμός ἐστιν, ὁ τὸ τέλος ἐκδεχόμενος τοῦ πειρασμοῦ, καὶ τὸ καύχημα τῆς καρτερίας λαμβάνων.
Ἀνὴρ μακρόθυμος, πολὺς ἐν φρονήσει· ὅτι πάντα τὰ συμβαίνοντα ἐπὶ τὸ τέλος ἀναφέρει, κἀκεῖνο περιμένων, ἀνέχεται τῶν λυπηρῶν· τὸ δὲ τέλος ἐστί, ζωὴ αἰώνιος κατὰ τὸν Ἀπόστολον· αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
Μὴ εὔκολος ἔσο ἐπὶ ἀποβολῇ πνευματικῆς ἀγάπης, διότι ἄλλη σωτηρίας ὁδὸς οὐχ ὑπολέλειπται τοῖς ἀνθρώποις.
Μὴ τὸν χθὲς πνευματικὸν ἀδελφὸν καὶ ἐνάρετον, διὰ τὸ ἐν σοὶ σήμερον ἐξ ἐπηρείας τοῦ πονηροῦ ἐγγινόμενον μῖσος, κρῖνε φαῦλον καὶ πονηρόν· ἀλλὰ διὰ τῆς μακροθυμούσης ἀγάπης τὰ χθεσινὰ καλὰ λογιζόμενος, τὸ σήμερον μῖσος τῆς ψυχῆς ἀπόβαλε.
Μὴ ὃν ἐπήνεις χθὲς ὡς καλόν, καὶ ἐνεκωμίαζες ὡς ἐνάρετον, σήμερον ὡς φαῦλον καὶ πονηρὸν κακολογήσῃς, διὰ τὴν σὴν ἐξ ἀγάπης εἰς μῖσος μεταβολήν, τὸν τοῦ ἀδελφοῦ ψόγον ἀπολογίαν τοῦ ἐν σοὶ πονηροῦ μίσους ποιούμενος· ἀλλὰ τοῖς αὐτοῖς ἐγκωμίοις ἐπίμεινον, κἂν ἔτι ὑπὸ τῆς λύπης κεκράτησαι, καὶ εἰς τὴν αὐτὴν σωτήριον ἀγάπην εὐχερῶς ἐπανέρχῃ.
Μὴ τὸν συνήθη τοῦ ἀδελφοῦ ἔπαινον, διὰ τὴν ἔτι ἐν σοὶ πρὸς αὐτὸν ὑπάρχουσαν κεκρυμμένην λύπην, ἐν τῇ τῶν λοιπῶν ἀδελφῶν συντυχίᾳ νοθεύσης, συμπαραμίσγων τοῖς λόγοις λεληθότως τὸν ψόγον· ἀλλὰ καθαρῷ τῷ ἐπαίνῳ ἐν τῇ συντυχίᾳ χρῆσαι, καὶ γνησίως ὑπὲρ αὐτοῦ ὡς σαυτοῦ προσεύχου, καὶ τοῦ ὀλεθρίου μίσους τάχιστα ἀπαλλάττῃ.
Μὴ εἴπης, οὐ μισῶ τὸν ἀδελφόν, τὴν μνήμην αὐτοῦ ἀποστρεφόμενος· ἀλλὰ ἄκουσον Μωϋσέως λέγοντος, μὴ μισήσῃς τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου· ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου, καὶ οὐ λήψῃ δι᾽ αὐτὸν ἁμαρτίαν.
Ἐὰν ἀδελφὸς τυχὸν πειραζόμενος ἐπιμείνῃ κακολογῶν σε, ἀλλὰ σύ γε μὴ ἐξενεχθῇς τῆς ἀγαπητικῆς καταστάσεως, τοῦ αὐτοῦ πονηροῦ δαίμονος ἐνοχλοῦντος κατὰ διάνοιαν· οὐκ ἐξενεχθήσῃ δέ ταύτης, ἐὰν λοιδορούμενος εὐλογήσῃς, ἐὰν δυσφημούμενος, εὐνοήσῃς· αὕτη ἐστὶν ἡ ὁδὸς τῆς κατὰ Χριστὸν φιλοσοφίας· καὶ ὁ μή ταύτην ὁδεύων, οὐ συναυλίζεται αὐτῷ.
Μὴ ὡς εὐνοοῦντας λογίζου, τοὺς λόγους σοι φέροντας, λύπην ἐν σοὶ καὶ μῖσος πρὸς τὸν ἀδελφὸν ἐργαζομένους, κἂν ἀληθεύειν δοκῶσιν· ἀλλ᾽ ὡς θανατοῦντας ὄφεις, τοὺς τοιούτους ἀποστρέφου· ἵνα κἀκείνους τοῦ κακολογεῖν ἀνακόψῃς, καὶ τὴν σεαυτοῦ ψυχήν, πονηρίας ἀπαλλάξῃς.
Μὴ λόγοις δι᾽ αἰνιγμάτων τὸν ἀδελφὸν κεντήσῃς, ἵνα μὴ τὰ ὅμοια παρ᾽ αὐτοῦ ἀντιδεχόμενος, τὴν τῆς ἀγάπης διάθεσιν ἐξ ἀμφοτέρων ἀπελάσῃς· ἀλλὰ μετὰ παρρησίας ἀγαπητικῆς, ὕπαγε ἔλεγξον αὐτόν, ἵνα τὰς αἰτίας τῆς λύπης λύσας, ταραχῆς καὶ λύπης ἀμφοτέρους ἀπαλλάξῃς.
Ἐρεύνησον τὴν συνείδησιν μετὰ πάσης ἀκριβείας, μήποτε τῇ σῇ αἰτίᾳ ὁ ἀδελφὸς οὐ διηλλάγη· καὶ μὴ παραλογίζου ταύτην, τὰ κρυπτά σου γινώσκουσαν, καὶ κατηγοροῦσάν σου ἐν τῷ καιρῷ τῆς ἐξόδου, καὶ ἐν καιρῷ δὲ προσευχῆς πρόσκομμά σοι γενομένην.
