Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Maximus the Confessor, 40. Ἑκατοντὰς β΄.

ΤΟΥ ΑΥΤΟΥ
ΕΚΑΤΟΝΤΑΣ ΔΕΥΤΕΡΑ

Εἷς ὁ Θεός, ὅτι μία θεότης· ἄναρχος, ἁπλῆ, καί ὑπερούσιος, καὶ ἀμερής, καὶ ἀδιαίρετος· ἡ αὐτὴ μονάς, καὶ τριάς· ὅλη μονὰς ἡ αὐτή, καὶ ὅλη τριὰς ἡ αὐτή. μονὰς ὅλη κατὰ τὴν οὐσίαν ἡ αὐτή, καὶ τριὰς ὅλη κατὰ τὰς ὑποστάσεις ἡ αὐτή. Πατὴρ γάρ, καὶ Υἱός, καὶ Πνεῦμα Ἅγιον ἡ θεότης· καὶ ἐν Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι ἡ θεότης· ὅλη ἐν ὅλῳ τῷ Πατρὶ ἡ αὐτή, καὶ ὅλος ἐν ὅλῃ τῇ αὐτῇ ὁ Πατήρ· καὶ ὅλη ἐν ὅλῳ τῷ Υἱῷ ἡ αὐτή. καὶ ὅλος ἐν ὅλῃ τῇ αὐτῇ ὁ Υἱός· καὶ ὅλη ἐν ὅλῳ τῷ Πνεύματι τῷ Ἁγίῳ ἡ αὐτή· καὶ ὅλον ἐν ὅλῃ τῇ αὐτῇ τὸ Πνεῦμα τὸ Ἅγιον· ὅλη Πατήρ· καὶ ἐν ὅλῳ τῷ Πατρί· καὶ ὅλος ἐν ὅλῃ ὁ Πατήρ· καὶ ὅλη ὅλος ὁ Πατήρ· καὶ ἐν ὅλῃ ὅλος ὁ Υἱὸς τῇ αὐτῇ· καὶ ὅλη ἐν ὅλῳ τῷ Υἱῷ ἡ αὐτή· καὶ ὅλος ὅλη καὶ ἐν ὅλῃ τῇ αὐτῇ ὁ Υἱός. καὶ ὅλη Πνεῦμα Ἅγιον ἡ αὐτή· καὶ ἐν ὅλῳ τῷ Πνεύματι τῷ Ἁγίῳ· καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ὅλον ὅλη· καὶ ὅλον ἐν ὅλῃ τῇ αὐτῇ τὸ Πνεῦμα τὸ Ἅγιον, οὐ γὰρ ἐκ μέρους ἡ Θεότης ἐν τῷ Πατρί, ἢ ἐκ μέρους Θεὸς ὁ Πατήρ· οὔτε ἐκ μέρους ἐν τῷ Υἱῷ ἡ θεότης, ἢ ἐκ μέρους Θεὸς ὁ Υἱός· οὔτε ἐκ μέρους ἐν τῷ Ἁγίῳ Πνεύματι ἡ θεότης, ἢ ἐκ μέρους Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον. οὔτε γὰρ μεριστὴ ἡ θεότης, οὔτε ἀτελὴς Θεὸς ὁ Πατήρ, ἢ ὁ Υἱός, ἢ τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλ᾽ ὅλη ἐστὶν ἡ αὐτὴ τελεία τελείως ἐν τελείῳ τῷ Πατρί, καὶ ὅλη τελείως ἐν τελείῳ τῷ Υἱῷ ἡ αὐτή, καὶ ὅλη τελείως ἡ αὐτὴ ἐν τελείῳ τῷ Ἁγίῳ Πνεύματι. ὅλος γὰρ ἐν ὅλῳ τῷ Υἱῷ καὶ τῷ Πνεύματι τελείως ἐστὶν ὁ Πατήρ· καὶ ὅλος ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Πνεύματι τελείως ἐστὶν ὁ Υἱός· καὶ ὅλον ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Υἱῷ τελείως ἐστὶ τὸ Πνεῦμα τὸ Ἅγιον· διὸ καὶ εἷς Θεὸς ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. μία γὰρ καὶ ἡ αὐτὴ οὐσία, καὶ δύναμις, καὶ ἐνέργεια πατρός, καὶ Υἱοῦ, καὶ Ἁγίου Πνεύματος, οὐκ ὄντος οὐδενὸς τοῦ ἑτέρου χωρίς, ἢ νοουμένου.

Πᾶσα νόησις, τῶν νοούντων καὶ νοουμένων ἐστίν. ὁ δὲ Θεὸς οὔτε τῶν νοούντων ἐστίν, οὔτε τῶν νοουμένων. ὑπὲρ ταῦτα γάρ· ἐπεὶ περιγράφεται τῆς τοῦ νοουμένου σχέσεως, ὡς νοῶν προσδεόμενος· ἢ τῷ νοοῦντι φυσικῶς ὑποπίπτων διὰ τὴν σχέσιν νοούμενος. λείπεται γοῦν μήτε νοεῖν, μήτε νοεῖσθαι τὸν Θεὸν ὑπολαμβάνειν, ἀλλ᾽ ὑπὲρ τὸ νοεῖν εἶναι καὶ νοεῖσθαι. τῶν γὰρ μετ᾽ αὐτὸν φυσικῶς ἐστὶ τὸ νοεῖν καὶ τὸ νοεῖσθαι.

Πᾶσα νόησις ὥσπερ ἐν οὐσίᾳ πάντως ἔχει τὴν θέσιν ὡς ποιότης, οὕτω καὶ περὶ οὐσίαν πεποιωμένην ἔχει τὴν κίνησιν. οὐ γὰρ ἄφετόν τε καθόλου καὶ ἁπλοῦν καθ᾽ ἑαυτὸ ὑφεστὼς δυνατόν ἐστιν αὐτὴν ὑποδέξασθαι, ὅτι μὴ ἄφετός ἐστι καὶ ἁπλῆ. ὁ δὲ Θεὸς κατ᾽ ἄμφω πάμπαν ὑπάρχων ἁπλοῦς καὶ οὐσία τοῦ ἐνυποκειμένου χωρίς· καὶ νόησις ἔχουσά τι καθάπαξ ὑποκείμενον, οὐκ ἔστι τῶν νοουμένων· ὡς ὑπὲρ οὐσίαν ὑπάρχων δηλονότι, καὶ νόησιν.

Ὥσπερ ἐν τῷ κέντρῳ τῶν ἐξ αὐτοῦ κατ᾽ εὐθεῖαν ἐκτεταμένων γραμμῶν, ἀδιαίρετος θεωρεῖται παντελῶς ἡ θέσις, οὕτως ὁ ἀξιωθεὶς ἐν τῷ Θεῷ γενέσθαι, πάντας εἴσεται τοὺς ἐν αὐτῷ τῶν γεγονότων προῦφεστῶτας λόγους καθ᾽ ἁπλῆν τινα, καὶ ἀδιαίρετον γνῶσιν.

Μορφουμένη τοῖς νοουμένοις ἡ νόησις, πολλαὶ νοήσεις ἡ μία καθίσταται νόησις· κατ᾽ εἶδος ἕκαστον ἐκμορφουμένη τῶν νοουμένων. ὁπηνίκα δὲ τῶν μορφούντων αὐτὴν αἰσθητῶν τε καὶ νοητῶν τὸ πλῆθος περάσασα γένηται πάμπαν ἀνείδεος· τηνικαῦτα προσφυῶς αὐτὴν ὁ ὑπὲρ νόησιν οἰκειοῦται λόγος· καταπαύων αὐτὴν τῶν ἀλλοιοῦν αὐτὴν ταῖς τῶν νοημάτων μορφαῖς πεφυκότων· ὅπερ ὁ παθών, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.

Ὁ τὴν ἐφικτὴν ἀνθρώποις ἐνταῦθα τελειότητα φθάσας, καρποφορεῖ τῷ Θεῷ ἀγάπην, χαράν, εἰρήνην, μακροθυμίαν· πρὸς δὲ τὸ μέλλον, ἀφθαρσίαν καὶ ἀϊδιότητα, καὶ τὰ τούτοις ὅμοια. καὶ μήποτε τὰ μὲν πρῶτα, προσήκει τῷ τὴν πρακτικὴν τελειώσαντι· τὰ δεύτερα δὲ τῷ διὰ γνώσεως ἀληθοῦς ἐκστάντι τῶν πεποιημένων.

Ὥσπερ ἴδιον παρακοῆς ἔργον ἐστὶν ἡ ἁμαρτία, οὕτως ἴδιον ὑπακοῆς ἔργον ἐστὶν ἡ ἀρετή. καὶ ὥσπερ τῇ μὲν παρακοῇ παρακολουθεῖ παράβασις ἐντολῶν, καὶ τοῦ ἐντειλαμένου διαίρεσις· οὕτως τῆς ὑπακοῆς ἐφέπεται συντήρησις ἐντολῶν καὶ ἡ πρὸς τὸν ἐντειλάμενον ἕνωσις. ὁ γοῦν συντηρήσας δι᾽ ὑπακοῆς ἐντολήν, καὶ δικαιοσύνην εἰργάσατο καὶ τῆς κατ᾽ ἀγάπην ἑαυτὸν πρὸς τὸν ἐντειλάμενον οὐ διεῖλεν ἑνώσεως.

Ὁ ἐκ τῆς κατὰ τὴν παράβασιν διαιρέσεως συναγόμενος, πρῶτον χωρίζεται τῶν παθῶν, ἔπειτα τῶν ἐμπαθῶν λογισμῶν· εἶτα φύσεως καὶ τῶν περὶ φύσιν λόγων· εἶτα νοημάτων, καὶ τῶν περὶ αὐτὰ γνώσεων. καὶ τελευταῖον, τῶν περὶ προνοίας λόγων διαδὺς τὸ ποικίλον, εἰς αὐτὸν ἀγνώστως καταντᾶ τὸν περὶ μονάδος λόγον· καθ᾽ ὃν μόνην θεωρήσας ἑαυτοῦ τὴν ἀτρεψίαν ὁ νοῦς, χαίρει τῆν ἀνεκλάλητον χαράν, ὡς τὴν εἰρήνην εἰληφὼς τοῦ Θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν, καὶ φρουροῦσαν διηνεκῶς ἄπτωτον τὸν αὐτῆς ἀξιούμενον.

Ὁ τῆς γεέννης φόβος, κακίαν φεύγειν παρασκευάζει τοὺς εἰσαγομένους· ὁ δὲ πόθος τῆς τῶν ἀγαθῶν ἀντιδόσεως, τοῖς προκόπτουσι τὴν ἐπ᾽ ἐνεργείᾳ τῶν ἀρετῶν χαρίζεται προθυμίαν. τὸ δὲ τῆς ἀγάπης μυστήριον, πάντων ὑπεραίρει τῶν γεγονότων, τὸν νοῦν πρὸς πάντα τὰ μετὰ Θεὸν τυφλὸν ἀπεργαζόμενον. μόνους γὰρ τοὺς τυφλοὺς πρὸς πάντα τὰ μετὰ Θεὸν γεγενημένους, ὁ Κύριος σοφίζει δεικνὺς τὰ θειότερα.

Ὁ τοῦ Θεοῦ λόγος, κόκκῳ συνάπεως ἐοικώς, πρὸ τῆς γεωργίας εἶναι δοκεῖ πάνυ μικρός· ἐπειδὰν δὲ γεωργηθῇ δεόντως, τοσοῦτον διαδείκνυται μέγας, ὥστε τοὺς τῶν αἰσθητῶν καὶ τῶν νοητῶν κτισμάτων μεγαλοφυεῖς λόγους, πτηνῶν δίκην αὐτῷ ἐπαναπαύεσθαι. πάντων γὰρ οἱ λόγοι καθεστήκασιν αὐτῷ χωρητοί· αὐτὸς δὲ τῶν ὄντων ἐστίν, οὐδενὶ χωρῆτός. διὰ τὸν ἔχοντα πίστιν ὡς κόκκον συνάπεως δύνασθαι μεταθεῖναι λόγῳ τὸ ὄρος ὃ ὁ Κύριος ἔφη· τουτέστι τὸ καθ᾽ ἡμῶν τοῦ διαβόλου κράτος ἀποδιώκειν καὶ μετατιθέναι τῆς βάσεως.

Κόκκος τοῦ συνάπεώς ἐστιν ὁ Κύριος, κατὰ πίστιν ἐν πνεύματι σπειρόμενος ἐν ταῖς καρδίαις τῶν δεχομένων· ὃν ἐπιμελῶς διὰ τῶν ἀρετῶν γεωργήσας, τὸ μὲν ὄρος τοῦ χοϊκοῦ φρονήματος μετατίθησι· τὴν δυσκίνητον ἕξιν ἑαυτοῦ τῆς κακίας κατ᾽ ἐξουσίαν ἀπωθούμενος· τοὺς δὲ λόγους ἐν ἑαυτῷ τῶν ἐντολῶν, καὶ τοὺς τρόπους, ἢ καὶ τὰς θεῖας δυνάμεις, ὥσπερ πετεινὰ οὐρανοῦ ἐπαναπαύει.

Τῷ Κυρίῳ καθάπερ τινι θεμελίῳ πίστεως, τὸ ὕψος ἐποικοδομοῦντες τῶν ἀγαθῶν, χρυσίον· ἀργύριον· λίθους τιμίους ἐπιθώμεθα· τουτέστι θεολογίαν καθαρὰν καὶ ἀκίβδηλον, καὶ βίον διαφανῆ καὶ λαμπρόν· καὶ θείους λογισμούς, καὶ μαργαρώδη νοήματα· ἀλλὰ μὴ ξύλα· μήτε χόρτον· μήτε καλάμην· τουτέστι μήτε εἰδωλολατρείαν, ἤγουν τὴν περὶ τὰ αἰσθητὰ πτόησιν· μήτε βίον ἀλόγιστον· μήτε λογισμοὺς ἐμπαθεῖς, καὶ τῆς κατὰ σοφίας συνέσεως ὥσπερ ἀσταχύων ἐστερημένους.

