Library › St Philotheos Kokkinos › Encomium of St Gregory Palamas
Encomium of St Gregory Palamas
St Philotheos Kokkinos, Greek, Jerusalem, 1857
Chapter 1
ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΚΑΙ ΣΟΦΩΤΑΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΝΕΑΣ ΡΩΜΗΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΦΙΛΟΘΕΟΥ,
ΛΟΓΟΣ ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΤΟΝ ΠΑΛΑΜΑΝ,
ἐν ᾧ καί τινων ἀπὸ μέρους Ἱστορία θαυμάτων αὐτοῦ.
ΓΡΗΓΟΡΙΟΣ μὲν ὁ μέγας πανηγύρεως ὑπόθεσις καὶ λογικῶν ἀγώνων ὁρᾶται πάλαι τῇ Χριστοῦ Ἐκκλησίᾳ προκείμενος· θαῤῥεῖ δ᾽ ἐς δεῦρο τὸν ἀγῶνα τῶν πάντων οὐδεὶς, ἀλλ᾽ ἑστήκασι πάντες ὁμοῦ λογοποιοί τε καὶ ῥήτορες, καὶ τὸ χρυσοῦν ὡς ἂν εἴποι τις τῶν σοφῶν γένος, τὸν μὲν λόγον ὀκνοῦντες, καὶ τῷ μεγέθει τῆς ὑποθέσεως ἐξ ἴσου παραχωροῦντες, σιγῇ δὲ μόνῃ τὸν ἄνδρα τιμῶντες, καὶ πρὸς τὴν ἐκείνου βλέποντες γλῶτταν, καὶ ὡσπερεὶ τὴν φωνὴν ἐκπληττόμενοι. Καὶ εἰκότως· εἰ μὲν γὰρ οἷόν τε ἦν τὴν ἐκείνου διάνοιαν ἀναλαβεῖν καὶ τοὺς λόγους, καὶ τοῦτο τὸ πεφυκὸς ἐχορήγει, πάντες ἂν ἐξ ἀρχῆς εὐθὺς ἐπεχείρουν, καὶ οὐδεὶς τῶν ἐν λόγοις ζώντων καὶ μούσαις ἀπεδειλία τὸν λόγον· οὕτω καὶ γὰρ ἂν ἐξῆν μόνως ἐπιτυχεῖν τῶν εἰκότων, καὶ μόνης ἂν ἦν τῆς διανοίας καὶ τῆς γλώττης ἐκείνης οὗτος ὁ ἆθλος, καὶ μόνος ἐκεῖνος ὁ λόγος κατὰ σκοπὸν ἐβεβλήκει. Ἐκείνου δὲ μὴ παρόντος, μηδὲ τῶν πραγμάτων τὰ τοιαῦτα διδόντων, ἀλλ᾽ ὑποχωρούντων καθάπερ ἔφην ἐξίσης τῶν δυναμένων κατὰ λόγον, καθόσον οἷον τε τὰ τοιαῦτα περαίνειν, ἀνάγκη τὴν φιλίαν ἐκνικῆσαι κἀνταῦθα, καὶ τοῦ μεγέθους τῶν ἀγώνων κατατολμῆσαι, μὴ τὸ ἑαυτῆς ὅ φησιν ὁ μακάριος Παῦλος ζητοῦσαν, πάντα δὲ καὶ πιστεύουσαν καὶ ἐλπίζουσαν, ὥς φησιν ὁ αὐτὸς αὖθις.
Ῥητόρων μὲν οὖν καὶ λογογράφων πάντων σχεδὸν τῶν καθ᾽ ἡμᾶς αὐτὸς τὰ ἔσχατα φέρων, τοῦ δέ γε πόθου τοῦ πρὸς ἐκεῖνον, καὶ τοῦ καταλόγου τῶν φίλων ἑνὶ μηδενὶ παραχωρεῖν ἀνεχόμενος τῶν πρωτείων, δίκαιος ἂν εἴην καὶ πρὸ τῶν ἄλλων ὑπεισελθεῖν τὸν ἀγῶνα, τοῦ μὲν κατ᾽ ἐμαυτὸν καὶ τῆς ἐπακολουθούσης ἥττης τῷ λόγῳ βραχύν τινα ποιούμενος λόγον, τὸ δὲ χρέος ἐκ τῶν ἐνόντων ἀποτιννὺς ὡς οἷον τε· οὕτω καὶ γὰρ ἕξειν μοι τὰ τοῦ λόγου κατ᾽ ἐλπίδας νομίζω, εἴτε τῆς ὑποθέσεως εἰπεῖν τι καὶ ὁπωσοῦν ἄξιον δυνηθείη, εἴτε καὶ κατόπιν ἔλθοι τῶν πραγμάτων ὡς λόγος· ἐπιτυχόντι μὲν γὰρ τῷ τὴν εὔνοιαν ἐνδεδεῖχθαι, καὶ τὸ κατὰ σκοπὸν βαλεῖν ἂν προσέσται· διαμαρτῶντι δ᾽ αὖ τῆς ἀξίας, εἰ καὶ μὴ ἄμφω, τὸ γοῦν ἕτερον πάντως ἔσται. Καὶ δείξομεν ὡς οὐ φιλοτιμίας καὶ λόγων ἐπιδείξεως χάριν, ἀλλὰ φιλίας μόνης, καὶ τοῦ κατ᾽ αὐτὴν γιγνομένου, καὶ τῶν ὑπὲρ ἡμᾶς πολλῷ τινι τῷ μέσῳ κατατολμῶμεν, ἐπαίνων τε καὶ κρότων καὶ δόξης οὐδένα ποιούμενοι λόγον, εἰ τὰ τῆς εὐνοίας τῆς πρὸς ἐκεῖνον σώζοιτο μόνον, καθὰ δὴ καὶ προὔφην. Οὐ μὴν ἡ φιλία τὸν λόγον ὡς ἂν οἰηθείη τις ἴσως δεκάσει πρὸς ὑπερβολὰς ἐξαχθεῖσα· οὔτε γὰρ πρὸς ἡμῶν τε κἀκείνου τὸ τοῖς τοιούτοις διδόναι, καὶ παρὰ τοῖς εἰδόσιν ὁ λόγος, καὶ κριταὶ κάθηνται σχεδὸν πάντες τῶν λεγομένων, τοῖς πράγμασι παρατιθέντες τοὺς λόγους, καὶ μετὰ τῆς ἀκριβείας ἀπαιτοῦντες τὰ ὄντα· ὡς καὶ τοὐναντίον ἅπαν ἡμᾶς δεδιέναι μᾶλλον, οὐ τὴν ὑπερβολὴν καὶ τὴν πλεονεξίαν τοῦ λόγου, τὴν μειονεξίαν δὲ καὶ τὴν ὕφεσιν μᾶλλον, καὶ τὸ μὴ πᾶσιν ὡσαύτως ἐπεξελθεῖν ἂν δεδυνῆσθαι· ὑπὲρ οὗ καὶ παραιτεῖσθαι παρὰ τοῖς εὐγνώμοσι τῶν ἀκροατῶν ὁ λόγος, δίκαιος ἂν εἴη πρό γε τῶν ἄλλων, ὡς μὴ τὰ ἐκείνου παρὰ τούτου ζητεῖν πάντα, μηδὲ τὸ τοῖς πᾶσιν ἐφεξῆς καὶ κατ᾽ ἀκολουθίαν ἐπεξιέναι· οὐδὲ γὰρ οἷόν τε μήτε τοῦ πλήθους μήτε τοῦ μεγέθους τῶν πραγμάτων ταυτὶ συγχωρούντων, μνησθήσεται δὲ τῶν ἀναγκαιοτέρων τῆς ἱστορίας τοῦ θαυμαστοῦ βίου ἐκείνου καὶ μᾶλλον κατεπειγόντων, ἐξίσης τήν τε ἀμετρίαν καὶ τὴν βραχυλογίαν ἐκκλίνων, καθ᾽ ὅσον οἷον τε καὶ κατὰ δύναμιν ἐκεῖνον μιμούμενος.
Γρηγορίῳ τοιγαροῦν τῷ μεγάλῳ, πατέρες κατὰ τὸν μέγαν Ἰὼβ, εὐγενεῖς μὲν τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν· τὴν δὲ μεγίστην ταυτηνὶ καὶ βασιλεύουσαν, τὴν τοῦ θαυμαστοῦ Κωνσταντίνου φημὶ πόλιν σχόντες εἰς μετοικίαν, ἐνταῦθα καὶ παίδων πατέρες ἀῤῥένων τε καὶ θηλειῶν ὁμοῦ χρηματίζουσιν, ὧν ὁ θαυμαστὸς Γρηγόριος πρῶτος κατὰ γένεσιν εἰσιὼν τὸν βίον, πρῶτος οὐκ ἐν τοῖς κατὰ κόσμον καὶ λόγοις καὶ πράγμασι μόνον, ἀλλὰ κἂν τοῖς ὑψηλοῖς πολλῷ πλέον καὶ ὑπὲρ κόσμον ἐφάνη, ὡς ἑνί τινι μηδενὶ καὶ ὁπωσοῦν τῶν πρεσβείων ἐκστῆναι. Πατρίδος μὲν οὖν εἵνεκα καὶ τοῦ κατ᾽ αὐτὴν ἐσχηκότος, περιττόν μοι δοκῶ πως τὸ λόγοις νῦν θέλειν ἐπεξιέναι· ἀρκεῖ καὶ γὰρ αὐτὸ τοῦτο, τὸ βασιλεύουσαν ἁπασῶν φημι παρὰ πάντων αὐτὴν ἄνωθεν καὶ προσειρῆσθαι καὶ εἶναι, καὶ πάσας ὑφ᾽ ἑαυτὴν ἔχειν, καὶ ὁμοῦ τῶν ἁπασῶν ἐν ἅπασιν ὑπερέχειν, καὶ μεγέθει καὶ κάλλει καὶ θέσει, καὶ κράσει στοιχείων, καὶ ἀέρων ἐπιτηδειότητι, καὶ ξηρᾷ καὶ θαλάσσῃ, καὶ τὸ πανταχόθεν ἐκ γῆς τε καὶ θαλάττης ὑφ᾽ Ἑλλήνων τε καὶ βαρβάρων, καὶ παντὸς ὁμοῦ γένους δωροφορεῖσθαι· τὸ δὲ κράτιστον καὶ ὑπερκείμενον τούτων, τὸ καὶ λόγων καὶ σοφίας ἄνωθεν χρηματίζειν ταύτην μητέρα καὶ οἰκητήριον, Ἑλλήνων ἄντικρυς πεφηνέναι, τὴν πάλαι θρυλλουμένην Στοὰν καὶ τοὺς Περιπάτους καὶ τὰς Ἀκαδημίας, εἰς ἑαυτὴν ὁμοῦ πάντα συναγαγοῦσαν μετὰ τῆς εὐσεβείας· καὶ τὴν μὲν ἀθείαν καὶ τοὺς μύθους καὶ τοὺς μακροὺς λήρους μετὰ τοῦ ψεύδους καὶ τῶν παραλογισμῶν, καὶ τῆς συχνῆς ἀδολεσχίας καὶ τῆς ἀπάτης εἰς τὸ ἐκείνων Κυνόσαργες ἀποῤῥίψασαν, τῇ δ᾽ ἀληθείᾳ, καὶ τῇ τοῦ ἑνὸς τρισυποστάτου καὶ παντοδυνάμου καὶ παντοκράτορος Θεοῦ πίστει, τῷ τε Σταυρῷ καὶ τῇ τοῦ Εὐαγγελίου ἁπλότητι κατακοσμήσασαν τὴν σοφίαν ἐκείνην, καὶ δούλην εὐγνώμονα καὶ ὑπηρέτιν ἀναδείξασαν τῆς ἀληθινῆς καὶ πρώτης σοφίας.
Τὴν γοῦν οὕτω διὰ πάντων θαυμαζομένην Γρηγόριος ὁ θαυμαστὸς εὐμοιρήσας πατρίδα, τοιούτους καὶ τοὺς κατὰ σάρκα πατέρας ἔσχεν, ὁποίους τὸν τοιοῦτον ἔδει τῆς γενέσεως ἔχειν αἰτίους· ἢ ὁποίους τινας εἶναι τὸν τοιοῦτον εἰσενεγκόντας τῷ βίῳ, καὶ δῆλον ἐκεῖθεν. Τοῦ γὰρ δευτέρου τῶν Παλαιολόγων, Ἀνδρονίκου φημὶ τοῦ πάνυ, τῶν τῆς βασιλείας ἐπειλημμένου σκήπτρων τὸ τηνικαῦτα, τῆς συγκλήτου μὲν εἶς καὶ ὁ τοῦ σοφοῦ Γρηγορίου πατὴρ ἦν, καὶ τοῖς ἐν τέλει συνηριθμεῖτο. Τοσοῦτο γε μὴν τὸ τῆς ἀρετῆς περιὸν ἐκείνῳ προσῆν, καὶ τὸ συγκεχωρηκὸς παρὰ πάντων ἐν τοῖς τοιούτοις, ὡς καὶ πατέρα καὶ διδάσκαλον τοῦ υἱωνοῦ τε καὶ βασιλέως, τὰ ἐς ἀρετήν φημι καὶ ψυχῆς παίδευσιν καὶ κατόρθωσιν ἤθους, αὐτὸν ἑλέσθαι τὸν βασιλέα. Οὐ μὴν ἀλλὰ καὶ αὐτὸς ἐκεῖνος, καί τοι γε καὶ συνετὸς καὶ ὀξύς τις πεφυκὼς ἐν ἅπασι καὶ ἀγχίνους, καὶ τὰ πρωτεῖα φιλοτιμούμενος ἐν τοῖς τοιούτοις φέρεσθαι κατὰ πάντων, οὐκ ἠδεῖτο καὶ διδάσκαλον ἀρετῆς, καὶ σύμβουλον ἀγαθὸν, καὶ μυσταγωγὸν καὶ ὁδηγὸν τοῦ καλλίστου παντὸς ἐκεῖνον κεκτῆσθαι. Ἀμέλει καὶ σφοδρότερον ἔσθ᾽ ὅτε τῷ βασιλεῖ τῷ θυμῷ κατὰ τῶν οἰκείων χρωμένῳ, καὶ πρὸς ὀργὴν ἐξαγομένῳ καὶ ἀπειλὰς καὶ λοιδορίας ἐκείνων, πάντες μὲν ὥσπερ ἀπὸ συνθήματος ὁμοῦ καὶ ὑπεξίσταντο, καὶ τῷ κράτει καὶ τῷ θυμῷ παρεχώρουν, τὴν τοῦ λέοντος ἐρυγὴν κατὰ τὸ εἰρημένον ὑπεπτηχότες. Ὁ δὲ καὶ ἐπεισήει ὀργιζομένῳ μετὰ τοῦ σχήματος καὶ τῆς παῤῥησίας, καὶ τῆς ὀργῆς ὑφιέναι καὶ ὑποχαλᾷν παρεσκεύαζεν εὐθέως ἐκεῖνον, τοῦ τε ταπεινοῦ καὶ χαμαιζήλου τῆς ἀνθρωπείας φύσεως ἀναμιμνήσκων ἠρέμα, ἧς καὶ αὐτός φησιν ὢν δήπου τυγχάνεις, εἰ καὶ πρὸς τὴν τῶν ὁμογενῶν ἀρχὴν ὑπὸ Θεοῦ προεβλήθης· καὶ νουθεσίαις εὐαγγελικαῖς τε καὶ πατρικαῖς, καὶ δὴ καὶ ταῖς παρ᾽ ἑαυτοῦ σοφαῖς εἰσηγήσεσι, καὶ ταῖς τῶν λογισμῶν ἐπῳδαῖς τε καὶ φαρμακείαις πρὸς ἑαυτὸν αὐτὸν ἐπανάγων ταχέως· ὃς καὶ τῆς παῤῥησίας καὶ τοῦ φρονήματος καὶ τοῦ πρὸς ἀρετὴν πεφυκότος, οὐδ᾽ ὅσον εἰπεῖν ἀποθαυμάζων τὸν ἄνδρα, χάριτάς τε μεγάλας καὶ τῆς εὐνοίας καὶ τῆς ὠφελείας ἀνωμολόγει, καὶ τῶν μεγίστων, τιμῶν τε καὶ ἀξιώσεων προθύμως ἠξίου, πάντων ἐν ἅπασι σχεδὸν προτιθεὶς καὶ αὐτῶν τῶν προσηκόντων καθ᾽ αἷμα, διά γε τὴν τῆς ψυχῆς καθαρότητα, καὶ τὸ πρὸς μόνον τὸ καλὸν καὶ τὸν Θεὸν ἀντικρυς βλέπον· οὐδὲ γὰρ λόγοι τὸ σπουδαζόμενον καὶ φιλοτιμία τις καὶ ἐπίδειξις ἦν ἀρετῆς αὐτῷ κατά τινας μόνη· ἀλλὰ πράγματα μᾶλλον ἦσαν οἱ λόγοι, καὶ καρπὸς ἀπροσπαθείας ὁμοῦ καὶ χρημάτων καὶ λημμάτων καὶ τῆς κενῆς δόξης, καὶ δὴ καὶ τῆς θαυμαστῆς πρὸς τὸν πλησίον ἀγάπης.
Τοσαύτη δὲ καὶ ἡ κατὰ νοῦν ἦν αὐτῷ νῆψις, καὶ τὸ πρὸς ἑαυτόν τε καὶ τὸν Θεὸν διὰ τῆς προσοχῆς τε καὶ προσευχῆς ἐπεστράφθαι, καί τοι γε καὶ βασιλεῖ καὶ συγκλήτῳ καὶ τοῖς τοιούτοις ὁσημέραι συνόντι, ὡς μηδὲ τοῖς ἔξω καὶ μάλιστα τοῖς ὀξυτέροις τε καὶ συνετοῖς τὸ κατ᾽ αὐτὸν ἀγνοεῖσθαι. Ὁ γοῦν βασιλεὺς ὁμιλῶν αὐτῷ περὶ τῶν συμπιπτόντων ὡς ἔθος, ὁπηνίκα τοῦτον ἔβλεπε πρὸς λήθην ἰόντα τῶν παρ᾽ αὐτοῦ λεγομένων, καὶ περὶ τῶν αὐτῶν πυνθανόμενον αὖθις, ὃ δὴ καὶ οὐκ ἀνεκτῶς ἐφερεν, ἑτέρων ἐν ταῖς πρὸς αὐτὸν ὁμιλίαις πασχόντων ἔσθ᾽ ὅτε, εὐήθειάν τε ὁμοῦ καὶ ἀπαιδευσίαν καταγινώσκων ἐκείνων, ἀλλ᾽ ὁ Παλαμᾶς ἔλεγε νῦν οὐ διὰ ῥᾳθυμίαν τινὰ καὶ σπουδῆς ἔνδειαν εἰς λήθην ἦλθε τῶν λόγων, ἀλλὰ διὰ σπουδὴν μᾶλλον καὶ νῆψιν τῶν ἔνδον, καὶ τὸ προσευχῇ καὶ Θεῷ τὴν διάνοιαν ὡσανεὶ προσηλῶσθαι. Διὰ ταῦτα καὶ πᾶσιν αἰδέσιμος ὢν, καὶ ἄρχοντας καὶ κριτὰς καὶ δυνάστας ὁμοῦ πάντας ἀνηρτημένος· πολλῶν ἀδικουμένων ἀνδρῶν τε καὶ γυναικῶν ἦν προστάτης, καὶ πλείστοις τὰς συμφορὰς ἔλυε καθ᾽ ἑκάστην· Κωνσταντίνῳ τοιγαροῦν τῶν τοῦ βασιλέως υἱῶν, τῷ καθ᾽ ἡλικίαν δευτέρῳ, καὶ δὴ καὶ τῆς βασιλικῆς ἐξουσίας τὰ δεύτερα κεκτημένῳ, κακῶς τῇ δυνάμει κατὰ πένητός τινος χρησαμένῳ χήρας, καὶ ταύτην παρὰ πᾶσαν δίκην χρυσίνων ἀφελομένου τριακοσίων, ὁ τοῦ Γρηγορίου πατὴρ προσελθὼν καὶ διαλεχθεὶς, καὶ τῶν τοῦ Θεοῦ νόμων ἀναμνήσας, καὶ ὅσον ἐκείνῳ καὶ δίκης μέλει καὶ νόμων καὶ πενήτων καὶ χηρῶν ὡς μάλιστα προστασίας, καὶ τὰ παραπλήσια τούτοις. καὶ πέπεικεν εὐθέως, καὶ τῇ χήρᾳ τῶν ἰδίων ἔδειξεν ἐκστάντα προθύμως, ἢ καὶ τὸν προστάτην τῆς εὐεργεσίας ἀμειβομένη, τὰ τῶν χρημάτων ἡμίσεα, μετὰ πολλῆς τῆς σπουδῆς καὶ τῆς προθυμίας προσῆγεν. Ἀλλ᾽ οὐ καλῶς οὐδ᾽ ἀξίως ἀμείβῃ τὸν εὐεργέτην ὑποφθάσας εἶπεν ἐκεῖνος, ὦ γύναι, προφάσει σμικρᾶς τινος δωρεᾶς τῶν μεγίστων ἀποστεροῦσα· νῦν μὲν γὰρ καθὰ δήπου καὶ αὐτὴ πειραθεῖσα γινώσκεις, πρόσεστί μοι τὸ τὰ τοιαῦτα πρὸς τοὺς κρατοῦντάς τε καὶ δυνάστας ἰσχύειν περαίνειν, τοῦ Θεοῦ πάντως συναιρομένου, οὗ, τί ἂν γένοιτο τοῖς νοῦν ἔχουσι κρεῖττον; εἰ δ᾽ ὡς αὐτὴ φὴς ἐκείνοις ἐμαυτὸν δοίην, χρημάτων γενόμενος ἥττων, ζημιωθήσομαι πάντως ἐκεῖνα, καὶ Θεοῦ καὶ τῶν διδόντων συνήθως κατεγνωκότων, καὶ τί τῆς ἀνοίας ταύτης ἂν ποτε γένοιτο χεῖρον; Ἀλλ᾽ ἄπιθι, τῶν μὲν ἰδίων αὐτὴ κατ᾽ ἐξουσίαν ἀπολαύουσα μόνη, μηδενὸς ἐνοχλοῦντος ἔτι, Θεῷ δὲ τὸ πᾶν τῆς εὐχαριστίας ἀνατιθεῖσα, καὶ ἡμᾶς μόναις ταῖς εὐχαῖς δωρουμένη.
Οὐ πρὸς χρήματα δὲ μόνον καὶ κτήματα, καὶ τὴν κάτω καὶ παιζομένην καὶ παίζουσαν τοὺς πολλοὺς δόξαν, καθὰ δὴ καὶ προύφην, ἀλλὰ καὶ πρὸς αὐτὰ τὰ φίλτατα τὸ ἀπροσπαθὲς ἐπεδείκνυτο καθ᾽ ὑπερβολὴν ὁ γενναῖος, καὶ φυσικῶν ἀναγκῶν καὶ τῶν ἐκεῖθεν ἰσχυροτάτων δεσμῶν, καὶ τῆς σχέσεως φιλονεικῶν ὡς περικρατεῖν τῷ πρὸς Χριστὸν φίλτρῳ· ὅθεν καὶ πρὸς τῶν φίλων καὶ συγγενῶν ἐρωτώμενος, ὅτου χάριν μὴ καὶ αὐτὸς τοῖς ἁπαλωτέροις ἔτι καὶ νηπίοις τῶν παίδων καὶ προσφύεται πυκνὰ καὶ χερσὶ καὶ χείλεσι, καὶ προσγελᾷ καὶ προσπαίζει κατὰ τὸ σχετικὸν πεφυκὸς καὶ τὸ κοινὸν τῶν πατέρων ἔθος· βούλομαι μὲν ἔλεγε καὶ αὐτὸς ταῦτα, φίλοι, τοῦ φίλτρου καὶ τῆς φύσεως πολλάκις ὑποκινούντων, τὴν δὲ συνήθειαν δεδοικὼς, μήπως καὶ εἰς ἕξιν μοι τοῦ πράγματος καταστάντος, πάνυ δυσχερῶς τε καὶ μικροψύχως καὶ αὐτὸ τοῦτ᾽ ἀναξίως τοῦ δεδωκότος Θεοῦ περὶ τὴν ἀφαίρεσιν ἐνίων διατεθείην· εἰκός γάρ τινας καὶ προθανεῖν τῶν οἰκείων πατέρων, ἀδήλου τε καὶ ἀορίστου τῆς τελευτῆς ἡμῖν οὔσης, τῆς πολλῆς συνηθείας τε καὶ φιλίας ἐμαυτὸν ἐπέχω τῆς πρὸς τοὺς παῖδας, ὡς ἂν τοῦ χωρισμοῦ, Θεοῦ δηλαδὴ κελεύοντος, ἐπιστάντος, μὴ πάντη γε ἀπαράσκευος καὶ ἀνέτοιμός τις ὀφθείην, καὶ φιλόπαις ἢ φιλόθεος μᾶλλον· ἀνάγκη καὶ γὰρ πάντως, τῷ μὲν μεγέθει τοῦ φίλτρου, καὶ τὸ μέγεθος ἰσοστάσιον ἐπακολουθῆσαι τῆς λύπης· τῷ δὲ σφοδρῷ τε καὶ ἀκαθέκτῳ τῆς λύπης, ὁ κίνδυνος ἕπεται τῶν τῆς ἀχαριστίας λόγων τε καὶ πραγμάτων, ἃ τίς ἂν οὐκ ἀπεύξαιτο σὺν πολλῇ τῇ σπουδῇ τῶν εὐσεβεῖν ἀληθῶς βουλομένων; ἃ δὴ καὶ πράγμασιν αὐτοῖς, ὁ ἀψευδὴς ἐκεῖνος ὄντως ἄνθρωπος τοῦ Θεοῦ, ἔν γε τῷ τοῦ καιροῦ παραστάντι καλῶς ἐβεβαίου. Τῶν γὰρ παίδων ἑνός τινος αὐτῷ νόσῳ συσχεθέντος βαρείᾳ, καὶ πρὸς τὴν ἔξοδον καὶ τὴν ἀναγκαίαν προθεσμίαν ἰόντος, πρὸ μὲν τῆς τελευτῆς πολύς τις ἦν τοῦ Θεοῦ δεόμενος, καὶ τῷ μεγίστῳ φαρμάκῳ τῆς εὐχῆς ὑπὲρ ἐκείνου νοερῶς ὁμοῦ τε καὶ αἰσθητῶς χρώμενος· ἐπεὶ δὲ καταλύσαντα τὴν ζωὴν εἶδε, καὶ πρὸς τὴν ἀληθινὴν τῷ ὄντι ζωὴν ἀπιόντα, τῆς εὐχαριστίας τῆς πρὸς Θεὸν εὐθὺς ὅλος ἦν καὶ τῶν ὕμνων, τὰ ἐπὶ τῷ παιδὶ τελευτήσαντι πάλαι τῷ μεγάλῳ Δαβὶδ πεπραγμένα καὶ αὐτὸς ἐνδεικνύμενος ἄντικρυς, καὶ πράγματα τοὺς ἑαυτοῦ δεικνὺς λόγους, ὃ δὴ καὶ εἰπὼν ἔφθην, ὡς καὶ τοὺς πρὸς παραμυθίαν παραγεγονότας τῶν φίλων, αὐτὸς καὶ παραμυθίσασθαι μᾶλλον, καὶ τὰ εἰκότα διδάξαι.