Μὴ μνημόνευε ἐν τῷ καιρῷ τῆς εἰρήνης, τῶν ἐν τῷ καιρῷ τῆς λύπης ὑπὸ τοῦ ἀδελφοῦ λεχθέντων, κᾄν τε κατὰ πρόσωπον τὰ λυπηρὰ ἐρρέθη, κᾄν τε πρὸς ἄλλον περὶ σοῦ, καὶ μετὰ ταῦτα ἤκουσας· ἵνα μὴ τῶν λογισμῶν τῆς μνησικακίας ἀνεχόμενος, εἰς τὸ ὀλέθριον μῖσος τοῦ ἀδελφοῦ ὑποστρέψῃς.
Οὐ δύναται ψυχὴ λογικὴ πρὸς ἄνθρωπον μῖσος τρέφουσα, πρὸς τὸν Θεὸν εἰρηνεῦσαι, τὸν τῶν ἐντολῶν δοτῆρα. ἐὰν γάρ φησι μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος ἀφήσει τὰ παραπτώματα ὑμῶν· εἰ δὲ ἐκεῖνος εἰρηνεύειν οὐ θέλει, ἀλλὰ σύγε σεαυτὸν ἀπὸ μίσους φύλαξον, προσευχόμενος ὑπὲρ αὐτοῦ γνησίως, καὶ μὴ κακολογῶν αὐτὸν πρός τινα.
Ἡ τῶν Ἁγίων Ἀγγέλων ἄκρα εἰρήνη, ταῖς δυσὶ ταύταις κεκράτηται διαθέσεσι, τῇ τε πρὸς τὸν Θεόν, καὶ τῇ πρὸς ἀλλήλους ἀγάπῃ· ὁμοίως δὲ, καὶ πάντων τῶν ἀπ᾽ αἰῶνος ἁγίων· παγκάλως οὖν εἴρηται, ὅτι ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς, ὁ νόμος ὅλος, καὶ οἱ προφῆται κρέμανται.
Μὴ ἔσο αὐτάρεσκος, καὶ οὐκ ἔσῃ μισάδελφος· καὶ μὴ ἔσο φίλαυτος, καὶ ἔσῃ φιλόθεος.
Πνευματικοῖς ἀδελφοῖς συζῆσαι προειρημένος, τοῖς σοῖς θελήμασιν ἀπὸ θυρῶν ἀπόταξαι· οὐ μὴ γὰρ ἑτέρῳ τρόπῳ εἰρηνεῦσαι δυνήσῃ, οὔτε πρὸς τὸν Θεόν, οὔτε πρὸς τοὺς συζῶντας.
Ὁ τελείαν ἀγάπην κτήσασθαι δυνηθείς, καὶ ὅλον τὸν βίον αὐτοῦ πρὸς ταύτην ῥυθμίσας, οὗτος λέγει, Κύριον Ἰησοῦν ἐν Πνεύματι Ἁγίῳ.
Ἡ μὲν εἰς Θεὸν ἀγάπη, εἰς τὴν θείαν ὁμιλίαν ἀεὶ φιλεῖ πτερῶσαι τὸν νοῦν· ἡ δὲ εἰς τὸν πλησίον, ἀεὶ καλὰ λογίζεσθαι περὶ αὐτοῦ παρασκευάζει.
Τοῦ ἔτι δόξαν ἀγαπῶντος κενήν, ἤ τινι τῶν ὑλικῶν πραγμάτων προσκειμένου ἐστί, τὸ πρὸς ἀνθρώπους λυπεῖσθαι διὰ πρόσκαιρα, ἢ μνησικακεῖν αὐτοῖς, ἢ μῖσος ἔχειν πρὸς αὐτούς, ἢ λογισμοὺς δουλεύειν αἰσχροῖς· τῆς δὲ φιλοθέου ψυχῆς, πάντη ταῦτα ἀλλότρια.
Ὅταν μηδὲν εἴπῃς, μηδὲ πράξῃς αἰσχρὸν κατὰ διάνοιαν, καὶ ὅταν τῷ ζημιώσαντι ἢ κακολογήσαντι μὴ μνησικακῇς, καὶ ὅταν ἐν τῷ καιρῷ τῆς προσευχῆς ἄῦλον, καὶ ἀνείδεον ἀεὶ ἔχῃς τὸν νοῦν, τότε γνῶθι, ὅτι ἔφθασας εἰς τὸ μέτρον τῆς ἀπαθείας, καὶ τῆς τελείας ἀγάπης.
Οὐ μικρὸς ἀγὼν κενοδοξίας ἀπαλλαγῆναι· ἀπαλλάττεται δέ τις διὰ κρυπτῆς τῶν ἀρετῶν ἐργασίας καὶ συχνοτέρας προσευχῆς· σημεῖον δὲ τῆς ἀπαλλαγῆς, τὸ μηκέτι μνησικακεῖν τῷ κακολογήσαντι, ἢ κακολογοῦντι.
Εἰ θέλεις εἶναι δίκαιος, ἀπόνεμε ἑκάστῳ τῶν ἐν σοὶ μερῶν τὰ κατ᾽ ἀξίαν· ψυχῇ λέγω καὶ σώματι· καὶ τῷ μὲν λογιστικῷ τῆς ψυχῆς, ἀναγνώσματα, καὶ θεωρήματα πνευματικά, καὶ προσευχήν· τῷ δὲ θυμικῷ, ἀγάπην πνευματικήν, τὴν τῷ μίσει ἀντικειμένην· τῷ δὲ ἐπιθυμητικῷ, σωφροσύνην, καὶ ἐγκράτειαν· τῷ δὲ σαρκίῳ, διατροφάς, καὶ σκεπάσματα, τὰ μόνα ἀναγκαιότερα.