Ὁ γνώσεως ἐφιέμενος, ἀμετακινήτους τὰς βάσεις τῆς ψυχῆς ἐρεισάτω παρὰ τῷ Κυρίῳ, καθάφησιν ὃ Θεὸς τῷ Μωυσῇ σὺ δὲ αὐτοῦ στῆθι μετ᾽ ἐμοῦ. ἱστέον δὲ ὅτι, καὶ ἐν αὐτοῖς τοῖς ἱσταμένοις παρὰ τῷ Κυρίῳ, ἔστι διαφορά· εἴπερ ἐκεῖνο μὴ παρέργως ἀναγινώσκεται τοῖς φιλομαθέσι, τὸ; Καί εἰσι τινὲς τῶν ὦδε ἑστώτων, οἱ τινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθείαν ἐν δυνάμει· οὐ γὰρ πᾶσιν ἀεὶ μετὰ δόξης ὁ Κύριος ἐπιφαίνεται τοῖς παρ᾽ αὐτῷ ἱσταμένοις· ἀλλὰ τοῖς μὲν εἰσαγομένοις, ἐν δούλου μορφῇ παραγίνεται· τοῖς δὲ δυναμένοις ἀκολουθῆσαι αὐτῷ ἐπὶ τὸ ὑψηλὸν ἀναβαίνοντι τῆς αὐτοῦ μεταμορφώσεως ὄρος, ἐν μορφῇ Θεοῦ ἐπιφαίνεται· ἐν ᾗ ὑπῆρχε προτοῦ τὸν κόσμον εἶναι. δυνατὸν οὖν ἐστι μὴ κατὰ τὸ αὐτὸ τὸν αὐτὸν πᾶσι τοῖς παρ᾽ αὐτῷ τυγχάνουσιν ἐπιφαίνεσθαι Κύριον· ἀλλὰ τοῖς μὲν οὕτως, τοῖς δὲ ἑτέρως· κατὰ τὸ μέτρον τῆς ἐν ἑκάστῳ πίστεως.

Ὅταν περιφανὴς καὶ λαμπρὸς ἐν ἡμῖν ὁ τοῦ Θεοῦ γενήσεται λόγος, καὶ τὸ πρόσωπον αὐτοῦ λάμψῃ καθάπερ ἥλιος, τότε καὶ τὰ ἱμάτια αὐτοῦ φαίνεται λευκά· τουτέστι τὰ ῥήματα τῆς ἁγίας τῶν Εὐαγγελίων Γραφῆς, τρανά, καὶ σαφῆ, καὶ μηδὲν ἔχοντα κεκαλυμμένον· ἀλλὰ καὶ Μωϋσῆς, καὶ Ἡλίας μετ᾽ αὐτοῦ παραγίνονται· τουτέστιν οἱ τοῦ νόμου καὶ τῶν Προφητῶν πνευματικώτεροι λόγοι.

Ὥσπερ ἔρχεται ὁ υἱὸς τοῦ ἀνθρώπου, ὡς γέγραπται, μετὰ τῶν Ἀγγέλων αὐτοῦ ἐν τῇ δόξῃ τοῦ Πατρός, οὕτως καθ᾽ ἑκάστην ἀρετῆς προκοπὴν μεταμορφοῦται τοῖς ἀξίοις ὁ Θεοῦ λόγος, ἐρχόμενος μετὰ τῶν Ἀγγέλων αὐτοῦ, ἐν τῇ δόξῃ τοῦ Πατρός. οἱ γὰρ ἐν νόμῳ καὶ Προφήταις πνευματικώτεροι λόγοι, οὓς Μωϋσῆς, καὶ Ἡλίας δι᾽ ἑαυτῶν προτυποῦσι μετὰ τοῦ Κυρίου φαινόμενοι κατὰ τὴν μεταμόρφωσιν τοῦ Θεοῦ, τὴν ἀναλογίαν σώζουσι τῆς ἐν αὐτοῖς δόξης, τὴν τέως χωρητὴν τοῖς ἀξίοις ἀποκαλύπτοντες δύναμιν.

Ὁ τὸν περὶ μονάδος ποσῶς μυηθεὶς λόγον, πάντως καὶ τοὺς περὶ προνοίας καὶ κρίσεως ἐπέγνω λόγους συνόντας αὐτῷ· διὸ καὶ τρεῖς γενέσθαι σκηνὰς παρ᾽ ἑαυτῷ κατὰ τὸν ἅγιον Πέτρον τοῖς ὁραθεῖσι, καλὸν εἶναι ψηφίζεται· τουτέστι τὰς τρεῖς ἕξεις τῆς σωτηρίας, τὴν τῆς ἀρετῆς λέγω, καὶ τὴν τῆς γνώσεως, καὶ τὴν τῆς θεολογίας. ἡ μὲν γὰρ δεῖται τῆς κατὰ πρᾶξιν ἀνδρείας, καὶ σωφροσύνης· ἧς ὁ μακάριος τύπος ὑπῆρχεν Ἡλίας· ἡ δὲ τῆς κατὰ φυσικὴν θεωρίαν δικαιοσύνης, ἣν ὁ μέγας ἐμήνυε δι᾽ ἑαυτοῦ Μωϋσῆς· ἡ δὲ τῆς κατὰ τὴν φρόνησιν ἀκραιφνοῦς τελειότητος, ἣν ὁ Κύριος ἐδήλου. σκηναὶ δὲ προσηγορεύθησαν, διὰ τὸ ἄλλας εἶναι τούτων κρείττους καὶ περιφανεστέρας τὰς τοὺς ἀξίους κατὰ τὸ μέλλον διαδεξομένας λήξεις.

Ὁ μὲν πρακτικὸς ἐν σαρκὶ λέγεται παροικεῖν· ὡς τῆς ψυχῆς τὴν πρὸς τὴν σάρκα σχέσιν διὰ τῶν ἀρετῶν ἐκτέμνων, καὶ τῶν ὑλικῶν ἑαυτοῦ περιελόμενος τὴν ἀπάτην. ὁ δὲ γνωστικὸς καὶ ἐν αὐτῇ τῇ ἀρετῇ λέγεται παροικεῖν, ὡς ἐν ἐσόπτροις 1ἐστί, καὶ ἐν αἰνίγμασι θεωρῶν τὴν ἀλήθειαν· οὕπω γὰρ αὐτῷ τὰ τῶν ἀγαθῶν ἀνθυπόστατα εἴδη, καθώς εἰσιν ἐθεάθησαν, διὰ τῆς πρόσωπον πρὸς πρόσωπον ἀπολαύσεως. ἐν εἰκόνι γὰρ τῶν ἀγαθῶν ὡς πρὸς τὸ μέλλον πᾶς ἅγιος διαπορεύεται βοῶν, πάροικός εἰμι, καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου.

Τὸν εὐχόμενον, οὐ δεῖ στῆναί ποτε τῆς ἐπὶ Θεὸν ἀγούσης ὑψηλῆς ἀναβάσεως. ὡς γὰρ ἀναβάσεις χρὴ ποιεῖσθαι κατὰ τὴν ἐκ δυνάμεως εἰς δύναμιν ἐν τῇ πρακτικῇ τῶν ἀρετῶν προκοπῇ, καὶ τὴν ἀπὸ δόξης εἰς δόξαν τῶν πνευματικῶν τῆς θεωρίας γνώσεων ἐπανάβασιν· καὶ τὴν ἀπὸ τοῦ ῥητοῦ τῆς ἁγίας γραφῆς ἐπὶ τὸ πνεῦμα μετάβασιν, οὕτω καὶ ἐν τῷ περὶ εὐχῶν τόπῳ γινομένους χρὴ ποιεῖν· ἐπαίρειν· τὸν νοῦν ἀπὸ τῶν ἀνθρωπίνων· καὶ τὸ φρόνημα τῆς ψυχῆς ἐπὶ τὰ θειότερα, ἵνα δυνηθῇ ὁ νοῦς ἀκολουθῆσαι τῷ διεληλυθότι τοὺς οὐρανοὺς Ἰησοῦ τῷ υἱῷ τοῦ Θεοῦ πανταχοῦ ὄντι, καὶ πάντα διερχομένῳ δι᾽ ἡμᾶς οἰκονομικῶς, ἵνα ἡμεῖς ἀκολουθοῦντες αὐτῷ, πάντα διέλθωμεν τὰ μετ᾽ αὐτόν, καὶ γενώμεθα πρὸς αὐτόν· ἐάν γε νοῶμεν αὐτὸν οὐ κατὰ τὴν σμικρότητα τῆς οἰκονομικῆς συγκαταβάσεως, ἀλλὰ κατὰ τὴν μεγαλειότητα τῆς φυσικῆς ἀοριστίας.

Καλὸν ἀεὶ σχολάζειν καὶ ζητεῖν τὸν Θεὸν ὡς προσετάγημεν. κἂν γὰρ κατὰ τὴν παροῦσαν ζωὴν ζητοῦντες ἐπὶ τὸ πέρας ἐλθεῖν τοῦ βάθους τοῦ Θεοῦ οὐ δυνάμεθα, ἀλλ᾽ ἴσως κἂν ἐπ᾽ ὀλίγον τοῦ βάθους αὐτοῦ φθάνοντες, θεωροῦμεν ἁγίων ἁγιώτερα, καὶ πνευματικῶν πνευματικώτερα. καὶ δηλοῖ τυπικῶς ὁ Ἀρχιερεύς, ἀπὸ τῶν ἁγίων τῶν τῆς αὐλῆς ἁγιωτέρων, ἐπὶ τὰ ἅγια 2τῶν ἁγίων τῶν τῶν ἁγιωτέρων εἰσιών.

Πᾶς τοῦ Θεοῦ λόγος, οὔτε πολύλογος, οὔτε πολυλογία ἐστιν· ἀλλὰ εἷς συνεστὼς ἐκ διαφόρων θεωρημάτων· ὧν ἕκαστον μέρος ἐστὶ τοῦ λόγου. ὥστε ὁ λέγων ὑπὲρ ἀληθείας, κἂν οὕτως εἰπεῖν δυνηθῇ ὡς μηδὲν εἰς τὸ ζητούμενον παραλιπεῖν, ἕνα λόγον εἴρηκε τοῦ Θεοῦ.

Ἐν μὲν τῷ Χριστῷ Θεῷ ὄντι καὶ λόγῳ τοῦ πατρός, ὅλον κατ᾽ οὐσίαν οἰκεῖ τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· ἐν ἡμῖν δὲ κατὰ χάριν οἰκεῖ τὸ πλήρωμα τῆς θεότητος, ἡνίκα πᾶσαν ἐν ἑαυτοῖς ἀθροίσωμεν ἀρετὴν καὶ σοφίαν, καὶ μηδενὶ τρόπῳ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ λειπομένην, τῆς πρὸς τὸ ἀρχέτυπον ἀληθοῦς ἐκμιμήσεως. οὐ γὰρ ἀπεικὸς κατὰ τὸν θέσει λόγον καὶ ἐν ἡμῖν οἰκῆσαι τὸ πλήρωμα τῆς θεότητος, τὸ ἐκ διαφόρων συνεστηκὸς πνευματικῶν θεωρημάτων.

Ὥσπερ ὁ παρ᾽ ἡμῖν λόγος ἐκ τοῦ νοῦ κατὰ φύσιν προερχόμενος, Ἄγγελος τῶν κρυπτομένων τοῦ νοῦ κινημάτων ἐστίν· οὕτως ὁ τοῦ Θεοῦ λόγος κατ᾽ οὐσίαν ἐγνωκὼς τὸν πατέρα καθάπερ λόγος τὸν γεννήσαντα νοῦν, οὐδενὸς τῶν γενητῶν προσβαλεῖν αὐτῷ χωρὶς αὐτοῦ δυναμένου, ἀποκαλύπτει ὃν ἔγνω πατέρα ὡς κατὰ φύσιν λόγος· καθὸ καὶ μεγάλης βουλῆς Ἀγγελος λέγεται.

Μεγάλη βουλὴ τοῦ Θεοῦ καὶ πατρός ἐστι, τὸ σεσιγημένον καὶ ἄγνωστον τῆς οἰκονομίας μυστήριον· ὅπερ πληρώσας διὰ τῆς σαρκώσεως ὁ μονογενὴς υἱὸς ἀπεκάλυψεν, Ἄγγελος γενόμενος τῆς μεγάλης τοῦ Θεοῦ καὶ πατρὸς προαιωνίου βουλῆς. γίνεται δὲ τῆς μεγάλης τοῦ Θεοῦ βουλῆς Ἄγγελος, ὁ γνοὺς τοῦ μυστηρίου τὸν λόγον· καὶ τοσοῦτον ἔργῳ τε καὶ λόγῳ διὰ πάντων ἀκαταλήπτως ὑψούμενος, μέχρις ἂν φθάσῃ τὸν πρὸς αὐτὸν τοσοῦτον κατελθόντα.

Εἰ δι᾽ ἡμᾶς ὁ τοῦ Θεοῦ λόγος οἰκονομικῶς κατῆλθεν εἰς τὰ κατώτερα μέρη τῆς γῆς· καὶ ἀνῆλθεν ὑπεράνω πάντων τῶν οὐρανῶν ὁ πάντη κατὰ φύσιν ἀκίνητος· ἐν ἑαυτῷ κατ᾽ οἰκονομίαν ὡς ἀνθρώπῳ προενεργῶν τὰ ἐσόμενα, σκοπείτω χαίρων μυστικῶς ὁ τὴν φιλίαν στέργων τῆς γνώσεως, ὁποῖόν ἐστι τὸ κατ᾽ ἐπαγγελίαν τέλος τῶν ἀγαπώντων τὸν Κύριον.

Εἰ διὰ τοῦτο γέγονεν υἱὸς ἀνθρώπου καὶ ἄνθρωπος ὁ τοῦ Θεοῦ καὶ πατρὸς Θεὸς λόγος· ἵνα ποιήσῃ Θεούς, καὶ Θεοῦ υἱοὺς τοὺς ἀνθρώπους, ἐκεῖ γενήσεσθαι πιστεύσωμεν, ἔνθα νῦν αὐτός ἐστιν ὁ Χριστός, ὡς κεφαλὴ τοῦ ὅλου σώματος, καὶ ὑπὲρ ἡμῶν γενόμενος πρόδρομος πρὸς τὸν πατέρα τὸ καθ᾽ ἡμᾶς. ἐν γὰρ συναγωγῇ Θεῶν τῶν σωζομένων ἔσται Θεός· μέσος ἱστάμενος καὶ διανέμων τὰς ἀξίας τῆς ἐκεῖθεν μακαριότητος· τοπικὴν οὐκ ἔχων ἀπὸ τῶν ἀξίων διάστασιν.

Ὁ τὰς ἐμπαθεῖς τῆς σαρκὸς ὀρέξεις ἔτι πληρῶν, ὡς εἰδωλολάτρης καὶ εἰδωλοποιὸς τὴν γῆν οἰκεῖ τῶν Χαλδαίων· ἐπὰν δὲ μικρὸν τὰ πράγματα διακρίνας, αἴσθησιν λάβῃ τῶν καθηκόντων τῆς φύσεως τρόπων, τὴν γῆν τῶν Χαλδαίων ἀφείς, ἔρχεται εἰς Χαρρὰν τῆς Μεσοποταμίας, τὴν μεταίχμιον ἀρετῆς καὶ κακίας λέγω κατάστασιν· τὴν μήπω τῆς κατ᾽ αἴσθησιν πλάνης καθαραν γενομένην, τοῦτο γὰρ ἡ Χαρράν. εἰ δὲ καὶ τὴν δι᾽ αἰσθήσεως γινομένην σύμμετρον τοῦ καλοῦ σύνεσιν ὑπερκύψει, πρὸς τὴν γῆν ἐπείξεται τὴν ἀγαθήν· τουτέστιν εἰς τὴν πάσης κακίας καὶ ἀγνωσίας ἐλευθέραν κατάστασιν· ἣν ὁ ἀψευδὴς Θεὸς δείκνυσι καὶ ἐπαγγέλλεται δώσειν ὥσπερ ἔπαθλον ἀρετῆς τοῖς ἀγαπῶσιν αὐτόν.