Ἑνὸς ἢ δυοῖν τῶν κατὰ τοὺς θαυμαστοὺς τοῦ μεγάλου πατέρας ἔτι μνησθεὶς, ἐπ᾽ αὐτὸν ἐκεῖνον καὶ δὴ βαδιοῦμαι, τῶν ἄλλων τοῖς εἰδόσι παραχωρήσας. Σπούδασμα καὶ τοῦτο τῶν Γρηγορίου πατέρων, τὸ μὴ μόνον αὐτούς φημι, μοναζόντων καὶ διδασκάλων καὶ πατέρων πνευματικῶν ὁμιλίαις ὁσημέραι προσέχειν, ἀλλὰ καὶ τοὺς παῖδας ἐνάγειν εἰς τὸ αὐτὸ τοῦτο καὶ ὁδηγεῖν, οὐ τοὺς ἀκμάζοντας μόνον καὶ ἡλικίας ἡμμένους, ἀλλὰ καὶ τοὺς ἄτελεῖς ἔτι, καὶ ἄρτι πρώτως ἀρχομένους καὶ λέγειν, καὶ συνιέναι τῶν ὑφ᾽ ἑτέρων δηλαδὴ πρὸς αὐτοὺς λεγομένων, ἵν᾽ ἐξ αὐτῆς τῆς εἰς τὸν βίον εἰσόδου τοῖς ἱεροῖς λόγοις καὶ ταῖς διδασκαλίαις εὐθὺς τυπῶνται καὶ πλάττωνται τὰς ψυχάς. Ἀκατίου τοιγαροῦν ἐπιβάντες πανοικεσίᾳ ποτὲ, πρὸς τὸ πέραν τῆς θαλάττης ὑπὲρ τὰ Γαλάτου κείμενον φροντιστήριον ἀνήγοντο τοῦ θείου Φωκᾶ, τῷ καθ᾽ ἡσυχίαν ἐκεῖ προσεδρεύοντι, σπουδάζοντες ὡς ἔθος ἐντυχεῖν μοναστῇ τε καὶ πρεσβυτέρῳ, καὶ τῆς παρ᾽ ἐκείνου διδασκαλίας ἀπολαῦσαι, καὶ τοὺς πνευματικοὺς ὑποδέξασθαι τύπους καὶ τὰς εὐχάς. Καὶ τοίνυν ἀνιόντες ἐκεῖσε, ὁ τοῦ Γρηγορίου πατὴρ ἐπυνθάνετο τῶν οἰκείων, εἰ τῶν πρὸς τράπεζαν ἐπιτηδείων ἐπιφέρονταί τι τοῦ διδασκάλου· τῶν δ᾽ εἰρηκότων μηδέν τι τῶν ἀξίων ἔχειν μεθ᾽ ἑαυτῶν, ὑπὸ λήθης καὶ ἀσχολίας συναρπασθέντας, δυσχεράναι μὲν τὸν ἄνδρα, καὶ ὡς μὴ καλῶς γεγενημένῳ τῷ πράγματι μέμψασθαι, ἀναγαγεῖν δὲ ὡς ἔθος ἐκείνῳ καὶ τοῦτο πρὸς τὸν Θεὸν, καὶ τὴν ἐκεῖθεν χορηγίαν ἐπεύξασθαι. Τόδ᾽ οὐ λόγος ἁπλῶς ἦν, ἀλλὰ καὶ τετελεσμένον ἔργον ἐξαισίως τε καὶ ὑπερφυῶς μετὰ βραχὺ πάνυ· ἀνέπλει μὲν γὰρ τὴν θάλατταν ἡ λέμβος φέρουσ᾽ αὐτοὺς, ὁ δ᾽ ἐμβαλὼν τὰς χεῖρας τῷ κύματι, τὸν τῆς θαλάττης Δεσπότην μετὰ πίστεως ἐζήτει τὸ θήραμα ταῖς ἀλαλήτοις τοῦ νοῦ προσευχαῖς. Εἶτ᾽ ἐκεῖθεν μικρὸν προϊόντες, ὦ τῆς καινῆς θήρας! ὦ τῶν θαυμαστῶν ἔργων τε καὶ δυνάμεων οἷς ὁ πάντων Δεσπότης τοὺς οἰκείους θεράποντας δοξάζει! τὴν χεῖρα τῶν ὑδάτων ὁ καινὸς ἁλιεὺς αἰφνίδιον ἀνασπάσας, λαύρακα τῶν μεγίστων ἐκεῖθεν ἀνάγει, καὶ τοῖς συνοῦσι προθεὶς κατὰ μέσον τοῦ ἀκατίου, ἰδού φησι καὶ ἡ σχεδιασθεῖσα παρὰ Χριστοῦ τράπεζα τῷ Πατρί. Οἱ δὲ τῷ τοῦ πράγματος ἐξαισίῳ καταπλαγέντες, καὶ τὸν θαυματουργὸν ὑμνηκότες σὺν ἐκείνῳ Θεὸν, ἀπήεσάν τε πρὸς τὸν πρεσβύτερον, θυμηδίας καὶ θαύματος πλήρεις, καὶ κοινὴν ἐποιοῦντο σὺν ἐκείνῳ τὴν καινὴν ὄντως θήραν καὶ τράπεζαν. Τίς ἔγνω τοιοῦτον θήραμα τῶν νῦν, ἢ τῶν πώποτε; καιρὸς τάχα που καὶ ἡμᾶς μετὰ τῆς μεγάλης ἐκείνης φωνῆς νῦν εἰπεῖν, ἐπεὶ καὶ τὰ τοῦ θαύματος ἴσα, καὶ δὴ καὶ τὰ τῆς πίστεως τῶν καινῶν θηρευτῶν· πλὴν ὅσον ἐκεῖνοι μὲν ἐπ᾽ ἐρημίας ὑπαιθρίοις κρυμοῖς τε καὶ ὄμβροις ὑπὲρ εὐσεβείας ταλαιπωροῦντες ἔτος που ἕβδομον, καὶ τὸν Θεὸν ἐπ᾽ ἐκεῖνα κοινῆ πάντες καλοῦντες σὺν μακρᾷ τῇ δεήσει· ὁ δὲ τοῦ Γρηγορίου πατὴρ οὗτος, ἄρτι τῶν βασιλείων καὶ τῆς οἰκίας τῆς ἑαυτοῦ προϊὼν, καὶ μόνος ἐντυχὼν τῷ Θεῷ μόνῳ, καὶ δεηθεὶς ἡσυχῆ, τῶν αὐτῶν ἠξιοῦτο κατὰ μέσων τῶν ὑδάτων τε καὶ τοῦ πλοῦ, ὧν περ κατὰ τῶν ὀρῶν κἀκεῖνοι καὶ τῆς ξηρᾶς, ὡς μηδὲ τοῦ μάννα καὶ τῆς ὀρτυγομήτρας, καὶ τῶν θρυλλουμένων ἐκείνων παλαιῶν τοῦ Θεοῦ θαυμάτων, καὶ ταῦτα τὸ παράπαν καθυστερεῖν.
Ἐν τούτοις καὶ τοῖς τοιούτοις, τῷ πατρὶ θαυμαστῶς ἤδη καταλύοντι τὴν κάτω ζωὴν, καὶ πρὸς τὴν ἄνω τε καὶ μακαρίαν μεθισταμένῳ, κειραμένῳ τε ἐπὶ τέλει καὶ τελεσθέντι τὰ μοναχῶν, ὧν περ οὐδὲ πρότερον ὅσον ἐπὶ τῇ πολιτείᾳ φημὶ καὶ τοῖς ἔργοις ἀτέλεστος ἦν, ἡ καλὴ πρόσεισι Καλλονή· καὶ ἄμφω γὰρ ἡ ὁμόζυγος ταυτὶ φερωνύμως ἐκλήθη, τὸ μὲν κατὰ κόσμον, τὸ δὲ κατὰ μοναχούς· αὕτη τοιγαροῦν προσιοῦσα, ἐπεὶ τὸ πρὸς αὐτὸν εὐμενὲς καὶ τὴν ῥοπὴν ἔβλεπε τοῦ κρατοῦντος, ἀξιοῦν ἐκεῖνον ἐδεῖτο, προμηθείας εἵνεκα καὶ προστασίας τῶν παίδων. Ὁ δ᾽ οὐ μόνον οὐ προσήκατο τὰ λεχθέντα, οὐδὲ τῶν σπλάγχνων ὡς ἄνθρωπος ἥττων ὥφθη τῶν πατρικῶν, ἀλλὰ κἀκείνην ἀνάξια τοῦ φρονήματος ἔλεγεν εἰρηκέναι τοῦ οἰκείου νῦν τε καὶ τῆς ἐκ παιδὸς ἀρετῆς· ἐγώ γάρ φησιν, οὐ τοῖς ἐπιγείοις καὶ μερικοῖς τουτοισὶ βασιλεῦσιν, ἀλλὰ ταύτῃ δὴ τῇ τῶν ὅλων Δεσποίνῃ τῇ μητρὶ τοῦ βασιλέως τῶν οὐρανῶν, πρὸς τὴν εἰκόνα τῆς Θεομήτορος δηλαδὴ βλέπων ἱσταμένην αὐτῷ πρὸ τῶν ὀφθαλμῶν, ταύτῃ τοὺς ἐμοὺς καταλείπω παῖδας· καὶ οὐκ ἐψεύσθη γε τῶν ἐλπίδων ὁ σοφὸς ὄντως ἐκεῖνος· τούς τε γὰρ ἐπὶ γῆς βασιλέας γνησιώτατα, καὶ ὡς οὐδ᾽ ἔστι τῶν ἄλλων, ἡ κοινὴ βασιλὶς πέπεικε, μετὰ τὴν τοῦ πατρὸς πρὸς Θεὸν ἐκδημίαν ἐκείνοις προσχεῖν, καὶ μετὰ μικρὸν ἐξιόντας ἐντεῦθεν ὑποδεξαμένη, καὶ κηδεμὼν ὥφθη καὶ ὁδηγὸς, καὶ παντοδαπή τις σώτειρα καὶ σωμάτων ὁμοῦ καὶ ψυχῶν, καθὰ δὴ καὶ προϊὼν ὁ λόγος δηλώσει μοι. Τοιαῦτ᾽ ἐκ πατέρων ὁ θεῖος Γρηγόριος δεδεγμένος τοῦ βίου τὰ παραδείγματα καὶ τὰς ἀφορμὰς, σκοπῶμεν ἑξῆς ὅσῳ τῷ μέτρῳ θαυμαστῶς ὑπερήλασεν, ἐπεὶ καὶ καιρὸς ἡμᾶς ἤδη πρὸς αὐτὸν ἐκεῖνον τρέψαι τὸν λόγον.
Κωνστάντιος μὲν οὖν ὁ καλός· οὕτω καὶ γὰρ ἀπὸ Κωνσταντίνου μετωνόμασται πρὸς μοναχοὺς ἀποκλίνας ὁ τοῦ μεγάλου πατὴρ, ἐπὶ τέλει τοῦ βίου καθάπερ ἔφην, τὰ ἐνταῦθα καταλιπὼν πρὸς Θεὸν ἀπήει καὶ τὰ πάλαι ποθούμενα· ἡ δὲ μήτηρ καταλειφθεῖσα σὺν τοῖς παισὶν, ἁπαλοῖς ἔτι σφόδρα τὴν ἡλικίαν οὖσιν· οὔπω καὶ γὰρ τὸν ἕβδομον ἐνιαυτὸν ὑπερβεβηκὼς ὁ καθ᾽ ἡλικίαν δηλαδὴ πρῶτος Γρηγόριος ἦν ὁ καλὸς, κείρασθαι μὲν εὐθὺς εἶχε διὰ σπουδῆς, καὶ τὴν οἰκίαν καὶ τὸν κόσμον ἀπολιποῦσα γενέσθαι καθ᾽ ἑαυτὴν, εἴργεται δὲ πρὸς ὀλίγον τοῦ σκοποῦ καὶ τῆς προθυμίας τέως, πατράσι καὶ διδασκάλοις πνευματικοῖς χρησαμένη συμβούλοις ὡς ἔθος· οὕτω καὶ γὰρ οὐ σαυτῇ μόνῃ εἶπον ἐκεῖνοι, ἀλλὰ καὶ τοῖς παισὶ τὰ δέοντα χρήσῃ, κάλλιστα τὸ κατ᾽ ἐκείνοις διαθεμένη, καὶ θρέψασα καὶ παιδαγωγήσασα κατὰ νόμον Χριστοῦ· ὃ δὴ καὶ κατὰ σκοπὸν εἰς ἔργον ἐξέβη, Θεοῦ δηλαδὴ ἐνεργοῦντος κατὰ τὸν θεῖον Ἀπόστολον, τοῖς τὸ ἀγαθὸν ἑλομένοις.
Γρηγόριος μὲν οὖν ὁ καλὸς εἰς λόγων ἄσκησιν καὶ παιδείαν τὴν θύραθεν ἐκδοθείς· οὐδὲ γὰρ ἔδει τὴν τοιαύτην ψυχήν τε καὶ φύσιν, μὴ καὶ τῶν ἐκεῖθεν μετέχειν βελῶν καὶ τῶν ὅπλων· ἐπεὶ τὰ τῆς γραμματικῆς προοίμια καὶ τὰς ἀρχὰς ἔτι τελούμενος ἦν, τῆς προστασίας εὐθὺς καὶ συμμαχίας ἐξ ἀφετηρίας πειρᾶται τῆς θαυμαστῆς ἀναδόχου, τῆς κοινῆς φημι τῶν πάντων Δεσποίνης· δεικνὺς ὡς οὐκ εἰς κενὸν, οὐδ᾽ ἀργοί τινες καὶ ἄπρακτοι τοῦ πατρὸς ἦσαν οἱ λόγοι, πρὸς ταῖς ἐσχάταις ἀναπνοαῖς ἐκείνην προϊσταμένου, καὶ τοῖς παισὶ κυβερνῆτιν παντοδαπὸν καὶ πρύτανιν ἐφιστάντος· ἀλλ᾽ αὐτὴ καὶ κυβερνήσει καὶ χειραγωγήσει καὶ ὁδηγήσει καλῶς διὰ πάντων, καὶ πρὸς λιμένας ἀγαθοὺς καταπαύσει τὸ τελευταῖον· Τῶν γὰρ προτελείων ἁπτόμενος τῆς παιδείας ὁ Γρηγόριος, ἐπὶ πάνυ νεαζούσῃ τῇ ἡλικίᾳ καθάπερ ἔφην, ἐπεὶ δυσχερῶς πως εἶχε πρός γε τὸ ἀποστοματίζειν, ὅρον ἑαυτῷ τίθησι μὴ πρότερον ἅπτεσθαι τοῦ βιβλίου καὶ τῆς ἐξαγγελίας, πρὶν ἂν πρὸ τῆς σεπτῆς εἰκόνος τῆς Θεομήτορος τρὶς μετ᾽ εὐχῆς ἱερᾶς εἰς γῆν κλίνῃ τὸ γόνυ· ὃ δὴ καὶ γιγνόμενον, ῥᾷστα καὶ ἀπρόσκοπα τὰ τῆς ἐξαγγελίας τῶν μαθημάτων καθ᾽ ἑκάστην αὐτῷ διετίθει· εἰ δέ που συνέβη τὰ τῆς συνήθους εὐχῆς τε καὶ προσκυνήσεως παραδραμεῖν τοῦτον, λήθη συναρπασθέντα, καὶ τὰ τῆς ἀπαγγελίας εὐθὺς ἠπράκτει· καὶ κενὸς ὁ ἀγωνιστὴς τῶν ἐκεῖθεν ὅπλων τε καὶ τῆς συμμαχίας ἐστερημένος, καὶ πληγαῖς ὑπεύθυνος παρὰ τοῖς γυμνασταῖς τε καὶ διδασκάλοις. Οὐ μὴν, ἀλλὰ καὶ τὴν τοῦ κρατοῦντος ψυχὴν οὕτω γνησίως καὶ συμπαθῶς διατεθῆναι πέπεικεν ἡ βασιλὶς καὶ προστάτις περὶ αὐτόν τε καὶ τοὺς λοιποὺς παῖδας, ὡς ἀξιῶσαι μὲν αὐτοὺς καὶ τῆς ἄλλης πάσης προνοίας, ἀναλωμάτων φημὶ παντοδαπῶν καὶ σιτηρεσίων ἐκ τῶν βασιλικῶν ταμείων καὶ τῶν χρημάτων, καὶ ὧν οἱ τῆς βασιλικῆς ἀπολαύοντες μετέχουσιν εὐμενείας· μετακαλεῖσθαι δὲ καὶ πρὸς ἑαυτὸν συνεχῶς ἐκείνους, καὶ θέας καὶ ὁμιλίας μεταδιδόναι, καί τοι γε καὶ νέους ὄντας πάνυ τὴν ἡλικίαν ὡς εἶπον, πολὺ τὸ εὐμενές τε καὶ φιλάνθρωπον κεκτημένης. Οἱ δέ γε περὶ τὸν βασιλέα καὶ τὰ βασίλεια πάντες, ὅσοι τε τῶν ἐν τέλει φημὶ καὶ ὅσοι τῶν κάτω, Γρηγόριον σύν γε τοῖς ἀδελφοῖς ἐν τοῖς βασιλείοις ὁρῶντες, μετὰ πλείστης πάνυ τῆς διαθέσεως, οἱ τοῦ ἁγίου παῖδες ἔλεγον οὗτοι· τοσαύτῃ τῇ αἰδοῖ καὶ τῷ φίλτρῳ πρός τε τὸν γεγεννηκότα καὶ τοὺς παῖδας κατείχοντο.
Βραχὺ τὸ μεταξὺ καὶ γραμματικὴν ὁμοῦ καὶ ῥητορικὴν ὁ Γρηγόριος ἄριστα κατορθώσας, ὡς ὑπὸ πάντων, καὶ αὐτῶν φημι τῶν τηνικαῦτα καθηγητῶν τε καὶ κορυφαίων τοῦ λόγου καθ᾽ ὑπερβολὴν ἐν λόγοις τε καὶ συγγράμμασι θαυμασθῆναι. Τοιοῦτος ἔν γε τοῖς φυσικοῖς τε καὶ λογικοῖς, καὶ ἁπλῶς πᾶσι τοῖς Ἀριστοτελικοῖς ὥφθη, ὡς καὶ τὸν ἐπὶ σοφίᾳ παντοδαπῇ καὶ μαθήμασι μάλιστα θαυμαζόμενον ὑπὸ πάντων τὸ τηνικαῦτα, καὶ βασιλεῖ καὶ τοῖς κοινοῖς τῶν Ῥωμαίων δεξιῶς μεσιτεύοντα πράγμασι, Λογοθέτην φημὶ τὸν μέγαν, λόγους ἐπὶ τοῦ βασιλέως πρὸς Γρηγόριον ὑπὲρ τῆς λογικῆς Ἀριστοτέλους πραγματείας κεκινηκότα, τοιαῦτα παρὰ τῆς ἐκείνου γλώττης ἀκοῦσαι, καὶ οὕτω καθ᾽ ὑπερβολὴν ἐκπλαγῆναι τὸν νέον, ὡς μηδὲ παρ᾽ ἑαυτῷ κατασχεῖν, μηδὲ κρύψαι δυνηθῆναι τὸ θαῦμα, ἀλλὰ τὸν λόγον εὐθὺς μετ᾽ ἐκπλήξεως τρέψαντα πρὸς τὸν βασιλέα· καὶ αὐτὸς Ἀριστοτέλης εἰπεῖν εἰ παρὼν ἀκροατὴς καθίστατο τούτου, ἐπήνεσεν ἂν οὐ μετρίως, ὡς ἐγὼ νομίζω· Ἐγὼ δ᾽ ἐκεῖνο φησὶ λέγω τέως, ὅτι τοιαύτας ἔδει τὰς ψυχὰς καὶ τὰς φύσεις εἶναι τῶν μετιόντων τοὺς λόγους, καὶ μάλιστα τὰ τῷ Ἀριστοτέλει τουτῳὶ διὰ πολλῶν φιλοσοφιθέντα καὶ συγγραφέντα. Διὰ ταῦτα, καὶ βασιλεὺς ἐγκαλλωπιζόμενος ἦν ὡσανεὶ τῷ γενναίῳ καὶ χαίρων, καὶ μεγάλα τινὰ περὶ αὐτοῦ καὶ φανταζόμενος ἅμα καὶ βουλόμενος· ἀλλ᾽ ἐκεῖνος πρὸς τὸν ἄνω Βασιλέα καὶ τὰ βασίλεια καὶ τὴν σύγκλητον τὴν ἄφθαρτον καὶ ἀγήρω βλέπων ἐκείνην, καὶ ὅλως τοῦ κατ᾽ ἐκεῖνα σκοποῦ γιγνόμενος καὶ τοῦ πράγματος, βραχύν τινα λόγον ἐποιεῖτο τῶν ἄλλων ὁμοῦ πάντων, μᾶλλον δ᾽ οὐδὲ φροντίδος οὐδὲ λόγου σχεδὸν ἠξίου κατ᾽ ὀλίγον ἐκεῖνα, «Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου» 1, μετὰ τοῦ Προφήτου καὶ αὐτὸς λέγων· καὶ, «Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα» 2· καὶ, «Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα· ἐν τῇ ὁδῷ σου ζῆσόν με» 3, καὶ τὰ προσόμοια τούτοις. Διὰ τοῦτο καὶ μονασταῖς μᾶλλον καὶ πατράσι σπουδαίοις καὶ διδασκάλοις τῆς ἀρετῆς ἑαυτὸν ὑπετίθει, καὶ μάλιστα τῶν ἐκ τοῦ ἱεροῦ κατιόντων Ἄθω τοῖς προύχουσι καὶ σπουδαιοτέροις, οἳ δὴ καὶ χαλεπὴν αὐτῷ καὶ προσάντη τὴν εὐθείαν καὶ Εὐαγγελικὴν ὁδὸν, καὶ σκληρόν τινα καὶ βαρὺν ἔλεγον ὀφθήσεσθαι τὸν ἐλαφρὸν τοῦ Κυρίου ζυγὸν, ἐν μέσοις οὕτω στρεφομένῳ διὰ παντὸς τοῖς κόσμῳ καὶ κοσμοκράτορι πάσαις ἑκοντὶ ταῖς προθυμίαις ὑποκειμένοις, καὶ ζῶσι μὲν τούτοις, τεθνηκόσι δ᾽ ἐκείνοις, καὶ συγκατασπῶσιν ὁσημέραι καὶ τοὺς συνόντας ἐκεῖθεν, εἰ μὴ σφόδρα σπουδαῖοι τε καὶ νήφοντες ὄντες τύχωσιν· ὅθεν καὶ κράτιστον μέν τοι προηγουμένως καὶ ἀσφαλέστατον συνεβούλευον εἶναι τὸ καὶ τῆς οἰκίας ὁμοῦ καὶ τῆς πόλεως ἀποστάντα κούφως τε τὸν οἰκεῖον σταυρὸν αἴρειν, καὶ ὀπίσω τοῦ κεκληκότος Χριστοῦ κατὰ τὸν ἐκείνου λόγον, ἐπὶ τὴν ἐρημίαν εὐθὺς καὶ τὸ σεπτὸν ὄρος βαδίζειν· οὕτω καὶ γὰρ ἂν ἐξέσται σοι τοῦ σκοποῦ καὶ τῆς ἐξαρχῆς ἐνστάσεώς φησι μὴ διαμαρτεῖν· τῶν μὲν προσισταμένων ἀνθρώπων τε καὶ πραγμάτων ἀπαλλαγέντι, τοῖς δὲ συνάρασθαι δυναμένοις ἐκεῖ συναφθέντι καλῶς. Εἰ δὲ δυσχερής πως ἡ ἀθρόα πρὸς ἐκεῖνα μετάστασις καὶ μεταβολὴ, διά τινας ἴσως προκατασχούσας αἰτίας, ἀλλ᾽ εὐτέλειαν ἐν ἅπασι τέως καὶ δυσπάθειαν σώματος καὶ σκληρὰν ἀγωγὴν πρὸ τῶν ἄλλων ἀναλαβεῖν σε δεῖ, καὶ οὕτω τὰς ἀρχὰς καὶ τοὺς θεμελίους τοῦ τῆς ἀρετῆς οἴκου καταβαλέσθαι κάλλιστα, συναιρομένου δηλαδὴ τοῦ Θεοῦ· ῥίζαι καὶ γάρ τινές φησιν οἱονεὶ καὶ αἰτίαι πεφύκασιν ἐκεῖναι τῆς τε θαυμαστῆς φημι ταπεινοφροσύνης καὶ σωφροσύνης καὶ καθαρότητος, καὶ ἁγιασμοῦ ψυχῆς ὁμοῦ τε καὶ σώματος, τῶν καλλίστων ἀρχῶν τε καὶ προοιμίων ξυμπάσης τῆς ἀρετῆς. Ταῦτα καὶ θεόληπτος ὁ μέγας ἐκεῖνος ὄντως τῆς Φιλαδελφείας φωστὴρ σὺν τρὶς ἄλλοις ἐδίδασκε τὸν Γρηγόριον, ἐκ τῆς ἱερᾶς ἐκείνης ἡσυχίας τε καὶ ξυναυλίας τοῦ τῆς ἁγιότητος ὄρους, εἰς τὴν ἱεράν φημι προστασίαν τῆς Ἐκκλησίας μεταβὰς ἢ ἀναβὰς, καὶ πατὴρ καὶ μυσταγωγὸς τῶν καλλίστων ἐκ πατέρων ἄνωθεν αὐτῷ χρηματίσας, ὑφ᾽ οὗ καὶ τὴν ἱερὰν νῆψιν καὶ τὴν νοερὰν ἄριστα μυηθεὶς προσευχὴν, εἰς ἕξιν θαυμαστῶς αὐτῆς ἐληλάκει, ἐν τοῖς θορύβοις ἔτι καὶ τῷ κόσμῳ διάγων· ἀλλὰ τοῦτο μὲν ὕστερον. Τότε δὲ τῆς τῶν πατέρων συμβουλῆς ὁ καλὸς ἀκούσας Γρηγόριος, πτηνὸς ἦν εὐθὺς τέμνων ἀέρα, καὶ δαλὸς εἰς πῦρ, ἢ καὶ ἵππος εὐγενής τις τρέχων ὀξέως κατὰ πεδίου· εὐτέλειαν μὲν γὰρ ἐνδυμάτων ὁμοῦ καὶ ὑποδημάτων καὶ στρωμνῆς καὶ τῆς ἄλλης πάσης ἀγωγῆς καὶ διαίτης, οὕτω καθ᾽ ὑπερβολήν φασι τοῦτον ἀσκῆσαι, καὶ οὕτως οἱονεὶ μεταρυθμίσαι καὶ μεταπλάσαι τὴν ἀναστροφὴν καὶ τὸ ἦθος ἅπαν πρὸς ταῦτα, ὡς καὶ ἠλλοιῶσθαί τισι πολλάκις δόξαι τὰς φρένας καὶ παραπαίειν, καὶ μηδὲ ταυτηνὶ τὴν ἀδοξίαν ἐπαισχυνθῆναι. Ἐγκρατείᾳ γεμὴν καὶ νηστείᾳ καὶ ἀγρυπνίᾳ δεδωκέναι τοσοῦτον, ὡς μὴ μόνα τὰ τῶν βρωμάτων ἡδέα καὶ οἷς προσέκειτο μάλιστα πρότερον μετὰ πλείστης γε τῆς σπουδῆς ἀποῤῥίψαι, καὶ προσέτι τὸν περὶ τὸν ὄρθρον τε καὶ τὴν ἕω προσγινόμενον ὕπνον, κατάλληλόν τε πεφυκότα καὶ πρὸς σύστασιν ἀναγκαῖον τῇ φύσει, κἀκείνῳ περὶ πλείστου πάλαι γεγενημένον, ἀλλὰ καὶ εἰς στενὸν πάνυ καὶ σκληρὸν τὰ τῆς τραπέζης ἑαυτῷ καταστῆσαι, ἄρτῳ σμικροτάτῳ μόνῳ καὶ ὕδατι τὰ τῆς ἀναγκαίας χρείας ἀποπληροῦντι. Διὰ τοῦτο καὶ φύσεως ἀνώτερος ἦν ἤδη, τοῦ ὑπὲρ φύσιν φιλανθρώπως συναιρομένου· καὶ τῶν βαρυτάτων ὀρέξεων καὶ παθῶν γενναίως ὁ γενναῖος ἐκράτει, καὶ αὐτῆς περιγεγονὼς τῆς σαρκικῆς ἐπιθυμίας καὶ τῆς ἐκεῖθεν ἐπαναστάσεως ἐν ἀκμῇ τῆς ἡλικίας, καὶ μέσον τοῦ κόσμου καὶ τῶν ὑλῶν τῶν ἐκεῖνα τρεφόντων, καὶ φλογὸς δίκην ἐκεῖνα ὑπαναπτόντων, ὡς καὶ δοκεῖν πως αὐτὸν ὑπεράνθρωπον εἶναι.
Ἐπεὶ δὲ καὶ πρὸς τὴν ἀναχώρησιν ἔβλεπεν ἤδη καὶ τὸν βέλτιστον Ἄθω, τῶν μειζόνων ἐφιέμενος ἄθλων, καὶ τῆς ἐντελεστέρας καὶ ὑψηλῆς πολιτείας· ὁ μὲν βασιλεὺς ζημίαν οὐ σμικρὰν οὐδὲ τὴν τυχοῦσαν, ἀλλὰ καιριωτάτων ἀποβολὴν, καὶ τοῦ κράτους ἀκρωτηριασμὸν οἱονεί τινα τὴν διάστασιν ἡγούμενος τούτου, παντοδαπός τις ἦν, καὶ λόγοις καὶ πράγμασι καὶ φιλοτιμίαις βασιλικαῖς, καὶ τῶν μεγίστων ὑποσχέσεσι παρ᾽ ἑαυτῷ κατέχων τὸν ἄνδρα, καὶ τὴν ἀναχώρησιν οὐδοτιοῦν συγχωρῶν· ἀλλ᾽ ἐκείνου πάντα μᾶλλον ἢ τούτου διδόντος, καὶ δωρεὰς καὶ τιμὰς ἐπιγείου τε καὶ φθαρτῆς βασιλείας τὰς εἰς δουλείαν ἀνθρωπίνην ἀγούσας, ὁποῖαί ποτ᾽ ἂν εἶεν, βασιλείας οὐρανῶν καὶ θείας υἱοθεσίας μηδαμῶς προτιθέναι, σοφώτατά τε καὶ ὑψηλότατα καὶ λέγοντος καὶ φρονοῦντος· τῆς ἐσχάτης καὶ γὰρ ἀπαιδευσίας τε καὶ ἀνοίας τοῦτ᾽ ἂν ᾤετο πεφυκέναι προδήλως, παραχωρεῖ καὶ ἄκων ἐκεῖνος τῇ τοῦ γενναίου ἐνστάσει, καὶ ῥήμασιν ἅμα καὶ δάκρυσιν ἐμφαίνων τὸ πάθος, καὶ ὡς οὐκ ἀνεκτῶς τὴν διάστασιν φέρει, ἅμα δὲ καὶ σοφῶς τοῦ μέλλοντος καταστοχαζόμενος καὶ ἀψευδέστατα προφητεύων· μέγας μέν τις ἔλεγε καὶ θαυμαστὸς ἔμελλεν ἀποβήσεσθαι παρ᾽ ἡμῖν οὑτοσὶ καὶ τῷ κόσμῳ μένων, ἐπεὶ δὲ τῶν κρειττόνων ἐρῶν πρὸς ἐκεῖνα καλῶς μεταβαίνει, καὶ παρ᾽ ἐκείνοις θαυμαστὸς μετ᾽ ὀλίγον ἔσται τῳόντι καὶ μέγας.