Κατὰ φύσιν ὁ νοῦς ἐνεργεῖ, ὅταν τὰ πάθη ἔχῃ ὑποτεταγμένα, καὶ τοὺς λόγους τῶν ὄντων θεωρῇ, καὶ πρὸς τὸν Θεὸν διάγῃ.
Ὥσπερ ὑγιεία καὶ νόσος πρὸς τὸ σῶμα θεωρεῖται τοῦ ζώου, καὶ φῶς· καὶ σκότος πρὸς τὸν ὀφθαλμόν· οὕτως ἀρετὴ καὶ κακία πρὸς τὴν ψυχήν, καὶ γνῶσις καὶ ἀγνωσία πρὸς τὸν νοῦν.
Ἐν τοῖς τρισὶ τούτοις ὁ Χριστιανὸς φιλοσοφεῖ· ἐν ταῖς ἐντολαῖς, ἐν τοῖς δόγμασι, καὶ ἐν τῇ πίστει· καὶ αἱ μὲν ἐντολαί, τῶν παθῶν τὸν νοῦν χωρίζουσι· τὰ δὲ δόγματα, εἰς τὴν γνῶσιν τῶν ὄντων αὐτὸν εἰσάγουσιν· ἡ δὲ πίστις, εἰς τὴν θεωρίαν τῆς Ἁγίας Τριάδος.
Οἱ μὲν τῶν ἀγωνιζομένων, ἀποκρούονται μόνον τοὺς ἐμπαθεῖς λογισμούς, οἱ δὲ καὶ τὰ πάθη περικόπτουσι· καὶ ἀποκρούεται μέν τις, οἷον ἢ ψαλμῳδίᾳ, ἢ προσευχῇ, ἢ μετεωρισμῷ, ἢ ἄλλῳ τινὶ τοπικῷ περισπασμῷ· ἐκκόπτει δὲ τὰ πάθη, τῶν πραγμάτων ἐκείνων καταφρονῶν, πρὸς ἅπερ τὰ πάθη κέκτηται.
Πρὸς ἅπερ τὰ πάθη κεκτήμεθα πράγμᾶτα, εἰσὶ ταῦτα· οἷον, γυνή, χρήματα, δῶρα, καὶ τὰ ἑξῆς· καὶ τῆς μὲν γυναικός, τότε δύναταί τις καταφρονεῖν, ὅτε καὶ μετὰ τὴν ἀναχώρησιν, καὶ τὸ σῶμα ὡς δεῖ δι᾽ ἐγκρατείας μαραίνει· τῶν δὲ χρημάτων, ὅτε πείθει τὸν λογισμὸν ἐν παντί, τῇ αὐταρκείῳ στοιχῆσαι· τῆς δὲ δόξης, ὅτε τὴν κρυπτὴν ἀγαπήσῃ τῶν ἀρετῶν ἐργασίαν, καὶ Θεῷ φαινομένην μόνῳ· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· ὁ δὲ τούτων καταφρονῶν, οὐδὲ εἰς μῖσος τινὸς ἔρχεταί ποτε.
Ὁ μὲν τοῖς πράγμασιν ἀποταξάμενος, οἷον τῇ γυναικί, καὶ τοῖς χρήμασι, καὶ τοῖς ἑξῆς, τὸν ἔξω ἄνθρωπον ἐποίησε Μοναχόν, οὔπω δὲ καὶ τὸν ἔσω· ὁ δὲ τοῖς τούτων ἐμπαθέσι νοήμασι, τὸν ἔσω ἄνθρωπον, ὅς ἐστι ὁ νοῦς· καὶ τὸν μὲν ἔξω ἄνθρωπον, εὐκόλως τὶς ποιεῖ Μοναχόν, μόνον ἐὰν θελήσῃ· οὐκ ὀλίγος δὲ ἀγών, τὸν ἔσω ἄνθρωπον ποιῆσαι Μοναχόν.
Τίς ἄρα ἐστὶν ἐν τῇ γενεᾷ ταύτῃ, ὁ παντάπασιν ἀπαλλαγεὶς ἐμπαθῶν νοημάτων, καὶ τῆς καθαρᾶς διὰ παντὸς καὶ ἀΰλου καταξιωθεὶς προσευχῆς, ὅπέρ ἐστι σημεῖον τοῦ ἔνδον Μοναχοῦ;
Πολλὰ πάθη ἐν ταῖς ψυχαῖς ἡμῶν κέκρυπται, τότε δὲ ἐλέγχονται, ὅταν τὰ πράγματα ἀναφαίνωνται.
Δύναταί τις μὴ ὀχλεῖσθαι ὑπὸ παθῶν ἐν τῇ τῶν πραγμάτων ἀπουσίᾳ, μερικῆς τυχὼν ἀπαθείας· ἐὰν δὲ ἀναφανῶσι τὰ πράγματα, εὐθὺς τὰ πάθη τὸν νοῦν περισπῶσι.
Μὴ νόμιζε τελείαν ἔχειν ἀπάθειαν, τοῦ πράγματος μὴ παρόντος· ὅταν δὲ φανῇ, καὶ μένῃς ἀκίνητος, πρός τε τὸ πρᾶγμα, καὶ τὴν μετὰ ταῦτα μνήμην αὐτοῦ, τότε γνῶθι σεαυτόν, τῶν ὅρων αὐτῆς ἐπιβεβηκέναι, πλὴν μηδὲ οὕτω καταφρονήσῃς· διότι ἀρετὴ μὲν χρονίζουσα, νεκροῖ τὰ πάθη· ἀμελουμένη δὲ, πάλιν ἐγείρει αὐτά.