Εἰ ἐσταυρώθη δι᾽ ἡμᾶς ἐξ ἀσθενείας ὁ τοῦ Θεοῦ λόγος, καὶ ἠγέρθη ἐκ δυνάμεως Θεοῦ, δηλονότι πνευματικῶς δι᾽ ἡμᾶς ἀεὶ τοῦτο ποιεῖ καὶ πάσχει ὡς πάντα γινόμενος, ἵνα σώσῃ τοὺς πάντας· οὐκοῦν καλῶς ὁ θεῖος Ἀπόστολος ἐν τοῖς Κορινθίοις ἀσθενοῦσιν, οὐδὲν ἔκρινεν εἰδέναι, εἰμὴ Χριστὸν Ἰησοῦν καὶ τοῦτον ἐσταυρωμένον· Ἐφεσίοις δὲ γράφει τελείοις οὖσι, τὸ, συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ὁ Θεὸς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ· κατὰ τὴν ἀναλογοῦσαν ἑκάστῳ δύναμιν τὸν Θεοῦ λόγον γίνεσθαι φάσκων. σταυροῦται τοίνυν τοῖς πρὸς εὐσέβειαν πρακτικῶς εἰσαγομένοις τὰς ἐμπαθεῖς αὐτῶν τῷ θείῳ φόβῳ προσηλῶν ἐνεργείας. ἀνίσταται δὲ καὶ ἄνεισιν εἰς οὐρανούς, τοῖς ὅλον τὸν παλαιὸν ἀπεκδυσαμένοις ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ὅλον τὸν νέον ἐνδυσαμένοις, τὸν διὰ Πνεύματος κατ᾽ εἰκόνα Θεοῦ κτιζόμενον, καὶ πρὸς τὸν πατέρα τῆς ἐν αὐτοῖς χάριτος γενομένοις, ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου· εἴτε ἐν τῷ αἰῶνι τούτῳ, εἴτε ἐν τῷ μέλλοντι. πάντα γὰρ τὰ μετὰ Θεὸν καὶ πράγματα, καὶ ὀνόματα, καὶ ἀξιώματα, ὑπὸ τὸν ἐν τῷ Θεῷ διὰ τῆς χάριτος γενησόμενον ἔσται.

Ὥσπερ πρὸ τῆς ἐμφανοῦς, καὶ κατὰ σάρκα παρουσίας νοητῶς ὁ τοῦ Θεοῦ λόγος τοῖς Πατριάρχαις καὶ Προφήταις ἐνεδήμει προτυπῶν τὰ μυστήρια τῆς αὐτοῦ παρουσίας· οὕτω καὶ μετὰ ταύτην τὴν ἐνδημίαν οὐ μόνον ἐν τοῖς ἔτι νηπίοις παραγίνεται διατρέφων πνευματικῶς, καὶ ἄγων πρὸς ἡλικίαν τῆς κατὰ Θεὸν τελειότητος, ἀλλὰ καὶ ἐν τοῖς τελείοις, προδιαγράφων αὐτοῖς κρυφίως τῆς μελλούσης αὐτοῦ παρουσίας ὡς ἐν εἰκόνι τοὺς χαρακτῆρας.

Ὥσπερ οἱ τοῦ νόμου καὶ τῶν Προφητῶν λόγοι, πρόδρομοι τυγχάνοντες τῆς κατὰ σάρκα τοῦ λόγου παρουσίας, τὰς ψυχὰς εἰς Χριστὸν ἐπαιδαγώγουν, οὕτω καὶ αὐτὸς ὁ δεδοξασμένος τοῦ Θεοῦ λόγος σαρκωθείς, πρόδρομος τῆς πνευματικῆς αὐτοῦ παρουσίας γεγένηται· παιδαγωγῶν τὰς ψυχὰς διὰ τῶν οἰκείων λόγων πρὸς ὑποδοχὴν τῆς ἐμφανοῦς αὐτοῦ θεϊκῆς παρουσίας· ἣν ἀεὶ μὲν ποιεῖται μεταβάλλων ἀπὸ τῆς σαρκὸς πρὸς τὸ πνεῦμα, διὰ τῆς ἀρετῆς τοὺς ἀξίους. ποιήσει δὲ καὶ ἐπὶ τέλει τοῦ αἰῶνος, ἐμφανῶς ἀποκαλύπτων τὰ τέως πᾶσιν ἀπόρρητα.

Ὅσον ἐγώ εἰμι ἀτελής, καὶ ἀνυπότακτος, μὴ ὑπακούων τῷ Θεῷ διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, μήτε γινόμενος κατὰ τὴν γνῶσιν τέλειος ταῖς φρεσίν, ἀτελὴς καὶ ἀνυπότακτος τὸ κατ᾽ ἐμὲ καὶ ὁ Χριστὸς νομίζεται δι᾽ ἐμέ. μειῶ γὰρ αὐτὸν καὶ κολοβῶ μὴ συναυξάνων αὐτῷ κατὰ πνεῦμα. ὡς σῶμα Χριστοῦ τυγχάνων, καὶ μέλη ἐκ μέρους.

Ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος φησὶν ἡ γραφή. οὐκοῦν καὶ ὁ λόγος· ποτὲ μὲν νομίζεται ἄνω, ποτὲ δὲ κάτω· κατὰ τὴν ἀξίαν δηλονότι καὶ τὸν λόγον, ἢ τὸν τρόπον τῶν μετερχομένων τὴν ἀρετήν, καὶ περὶ τὴν θείαν γνῶσιν κινουμένων. μακάριος δὲ ὁ κρατῶν ἄδυτον ἐν ἑαυτῷ κατὰ τὸν τοῦ Ναυῆ Ἰησοῦν τὸν τῆς δικαιοσύνης ἥλιον· ὅλον τὸ μέτρον τῆς κατὰ τὴν παροῦσαν ζωὴν ἡμέρας, κακίας ἑσπέρᾳ καὶ ἀγνωσίας μὴ περιγραφόμενον· ἵνα δυνηθῇ νομίμως τροπώσασθαι τοὺς ἐπανισταμένους αὐτῷ πονηροὺς δαίμονας.

Ὑψούμενος ἐν ἡμῖν ὁ τοῦ Θεοῦ λόγος διὰ πράξεως καὶ θεωρίας, πάντας ἕλκει πρὸς ἑαυτόν· τούς τε περὶ σάρκα, καὶ ψυχήν, καὶ φύσιν τῶν ὄντων ἡμετέρους λογισμοὺς τε καὶ λόγους· καὶ αὐτὰ τὰ μέλη τοῦ σώματος καὶ τὰς αἰσθήσεις, κατ᾽ ἀρετὴν ἁγιάζων καὶ γνῶσιν ὑπὸ τὸν ἑαυτοῦ ζυγὸν ποιούμενος. ὁ τοίνυν θεατὴς τῶν θείων, ἀναβαινέτω κατὰ σπουδὴν ἀκολουθῶν τῷ λόγῳ, μέχρις οὖ οὗ τὸν τόπον οὖ οὗ ἐκεῖ γὰρ ἕλκει καθὼς φησὶν ὁ Ἐκκλησιαστής· καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· δηλονότι τοὺς ἀκολουθοῦντας αὐτῷ ὡς μεγάλῳ Ἀρχιερεῖ καὶ εἰσάγοντι εἰς τὰ Ἅγια τῶν Ἁγίων ἔνθα τὸ καθ᾽ 3ἡμῶν αὐτός, ὑπὲρ ἡμῶν πρόδρομος εἰσῆλθεν.

Ὁ τὴν κατ᾽ εὐσέβειαν μετιὼν φιλοσοφίαν, καὶ πρὸς τὰς ἀοράτους παρατασσόμενος δυνάμεις, εὐχέσθω τήν τε φυσικὴν διάκρισιν αὐτῷ παραμεῖναι, φῶς ἔχουσαν σύμμετρον, καὶ τὴν φωτιστικὴν τοῦ πνεύματος χάριν. ἡ μὲν γὰρ παιδαγωγεῖ τὴν σάρκα πρὸς ἀρετὴν διὰ πράξεως, ἡ δὲ φωταγωγεῖ τὸν νοῦν τὴν τῆς σοφίας προκρῖναι πάντων συμβίωσιν· καθ᾽ ἣν τῶν τε τῆς κακίας ὀχυρωμάτων, καὶ παντὸς ὑψώματος ἐπαιρομένου κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ποιεῖται τὴν καθαίρεσιν. καὶ δηλοῖ δι᾽ εὐχῆς αἰτῶν, ὁ τοῦ Ναυῆ Ἰησοῦς, στῆναι τὸν ἥλιον κατὰ Γαβαώ· τουτέστιν ἄδυτον αὐτῷ τὸ φῶς τῆς γνώσεως τοῦ Θεοῦ κατὰ τό ὄρος τῆς κατὰ νοῦν θεωρίας φυλαχθῆναι· καὶ τὴν σελήνην κατὰ Φάραγγα· τουτέστι τὴν φυσικὴν διάκρισιν ἐπί τῆς σαρκικῆς ἀσθενείας κειμένην, ἀπὸ τῆς ἀρετῆς ἀναλλοίωτον.

Ἡ Γαβαώ ἔστιν, ὁ ὑψηλὸς νοῦς. ἡ δὲ Φάραγξ ἐστίν, ἡ τῷ θανάτῳ ταπεινωθεῖσα σάρξ. ὁ μὲν ἥλιός ἐστιν, ὁ φωτίζων τὸν νοῦν λόγος, καὶ χορηγῶν αὐτῷ θεωρημάτων δύναμιν, καὶ πάσης αὐτὸν ἀγνοίας ἀπαλλάσσων· ἡ δὲ σελήνη, ὁ κατὰ φύσιν νόμος ἐστίν, ὁ πείθων τὴν σάρκα νομίμως ὑποταγῆναι τῷ πνεύματι, πρὸς τὸ δέξασθαι τῶν ἐντολῶν τὸν ζυγόν. φύσεως σύμβολον ἡ σελήνη διὰ τὸ τρεπτὸν ἀλλ᾽ ἐν τοῖς ἁγίοις ἄτρεπτος διαμένει, διὰ τὴν ἀναλλοίωτον ἔξιν τῆς ἀρετῆς.

Οὐκ ἔξω τῶν ζητούντων χρὴ ζητεῖσθαι τὸν Κύριον, ἀλλ᾽ ἐν ἑαυτοῖς διὰ τῆς ἐν ἔργοις πίστεως αὐτὸν χρὴ ζητεῖν τοὺς ζητούντας. ἐγγύς σου γάρ, φησι, τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστι τὸ ρῆμα τῆς πίστεως, ὡς αὐτοῦ ὄντος τοῦ Χριστοῦ καὶ ῥήματος τοῦ ζητουμένου.

Μήτε τὸ ὕψος τῆς θεϊκῆς ἀπειρίας ἐννοήσαντες, ἀπελπίσωμεν τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὡς οὐ φθάνουσαν διὰ τὸ ὕψος μέχρις ἡμῶν· μήτε τὸ ἄπειρον βάθος τῆς ἡμῶν διὰ τὴν ἁμαρτίαν πτώσεως ἐνθυμηθέντες, ἀνάστασιν γίνεσθαι τῆς ἐν ἡμῖν νεκρωθείσης ἀρετῆς ἀπιστήσωμεν. ἀμφότερα γὰρ δυνατὰ τῷ Θεῷ· καὶ τὸ κατελθεῖν καί φωτίσαι τὸν νοῦν ἡμῶν διὰ γνώσεως· καὶ τὸ ἀναστῆσαι πάλιν τῆν ἀρετῆν ἐν ἡμῖν, καὶ ἑαυτῷ συνυψῶσαι διὰ τῶν ἔργων τῆς δικαιοσύνης. μὴ εἴπης γάρ, φησιν, ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. τυχὸν δὲ κατ᾽ ἄλλην ἐκδοχήν, ἄβυσσός ἐστι πάντα τὰ μετὰ Θεὸν ἐν οἷς ὅλος ὅλοις κατὰ πρόνοιαν ὁ τοῦ Θεοῦ γίνεται λόγος, ὡς ζωὴ νεκροῖς ἐπιφοιτῶσα τοῖς οὖσι. νεκρὰ γὰρ πάντα τὰ ζῶντα μεθέξει ζωῆς. οὐρανὸν δὲ τὴν φυσικὴν τοῦ Θεοῦ νόει κρυφιότητα, καθ᾽ ἣν πᾶσιν ἐστὶν ἀκατάληπτος. εἰ δέ τις ἐκλάβοι πάλιν οὐρανὸν μὲν εἶναι τὸν τῆς θεολογίας λόγον. ἄβυσσον δὲ τὸ τῆς οἰκονομίας μυστήριον, οὐκ ἀπεικότως ἐρεῖ κατὰ τὸν ἐμὸν λόγον. ἀμφότερα γὰρ δυσεπίβατα τοῖς ἀποδεικτικῶς ζητεῖν ἐπιχειροῦσι· μᾶλλον δὲ παντελῶς ἄβατα δίχα πίστεως ἐρευνώμενα.

Ἐν μὲν τῷ πρακτικῷ τοῖς τῶν ἀρετῶν τρόποις παχυνόμενος ὁ λόγος, γίνεται σὰρξ· ἐν δὲ τῷ θεωρητικῷ τοῖς πνευματικοῖς νοήμασι λεπτυνόμενος, γίνεται ὅπερ ἦν ἐν ἀρχῇ Θεὸς λόγος πρὸς τὸν Πατέρα.

Ποιεῖ σάρκα τὸν λόγον, ὁ παραδείγμασι, καὶ ῥήμασι παχυτέροις διὰ τὴν ἀνάλογον τῶν ἀκουόντων δύναμιν, ἠθικὴν τοῦ λόγου τὴν διδασκαλίαν ποιοόμενος καὶ πάλιν ποιεῖ πνεῦμα τὸν λόγον ὁ τοῖς ὑψηλοῖς θεωρήμασι τὴν μυστικὴν ἐκθέμενος θεολογίαν.