Γρηγόριος μὲν οὖν τὸν ἔφηβον ὑπερβεβηκὼς ἤδη, καὶ πρὸς τὴν ἀναχώρησιν ᾗ περ ἔφημεν σπεύδων, οὐκ ἴδιον ἑαυτοῦ τ᾽ ἀγαθὸν ἐτίθετο μόνου, οὐδὲ τὸ ἑαυτοῦ κατὰ τὸν θεῖον Ἀπόστολον μόνον ἐζήτει, ἀλλὰ καὶ τὸ τῶν ἑτέρων. Τοὺς γοῦν ἐν τῷ οἴκῳ πρὸς τὴν κοσμικὴν ἀναχώρησιν καὶ τὴν θείαν φιλοσοφίαν ἄνδρας ὁμοῦ καὶ γυναῖκας πρότερον μεταθεὶς πάντας, οὐ μὴν ἀλλὰ καὶ τοὺς οἰκειοτέρους τῷ γένει, καὶ δὴ καὶ τοὺς εὐγνωμονεστέρους τε καὶ συνετωτέρους τῶν δούλων, ἀποστήσας τῆς τοῦ κόσμου περιφορᾶς καὶ τῆς ὕλης, καὶ τοῖς ἐνταῦθα φροντιστηρίοις καὶ μονασταῖς καλῶς ὑποθεὶς καὶ συναριθμήσας, οὕτω μετ᾽ ἀγαθῶν τῶν προοιμίων, καὶ συχνῶν τῶν τῆς ἀρετῆς ἀγωγίμων ἔξεισι τῆς οἰκίας ἅμα καὶ τῆς πατρίδος, πρὸς τὴν τῶν μειζόνων τε καὶ ὑπερφυῶν θαυμαστὴν ἐμπορίαν, τοὺς ἄῤῥενας τῶν ἀδελφῶν, δύο δὲ ἦσαν οὗτοι, μεθ᾽ ἑαυτοῦ μόνους λαβών. Ἐξήεσαν μὲν οὖν τῆς Κωνσταντίνου, φθινούσης ὀπώρας ἤδη, πρὸς τὸν ἱερὸν Ἄθω καὶ τὴν ἐκεῖ παροικίαν βλέποντες. Θράκην γε μὴν διϊόντες, καὶ κατὰ τὸ Παπίκιον γεγονότες· ὄρος δι᾽ ἱερὸν τοῦτο πάλαι μεταξὺ κείμενον Θράκης τε καὶ Μακεδονίας· καὶ μονασταῖς ἀνειμένον ἀνδράσι τότε θαυμαστοῖς καὶ σπουδαίοις, καὶ τὰ θεῖα φιλοσοφοῦσι καλῶς, ἐγχειμάζειν παρ᾽ αὐτοῖς ἔγνωσαν. Τὸ δὲ ἄρα προνοίας θειοτέρας ἦν ἔργον, τὸν σοφὸν δηλαδὴ Γρηγόριον, καὶ τὴν ἐπισκιάζουσαν αὐτῷ θείαν χάριν κἀκείνοις παραδεικνύσης, καὶ ὁδηγούσης πρὸς ἀληθῆ θεογνωσίαν κάλλιστα πολλοὺς δι᾽ ἐκείνου, καθ᾽ ἃ δὴ καὶ προϊὼν ὁ λόγος δηλώσει. Τοῖς τε γὰρ φιλοσοφοῦσιν ἐκεῖ τὰ τῶν μοναχῶν σύν γε τοῖς ἀδελφοῖς συνοικῶν καὶ συμφιλοσοφῶν, μέγας τις τῳόντι καὶ θαυμαστὸς ἀνεφάνη καὶ λόγῳ καὶ ἤθει καὶ σχήματι καὶ βαδίσματι καὶ προσοχῇ καὶ συνοίᾳ, καὶ ἁπλῶς πᾶσιν οἷς ὁ κατὰ Θεὸν ἄνθρωπος ζωγραφεῖσθαι καὶ χαρακτηρίζεσθαι πέφυκεν, ὡς καὶ τοὺς ὁρῶντας ἐκπλήττειν ἔχειν, πρεσβυτικὸν οὕτω καὶ μοναδικόν τε καὶ φιλόσοφον ὄντως, καὶ λόγον καὶ πρᾶξιν καὶ φρόνημα καθορῶντας ἐν ἀτελεῖ καὶ νεάζοντι σώματι. Καὶ οἱ πρὸς τῷ γειτνιάζοντι σκηνοῦντες αὐτοῖς ὄρει τὰ Μαρκιανιστῶν ἢ Μασαλιανῶν ἄνωθεν ἐκ προγόνων νοσοῦντες, τῆς Γρηγορίου θαυμαστῆς δηλαδὴ γλώττης οὐκ ἁγενὲς γεγόνασι τρόπαιον· ὡς γὰρ ἤσθοντο κἀκεῖνοι τοῦ ἀνδρὸς ἐκεῖ παρὰ τῷ ὄρει καὶ ταῖς τῶν μοναστῶν σκηναῖς γεγονότος, πρῶτα μὲν κατὰ δύο καὶ τρεῖς ἀπήεσαν πρὸς ἐκεῖνον, ὁμιλίας χάριν καὶ διαπείρας· ὡς δ᾽ ἔγνωσαν μὴ δ᾽ ἴκταρ τὸ τοῦ λόγου πρὸς αὐτὸν βάλλειν δεδυνημένοι, πρὸς ἑαυτοὺς ὑπεχώρουν αὖθις, ἀδυναμίαν μὲν ἑαυτοῖς διαλέξεώς τε καὶ τοῦ σώζοντος λόγου, τοῖς δὲ σφῶν αὐτῶν διδασκάλοις τὴν διαλεκτικὴν δύναμιν καὶ τὸ κράτος τῶν περὶ Θεοῦ λόγων, καὶ τὴν δογματικὴν ἀκρίβειαν ὑπ᾽ ἀπορίας προσμαρτυροῦντες, καὶ ὡς οὐδ᾽ ἄν φησι δυνηθείης εἰς ὄψιν τε καὶ λόγους αὐτός ποτ᾽ ἐκείνοις οὐδὲ προσολίγον ἐλθεῖν. Ἀλλ᾽ ὁ Γρηγόριος Πνεύματος γεγονὼς πλήρης, καὶ τὸν περὶ Θεοῦ συκοφαντούμενον ζηλοτυπήσας κάλλιστα λόγον, οὐδὲ τὴν φέρουσαν πρὸς ἐκείνους ἀπεῖπεν, ἀλλὰ τῶν ἀδελφῶν μεθ᾽ ἑαυτοῦ λαβὼν τὸν ἕτερον μόνον, σπουδῇ πρὸς ἐκείνους ἀνήει. Οἷα μὲν οὖν καὶ ὅσα τοῖς ἐξάρχοις τε καὶ καθηγηταῖς τῆς αἱρέσεως, εἰς διάλογον καταστὰς, καὶ συμμίξας πνεύματι διείλεκται θείῳ, καὶ ὡς τὰ παρ᾽ ἐκείνων προβλήματα καὶ ζητήματα δίκην ἀραχνίων ἀμογητὶ διαλύων ὁμοῦ πάντα, πρὸς πᾶν τοὐναντίον τὰ τοῦ ἀγῶνος αὐτοῖς περιέτρεψε, μηδὲν ὑγιὲς, μήτ᾽ αὐτοὺς μηδοπωσοῦν λέγοντας ἀποδείξας, καὶ μάτην κατὰ τῆς Ἐκκλησίας τὰ μὴ ὄντα παραληροῦντας τε καὶ συμπλάττοντας, λέγειν ἐφεξῆς οὐ τοῦ παρόντος ἂν εἴη καιροῦ καὶ τοῦ λόγου, μείζονος ἱστορίας ἔργον γε ὄντα· ἑνὸς δέ τινος ἐκείνων ἀναγκαῖον τέως μνησθῆναι, καὶ οὕτως ἀπὸ μέρους ὅ φασι παραδεῖξαι τὸ πᾶν.
Ἔδοξαν οἱ τῆς αἱρέσεως ταυτησὶ τῶν Μασαλιανῶν ἀρχηγοὶ καὶ διδάσκαλοι, μόνην προσευχὴν Χριστιανοῖς προσήκουσαν πεφυκέναι, τὴν πρὸς αὐτοῦ Χριστοῦ, τοῖς μαθηταῖς πυθομένοις πάλαι, δοθεῖσαν ῥητῶς, τὰ δ᾽ ἄλλα πάνθ᾽ ὁμοῦ, μάτην ἡμᾶς φησι συνείροντας εὔχεσθαί τε καὶ ψάλλειν, μὴ τῆς ἐκεῖθεν μηδαμῶς διὰ γνώμης ὄντα, μηδὲ τῶν θείων θεσμῶν· διὸ καὶ μόνην ἐκείνην τῇ κατ᾽ αὐτοὺς Ἐκκλησίᾳ νενομοθετηκότες, τὴν ἄλλην ἀπηγόρευσαν πᾶσαν. Τοῦτ᾽ οὖν καὶ Γρηγορίῳ τότε πρὸς τοῖς ἄλλοις κατὰ τῆς ἡμῶν Ἐκκλησίας, ὡς δή τι μέγα καὶ ἰσχυρὸν παρῆγον, καὶ παρανομεῖν ἄντικρυς ἔλεγον πᾶσαν, νόμους θείους τε καὶ χρησμοὺς οὓς οὐκ ἔξεστιν ἀδεῶς ὑπερβαίνουσαν. Ὁ δέ γε τῆς ἱερᾶς εὐχῆς, εἴπερ τις ἀγωνιστὴς καὶ φίλος Γρηγόριος, τὸν ὑπὲρ αὐτῆς κἀνταῦθα λόγον ἀναλαβὼν, ἀλλ᾽ εἰ καὶ ἡμεῖς ἔφη τὰ τῆς ἱερᾶς ἐκείνης εὐχῆς καὶ δεσποτικῆς ἀθετοῦμεν, ὡς αὐτοὶ συκοφαντοῦντες φατέ· ἀλλὰ τοὺς ἱεροὺς ἐκείνους Χριστοῦ μαθητὰς, τοὺς καὶ πρώτους ὑπὲρ αὐτῆς ἐρομένους, καὶ ταύτην ὑπ᾽ αὐτοῦ διδαχθέντας Χριστοῦ, οὐκ ἂν εὐθὺς ὡς ἐγ᾽ ᾧμαί ποτε εἴποι τε παραβεβηκέναι τὴν παράδοσιν καὶ τὴν διδασκαλίαν ἐκείνου, ἢ τί περὶ ἐκείνων φατέ; τῶν δ᾽ εἰρηκότων ὁμοῦ πάντων εὐθὺς, τοὺς μὲν πρώτους μαθητάς τε καὶ Ἀποστόλους φύλακας καὶ πληρωτὰς τῆς ἐντολῆς πεφυκότας Χριστοῦ, τὴν εὐχὴν αὐτούς τε τετηρηκέναι, καὶ τοῖς ἑξῆς διὰ τῶν Εὐαγγελίων ὡσαύτως τὴν αὐτὴν παραπέμψαι, ὑμᾶς δ᾽ αὐτοὺς τὴν παράδοσιν ἀθετῆσαι παρεισαγαγόντας τὰ ἑαυτῶν· ὁ θεῖος ὑπολαβὼν αὖθις Γρηγόριος, καὶ πῶς φησιν ἐκεῖνοι μετὰ τὴν εἰς οὐρανοὺς ἀποδημίαν Χριστοῦ, καὶ δὴ καὶ τὴν τοῦ Παρακλήτου πρὸς αὐτοὺς ἐπιδημίαν τε καὶ φανέρωσιν, ἐπειδὴ παρὰ τῶν θεοκτόνων Ἰουδαίων ὑπὲρ τοῦ Εὐαγγελίου καὶ τοῦ κηρύγματος ἐν Ἱεροσολύμοις ἡλαύνοντο, φωνὴν ὁμοθυμαδὸν ἄραντες, σύν γε τοῖς ἰδίοις πρὸς τὸν Θεόν· οὕτω καὶ γὰρ ὁ θεῖος Λουκᾶς ἐν ταῖς αὐτῶν ἱστορεῖ πράξεσιν· οὐ τὰ τῆς εὐχῆς ἐκείνης ηὔξαντο ῥήματα, ἀλλ᾽ ἕτερα μᾶλλον τὰ τῷ καιρῷ καὶ τῇ χρεία προσήκοντα μάλιστα; οἱ καὶ οὕτω γεγόνασιν ἐπιτυχεῖς τῆς εὐχῆς, καὶ ὧν περ ἐπήγγελον, ὡς καὶ Θεὸν ἄνωθεν ἐπισημήνασθαι παρευθὺς, σεισμῷ τε τοῦ καθ᾽ ὃν προσηύχοντο τόπου, καὶ Πνεύματος ἁγίου παρουσία τὴν εὐχὴν βεβαιώσαντα; «Δεηθέντων καὶ γὰρ αὐτῶν φησιν, ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παῤῥησίας» 4. Πῶς δὲ καὶ ὁ Τελώνης κατὰ τὸν Χριστοῦ λόγον, καί τοι γε μὴ τὴν αὐτὴν εὐξάμενος πρὸς Θεὸν εὐχὴν, ἀλλ᾽ ἕτερά τε δεηθεὶς καὶ εἰπὼν, κατέβη δεδικαιωμένος ὑπὲρ τὸν Φαρισσαῖον; ὥστ᾽ ἐκεῖνο δεῖ νοεῖν τε καὶ συνάγειν ἐκ τῆς διδασκαλίας Χριστοῦ τόν γε νοῦν ἔχοντα, ὅτι οὐ τοῖς ῥήμασι μόνοις ἐκείνοις τὸ πᾶν συνέκλεισε τῆς εὐχῆς, ἀλλὰ τύπον δεδωκὼς μᾶλλον εὐχῆς τοῖς πιστοῖς δι᾽ ἐκείνης, τοῦτο μυστικῶς ἐξεπαίδευσε, τὸ καὶ εὐχομένους καὶ ψάλλοντας καὶ δεομένους καὶ εὐλογοῦντας αὐτὸν ἐν παντὶ καιρῷ, κατὰ τὸν θεῖον Δαβὶδ, καὶ τὴν αἴνεσιν αὐτοῦ διὰ παντὸς ἐν τῷ στόματι φέροντας, τῆς διανοίας ἔχεσθαι πανταχοῦ καὶ τοῦ σκοποῦ τῶν θείων ῥημάτων ἐκείνων, καὶ μηδαμῶς ἐκεῖθεν ἀποστατεῖν· καὶ ὅρα τὸ τῆς διδασκαλίας ἠκριβωμένον· οὐδὲ γὰρ εἶπε, τοῖς Ἀποστόλοις δηλονότι παραδιδοὺς τὴν εὐχὴν, ὅτι ταῦτα τὰ ῥήματα, καὶ τούτους μόνους τοὺς λόγους προσεύχεσθε· ἀλλὰ πῶς; οὕτω φησὶ προσεύχεσθε ὑμεῖς, δηλονότι κατὰ τοῦτον τὸν σκοπὸν καὶ τὸν τύπον, ὃν ἐγὼ νῦν ὑποδείκνυμι· κανόνα τινὰ καὶ γνώμονα τέμνων οἱονεὶ τοῦ πῶς δεῖ τῷ Θεῷ προσιέναι καὶ εὔχεσθαι, ὅπερ δὴ καὶ αὐτοὶ φθάσαντες ἤτησαν· «Δίδαξον γάρ φησιν ἡμᾶς προσεύχεσθαι, καθὰ καὶ Ἰωάννης τοὺς ἰδίους ἐδίδαξε μαθητάς» 5. Ταῦτα τοιγαροῦν οἱ πρῶτοι Χριστοῦ μαθηταὶ καὶ Ἀπόστολοι πρῶτοι παρ᾽ αὐτοῦ μαθόντες Χριστοῦ, αὐτοί τε τῷ τῆς προσευχῆς κανόνι κάλλιστα καὶ κατὰ λόγον ἐχρήσαντο, καὶ ἡμᾶς τοὺς αὐτῶν μαθητὰς ἐδίδαξαν ἅπερ καλῶς ἐδιδάχθησαν· ὃ δὴ καὶ ἡμεῖς κατ᾽ αὐτοὺς ἐκείνους ἐξ ἐκείνου κοινῇ τε πράττομεν καὶ ἰδίᾳ, πρὸς τὸν κανόνα καὶ τὴν πρώτην ταύτην εὐχὴν ἀνάγοντες πάνθ᾽ ὅσα περ ἂν εὐχόμενοί τε καὶ ψάλλοντες λέγωμεν, καὶ τοῦτον τὸν τρόπον πάντοτε καὶ πανταχοῦ προσευχόμενοι, κατὰ τὸν αὐτοῦ δηλαδὴ λόγον καὶ τὴν διδασκαλίαν· οὕτω καὶ γάρ φησι προσεύχεσθε ὑμεῖς. Ἃ δὲ καὶ περὶ τοῦ Σταυροῦ τοῦ Χριστοῦ, καὶ τῆς ἐκεῖθεν ἡμῶν σωτηρίας καὶ ἀναπλάσεως πρὸς τοὺς ἐχθροὺς τουτουσὶ τοῦ Σταυροῦ διῆλθε, καὶ ὡς ἄνωθεν ἐν τοῖς Πατράσι τε καὶ Προφήταις ὁ τοῦ Σταυροῦ τύπος ἐνήργει, καὶ μυστικῶς κἀκείνους ἐτελείου, τὸ πράγμασιν αὐτοῖς ἐκφανὲν ὕστερον τῆς θείας οἰκονομίας μυστήριον, αὐτῆς ἐκείνης καὶ νῦν ἔξεστιν ἀκούειν διεξιούσης κάλλιστά τε καὶ ὑψηλότατα τῆς σοφῆς γλώττης καὶ θεολόγου, ἐν οἷς δηλαδὴ περὶ τοῦ τιμίου Σταυροῦ λογογραφῶν διαλέγεται. Τούτοις καὶ τοῖς τοιούτοις καθ᾽ ὑπερβολὴν καταπλήξας ἐκείνους, καὶ ὥσπερ ἀποῤῥάψας τὰ στόματα, καὶ τὴν μακρὰν ἐπισχὼν γλωσσαλγίαν, νικητὴς ἄριστος καὶ στρατηγὸς ὡσανεὶ μετὰ λαμπρῶν τῶν τροπαίων ἐκεῖθεν ἐπάνεισιν· ὁ γὰρ τῆς αἱρέσεως ἔξαρχος, εἰς νοῦν ἐξ ἐκείνου τοὺς τοῦ Γρηγορίου λόγους βαλόμενος, καὶ τ᾽ ἀληθὲς ἐκείνων καταμαθὼν καὶ θεόπνευστον ἄντικρυς, αὐτός τε καὶ συχνοὶ τῶν οὐκ ὀλίγη μοίρα τοῦ πλήθους μετὰ μικρὸν τὴν Κωνσταντίνου κατειληφότες, τῇ μεγάλῃ τῶν πιστῶν προσίασιν Ἐκκλησίᾳ, καὶ τὴν πατρώαν ἐξομοσάμενοι πλάνην, μέρος καὶ αὐτοὶ τοῦ καθ᾽ ἡμᾶς ἱεροῦ συνεδρίου γίνονται· καὶ ταῦτ᾽ ἦν εἰσόδια καὶ προαγῶνες οἱονεὶ Γρηγορίῳ τῆς ἱερᾶς ἀναχωρήσεώς τε καὶ ἡσυχίας, τοὺς μεγίστους ὑπὲρ εὐσεβείας ἀγῶνας καὶ τὰ τελευταῖα προμηνύοντα τρόπαια.
Θαῦμα δ᾽ οὐ μικρὸν καὶ τοῖς τὸ ὄρος παροικοῦσι μονασταῖς ἐπανιὼν ἐκεῖθεν ἐνῆκεν, ὅτι τε τὰς τῶν θηρῶν ἐκείνων χεῖρας καὶ τὰς ἐπιβουλὰς ἐκφυγεῖν ἐδυνήθη, τοσούτων ὄντων καὶ τηλικούτων, καὶ ὅτι μόνος πρὸς τὴν τῆς αἱρέσεως ἔνστασιν καὶ τὴν τοσαύτην φλυαρίαν οὐ μόνον ἀντέσχεν, ἀλλὰ καὶ περιφανῶς ὑπερέσχε τε καὶ κατετροπώσατο, τῇ τοῦ Χριστοῦ δυναμούμενος χάριτι, τοὺς καὶ πολλάκις λάθρα τε καὶ φανερῶς ἀνελόντας, τοὺς αὐτοῖς ἀντιλέγοντας· ὃ δὴ καὶ κατ᾽ αὐτοῦ τε καὶ τ᾽ ἀδελφοῦ λαθραίως ἐπικεχειρηκότες, λύκος μάτην χανὼν ἀνεφάνησαν, τῆς θείας χειρός τε καὶ δυνάμεως ἀρράτως τῶν οἰκείων ὑπερμαχούσης. Ἔτι καὶ παρὰ τοῖς βαρβάροις ἐκείνοις ὄντων, καὶ διαλεγομένου τοῦ Γρηγορίου, καθὰ δὴ καὶ προύφην, ἐπεὶ μετὰ τὴν τοῦ συλλόγου διάλυσιν ἐπ᾽ οἴκου χωροῦντες ἦσαν, βρώματα μέν τινα τοῖς περὶ τὸν Γρηγόριον εἰς διατροφήν τε καὶ τράπεζαν οἱ πλάνοι καὶ αἱμοχαρεῖς ἐκεῖνοι πέμπειν ἐδόκουν· τὰ δὲ ἄρα θάνατον παρ᾽ ἑαυτοῖς φέροντα κεκρυμμένον οὐ διέλαθε τὸν Γρηγόριον, ἀλλὰ τῆς ἀφανοῦς κακουργίας θείῳ συνεὶς δηλαδὴ Πνεύματι, δέχεται μὲν, μηδένα δὲ τούτων ἅψασθαι μηδοτιοῦν παραινεῖ· οὗ δὴ καὶ γεγονότος κατὰ γνώμην ἐκείνου, ἐπεὶ τῶν συνόντων τις διάπειραν ὡσανεὶ πεποιημένος τοῦ πράγματος, τὸν ἄρτον ἐκεῖνον τοῖς κυσὶ πρὸ τῆς θύρας ἀπέρριψε, καὶ τούτου τῶν κυνιδίων φαγὼν ἓν, εὐθὺς καθωρᾶτο νεκρόν· τηνικαῦτα καὶ τοῖς ἄλλοις πᾶσι τὸ διορατικὸν τοῦ ἀνδρὸς ἐξεφάνη, καὶ ὅτι δηλητηρίων καὶ θανάτου τῆς τῶν μιαιφόνων τραπέζης μεστῆς οὔσης, τοὺς συνόντας εἰκότως ἐκεῖνος ἀπεῖργε πάντας τῆς μεταλήψεως.
Ταῦτα καταμαθόντες οἱ θεοφιλεῖς ἄνδρες ἐκεῖνοι, καὶ πολὺ τῷ προτέρῳ προστεθεικότες θαύματι, καὶ τὸν Γρηγόριον νῦν μᾶλλον καταπλαγέντες, παντοδαποί τινες ἦσαν καὶ ἔργοις καὶ λόγοις καὶ παντί γε τῷ δυναμένῳ παρ᾽ ἑαυτοῖς κατασχεῖν τὸν ἄνδρα, καὶ τῆς ἐκείνου σοφίας τε καὶ τῆς ἀρετῆς ἀπολαύειν εἰς ἅπαν· ὅπερ ἐκείνῳ καὶ πόῤῥω σκοποῦ καὶ σχεδὸν ἀδύνατον ἦν ἤδη, πρὸς τὸν κάλλιστον Ἄθω, καθὰ δὴ καὶ εἰπὼν ἔφθην, καὶ τὰς ἐκείνου χάριτας ἐκ μακροῦ βλέποντι. Ἦρος τοιγαροῦν ἀρχομένου τοῖν δυοῖν ἀδελφοῖν ἅμα τοῦ ὄρους ἀπάρας, εἰς τὸν ποθούμενον ἄνεισιν Ἄθω, καὶ παρὰ τῇ τοῦ Βατοπεδίου γενόμενος λαύρᾳ Νικοδήμῳ φοιτᾷ τῷ γενναίῳ, ἀνδρὶ θαυμαστῷ κατά τε πρᾶξιν καὶ θεωρίαν, ὡς οἱ τὸν Ἄθω παροικοῦντες πλὴν ὀλίγων ἴσασι πάντες, κατὰ μὲν τὸν Αὐξεντίου βουνὸν, ὃς ἀπαντικρῦ Βυζαντίου πρὸς ἀνατολὰς ἐν Χρυσουπόλει πέραν πρὸς τῷ ἄκρῳ κεῖται τῆς Προποντίδος, πρότερον πᾶσαν ἀρετῆς ὁδὸν ἠσκηκότι πρὸς ἄκρον, ἐν τῇ τοῦ Βατοπεδίου δ᾽ ἐς ὕστερον γενομένῳ, καὶ τοὺς αὐτοὺς τῆς ἀρετῆς ἄθλους μετὰ τῆς ἴσης σπουδῆς καὶ τῆς προθυμίας ἐπὶ πλεῖστον διηνυκότι, ἔνθα δὴ καὶ τοῦ θαυμαστοῦ καὶ μακαρίου μακαρίως διὰ Χριστὸν τετύχηκε τέλους. Τούτῳ τοίνυν καλῶς ὁ καλὸς ἐκεῖ Γρηγόριος προσελθὼν, αὐτοῦ που σκηνουμένῳ καθ᾽ ἡσυχίαν, καὶ κείρεται παρ᾽ αὐτοῦ, καὶ πρὸς ὑποταγὴν ἑαυτὸν τελείως ἐκδίδωσιν.
Οἷος δ᾽ εὐθὺς μετὰ τὰς συνθήκας καὶ τὴν ἀποταγὴν ὁ θαυμάσιος ἦν, καὶ λόγῳ καὶ πράξει καὶ τοῖς τοῦ νοῦ θεωρήμασι δῆλον ἐκεῖθεν. Ἔτος μὲν αὐτῷ δεύτερον ἤνυστο ἤδη νηστείᾳ καὶ ἀγρυπνίᾳ καὶ νήψει καὶ ἀδιαλείπτῳ προσευχῇ πρὸς Θεὸν ἐπειγομένῳ νύκτωρ καὶ μεθ᾽ ἡμέραν, ὁδηγόν τε καὶ προστάτην ὁμοῦ καὶ μεσίτην προϊσταμένῳ τὴν Θεομήτορα, καὶ πρὸ τῶν ὀφθαλμῶν ὅσαι ὧραι τὴν ἐκείνης συμμαχίαν τε καὶ τὴν ὄψιν, καὶ λόγοις καὶ εὐχαῖς καὶ νοεροῖς τιθέντι κινήμασι, καὶ ὑπ᾽ ἐκείνῃ χειραγωγῷ, τὸν τῆς ὑπακοῆς δρόμον ἀνύοντι· ἠρεμοῦντι δέ ποτε κατὰ μόνας, καὶ ἑαυτῷ καὶ Θεῷ καθ᾽ ἡσυχίαν προσέχοντι, θεῖος τις ἀνὴρ, ὕπαρ οὐκ ὄναρ, θεοπρεπῶς ἄφνω πρὸ ὀφθαλμῶν ἵσταται, ὁ τῶν Εὐαγγελιστῶν φησι κορυφαῖος Ἰωάννης, ὁ τῆς βροντῆς γόνος, ὁ ἐξαίρετος Χριστοῦ μαθητής τε καὶ φίλος ἦν οὗτος· ὃς δὴ καὶ ἱλαρῶς ἐκείνῳ τὰς ὄψεις ἐπιβαλὼν, ἥκω σοι φησὶν ἄγγελος πρὸς τῆς πάντων ἁγίων ἐπέκεινα Δεσποίνης καθάπερ ὁρᾷς, ἐρησόμενος, ὅτου χάριν νύκτωρ τε καὶ μεθ᾽ ἡμέραν, ὅσαι ὧραι σχεδὸν, οὐ διαλείπεις οὕτω βοῶν· Φώτισόν μου τὸ σκότος, φώτισόν μου τὸ σκότος· ἐπεὶ καὶ ἡμᾶς ἀπαραποιήτως αὐτοῖς ἐκείνοις ἐνταῦθα δεῖ τοῖς ἱεροῖς ῥήμασι χρήσασθαι· τοῦ δ᾽ ἀνθ᾽ ὑπενεγκόντος, καὶ τί δ᾽ ἂν ἄλλο πρὸς Θεὸν ἐμπαθὴς καὶ πλήρης ἁμαρτιῶν ἄνθρωπος αἰτήσαιμι προσευχόμενος, ἢ τὸ ἐλεηθῆναι καὶ φωτισθῆναι, πρὸς τὸ εἰδέναι τε καὶ πράττειν τὸ ἐκείνου σωτήριον θέλημα; ἀλλὰ μὴ δειλία, μηδ᾽ ἀμφίβαλέ φησιν ὁ ἠγαπημένος Χριστοῦ μαθητὴς αὖθις, ἡ πάντων διακελεύεται Δέσποινα δι᾽ ἡμῶν, αὐτὴ γὰρ καὶ ἐγώ σοι βοηθὸς ἔσομαι· τοῦ δὲ Γρηγορίου τὸν μυσταγωγὸν ἐπανερομένου καὶ πάλιν, καὶ ποῦ μοι τὰ τῆς συμμαχίας ἆρ᾽ ἔσται παρά γε τῆς Μητρὸς τοῦ Κυρίου μου, ἐν τῷ παρόντι ἢ ἐν τῷ μέλλοντι; ὁ τῶν μεγάλων καὶ ὑψηλῶν Εὐαγγελιστὴς καὶ πάλαι καὶ νῦν, κἂν τῷ παρόντι μάλα χαριέντως τε καὶ ἡδέως φησὶ, κἂν τῷ μέλλοντι.