Ὁ ἀγαπῶν τὸν Χριστόν, πάντως καὶ μιμεῖται αὐτὸν κατὰ δύναμιν· οἷον ὁ Χριστὸς τοὺς ἀνθρώπους εὐεργετῶν οὐκ ἐπαύσατο· καὶ ἀχαριστούμενος καὶ βλασφημούμενος, ἐμακροθόμει· καὶ τυπτόμενος ὑπ᾽ αὐτῶν καὶ φονευόμενος, ὑπέμεινε, μηδενὶ τὸ σύνολον τὸ κακὸν λογιζόμενος. ταῦτα δὲ τὰ τρία, τὰ ἔργα εἰσὶ τῆς εἰς τὸν πλησίον ἀγάπης ὧν χωρίς, ὁ λέγων ἀγαπᾶν τὸν Χριστόν, ἢ τῆς Βασιλείας αὐτοῦ τυχεῖν, ἑαυτὸν ἀπατᾶ· οὐ γὰρ ὁ λέγων μοι (φησι) Κύριε, Κύριε, οὗτος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου· καὶ πάλιν, ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ τὰ ἑξῆς.
Ἅπας ὁ σκοπὸς τῶν ἐντολῶν τοῦ σωτῆρος, ἵνα ἀκρασίας καὶ μίσους τὸν νοῦν ἐλευθερώσῃ· καὶ εἰς τὴν αὐτοῦ ἀγάπην καὶ τοῦ πλησίον ἀγάγῃ, ἐξ ὧν τίκτεται τὸ φέγγος τῆς κατ᾽ ἐνέργειαν ἁγίας γνώσεως.
Μερικῆς γνώσεως παρὰ τοῦ Θεοῦ καταξιωθείς, μὴ ἀμέλει ἀγάπης καὶ ἐγκρατείας. αὗται γὰρ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσαι, τὴν ἐπὶ τὴν γνῶσιν ὁδὸν ἀεί σοι εὐτρεπίζουσιν.
Ὁδὸς ἐπὶ τὴν γνῶσίν ἐστιν, ἀπάθεια καὶ ταπείνωσις· ὧν χωρίς, οὐδεὶς ὄψεται τὸν Κύριον.
Ἐπειδὴ ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ, σύζευξον τῇ γνώσει τὴν ἀγάπην, καὶ ἔσῃ ἄτυφος καὶ πνευματικὸς οἰκοδόμος, καὶ σεαυτὸν οἰκοδομῶν, καὶ πάντας τοὺς ἐγγίζοντάς σοι.
Ἐντεῦθεν ἡ ἀγάπη, ἐπειδὴ οὐδὲ φθονεῖ, οὐδὲ πρὸς τοὺς φθονοῦντας πικραίνεται, οὐδὲ τὸ φθονούμενον δημοσιεύει ἐπιδεικτικῶς, οὐδὲ λογίζεται σκοπὸν ἤδη κατειληφέναι· καὶ ὧν οὐκ οἶδεν ὁμολογεῖ ἀνερυθριάστως τὴν ἄγνοιαν. οὕτως οὖν τὸν νοῦν ἄτυφον ἀπεργάζεται, καὶ προκόπτειν εἰς τὴν γνῶσιν ἀεὶ παρασκευάζει.
Πέφυκέ πως παρέπεσθαι τῇ γνώσει ἡ οἴησις, καὶ ὁ φθόνος, ἐν προοιμίοις μάλιστα· καὶ ἡ μὲν οἴησις, ἔνδοθεν μόνον· ὁ δὲ φθόνος, καὶ ἔνδοθεν καὶ ἔξωθεν· καὶ ἔνδοθεν μέν, πρὸς τοὺς ἔχοντας γνῶσιν· ἔξωθεν δέ, ἀπὸ τῶν ἐχόντων ἄγνοιαν· ἡ οὖν ἀγάπη, τὰ τρία ἀνατρέπει· τὴν μὲν οἴησιν, ἐπειδὴ οὐ φυσιοῦται· τὸν δὲ ἔνδον φθόνον, ἐπεὶ οὐ ζηλοῖ· τὸν δὲ ἔξωθεν ἐπειδὴ μακροθυμεῖ, καὶ χρηστεύεται· ἀνάγκη οὖν τὸν ἔχοντα γνῶσιν, προσλαβέσθαι καὶ τὴν ἀγάπην, ἵνα ἄτρωτον τὸν νοῦν ἐν παντὶ διαφυλάττῃ.
Ὁ τοῦ χαρίσματος τῆς γνώσεως καταξιωθείς, καὶ λύπην, ἢ μνησικακίαν, ἢ μῖσος πρὸς ἄνθρωπον ἔχων, ὅμοιός ἐστι τῷ ἀκάνθαις καὶ τριβόλοις τοὺς ὀφθαλμοὺς κατακεντοῦντι· διὸ ἀναγκαίως δέεται ἡ γνῶσις τῆς ἀγάπης.
Μὴ ὅλην τὴν χολήν σου περὶ τὴν σάρκα ἔχε, ἀλλὰ ὅρισον αὐτῇ τὴν κατὰ δύναμιν ἄσκησιν, καὶ ὅλον τὸν νοῦν σου περὶ τὰ ἔνδον τρέψον. ἡ γὰρ σωματικὴ γυμνασία, πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια, πρὸς πάντα ἐστὶν ὠφέλιμος, καὶ τὰ ἑξῆς.
Ὁ ἀδιαλείπτως περὶ τὰ ἔνδον τὰς διατριβὰς ποιούμενος, σωφρονεῖ, μακροθυμεῖ, χρηστεύεται, ταπεινοφρονεῖ. οὐ μόνον δέ, ἀλλὰ καὶ θεωρεῖ, καὶ θεολογεῖ, καὶ προσεύχεται· καὶ τοῦτό ἐστιν, ὃ λέγει ὁ Ἀπόστολος, πνεύματι περιπατεῖτε, καὶ τὰ ἑξῆς.
Ὁ τὴν πνευματικὴν ὁδὸν ὁδεύειν μὴ ἐπιστάμενος, τῶν ἐμπαθῶν νοημάτων οὐ ποιεῖται φροντίδα· ἀλλ᾽ ὅλην τὴν χολὴν περὶ τὴν σάρκα ἔχει· καὶ ἢ γαστριμαργεῖ καὶ ἀκολασταίνει, λυπεῖται καὶ ὀργίζεται, καὶ μνησικακεῖ, καὶ ἐντεῦθεν τὸν νοῦν σκοτίζει ἢ ἀμέτρως τῇ ἀσκήσει κέχρηται, καὶ θολοῖ τὴν διάνοιαν.