Ὁ μὲν τῶν θέσεων καταφατικῶς θεολογῶν, σάρκα ποιεῖ τὸν λόγον· οὐκ ἔχων ἄλλοθεν ἢ ἐκ τῶν ὁρωμένων καὶ ψηλαφωμένων τὸν Θεὸν γινώσκειν ὡς αἴτιον. ὁ δὲ ἀποφατικῶς ἐκ τῶν ἀφαιρέσεων θεολογῶν, πνεῦμα ποιεῖ τὸν λόγον· ὡς ἐν ἀρχῇ Θεὸν ὄντα· ἐξ οὐδενὸς τὸ παράπαν τῶν γνωσθῆναι δυναμένων, καλῶς γινώσκων τὸν ὑπεράγνωστον.

Ὁ μαθὼν ὀρύσσειν, κατὰ τοὺς Πατριάρχας, διὰ πράξεως καὶ θεωρίας τὰ ἐν αὐτῷ τῆς ἀρετῆς καὶ τῆς γνώσεως φρέατα, τὸν Χριστὸν ἔνδον εὑρήσει τὴν πηγὴν τῆς ζωῆς· ἀφ᾽ ἧς πίνειν ἡμᾶς ἡ σοφία παρακελεύεται λέγουσα, πίνε ὕδατα ἁπασῶν ἀγγείων· καὶ ἀπὸ σῶν φρεάτων πηγῆς· ὅπερ ποιοῦντες εὑρήσομεν ἔνδον ἡμῶν ὄντας τοὺς αὐτῆς θησαυρούς.

Οἱ κτηνωδῶς πρὸς μόνην τὴν αἴσθησιν ζῶντες, ἐπισφαλῶς ἑαυτοῖς σάρκα ποιοῦσι τὸν λόγον· εἰς ὑπηρεσίαν μὲν παθῶν τοῖς τοῦ Θεοῦ καταχρώμενοι κτίσμασι· τὸν δὲ τῆς σοφίας τῆς πᾶσιν ἐμφαινομένης οὐ κατανοοῦντες λόγον, πρὸς τὸ γνῶναι καὶ δοξάσαι τὸν Θεὸν ἐκ τῶν αὐτοῦ ποιημάτων· καὶ συνιέναι ποθεν, καὶ τί, καὶ ἐπὶ τίνι, καὶ ποῦ φέρεσθαι διὰ τῶν ὁρωμένων γεγόναμεν, ἀλλ᾽ ἐν σκότει τὸν αἰῶνα τοῦτον διαπορευόμενοι, μόνην τὴν περὶ Θεὸν ἀμφοῖν ταῖν χειροῖν ψηλαφῶσιν ἀγνωσίαν.

Οἱ μόνῳ τῷ ρητῷ τῆς ἁγίας γραφῆς παρακαθήμενοι, καὶ τῇ σωματικῇ τοῦ νόμου λατρείᾳ δεσμοῦντες τῆς ψυχῆς τὸ ἀξίωμα, ψεκτῶς ποιοῦσιν ἑαυτοῖς σάρκα τὸν λόγον, ἀλόγων ζώων θυσίαις εὐαρεστεῖσθαι νομίζοντες τὸν Θεόν· οἷς πολὺ τὸ σῶμα πεφρόντισται τοῖς ἐκτὸς καθαρσίοις· τῆς δὲ ψυχῆς παρημέληται τὸ κάλλος, ταῖς τῶν παθῶν κηλίσι στιζόμενον, ὑπὲρ ἧς ἡ πᾶσα τῶν ὁρωμένων προβέβληται δύναμις, καὶ πᾶς λόγος θεῖος, καὶ νόμος ἐκδέδοται.

Εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ κεῖσθαι τὸν Κύριον λέγει τὸ ἅγιον Εὐαγγέλιον. Οὐκοῦν σκοπήσωμεν, μήπως εἰς πτῶσιν μὲν τῶν τε πρὸς μόνην τὴν αἴσθησιν, τὴν ὁρωμένην θεωρούντων κτίσιν, καὶ τῶν μόνῳ τῷ ῥητῷ στοιχούντων τῆς ἁγίας γραφῆς, ὡς μὴ δυναμένων πρὸς τὸ καινὸν πνεῦμα διαβῆναι τῆς χάριτος διὰ τὴν ἄνοιαν· ἀνάστασιν δέ, ὡς πνευματικῶς τά τε κτίσματα τοῦ Θεοῦ, καὶ τὰ ῥήματα θεωρούντων τε, καὶ ἀκουόντων, καὶ τοῖς καθήκουσι τρόποις μόνης τῆς κατὰ ψυχὴν θείας εἰκόνος ἐπιμελουμένων.

Τὸ κεῖσθαι τὸν Κύριον εἰς πτῶσιν πολῶν καὶ ἀνάστασιν ἐν τῷ Ἰσραήλ, ἐπαινετῶς μόνον νοούμενον. εἰς πτῶσιν μὲν νοεῖται, τῶν ἐν ἑκάστῳ τῶν πιστευόντων παθῶν τε καὶ πονηρῶν λογισμῶν· ἀνάστασιν δὲ, τῶν ἀρετῶν, καὶ παντὸς θεοφιλοῦς λογισμοῦ.

Ὁ μόνον τῶν ἐν γενέσει καὶ φθορᾷ δημιουργὸν νομίζων τὸν Κύριον, εἰς κηπουρὸν αὐτὸν παραγνωρίζει κατὰ τὴν Μαγδαληνὴν Μαρίαν. διὸ πρὸς ὠφέλειαν φεύγει τοῦ τοιούτου, τὴν ἁφὴν ὁ δεσπότης· μήπω παρ᾽ αὐτῷ δυνηθεὶς ἀναβῆναι πρὸς τὸν Πατέρα, λέγων μή μου ἅπτου. γινώσκει γὰρ βλάπτεσθαι, τὸν μετὰ τοιαύτης αὐτῷ προσερχόμενον ταπεινωτέρας προλήψεως.

Οἱ διὰ τὸν φόβον τῶν Ἰουδαίων κατὰ τὴν Γαλιλαίαν ἐν τῷ ὑπερώῳ κλείσαντες τὰς θύρας, καὶ καθήμενοι, τουτέστιν οἱ διὰ τὸν φόβον τῶν πνευμάτων τῆς πονηρίας κατὰ τὴν χώραν τῶν Ἀποκαλύψεων ἐν τῷ ὕψει τῶν θείων θεωρημάτων ἀσφαλῶς βεβηκότες, θυρῶν δίκην μύσαντες τὰς αἰσθήσεις, παραγενόμενον ἀγνώστως δέχονται τὸν Θεὸν Θεοῦ λόγον, ἄνευ τῆς κατ᾽ αἶσθησιν ἐνεργείας αὐτοῖς ἐπιφαινόμενον· ἀπάθειάν τε διὰ τῆς εἰρήνης, καὶ μερισμὸν Πνεύματος Ἁγίου διὰ τῆς ἐμπνεύσεως δωρούμενον, καὶ τὴν κατὰ πνευμάτων πονηρῶν ἐξουσίαν παρέχοντα, καὶ δεικνύοντα τῶν αὐτοῦ μυστηρίων τὰ σύμβολα.

Τοῖς μὲν κατὰ σάρκα τὸν περὶ τοῦ Θεοῦ λόγον ἐρευνῶσιν, ὁ Κύριος οὐκ ἀναβαίνει πρὸς τὸν Πατέρα· τοῖς δὲ κατὰ Πνεῦμα διὰ τῶν ὑψηλῶν θεωρημάτων ἐκζητοῦσιν αὐτόν, ἀναβαίνει πρὸς τὸν Πατέρα. μὴ τοίνυν διαπαντὸς κρατῶμεν κάτω, τὸν ὑπὲρ ἡμῶν κάτω διὰ φιλανθρωπίαν γενόμενον, ἀλλ᾽ ἄνω σὺν αὐτῷ πρὸς τὸν Πατέρα γενώμεθα, τὴν γῆν ἀφέντες καὶ τὰ περὶ γῆν, ἵνα μὴ καὶ ἡμῖν εἴπῃ τὸ ῥηθὲν τοῖς Ἰουδαίοις ἀδιορθώτοις μείνασιν, ὑπάγω ὅπου ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. χωρὶς γὰρ τοῦ λόγου πρὸς τὸν Πατέρα τοῦ λόγου, γενέσθαι ἀμήχανον.

Ἡ γῆ τῶν Χαλδαίων ἐστίν, ὁ ἐμπαθὴς βίος· ἐν ᾧ τῶν ἁμαρτημάτων δημιουργεῖται, καὶ προσκυνεῖται, τὰ εἴδωλα. ἡ δὲ μέση τῶν ποταμῶν ἐστίν, ὁ ἐπαμφοτερίζων τοῖς ἐναντίοις τρόποις. 4ἡ δὲ γῆ τῆς ἐπαγγελίας ἐστίν, ἡ παντὸς ἀγαθοῦ πεπληρωμένη κατάστασις. πῶς οὖν ὁ ταύτης κατὰ τὸν παλαιὸν Ἰσραὴλ ἀμελῶν τῆς ἕξεως, πρὸς δουλείαν πάλιν κατασύρεται παθῶν, τῆς δοθείσης ἐλευθερίας στερούμενος.

Σημειωτέον ὡς οὐδεὶς τῶν Ἁγίων ἑκουσίως φαίνεται κατελθὼν εἰς τὴν Βαβυλωνίαν. οὐ γὰρ θέμις, οὔτε συνέσεως ἐστὶ λογικῆς, τῶν ἀγαθῶν ἀνθαιρεῖσθαι τὰ χείρονα τοὺς τὸν Θεὸν ἀγαπῶντας. εἰ δέ τινες αὐτῶν κατὰ βίαν ἐκεῖ τῷ λαῷ συναπήχθησαν, νοοῦμεν διὰ τούτων τοὺς μὴ προηγουμένως ἀλλὰ κατὰ περίστασιν, σωτηρίας ἕνεκεν τῶν χρῃζόντων χειραγωγίας, ἀφέντας τὸν ὑψηλότερον τῆς γνώσεως λόγον, καὶ τὴν περὶ παθῶν μετερχομένους διδασκαλίαν, καθ᾽ ἣν καὶ ὁ μέγας Ἀπόστολος ἐν σαρκὶ λυσιτελέστερον ἔκρινεν εἶναι· τουτέστι τῇ ἠθικῇ διδασκαλίᾳ διὰ τοὺς μαθητάς, ὅλον ἔχων τὸν πόθον ἀναλῦσαι τῆς ἠθικῆς διδασκαλίας, καὶ σὺν Θεῷ γενέσθαι διὰ τῆς κατὰ νοῦν ὑπερκοσμίου καὶ ἁπλῆς θεωρίας.

Ὥσπερ πνιγόμενον τῷ πονηρῷ πνεύματι τὸν Σαοὺλ ψάλλων μετὰ τῆς κιννύρας ἀνέπαυεν ὁ μακάριος Δαβίδ, οὕτω καὶ πᾶς λόγος πνευματικὸς γνωστικοῖς ἡδυνόμενος θεωρήμασιν, ἀναπαύει τὸν ἐπιληπτευόμενον νοῦν, τῆς πνιγούσης αὐτὸν πονηρᾶς ἐλευθερῶν συνειδήσεως.

Πυρράκις μετὰ κάλλους ὀφθαλμῶν ἐστι, κατὰ τὸν μακάριον Δαβίδ, ὁ τῷ φαιδρῷ τοῦ κατὰ Θεὸν βίου τὸν τῆς γνώσεως λόγον ἔχων συνεπιλάμποντα· καθ᾽ οὓς ἡ πρᾶξις τε, καὶ ἡ θεωρία συνεστήκασιν. ἡ μέν, ἀρετῶν λαμπρυνομένη τρόποις, ἢ δέ, θείοις φωτιζομένη νοήμασιν.

Ἡ μετὰ τοῦ Σαοὺλ βασιλεία, τῆς σωματικῆς τοῦ νόμου λατρείας ἐστὶν εἰκών, ἢν ὁ Κύριος κατήργησεν ὡς μηδὲν τελειώσασαν· οὐδὲν γάρ φησιν ἐτελείωσεν ὁ νόμος. ἡ δὲ τοῦ μεγάλου Δαβὶδ βασιλεία, τῆς εὐαγγελικῆς ἐστὶ λατρείας προδιατύπωσις· περιέχει γὰρ τὰ ἐγκάρδια τοῦ Θεοῦ θελήματα τελείως.

Ὁ Σαούλ, ὁ φυσικὸς ἐστὶ νόμος ὁ κατ᾽ ἀρχὰς κυριεύειν τῆς φύσεως παρὰ τοῦ Κυρίου λαχών· ὡς ἐπειδὴ παρέβη τὴν ἐντολὴν διὰ παρακοῆς φεισάμενος τοῦ Ἀγὰγ βασιλέως Ἀμαλήκ· τουτέστι τοῦ σώματος, καὶ πρὸς τὰ πάθη κατώλισθεν, ἐξωθεῖται τῆς βασιλείας, ἵνα παραλάβῃ τὸν Ἰσραὴλ ὁ Δαβίδ· τουτέστι τοῦ πνεύματος ὁ νόμος ὁ γεννῶν τὴν εἰρήνην τὴν οἰκοδομοῦσαν περιφανῶς τῷ Θεῷ τὸν τῆς θεωρίας ναόν.

Σαοὺλ ὑπακοὴ Θεοῦ ἑρμηνεύεται. οὐκοῦν ἕως ἂν ὁ καθ᾽ ὑπακοὴν λόγος ἐν ἡμῖν ἱερατεύῃ, κἂν φείσηται τοῦ Ἀγὰγ ὁ Σαούλ, τουτέστι τοῦ χοϊκοῦ φρονήματος ἀλλ᾽ οὖν ἀποκτενεῖ τοῦτον ζηλώσας ὁ ἱερεὺς λόγος, καὶ πλήττει καταισχύνων τὸν φιλαμαρτήμονα νοῦν, ὡς παραβάτην τῶν θείων δικαιωμάτων.

Ἐπὰν ὁ νοῦς ὑψηλοφρονήσας τὸν κατὰ τῶν παθῶν αὐτὸν χρίσαντα τῆς διδασκαλίας λόγον, διὰ τῆς προσηκούσης ἐρεύνης ἐπερωτᾶν τὸν περὶ ποιητέων καὶ οὐ ποιητέων παύσαιτο, τοῖς πάθεσι πάντως ἐξ ἀγνοίας ἁλίσκεται· δι᾽ ὧν κατὰ μέρος τοῦ Θεοῦ χωριζόμενος, ἐν ταῖς ἀκουσίοις περιστάσεσι προχωρεῖ, τοῖς δαίμοσι τὴν κοιλίαν θεοποιῶν, ἐκεῖθεν εὐρέσθαι θέλων τῶν πιεζόντῶν παράκλησιν. καὶ πειθέτω σε Σαοὺλ ἐν πᾶσι σύμβουλον μὴ λαμβάνων τὸν Σαμουήλ, ἐξ ἀνάγκης πρὸς εἰδωλολατρείαν καταστρεφόμενος· καὶ τὴν ἐγγαστρίμυθον ὡς δή τινα Θεὸν ἐπερωτᾶν ἀνεχόμενος.