Καὶ ὁ μὲν ταῦτα καὶ χρηματίσας ὑπερφυῶς, καὶ τῆς θείας ἐκείνης ὀμφῆς καὶ τῶν μεγάλων ἐμπλήσας ἀῤῥήτως τῆς Θεομήτορος δωρεῶν τὸν Γρηγόριον ἀφανὴς ἦν· ὁ δὲ τῷ καλῷ μαθητῇ καὶ συνοίκῳ καὶ ζηλωτῇ τῆς πολιτείας καθόσον οἷον τε, καὶ τῶν μεγάλων ὑπὲρ εὐσεβείας ἀγώνων ἐς ὕστερον συναγωνιστῇ Δωροθέῳ, μετὰ πολυετῆ τινα χρόνον, σὺν πολλοῖς διεξήει ταῦτα τοῖς δάκρυσι, κἀκεῖνα τουτοισὶ προστιθεὶς, ὅτι κἂν τῷ πατρικῷ φησιν οἴκῳ, καὶ τῇ τῶν μαθημάτων σχολῇ, καὶ δὴ κἂν τοῖς βασιλείοις πρό γε τῆς πάντων σχολῆς καὶ τῆς ἀναχωρήσεως ἀναστρεφομένῳ μοι, θαυμαστή τις ἡ τε πίστις προσῆν, καὶ ἡ μετὰ ζεούσης τινὸς τῆς ἀγάπης προσεδρεία τε καὶ ἐλπὶς ἐπὶ τὴν Παρθένον καὶ Θεομήτορα· ὅθεν καὶ ἡμέρας ἀρχομένης ἑκάστης, τοῦτό μοι παντὸς ἅμα καὶ ἔργου καὶ λόγου προὐργιαίτατον ἦν, τὸ πρὸ τῆς ἱερᾶς ἐκείνης εἰκόνος φημι στάντα, τὴν ἱερὰν ἐκείνην καὶ μεγάλην καὶ τοῖς ῥήμασι καὶ τοῖς πράγμασιν εὐχὴν, μετὰ πλείστης ὅσης τῆς κατανύξεως καὶ τῆς συντριβῆς τῆς καρδίας εἰπεῖν, ἐκείνην φημὶ τὴν τῆς ἐξομολογήσεως καὶ μετανοίας ὁμοῦ καὶ δεήσεως πλήρη, τὴν ἐκ τῆς θαυμαστῆς Αἰγυπτίας ἐκείνης τὰς ἀρχὰς καὶ τὰ λαμπρὰ προοίμια φέρουσαν.
Τρίτος ἐνιαυτὸς τῷ Γρηγορίῳ μετὰ τὴν ἀποταγὴν ἦν, καὶ Νικόδημος ὁ καθηγητὴς καὶ πατὴρ, πλήρης ἡμερῶν τῶν τε θείων ὁμοῦ γεγονὼς καὶ τῶν ἀνθρωπίνων, εὐκλεῶς καὶ μακαρίως ὄντως ἐξεδήμει πρὸς Κύριον· ὁ δ᾽ ἐκεῖθεν ἀπάρας εὐθέως εἰς τὴν μεγίστην μεταβαίνει Λαύραν Ἀθανασίου τοῦ πάνυ φημὶ, καὶ ξενίας ἐκεῖ καὶ ὑπσδοχῆς ὑπὸ τῶν πατέρων τῆς φίλης καὶ συνήθους ἐκείνης ἀξιωθεὶς, μᾶλλον δ᾽ εἰπεῖν ἀληθῶς καὶ ὑπὲρ τὰ πάτρια καὶ τὸ ἔθος ἐκείνης τυχὼν, πάντων ἤδη προκατειλημμένων τῇ φήμῃ, καὶ τὰ εἰκότα πάλαι δοξαζόντων περὶ αὐτοῦ, καὶ μένει παρ᾽ αὐτοῖς, καὶ συνδιατρίβει τρεῖς ὅλους ἐνιαυτοὺς, καὶ θαυμάζεται κἀνταῦθα τῆς πολιτείας τε καὶ τῆς φιλοσοφίας ἀξίως, μείζω πολλῷ καθυποδείξας τῆς φήμης τὴν πεῖραν, καὶ τοὺς λόγους κατόπιν ἰόντας τῶν πραγμάτων ὡς μάλιστα· μέρους καὶ γάρ τινος ὡς ἔθος ἐκείνοις ἐπιμελεῖσθαι τῆς κοινῆς τῶν ἀδελφῶν τραπέζης, καὶ δὴ καὶ τοῖς ψάλλουσιν ἐν τῷ ναῷ συνίστασθαι καὶ συνάδειν τὰ θεῖα, παρὰ τοῦ τῆς Λαύρας δηλαδὴ προεστῶτος ἐπιτραπεὶς, θαῦμα τοῖς συνοῦσι διὰ πάντων ὡρᾶτο, καὶ πάντας ὁμοῦ καὶ πρεσβύτας καὶ νέους, καὶ κοινωνικοὺς καὶ ἀναχωρητὰς, καὶ σοφοὺς καὶ ἰδιώτας ἦγεν εἰς ἔκπληξιν· οὐ γὰρ τῇ μὲν τῶν ἀρετῶν προσκείμενος ἦν, τῆς δέπως κατωλιγώρει· οὐδὲ τῆς μὲν εἰς ἄκρον ἑλάσας, τῆς δὲ δακτύλοις ἄκροις ὡσπερεὶ παραπτόμενος· οὐδὲ τὰς μὲν καθόλου καὶ γενικὰς πλείστου τινὸς ἐτιμᾶτο, τὰς δὲ μερικὰς κατά τινας τῶν δοκούντων ἠτίμαζεν· ἀλλ᾽ οὕτω καὶ πρᾶξιν καὶ λόγον, καὶ τὰ καθόλου τε καὶ τὰ κατὰ μέρος, καὶ πάνθ᾽ ὁμοῦ καὶ μεθ᾽ ὑπερβολῆς κατορθοῦν ἔσπευδεν. ὡς εἶναί τινα συνδρομὴν καὶ ξυνοικίαν παντὸς ἀγαθοῦ τὴν ἐκείνου ψυχὴν, πάντας μετὰ θαύματος χειρουμένην, καὶ πάντων πρὸς ἑαυτὴν τὰς ψυχὰς ἐπιστρέφουσαν. Τί δ᾽ ἂν εἴποι τις τό τε τοῦ ἤθους καὶ τῆς ὁμιλίας κεχαρισμένον; καὶ τὸ τοῦ φρονήματος ἐν σοφίᾳ καὶ κράτει τοσῶνδε λόγων ὑποβεβηκός τε καὶ μέτριον; ὃ καὶ τοῖς ἐντυγχάνουσι μύωψ τις ἦν ὡσανεὶ πρὸς κατάνυξιν.
Ἐκράτει μὲν οὖν ὁ γενναῖος καὶ πάντων, οὐ τῶν ἀλόγων παθῶν φημι καὶ ὀρέξεων μόνον, ἀλλ᾽ ἤδη καὶ τῶν φυσικῶν καὶ ἀναγκαίων αὐτῶν περιουσίᾳ σπουδῆς, μετὰ τοῦ σώματος οἱονεὶ φιλονεικῶν, ἔξω τοῦ σώματος γίγνεσθαι· ὕπνου γε μὴν καὶ τῆς ἐκεῖθεν ἀνάγκης τοσοῦτον αὐτὸν ὑπερσχεῖν τὸ τηνικαῦτα φασὶν, ὡς ἐπὶ μησὶν ὅλοις ἅμα τρισὶ νύκτας ὁμοῦ πάσας ἄγρυπνος καθάπερ εἴ τις ἄσαρκος διατελέσαι, σμικρά τινα μετὰ τὴν τροφὴν κατὰ μεσημβρίαν ἑκάστης ἡμέρας τοῦ ὕπνου μετέχων, ὥστε μὴ τὸν ἐγκέφαλον οἶμαί τι τῶν ἀνηκέστων παθεῖν, τοῦ κατὰ φύσιν ἐκτραπέντα διὰ ξηρότητα. Ἀλλ᾽ ὁ τῆς ἡσυχίας καὶ τῆς μονώσεως ἔρως, ἡρεμεῖν ἐνταῦθα διὰ τέλους οὐκ εἴασε τὸν Γρηγόριον· ὅθεν καὶ τὴν Λαύραν καὶ τἀκεῖ πάντα μετὰ τρίτον ἐνιαυτὸν, ὡς ἔφην, καταλιπὼν, εἰς ἐρημίαν τὴν φίλην μετὰ σπουδῆς ἄπεισι· τοῖς μὲν ὧν περ ἀπέστη λύπην οὐ φορητὴν, τοῖς δὲ πρὸς οὓς ἐπέστη χαρὰν ἐφάμιλλον ἐργασάμενος.
Εἶχε τοιγαροῦν αὐτὸν ἡσυχία ἡ φίλη, καὶ ὁ τῶν ἀναχωρητῶν ἱερὸς χῶρος ἐκεῖνος, ὃν ἐγχωρίως Γλωσσία φασίν. Εἶχε δὲ καὶ αὐτὸς τὴν ἐκ μακροῦ ποθουμένην σύν γε τοῖς ὁμοτρόποις καὶ φίλοις καὶ τῶν αὐτῶν σπουδασταῖς, ὧν καθάπερ εἴ τις ἔξαρχός τε καὶ κορυφαῖος Γρηγόριος ἦν ἐκεῖνος ὁ πάνυ, ἐκ Βυζαντίου μὲν καὶ αὐτὸς τὰς τοῦ γένους ἀρχὰς ἔχων, μέγας δέ τις καὶ περιβόητος ἐν ἡσυχίᾳ καὶ νήψει καὶ θεωρίᾳ κατ᾽ ἐκεῖνο καιροῦ χρηματίσας, καὶ θαυμασθεὶς καθ᾽ ὑπερβολὴν, οὐ παρ᾽ ἐκείνοις μόνοις, ἀλλὰ καὶ παρὰ τοῖς ἐν τῇ πατρίδι τὰ θεῖα φιλοσοφοῦσι πολλῷ μᾶλλον ὕστερον, ὅπου καὶ τὸ τέλος τῆς προσκαίρου ζωῆς ταυτησὶ δεξάμενος, καὶ πρὸς τὴν ἄληκτον μεταβὰς, ἀξίως ὑπὸ Θεοῦ μεμαρτύρηται, ὑπερφυῶς τὰ ὀστᾶ καὶ τὴν ἐκείνου κόνιν δοξάσαντος· ὃ καὶ τὸν ὁμώνυμόν φασι καὶ ὁμότροπον τοῦτον, ἐφ᾽ ἱκανὸν τότε συγγεγονότα, τὰ κάλλιστά τε καὶ ὑψηλότατα τῆς κατὰ νοῦν ἐνεργείας, καὶ τῆς τοῦ Θεοῦ μεγίστης τε καὶ πρώτης θεωρίας φιλοσοφῆσαι καὶ συμφιλοσοφῆσαι, ἅπερ ὁ σοφὸς ἐκεῖνος τὰ θεῖα, καὶ χρόνῳ καὶ σπουδῇ καὶ πείρᾳ καὶ θεοφόρων ἀνδρῶν ὁμιλίᾳ φθάσας ἐκτήσατο.
Ἃ μὲν οὖν ἐκεῖ τῷ Γρηγορίῳ κατὰ μόνας ἑαυτῷ τε καὶ Θεῷ δι᾽ ἡσυχίας συνόντι κατώρθωται, οὐ πάνυ τοι ῥᾷστον οὐδ᾽ εὐχερὲς οὐδενί τινι τῶν πάντων, πάντ᾽ ἐφεξῆς διϊέναι· πῶς γὰρ ἃ διὰ μετριοφροσύνης ὑπερβολὴν αὐτὸς οὐδὲν ἦττον ἀπέκρυπτε τῶν λάθρα τὰ δεινότατα κακουργούντων καὶ πονηρευομένων, τῆς ἀριστερᾶς ἀποκρύπτων ἄριστα, καὶ μετὰ τῆς γιγνομένης σπουδῆς εἰς ᾀεὶ τὸ τῆς δεξιᾶς ἔργον, κατὰ τὸν τοῦ Χριστοῦ λόγον, καὶ κρυπτῶς τῷ ἐν τῷ κρυπτῷ βλέποντι, τὴν ἀδιάλειπτον τοῦ νοῦ προσευχὴν ἐν πνεύματι καὶ λατρείαν προσάγων; Ἃ δὲ περὶ αὐτοῦ Γρηγόριος ὁ προῤῥηθείς μοι συναγωνιστὴς ἐξεῖπε καὶ φίλος· οὐδὲ γὰρ κἀκεῖνον λανθάνειν οἷον τε ἦν διὰ πάντων· πολλῶν μέν φησι καὶ μεγάλων ὁ σοφὸς Γρηγόριος, ἑαυτῷ κατὰ μόνας ἐκεῖ συνὼν καὶ Θεῷ, τῶν αὐτοῦ κεκρυμμένων ἠξίωται δωρεῶν τε καὶ χαρισμάτων, ἃ τίς ἂν εἰς τ᾽οὐμφανὲς καθεξῆς προενέγκῃ πάντα; Τὰ δέ γε προφανῆ καὶ γνωστὰ καὶ τοῖς ἔξω τέως, καὶ ὑφ᾽ ὧν ἂν τις καὶ πρὸς τὴν τῶν ἀφανῶν ὑπόληψίν τε καὶ γνῶσιν ῥᾳδίως ὁδηγηθείη, ταπείνωσις ἦν ἀκροτάτη, καὶ ἡ πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον ᾗ φησιν ὁ θεῖος Ἀπόστολος ἀνυπόκριτος ἐκ καρδίας ἀγάπη, τὰ πρῶτα καὶ μέσα καὶ τελευταῖα τῶν ἀρετῶν ἐρείσματα καὶ στοιχεῖα, καὶ τελειωτικὰ ξυμπάσης ὁμοῦ τῆς κατὰ Χριστὸν φιλοσοφίας καὶ ἀγωγῆς, εἴπερ αὐτοῦ μὲν διδασκαλία πρὸς τοὺς οἰκείους καὶ οἱονεὶ προηγούμενον μάθημα, τὸ, «Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν» 6· κατὰ δὲ τὸν αὐτοῦ λόγον αὖθις, πᾶσα ἐντολή τε καὶ νόμος θεῖος ἐν τῷ ἀγαπήσεις Κύριον τὸν Θεὸν ἐξ ὅλης καρδίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτὸν ἀνακεφαλαιοῦσθαί πως καὶ συμπεραίνεσθαι πέφυκεν· Ὁ δέ γε μακάριος Παῦλος πάντων ὑπερτιθεὶς ἀπαραμίλλως τῶν ὑπερφυῶν τοῦ Πνεύματος χαρισμάτων, καὶ καθ᾽ ὑπερβολὴν ὁδὸν ὑποδείκνυσι ταύτην, ὡς μηδὲ τὸ μαρτύριον μηδέν τι πεφυκέναι δίχα τοῦ συνδυασμοῦ καὶ τῆς παρ᾽ αὐτῆς ξυμμαχίας· καὶ ἀγάπη φησὶν αὖθις μετὰ πολλῆς μάλα τῆς παῤῥησίας, οὐδέποτε ἐκπίπτει.
Κατανύξεως δὲ πέρι φησὶν ὁ αὐτὸς καὶ δακρύων τί χρὴ καὶ λέγειν; ὅπου γε καὶ τὴν κατάνυξιν αὐτὴν δι᾽ ἀγάπης ὑπερβὰς καὶ τὸ πένθος, κατὰ τοὺς τῶν θεοφόρων περὶ τούτων ἀνδρῶν λόγους, ἀψοφητὶ κατὰ τὰς τῶν πηγῶν ἀεννάους, τῶν ὀφθαλμῶν διὰ παντὸς ἀποβλύζων ἦν ταῦτα, πιαίνοντα καὶ ξυνιστάντα σύν γε τῇ ψυχῇ φασι καὶ τὸ σῶμα, τῷ περιόντι τῶν θείων δεσμῶν τε καὶ τῶν ἐρωτῶν, ὃ δὴ καὶ φθάσας εἰρήκειν, ὅπερ καὶ παρὰ πάντα τὸν τῆς ζωῆς αὐτῷ συμπαρέμεινε χρόνον ὡσαύτως, καθὰ δὴ καὶ πάντες αὐτῷ σύνισμεν πλὴν ὀλίγων, πρᾶγμα καὶ λόγου καὶ θαύματος πέρας, καὶ μηδὲ τοῖς τῶν θεοφόρων ὡσαύτως ἐμφερόμενον καὶ βίοις καὶ λόγοις, καὶ τοῖς εἰδόσι γε μόνοις ὡς ἐγῷμαι μὴ ἀπιστούμενον. Ἀλλ᾽ οὐ καὶ διὰ τέλους τῆς ἐνταῦθα καλλίστης διατριβῆς τε καὶ ἡσυχίας ἀπολαύειν ἔσχον κατὰ σκοπόν· δυοῖν ἐνιαυτῶν καὶ γὰρ μετὰ τὴν ἐπιδημίαν Γρηγορίου παραῤῥυέντων, τοῦ ληστικοῦ τῶν κάκισ᾽ ἀπολουμένων Ἀχαιμενιδῶν συνεχῶς ἐπιτιθεμένων τῷ ὄρει, καὶ τοὺς ἔξω τειχῶν μάλιστα τῶν μοναχῶν ἡσυχάζοντας ἐλαυνόντων καὶ θορυβούντων, καὶ καθ᾽ ἑκάστην σχεδὸν, νῦν μὲν ταῖς αἰφνιδίοις ἐφόδοις καὶ καταδρομαῖς καὶ ἀναιρέσεσι καὶ αἰχμαλωσίαις, νῦν δὲ καὶ μόναις ταῖς ὑποψίαις καὶ τῷ δέει ταραττόντων, καὶ τὴν φίλην ἡσυχίαν διακοπτόντων, ἀναγκάζονται καὶ ἄκοντες μεταβῆναι, θείῳ κἂν τούτῳ πειθόμενοι δήπουθεν νόμῳ φεύγειν κελεύοντι διωκομένους, καὶ μὴ ὁμόσε χωρεῖν τοῖς ἐλαύνουσι· τὴν γοῦν ἡμετέραν καταλαβόντες Θεσσαλονίκην σύν γε τοῖς φίλοις καὶ ὁμοτρόποις, δυοκαίδεκα δ᾽ οἱ πάντες ἅμα τὸν ἀριθμὸν ἦσαν, βουλεύονται μετ᾽ ἀλλήλων εἰς ταὐτὸ συνιόντες, καὶ Θεσσαλονίκην μετὰ τοῦ Ἄθω καὶ πάντα τὰ ἐνταῦθα καταλιπόντες εὐθὺ χωρεῖν Ἱεροσολύμων, κἀκεῖ προσκυνήσαντες τὸ λοιπὸν τῆς ζωῆς ἐν ἡσυχίᾳ διάγειν. Ἐπεὶ δὲ τοῖς πᾶσι συνεδόκει καλῶς βεβουλεῦσθαι, καὶ πρὸς τὴν ἔξοδον ἔβλεπον ἤδη καὶ τὴν ἀποδημίαν, Γρηγόριος ὁ σοφὸς καὶ τὴν ἄνωθεν ψῆφον καὶ τὴν εὐδοκίαν ἐζήτει, καὶ τὸ κῦρος ἐκεῖθεν ηὔχετο τῶν βεβουλευμένων. Ἡσυχίᾳ προσανέχοντι τοιγαροῦν, καὶ καθ᾽ ἑαυτὸν ὑπὲρ τούτων αὐτῶν τοῦ Θεοῦ δεομένῳ, ὄψις ἐφίσταται τοιάδε, καὶ πρὸς ὕπνον τινὰ κατιέναι δόξαντι μεταξὺ τῆς εὐχῆς. Ἐδόκουν φησὶ τοῖς ἀδελφοῖς ἐκείνοις συνὼν, μεθ᾽ ὧν δηλαδὴ καὶ τὰ τῆς ἀναχωρήσεως ἡμῖν ἐσπουδάζετο, παρὰ τοῖς τῶν βασιλείων προαυλίοις ἑστάναι, καὶ τοῦ βασιλέως αὐτοῦ παρόντος, καὶ βασιλικῶς τε καὶ ὑψηλῶς ἄγαν ἐπὶ τοῦ βασιλικοῦ θρόνου προκαθημένου, καὶ τῆς περὶ αὐτὸν δορυφορίας καὶ τῆς συγκλήτου καὶ τῶν τάξεων ὡς ἔθος παρισταμένων, ὧν εἷς τις πρὸς ἡμᾶς ἐκεῖθεν ἰὼν μετὰ τοῦ σχήματος καὶ τῆς παῤῥησίας· τὴν τοῦ δουκὸς δ᾽ οὗτος ἀξίαν ἐδόκει περιβεβλῆσθαι· ἐμὲ μέν φησιν ἀμφοτέραις ἐδόκει περιβαλὼν καὶ ἐνστερνισάμενος, ὡσανεὶ πρὸς ἑαυτὸν ἕλκειν, πρὸς δὲ τοὺς ἐμοὺς ἑταίρους ἐπιστραφεὶς, ἰδοὺ τοῦτον, ὡς καὶ ὑμεῖς ὁρᾷν ἔχετε φάναι, κατέχω παρ᾽ ἐμαυτῷ, τοῦ βασιλέως οὕτω προστεταχότος· εἰ δ᾽ ὑμῖν αἱρετόν ἐστιν ἀπιέναι, πορεύεσθε· καὶ γὰρ ὁ κωλύσων οὐδείς· Ταῦτα καὶ χρηματισθεὶς ἐκ Θεοῦ καθάπερ ἐζήτει, καὶ τοῖς φίλοις κοινωσάμενος ὁ Γρηγόριος, παραμένειν αὐτόθι κοινῆ πάντες δεῖν ἔκριναν, καὶ μηδαμῶς ἐξιέναι τῆς αὐλῆς καὶ τῶν περιχώρων τοῦ μεγάλου τῆς μεγάλης Θεσσαλονίκης καὶ πολίτου καὶ πολιούχου καὶ παντοδαποῦ φρουροῦ καὶ προστάτου, τοῦ ἐν μάρτυσι φημὶ θαυμαστοῦ Δημητρίου· αὐτὸν ἐκεῖνον καὶ γὰρ ᾤοντο καλῶς εἶναι τὸν τοῖς θείοις τε καὶ βασιλικοῖς καινῶς οὑτωσὶ διακονοῦντα προστάγμασι, καὶ φιλικῶς τε καὶ γνησίως κατέχοντα τὸν Γρηγόριον, καὶ δι᾽ αὐτοῦ τοὺς λοιποὺς, νῦν μὲν εἰς τὴν σπουδαζομένην ἡσυχίαν τε καὶ τὴν ἀναχώρησιν, εἰς δὲ τὴν προεδρίαν καὶ τὴν τῆς Ἐκκλησίας ἱερὰν ἀρχήν τε καὶ προστασίαν ὕστερον· ὃ δὴ καὶ μετὰ χρόνον οὐκ ὀλίγον θαυμαστῶς οἰκονομεῖσθαι παρὰ τῆς μεγάλης τοῦ Θεοῦ σοφίας τε καὶ προνοίας ἔμελλε, πόῤῥωθεν τὰς τῶν μεγάλων πραγμάτων προκαταβαλλομένης ἀρχάς.
Ἐνταῦθα καὶ τὸ τῆς ἱερωσύνης μέγα καὶ θαυμαστὸν ὁ θαυμάσιος ἀξίωμα δέχεται, κοινῆ τῆς συνούσης ἑταιρείας τῶν ὁσίων ἐκείνων αὐτοῦ δεηθέντων, καὶ μάλιστ᾽ ἐπειδὴ πρὸς μακρὰς ἑώρων ὁδοιπορίας, καὶ πρὸς ἀγνῶτας τινὰς τὸ παράπαν ἔμελλον ἀποπλεῖν, κἀκεῖνα τοῖς λογισμοῖς, καθὰ δὴ καὶ προύφην πόῤῥωθεν ἐφαντάζοντο. Ἀλλ᾽ ἐπεὶ τὸν κατ᾽ ἀρετὴν ὑψηλὸν οὕτω καὶ μέγαν, καὶ καταλλήλως ἔδει διὰ πάντων τοῖς μεγίστοις καὶ ὑψηλοῖς ἐγχειρεῖν, ἠγνόητο δ᾽ αὐτοῖς τὸ παράπαν ὁ τῆς ἱερωσύνης μυσταγωγός τε καὶ τελεστὴς, πρόσεισι τῷ Θεῷ περὶ τῶν προκειμένων τουτωνὶ μετ᾽ εὐλαβείας πευσόμενος ὁ Γρηγόριος, καὶ τὴν προκειμένην ἀποστολικὴν δέλτον λαβὼν ἐν χεροῖν, καὶ πρὸς Θεὸν ἄρας μετὰ τῆς διανοίας καὶ τοὺς τοῦ σώματος ὀφθαλμοὺς, δι᾽ αὐτῆς ἐπεζήτει πιστῶς ἐν γνώσει γενέσθαι, καθόσον οἷον τε, τοῦ θείου θελήματος. Ἀνελίξας τοιγαροῦν, καὶ τὸ ὄμμα τοῖς ἐγκειμένοις ἐπιβαλὼν, ἐκείνοις εὐθὺς ἐντυγχάνει, οἷς δήπου καὶ πρὸς Γαλάτας πάλαι γράφων ὁ σοφὸς Παῦλος τοῦ λόγου προοιμίοις ἐχρήσατο· «Παῦλος Ἀπόστολος λέγων, οὐκ ἀπ᾽ ἀνθρώπων, οὐδὲ δι᾽ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρός» 7. Ἐντεῦθεν ἐκεῖνος συνεὶς, ὡς οὐκ ἄνευ ἐπιφροσύνης οὐδ᾽ ἐπιπνοίας Θεοῦ τὸ γιγνόμενον, οὔτε μὴν τῶν ἀνθρωπίνων τι καὶ χαμαὶ ἐρχομένων, τοῖς ὑψηλοῖς ἐκείνοις καὶ θείοις ὅλως προσίσταται, καὶ δέχεται τὰ θεῖα καὶ ἱερὰ θείως καὶ ἱερῶς, εἴπερ τις οἶμαι τῶν πάντων, καὶ προσκυνεῖ τὸν δεδωρημένον, καὶ πρὸς μείζονας τοὺς ὑπὲρ ἀρετῆς ἀγῶνας εὐθὺς ἀποδύεται, ἐν αἰσθήσει τῆς θείας ἀξίας γεγενημένος, καὶ τιμῶν μάλα σοφῶς ὁ σοφὸς τὸν τετιμηκότα· ἢ καὶ τὸ δῶρον, οἰκειότερον εἰπεῖν, ἑαυτῷ μᾶλλον αὔξων, καὶ τὴν λαμπάδα καὶ τὸ πῦρ ἀνάπτων ὁσημέραι τοῦ Πνεύματος.
Τῆς γὰρ Θεσσαλονίκης μετὰ τὴν χειροτονίαν καὶ τὸν θεῖον ἐκεῖνον, ᾗ περ ἔφην χρησμὸν, μικρὸν προελθόντες, κἂν τῇ γείτονι Βεῤῥοίᾳ γενόμενοι, τὸ ταύτῃ παρακείμενον ὄρος, καὶ τὴν ἐκεῖ συνισταμένην τότε τῶν μοναζόντων σκήτην εἰσέρχονται· ἔνθα δὴ καὶ φροντιστήριον θείας φιλοσοφίας ὁ Γρηγόριος συστησάμενος, σὺν δέκα τοῖς ἑταίροις καὶ τῶν ἴσων σπουδασταῖς τε καὶ κοινωνοῖς, τὸν πληρέστατόν φημι καὶ τέλειον ἀριθμὸν, τὰ τῆς ἄνω καὶ θείας τελειότητος, ὁ πλήρης ὄντως παντὸς ἀγαθοῦ, καὶ αὖθις φιλοσοφεῖν ἄρχεται, τὰς μὲν πέντε τῆς ἑβδομάδος ἑκάστης ἡμέρας αὐτός τε μένων ἀπρόϊτος, καὶ μηδένα τῶν πάντων μηδαμῶς εἰς ὁμιλίαν παραδεχόμενος, Σαββάτου δὲ καὶ Κυριακῆς πρός τε τὴν μυστικὴν δηλαδὴ θυσίαν, καὶ τὴν τῶν ἀδελφῶν προϊὼν πνευματικὴν ὁμιλίαν καὶ ἕνωσιν. Ἔτος μὲν οὖν αὐτῷ τῆς ἡλικίας τηνικαῦτα τριακοστὸν ἦν, εἶχε δὲ καὶ τοῦ σώματος ἐῤῥωμένως ἔτι, μήπω μηδεμιᾶς προσβαλούσης αὐτῷ νόσου μηδὲ βραχύ· ὅθεν καὶ μειζόνων πολλῷ τῶν ἀγώνων καὶ σκληροτέρας τῆς ἀγωγῆς ἅπτεται, νηστείᾳ καὶ ἀγρυπνίᾳ μακρᾷ κατατήκων τὸ σῶμα, καὶ φιλονεικῶν εἰς τέλος ὑποτάξαι τῷ πνεύματι· ἐγκρατείᾳ τε παντοδαπῇ καὶ νήψει, καὶ τῇ συνήθει τῶν δακρύων πηγῇ τὸ τῆς ψυχῆς ὀπτικὸν ἀπολεπτύνων τε καὶ καθαίρων, καὶ πρὸς τὸ συγγενὲς ἀνάγων αἰεὶ θεῖον διὰ τῆς ἀδιαλείπτου φημὶ τοῦ νοῦ προσευχῆς, καὶ τῆς ἀμέσου κατὰ χάριν τοῦ Θεοῦ κοινωνίας τε καὶ ἑνώσεως. Ἐντεῦθεν οἱ καρποὶ τοῦ Πνεύματος, Ἀποστολικῶς εἰπεῖν, ἐν αὐτῷ βρύοντες ἦσαν, καὶ πάντες οὐχ οἱ σὺν αὐτῷ μόνον, ἀλλὰ καὶ οἱ τὸ ὄρος ἐκεῖνο κατ᾽ ἔρωτα θείας φιλοσοφίας καὶ τὴν πόλιν οἰκοῦντες ὡσαύτως, ὡς εἰς ἀρχέτυπον καὶ εἰκόνα τινὰ τῆς ἀρετῆς θαυμαστὴν τὴν ἐκείνου πολιτείαν τε καὶ τὸν λόγον ἑώρων, καὶ θαῦμα τι καινὸν τὸ κατ᾽ αὐτὸν, καὶ πόῤῥω τῆς καθ᾽ ἡμᾶς ταυτησὶ γενεᾶς, καὶ ὑπὲρ ἄνθρωπον σχεδὸν αὐτοῖς ἐνομίζετο· ἐξέπληττε καὶ γὰρ αὐτοὺς μετὰ τοῦ τῆς πράξεως ὑψηλοῦ καὶ ὁ λόγος, καὶ τὸ καινόν τε καὶ ὑπερφυὲς ὄντως τῆς θείας σοφίας, καὶ μηδενί τινι τῶν ἄλλων παραβαλλόμενον.