Οὐδὲν τῶν ἐκ Θεοῦ εἰς χρῆσιν ἡμῖν δοθέντων, ἀναιρεῖ ἡ γραφή· ἀλλὰ τὴν ἀμετρίαν κολάζει, καὶ τὴν ἀλογιστίαν διορθοῦται· οἷον, οὐ κωλύει ἐσθίειν· οὐδὲ παιδοποιεῖν· οὐδὲ χρήματα ἔχειν καὶ ὀρθῶς διοικεῖν· ἀλλὰ κωλύει γαστριμαργεῖν, πορνεύειν, καὶ τὰ ἑξῆς. ἀλλ᾽ οὐδὲ τὸ νοεῖν ταῦτα κωλύει, διὰ τοῦτο γὰρ καὶ γεγόνασιν· ἀλλὰ τὸ ἐμπαθῶς νοεῖν.
Τὰ μὲν τῶν ὑφ᾽ ἡμῶν κατὰ Θεὸν πραττομένων, κατ᾽ ἐντολὴν πράττεται· τὰ δὲ, οὐ κατ᾽ ἐντολήν, ἀλλ᾽ ὡς ἄν τις εἴποι, καθ᾽ ἑκούσιον προσφοράν· οἷον, κατ᾽ ἐντολὴν μὲν, τὸ ἀγαπᾶν τὸν Θεὸν καὶ τὸν πλησίον, τὸ ἀγαπᾶν τοὺς ἐχθρούς, τὸ μὴ μοιχεύειν, καὶ φονεύειν, καὶ τὰ λοιπά, ἅτινα καὶ παραβαίνοντες κατακρινόμεθα. οὐ κατ᾽ ἐντολὴν δὲ, τὸ παρθενεύειν· ἡ ἀγαμία, ἡ ἀκτημοσύνη, ἡ ἀναχώρησις, καὶ τὰ ἑξῆς. ἵνα ἐάν τινας τῶν ἐντολῶν τοῦ Χριστοῦ, κατορθῶσαι ἐξ ἀσθενείας μὴ δυνηθῶμεν, διὰ τῶν δώρων τὸν ἀγαθὸν ἡμῶν ἐξιλεωσώμεθα Δεσπότην.
Ὁ τὴν ἀγαμίαν τιμῶν, ἢ παρθενίαν, ἀναγκαίως ὀφείλει ἔχειν τὴν ὀσφὺν περιεζωσμένην, καὶ τὸν λύχνον καιόμενον· τὴν μὲν ὀσφύν, δι᾽ ἐγκρατείας· τὸν δὲ λύχνον διὰ προσευχῆς, καὶ θεωρίας, καὶ ἀγάπης πνευματικῆς.
Τινὲς τῶν ἀδελφῶν, ἐκτὸς ἑαυτοὺς εἶναι νομίζουσι τῶν τοῦ Ἁγίου Πνεύματος χαρισμάτων· οὐ γὰρ ἴσασι διὰ τὴν ἀμέλειαν τῆς τῶν ἐντολῶν ἐργασίας, ὅτι ὁ τὴν εἰς Χριστὸν πίστιν ἀνόθευτον ἔχων, πάντα τὰ θεῖα χαρίσματα συλλήβδην ἔχει ἐν ἑαυτῷ. ἐπειδῆ γὰρ τῆς εἰς αὐτὸν κατ᾽ ἐνέργειαν ἀγάπης, διὰ τὴν ἀργίαν μακρὰν ἐσμὲν τῆς δεικνυούσης ἡμῖν τοὺς ἐν ἡμῖν θείους θησαυρούς, εἰκότως ἐκτὸς ἑαυτοὺς τῶν θείων νομίσομεν χαρισμάτων.
Εἰ ὁ Χριστὸς ἐν ταῖς καρδίαις ἡμῶν κατοικεῖ διὰ τῆς πίστεως, κατὰ τὸν θεῖον Ἀπόστολον, πάντες δὲ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἐν αὐτῷ εἰσιν ἀπόκρυφοι· πάντες ἄρα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως, ἐν ταῖς καρδίαις ἡμῶν εἰσὶν ἀπόκρυφοι· φανεροῦνται δὲ τῇ καρδίᾳ, κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου διὰ τῶν ἐντολῶν καθάρσεως.
Οὗτός ἐστιν ὁ θησαυρὸς ὁ ἐν τῷ ἀγρῷ κεκρυμμένος τῆς καρδίας σου, ὃν οὔπω εὗρες διὰ τὴν ἀργίαν· εἰ γὰρ εὗρες ἄρα ἂν πέπρακας πάντα, καὶ ἐκτήσω τὸν ἀγρὸν τοῦτον· νῦν δὲ τὸν ἀγρὸν ἀφείς, τὰ περὶ τὸν ἀγρὸν περιέπεις, ἐν οἷς οὐδὲν ἄλλο εὑρίσκεται, πλὴν ἀκανθῶν καὶ τριβόλων.
Διὰ τοῦτο λέγει ὁ σωτήρ, μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· τότε δὲ ὄψονται αὐτόν, καὶ τοὺς ἐν αὐτῷ θησαυρούς, ὅτε διὰ ἀγάπης καὶ ἐγκρατείας ἑαυτοὺς καθαίρουσι· καὶ τοσούτῳ πλέον, ὅσῳ τὴν κάθαρσιν ἐπιτείνουσι.