Ὁ τὸν ἄρτον εὐχόμενος λαβεῖν τὸν ἐπιούσιον, οὐ πάντως ὅλον δέχεται, καθὼς αὐτὸς ὁ ἄρτος ἐστίν, ἀλλὰ καθὼς αὐτὸς ὁ δεχόμενος δύναται. πᾶσι μὲν γὰρ ἑαυτὸν δίδωσι τοῖς αἰτοῦσιν ὁ τῆς ζωῆς ἄρτος, ὡς φιλάνθρωπος· οὐ κατὰ τὸ αὐτὸ δὲ πᾶσιν, ἀλλὰ τοῖς μὲν μεγάλα δικαιοσύνης ἔργα πεποιηκόσι, πλειόνως· τοῖς δὲ τούτων ἡττοσιν, ἡττόνως· ἑκάστῳ καθὼς ἡ κατὰ νοῦν ἀξία δέξασθαι δύναται.

Ὁ Κύριος ποτὲ μὲν ἀποδημεῖ, ποτὲ δὲ ἐνδημεῖ· κατὰ τὴν πρόσωπον πρὸς πρόσωπον θεωρίαν, ἐνδημεῖ· κατά, τὴν ἐν ἐσόπτρῳ, καὶ ἐν αἰνίγμασι θεωρίαν ἀποδημεῖ.

Τῷ μὲν πρακτικῷ, ἐνδημεῖ διὰ τῶν ἀρετῶν ὁ Κύριος· τοῦ δὲ μηδένα λόγον ποιουμένου τῆς ἀρετῆς, ἀποδημεῖ. καὶ πάλιν, τῷ μὲν θεωρητικῷ, διὰ γνώσεως τῶν ὄντων ἀληθοῦς ἐνδημεῖ· τοῦ δὲ ταύτης κατά τι παρασφαλέντος ἀποδημεῖ·

Ἀποδημεῖ σαρκός, ὡς πρὸς τὴν γνωστικὴν ἕξιν μεταβὰς ἀπὸ τῆς πρακτικῆς· ἁρπαζόμενος ὡς ἐν νεφέλαις τοῖς ὑψηλοτέροις νοήμασιν, εἰς τὸν διαφανῆ τῆς μυστικῆς θεωρίας ἀέρα· καθ᾽ ὃν σὺν Κυρίῳ εἶναι δυνήσεται πάντοτε. ἐκδημεῖ δὲ ἀπὸ τοῦ Κυρίου, ὁ μήπω δίχα τῶν κατ᾽ αἴσθησιν ἐνεργειῶν καθαρῷ νοὶ θεωρῆσαι κατὰ τὸ ἐφικτὸν τὰ νοήματα μὴ δυνάμενος· καὶ τὸν περὶ τοῦ Κυρίου λόγον ἁπλοῦν χωρὶς αἰνιγμάτων μὴ χωρῶν.

Ὁ τοῦ Θεοῦ λόγος οὐ μόνον καθ᾽ ὅτι σεσάρκωται λέγεται σάρξ, ἀλλὰ καὶ καθ᾽ ὅτι Θεὸς λόγος ἁπλῶς νοούμενος ἐν ἀρχῇ πρὸς τὸν Θεὸν καὶ πατέρα, καὶ σαφεῖς καὶ γυμνοὺς τοὺς τῆς ἀληθείας περὶ τῶν ὅλων ἔχων τύπους, οὐ περιέχει παραβολὰς καὶ αἰνίγματα, οὐδὲ ἱστορίας δεομένας ἀλληγορίας. ἐπὰν δὲ ἀνθρώποις ἐπιδημήσῃ μὴ δυναμένοις γυμνῷ τῷ νοὶ γυμνοῖς προσβαλεῖν τοῖς νοητοῖς, ἀπὸ τῶν αὐτοῖς συνήθων διαλεγόμενος, διὰ τῆς τῶν ἱστοριῶν, καὶ αἰνιγμάτων, καὶ παραβολῶν, καὶ τῶν σκοτεινῶν λόγων, ποικιλίας συντιθέμενος, γίνεται σάρξ. κατὰ γὰρ τὴν πρώτην προσβολὴν, οὐ γυμνῷ προσβάλλει λόγῳ ὁ ἡμέτερος νοῦς, ἀλλὰ λόγῳ σεσαρκωμένῳ, δηλαδὴ τῇ ποικιλίᾳ τῶν λέξεων· λόγῳ μὲν ὄντι τῇ φύσει, σαρκὶ δὲ τῇ ὄψει· ὥστε τοὺς πολλοὺς σάρκα καὶ οὐ λόγον ὁρᾶν δοκεῖν, κἂν εἰ κατ᾽ ἀλήθειαν ἐστὶ λόγος. οὐ γὰρ ὅπερ δοκεῖ τοῖς πολλοῖς τοῦτο τῆς γραφῆς ἐστὶν ὁ νοῦς, ἀλλ᾽ ἕτερος παρὰ τὸ δοκοῦν. ὁ γὰρ λόγος δι᾽ ἑκάστου τῶν ἀναγεγραμμένων ῥημάτων γίνεται σάρξ.

Ἡ ἀπαρχὴ τῆς πρὸς εὐσέβειαν μαθητείας τῶν ἀνθρώπων, 5οὐ πρὸς σάρκα γίνεσθαι πέφυκε. γράμματι γάρ, ἀλλ᾽ οὐ πνεύματι κατὰ τὴν πρώτην ἡμῶν εἰς θεοσέβειαν προσβολὴν ὁμιλοῦμεν. κατὰ μέρος δὲ προβαίνοντες τῷ πνεύματι, καὶ τὸ παχὺ τῶν ῥημάτων τοῖς λεπτοτέροις θεωρήμασιν ἀποξέοντες, ἐν καθαρῷ καθαρῶς τῷ Χριστῷ γίνόμεθα κατὰ τὸ δυνατὸν ἀνθρώποις· εἰς τὸ δύνασθαι λέγειν κατὰ τὸν μέγαν Ἀπόστολον, εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν· διὰ τὴν ἁπλῆν δηλονότι πρὸς τὸν λόγον χωρὶς τῶν ἐπ᾽ αὐτῷ καλυμμάτων, τοῦ νοὸς προσβολήν· ἀπὸ τοῦ σάρκα τὸν λόγον γινώσκειν, εἰς τὴν ὡς μονογενοῦς παρὰ πατρὸς αὐτοῦ δόξαν προκόψαντες.

Ὁ τὴν ἐν Χριστῷ ζήσας ζωήν, τήν τε τοῦ νόμου, καὶ τῆς φύσεως ὑπερέβη δικαιοσύνην· ὅπερ ὁ θεῖος ἑνδεικνύμενος Ἀπόστολος φησίν, ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὔτε περιτομή ἐστιν, οὔτε ἀκροβυστία. διὰ μὲν τῆς περιτομῆς, τὴν νομικὴν δικαιοσύνην δηλώσας διὰ δὲ τῆς ἀκροβυστίας, τὴν φυσικὴν ἰσονομίαν αἰνιξάμενος.

Οἱ μὲν δι᾽ ὕδατος ἀναγεννῶνται, καὶ Πνεύματος· οἱ δέ, ἐν Πνεύματι ἁγίῳ, καὶ πυρὶ τὸ βάπτισμα δέχονται. τὰ τέσσαρα δὲ ταῦτα, τὸ ὕδωρ τέ φημι, καὶ τὸ πνεῦμα, καὶ τὸ πῦρ, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα νοῶ τοῦ Θεοῦ. τοῖς μὲν γὰρ ὕδωρ ἐστὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ὡς ῥυπτικὸν τῶν ἐκτὸς περὶ τὸ σῶμα μολυσμῶν. τοῖς δέ, Πνεῦμα, ὡς ἐνεργητικὸν τῶν κατ᾽ ἀρετὴν ἀγαθῶν. τοῖς δέ, πῦρ, ὡς καθαρτικὸν τῶν ἐντὸς κατὰ τὸ βάθος περὶ ψυχὴν κηλίδων. τοῖς δὲ κατὰ τὸν μέγαν Δανιὴλ Πνεῦμα Ἅγιον, ὡς σοφίας καὶ γνώσεως χορηγόν. ἐκ γὰρ τῆς διαφόρου περὶ τὸ ὑποκείμενον ἐνεργείας, διαφόρους λαμβάνει τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα τὰς προσηγορίας

Ὁ νόμος τὸ σάββατον δέδωκεν, ἵνα, φησὶν, ἀναπαύσηται τὸ ὑποζύγιόν σου, καὶ ὁ παῖς σου. ἀμφότερα δὲ ταῦτα δι᾽ αἰνιγμάτων τὸ σῶμα δηλοῦσι. τοῦ γὰρ πρακτικοῦ νοὸς ὑποζύγιόν ἐστι τὸ σῶμα· ἀχθοφορεῖν βίᾳ τοῖς τρόποις τῶν ἀρετῶν κατὰ τὴν πρᾶξιν ἀναγκαζόμενον. τοῦ δὲ θεωριτικοῦ παῖς, ὡς ἤδη λογισθὲν τοῖς θεωρήμασι, καὶ λογικῶς ταῖς γνωστικαῖς ἐπιταγαῖς τοῦ νοὸς ὑπηρετούμενον· ἀμφοτέροις δὲ σάββατόν ἐστι. τῶν αὐτοῖς ἐνεργουμένων κατά τε πρᾶξιν καὶ θεωρίαν καλῶν τὸ πέρας, τὴν πρόσφορον ἑκάστῳ παρέχον ἀνάπαυσιν.

Ὁ τὴν ἀρετὴν μετὰ τῆς πρεπούσης γνώσεως ἐξανύων, ὑποζύγιον ἔχει τὸ σῶμα· λόγῳ ἐλαύνων πρὸς τὴν τῶν καθηκόντων ἐνέργειαν· παῖδα δὲ, τὸν ἐπ᾽ ἀρετῇ κατὰ τὴν πρᾶξιν τρόπον· ἤγουν αὐτὸν τὸν καθ᾽ ὃν ἡ ἀρετὴ πέφυκε γίνεσθαι τρόπον, ὥσπερ ἐν ἀργυρίῳ τοῖς διακριτικοῖς ᾠνηθέντα λογισμοῖς. σάββατον δὲ, ἡ κατ᾽ ἀρετὴν ἀπαθὴς καὶ εἰρηναία τῆς τε ψυχῆς καὶ τοῦ σώματος κατάστασις, ἤγουν ἀναλλοίωτος ἕξις.

Ὁ τοῦ Θεοῦ λόγος, τοῖς μὲν ἔτι περὶ τὰ σωματικὰ τῆς ἀρετῆς εἴδη τὸ πλέον ἔχουσι τῆς φροντίδος, ἄχυρον γίνεται, καὶ χόρτος διατρέφων αὐτῶν τὸ παθητικὸν μέρος τῆς ψυχῆς πρὸς τὴν τῶν ἀρετῶν ὑπηρεσίαν. τοῖς ἀνηγμένοις δὲ τῇ θεωρίᾳ τῆς ἀληθοῦς τῶν θείων κατανοήσεως, ἔστιν ἄρτος, διατρέφων αὐτῶν τῆς ψυχῆς τὸ νοερὸν πρὸς θεοειδῆ τελειότητα. διὸ τοὺς Πατριάρχας εὐρίσκομεν ἐπισιτιζομένους ἐν τῇ ὁδῷ, καὶ ἑαυτοῖς ἄρτους, καὶ τοῖς ὄνοις αὐτῶν χορτάσματα. καὶ ὁ ἐν τοῖς κριταῖς δὲ Λευίτης τῷ ἐν Γαβαῷ ξεναγήσαντι αὐτὸν πρεσβύτῃ φησίν, εἰσὶ καὶ ἡμῖν ἄρτοι, καὶ τοῖς ὄνοις ἡμῶν ἄχυρα, καὶ οὐκ ἔστιν ὑστέρημα τοῖς παισί σου παντός τινος.

Ὁ τοῦ Θεοῦ λόγος, καὶ δρόσος λέγεται καὶ ἔστι, καὶ ὕδωρ, καὶ πηγή, καὶ ποταμὸς ὡς γέγραπται, κατὰ τὴν ὑποκειμένην δηλονότι τῶν δεχομένων δύναμιν, ταῦτα καὶ ὢν, καὶ γινόμενος. τοῖς μὲν γάρ ἐστι δρόσος, ὡς τῆς ἔξωθεν ἐπικειμένης αὐτοῖς περὶ τὸ σῶμα τῶν παθῶν πυρώσεώς τε καὶ ἐνεργείας σβεστικός. τοῖς δὲ τὸ βάθος, τῆς κακίας τῷ ἰῷ φρυσσομένοις, ἐστὶν ὕδωρ· οὐ μόνον ὡς δι᾽ ἀντιπαθείας τοῦ ἀντικειμένου φθαρτικός, ἀλλὰ καὶ ὡς μεταδοτικὸς ζωτικὴς πρὸς τὸ εὖ εἶναι δυνάμεως. πηγὴ δὲ τοῖς ἀεννάως ἔχουσιν ἀναβλύζουσαν τὴν ἔξιν τῆς θεωρίας, ὡς σοφίας χορηγός. ποταμὸς δὲ, τοῖς τὴν εὐσεβῆ, καὶ ὁρθήν, καὶ σωτήριον ποταμηδὸν προχέουσι διδασκαλίαν, ὡς ἀνθρώπους, καὶ κτήνη, καὶ θηρία, καὶ φυτὰ δαψιλῶς ποτίζων, ἵνα καὶ ἄνθρωποι θεωθῶσιν, τοῖς τῶν λεγομένων ὑψωθέντες νοήμασι. καὶ οἱ κτηνωθέντες τοῖς πάθεσι διὰ τῆς ἀκριβοῦς τῶν κατ᾽ ἀρετὴν τρόπων ἀποδείξεως, ἀνθρωπισθέντες τὴν φυσικὴν ἐπαναλάβωσι λογιότητα. καὶ οἱ θηριωθέντες ταῖς πονηραῖς ἕξεσι καὶ κακοπραγίαις, διὰ τῆς προσηνοῦς τε, καὶ εὐαφοῦς παραινέσεως τιθασσευθέντες, πρὸς τὴν τῆς φύσεως ἐπανέλθωσιν ἡμερότητα. καὶ οἱ φυτῶν δίκην ἀναισθητοῦντες τῶν ἀγαθῶν, διὰ τῆς εἰς βάθος τοῦ λόγου διαβάσεως ἁπαλυνθέντες, λάβωσιν αἴσθησιν πρὸς καρπογονίαν καὶ δύναμιν τὴν αὐτοὺς διατρέφουσαν τοῦ λόγου ποιότητα.