Καὶ τί χρὴ καὶ λέγειν, ὅπου γε καὶ σιωπῶν, καὶ μόνον ὁρώμενος, ὦ θαυμάσιε, θαῦμα ταῖς τῶν ὁρώντων ψυχαῖς ἐνεποίεις; νῦν μὲν σύννους τις ὢν καὶ πρὸς ἑαυτὸν καὶ τὸν Θεὸν ὅλως ἐπεστραμμένος, καὶ λελουμένος ὑπερφυῶς τοῖς καινοῖς ἐκείνοις ῥεύμασι τῶν δακρύων· νῦν δ᾽ ὡς ἀπὸ καμίνου πυρὸς τὰ πρόσωπα φέρων ὑπὲρ φύσιν φωτοειδῆ, καὶ τῷ πυρὶ τοῦ Πνεύματος μετεσκευασμένα τε καὶ ἠλλοιωμένα, καὶ μάλισθ᾽ ὅτε τῆς τῶν ἱερῶν μυστικῆς τελετῆς, ἢ καὶ τοῦ οἰκίσκυ καὶ τῆς ἡσυχίας ἐξήεις.
Ἐν δὲ τούτοις ὄντι καὶ τοῖς τοιούτοις, ἀπαίρει μὲν τῶν ἐνταῦθα, καὶ πρὸς Θεὸν μετὰ συχνῶν τῶν τῆς ἀρετῆς ἀγωγίμων ἡ καλλίστη καὶ προσφιλὴς ὄντως μεταβαίνει μήτηρ τῷ Γρηγορίῳ· γράμματα δ᾽ εὐθὺς τῶν ἐκείνῃ συνασκουμένων θυγατέρων παρθένων ἐκ Βυζαντίου δηλαδὴ πρὸς τοῦτον φοιτῶσι, τήν τε τῆς κοινῆς μητρὸς ὁμοῦ γνωρίζοντα τελευτὴν, καὶ αὐτὸν πρὸς ἐπίσκεψιν ἑαυτῶν καὶ πνευματικὴν ὁδηγίαν παρακαλοῦντα. Πείθεται τοῖς γράμμασι καὶ τῇ προσκλήσει τῶν ἀδελφῶν, πολὺ μετὰ τοῦ δικαίου καὶ τὸ ἐπαγωγὸν ὁμοῦ κεκτημένοις, ἄνεισιν εἰς τὴν Κωνσταντίνου, καὶ τοὺς ἀδελφοὺς ἔχων ἄμφω μεθ᾽ ἑαυτοῦ· εὑρίσκει τὰς ἀδελφὰς κατ᾽ οὐδὲν ψευσαμένας τὸ γένος, θαυμάζει τὴν ἀρετὴν, ἐπαινεῖ τοὺς ἀγῶνας καὶ τὸ διὰ πάντων καθαρὸν καὶ ἠκριβωμένον τοῦ βίου· καὶ Θεῷ τὴν προσήκουσαν ἀποδεδωκὼς ὑπὲρ πάντων εὐχαριστίαν, καὶ τὰ ὑψηλότερα καὶ αὐτὸς ἐφ᾽ ἱκανὸν μυσταγωγήσας καὶ παραινέσας, τῆς ἐπανόδου καὶ αὖθις καὶ τῆς ὑποστροφῆς τῆς πρὸς τὴν ἀναχώρησιν γίνεται· ἀλλ᾽ οὐ συνεδόκει καὶ ταῖς ἀδελφαῖς ταῦτα· ἢ γὰρ κἀκεῖνον σὺν τοῖς ἀδελφοῖς αὐτόθι παρεῖναι, καὶ διδάσκειν καὶ νουθετεῖν ὁσημέραι, καὶ τῆς πρὸς ἀρετήν τε καὶ Θεὸν ἀξίως ἡγεῖσθαι, ἢ καὶ αὐτὰς συναποδημεῖν ἐκείνοις, καὶ πρὸς τὴν ξένην τε καὶ τὴν ἀναχώρησιν ἀπιέναι πᾶσαν ἔλεγον εἶναι ἀνάγκην. Ὁ δὲ τὸ μὲν παραμένειν τῇ πατρίδι καὶ αὖθις ἀδύνατον εἶναι φήσας, τὸ δὲ καὶ τὰς ἀδελφὰς συναποδημεῖν καὶ δυνατὸν λογισάμενος καὶ συμφέρον, σὺν τοῖς ἀδελφοῖς καὶ ταύτας παραλαβὼν εἰς Βέῤῥοιαν ὑποστρέφει καὶ αὖθις, καὶ τῇ πόλει ταύτας ἐγκαταστήσας, κἀκεῖ τῆς συνήθους ἀγωγῆς καὶ τῆς ἀσκήσεως ἔχεσθαι καὶ αὖθις παρασκευάσας, εἰς τὸ ὄρος αὐτὸς ἐπανατρέχει καὶ τὴν ἀσκητικὴν αὖθις καλύβην.
Βραχὺς ὁ μεταξὺ χρόνος, καὶ ἡ προτέρα τῶν ἀδελφῶν Ἐπίχαρις, τὸ σῶμα καὶ τοὺς ἀδελφοὺς σύν γε τοῖς ἐνταῦθα πᾶσι καταλιποῦσα, πρὸς Θεὸν εὐκλεῶς διαβαίνει, παρθενικοῖς τε καὶ ἀσκητικοῖς ὑπερφυῶς κατεστεμμένη χαρίσμασιν ἀοράτως, καὶ σημείοις Ἀποστολικοῖς οὐκ ἀμυδρῶς καὶ τοῖς ἔξω τὴν χάριν ἐπισημαίνουσα· τήν τε γὰρ τελευτὴν ἑαυτῆς δέκα πρότερον ἡμέραις ὑγιῶς ἔτι τοῦ σώματος ἔχουσα σαφέστατα προύφη, καὶ τοὺς ἀδελφοὺς ἐκ τοῦ ὄρους εἰς τὴν πόλιν ἐλθόντας διὰ τοῦτ᾽ αὐτὸ παρ᾽ ἑαυτῇ κατασχοῦσα, καὶ Θεοδοσίου τοῦ δευτέρου τῶν ἀδελφῶν τὸν θάνατον ὡσαύτως ἥκειν ὅσον οὕπω Πνεύματι θείῳ προεῖπε, καὶ ὡς ἀπελεύσεται μὲν ὁ Γρηγόριος συνάμα τ᾽ ἀδελφῷ Μακαρίῳ καὶ αὖθις μετ᾽ ὀλίγον ἐς Ἄθω, πειρασμοῖς δὲ μετ᾽ ἐκεῖνο περιπεσεῖται ποικίλοις πρὸς χρηστὸν ἀφορῶσι τὸ πέρας· ἃ δὴ καὶ κατὰ τὴν ἐκείνης ἐξέβη πρόρρησιν, μηδενός τινος μηδ᾽ ὁτιοῦν διαπεπτωκότος· εἶχε γὰρ ἐκ παιδικῆς πάνυ τῆς ἡλικίας οἱονεί τινα σύντροφον καὶ συνακμάζουσαν τὴν ἀρετὴν, καὶ τὸ πρὸς Θεὸν διὰ παντὸς ἐπεστράφθαι, καὶ δὴ καὶ τὴν εὐτέλειαν καὶ τὸ πένθος, καὶ τὴν τῶν ῥεόντων τουτωνὶ καὶ φθαρτῶν περιφρόνησιν· περὶ ἧς δήπου καὶ Γρηγόριος ὁ σοφὸς θαυμαστά τινα καὶ μνήμης ἄξια διεξήει παρὰ τῆς καλλίστης ἀκηκοὼς μητρὸς, ὡς αὐτὸς ἐκεῖνος πρὸς τοὺς οἰκείους ἔλεγεν ὕστερον, ἃ καὶ διὰ τὸ μῆκος νῦν ὁ λόγος παρῆκεν· ἐκεῖνο γε μὴν ἀναγκαῖον τοῖς εἰρημένοις προσθεῖναι.
Πολλῶν τινῶν τὸ τηνικαῦτα σπουδαίων παροικούντων ἐκεῖνο τὸ ὄρος, καί τις παρ᾽ ἐκείνοις γηραιὸς ἦν καὶ τὴν ἡλικίαν ὁμοῦ καὶ τὸν τρόπον τὴν κλῆσιν Ἰώβ· σπουδαῖος τὴν πολιτείαν, ἁπλοῦς τὸ ἦθος, ἐπιεικείᾳ καὶ χρηστότητι καὶ πᾶσιν ἀγαθοῖς, ὡς εἰπεῖν ἐν βραχεῖ, διαλάμπων. Οὗτος ἐνγειτόνων αὐτοῦ που σκηνούμενος, Γρηγορίῳ καὶ συνήθης καὶ ὁμιλητὴς ἐγεγόνει καὶ φίλος, τῆς ἀρετῆς τοὺς τῶν αὐτῶν ἐραστὰς δι᾽ ἑαυτῆς ὡς τὰ πολλὰ συνδεούσης ἀλλήλοις. Οὗτος τῷ μεγάλῳ συνήθως ποτὲ συγκαθήμενος, καὶ φιλήκοον οὖς τοῖς ὑπ᾽ ἐκείνου λεγομένοις διδοὺς, ἐπειδὴ πρὸς τοῖς ἄλλοις καὶ ταῦτα λέγοντος ἠκηκόει, ὡς πάντα τὸν ἀπὸ Χριστοῦ καλούμενον ὁποίου ποτ᾽ ἂν εἴη τάγματος, τὴν ἀδιάλειπτον ἀσκεῖν δεῖ προσευχὴν κατά γε τὴν Ἀποστολικὴν παραίνεσιν· «Ἀδιαλείπτως προσεύχεσθε» 8, κοινῆ τὴν Ἐκκλησίαν διδάσκουσαν, καὶ δὴ καὶ τὸν Προφήτην Δαβίδ· καί τοι γε καὶ βασιλέα πεφηνότα, τὸ· «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς» 9, φάσκοντα, οἷς δή που καὶ Γρηγόριος ὁ μέγας ἑπόμενος, μνημονευτέον Θεοῦ φησι μᾶλλον ἢ ἀναπνευστέον, κοινῆ καὶ αὐτὸς πρὸς τοὺς πιστοὺς ὡσαύτως τὸν λόγον ποιούμενος· καὶ χρή φησι καὶ ἡμᾶς πειθομένους τοῖς προῤῥηθεῖσι, μὴ τοὺς ἔξω κόσμου καὶ μοναστὰς μόνον, ἀλλὰ καὶ ἄνδρας καὶ γυναῖκας καὶ παῖδας, καὶ σοφοὺς καὶ ἰδιώτας, καὶ πάντας ὁμοῦ ταὐτὰ διδάσκειν ὡσαύτως, καὶ πρὸς αὐτὸ τοῦτ᾽ ἐνάγειν πάσῃ σπουδῇ. Τούτων ὁ γηραιὸς ἀκούσας πρὸς τοῦ σοφοῦ, καὶ οὐκ οἶδ᾽ ὅτι παθὼν, ἀντιλέγειν ἐπειρᾶτο τοῖς οὕτω φανεροῖς καὶ ἀντιῤῥήτοις, τῶν ἀνακεχωρηκότων τοῦ κόσμου καὶ μοναστῶν μόνον διατεινόμενος εἶναι· ταυτὶ, ἀλλ᾽ οὐ τῶν πολλῶν καὶ κατὰ κόσμον ἁπλῶς. Ἐπεὶ δὲ καὶ πόλλ᾽ ἕτερα προσόμοια τοῖς ῥηθεῖσιν αὖθις ὁ μέγας προσθεὶς πείθειν οὐδαμῶς εἶχε τὸν γέροντα, τὸν μὲν περὶ τούτων ἵστησι λόγον, τὴν πολυλογίαν καὶ τὴν ἔριν ἀποποιούμενος πάσῃ σπουδῇ· ἐπεὶ δὲ καὶ διαλυθέντες ἀπ᾽ ἀλλήλων ἐπ᾽ οἴκου χωροῦντες ἦσαν, καὶ ὁ οἰκίσκος εἶχε συνήθως ἑκάτερον εὐχῇ καὶ ἡσυχίᾳ προσέχοντα, Θεὸς ἄνωθεν εὐθὺς διαιτᾷ τοῖς λεχθεῖσιν, Ἀγγέλῳ δηλαδὴ διακόνῳ χρησάμενος, διδάσκων μὲν καὶ τὸν ἀγνοοῦντα φιλανθρώπως ἃ μὴ μεμάθηκε, τιμῶν δ᾽ ὑπερφυῶς πῶς ἂν εἴποις σύν γε τοῖς λαληθεῖσι καὶ τὸν Γρηγόριον· ὃς καὶ λαμπρὸς λαμπρῶς εὐχομένῳ τῷ γέροντι παραστάς· μηδαμῶς φησιν ἄλλως περὶ τῶν διωμιλημένων ὑμῖν πρὸ βραχέως, ὦ οὗτος, ἔχε καὶ φρόνει, ἢ καθάπερ ὁ ἱερὸς ἔφη Γρηγόριος. Καὶ ὁ μὲν ταῦτ᾽ ἐπιτάξας ἀφανὴς ἦν εὐθύς· ὁ δ᾽ ἀγγελικὴν εἶναι καὶ θείαν μὴ ἀγνοήσας τὴν διδασκαλίαν τε καὶ τὴν ἐπιφάνειαν, σπουδῇ πρὸς τὸν ὅσιον εὐθὺς ἄπεισι, τὰ ὁραθέντα τε καὶ ἀκουσθέντα θείως μηνύων, καὶ συγγνώμην αἰτῶν τῆς οὐ καλῆς ἐκείνης ἀπειθείας καὶ τῆς ἐνστάσεως, ἧς καὶ τυχὼν, καὶ κρεῖττον ἤπερ ἐβούλετο· τίς γὰρ ἐκείνῳ πρὸς μετριότητά τε καὶ ἀγάπην ἐνάμιλλος; ἀχώριστος ἦν ἐξ ἐκείνου σχεδὸν τοῦ μεγάλου, καὶ δεσμοῖς ἀῤῥήκτοις ὁμονοίας τε καὶ φιλίας ἀλλήλοις ἄριστα συνεδέθησαν. Μετὰ μικρὸν δὲ καὶ πρὸς ὃν ἐφίλει Χριστὸν ἀπιὼν, καὶ πρὸς ταῖς ἐσχάταις ἀναπνοαῖς ὁ χρηστὸς Ἰὼβ ἤδη γενόμενος, μεγάλας ἐπὶ πάντων ἀνομολογῶν ἦν τῷ Θεῷ τὰς χάριτας, ὅτι τε συνήθης καὶ ὁμιλητὴς ἐγεγόνει τῷ Γρηγορίῳ, καὶ ὅτι πολλά τινα καὶ μεγάλα τῆς ἐκείνου διδασκαλίας καὶ τῆς φιλίας ἀπώνατο.
Πέμπτος ἐνιαυτὸς ἦν καθ᾽ ἡσυχίαν, ᾗ περ ἔφην, ἐνταῦθα τῷ σοφῷ διατρίβοντι, καὶ τὸ Ἰλλυριῶν ἐπιστρατεῦσαν ἔθνος τοῖς χωρίοις ἐκείνοις, μᾶλλον δὲ καὶ συνεχῶς ἐπιόντες, καὶ ὄρη καὶ πεδία καὶ ἀγροὺς καὶ συνοικίας ὁμοῦ πάσας, τὰς μὲν ἐξανδραποδιζόμενοι καὶ δηοῦντες, τὰς δὲ καὶ πυρὶ κατακαίοντες, ἀναγκάζουσι κἀκεῖνον μεταβῆναι καὶ αὖθις καὶ παρὰ τὸν βέλτιστον ἐλθεῖν Ἄθω· ὃν δὴ καὶ καταλαβὼν, καὶ πρὸς τῇ μεγίστῃ Λαύρᾳ τοῦ θαυμαστοῦ καὶ πάλιν Ἀθανασίου γενόμενος, καὶ χαίρων χαίρουσι τοῖς φίλοις πατράσι καὶ τοῖς ἀδελφοῖς ἐποφθεὶς, οὐκέτι μὲν τῆς Λαύρας ἐντὸς ὥσπερ δὴ καὶ τὸ πρότερον, ἐκτὸς δέ που μᾶλλον καὶ ταύτης ἐγγὺς, ἔν γε τῷ τοῦ θείου Σάββα φροντιστηρίῳ φημὶ, τὴν καθέδραν καὶ τὴν τῆς ἡσυχίας σκηνὴν πήγνυσιν· ὀλίγα μὲν τῇ Λαύρᾳ καὶ τῷ πλήθει προσιών τε καὶ συγγινόμενος, ὁπηνίκα δηλαδὴ πρὸς ἱερουργίαν μόνον καὶ τὴν τῶν μυστικῶν τελετὴν ἐκ διαλειμμάτων ὡς καὶ τοὺς λοιποὺς πρεσβυτέρους τὸ κοινὸν αὐτὸν τῆς ἐκκλησίας ἐκάλει, κοσμεῖν ἑαυτοὺς καὶ δοξάζειν ὥσπερ, οἷα τὰ τῆς καλῆς περὶ τὰ τοιαῦτα σπουδῆς τε καὶ φιλοτιμίας ἐκείνων, κἀντεῦθεν βουλόμενοι· ἑαυτῷ δὲ καθ᾽ ἡσυχίαν ἀκροτάτην συνήθως μόνῳ συνὼν καὶ Θεῷ, καὶ μήτε τῆς καλύβης μηδ᾽ ὁπωσοῦν προϊὼν, μήτ᾽ εἰς ὁμιλίαν καὶ θέαν ἐρχόμενος τὸ παράπαν τινὶ, ὡς μηδ᾽ αὐτὸν τὸν ταῖς ἀναγκαιοτάταις ἐξυπηρετούμενον δήπου χρείαις ἀνέχεσθαι προσορᾷν, Σαββάτου φημὶ καὶ Κυριακῆς δίχα, καθ᾽ ἃς καὶ τοῖς ἄλλοις καὶ θεατὸς ἅμα καὶ προσιτὸς ἦν.
Τῆς τοίνυν ἀρετῆς ὁμοῦ πάσης, εἰς τε τὸ πρακτικὸν διηρημένης καὶ θεωρητικὸν, οὗ καὶ τὸ πρακτικὸν ὑποβάθραν οἱονεί τινα καὶ θεμέλιον εἶναι φασὶν οἱ περὶ ταῦτα σοφοί· καὶ τοῦ μὲν εὐχερεστέρου τε ὄντος, καὶ τάχιστα τοῖς σπουδαίοις πρὸς τέλος ἥκοντος, δυσχερεστέρου δ᾽ αὖ τοῦ θεωρητικοῦ πεφυκότος, καὶ δυσκόλως εἰς τέλος ἰόντος, μᾶλλον δ᾽ εἰπεῖν ἀκριβῶς, μηδὲ τέλος κεκτημένου καθάπαξ· πρὸς γὰρ Θεὸν αὐτὸν ἀνάγειν τε καὶ συνάπτειν ἀμέσως τὸν ἱερὸν καὶ καθαρμένον τῶν θεοειδῶν ἀνδρῶν πέφυκε νοῦν· οὗ φησι γενομένοις, πάσης μὲν ἄλλης θεωρίας θείας ἀνάπαυσις· τὸ δὲ ἀδιάβατόν τε καὶ ἄπειρον· οὐδὲ γὰρ ἔχει τι φησὶν ὑψηλότερον, ἢ ὅλως ἕξει, οὐδὲ ὁ φιλοσοφώτατος νοῦς καὶ διαβατικώτατος ἢ πολυπραγμονέστατος· τοῦτο γὰρ τὸ τῶν ὀρεκτῶν ἔσχατον, περὶ ὃ κατὰ τὸν μέγαν εἰπεῖν Διονύσιον, καὶ οἱ θειότατοι καὶ ὑψηλότατοι νόες κυκλικῶς ᾀεὶ κινοῦνται, ταῖς ἀνάρχοις καὶ ἀτελευτήτοις ἐλλάμψεσιν ἑνούμενοι τοῦ καλοῦ καὶ ἀγαθοῦ. Τούτων τοιγαροῦν οὕτως ἐχόντων, περὶ μὲν τὴν πρᾶξιν οὕτως ὁ θεῖος Γρηγόριος καὶ πρὸ τῆς ἀποταγῆς καὶ μετὰ τὸ σχῆμα καὶ τὴν ἀναχώρησιν ἀγωνισάμενός τε καὶ κατορθωκὼς ὦπται, ὡς ἐξ ἀρχῆς αὐτῆς τέλειος εἶναι σχεδὸν, καὶ τοῖς περὶ ταῦτα μεγάλοις τε καὶ σπουδαίοις οὐκ ἀγενῶς ἁμιλλώμενος. Τοῦ δὲ χρόνου καὶ τῆς ἀσκήσεως αὐτῷ προϊόντων, τί χρὴ καὶ λέγειν ὅσον ἐν παντὶ τοὺς τὰ τοιαῦτα σπουδάζοντας ὑπερέσχε; καὶ ὅπως εὐτελείας τε καὶ ἀπροσπαθείας τῆς ἀκροτάτης, καὶ προσέτι νηστείας καὶ ταπεινώσεως, καὶ παντοδαπῆς ἐγκρατείας, ἀναχωρήσεώς τε καὶ πένθους καὶ σιωπῆς καὶ πάντων ὁμοῦ τῶν τοιούτων, παράδειγμα θαυμαστὸν τοῖς ἐγγύς τε καὶ τοῖς μακρὰν ἀνεφάνη; Ἐπεὶ δὲ ἐξαιρέτως θεωρία τὸ προκείμενόν τε καὶ σπουδαζόμενον ἦν αὐτῷ, καὶ θεωρία γε ἡ πασῶν ὑπερκειμένη καὶ προύχουσα, ἣν δὴ καὶ Θεοῦ ἐποψίαν καὶ ἕνωσιν ἄμεσον, καὶ ἔλλαμψιν καὶ θέωσιν καὶ τὰ τοιαῦτα τοῖς θεοφόροις ἔθος καλεῖν, δι᾽ ἧς, ἢ μεθ᾽ ἧς καὶ πρὸς τὴν ἀκροτάτην ἀγάπην, καὶ τὸ καθ᾽ ὁμοίωσιν θείαν, καὶ δὴ καὶ τὴν ὑψηλήν τε καὶ ἄπταιστον θεολογίαν, δι᾽ εὐχῆς ἀδιαλείπτου καὶ νοερᾶς ἡσυχίας καὶ ταπεινώσεως καὶ πένθους καλῶς οἱ τοιοῦτοι προβαίνουσι, σκοπήσωμεν εἴπερ δὴ, καὶ σκοπήσωμεν ὅπως καὶ περὶ ταῦτα τὰ θειότατά τε καὶ ὑψηλὰ ὁ τοῦ Θεοῦ ἀληθὴς ἔσχεν ἄνθρωπος.