Διὰ τοῦτο πάλιν λέγει· πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα ὑμῖν καθαρὰ ἔσται· ὡς μηκέτι τοῖς περὶ τὸ σῶμα σχολαζόντων πράγμασιν, ἀλλὰ τὸν νοῦν καθαίρειν σπευδόντων, ἀπὸ μίσους καὶ ἀκρασίας, ὃν καρδίαν ὀνομάζει ὁ Κύριος· ταῦτα γὰρ τὸν νοῦν ῥυποῦντα οὐκ ἐῶσι βλέπειν τὸν ἐν αὐτῷ κατοικοῦντα Χριστὸν διὰ τῆς χάριτος τοῦ Ἁγίου Βαπτίσματος.
Ὁδοὺς ἡ γραφὴ τὰς ἀρετὰς ὀνομάζει· μείζων δὲ πασῶν ἀρετῶν, ἡ ἀγάπη καθέστηκε. διὰ τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι, ὡς καταφρονεῖν πείθουσαν τῶν ὑλικῶν πραγμάτων, καὶ μηδὲν τῶν προσκαίρων προτιμᾶν τῶν αἰωνίων.
Ἡ εἰς Θεὸν ἀγάπη, ἀνθίσταται τῇ ἐπιθυμίᾳ· πείθει γὰρ τὸν νοῦν ἐγκρατεύεσθαι ἀπὸ τῶν ἡδονῶν· ἡ δὲ εἰς τὸν πλησίον, ἀνθίσταται τῷ θυμῷ· ποιεῖ γὰρ καταφρονεῖν δόξης καὶ χρημάτων· καὶ ταῦτά εἰσι τὰ δύο δηνάρια, ἅπερ ὁ σωτὴρ δέδωκε τῷ πανδοχεῖ, ἵνα σου ἐπιμέλειαν ποιήσηται. ἀλλὰ μὴ φανῇς ἀγνώμων, τοῖς λῃσταῖς συνδυάζων, μήποτε πάλιν πληγῇς, καὶ οὐκέτι ἡμιθανής, ἀλλὰ νεκρὸς εὑρεθήσῃ.
Κάθαρον τὸν νοῦν σου ἀπὸ ὀργῆς, καὶ μνησικακίας, καὶ τῶν αἰσχρῶν λογισμῶν· καὶ τότε δυνήσῃ γνῶναι τὴν τοῦ Θεοῦ ἐνοίκησιν.
Τίς σε ἐφώτισεν εἰς τὴν πίστιν τῆς ἁγίας καὶ ὁμοουσίου καὶ προσκυνητῆς Τριάδος; ἢ τὶς σοὶ ἐγνώρισε τὴν ἔνσαρκον οἰκονομίαν τοῦ ἑνὸς τῆς Ἁγίας Τριάδος; τὶς δέ σε ἐδίδαξε, τοὺς περὶ ἀσωμάτων λόγους; ἢ τοὺς περὶ γενέσεως καὶ συντελείας τοῦ ὁρωμένου κόσμου; ἢ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ αἰωνίου ζωῆς; ἢ περὶ τῆς δόξης τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τῆς φοβερᾶς κρίσεως; οὐχὶ ἡ χάρις τοῦ Χριστοῦ ἡ ἐνοικοῦσα ἐν σοί; ἥτις ἐστὶν ὁ ἀρραβὼν τοῦ Ἁγίου Πνεύματος· τὶ μεῖζον ταύτης τῆς χάριτος; ἢ τὶ κρεῖττον ταύτης τῆς σοφίας, καὶ τῆς γνώσεως; ἢ τὶ τούτων τῶν ἐπαγγελιῶν ὑψηλότερον, εἰ δέ ἐσμεν ἀργοὶ καὶ ἀμελεῖς, καὶ μὴ καθαίρομεν ἑαυτοὺς τῶν μολυνόντων ἡμᾶς, καὶ τὸν νοῦν ἡμῶν ἐκτυφλούντων παθῶν, ὥστε δύνασθαι καὶ τρανώτερον ἡλίου τοὺς περὶ τούτων λόγους ὁρᾶν, ἑαυτοὺς αἰτιασώμεθα, καὶ μὴ τὴν τῆς χάριτος ἐνοίκησιν ἀρνησώμεθα.
Ὁ ἐπαγγειλάμενός σοι Θεὸς τὰ αἰώνια ἀγαθά, καὶ τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν τῇ καρδίᾳ δεδωκώς, ἐνετείλατό σοι ἐπιμελεῖσθαί σε τοῦ βίου, ἵνα ὁ ἔσω ἄνθρωπος τῶν παθῶν ἐλευθερωθείς, ἄρξηται ἀπεντεῦθεν τῆς τῶν μελλόντων ἀγαθῶν ἀπολαύσεως.
Τῶν θείων καὶ ὑψηλῶν καταξιωθεὶς θεωρημάτων, σφόδρα ἐπιμελοῦ ἀγάπης, καὶ ἐγκρατείας· ἵνα τὸ παθητικὸν ἀτάραχον διαφυλάττων, ἀνέκλειπτον ἕξεις τὸ τῆς ψυχῆς σου φέγγος.
Τὸ θυμικὸν τῆς ψυχῆς, ἀγάπῃ χαλίνωσον· καὶ τὸ ἐπιθυμητικὸν αὐτῆς, ἐγκρατείᾳ καταμάρανον· καὶ τὸ λογιστικὸν αὐτῆς, προσευχῇ πτέρωσον, καὶ τὸ φῶς τοῦ νοῦ οὐκ ἀμαυροῦται ποτέ.
Τὰ τὴν ἀγάπην λύοντα εἰσὶ ταῦτα· οἷον, ἀτιμία, ζημία, συκοφαντία, ἢ εἰς πίστιν, ἢ εἰς βίον, δαρμοί, πληγαί, καὶ τὰ ἑξῆς. καὶ ταῦτα, ἢ αὐτῷ συμβαίνοντα, ἢ τινι τῶν συγγενῶν, ἢ φίλων. ὁ οὖν διὰ τούτων λύων τὴν ἀγάπην, οὔπω ἔγνω τίς ὁ σκοπὸς τῶν τοῦ Χριστοῦ ἐντολῶν
Σπούδασον ὅσον δύνασαι πάντα ἄνθρωπον ἀγαπῆσαι· εἰ δὲ τοῦτο οὔπω δύνασαι, κἂν μηδένα μισήσῃς· οὐ δύνασαι δὲ οὐδέ τοῦτο ποιῆσαι, εἰμὴ τῶν τοῦ κόσμου πραγμάτων καταφρονήσῃς.