Ὁδός ἐστιν ὁ τοῦ Θεοῦ λόγος, τοῖς καλῶς κατὰ τὴν πρακτικήν, καὶ εὐτόνως τὸ τῆς ἀρετῆς τρέχουσι στάδιον. καὶ μήτε δεξιὰ διὰ κενοδοξίας, μήτε ἀριστερὰ διὰ τῆς πρὸς τὰ πάθη ῥοπῆς ἐκκλίνουσιν, εὐθύνων κατὰ Θεὸν τὰ διαβήματα· ὅπερ εἰς τέλος μὴ φυλάξας Ἀσὰ ὁ βασιλεὺς Ἰούδα, λέγεται περὶ τὸ γῆρας αὐτοῦ πεπονηκέναι τοὺς πόδας, ὡς περὶ τὸν δρόμον τοῦ κατὰ Θεὸν βίου ἀσθενήσας.

Θύρα λέγεται ὁ τοῦ Θεοῦ λόγος, τοὺς καλῶς πᾶσαν διηνυκότας τὴν ὁδὸν τῶν ἀρετῶν, κατὰ τὸν ἄμεμπτον δρόμον τῆς πράξεως, πρὸς γνῶσιν εἰσάγων, καὶ ὡς φῶς δεικνὺς τοὺς πολυφαεῖς τῆς σοφίας θησαυρούς. ὁ αὐτὸς γὰρ καὶ ὁδός ἐστι, καὶ θύρα, καὶ κλείς, καὶ βασιλεία· ὁδὸς μὲν, ὡς ὁδηγός· κλεὶς δὲ, ὡς ἀνοίγων τοῖς ἀξίοις τῶν θείων καὶ ἀνοιγόμενος· θύρα δὲ, ὡς εἰσαγωγεύς, βασιλεία δέ, ὡς κληρονομούμενος, καὶ κατὰ μέθεξιν ἐν πᾶσι γινόμενος.

Φῶς ὁ Κύριος λέγεται, καὶ ζωή, καὶ ἀνάστασις, καὶ ἀλήθεια. φῶς μὲν καὶ ὡς λαμπρότης ψυχῶν, καὶ ὡς ἀγνοίας σκότους διώκτης, καὶ ὡς φωτίζων· τὸν νοῦν πρὸς κατανόησιν τῶν ἀπορρήτων, καὶ δεικνὺς τὰ μόνοις θεατὰ τοῖς καθαροῖς μυστήρια. ζωὴ δὲ, ὡς τὴν πρέπουσαν ψυχαῖς ἀγαπώσαις τὸν Κύριον ἐν τοῖς θείοις παρεχόμενος κίνησιν. ἀνάστασιν δὲ, ὡς τῆς νεκρᾶς τῶν ὑλικῶν προσπαθείας τὸν νοῦν ἀνιστῶν, φθορᾶς παντοίας καθαρόν, καὶ νεκρότητος. ἀλήθεια δέ, ὡς ἔξιν τῶν ἀγαθῶν τοῖς ἀξίοις δωρούμενος ἄτρεπτον.

Ὁ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸς λόγος, ἑκάστῃ μυστικῶς ἐνυπάρχει τῶν οἰκείων ἐντολῶν. ὁ δὲ Θεὸς καὶ πατήρ, ὅλος ἐστὶν ἀχώριστος· ἐν ὅλῳ τῷ οἰκείῳ λόγῳ φυσικῶς. ὁ τοίνυν δεχόμενος θείαν ἐντολὴν καὶ ποιῶν αὐτήν, τὸν ἐν αὐτῇ τοῦ Θεοῦ δέχεται λόγον· ὁ δὲ τὸν λόγον διὰ τῶν ἐντολῶν δεξάμενος, δι᾽ αὐτοῦ τὸ ἐν αὐτῷ φυσικῶς συνεδέξατο πνεῦμα. « Ἀμὴν γάρ, φησι, λέγω ὑμῖν, ὁ λαμβάνων ὅν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με. » ὁ γοῦν ἐντολὴν δεξάμενος καὶ ποιήσας αὐτήν, λαβὼν ἔχει μυστικῶς τὴν Ἁγίαν Τριάδα.

Δοξάζει τὸν Θεὸν ἐν ἑαυτῷ, οὐχ ὁ λόγοις μόνον γεραίρων τὸν Θεόν, ἀλλ᾽ ὁ διὰ τὸν Θεὸν ὑπὲρ ἀρετῆς τὰ τῶν πόνων ὑπομένων παθήματα· καὶ ἀντιδοξάζεται παρὰ Θεοῦ τὴν ἐν τῷ Θεῷ δόξαν, οἷον ἀρετῆς ἔπαθλον κατὰ μέθεξιν τὴν τῆς ἀπαθείας κομιζόμενος χάριν. πᾶς γὰρ ὁ δοξάζων τὸν Θεὸν ἐν ἑαυτῷ διὰ τῶν μετὰ τὴν πρακτικὴν ὑπὲρ ἀρετῆς παθημάτων, καὶ αὐτὸς ἐν τῷ Θεῷ δοξάζεται διὰ τῆς κατὰ τὴν θεωρίαν ἀπαθοῦς τῶν θείων ἐλλάμψεων. φησὶ γὰρ ὁ Κύριος ἐπὶ τὸ πάθος ἐρχόμενος νὺν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν ἑαυτῷ· καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν αὐτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. ὡς ἐντεῦθεν εἶναι δῆλον, ὅτι τοῖς ὑπὲρ ἀρετῆς παθήμασιν, ἐπακολουθοῦσι τὰ θεῖα χαρίσματα.

Ἕως ἐν τῷ ῥητῷ τῆς ἁγίας γραφῆς ποικίλως διὰ τῶν αἰνιγμάτων σεσωματωμένον ὁρῶμεν τὸν τοῦ Θεοῦ λόγον, οὕπω τὸν ἀσώματον, καὶ ἁπλοῦν, καὶ ἑνιαῖον καὶ μόνον ὡς ἐν ἀσωμάτῳ, καὶ ἁπλῷ, καὶ ἑνιαίῳ, καὶ μόνῳ Υἱῷ νοητῶς τεθεάμεθα Πατέρα. κατὰ τό, ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα· κἀγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. πολλῆς οὖν χρεία τῆς ἐπιστήμης, ὥστε διαδύντας πρότερον τά περὶ τὸν λόγον τῶν ῥημάτων καλύμματα, οὕτω γυμνῷ τῷ νῷ καθαρὸν αὐτὸν ἐφ᾽ ἑαυτὸν ἑστῶτα θεάσασθαι τὸν λόγον, τὸν ἐν αὐτῷ σαφῶς, ὡς ἐφικτὸν ἀνθρώποις Πατέρα δεικνύντα. διόπερ ἀνάγκη τὸν εὐσεβῶς τὸν Θεὸν ἐπιζητοῦντα, μηδενὶ κρατεῖσθαι ῥητῷ, ἵνα μὴ ἀντὶ Θεοῦ τὰ περὶ Θεὸν λάθῃ λαβών· τουτέστιν, ἀντὶ τοῦ λόγου τὰ ῥητὰ στέργων ἐπισφαλῶς τῆς γραφῆς, τοῦ λόγου διαφυγόντος τὸν νοῦν τὸν ἐκ τῶν περιβλημάτων κρατεῖν δοκοῦντα τὸν ἀσώματον λόγον. κατάγε τὴν Αἰγυπτίαν τήν, οὐ τοῦ Ἰωσήφ, ἀλλὰ τῶν αὐτοῦ ἐπιλαβομένην ἱματίων· καὶ τοὺς παλαιοὺς ἀνθρώπους, οἱ μόνῃ τῇ εὐπρεπείᾳ τῶν ὁρωμένων ἐναπομείναντες, ἔλαθον τῇ κτίσει λατρεύοντες παρὰ τὸν κτίσαντα.

Ὁ τῆς ἁγίας γραφῆς λόγος, κατὰ μὲν τοῖς ὑψηλοτέροις νοήμασι, τὴν τῶν ἐπ᾽ αὐτῷ σωματικῶς διαπεπλασμένων ῥητῶν ἐκδυσάμενος σύνθεσιν, ὡς ἐν φωνῇ αὔρας λεπτῆς ὑπάρχων δείκνυται τῷ διορατικωτέρῳ νοὶ τῷ διὰ τῆν ἄκραν ἀπόλειψιν τῶν κατὰ φύσιν ἐνεργειῶν, αἴσθησιν μόνον δυνηθέντι λαβεῖν τῆς τὸν λόγον ποσῶς μηνυούσης ἁπλότητος, κατὰ τὸν μέγαν Ἡλίαν τὸν ἐν τῷ σπηλαίῳ Χωρὴβ ταύτης ἀξιωθέντα τῆς ὄψεως. Χωρὴβ δὲ ἑρμηνεύεται νέωμα· ὅπερ ἐστιν ἡ ἐν τῷ καινῷ πνεύματι τῆς χάριτος ἕξις τῶν ἀρετῶν. τὸ δὲ σπήλαιον, ἡ τῆς σοφίας ἐστὶ κατὰ νοῦν κρυφιότης, ἐν ᾗ ὁ γενόμενος τῆς ὑπὲρ αἴσθησιν μυστικῶς αἰσθήσεται γνώσεως, ἐν ῇ λέγεται τυγχάνειν ὁ Θεός. πᾶς οὖν κατὰ τὸν μέγαν Ἡλίαν ζητῶν ἀληθῶς τὸν Θεόν, οὐ μόνον ἐν Χωρὴβ γενήσεται, τουτέστιν ὡς πρακτικὸς ἐν τῇ ἕξει τῶν ἀρετῶν, ἀλλὰ καὶ ἐν τῷ σπηλαίῳ τῷ ἐν τῷ Χωρήβ· τουτέστιν ὡς θεωρητικὸς ἐν τῇ κρυφιότητι τῆς σοφίας, τῇ ἐν μόνῃ τυγχανούσῃ τῇ ἔξει τῶν ἀρετῶν.

Ὅταν ὁ νοῦς τὰς ἐπικειμένας αὐτῷ πολλὰς περὶ τῶν ὄντων ἐκτινάξηται δόξας, τότε σαφὴς αὐτῷ τῆς ἀληθείας ὁ λόγος ἀναφαίνεται, διδοὺς αὐτῷ τῆς ὄντως γνώσεως τὰς ὑποθήκας, καὶ τὰς πρώην ἐπ᾽ αὐτῷ προλήψεις, ὡσεὶ λεπίδας τῶν ὀπτικῶν δυνάμεων ἀπωθούμενος, κατὰ τὸν θεσπέσιον καὶ μέγαν Ἀπόστολον Παῦλον. λεπίδες γάρ εἰσιν ὡς ἀληθῶς ἐπικείμεναι τῷ διορατικῷ τῆς ψυχῆς καὶ ἀπείργουσαι τὴν πρὸς τὸν ἀκραιφνῆ τῆς ἀληθείας λόγον διάβασιν· αἵτε πρὸς τὸ ῥητὸν μόνον τῆς γραφῆς ὑπολήψεως, καὶ τῶν ὁρωμένων αἱ κατ᾽ αἴσθησιν προσπαθεῖς θεωρίαι.

Ὁ μὲν θεῖος Ἀπόστολος Παῦλος τὴν τοῦ λόγου γνῶσιν ἐκ μέρους ἔφη γινώσκειν. ὁ δέ μέγας Εὐαγγελιστὴς Ἰωάννης, τεθεᾶσθαι λέγει τὴν αὐτοῦ δόξαν· ἐθεασάμεθα γάρ, φησι, τὴν δόξαν αὐτοῦ ὡς μονογενοῦς παρὰ Πατρὸς πλήρης χάριτος καὶ ἀληθείας. καὶ μήποτε ὁ μὲν Ἅγιος Παῦλος, τὴν ὡς Θεοῦ λόγου γνῶσιν ἐκ μέρους ἔφη γινώσκειν· ἐκ γὰρ τῶν ἐνεργειῶν ποσῶς μόνον γινώσκεται. ἡ γὰρ ἐπὶ αὐτῷ κατ᾽ οὐσίαν τε καὶ ὑπόστασιν γνῶσις, ὁμοίως πᾶσιν Ἀγγέλοις τε καὶ ἀνθρώποις καθέστηκεν ἄβατος καὶ οὐδενὶ γινωσκομένη. ὁ δὲ Ἅγιος Ἰωάννης τέλειον ὡς ἐν ἀνθρώποις τὸν τῆς ἐνανθρωπήσεως τοῦ λόγου μυηθεὶς λόγον, τήν, 6ὡς σάρκα λόγον δόξαν ἔφη θεάσασθαι· τουτέστι τὸν λόγον· ἤγουν τὸν σκοπόν, καθ᾽ ὃν ὁ Θεὸς γέγονεν ἄνθρωπος, πλήρης χάριτος, ἐθεάσατο, καὶ ἀληθείας. οὐ γὰρ καθὸ κατ᾽ οὐσίαν Θεός, καὶ τῷ Θεῷ Πατρὶ ὁμοούσιος ὁ μονογενὴς κεχαρίτωται· ἀλλὰ καθὸ φύσει κατ᾽ οἰκονομίαν γέγονεν ἄνθρωπος, καὶ ἡμῖν ὁμοούσιος δι᾽ ἡμᾶς κεχαρίτωται τοὺς χρήζοντας χάριτος· καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ διὰ παντὸς κατὰ πᾶσαν ἡμῶν προκοπὴν τὴν ἀναλογοῦσαν δεχομένους χάριν. ὥστε ὁ τὸν λόγον τέλειον ἐν ἑαυτῷ φυλάξας ἀβέβηλον, τοῦ δι᾽ ἡμᾶς σαρκωθέντος Θεοῦ λόγου τὴν πλήρης χάριτος καὶ ἀληθείας κομίσεται δόξαν, τοῦ δι᾽ ἡμᾶς ἑαυτὸν καθ᾽ ἡμᾶς δοξάσαντός τε, καὶ ἁγιάσαντος, κατὰ τὴν αὐτοῦ παρουσίαν. ὅταν γάρ, φησιν, ἐκεῖνος φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.