Ἀλλὰ τὰ μὲν περὶ τῆς ὑψηλῆς θεολογίας καὶ τοῦ κατ᾽ αὐτὴν ἔχοντας, τό γε νῦν ἔχον ἀναμεινάτω, τὸν προσήκοντα τόπον τε καὶ καιρὸν ἐκδεχόμενα· τὰ δ᾽ ἄλλα θαυμάσαι μὲν ἄν τις ἴσως ῥᾳδίως, εἰ καὶ μὴ πρὸς ἀξίαν, διελθεῖν δ᾽ ἕκαστα, καὶ τοῖς ἀκροαταῖς ἀγαγεῖν οἷον ὑπ᾽ ὄψιν, ἕν τι τῶν ἀδυνάτων εἶναί μοι φαίνεται· διὰ δὴ τοῦτο καὶ τῆς ἐκείνου δεῖ γλώττης μᾶλλον περὶ ἐκείνων ἀκούειν διεξιούσης, μήτ᾽ ἐκεῖνον καὶ τὸ πρᾶγμα τὸ κατ᾽ ἐκεῖνον, ἑνός τινος μηδενὸς κατ᾽ αὐτὸν ἐκεῖνον εἰδότος, οὐδ᾽ ἐγγὺς, μήτε λέγειν ὡσαύτως ἐκεῖνα καὶ γράφειν ἐπισταμένου. Φησὶ τοιγαροῦν ὁ σοφὸς περὶ τῆς κατὰ νοῦν σχολῆς καὶ τῶν ἀπὸ ταύτης τικτομένων, καὶ δὴ καὶ περὶ φωτισμοῦ θείου, τοιάδε πρὸς τὸν ἀντικείμενον τῷ θείῳ τῷδε φωτὶ, πρὸς ἄλλοις πολλοῖς τισι γράφων· «Ὅταν ὁ νοῦς αἰσθητοῦ παντὸς ἀπαναστῇ, καὶ τοῦ κατακλυσμοῦ τῆς περὶ ταῦτα τύρβης ἀνακύψῃ, καὶ κατοπτεύσῃ τὸν ἐντὸς ἄνθρωπον, πρῶτον μὲν ἐνιδὼν τὸ προσγεγενημένον εἰδεχθὲς προσωπεῖον ἐκ τῆς κάτω περιπλανήσεως, τοῦτο διὰ πένθους ἀπονίψασθαι σπεύδει· ἔπειτ᾽ ἐπειδ᾽ ἂν τὸ δυσειδὲς τοῦτο περιέλῃ κάλυμμα, τότε μὴ ποικίλαις σχέσεσι τῆς ψυχῆς ἀγενῶς διασπωμένης, εἴσω τῶν ὄντως ταμείων ἀταράχως χωρεῖ, καὶ τῷ ἐν τῷ κρυπτῷ Πατρὶ προσεύχεται κατὰ τὴν ἐντολὴν, ὃς αὐτῷ καὶ τὸ χωρητικὸν τῶν χαρισμάτων δῶρον τὴν τῶν λογισμῶν εἰρήνην τὰ πρῶτα χορηγεῖ, μεθ᾽ ἧς τὴν γεννητικήν τε καὶ συνεκτικὴν ἁπάσης ἀρετῆς τελειοῖ ταπείνωσιν, οὐ τὴν ἀνυσίμοις εὐχερῶς τῷ βουλομένῳ ῥήμασί τε καὶ σχήμασι συνισταμένην, ἀλλὰ τὴν ὑπὸ τοῦ ἀγαθοῦ καὶ θείου Πνεύματος μαρτυρουμένην, ἣν αὐτῷ κτίζει τὸ Πνεῦμα τοῖς ἐγκάτοις ἐγκαινιζόμενον· ἐν δὴ ταύταις, ὥσπερ ἐν ἀσφαλεῖ περιτειχίσματι τοῦ κατὰ νοῦν παραδείσου, τὰ τῆς ἀληθοῦς ἀρετῆς παντοδαπὰ δένδρα φύεται, μεσαιτάτῳ δ᾽ ἀνεγείρεται τὰ τῆς ἀγάπης ἱερὰ βασίλεια· τούτων δ᾽ ἐν προθύροις τὸ τοῦ μέλλοντος αἰῶνος προοίμιον, ἡ ἀνεκλάλητός τε καὶ ἀναφαίρετος ἀνθεῖ χαρά· μήτηρ γὰρ ἀκτημοσύνη μὲν ἀμεριμνίας, ἀμεριμνία δὲ προσοχῆς καὶ προσευχῆς, αἱ δὲ πένθους καὶ δακρύων, ταῦτα δὲ τὰς προλήψεις ἀπαλείφει· τούτων δ᾽ ἀποβεβλημένων, ῥᾷον ἡ κατ᾽ ἀρετὴν ὁδὸς τελεῖται, τῶν προσισταμένων ἐκ μέσου γεγονότων, καὶ συνειδὸς ἀκατάγνωστον προσγίνεται· ταῦτα δ᾽ αὖ τελεωτέραν πηγάζει τὴν χαρὰν καὶ τὸν τῆς ψυχῆς μακάριον γέλωτα· τότε δὴ καὶ τὸ κατώδυνον δάκρυον εἰς ἡδὺ μεταποιεῖται, καὶ τὰ λόγια τοῦ Θεοῦ ὡς γλυκέα τῷ λάρυγγι καὶ ὑπὲρ μέλι τῷ στόματι γίνεται· καὶ ἡ ἐν προσευχῇ δέησις εἰς εὐχαριστίαν μετασκευάζεται· καὶ ἡ μελέτη τῶν θείων μαρτυρίων ἀγαλλίαμα τῆς καρδίας ἐστὶ, προσομιλούσης μετ᾽ ἐλπίδος ἀκαταισχύντου, καὶ οἷον ὑφεστώσης ἐν προοιμίου μοίρᾳ τῇ τοῦ γεύματος ταύτῃ πείρᾳ, καὶ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ Θεοῦ χρηστότητος μανθανούσης ἐκ μέρους, κατὰ τὸν λέγοντα· Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· τὸ ἀγαλλίαμα τῶν δικαίων, ἡ χαρὰ τῶν εὐθέων, ἡ θυμηδία τῶν τεταπεινωμένων, ἡ τῶν δι᾽ αὐτὸν πενθούντων παράκλησις. Τί οὖν; μέχρι τούτου τὰ τῆς παρακλήσεως; καὶ ταῦτα μόνα τὰ τῆς ἱερᾶς μνηστείας δῶρα; καὶ καθαρώτερον τούτων οὐδαμῶς ἐμφανίζει ἑαυτὸν τοῖς διὰ τοῦ μακαρίου πένθους λελουμένοις, καὶ διὰ τῶν ἀρετῶν ἐσταλμένοις νυμφικῶς ὁ τῶν τοιούτων ψυχῶν νυμφίος; Οὔμενουν· ὅταν γὰρ ἅπαν αἰσχρὸν πάθος ἔνοικον ἀπελαθῇ, καὶ ὁ νοῦς ὡς ἤδη φθάσας ἐδήλωσεν ὁ λόγος, αὐτός τε πρὸς ἑαυτὸν καὶ τὰς ἄλλας τῆς ψυχῆς δυνάμεις ἐπιστρέψας, ὁλοκλήρῳ τῇ γεωργίᾳ τῶν ἀρετῶν φιλοκαλήσῃ τὴν ψυχὴν, προϊὼν ἐπὶ τὸ τελεώτερον, καὶ πρακτικὰς ἔτ᾽ ἀναβάσεις διατιθέμενος, καὶ ἐπὶ πλέον Θεοῦ συναιρομένου πλύνων ἑαυτὸν, οὐ τὰ τοῦ πονηροῦ μόνον ἀποσμήχει κόμματος, ἀλλ᾽ ἅπαν ἐπίκτητον ἐκ μέσου ποιεῖται, κἂν τῆς χρηστοτέρας ᾖ μοίρας καὶ διανοίας· ἡνίκα δὴ νοητῶν καὶ τῶν οὐκ ἀφαντάστων διὰ ταῦτα νοημάτων ὑπεραναβὰς, καὶ πάντα θεοφιλῶς ὁμοῦ καὶ φιλοθέως ἀποθέμενος, κωφός τε καὶ ἄλαλος κατὰ τὸ γεγραμμένον παραστῇ Θεῷ, τηνικαῦτα λόγον ὕλης ἴσχει, καὶ πλάττεται τὴν ἀνωτάτω πλάσιν ἐπὶ πάσης ἀδείας, ἅτε μηδενὸς τῶν θύραθεν θυροκοποῦντος, τῆς ἐντὸς χάριτος ἐπὶ τὸ κρεῖττον μεταρυθμιζούσης, καὶ ἀποῤῥήτῳ τὸ παραδοξότατον φωτὶ καταλαμπούσης τὰ ἔνδον, καὶ τελειούσης τὸν ἐντὸς ἄνθρωπον. Ἡμέρας δὲ διαυγασάσης, καὶ φωσφόρυ ἀνατείλαντος ἐν ταῖς καρδίαις ἡμῶν, κατὰ τὸν ἐν Ἀποστόλοις κορυφαῖον, ἔξεισι κατὰ τὸ προφητικὸν ἐκεῖνο λόγιον, ὁ ὄντως ἄνθρωπος ἐπὶ τὴν ἐργασίαν αὐτοῦ, καὶ τῷ φωτὶ χρώμενος ὁδῷ, ἄνεισιν ἢ ἀνάγεται ἐπ᾽ ὄρη αἰώνια· καὶ τῶν ὑπερκοσμίων ἐν τούτῳ τῷ φωτὶ πραγμάτων, ὦ τοῦ θαύματος! ἐπόπτης καθίσταται, μὴ διαζευγνύμενος ἢ διαζευγνύμενος τῆς τὴν ἀρχὴν συμπροηγμένης ὕλης, ὡς οἶδεν ἡ ὁδός· οὐ γὰρ διανοίας φανταστικοῖς ἄνεισι πτεροῖς, ἢ πάντα καθάπερ τυφλὴ περιπολεῖ, μήτ᾽ ἐπὶ τῶν ἀπόντων αἰσθητῶν, μήτ᾽ ἐπὶ τῶν ὑπεραναβεβηκότων νοητῶν τῆς ἀκριβοῦς καὶ ἀνενδοιάστου καταλήψεως ἀντιλαμβανομένη, ἀλλ᾽ ἐπ᾽ ἀληθείας ἄνεισιν ἀῤῥήτῳ Πνεύματος δυνάμει, καὶ πνευματικῇ καὶ ἀῤῥήτῳ ἀντιλήψει τῶν ἀῤῥήτων ῥημάτων διακούει, καὶ ὁρᾷ τὰ ἀθέατα, καὶ τοῦ θαύματος ὅλος τοὐντεῦθεν ἔστι τε καὶ γίνεται κἂν ἐκεῖθεν ἀπῇ, καὶ τοῖς ἀκαμάτοις ὑμνῳδοῖς ἁμιλλᾶται, ἄγγελος ὡς ἀληθῶς ἄλλος ἐπὶ γῆς Θεοῦ γεγονὼς, καὶ δι᾽ ἑαυτοῦ πᾶν εἶδος κτίσεως αὐτῷ προσαγαγὼν, ἐπεὶ καὶ αὐτὸς ἐν μετοχῇ τῶν πάντων· καὶ τοῦ ὑπὲρ τὰ πάντα δὲ μεταλαγχάνει νῦν, ἵνα καὶ τὸ τῆς εἰκόνος ἀπηκριβωμένον ᾖ· διό φησιν ὁ θεῖος Νεῖλος· Ὅτι νοῦ κατάστασίς ἐστιν ὕψος νοητὸν οὐρανίῳ χρώματι παρεμφερὲς, ᾧ καὶ τὸ τῆς ἁγίας Τριάδος κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐπιγίνεται φῶς. Ὁ δὲ ἅγιος Διάδοχος τῇ ἀρχῇ τὸ τέλος συνάψας, ἐν ἑνὶ κεφαλαίῳ τέθηκε γράφων· Δύο ἡμῖν ἡ χάρις ἡ ἁγία διὰ τοῦ βαπτίσματος περιποιεῖται· ὧν τὸ ἓν ἀπείρως τοῦ ἑνὸς ὑπερβάλλει· ἀνακαινίζει γὰρ ἡμᾶς ἐν τῷ ὕδατι, καὶ τὸ κατ᾽ εἰκόνα λαμπρύνει, πᾶσαν τὴν ῥυτίδα τῆς ἁμαρτίας ἡμῶν ἀποῤῥίπτουσα· τὸ δ᾽ ἕτερον ἐκδέχεται ἵνα σὺν ἡμῖν ἐργάσηται· ὅτε γοῦν ἄρξεται ὁ νοῦς ἐν πολλῇ αἰσθήσει γεύσασθαι τῆς χρηστότητος τοῦ παναγίου Πνεύματος, τότ᾽ ὀφείλομεν εἰδέναι, ὅτι ἄρχεται ἡ χάρις ὥσπερ ἐπιζωγραφεῖν εἰς τὸ κατ᾽ εἰκόνα τὸ καθ᾽ ὁμοίωσιν· ὥστε ἡ μὲν αἴσθησις αὕτη δηλοῖ ἡμᾶς μορφοῦσθαι τὸ καθ᾽ ὁμοίωσιν, τὸ δὲ τέλειον τῆς ὁμοιώσεως ἐκ τοῦ φωτισμοῦ γνωσόμεθα. Καὶ πάλιν, Τὴν πνευματικὴν ἀγάπην οὐ δύναταί τις κτήσασθαι, εἰ μὴ ἐν πάσῃ πληροφορίᾳ φωτισθείη παρὰ τοῦ ἁγίου Πνεύματος· ἐὰν γὰρ μὴ τελείως τὸ καθ᾽ ὁμοίωσις διὰ τοῦ θείου φωτὸς ἀπολαύῃ ὁ νοῦς, πάσας μὲν τὰς ἄλλας ἀρετὰς ἔχειν δύναται, τῆς δὲ τελείας ἀγάπης ἔτι ἄμοιρος μένει. Ὡσαύτως δὲ καὶ τοῦ ἁγίου Ἰσαὰκ ἀκούομεν λέγοντος. Κατὰ τὸν καιρὸν τῆς προσευχῆς ὁρᾷν τὴν ἑαυτοῦ καθαρότητα τὸν κεχαριτωμένον νοῦν ὁμοίαν τῇ ἐπουρανίῳ χροιᾷ, ἥτις Θεοῦ ὑπὸ τῆς γερουσίας τοῦ Ἰσραὴλ ὠνόμασται τόπος, ἡνίκα ὥφθη αὐτοῖς ἐν τῷ ὄρει. Καὶ πάλιν, Καθαρότης ἐστὶ νοὸς, ἐφ᾽ ᾗ διαυγάζει ἐν τῷ καιρῷ τῆς προσευχῆς τὸ φῶς τῆς ἁγίας Τριάδος· πανταχοῦ μὲν γὰρ τὸ θεῖον φῶς, ἀλλ᾽ οὐκ ἐπιφανῶς διαυγάζει πανταχοῦ· καὶ ἓν μέν ἐστιν, ἀλλ᾽ οὐχ ὁμοίως ἐπιλάμπει πᾶσιν, οὐδ᾽ αὐτοῖς τοῖς θείοις ὡς θεοειδέσι καὶ λαμπομένοις ἐμφανῶς. Ὡς γὰρ ἓν μέν ἐστι τὸ τοῦ ἡλίου φῶς, πολλαί δέ εἰσιν ἀκτῖνες, καὶ οὐ πολλαὶ μόνον ἀλλὰ καὶ τρανώτεραι καὶ ἀμαυρώτεραι, κατὰ τὸν λόγον τῆς πρὸς φωτοληψίαν ἐπιτηδειότητος τῶν δεχομένων, τὸν αὐτὸν τρόπον, ὡς κατ᾽ ἀμυδρὰν ἐν αἰσθητοῖς εἰκόνα, κἀπὶ τοῦ ὑπὲρ αἴσθησιν φωτὸς τελεῖται· προσκείσθω δὲ καὶ ἡ τοῦφωτίζοντος βούλησις ἐνταῦθα· ὁ δὲ κατηξιωμένος τοῦ φωτὸς ἐκείνου νοῦς, καὶ πρὸς τὸ συνημμένον σῶμα πολλὰ διαπορθμεύει τοῦ θείου κάλλους τεκμήρια· χάριτί τε θείᾳ καὶ σαρκὸς παχύτητι μεσιτεύων, καὶ δύναμιν τῶν ἀδυνάτων ἐντιθείς. Ἐντεῦθεν ἡ κατ᾽ ἀρετὴν θεοειδὴς καὶ ἀπαράμιλλος ἕξις, καὶ τὸ πρὸς κακίαν ἀκίνητον ὅλως ἢ δυσκίνητον· ἐντεῦθεν ὁ διατρανῶν τοὺς τῶν ὄντων λόγους λόγος, καὶ ἀνακαλύπτων οἴκοθεν ἐκ καθαρότητος τὰ τῆς φύσεως μυστήρια, δι᾽ ὧν ἀναλογίας λόγοις πρὸς κατάληψιν τῶν ὑπὲρ φύσιν τὸ διανοούμενον ἀνιμᾶται τῶν πιστῶς ἀκροωμένων, ἣν αὐτὸς ὁ τοῦ Λόγου Πατὴρ ἀύλοις ἐπαφαῖς κατείληφεν· ἐντεῦθεν αἵ τε ἄλλαι ποικίλαι θαυματοποιίαι, καὶ τὸ διορᾶν καὶ προορᾷν, καὶ περὶ τῶν πόῤῥω που συμβαινόντων ὡς ὑπ᾽ ὀφθαλμοὺς διαλέγεσθαι· καὶ τὸ δὴ μέγιστον, ὡς οὐδὲ περὶ ταῦθ᾽ ὁ σκοπὸς τείνει τῶν μακαριωτάτων ἐκείνων, ἀλλ᾽ ὥσπερ εἴ τις ὁρώη πρὸς ἡλιακὴν ἀκτῖνα, καὶ τῶν ἀερίων ἀτόμων αἰσθάνεται κἂν μὴ τοῦτ᾽ αὐτῷ τυγχάνῃ σκοπός· οὕτως ἐκείνοις ταῖς θείαις ἀκτῖσι καθαρῶς ὁμιλοῦσιν, αἷς φύσει πρόσεστιν ἡ πάντων ἀποκάλυψις, οὐχὶ τῶν ὄντων μόνων ἢ καὶ γεγενημένων, ἀλλὰ καὶ τῶν ἔπειτ᾽ ἐσομένων, ὁδοῦ πάρεργον, ὡς ἀληθῶς ἡ τούτων προσγίνεται γνῶσις, κατὰ ἀναλογίαν τῆς καθαρότητος· προύργου δὲ αὐτοῖς ἡ τοῦ νοῦ πρὸς ἑαυτὸν ἐπιστροφὴ καὶ σύννευσις, μᾶλλον δὲ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων, εἰ καὶ θαυμαστὸν εἰπεῖν, πρὸς τὸν νοῦν ἐπιστροφὴ, καὶ ἡ κατ᾽ αὐτόν τε καὶ Θεὸν ἐνέργεια, δι᾽ ἧς ἐπεσκευασμένοι πρὸς τὸ πρωτότυπον εὖ διατίθενται, τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἀμήχανον κάλλος ἐπανθούσης τῆς χάριτος».
Τοιαῦτα τοῦ θεοειδοῦς καὶ οὐρανίου ἐκείνου νοῦ, καὶ τῆς θείας καὶ σοφῆς ὄντως γλώττης, τὰ περὶ σχολῆς ἱερᾶς καὶ ἡσυχίας καὶ θείου φωτισμοῦ καὶ θεώσεως· περὶ ὧν, τίς ἂν οὕτω ποτὲ θείως ἄγαν καὶ ὑψηλῶς διανοηθείη καὶ εἴποι; καὶ αὐτῶν φημι τῶν ὑψηλῶν τε καὶ διαβεβηκότων ἐν θεωρίᾳ καὶ πείρᾳ καὶ πάθει μακαρίῳ τῶν τοιούτων ἐσχηκότων τὴν γνῶσιν; ὡς μὲν σύμφωνα διὰ πάντων τοῖς τῶν θεοφόρων ἀνδρῶν συγγράμμασί τε καὶ λόγοις, τὸ ἀναντίῤῥητόν τε καὶ ἀσφαλὲς ἐν ἅπασιν ἔχοντα· ὅτι δὲ καὶ παθὼν ὁ μέγας καὶ πράξει καὶ ἐνεργείᾳ, καλῶς ἐκεῖνα τὰ θεῖά τε καὶ ὑπερφυᾶ μυηθεὶς, οὕτω τῆς χρείας καλούσης, χρόνοις ὕστερον οὐκ ὀλίγοις, καὶ περὶ τὸ λέγειν ἦλθε ταῦτα καὶ γράφειν, καὶ αὐτόθεν μὲν τοῖς γε νοῦν ἔχουσι γνώριμον· οὐδὲ γὰρ ἀνθρωπίνης τὰ τοιαῦτα ποτ᾽ ἂν εἴη σοφίας καὶ λόγου καὶ νοῦ· πολλοῦ γε καὶ δεῖ· εἰ μὴ καὶ τὰς πυγολαμπίδας τις ταῖς ἡλιακαῖς ἀκτῖσιν ἀφθόνως ἀντιτιθείη, καὶ ταῖς οὐρανίαις βρονταῖς τὰ τῶν χαλκοτύπων τε καὶ δρυτόμων, μᾶλλον δὲ τῶν κρουμάτων ἐκείνων τὰ ἔσχατα ἀπηχήματα, δηλώσει γε μὴν δι᾽ ὀλίγων καὶ τὰ νῦν ῥηθησόμενα, ἵν᾽ ᾖ τὸ δένδρον ἐκ τοῦ καρποῦ γνώριμον κατὰ τὸν Χριστοῦ λόγον, καὶ ἀπὸ τῶν κλάδων καλῶς τὰ τῆς ῥίζης διαγινώσκηται.
Ἑσπέρα μὲν ἦν ἡ τοῦ μεγίστου καὶ μυστικοῦ Δείπνου καὶ τῶν κατὰ σάρκα τοῦ Κυρίου παθῶν· τῆς δὲ τελετῆς ἐκείνων μεγαλοπρεπῶς τελουμένης, ὡς ἔθος παρὰ τῇ Λαύρᾳ, καὶ Γρηγόριος τῆς πανηγύρεως καὶ τῶν ὕμνων ἦν κοινωνῶν τοῖς προύχουσι τῶν ἄλλων, καὶ συμπράττων ἅμα καὶ συνιστάμενος, καὶ τῇ παρουσίᾳ πως ἂν εἴποις κοσμῶν ἐκεῖνον τὸν σύλλογον· ἀλλ᾽ οἷα φιλεῖ συμβαίνειν, τῶν συνισταμένων τινὲς οἱονεί τινα λήθην σχόντες τῶν τελουμένων, τῶν τε μεγάλων ἐκείνων καὶ θαυμασίων ᾠδῶν, καὶ ἐφ᾽ ᾧ δὴ καὶ συνήεσαν, εἰς ὁμιλίας τὰς προστυχούσας ἐξέδωκαν ἑαυτοὺς, καὶ τοῦτο πέρα τοῦ μέτρου καὶ καθ᾽ ὑπερβολὴν, εἴ γε καὶ μέτρον ὅλως ἔστι τοῖς τοιούτοις εἰπεῖν. Δυσχεραίνει πρὸς ταῦτα κατὰ τὸ εἰκὸς ὁ τοῦ Θεοῦ ἄνθρωπος· καὶ ἐπεὶ λέγειν τε πρὸς ἐκείνους καὶ τὴν ὁμιλίαν ἐπέχειν οὐκ ἐδόκει, κἀκείνων ἅμα καὶ τῆς ὑμνῳδίας ἀποστήσας τὸν νοῦν, πρὸς ἑαυτὸν ἐπιστρέφει συνήθως, καὶ δι᾽ ἑαυτοῦ πρὸς Θεόν· καὶ αὐτίκα φῶς αὐτὸν ἄνωθεν περιλάμπει θεῖον, καὶ ταῖς ἀκτῖσιν ἐκείναις καὶ τοὺς τῆς ψυχῆς ἅμα καὶ τοῦ σώματος ὀφθαλμοὺς φωτισθεὶς, τὸ μετ᾽ ἐνιαυτοὺς οὐκ ὀλίγους ἀποβησόμενον ὡς ἤδη παρὸν ἐναργῶς ὁρᾷ· ὁ γὰρ τὴν τῆς Λαύρας οἰκονομίαν ἐγκεχειρισμένος τὸ τηνικαῦτα Μακάριος ἐκ δεξιῶν αὐτῷ συνεστὼς, οὐ τὸ κοινόν τε καὶ σύνηθες φέρων ἐφαίνετο σχῆμα, ἀλλ᾽ εἰς Ἀρχιερέας ἐδόκει τελεῖν, καὶ κατ᾽ ἐκείνους ἐστάλθαι, καὶ τὸ σύμπαν ἀρχιερατικῶς ἵστασθαι· ὃ δὴ καὶ εἰς ἔργον ὕστερον ἐκβὰν καθωράθη, δέκα πρὸς τῷ ἑνὶ παριόντων ἐνιαυτῶν, τοῦ ῥηθέντος δηλαδὴ Μακαρίου, μετὰ τὴν τῆς Λαύρας ἀρχήν τε καὶ προστασίαν, τοῦ τῆς ἡμετέρας Θεσσαλονίκης ἀρχιερατικῶς ἐπιβάντος θρόνου, κἀκεῖ μετὰ τῆς ἀρχῆς καὶ τὴν ζωὴν καταλύσαντος. Ηὔχετο ὑπὲρ αὐτοῦ ποτε καὶ τῶν συνόντων ὁ θεῖος Γρηγόριος, ἡ δ᾽ εὐχὴ πρὸς τὴν Παρθένον καὶ Θεοτόκον τὴν συνήθη κυβερνῆτιν καὶ σώτειραν ἦν· ὥστε καὶ τὰ τῆς πρὸς Θεὸν ἀγωγῆς τε καὶ πορείας αὐτοῖς ἀπρόσκοπα θεῖναι, καὶ τὰ τῆς σωματικῆς ἀναγκαῖα χρείας εὐπόριστά τε καὶ ῥάδια, ὡς ἂν μὴ τῶν τοιούτων ἀπόρως ἔχοντες ἀναγκάζοιντο περὶ τὴν αὐτῶν συλλογὴν ἀσχολεῖσθαι, τὰ πνευματικὰ καὶ ἀναγκαιότερα προϊέμενοι· ἐν τούτοις μὲν τὰ τῆς προσευχῆς· Ἡ δὲ τῶν πάντων Δέσποινα, καὶ αὐτὴν ὡς ἂν εἴποι τις τῷ περιόντι τῆς προνοίας φθάνουσα τὴν εὐχὴν, ὕπαρ εὐθὺς ὑπ᾽ ὄψιν ἐκείνῳ παρίσταται, σεμνῶς οὕτω καὶ παρθενικῶς ἐσταλμένη, καθ᾽ ἃ δὴ καὶ παρ᾽ ἡμῖν αἱ ἀκριβεῖς εἰκόνες αὐτὴν φέρουσι· καὶ πρὸς τοὺς ἑπομένους ἐπιστραφεῖσα· πλεῖστοι δ᾽ ἐδόκουν εἶναι καὶ τῶν ἐπιφανῶν· Πάντων ἔφη τῶν πρὸς χρείαν ἐπιτηδείων ὑμεῖς ἀπό γε τοῦ νῦν τῷ τε Γρηγορίῳ καὶ τοῖς συνοῦσιν οἰκονόμοι τε καὶ διανομεῖς γίγνεσθε· καὶ ἡ μὲν οὕτως ἐν βραχεῖ τὴν ἱερὰν εὐχὴν ἐκείνην καὶ τὴν δωρεὰν ἐκπληρώσασα, πρὸς ἑαυτὴν ἐπανήει· ἐξ ἐκείνου δ᾽ ὁ ἱερὸς Γρηγόριος ἔλεγε πρὸς ἡμᾶς τὰ τῆς σωματικῆς χρείας ἡμῖν ἀκονιτὶ πάντα προσῆν, ὅπου περ ἂν ἐτύχομεν διατρίβοντες. Δύο μὲν ἔτη παρήει τῷ μεγάλῳ ἐν τούτοις γε ὄντι καὶ παροικοῦντι τὸ ῥηθὲν φροντιστήριον· τοῦ δὲ τρίτου παρόντος, ἰδιάζων αὐτόθι ποτὲ συνήθως, καὶ Θεῷ διὰ νοερᾶς ἡσυχίας καὶ προσευχῆς προσέχων τὸν νοῦν, ἔδοξε μέν πως καὶ πρὸς ὕπνου τινὰ σκιὰν ἐλθεῖν· ὁ δὲ καὶ ὄψιν αὐτῷ τοιαύτην εὐθὺς ὑποδείκνυσι. Σκεῦος ἐδόκει τι κατέχειν ἐν χεροῖν πλῆρες γάλακτος, τὸ δ᾽ ἀναβλύζειν ὥσπερ αἴφνης ἀρξάμενον ἐξέῤῥει τε καὶ ὑπερεχεῖτο τοῦ σκεύους· εἶτα καὶ εἰς οἶνον κάλλιστόν τινα καὶ ἀνθοσμίαν δόξαν ἀθρόον μεταβαλεῖν, οὕτω δαψιλῶς κατὰ τῶν ἱματίων ἐχεῖτο καὶ τῶν χειρῶν, ὡς καὶ διάβροχα ταῦτα θέσθαι, καὶ τῆς εὐωδίας τῆς οἰκείας μεστά· ἐφ᾽ ᾧ καὶ μᾶλλον ἡδομένῳ μοι φησὶ πῶς ἂν εἴποις καὶ χαίροντι, τῶν ἐπιφανῶν τις ἀνὴρ ἐπιστὰς πλήρης φωτός· ἵνα τί φησι τοῦ θαυμαστῶς ἀναβλύζοντος οὑτωσὶ θείου τουτουὶ πόματος καὶ τοῖς ἄλλοις οὐ μεταδίδως, ἀλλ᾽ ἑᾷς οὕτως ἐκχεῖσθαι μάτην; οὐκ οἶσθα Θεοῦ δῶρον ὂν τοῦτο, καὶ ὡς οὐκ ἐκλείψει βρύον οὑτωσὶ καὶ ἀναδιδόμενον; ἐμοῦ δὲ τήν τε ἐμαυτοῦ πρός γε τὸ διανέμειν ἀσθένειαν, καὶ τὸ μηδὲ παρεῖναι νῦν τοὺς τῶν τοιούτων ἐφιεμένους προβαλλομένου, ἀλλ᾽ εἰ καὶ μὴ πάρεισιν οἱ τοῦτ᾽ ἀξίως ἐπιζητοῦντες αὖθις φησὶν ἐκεῖνος, ἀλλὰ σὲ τὸ σαυτοῦ δεῖ ποιεῖν τέως, καὶ μὴ κατολιγωρεῖν τῆς διανομῆς ᾗ περ ἔφην, τῆς γε μὴν ἀπαιτήσεως τῷ δεσπότῃ παραχωρεῖν· οἶσθα καὶ γὰρ ἀκριβῶς πάντως καὶ τὴν ἐντολὴν καὶ τὸ τάλαντον, καὶ τὴν καταδίκην τοῦ τῆς ἐμπορίας καταρᾳθυμήσαντος δούλου, καὶ μὴ κατὰ τὸ δεσποτικὸν ἐργασαμένου πρόσταγμα. Εἶτ᾽ ἐκεῖνος μὲν ὁ λαμπρός φησιν ἔδοξεν ἀπιέναι· ἐγὼ δὲ καὶ τὴν σκιὰν ἐκτιναξάμενος ἐκείνην τοῦ ὕπνου, τήν τε νύκτα πᾶσαν ὁμοῦ καὶ τῆς ἡμέρας τὸ πλεῖστον ἐκαθήμην ἐκεῖ, τῷ θείῳ φωτὶ πλουσίως ὅλως περιλαμπόμενος.
Ταῦτα πρὸς τὸν φίλον ἅμα καὶ φοιτητὴν, τὸν ἱερόν φημι Δωρόθεον, ὁ θαυμαστὸς Γρηγόριος ἔλεγεν ὕστερον, ἡνίκα δὴ καὶ τοὺς θαυμαστοὺς ἐκείνους περὶ τῶν θείων δογμάτων λόγους ἐκτίθεσθαι ἤρξατο, τοῦτ᾽ αὐτὸ κρίνων ἐκεῖνος αἰνίττεσθαι τὴν ἀπὸ γάλακτος εἰς οἶνον τοῦ ἱεροῦ πόματος ἐκείνου μεταβολὴν, τὴν ἀπὸ τοῦ ἠθικοῦ δηλονότι καὶ ἁπλοῦ, πρὸς τὸν δογματικόν τε καὶ ἄνω βεβηκότα τοῦ λόγου μετάθεσιν. Τί τὸ ἑξῆς; πείθεται τοῖς θείοις χρησμοῖς ὁ σοφὸς ἐξ ἐκείνου, καὶ τὸ νοητὸν ἅμα τῷ αἰσθητῷ διανοίξας στόμα, τοῦ ἄνωθεν ἑλκυσθέντος μεταδιδόναι πᾶσιν ἀφθόνως ἄρχεται Πνεύματος, λόγους ἄντικρυς προφέρων Θεοῦ· λόγους, οὓς οὐδ᾽ ἂν εἶς οἶμαι τῶν πάντων ὑπογράψῃ ποτὲ τῷ λόγῳ, κἂν ᾖ δέκα μὲν γλῶτται, τοσαῦτα δ᾽ εἶεν αὐτῷ στόματά τε καὶ χεῖρες κατά γε τὸ τισὶν εἰρημένον, εἰ μὴ πάλιν αὐτὸς οὗτος καὶ οἱ ἐκείνου θεῖοι καὶ σοφοὶ λόγοι καὶ τὰ πυκτία, ἅπερ ἡμῖν ἀντ᾽ ἐκείνου μεγάλης διανοίας τε καὶ φωνῆς καλῶς καταλέλειπται· ἃ δὴ καὶ βλέποντες πάνθ᾽ ὁμοῦ καὶ ἀκούοντες οἱ τότε τὸν ἱερὸν παροικοῦντες Ἄθω, καὶ μάλισθ᾽ ὅσοις μετὰ τοῦ χρόνου καὶ πολιὸν ἦν ἐπανθοῦν φρόνημα, καὶ τῆς καλῆς ἡσυχίας καὶ τῶν ἴσων ἐτύγχανον ἐρασταὶ, καὶ θεῖον τε χρῆμα καὶ ὑπερφυὲς τὸ κατ᾽ ἐκεῖνον ἡγοῦντο, καὶ καθ᾽ ὑπερβολὴν τὸν ἐγκεκρυμμένον αὐτῷ τῆς χάριτος ἐξεπλήττοντο θησαυρόν· ἄλλα τε πολλὰ λόγου καὶ μνήμης ἄξια κατ᾽ ἐκείνου πρὸς πάντας λέγοντες ὁσημέραι, καὶ δὴ καὶ τὸ τοῦ θαυμαστοῦ πατρὸς Ἰσαὰκ προσφυῶς προστιθέντες ἐκεῖνο, τούτῳ γε πρὸ τῶν ἄλλων πάντων κατ᾽ ἐκείνους προσῆκον, τὸ, Ἄνθρωπον ταῖς μὲν ἀρεταῖς διαλάμποντα, ἀνθρώποις δὲ εὐτελῆ φαινόμενον, καὶ φωτεινὸν μὲν τῷ βίῳ, σοφὸν δὲ τῇ γνώσει καὶ ταπεινὸν τῷ φρονήματι, τίς τεθέαται; τοῦτον αὐτὸν καὶ οὐκ ἄλλον ἄντικρυς εἶναι διατεινόμενοι, τὸν ὑπ᾽ ἐκείνου τοῦ μεγάλου τῷ λόγῳ διατυπούμενον, καὶ μετὰ πολλῆς οὕτω τῆς ἐρεύνης τε καὶ διαπορίας διά γε τὴν σπάνιν τῶν τοιούτων ἐπιζητούμενον.