Ὁδεῖνα ἐβλασφήμησε; μὴ μισήσῃς ἐκεῖνον, ἀλλὰ τὴν βλασφημίαν, καὶ τὸν βλασφημῆσαι παρασκευάσαντα δαίμονα· εἰ δὲ τὸν βλασφημήσαντα μισεῖς, ἄνθρωπον ἐμίσησας, καὶ τὴν ἐντολὴν παρέβης· καὶ ὅπερ ἐκεῖνος τῷ λόγῳ ἐποίησε, ποιεῖς σύ τῷ ἔργῳ· εἰ δὲ τὴν ἐντολήν φυλάττεις, τὰ τῆς ἀγάπης ἐπίδειξαι· καὶ εἴτε δύνασαι βοήθησον, ἵνα τοῦ κακοῦ αὐτὸν ἀπαλλάξῃς
Οὐ θέλει σε ὁ Χριστὸς μῖσος ἔχειν πρὸς ἄνθρωπον, ἢ λύπην, ἢ ὀργήν, ἢ μνησικακίαν τοσύνολον, καθ᾽ οἰονδήποτε πρᾶγμα πρόσκαιρον· καὶ τοῦτο παντί βοῶσι τὰ τέσσαρα Εὐαγγέλια.
Πολλοί ἐσμεν οἱ λέγοντες, ὀλίγοι δὲ οἱ ποιοῦντες· ἀλλ᾽ οὖν τὸν λόγον τοῦ Θεοῦ, οὐδεὶς ὥφειλε νοθεύειν διὰ τὴν ἰδίαν ἀμέλειαν, ἀλλ᾽ ὁμολογεῖν μὲν τὴν ἑαυτοῦ ἀσθένειαν, μὴ ἀποκρύπτειν δὲ τὴν τοῦ Θεοῦ, ἀλήθειαν· ἵνα μὴ ὑπόδικοι γενώμεθα μετὰ τῆς τῶν ἐντολῶν παραβάσεως, καὶ τῆς τοῦ λόγου Θεοῦ παρεξηγήσεως.
Ἀγάπη καὶ ἐγκράτεια, παθῶν τὴν ψυχὴν ἐλευθεροῦσιν· ἀνάγνωσις, καὶ θεωρία, ἀγνοίας τὸν νοῦν ἀπαλλάττουσιν. ἡ δὲ τῆς προσευχῆς κατάστασις, αὐτῷ παρίστησιν αὐτὸν τῷ Θεῷ.
Ὅταν ἴδωσιν ἡμᾶς οἱ δαίμονες τῶν πραγμάτων τοῦ κόσμου καταφρονοῦντας, ἵνα μὴ δι᾽ αὐτὰ τοὺς ἀνθρώπους μισήσωμεν, καὶ τῆς ἀγάπης ἐκπέσωμεν· τότε συκοφαντίας καθ᾽ ἡμῶν ἐγείρουσιν, ἵνα τὴν λύπην μὴ φέροντες, τοὺς συκοφαντήσαντας μισήσωμεν.
Οὐκ ἔστι πόνος ψυχῆς βαρύτερος συκοφαντίας, κᾄν τε εἰς πίστιν, κᾄν τε εἰς βίον τὶς συκοφαντεῖται· καὶ οὐδεὶς ταύτης καταφρονεῖν δύναται, εἰμὴ μόνος ὁ εἰς Θεὸν ἀποβλεπόμενος· ὡς ἡ Σωσάνα, τὸ μόνον δυνάμενον καὶ ἐξ ἀναγκῶν ῥύσασθαι, ὥσπερ κᾀκείνην· καὶ τοὺς ἀνθρώπους πληροφορῆσαι ὡς περὶ ἐκείνης· καὶ τὴν ψυχὴν τῇ ἐλπίδι. παραμυθήσασθαι.
Ὅσον σὺ εὔχῃ ἐκ τῆς ψυχῆς ὑπὲρ τοῦ συκοφαντήσαντος, τοσοῦτον καὶ ὁ Θεὸς πληροφορεῖ τοὺς σκανδαλισθέντας.
Φύσει ἀγαθός, μόνος ὁ Θεός· καὶ γνώμῃ ἀγαθός, μόνος ὁ θεομίμητος· σκοπὸς γὰρ αὐτῷ ἐστί, τῷ φύσει ἀγαθῷ, τοὺς πονηροὺς συνάψαι, ἵνα γένωνται ἀγαθοί· διὰ τοῦτο ὑπ᾽ αὐτῶν λοιδορούμενος, εὐλογεῖ, διωκόμενος, ἀνέχεται· βλασφημούμενος, παρακαλεῖ· φονευόμενος, ὑπερεύχεται· πάντα ποιεῖ, ἵνα τοῦ σκοποῦ τῆς ἀγάπης μὴ ἐκπέσῃ· ἥτίς ἐστιν αὐτὸς ὁ Θεὸς ἡμῶν.
Αἱ μὲν ἐντολαὶ τοῦ Κυρίου, διδάσκουσιν ἡμᾶς τοῖς μέσοις εὐλόγως χρήσασθαι πράγμασιν· ἡ δὲ εὔλογος τῶν μέσων χρῆσις, τὴν τῆς ψυχῆς καθαίρει κατάστασιν· ἡ δὲ καθαρὰ κατάστασις, τίκτει τὴν ἀπάθειαν· ἐξ ἧς τίκτεται ἡ τελεία ἀγάπη.