Ἔως ἡ ψυχὴ τὴν ἀπὸ δυνάμεως εἰς δύναμιν, καὶ τὴν ἀπὸ δόξης εἰς δόξαν ποιεῖται μετάβασιν, τουτέστι τὴν ἀπὸ ἀρετῆς εἰς ἀρετὴν μείζονα προκοπήν, καὶ τὴν ἀπὸ γνώσεως εἰς γνῶσιν ὑψηλοτέραν ἀνάβασιν, οὐκ ἐπαύσατο παροικοῦσα κατὰ τὸ εἰρημένον· πολλὰ παρώκησεν ἡ ψυχή μου· πολὺ γάρ ἐστι τὸ διάστημα, καὶ τὸ πλῆθος τῶν ὀφειλουσῶν παρ᾽ αὐτῆς διαβασθῆναι γνώσεων, μέχρις οὖ διελεύσεται ἐν τόπῳ σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως ἤχου ἑορτάζοντος· ἀεὶ φωναῖς φωνήν, νοεραῖς νοερὰν προστιθεῖσα τῇ προκοπῇ τῶν θείων θεωρημάτων, μετὰ τῆς κατὰ νοῦν ἐπὶ τοῖς θεωρηθεῖσιν ἀγαλλιάσεως, ἤγουν χαρᾶς, καὶ τῆς ἀναλογούσης εὐχαριστίας. τοιαύτας γὰρ ἑορτὰς ἑορτάζουσι πάντες οἱ τὸ πνεῦμα τῆς χάριτος εἰληφότες ἐν ταῖς καρδίας αὐτῶν, κράζοντες Ἀββᾶ ὁ Πατήρ.

Ὁ τῆς θαυμαστῆς σκηνῆς τόπος, ἡ ἀπαθὴς ἐστι καὶ ἀπήμων ἕξις τῶν ἀρετῶν, καθ᾽ ἣν ὁ τοῦ Θεοῦ γινόμενος λόγος, διαφόροις ἀρετῶν κάλλεσι κατακοσμεῖ, καθάπερ σκηνήν, τὴν ψυχήν. ὁ δὲ οἶκος τοῦ Θεοῦ, ἡ ἐκ πολλῶν καὶ διαφόρων συγκειμένη θεωρημάτων γνῶσίς ἐστι, καθ᾽ ἣν ἐνδημῶν τῇ ψυχῇ ὁ Θεός, τοῦ τῆς σοφίας κρατῆρος ἐμπίπλησιν· ἡ δὲ φωνὴ τῆς ἀγαλλιάσεώς ἐστι τὸ ἐπὶ τῷ πλούτῳ τῶν ἀρετῶν τῇ ψυχῇ σκίρτημα. ἡ δὲ ἐξομολογήσεως, ἡ ἐπὶ τῇ δόξῃ τῆς κατὰ τὴν σοφίαν εὐωχίας, ἐστίν εὐχαριστία. ὁ δὲ ἦχος, ἡ ἐξ ἀμφοῖν ἀγαλλιάσεώς φημι, καὶ ἐξομολογήσεως κατὰ σύγκρασιν γινομένη διηνεκὴς μυστικὴ δοξολογία.

Ὁ γενναίως καταπαλαίσας τὰ πάθη τοῦ σώματος, καὶ τοῖς ἀκαθάρτοις πνεύμασιν ἱκανῶς πολεμήσας, καὶ τῆς ἑαυτοῦ κατὰ ψυχήν χώρας ἐξελάσας αὐτῶν τὰ νοήματα καρδίαν εὐχέσθω καθαρὰν αὐτῷ δοθῆναι καὶ πνεῦμα εὐθές ἐν τοῖς ἐγκάτοις ἐγκαινισθῆναι· τουτέστι τελείως τῶν μὲν φαύλων κενωθῆναι λογισμῶν, τῶν δὲ θείων ἐννοιῶν πληρωθῆναι διὰ τῆς χάριτος· ἵνα γένηται κόσμος Θεοῦ νοητός, λαμπρός τε, καὶ μέγας, ἐξ ἠθικῶν, καὶ φυσικῶν, καὶ θεολογικῶν συνεπῶς θεωρημάτων.

Ὁ τὴν καρδίαν καθαρὰν ἐργασάμενος, οὐ μόνων τῶν ἐπιβεβηκότων καὶ μετὰ Θεὸν γνώσεται τοὺς λόγους, ἀλλὰ καὶ αὐτὸν ποσῶς μετὰ τὴν τῶν ὅλων διάβασιν ἐνορᾷ τὸν Θεόν, ὅπέρ ἐστιν ἀκρότατον τέλος τῶν ἀγαθῶν· ἐν ᾗ γενόμενος ὁ Θεός, ἀξιοῖ τὰ ἴδια γράμματα διὰ τοῦ Πνεύματος ἐγχαράττειν, καθάπέρ τισι πλαξὶ Μωσαϊκαῖς· τοσοῦτον, ὅσον ἑαυτὴν διὰ πράξεως ἐπιδέδωκε καὶ θεωρίας, κατὰ τὴν τοῦ, αὐξάνου, μυστικῶς κελεύουσαν ἐντολήν.

Καρδία καθαρὰ τάχα ἐκείνη λέγεται, ἡ μηδεμίαν ἔχουσα φυσικὴν καθοιονδήποτε τρόπον πρὸς ὁτιοῦν κίνησιν· ἐν ᾗ καθάπερ πτυχίῳ καλῶς λειανθέντι διὰ τὴν ἄκραν ἁπλότητα γινόμενος ὁ Θεός, τοὺς ἰδίους νόμους ἐγγράφει.

Καρδία ἐστὶ καθαρά, ἡ παντάπασιν ἀνείδεον τῷ Θεῷ καὶ ἀδιαμόρφωτον παραστήσασα τὴν μνήμην καὶ μόνοις τοῖς αὐτοῦ ἕτοιμον ἐνσημανθῆναι τύποις, δι᾽ ὧν ἐμφανὴς πέφυκε γίνεσθαι.

Ὁ τοῦ Χριστοῦ νοῦς, ὃν λαμβάνουσιν οἱ ἅγιοι κατὰ τὸν φάμενον, ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, οὐ κατὰ στέρησιν τῆς ἐν ἡμῖν νοερᾶς δυνάμεως ἐπιγίνεται· οὐδὲ ὡς συμπληρωτικὸς τοῦ ἡμετέρου νοός· οὐδ᾽ ὡς μεταβαίνων οὐσιωδῶς καθ᾽ ὑπόστασιν εἰς τὸν ἡμέτερον νοῦν, ἀλλ᾽ ὡς τῇ οἰκείᾳ ποιότητι τὴν τοῦ ἡμετέρου νοὸς λαμπρύνων δύναμιν, καὶ πρὸς τὴν αὐτὴν ἑαυτῷ φέρων ἐνέργειαν. νοῦν γὰρ ἔχειν Χριστοῦ ἔγωγέ φημι, τὸν κατ᾽ αὐτὸν νοοῦντα, καὶ διὰ πάντων αὐτὸν νοοῦντα.

Σῶμα Χριστοῦ εἶναι λεγόμεθα, κατὰ τό, ἡμεῖς δὲ σῶμα Χριστοῦ ἐσμέν, καὶ μέλη ἐκ μέρους· οὐ κατὰ στέρησιν τῶν ἡμετέρων σωμάτων ἐκεῖνο τὸ σῶμα γινόμενοι· οὐδ᾽ αὖ πάλιν ἐκείνου καθ᾽ ὑπόστασιν εἰς ἡμᾶς μεταβαίνοντος, ἢ μεληδὸν διατεμνομένου· ἀλλὰ τὸ καθ᾽ ὁμοιότητα Κυρίου σαρκὸς τὴν φθορὰν ἀποσείεσθαι τῆς ἁμαρτίας. ὡς γὰρ ὁ Χριστὸς κατὰ φύσιν σαρκί τε καὶ ψυχῇ καθὸ νοεῖται ἄνθρωπος, ἀναμάρτητος ἦν, οὕτω καὶ ἡμεῖς οἱ πεπιστευκότες αὐτῷ χωρὶς ἁμαρτίας εἶναι δυνάμεθα.

Εἰσὶ παρὰ τῇ γραφῇ, καὶ χρονικοὶ αἰῶνες· καὶ ἄλλων αἰώνων συντέλειαν περιέχοντες, κατὰ τό, νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων· καὶ τὰ ἑξῆς. καὶ ἕτεροι πάλιν χρονικῆς ἐλεύθεροι φύσεως αἰῶνες, μετὰ τὸν ἐνεστῶτα τοῦτον χρονικὸν αἰῶνα τὸν ἐπὶ συντελείᾳ τῶν αἰώνων· κατὰ τὸ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος καὶ τὰ ἑξῆς. εὑρίσκομεν δὲ παρὰ τῇ γραφῇ καὶ πλῆθος αἰώνων παρελθόντων τε, καὶ ἐνεστώτων, καὶ μελλόντων. καὶ αἰῶνας αἰώνων εἶναι τινὰς αἰῶνας· καὶ αἰῶνος αἰῶνα· καὶ χρόνους αἰωνίους· καὶ γενεὰς συνημμένας αἰῶσι. καὶ ἵνα μὴ νῦν, τί μὲν διὰ τῶν χρονικῶν αἰώνων· τί δὲ διὰ τῶν αἰωνίων χρόνων, καὶ γενεῶν βούλεται δηλοῦν ὁ λόγος, λέγοντες· τίνες δὲ πάλιν ἁπλῶς αἰῶνες· καὶ τίνες οἱ αἰῶνες τῶν αἰώνων· τίς δὲ ὁ ἁπλῶς αἰών τοῦ αἰῶνος· πολὺν παρὰ τὴν ὑπόθεσιν ἐκτείνωμεν λόγον, τὰ περὶ τούτων τοῖς φιλομαθέσι σκοπεῖν ἐάσαντες, πρὸς τὸν σκοπόν, δι᾽ ὃν ταῦτα προηγάγομεν, ἐπανέλθωμεν.

Οἴδαμεν τί κατὰ τὴν γραφὴν ὑπεραιώνιον· ὅπερ ὅτι μέν ἐστιν, ἐσήμανε· τί δὲ τοῦτό ἐστιν, οὐκ ὠνόμασεν. κατὰ τὸ, Κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ᾽ αἰῶνα, καὶ ἔτι. οὐκοῦν ἔστι τὶ πρᾶγμα ὑπὲρ αἰῶνας, ἡ ἀκραιφνὴς τοῦ Θεοῦ βασιλεία. οὐ γὰρ δὴ θέμις εἰπεῖν ἦρχθαι, ἢ φαίνεσθαι ὑπὸ αἰώνων, ἢ χρόνων τὴν τοῦ Θεοῦ βασιλείαν· ταύτην δὲ πιστεύομεν εἶναι, τῶν σωζομένων κληρονομίαν, καὶ μονήν, καὶ τόπον· καθὼς ὁ ἀληθινὸς παραδίδωσι λόγος, ὡς τέλος τῶν δι᾽ ἐφέσεως πρὸς τὸ ἔσχατον ὀρεκτὸν κινουμένων· ἐν ᾧ γινόμενοι πάσης τῆς ὁποιασοῦν δέχονται παῦλαν κινήσεως· ὡς μηκέτι χρόνου τινὸς ὄντος αὐτοῖς, ἢ αἰῶνος, τοῦ διαβαθῆναι ὀφείλοντος· οἷα δὴ μετὰ πάντα καταντήσασιν εἰς τὸν Θεὸν τὸν πρὸ πάντων ὄντα τῶν αἰώνων, καὶ ὃν φθάνειν αἰώνων φύσις οὐ πέφυκεν.

Ἐφ᾽ ὅσον χρόνον τίς ἐστιν ἐν τῇ ζωῇ ταύτῃ, κἂν τέλός ἐστι κατὰ τὴν ἐνθάδε κατάστασιν, καὶ πράξει καὶ θεωρίᾳ, τὴν ἐκ μέρους ἔχει καὶ γνῶσιν, καὶ προφητείαν, καὶ ἀρραβῶνα Πνεύματος Ἁγίου, ἀλλ᾽ οὐκ αὐτὸ τὸ πλήρωμα. ἐλευσόμενός ποτε μετὰ τὴν τῶν αἰώνων περαίωσιν, εἰς τὴν τελείαν λῆξιν τὴν πρόσωπον πρὸς πρόσωπον τοῖς ἀξίοις δεικνύουσαν αὐτὴν ἐφ᾽ ἑαυτῆς ἑστῶσαν τὴν ἀλήθειαν· ὡς μηκέτι ἐκ τοῦ πληρώματος μέρος ἔχειν, ἀλλ᾽ αὐτὸ τὸ πλήρωμα τῆς χάριτος κατὰ μέθεξιν ὅλον κομίζεσθαι. καταντήσεσθαι γάρ φησιν ὁ θεῖος Ἀπόστολος, πάντας δηλονότι τοὺς σωζομένους εἰς ἄνδρα τέλειον· εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἐν ᾧ εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι· οἷς φαινομένοις, τὸ ἐκ μέρους καταργήσεται.

Ζητοῦσί τινες πῶς ἔσται τῶν ἀξιουμένων τῆς ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ τελειότητος ἡ κατάστασις; πότερον κατὰ προκοπὴν καὶ μετάβασιν, ἢ κατὰ τὴν ἐν στάσει ταυτότητα; πῶς τε τὰ σώματα καὶ τὰς ψυχὰς εἶναι χρεὼν ὑπολαμβάνειν; πρὸς δὴ τοῦτο στοχαστικῶς ἐρεῖ τις· ὅτι καθάπερ ἐπὶ τῆς σωματικῆς ζωῆς διττός ἐστιν ὁ τῆς τροφῆς λόγος· ὁ μὲν πρὸς αὔξησιν· ὁ δὲ, πρὸς συντήρησιν τῶν τρεφομένων. μέχρι γὰρ φθάσωμεν τὸ τέλειον τῆς σωματικῆς ἡλικίας, τρεφόμεθα πρὸς αὔξησιν· ἐπειδὰν δὲ τὸ σῶμα στῇ τῆς εἰς μέγεθος ἐπιδόσεως, οὐκ ἔτι τρέφεται πρὸς αὔξησιν ἀλλὰ πρὸς συντήρησιν, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς διττὸς ὁ τῆς τροφῆς λόγος· τρέφεται γὰρ προκόπτουσα ταῖς ἀρεταῖς, καὶ τοῖς θεωρήμασι, μέχρις οὖ διαβᾶσα τὰ ὄντα πάντα, φθάσῃ τὸ μέτρον τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἐν ᾧ γινομένη πάσης τῆς πρὸς ἐπίδοσίν τε, καὶ αὔξησιν διὰ τῶν μέσων ἵσταται προκοπῆς, ἀμέσως τρεφομένη τὸ ὑπὲρ νόησιν· καὶ διὰ τοῦτο τυχὸν ὑπὲρ αὔξησιν τῆς ἀφθάρτου τροφῆς τὸ εἰδος πρὸς συντήρησιν τῆς δοθείσης αὐτῇ θεοειδοῦς τελειότητος, καὶ ἔκφανσιν τῶν τῆς τροφῆς ἐκείνης ἀπείρων ἀγλαϊῶν, καθ᾽ ἣν τὸ ἀεὶ εὖ ὡσαύτως εἶναι ἐνδημῆσαν αὐτῇ δεχομένη, γίνεται Θεὸς τῇ μεθέξει τῆς θεϊκῆς χάριτος· πασῶν τῶν κατὰ νοῦν τε, καὶ αἴσθησιν αὐτή τε παυσαμένη, καὶ ἑαυτῇ τὰς τοῦ σώματος συναποπαύσασα φυσικὰς ἐνεργείας, συνθεωθέντος αὐτῇ κατὰ τὴν ἀναλογοῦσαν αὐτῷ μέθεξιν τῆς θεώσεως· ὡς μόνον τὸν Θεὸν διά τε τῆς ψυχῆς καὶ τοῦ σώματος φαίνεσθαι, κινηθέντων αὐτοῖς τῇ ὑπερβολῇ τῆς δόξης τῶν φυσικῶν γνωρισμάτων.