Τοῖς θείοις ἐκείνοις χρησμοῖς, καὶ τῷ ἐνοικοῦντι Πνεύματι Γρηγόριος ἀγόμενος ὁ σοφὸς, μετὰ τοῦ διὰ γλώττης, ᾗ περ ἔφημεν, θαυμαστοῦ λόγου, καὶ τοῦ γράφειν ἐνταῦθα καὶ λογογραφεῖν θαυμαστῶς ἄρχεται· καὶ πρῶτος μὲν ὁ ἐπὶ τῷ θεσπεσίῳ πατρὶ Πέτρῳ λόγος αὐτῷ συντάττεται· ἡμεδαπὸς ὁ καρπὸς οὑτοσὶ καὶ ἐγχώριος, κἀκ τοῦ ἱεροῦ Ἄθω καὶ τῆς ἐνταῦθα μεγάλης καὶ ἀγγελικῆς διατριβῆς τε καὶ πολιτείας φέρων τὸ πρόσρημα· δεύτερος δ᾽ ἐπὶ τούτῳ, ὁ ἐπὶ τῇ τῶν νομικῶν ἀδύτων ἱερᾷ εἰσόδῳ καὶ τῷ αὐτόθι θεοειδεῖ βίῳ τῆς Θεομήτορος· ἐπειδή γέ τινας ἔγνω τότε παραληροῦντας ἐκεῖ, καὶ γλώττῃ θρασείᾳ καὶ ἀμαθεῖ τοῖς μυστηρίοις ἐκείνοις ἐπηρεάζειν τολμήσαντας· ἄλλα τε πλεῖστα πρὸς τούτοις λόγου καὶ μνήμης ἱερᾶς ὄντως ἄξια.
Ἀλλ᾽ ἐπεὶ τὸν οὕτω καὶ λόγῳ καὶ πράξει καὶ τοῖς τοῦ Πνεύματος ὑψηλοῖς χαρίσμασιν ὑπερφυῶς διαλάμποντα, καὶ πάντας ὑψηλῶς ἐξιστάντα, καὶ πᾶσιν ἐπῳδῶν φίλτροις πάντας ἀναδησάμενον, οὐκ ἦν ἐν ἀναχωρήσει καὶ γωνίᾳ καθῆσθαι, οὐδ᾽ ὑπὸ τὸν τῆς σιωπῆς μόδιον τὸν τοῦ λόγου διαφανῆ πυρσὸν καὶ τῆς ἀρετῆς ἐπὶ πολὺ κρύπτεσθαι· τοῦτο καὶ γὰρ ὁ θεῖος ἐκεῖνος χρησμὸς ἐκέλευσεν ἄντικρυς, καθὰ δὴ καὶ φθάσας ὁ λόγος ἐδήλωσε, τί γίνεται; ψῆφος αὐτὸν εἰς προστασίαν ἀνδρῶν μοναστῶν προκαλεῖται κοινὴ, τοῦ τε κοινοῦ καθηγεμόνος καὶ προστάτου τοῦ Ὄρους φημὶ, καὶ τῶν ἐν ἐκείνοις ἀρετῇ προεχόντων καὶ χρόνῳ· ὁ δὲ πείθεται ταῖς ἄνωθεν μᾶλλον ἢ ταῖς ἀνθρωπείαις ψήφοις ἁγόμενος· ἐκεῖ δὲ γενόμενος, καὶ τῆς καθέδρας καὶ τῆς προστασίας ἐπειλημμένος τῶν ἀδελφῶν, εἰς διακοσίους ἀριθμουμένων· ἀλλὰ παρίτωσαν νῦν οἱ τῆς Ἀποστολικῆς ἐκείνης προστασίας τε καὶ ὁδηγίας πεπειραμένοι, καὶ διηγήσθωσαν οἷος ἐκεῖνος ἔργοις τε καὶ λόγοις περὶ τὴν τῶν ψυχῶν οἰκονομίαν καὶ κυβέρνησιν ἦν· ἁπλοῦς τὸ ἦθος, ἐλεύθερος τὴν γνώμην, τὴν ὁμιλίαν ἡδὺς, εὐπρόσιτος τοῖς σπουδαίοις καὶ ταπεινὸς, ὑψηλὸς καὶ ἀπαραχώρητος τοῖς ῥᾳθύμοις καὶ καταφρονηταῖς, συγγνώμων τοῖς ἐξ ἁμαρτίας καλῶς ἐπιστρέφουσι, μᾶλλον δὲ καὶ τὴν ἐπιστροφὴν καὶ τὴν μεταμέλειαν τοῖς πλείστοις ἔργοις τε καὶ λόγοις καθ᾽ ἑκάστην αὐτὸς ἐμποιῶν, καὶ τῷ καθ᾽ ἑαυτὸν ὑποδείγματι πάντας ἀναλόγως ἕλκων πρὸς ἀρετήν· ἴσασιν οἱ βαρυτάτων παθῶν καὶ δεσμῶν ἁμαρτίας χρονίων, καὶ τῆς ποικίλης τῶν δαιμόνων ἐνεργείας καὶ μηχανῆς, ταῖς ἐκείνου διδασκαλίαις καὶ ταῖς εὐχαῖς παρὰ πάσας ἐλπίδας ἀπαλλαγέντες, καὶ παράδειγμα μετανοίας καινὸν τοῖς πᾶσι γενόμενοι. Τὰς δὲ συνεχεῖς καὶ παντοδαπὰς ὁμιλίας τε καὶ διδασκαλίας, καὶ τὸ χρυσοῦν ἐκεῖνο καὶ ἀκάθεκτον ῥεῦμα τοῦ λόγου· τὴν δὲ περὶ τὸν θεῖον νεὼν καὶ τοὺς ὑπηρέτας καὶ ὑμνῳδοὺς ἐκείνου σπουδὴν καὶ φιλοκαλίαν· τὰς δὲ μυστικὰς τῶν ὑπερφυῶν καὶ ὑψηλοτάτων ἱερουργίας καὶ τελετάς· ἔτι τε τὴν εὐκοσμίαν περὶ τὸ ἱερὸν βῆμα, καὶ τὴν τῶν εἰς ἱερέας τελούντων ἐπιμέλειαν καὶ ἀνάβασιν, ἣν ἐκεῖνος καὶ μόνον ὁρώμενος ἐν τῷ τὰ θεῖα καὶ μυστικὰ τελεῖν ὑπερφυῶς τοῖς κοινωνοῖς ἐνεποίει, τί χρὴ καὶ λέγειν; ὅπου γε καὶ μετὰ τὴν θαυμαστὴν ἐκείνην προστασίαν, καὶ τὴν ἐκεῖθεν ἀναχώρησιν τοῦ ἀνδρὸς, οὐδὲ παραμένειν, οὐδὲ παροικεῖν τὴν Μονὴν ἐκείνην ἔτι τὸ παράπαν ἠξίουν; ἀλλ᾽ οἱ μὲν πρὸς ἡσυχίαν καὶ ἀναχώρησιν, οἱ δ᾽ εἰς ὑποταγὴν ἀκριβεστέραν καὶ ἄσκησιν, οἱ δὲ καὶ ταῖς ἀκροτάταις ἐρήμοις ἐξέδωκαν ἑαυτοὺς, ἐπειδὴ τὸ συνεῖναι τῷ σοφῷ διδασκάλῳ καὶ ὁδηγῷ διὰ παντὸς τοῖς πᾶσιν οὐκ ἦν, ὅπερ δὴ καὶ ἐβούλοντο· ἀλλ᾽ ἐν τούτοις μὲν τὰ καθόλου ὅσον ἐπιδεῖξαί φημι.
Δεῖ δὲ καί τινων τῶν ἀπὸ μέρους μνησθῆναι κἀνταῦθα δυοῖν ἢ τριῶν, ὧν περ Θεὸς θαυματουργῶν αὖθις δι᾽ ἐκείνου ἐνήργησε. Μοναχός τις ἦν ἐν τῇ τοῦ Ἐσφιγμένου ταύτῃ Μονῇ· οὕτω καὶ γὰρ ἐκεῖνοι προσαγορεύουσιν, οὐκ οἶδα πότερον, ἐκ τοῦ οἰκιστοῦ, ἢ ἐκ τῆς θέσεώς τε καὶ ξυνοικίας, ἢ καὶ πόθεν ἄλλοθεν. Ἦν τοιγαροῦν ἐκεῖνος εὐλαβής τε καὶ φιλομαθὴς καὶ σπουδαῖος καὶ τῶν ἐξυπηρετουμένων τῷ θείῳ νεῷ, Εὐδόκιμος τούνομα· τούτῳ περὶ τὴν νοερὰν σπουδάζοντι προσευχὴν, καὶ νοῦν ἐπιμελουμένῳ τηρεῖν, ἀπάτην ἐξ ἀπροσεξίας ὁ κοινὸς πολέμιος ἐμβαλὼν, καὶ φάσματά τινα καὶ εἰκόνας ἀπατηλάς τε καὶ ψευδεῖς παραδείξας, καὶ πείσας ὡς ἱεροῖς τουτοισὶ προσέχειν, κατὰ μικρὸν πολὺ τοῦ προσήκοντος ἀπεπλάνησε, καὶ μικροῦ γ᾽ ἂν καὶ τοῦ πεφυκότος ἐξέστησε, καὶ Θεοῦ διέῤῥηξε παντελῶς, εἰ μὴ Γρηγόριος μετὰ τῆς θείας ἐκείνης σοφίας καὶ τῶν τοῦ Πνεύματος φαρμάκων παρῆν· εἰ γὰρ καὶ ταύτην ὁ πονηρὸς τὴν μεγάλην τοῦ Πνεύματος φαρμακείαν φθάσας ταῖς παρ᾽ ἑαυτοῦ μηχαναῖς ὡς ᾤετο, καὶ τὸν Εὐδόκιμον πρὸς τοῖς ἄλλοις κάκιστα μυσταγωγήσας κἀκεῖνα καὶ πείσας, ὡς εἴη μὲν ἐν λόγοις μέγας τις καὶ θαυμαστὸς ὁ Γρηγόριος, τῆς δ᾽ αὐτοῦ μυστικῆς θεωρίας καὶ ἀρετῆς τὸ παράπαν ἀμαθής τε καὶ ἄγευστος· ὅθεν οὐδ᾽ εἰσάπαν ἐκείνῳ καὶ τῆς ἐκείνου δεῖν εἶναι προσέχειν, οὐδ᾽ ὑπείκειν ἔν γε τοῖς τοιούτοις ὡς ἔτυχεν· ἀλλ᾽ ὁ σοφὸς καὶ ταύτην τῆς ψυχῆς ἐκείνης ἐξορίζει τὴν πλάνην μετὰ τῆς προκατασχούσης ἁπάσης, τῷ σοφιστῇ τῆς κακίας ἑαυτὸν ἀντιστήσας κατ᾽ ἐκείνης πολυειδῶς· νῦν μὲν ἱεραῖς διδασκαλίαις καὶ πατρικοῖς νόμοις καὶ εἰσηγήσεσι· νῦν δὲ μυστικαῖς εὐχαῖς τε καὶ δάκρυσι, καὶ πρὸς τούτοις ταῖς κοιναῖς ὑπὲρ τοῦ νοσοῦντος τῆς Ἐκκλησίας εὐχαῖς καὶ δεήσεσιν, ὧν αὐτὸς καὶ δημιουργὸς καὶ πρύτανις ἦν, ἔως εἰς τέλος τὴν δαιμονικὴν ἐνέργειαν πᾶσαν ἀπελάσας ἐκεῖθεν, οὐχ ὑγιᾶ μόνον, ἀλλὰ καὶ δόκιμον, ἢ εὐδοκιμοῦντα φερωνύμως ἀπειργάσατο τὸν Εὐδόκιμον, τῇ μεγάλῃ τοῦ Πνεύματος ἐνεργείᾳ καὶ χάριτι.
Σπάνις ἦν ἐλαίου τοῖς μοναχοῖς· ὁ δὲ μέγας τοῦτ᾽ αὐτὸ παρ᾽ ἐκείνων ἀκηκοὼς, καὶ τὸ τοῦ πράγματος λογισάμενος ἀναγκαῖον, παρὰ τὸ ταμεῖον ἄγειν ἐκέλευεν· εἰσιὼν τοιγαροῦν, καὶ τῷ ἀγγείῳ τοῦ ἐλαίου μετὰ πίστεως παραστὰς, καὶ Θεὸν καλέσας τὸν ἐκ τοῦ μὴ ὄντος πάντα παράγειν ὑπερφυῶς μόνον δυνάμενον, καὶ χειρὶ καὶ τύπῳ σφραγίσας Σταυροῦ, τὸν τῆς Σαραφθίας ἐδείκνυ καμψάκην ἐκεῖνον ἄντικρυς, οἷά τις νέος Ἡλίας τοῖς μοναχοῖς· οὐ γὰρ ἐξέλιπεν ὁ τοῦ ἐλαίου κἀνταῦθα πίθος ὥσπερ κἀκεῖ παρ᾽ ὅλον φημὶ τὸν ἐνιαυτὸν, καί τοι γε καὶ χειρὶ πλουσίᾳ παρά τε τοῦ μεγάλου καὶ τῶν μοναχῶν τοῖς ἐντός τε καὶ τοῖς ἐκτὸς ἐξαντλούμενος.
Ἐπεὶ δὲ καὶ τὸ τὰς ἐλαίας μὴ πρὸς καρποὺς ἐῤῥῶσθαι αἴτιον εἶναι τῆς τοῦ ἐλαίου ἐνδείας ἐμάνθανε, καὶ παρὰ τὸν ἐλαιῶνα σύν γε τοῖς πρεσβυτέροις ἔρχεται καὶ τοῖς μοναχοῖς, καὶ ἐλθὼν ἐπεύχεται, κατασφραγίζει τὰ δένδρα τύπῳ Σταυροῦ, ἁγιάζει πάντα τὸν χῶρον ἐκεῖνον λιταῖς ἱεραῖς καὶ δεήσεσι καὶ ῥαντισμῷ θείων ὑδάτων, εἶτα καὶ διδάξας ὡς ἔθος τὰ ἱερὰ, καὶ τὴν ψυχικὴν μάλιστα νουθετήσας ἀκαρπίαν ἐκφεύγειν, ἅτε δὴ τῇ ἀξίνη καὶ τῷ πυρὶ προσήκουσαν μᾶλλον, κατὰ τὸν τοῦ μεγάλου Βαπτιστοῦ καὶ Προδρόμου δηλαδὴ λόγον, εἰς ἑαυτὸν καὶ τὸ φροντιστήριον ἐπανέρχεται· καὶ τῆς ὥρας ἐπιστάσης, ὦ τοῦ θαύματος! τὰ πολλοῖς ἤδη χρόνοις οὐκ ἐῤῥωμένα φυτὰ πρὸς καρποὺς, γόνιμα παρ᾽ ἐλπίδας γε πάσας καὶ καρπῶν καθωρᾶτο μεστά· ἵνα δὲ καὶ λαμπρότερον εἴη τὸ θαῦμα, καὶ ἡ ἐνεργοῦσα παρὰ τῷ Γρηγορίῳ μεγάλη τοῦ Χριστοῦ δύναμις, ἐκεῖνα τῶν δένδρων μᾶλλον ἐφαίνετο βριθόμενα τοῖς καρποῖς, ὅσοις ἢ διερχόμενος ἐκεῖνος προσήγγισεν, ἢ διαλεγόμενος παρ᾽ ἐκείνοις ἔστη, ἢ καὶ καθήμενος ὑπὸ τὴν σκιάν.
Ἀλλὰ καιρὸς ἂν εἴη λοιπὸν, καὶ τὴν πρὸς τὰς καινὰς αἱρέσεις μάχην ἐκείνου, καὶ τοὺς μεγάλους ὑπὲρ τῆς θείας χάριτος ἀγῶνας, καὶ τὰ μακρὰ παλαίσματα καὶ τοὺς ἄθλους, καθ᾽ ὅσον ἂν οἷοι τε ὦμεν τῷ λόγῳ διαλαβεῖν· πᾶσι μὲν ἐγνωσμένα καὶ πανταχοῦ διαθρυλλούμενα καὶ περιφερόμενα, καὶ οἰκείοις καὶ ἀλλοτρίοις, καὶ τοῖς ἐγγὺς καὶ τοῖς πόρρω, καὶ ὅσους τὸ τῆς διδασκαλίας ἐκείνου κράτος καὶ ὁ λόγος καὶ τὰ σεπτὰ ταῦτα καὶ θεόπνευστα περιέλαβε γράμματα· πλὴν ὅσον ἀναλαβεῖν καὶ ἡμᾶς καθ᾽ ὅσον οἷον τε τῷ λόγῳ, καὶ τὰ καιριώτερα πρὸς ἀνάμνησιν ἀγαγεῖν· εἴη δ᾽ ἂν καὶ τοῦτο τῆς ἐκείνου προστασίας τε καὶ τῆς ἱερᾶς συμμαχίας ἔργον εἴπερ τι, τὸ καὶ διαχειρίσαι φημὶ δυνηθῆναι τὸν λόγον, καὶ κατ᾽ ἐκείνου δηλαδὴ γνώμην διαθέσθαι τὰ πράγματα, καὶ οὕτω γε μὴ διαμαρτεῖν τοῦ προσήκοντος· ἐπεὶ καὶ τοῦτ᾽ αὐτὸ προύργου μοι δοκεῖ πεφυκέναι τῶν ἄλλων, οὐ τὸ τί λέγειν εὑρεῖν, ἀλλὰ τὸ τί παραλιπεῖν μᾶλλον εὐκαίρως, καὶ μὴ δι᾽ ἐκείνου τῷ παντὶ δόξαι λυμήνασθαι.
Εἶχε μὲν αὖθις ἡ μεγάλη Λαύρα τὸν μέγαν Γρηγόριον, τῆς μὲν προστασίας ἐκείνης καὶ τῆς Μονῆς ἀποστάντα ταχέως, πρὸς δὲ τὴν φίλην ἡσυχίαν καὶ τὸ φροντιστήριον ἀπιόντα, τῷ τῆς σχολῆς τε καὶ τῆς ἀναχωρήσεως ἔρωτι· ἐπεὶ καὶ τὰ τῆς σωματικῆς ἕξεως ἤδη Θεοῦ συναιρομένου κρειττόνως ἔσχεν αὐτῷ, καὶ τὰ τοῦ ἥπατος ὑπενόστει κακὰ, καὶ οὐ καθεῖλκε πρὸς ἰατρείας τε καὶ τροφὰς ἅς περ ἐρημία καὶ ἀναχώρησις πορίζειν οὐ πέφυκε, καθάπερ δὴ καὶ τὸ πρότερον. Ὁ δ᾽ ἐκ Καλαβρίας Βαρλαὰμ, ἄρτι τότε πρώτως τῇ Ῥωμαίων ἐπὶ κακῷ τῆς ἰδίας κεφαλῆς, καὶ δὴ καὶ τῶν αὐτῷ πειθομένων ἐπιδεδημηκὼς, καὶ τὸν φιλόσοφόν τε καὶ μοναχὸν, καὶ πρὸ τούτου τὰ τῆς ὀρθῆς δόξης καὶ τὴν τῆς ἡμετέρας Ἐκκλησίας συμφωνίαν ὑποκρινόμενος, καὶ πρὸς τοὺς ὁμογενεῖς Λατίνους δογματικῶς ἄρχεται γράφειν, καὶ λογικῶς ὑπὲρ τῆς τοῦ θείου Πνεύματος ἐκπορεύσεως διαλέγεσθαι, τῇ τῶν καθ᾽ ἡμᾶς θεολόγων δῆθεν συνιστάμενος δόξῃ, καὶ τοῦ τῆς πίστεως ὅρου καὶ τῶν τοῦ Χριστοῦ λόγων ὑπερμαχῶν· τὸ δὲ ἄρα σόφισμα κατὰ τῆς Ἐκκλησίας μᾶλλον ἦν ἐναργὲς, καὶ δέλεαρ κατὰ τὸν εἰπόντα τοῖς ἁπλουστέροις τῷ τῆς δυσσεβείας χαλκῷ περικείμενον. Ἀλλ᾽ οὐχὶ καὶ τὸν τῆς θεολογίας στύλον, τὸν τῆς ἄνω σοφίας μύστην τε καὶ μυσταγωγὸν, τὸν θεῖον φημὶ Γρηγόριον ἐδυνήθη τὰ τοιαῦτα λαθεῖν· πολλοῦ γε καὶ δεῖ· ἀλλὰ καὶ ἀνετάζει λαβὼν μετὰ χεῖρας, καὶ διαγινώσκει καὶ δικάζει καλῶς, καὶ δείκνυσι τὸν πεπλασμένον ἐν τοῖς γράμμασιν ἔλεγχον, δόλον κατὰ τῆς ἀληθείας σαφῆ· τῶν γὰρ Λατίνων, ὡς ἅπαντες ἴσμεν, ἐν τῇ τοῦ Πνεύματος ἐκπορεύσει δύο κατὰ πᾶσαν ἀνάγκην θεότητος εἰσαγόντων ἀρχὰς, τὸ ἄτοπον ὁ Βαρλαὰμ ἐξελέγχων δῆθεν, κακῷ τὸ κακὸν ἰώμενος ἐν τοῖς ἑαυτοῦ λόγοις ἐφαίνετο, κατὰ δή τινα τρόπον εἰ καὶ μὴ κατ᾽ ἐκείνους καὶ αὐτὸς τὸ ἀτοπον συγχωρῶν· καὶ τὰς μὲν κατὰ τῶν αἱρέσεων συλλογιστικὰς ἀποδείξεις τῶν σοφῶν θεολόγων παραγραφόμενος, τοὺς δὲ τῶν Ἑλλήνων σοφοὺς Ἀριστοτέλην φημὶ καὶ Πλάτωνα, καὶ ὅσοι τοῦ κατ᾽ αὐτοὺς συνεδρίου θείους τινὰς καὶ παρὰ Θεοῦ πεφωτισμένους ἀποκαλῶν· πρὸς δὴ τοὺς τοιούτους κατὰ τῆς εὐσεβείας φληνάφους, λόγους ὁ γενναῖος ἀντιστήσας Γρηγόριος ἀξίους ἑαυτοῦ τε καὶ τῆς ἀληθείας ὑπὲρ ἧς καὶ ὁ λόγος, καὶ τῇ μὲν δεδωκὼς τὸ κράτος, τὸ δὲ ψεῦδος ἐξελέγξας περιφανῶς, οὕτω τὸν ἀντίπαλον ἄρτι πρώτως ἐπισπᾶται καθ᾽ ἑαυτοῦ, ἢ μᾶλλον τὸν κεκρυμμένον ἀνακαλύπτειν ἄρχεται δόλον ἐκείνου καὶ τὴν ὑπόκρισιν· καὶ γίγνονται προαγῶνες οἱονεὶ τῶν μελλόντων ταῦτα τῷ Γρηγορίῳ, καὶ τῶν ὑπὲρ τῆς εὐσεβείας μεγίστων ἐς ὕστερον ἄθλων καὶ τῆς ἐνστάσεως.
Βραχύ τι τὸ μεταξὺ, καὶ πρὸς τὴν τῶν πόλεων βασιλεύουσαν ἐκ Θεσσαλονίκης ὁ Βαρλαὰμ ἀπιὼν, ἐνταῦθα τῆς κακουργίας μετὰ τοῦ προσωπείου καὶ τῆς προσποιήσεως ἄρχεται. Τῶν γὰρ καθ᾽ ἡσυχίαν καθημένων, καὶ νοερὰν προσευχήν τε καὶ νῆψιν ἀσκούντων, τοῖς ἁπλουστέροις δολερῶς προσιὼν, τὸν μαθητιῶντα καὶ φίλον ἐν προσχήματι ταπεινώσεως ὑποκρίνεται, καὶ βραχέα τε τῶν περὶ νοερᾶς προσευχῆς εἰσαγωγικῶν τε καὶ προτελείων ἰδιωτικῶς οὑτωσὶ καὶ ἁπλῶς παρ᾽ ἐκείνων ἀκούσας, ἐπεὶ μὴ μαθεῖν, ἀλλὰ κακουργῆσαι τε καὶ διαβαλεῖν τὸ προκείμενον ἦν αὐτῷ, κατὰ τοὺς ἀναιδεῖς κύνας τὸν ὑγιᾶ λόγον σπαράξας τε καὶ κατατεμὼν, καὶ τὰ τούτου μέρη καὶ μόρια κακῶς τοῖς ὀδοῦσι φέρων ὥσπερ ἐμπεπηγότα, κατὰ τῶν διδασκάλων ἀθρόον καὶ τῆς θείας ἐκείνων ἐπιστήμης, τῆς ἱερᾶς φημι προσευχῆς καὶ μυστικῆς θεωρίας χωρεῖ, αἱρετικοὺς φεῦ! τοὺς ἰδίους μυσταγωγοὺς καὶ τῶν ἱερῶν ἐπόπτας ἀναισχύντως ἀποκαλῶν. Ἀλλ᾽ ὁ μὲν ἐπί τισι τῶν αἰσχρῶν τε καὶ ἐπιῤῥήτων ἐπὶ τοῦ προκαθημένου τῆς κοινῆς τῶν πιστῶν Ἐκκλησίας μετ᾽ ὀλίγον ἐξελεγχθεὶς, αἴσχιστα τὴν Κωνσταντίνου καταλιπὼν, εἰς Θεσσαλονίκην ὑποστρέφει, τῶν αὐτῶν καὶ αὖθις ἐχόμενος, καὶ τοῖς κατὰ τῶν μοναχῶν τε καὶ τῆς ἡσυχίας, μᾶλλον δὲ καὶ τῶν πρώτων αὐτῶν διδασκάλων τῶν θεοφόρων φημὶ Πατέρων ὥσπερ ἐπιδεικνύμενος καὶ λόγοις καὶ γράμμασι, καὶ τούτους αὐτοὺς αἰτιωτάτους τοῖς μοναχοῖς εἶναι τῆς πλάνης, πρὸς τοὺς τὴν ἐκείνων προϊσταμένους διδασκαλίαν θρασείᾳ καὶ τολμηρᾷ γλώττῃ διατεινόμενος· ἃ δὴ καὶ Γρηγόριος ἀκούσας ὁ μέγας τότε, παρὰ τὸν Ἄθω καὶ τὴν ἱερὰν Λαύραν διατρίβων ἐν ἡσυχίᾳ, καθὰ δὴ καὶ προύφην, τοιάδε προφητικῶς πρὸς τοὺς συνόντας ἔφησε μοναχούς· Ἐγώ φησι πάλαι παρὰ τῶν μακαρίων ἡμῶν Πατέρων φθάσας ἔχω μαθὼν, ὡς αἵρεσις ἐπεισκωμάσει τῇ Χριστοῦ Ἐκκλησίᾳ καὶ αὖθις ἔν γε τῇ καθ᾽ ἡμᾶς γενεᾷ· ὁρῶ δ᾽ ὡς μὴ ὥφελον εἰς ἔργον ἐκβαίνουσαν ἤδη τῶν ἁγίων ἐκείνων τὴν πρόῤῥησιν· οὐδὲ γὰρ ἑνός τινος μηδενὸς ἄλλου πλὴν τούτου τὸν ἀρχέκακον ὄφιν καὶ τῶν τοιούτων δημιουργὸν εὐπορῆσαι ποτ᾽ ἂν οἶμαι σχεῖν ἐπιτηδείου τε καὶ σοφοῦ πρὸς κακίαν ὀργάνου· ὃ δὴ καὶ εἰς ἔργον μετ᾽ ὀλίγον ἐκβὰν κατὰ τὴν ἐκείνου προφητείαν ἐμφανέστερον τοῖς νῦν καθορᾶται, Ἀκινδύνου τοῦ κάκιστ᾽ ἀπολωλότος τὴν τοῦ Βαρλαὰμ διαδεξαμένου μὲν λύμην, καθὰ δήπου πάλαι καὶ Εὐνόμιος τὴν Ἀρείου, ἢ καὶ τὴν Εὐτυχοῦς τε καὶ Διοσκόρου Σεβῆρος ὁ ἀκέφαλος.