Οὕπω ἔχει τὴν ἀπάθειαν, ὁ διὰ σύμβασιν πειρασμοῦ, τὸ ἐλάττωμα τοῦ φίλου παραβλέπειν μὴ δυνάμενος· ἢ ὂν τυχόν, ἢ εἶναι δοκοῦν· τὰ γὰρ ἐγκείμενα τῇ ψυχῇ πάθη ἐκταρασσόμενα, ἐκτυφλοῖ τὴν διάνοιαν, καὶ οὐκ ἐᾷ διαβλέψαι εἰς τὰς τῆς ἀληθείας αὐγάς· οὐδὲ διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος. οὐκ ἄρα οὖν οὐδέ τὴν τελείαν ἀγάπην ὁ τοιοῦτος ἐκτήσατο, τὴν ἔξω βάλλουσαν τὸν φόβον τῆς κρίσεως.
Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα· ἐπειδὴ τὰς τοῦ φίλου συμφοράς, ἰδίας λογίζεται· καὶ συνυποφέρει αὐτῷ μέχρι θανάτου κακοπαθῶν.
Πολλοὶ μὲν οἱ φίλοι, ἀλλ᾽ ἐν καιρῷ εὐημερίας. ἐν δὲ καιρῷ πειρασμῶν, μόλις ἂν εὐρήσῃς ἕνα.
Πάντα ἄνθρωπον ἐκ ψυχῆς ἀγαπητέον· ἐπὶ τῷ Θεῷ δὲ μόνῳ τὴν ἐλπίδα θετέον· καὶ ἐξ ὅλης ἰσχύος αὐτὸν θεραπευτέον. ἐφ᾽ ὅσον γὰρ αὐτὸς ἡμᾶς συντηρεῖ, οἵ τε φίλοι πάντες ἡμᾶς περιέπουσι· καὶ οἱ ἐχθροὶ πάντες πρὸς ἡμᾶς ἀδυνατοῦσιν· ἐπὰν δὲ αὐτὸς ἡμᾶς ἐγκαταλίπῃ, οἵ τε φίλοι πάντες ἡμᾶς ἀποστρέφονται, καὶ οἱ ἐχθροὶ πάντες καθ᾽ ἡμῶν ἰσχύουσι.
Τέσσαρές εἰσι γενικοὶ ἐγκαταλείψεως τρόποι· ἡ οἰκονομική, ὡς ἐπὶ τοῦ Κυρίου· ἵνα διὰ τῆς δοκούσης ἐγκαταλείψεως, οἱ ἐγκαταλελειμμένοι σωθῶσιν. ἡ δὲ πρὸς δοκιμήν, ὡς ἐπὶ τοῦ Ἰώβ, καὶ Ἰωσήφ· ἵνα ὁ μὲν ἀνδρείας, ὁ δὲ σωφροσύνης στῆλαι ἀναφανῶσιν· ἡ δέ, πρὸς παίδευσιν πατρικήν, ὡς ἐπὶ τοῦ Ἀποστόλου, ἵνα ταπεινοφρονῶν, τὴν ὑπερβολὴν φυλάξῃ τῆς χάριτος· ἡ δὲ κατὰ ἀποστροφήν, ὡς ἐπὶ τῶν Ἰουδαίων, ἵνα κολαζόμενοι, πρὸς μετάνοιαν κατακαμφθῶσιν. σωτήριοι δὲ πάντες οἱ τρόποι ὑπάρχουσι, καὶ τῆς θείας ἀγαθότητος καὶ φιλανθρωπίας ἀνάμεστοι.
Μόνοι οἱ ἀκριβεῖς τῶν ἐντολῶν φύλακες, καὶ γνήσιοι τῶν θείων κριμάτων μύσται, τοὺς κατὰ συγχώρησιν Θεοῦ πειραζομένους οὐ καταλιμπάνουσι φίλους· οἱ δὲ τῶν ἐντολῶν καταφρονηταί, καὶ τῶν θείων κριμάτων ἀμύητοι, ὅταν μὲν ὁ φίλος εὐημερῇ, συναπολαύουσιν αὐτῷ· ἐπὰν δὲ πειραζόμενος κακοπαθῇ, καταλιμπάνουσιν αὐτόν. ἔστι δὲ ὅτε καὶ μετὰ τῶν ἐναντίων ἵστανται.
Οἱ μὲν τοῦ Χριστοῦ φίλοι, πάντας ἀγαπῶσι γνησίως· οὐχ ὑπὸ πάντων δὲ ἀγαπῶνται· οἱ δὲ τοῦ κόσμου φίλοι, οὐδὲ ὑπὸ πάντων ἀγαπῶνται. καὶ οἱ μὲν τοῦ Χριστοῦ, μέχρι τέλους τὴν συνέχειαν τῆς ἀγάδιατηροῦσιν· οἱ δὲ τοῦ κόσμου, μέχρις οὗ ἀλλήλοις διὰ τοῦ κόσμου προσκρούσωσιν.
Φίλος πιστός, σκέπη κραταιά· ἐπειδὴ καὶ εὐημεροῦντι τῷ φίλῳ σύμβουλός ἐστι ἀγαθός, καὶ συνεργὸς σύμψυχος· καὶ κακοπαθοῦντι ἀντιλήπτωρ γνησιῶτατος, καὶ ὑπέρμαχος συμπαθέστατος.
Πολλοὶ μὲν πολλὰ περὶ ἀγάπης εἰρήκασιν, ἐν μόνοις δὲ τοῖς τοῦ Χριστοῦ μαθηταῖς ταύτην ζητήσας, εὑρήσεις. ἐπειδὴ μόνοι αὐτοὶ εἶχον τὴν ἀληθινὴν ἀγάπην τῆς ἀγάπης διδάσκαλον· περὶ ἧς ἔλεγον· ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν· ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. ὁ οὖν κτησάμενος τὴν ἀγάπην. αὐτὸν τὸν Θεὸν ἐκτήσατο· ἐπειδὴ ὁ Θεός, ἀγάπη ἐστίν· αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· Ἀμήν.