Ζητοῦσί τινες τῶν φιλομαθῶν, κατὰ ποῖον ἔσται τρόπον ἡ τῶν αἰωνίων μονῶν τε, καὶ ἐπαγγελιῶν διαφορά; πότερον καθ᾽ ὑπόστασιν τοπικήν, ἢ κατ᾽ ἐπίνοιαν τῆς ἰδιαζούσης καθ᾽ ἑκάστην μονὴν πνευματικὴν ποιότητός τε καὶ ποσότητος; καὶ τοῖς μὲν δοκεῖ τὸ πρῶτον· τοῖς δὲ τὸ δεύτερον, ὁ δὲ γνοὺς τί τὸ, ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι· καὶ τὶ τὸ, πολλαὶ μοναὶ παρὰ τῷ πατρί, τοῦ δευτέρου μᾶλλον γενήσεται.

Ζητοῦσί τινες ποίαν διαφορὰν ἔχει πρὸς τὴν τοῦ Θεοῦ βασιλείαν, ἡ τῶν οὐρανῶν βασιλεία· πότερον καθ᾽ ὑπόστασιν διαφέρουσιν ἀλλήλων, ἢ κατ᾽ ἐπίνοιαν; πρὸς οὓς ῥητέον· ὅτι διαφέρουσι μὲν οὐ καθ᾽ ὑπόστασιν ἄμφω, ἀλλὰ κατ᾽ ἐπίνοιαν. ἡ μὲν γὰρ βασιλεία τῶν οὐρανῶν, τῆς τῶν ὄντων ἀκραιφνοῦς κατὰ τοὺς ἑαυτῶν λόγους, ἐν τῷ Θεῷ προαιωνίου γνώσεώς ἐστι κατάληψις. ἡ δὲ τοῦ Θεοῦ βασιλεία, τῶν προσόντων τῷ Θεῷ φυσικῶς ἀγαθῶν, κατὰ χάριν ἐστὶ μετάδοσις καὶ ἡ μὲν κατὰ τὸ τέλος τῶν ὄντων· ἡ δὲ, κατ᾽ ἐπίνοιαν μετὰ τὸ τέλος τῶν ὄντων ἐστίν.

Τό, ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, οὐκ ἔστιν ὡς οἶμαι χρονικῆς συστολῆς. οὐ γὰρ ἔρχεται μετὰ παρατηρήσεως· οὔτε ἐροῦσιν ἰδοὺ ὦδε, ἰδοὺ ἐκεῖ, ἀλλὰ τῆς πρὸς αὐτὴν τῶν ἀξίων αὐτῆς κατὰ διάθεσιν σχέσεώς ἐστιν. ἡ βασιλεία γὰρ τοῦ Θεοῦ, φησίν, ἐντὸς ὑμῶν ἐστίν.

Ἡ τοῦ Θεοῦ καὶ πατρὸς βασιλεία, δυνάμει μὲν ἐν πᾶσιν ἐστὶν τοῖς πιστεύουσιν. ἐνεργείᾳ δὲ, ἐν τοῖς ἀποθεμένοις διόλου ἐκ διαθέσεως πᾶσαν τὴν κατὰ φύσιν ψυχῆς τε, καὶ σώματος ζωήν, καὶ μόνην κτησαμένοις τὴν τοῦ πνεύματος, καὶ δυναμένοις λέγειν· ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.

Τὴν βασιλείαν τῶν οὐρανῶν εἶναί τινες λέγουσι, τὴν ἐν οὐρανοῖς τῶν ἀξίων διαγωγήν. ἕτεροι δὲ, τὴν ὁμοίαν τοῖς Ἀγγέλοις τῶν σωζομένων κατάστασιν· ἄλλοι δὲ, τὸ εἶδος αὐτὸ τῆς θεϊκῆς ὡραιότητος τῶν φορεσάντων τὴν εἰκόνα τοῦ ἐπουρανίου. συνάδουσι δὲ τῇ ἀληθείᾳ, κατὰ τὸ ἐμοὶ δοκοῦν, καὶ αἱ τρεῖς περὶ τούτου δόξαι. πᾶσι γὰρ κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτοῖς κατὰ ποιόν τε καὶ ποσὸν δικαιοσύνης, ἡ μέλλουσα δίδοται χάρις.

Ἔως ὅτου κατὰ τὴν πρακτικὴν φιλοσοφίαν, ἀνδρικῶς τοὺς θείους διεξέρχεταί τις ἀγῶνας, τὸν διὰ τῶν ἐντολῶν ἐξελθόντα παρὰ τοῦ Πατρὸς εἰς τὸν κόσμον, παρ᾽ ἑαυτῷ κατέχει Λόγον. ἐπειδὰν δὲ τῶν κατὰ τὴν πρᾶξιν πρὸς τὰ πάθη παλαισμάτων ἀφέμενος, ὡς νικητὴς παθῶν καὶ δαιμόνων ἀποφανθείς, πρὸς τὴν διὰ θεωρίας γνωστικὴν μετέλθῃ φιλοσοφίαν, συγχωρεῖ τῷ Λόγῳ μυστικῶς ἀφεῖναι πάλιν τὸν κόσμον, καὶ πορευθῆναι πρὸς τὸν Πατέρα. διό φησιν ὁ Κύριος τοῖς μαθηταῖς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον· ἐξῆλθον παρὰ τοῦ Πατρός, καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν Πατέρα· κόσμον εἰπὼν τυχόν, τὴν κατὰ τὴν πρᾶξιν τῶν ἀρετῶν ἐπίπονον ἐργασίαν· Πατέρα δὲ, τὴν κατὰ νοῦν ὑπερκόσμιον καὶ παντὸς ἐλευθέραν ὑλικοῦ φρονήματος κατάστασιν· καθ᾽ ἣν ἐν ἡμῖν ὁ τοῦ Θεοῦ γίνεται λόγος, τῆς πρὸς τὰ πάθη καὶ τοὺς δαίμονας μάχης παυόμενος.

Ὁ δυνηθεὶς νεκρῶσαι διὰ πράξεως τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ νικῆσαι διὰ τοῦ λόγου τῶν ἐντολῶν τὸν ἐν αὐτῷ τῶν παθῶν κόσμον, οὐδεμίαν ἕξει λοιπὸν θλίψιν· τὸν κόσμον ἐάσας ἤδη, καὶ ἐν Χριστῷ γεγενημένος, τῷ τὸν κόσμον νικήσαντι τῶν παθῶν, καὶ πάσης εἰρήνης Χορηγῷ. ὁ γὰρ τὴν προσπάθειαν τῶν ὑλικῶν μὴ ἀφεὶς διὰ παντὸς θλίψιν ἕξει, τοῖς κατὰ φύσιν ἀλλοιουμένοις, τὴν γνώμην συναλλοιούμενος. ὁ δέ, γενόμενος ἐν Χριστῷ, κατ᾽ οὐδένα λόγον αἰσθήσεται τῆς οἱασοῦν ὑλικῆς μεταπτώσεως. διό φησιν ὁ Κύριος, ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. ἐν τῷ κόσμῳ θλίψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον· τουτέστιν, ἐν ἐμοὶ τῷ λόγῳ τῆς ἀρετῆς, εἰρήνην ἔχετε· ἀπηλλαγμένοι τῆς τῶν ὑλικῶν παθῶν τε καὶ πραγμάτων στροβώσεώς τε καὶ ταραχῆς· ἐν δὲ τῷ κόσμῳ τουτέστιν ἐν τῇ ἀπροσπαθείᾳ τῶν ὑλικῶν, θλίψιν διὰ τὴν αὐτῶν ἀλλεπάλληλον μετάπτωσιν. θλίψιν γὰρ ἔχουσιν ἀμφότεροι καὶ ὁ πράττων τὴν ἀρετὴν διὰ τὸν αὐτῇ συνημμένον πόνον, καὶ ὁ τὸν κόσμον ἀγαπῶν διὰ τὴν τῶν ὑλικῶν ἀποτυχίαν. ἀλλ᾽ ὁ μὲν θλίψιν σωτήριον· ὁ δέ, φθαρτικήν, καὶ ὀλέθριον· ἀμφοτέρων δέ ἐστιν ὁ Κύριος ἄνεσις· τοῦ μὲν καταπαύων ἐν ἑαυτῷ κατὰ τὴν θεωρίαν δι᾽ ἀπαθείας τοὺς πόνους τῶν ἀρετῶν· τοῦ δέ, τὴν πρὸς τὰ φθειρόμενα σχετικὴν προσπάθειαν διὰ μετανοίας ἀφαιρούμενος.

Ἡ ἐν τῷ τίτλῳ περιγραφὴ τῆς τοῦ Σωτῆρος αἰτίας, πρακτικῆς, καὶ φυσικῆς, καὶ θεολογικῆς φιλοσοφίας ὄντα βασιλέα τὸν σταυρωθέντα σαφῶς καὶ Κύριον ἐδίδαξε. Ῥωμαϊστὶ γάρ, καὶ Ἑλληνιστί, καὶ Ἑβραϊστί φησιν ἀναγεγράφθαι τὸν λόγον. νοῶ δὲ διὰ μὲν τοῦ Ῥωμαϊστί, τὴν πρακτικήν, ὡς τῆς Ῥωμαίων βασιλείας κατὰ τὸν Δανιὴλ ὁρισθείσης εἶναι πασῶν ἀνδρικωτέρας τῶν ἐπὶ γῆς βασιλειῶν· πρακτικῆς δὲ ἴδιον εἴπερ τι ἄλλο, ἡ ἀνδρεία· διὰ δὲ τοῦ Ἑλληνιστί, τὴν φυσικὴν θεωρίαν, ὡς μᾶλλον τοῦ Ἑλλήνων ἔθνους παρὰ τοὺς λοιποὺς ἀνθρώπους, τῇ φυσικῇ σχολάσαντος φιλοσοφίᾳ· διὰ δὲ τοῦ Ἑβραϊστί, τὴν θεολογικὴν μυσταγωγίαν, ὡς τοῦ ἔθνους τούτου προδήλως ἀνέκαθεν τῷ Θεῷ διὰ τοὺς πατέρας ἀνατεθέντος.

Δεῖ μὴ μόνον ἡμᾶς παθῶν σωματικῶν φονευτάς, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν ἐμπαθῶν λογισμῶν ὀλετῆρας. κατὰ τὸν λέγοντα ἅγιον· εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· τουτέστι τὰ τοῦ σώματος πάθη, καὶ τῆς ψυχῆς τοὺς ἀνομοῦντας λογισμούς.

Ὁ τὴν ὁδὸν τῶν ἀρετῶν χωρὶς τῆς ἐφ᾽ ἑκάτερα ῥοπῆς μετ᾽ εὐσεβοῦς, καὶ ὀρθῆς γνώσεως συντηρήσας ἀλώβητον, εἴσεται τὴν γινομένην πρὸς αὐτὸν τοῦ Θεοῦ διὰ τῆς ἀπαθείας παρουσίαν. «Ψαλῶ γὰρ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ πότε ἥξεις πρός με»· ὁ γὰρ Ψαλμὸς τὴν ἐνάρετον πρᾶξιν δηλοῖ· ἡ δὲ σύνεσις τὴν ἐπ᾽ ἀρετῇ γνωστικὴν ἐπιστήμην, καθ᾽ ἣν τῆς θείας αἰσθάνεται παρουσίας. ὁ δὲ δι᾽ ἀγρυπνίας τῶν ἀρετῶν προσδεχόμενος τὸν Κύριον αὐτοῦ, πιστὸς ἂν εἴη, καὶ ἀγαθός.

Οὐ δεῖ τὸν εἰσαγόμενον εἰς εὐσέβειαν διὰ μόνης ἄγεσθαι χρηστότητος πρὸς τὴν πρᾶξιν τῶν ἐντολῶν, ἀλλὰ μὴν καὶ τῇ μνήμῃ τῶν θείων δικαιωμάτων δι᾽ ἀποτομίας συχνότερον αὐτὸν ἀγωνίσασθαι· ἐφ᾽ ᾧ μὴ μόνον πόθῳ, τῶν θείων ἐρᾶν, ἀλλὰ καὶ φόβῳ, τῆς κακίας ἀπέχεσθαι. ἔλεον γάρ, καὶ κρίσιν ἄσομαί σοι Κύριε· ἵνα καὶ ἄδῃ τῷ Θεῷ κατὰ πόθον τερπόμενος, καὶ εὐτονῇ πρὸς τὸ ἄσμα τῷ φόβῳ στομούμενος.

Ὁ δι᾽ ἀρετῆς καὶ γνώσεως ἁρμοσάμενος τὸ σῶμα πρὸς τὴν ψυχήν, γέγονε κιθάρα Θεοῦ, καὶ ναός, καὶ αὐλός· κιθάρα μέν, ὡς καλῶς φυλάξας τὴν τῶν ἀρετῶν ἁρμονίαν· αὐλὸς δέ, ὡς διὰ τῶν θείων θεωρημάτων εἰσδεχόμενος τὴν τοῦ πνεύματος ἔμπνευσιν· ναὸς δέ, ὡς διὰ τὴν κατὰ νοῦν καθαριότητα, τοῦ λόγου γεγονὼς κατοικητήριον.

Notes

  1. ἴσως ἔτι.
  2. ἴσως τῶν τῶν ἁγιωτέρων ἁγίων.
  3. ἴσως καθ᾽ ἡμᾶς.
  4. ἴσως τρόπος
  5. ἴσως πρὸς σάρκα μόνον χωρὶς τοῦ οὐ
  6. ἴσως κατὰ σάρκα λόγου.

· Contents ·