Τῆς δὲ κακίστης τῶν ἀνενεργήτων τούτων, ἢ πολυθέων τε καὶ ἀθέων αἱρέσεως ἀρχηγοῦ γεγονότος, ὅθεν ἄρα καὶ τὴν προσηγορίαν καὶ τούνομα τὸ κατ᾽ ἐκεῖνον πονηρὸν συνέδριον ἔσχε, τί τὸ ἐντεῦθεν; Ἐπεὶ σφοδρὸς ἐπικείμενος ἦν ὁ Βαρλαὰμ τοῖς μοναχοῖς ἐν Θεσσαλονίκῃ, κατ᾽ αὐτῶν τε καὶ τῆς ἱερᾶς ἡσυχίας ὡσαύτως καὶ λέγων καὶ γράφων, καὶ πολλοὺς μὲν εἶχε κατὰ κόσμον τοὺς αὐτῷ πειθομένους, πολλοὺς δὲ καὶ τῶν μοναστῶν, ὅσοι δηλαδὴ μὴ τῶν τῆς ἡσυχίας ἦσαν τροφίμων, λόγοις πειθοῦς, καὶ σοφιστικοῖς κλέμμασι παράγων τοὺς μὴ ταῦτα γεγυμνασμένους· ὁ δὲ τούτοις ἀντιλέγειν ἰσχύων ἀξίως τε καὶ πρὸς ἔπος, καὶ τοὺς καταπίπτοντας ἀνορθοῦν τῷ τῆς ἀληθείας ὑγιεῖ λόγῳ, τὴν δὲ κακουργίαν καὶ τὴν αἵρεσιν τρανῶς ἐξελέγχειν ἦν οὐδαμοῦ παρ᾽ ἐκείνοις, βουλεύονται κοινῆ συνελθόντες, Ἰσιδώρου τοῦ θείου δηλαδὴ προκαθημένου τῶν ψήφων, καὶ κινοῦντος καὶ συνάγοντος καὶ βουλευομένου καὶ σπουδάζοντος ταυτὶ πρὸ τῶν ἄλλων, ἅτε δὴ καὶ τῶν ὁμιλητῶν τε καὶ φίλων τὰ πρῶτα φέροντος παρὰ Γρηγορίῳ, καὶ πρώτου τῆς τοῦ Βαρλαὰμ κακουργίας εἰς πεῖραν ἰόντος, καὶ τὰς ἀρχὰς τῶν ἐκείνου καθ᾽ ἡμῶν συγγραμμάτων τεθηρευκότος, βουλεύονται τοιγαροῦν, Γρηγόριον τὸν σοφὸν μετὰ τῆς θεολόγου γλώττης καὶ τῆς μεγάλης τοῦ Πνεύματος σοφίας, πρὸς ἑαυτοὺς ἐκ τῆς ἀναχωρήσεως καὶ τοῦ Ὅρους μετακαλέσασθαι, καὶ φύσει καὶ τέχνῃ καὶ χάριτι θείᾳ δυνάμενον ὑπὲρ ὅτους ἄν τις καὶ φῇ τὰ τοιαῦτα περαίνειν ἀξίως. Γράφουσι τοιγαροῦν, καὶ μάλα σπουδαίως ἀξιοῦσι τὸν μέγαν μήτ᾽ αὐτῶν τὴν κοινὴν παραβλέψαι δέησιν καὶ πρεσβείαν, τῶν ἀναγκαιοτάτων καὶ πρώτων οὖσαν, καὶ τῷ τῆς εὐσεβείας λόγῳ κινδυνεύοντι νῦν ὑπέρ ποτε δοῦναι χεῖρα, καὶ τῆς κοινῆς πάντων μητρὸς τῆς Ἐκκλησίας πολεμουμένης προστῆναι. Πείθεται τοῖς τῶν ὁμοτρόπων καὶ ὁμοψύχων ὁ Γρηγόριος λόγοις, καιρὸν εἶναι κρίνας καὶ ἡσυχίας καὶ πολέμου, ἐπειδὴ καὶ παντὸς ἄλλου πράγματος, κατὰ τὸν σοφὸν Σολομῶντα· καὶ τὴν ἐρημίαν ἀφεὶς καὶ τὸν Ἄθω, οὔτοι γε ἑκὼν καὶ ἑκὼν αὖθις, τὸ μὲν οἷς ἡσυχάζειν ἡρεῖτο καὶ μὴ πράγματα ἔχειν, τὸ δὲ διὰ τὴν τῶν εἰρημένων ἀνάγκην, τοιαύτην καὶ ὑπὲρ τηλικούτων οὖσαν, ἐφίσταται καὶ μάλα ἡδὺς τοῖς ποθοῦσιν· οἱ καὶ τῶν τοῦ Βαρλαὰμ συγγραμμάτων κατὰ τῆς ἀληθείας ἐπιδείξαντές τινα μέρη, τά γε εἰς χεῖρας αὐτοῖς τέως ἰόντα, καὶ τὰ κατ᾽ ἐκεῖνον ὡς εἶχεν ἐξειπόντες σαφέστερον, ἀμύνειν αὐτοῖς τε καὶ τῷ κοινῷ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἠξίουν. Ἀλγεῖ τὰ σπλάγχνα, καὶ τιτρώσκεται τὴν ψυχήν πως ἂν εἴποις ὁ θεῖος Γρηγόριος, τά τε παρόντα καθορῶν, καὶ σοφίᾳ καὶ χάριτι Πνεύματος οὐκ ἀμυδρῶς ἤδη προβλέπων τὰ μέλλοντα· διὰ δὴ τοῦτο καὶ τὸν ἀγῶνα καὶ τὸ τὴν ἡσυχέαν ἀπολιπὼν τοῖς ἀντιῤῥητικοῖς ἠναγκάσθαι χρῆσθαι τῶν λόγων ὀκνῶν καὶ ἀναδυόμενος, πολύς τις ἦν καὶ ποικίλος, καὶ μηνύμασι καὶ λόγοις καὶ φίλοις καὶ τῷ δυναμένῳ καὶ πεφυκότι παντὶ πρὸς εἰρήνην τῶν μοναχῶν, καὶ δὴ καὶ τὴν τῆς Ἐκκλησίας ὁμόνοιαν πάσης τὸν Βαρλαὰμ ἐκκαλούμενος· ὁ δὲ τῷ κινοῦντι δαίμονι κάτοχος ἤδη γεγονὼς ὅλος, κἀκείνῳ προσέχων τὸν νοῦν, τῶν πνευματικῶν οὐδ᾽ ἐπαίειν ὅλως ἐδύνατο· διὸ καὶ προσετίθει καθ᾽ ἑκάστην μᾶλλον τῇ βλασφημίᾳ τε καὶ τῇ ἔριδι, καὶ τὸ πῦρ ὡς εἶχεν ἀνῆπτε, καὶ πρὸς μάχην τὸν λέοντα κινῶν οὐκ ἠσθάνετο.
Ἀλλ᾽ ἡ θαυμαστὴ ψυχὴ καὶ φιλόσοφος ὄντως, Γρηγόριος ὁ μέγας φημὶ, οὐδ᾽ οὕτως ἔχοντος ἐκείνου τὴν διόρθωσιν καὶ τὴν μεταβολὴν ἀπογινώσκει ῥαδίως· ἀλλ᾽ ἐπεὶ τοὺς διὰ τῶν φίλων συχνοὺς λόγους καὶ τὰς συμβουλὰς ἀπράκτους ἑώρα, καὶ δι᾽ αὐτὸς αὐτοῦ πειρᾶται τὸ τελευταῖον καὶ συμβουλεύει, πολλῶν τε καὶ καλῶν παρόντων τοῖς λόγοις, τῆς ἀκαίρου πρὸς τοὺς μοναχοὺς ἔριδος ἀποσχέσθαι, καὶ τοῦ περὶ προσευχῆς καὶ ἡσυχίας, μᾶλλον δὲ τοῦ κατ᾽ αὐτῶν τε τούτων καὶ τῶν ταῦτα διδαξάντων θεοφόρων λέγειν καὶ γράφειν· οὐ μόνον καὶ γὰρ οὐδὲν οὐδοτιοῦν φησιν ἐντεῦθεν προσέσται σοι δόξης, καθὰ δήπουθεν ἐν τοῖς λογισμοῖς ἀκαίρως φαντάζη, ἀλλὰ καὶ πρὸς τοὐναντίον ἅπαν περιτραπήσεταί σοι τὰ τῆς μηχανῆς εὖ ἴσθι· νῦν μὲν γὰρ ἔτι καὶ σοφοῦ τινος καὶ μεγάλου δόξαν ἴσχεις παρὰ πᾶσι σχεδὸν τοῖς ἀνθρώποις, καὶ οὐκ ἔστιν ὃς οὐκ ἐπαινεῖ· χρῶ τοιγαροῦν τοῖς σαυτοῦ, καὶ λέγε καὶ γράφε καὶ φιλοσόφει καὶ δίδασκε τὰ τῆς ἔξω φιλοσοφίας τε καὶ τῶν μαθημάτων, οἷς δήπου καὶ συνετράφης καὶ ἅπερ καλῶς ἤσκησαι· καὶ οὔτέ τινα τὸν προσιστάμενον ἕξεις καὶ ἀντιλέγοντα, πλείστους μὲν οὖν μάλιστα καὶ καλλίστους ἕξεις τοὺς ἀκούοντάς τε καὶ ἑπομένους, καὶ τῇ νῦν οὔσῃ δόξῃ πλεῖστον προσθήσεις, πάντων μετὰ τῶν λόγων καὶ τὴν γνώμην ἐπαινούντων τε καὶ τιμώντων· εἰ δὲ τῶν σῶν ἀφέμενος τούτων, καὶ ἅπερ οἶσθα καθάπερ ἔφην, περὶ τῶν ἀλλοτρίων καὶ ὧν οὐ μεμάθηκας οὐδοπωστιοῦν, ἡσυχίας φημὶ καὶ προσευχῆς καὶ τῶν τοιούτων, ὥσπερ ἐξ ἀντιστρόφου γράφειν καὶ φιλοσοφεῖν καὶ διδάσκειν ἐπιχειροίης, καὶ προσέτι τῶν κατὰ τῶν μοναχῶν λοιδοριῶν καὶ τῶν ὕβρεων οὐκ ἀφέξῃ, πρῶτον μὲν οὐδ᾽ ἀκούσεταί τις τῶν παρὰ σοῦ νοῦν ἔχων, περὶ ὧν οὐκ οἶσθα λέγειν τε καὶ φιλοσοφεῖν πειρομένου· Μὴ δέξῃ καὶ γὰρ φιλόσοφον, ὁ ἐμός φησι θεοφόρος φιλόσοφος Ἰσαὰκ, περὶ τῶν καθ᾽ ἡσυχίαν διδάσκοντα. Ἔπειτ᾽ οὐ μόνον ἄδοξός τις καὶ ἄτιμος καθ᾽ ὑπερβολὴν τοῖς ἡμετέροις διὰ ταῦτα γενήσῃ, ἀλλὰ καὶ ἀποδράσεις αἰσχρῶς οἶμαι τὸ τελευταῖον ὑπ᾽ αἰσχύνης ἐντεῦθεν, καὶ πολύν τινα καὶ ἀνόνητον τὸν μετάμελον ἕξεις.
Ταῦτα πρὸς ἐκεῖνον οὕτω σοφῶς τε καὶ θεοπνεύστως εἰρηκότος τοῦ Γρηγορίου, ἃ δὴ καὶ ἐς ὕστερον κατὰ τὸν ἐκείνου λόγον ἐξέβη καθάπερ ἶσμεν, ὁ Βαρλαὰμ οὐδὲν ἦττον Βαρλαὰμ ἦν καὶ αὖθις, τοῖς αὐτοῖς ἢ καὶ χείροσιν ἐπιχειρῶν καθεκάστην, καὶ πᾶσι λόγοις καὶ συγγράμμασιν ἀναίδην κατὰ τῆς Ἐκκλησίας καὶ τῶν ταύτης ἱερῶν τε καὶ μυστικῶν ἀσελγαίνων· ὅθεν καὶ τῆς ἐπιστροφῆς ἐκείνου καὶ τῆς διορθώσεως ἀπογνοὺς καθάπαξ, ἐξ ἀνάγκης καὶ αὐτὸς ἐπὶ τὸ γράφειν ἔρχεται, καὶ λόγοις ἱεροῖς τοὺς βεβήλους ἀνατρέπειν τῶν λόγων, ἵνα μὴ τῆς κακίστης αἱρέσεως καθάπερ εἴτινος ψυχοφθόρου λύμης ἄλλοις ἀπ᾽ ἄλλων μεταδιδομένης, καὶ καθ᾽ ἑκάστην εἰς τὰ πρόσω χωρούσης, δυσίατον ἢ καὶ ἀνίατον ἐπ᾽ ἐσχάτων κατασταίη τὸ πάθος. Τοῦτο καὶ τῷ Βαρλαὰμ πρὸς γνῶσιν ἐλθὸν, οὐ μικρὸν ἐφόβησέ τε καὶ συνετάραξεν· ἀμέλει καὶ τῷ μεγάλῳ προσιὼν, μεθ᾽ ὅσης ἄν τις εἶπε τῆς κολακείας καὶ ὑποκρίσεως, ἐγώ σε φησὶ καὶ σοφὸν καὶ μέγαν καὶ θαυμαστὸν ἐν πᾶσιν εἰδὼς, οὐ παύομαι τοῦτ᾽ αὐτὸ πρὸς πάντας καθ᾽ ἑκάστην βοῶν, καὶ πάσῃ καὶ ψυχῇ καὶ γλώττῃ τοῖς ἐπαίνοις τοῖς κατὰ σοῦ χρώμενος· σὺ δ᾽ οὐκ οἶδ᾽ ὅτι μαθὼν, καὶ τίνας κατ᾽ ἐμοῦ τοὺς λογισμοὺς ἴσχων, πᾶσι κατ᾽ ἐμοῦ τοῖς ἐναντίοις ἐπιχειρεῖς καὶ λέγων καὶ γράφων, καὶ πάντα κάλων ὃ δὴ λέγεται κινῶν· καί τοι γε μήτε τῷ κοινῷ λυμαινομένῳ μηδοτιοῦν· οὐδὲ γὰρ ἄν ποτε τις ἐξελέγξαι μήτ᾽ ἰδίᾳ γε κατὰ σοῦ καὶ τῶν σῶν χωροῦντος· πῶς γὰρ, τοῦ τοῖς σοῖς ᾀεὶ μᾶλλον διδόντος ἐπαίνοις καθὰ δὴ καὶ προύφην, ἀλλὰ πρὸς ἄλλους τινὰς μᾶλλον βλέποντος, καὶ κατ᾽ ἐκείνων ἰδίᾳ καὶ λόγοις χρωμένου καὶ γράμμασι.
Καὶ ταῦτα μὲν μετὰ τῆς φίλης ὑποκρίσεως καὶ τοῦ ψεύδους ὁ Βαρλαάμ. Οἷα δ᾽ ὁ τῆς ἀληθείας αὖθις φίλος καὶ μαθητὴς, πολλῶν τε καὶ κοινῶν ἀμφοτέροις παρόντων φίλων, ἀντεπίγαγε τοῖς παρ᾽ ἐκείνου ῥηθεῖσιν; Ὅρα δὴ τῆς καλῆς ἐκείνης γλώττης θαυμαστῶς λεγούσης καὶ πάλιν ἀκούειν· «Οὐκ ἔστι τὸ παράπαν συνοῖσιν, οὐδ᾽ ἀγαθόν φησι, μᾶλλον μὲν οὖν καὶ λίαν ἐπιβλαβὲς ἅπασι τὸ ζητεῖν ἐν λόγοις τὰ ὑπὲρ λόγον· καὶ τὰ μυστικὰ τῷ δήμῳ προβάλλεσθαι, καὶ μειρακίων ἀκοαῖς ἐκδιδόναι ταῦτα καὶ διανοίαις, καὶ τοὺς μιγάδας τοῖς μονάζουσιν ἐπεγείρειν, καὶ γαληνιώσῃ νῦν ὑπέρ ποτε κατὰ τὴν ὁμολογίαν τῆς πίστεως ἀφορμὰς ὑποβάλλειν οὐ μικροῦ κυκεῶνος τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ. Τοῦτ᾽ οἶμαι καὶ σοὶ μέμψιν οἴσει, καὶ μῖσος παρὰ πάντων ἐποίσει, καὶ πειρασμὸν οὔτοι φορητὸν ὡς ἔγωγε πάνυ πείθομαι, καθά σοι καὶ πρότερον εἶπον. παρίημι γὰρ τὴν ἀφανῆ βλάβην νῦν ὅση τείνει πρὸς τὴν ψυχήν. Ὅτι δὲ φὴς πρὸς ἄλλους, ἀλλ᾽ οὐ πρὸς ἐμὲ τὰς σὰς εἶναι λοιδορίας καὶ τὰ συγγράμματα, ἐπεὶ τὴν εὐσέβειαν πάντες μίαν καὶ τὴν αὐτὴν ὡς μητέρα κοινὴν ἔχομεν, πῶς ἐστι δυνατὸν ὑβριζομένου τινὸς κατ᾽ αὐτὴν εἰρηνικὸν εἶναι τὸν ἕτερον; εἰ μή που καταφρονῶν οὗτος τῆς τοῦ Θεοῦ δόξης, καὶ τὴν οἰκείαν δόξαν παντὶ τρόπῳ περιποιούμενος, μὴ λέγειν κατά τινος πάντοτε σπεύδει, κἂν ὑπὲρ εὐσεβείας ὁ λόγος ᾖ, ἵνα μὴ καθ᾽ ἑαυτοῦ τούς τε ἀλλους καὶ τὸν ἀντιλέγοντα διεγείρῃ; Ἐγὼ γοῦν ἀκριβέστατα γινώσκω ὅτι πολλοί μοι καὶ μέμψονται καὶ λοιδορήσουσι, καὶ ἄλλοι ἄλλα τινὰ πρὸς τὸν οἰκεῖον ἕκαστος σκοπὸν ἢ τὴν γνῶσιν ἐροῦσι κατ᾽ ἐμοῦ, καὶ αὐτὸς δὲ σὺ ὁ τὴν ὑπόθεσιν κεκινηκὼς ἐκβαλεῖν σπουδάσεις τὸ ὄνομά μου ὡς πονηρὸν, ἀλλ᾽ οὐδέν μοι περὶ τῶν τοιούτων μέλλει· οἶδα γὰρ καὶ πεπληροφόρημαι τῇ χάριτι τοῦ Χριστοῦ, ὑπὲρ τῆς ἐν Θεῷ ἀληθείας εἶναί μοι τὸν ἀγῶνα καὶ τὴν σπουδήν· αἱροῦμαι δὲ μᾶλλον συνυβρίζεσθαι ταῦτα πάσχουσι τοῖς διὰ τὸν Θεὸν πτωχοῖς καὶ εὐτελέσιν ἀδελφοῖς, ἢ πρόσκαιρον ἔχειν εὐφημίας καὶ δόξης ἀνθρωπίνης ἀπόλαυσιν· κατὰ Χριστὸν ζώντων ὀνειδισμὸν, τῶν τοῦ κόσμου παντὸς θησαυρῶν».
Ἐννέα μὲν οὖν οἱ πάντες ὁμοῦ τῷ σοφῷ τηνικαῦτα συντάττονται λόγοι, κατά γε τῶν ψευδῶν λόγων καὶ τῆς διεστραμμένης τοῦ Βαρλαὰμ δόξης, ὑπὲρ τῆς κατ᾽ εὐσέβειαν δ᾽ ἀληθείας οἰκειότερον εἰπεῖν μᾶλλον, καὶ τῶν ταύτης τροφίμων, εἰς τρεῖς διηρημένοι τριάδας· εἰσί γε μὴν οὐ κατ᾽ αὐτὸ καὶ ἐπὶ τοῖς αὐτοῖς ὁμοίως διὰ πάντων πάντες ἐκδεδομένοι· ἢ γὰρ ἂν οὐδ᾽ εἰς ἀριθμούς τε καὶ τάξιν οὕτω διήρηντο· ἀλλὰ τὴν μὲν ἱερὰν ἡσυχίαν ὁμοῦ προίστανται πάντες, καὶ ὡς εἰς σκοπὸν αὐτήν τε ταύτην καὶ τοὺς καλῶς τε καὶ ἀξίως αὐτὴν μετιόντας ὡσανεὶ βλέπουσι. Διήρηνται δ᾽ ὡς ἔφην τόνδε τὸν τρόπον· οἱ μὲν γὰρ πρότεροι τρεῖς, περί τε λόγων τῶν ἔξω διϊόντες, καὶ ὅπως, καὶ μέχρι πόσου Χριστιανοῖς ἐκείνοις χρηστέον. ἔστι τε περὶ φυλακῆς νοῦ, καὶ ὡς οὐκ ἀσυντελὲς τοῖς σπεύδουσιν ἡσυχάζειν ἔνδον τοῦ σώματος ἐκείνων κατέχειν πειρᾶσθαι· καὶ δὴ καὶ περὶ φωτὸς θείου καὶ φωτισμοῦ, καὶ ἱερᾶς εὐδαιμονίας καὶ τῆς ἐν Χριστῷ τελειότητος, πρὸ τοῦ τοὺς Βαρλαὰμ λόγους αὐτοὺς ἐκείνους ὡς εἶχον εἰς χεῖρας ἐλθεῖν ἐκδέδονται δηλαδὴ τῷ μεγάλῳ, παρὰ τῶν ὡμιληκότων ἐκείνως ἔτι μόνον τὰ ἐκείνων ἀκηκοότι, καὶ πρός γε τούτοις τὰ κατὰ τῶν μοναχῶν καὶ τῆς ἱερᾶς ἡσυχίας ὑπ᾽ ἐκείνου γλώττῃ ψεύδει τε καὶ θρασείᾳ διαθρυλλούμενα κάκιστα, καθὰ δή που καὶ αἱ προγεγραμμέναι τῶν τριῶν ἐρωτήσεις λόγων ὑποδεικνύουσιν ἐναργέστερον. Οἱ δὲ μετ᾽ ἐκείνους τρεῖς αὖθις, οὓς δὴ καὶ ὑστέρους αὐτὸς ἐπιγράφει, καί τοι γε δευτέρους ὄντας μᾶλλον τῇ τάξει, ἐπεὶ μηδ᾽ ἐπὶ τῆς οἰκείας αὐτοὺς ὁ ἀντίπαλος ἀφῆκε τάξεως μένειν, καὶ τὴν ἑτέραν ἀναγκάσας ὕστερον προστεθῆναι τούτοις τριάδα τῶν λόγων, διὰ τῶν δευτέρων κατὰ τῆς ἀληθείας αὐτοῦ συγγραμμάτων· τοῖς γοῦν ὑστέροις τουτοισὶ τρισὶ καὶ δευτέροις ὁ μέγας ἐχρήσατο κατ᾽ αὐτῶν ἐκείνων τῶν τοῦ Βαρλαάμ φημι πρώτων λόγων, αὐτὸς δι᾽ ἑαυτοῦ συγγεγονὼς τούτοις, εἰς Ἰταλίαν ἀποδημοῦντος ἐκείνου, καὶ τοὺς μὲν θαυμαστῶς ἐξελέγξας καὶ ἀνατρέψας, ἄλλα τε πλεῖστα, καὶ δὴ καὶ τὴν ἐκ τῆς ἔξω παιδείας γνῶσιν σωτήριον εἶναι γνῶσιν ληροῦντας, καὶ διδάξας μάλα καὶ σοφῶς τε καὶ θείως, τίς ἡ ὄντως σωτήριος γνῶσις, καὶ ἐν κρυπτῷ τοῦ νοῦ προσευχὴ καὶ πνευματικὴ τοῦ Θεοῦ λατρεία· τίνα τε τὰ ταύτης ἰδιώματα καὶ γνωρίσματα· καὶ τί τὸ τοῦ ἱεροῦ φωτὸς ἐκείνου θεῖόν τε καὶ ἀπόῤῥητον θέαμα· καὶ ὅτι μόνοις γε γνωστὸν ἀσφαλῶς τοῖς ἐκείνου κάλλιστά τε καὶ ὑψηλότατα κατὰ χάριν θείαν πεπειραμένοις.
Ἐπεὶ δ᾽ ὁ Βαρλαὰμ ὑποστρέψας ἐκ τῆς πρεσβείας εἰς γνῶσιν γένοιτο τῶν ὑπὸ τοῦ μεγάλου κατὰ τῶν αὐτοῦ λόγων καὶ τῆς αἱρέσεως ἀξίως τε γεγενημένων, μεταπλάτει μὲν καὶ μεταποιεῖ τὰ πλεῖστα τῶν ἑαυτοῦ λόγων, τοὺς ἐλέγχους καὶ τὴν ἀτοπίαν δῆθεν ἐκφεύγων· ἀπὸ κρημνοῦ δὲ μᾶλλον οἰκειότερον εἰπεῖν εἰς κρημνὸν καὶ βόθρον ἐμπίπτων· τοιαῦτα καὶ γὰρ ᾀεὶ τὰ τοῦ ψεύδους, οὐδέποτε τοῦ μέσου καὶ τῆς ἀληθείας, ἀλλὰ τῶν ἑκατέρωθεν μᾶλλον κρημνῶν γιγνόμενα· κατὰ Μασαλιανῶν δ᾽ αὐτοὺς ἐς ὕστερον ἐπιγράφει πρὸς τὴν τῶν πολλῶν ἐξαπάτην, ὃ δὴ καὶ μᾶλλον πρὸς ἔρευναν καὶ ζήτησιν αὐτῶν τὸν ἀναιρέτην αὖθις τοῦ ψεύδους, Γρηγόριον φημὶ τὸν σοφὸν ἐρεθίσαν, καὶ συλλαβεῖν ἐκείνους καὶ συμπλακῆναι τὸ δεύτερον λογικῶς τε καὶ πνευματικῶς αὖθις ποιεῖ, καὶ τρέψασθαι κατὰ κράτος, καὶ τὸ τρόπαιον κατ᾽ ἐκείνων ἐντελὲς ἀναστῆσαι τοὺς τελευταίους τρεῖς, ὡς ἐξ ἄλλης ἀρχῆς οἱονεὶ κατὰ τῶν δευτέρων ἐξενεγκόντα, τοῦ Βαρλαὰμ τουτωνὶ λόγων, τάς τε προτάσεις αὐτῶν καὶ τὰ συμπεράσματα, καὶ τὸν τῶν ἐκβαινόντων ἐντεῦθεν ἀτόπων ἐσμὸν ἐξελέγχοντας μάλα γενναίως, καὶ περὶ θεώσεως καὶ θείου φωτὸς αὖθις ὑψηλῶς τε καὶ θείως ἄγαν διδάσκοντας, τοὺς δυναμένους πιστῶς φημι διακούειν ἐκείνων καὶ συνιέναι· οὓς δή που καὶ Χριστὸς αὐτὸς εἰς ἀκρόασιν προκαλούμενος πάλαι τῶν θείων καὶ ὑψηλῶν ἔλεγεν· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω» 10· καὶ, «Ὁ δυνάμενος χωρεῖν αὖθις χωρείτω» 11· οἱ γὰρ λοιποί φησι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνιοῦσι κατὰ τὴν προφητείαν· «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε» 12 διαῤῥήδην βοῶσαν, καὶ «Βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε» 13.
Ἀλλὰ τί ἄν τις εἰπὼν, ὦ θεία καὶ ἱερὰ κεφαλὴ, περὶ τῶν ἱερῶν σου τουτωνὶ λόγων! οὗτοι καὶ γὰρ ἂν ἱεροὶ λέγοιντο λόγοι κυρίως, μᾶλλον δ᾽ ἱεροὶ μὲν πάντες οἱ περὶ θείων τε καὶ ἱερῶν διεξιόντες ὡσαύτως πραγμάτων, οἳ δ᾽ οὐχὶ ἱεροὶ κατ᾽ ἐκείνους μόνον, ἀλλὰ καὶ ἱερῶν ἱεροὶ καλοῖντ᾽ ἂν δικαίως, ὥσπερ ἅγιά τινα ἁγίων, καὶ ᾆσμα ᾀσμάτων, φησί τις τῶν ὑψηλῶν θεολόγων, ἐμπεριεκτικώτερα γὰρ καὶ κυριώτερα· τί γοῦν περὶ τῶν ἱερωτάτων σου τούτων ἂν εἴποιμεν λόγων; καὶ πῶς καθυπογράψομεν ἐκείνους τῷ λόγῳ; ἢ τοῦτο καὶ περίεργον μὲν ἂν εἴη καὶ περιττόν πως πρός γε τῷ ἀδυνάτῳ, καὶ δὴ καὶ τοῦ σκοποῦ καὶ τῆς ὥρας ἔξω πρὸς αὐτοὺς δ᾽ ἐκείνους μᾶλλον, καὶ τὴν ἐκεῖθεν ἀναβλύζουσαν πηγὴν τῆς ἀθανασίας παραπέμψομεν τοὺς τὰ τοιαῦτα διψῶντας, ὅσον ἀνοίξωσι τὸ στόμα τῆς διανοίας ἐκεῖθεν ἑλκύσοντας, ἢ κατὰ τὸν αὐτὸν εἰπεῖν θεολόγον αὖθις, ὅσον ἂν καθαρθῶσι φαντασθησομένους· καὶ ὅσον ἂν φαντασθῶσιν ἀγαπήσοντας, καὶ ὅσον ἂν ἀγαπήσωσιν αὖθις νοήσοντας, κἂν ἀγανακτῶσι τινὲς πάλιν τῇ θεότητι καὶ τῇ θεοποιῷ στενοχωρούμενοι χάριτι· ἡμεῖς δ᾽ ἐκεῖνο μόνον τοῖς εἰρημένοις προσθήσομεν. Πολλῶν τινων καὶ μεγάλων κατὰ διαφόρους αἰτίας καὶ χρόνους Πνεύματι θείῳ περὶ τῶν τοιούτων ὑψηλῶς εἰπόντων καὶ φιλοσοφησάντων, καὶ τῶν μὲν τῷδε μέρει, τῶν δ᾽ ἐκείνῳ, τῶν δὲ τισὶ, τῶν δὲ πλείστοις ἑαυτοὺς δεδωκότων τῷ λόγῳ, τοῖς πᾶσι δ᾽ ἑνός τινος μηδενὸς τῶν τε πρὸ ἡμῶν καὶ τῶν ἀρχαίων ἐπεξιόντος κατὰ ταυτὰ, μόνος οὑτοσὶν ἐξ ἁπάντων καὶ μετὰ πάντας, τὰ πάντων οὕτω θαυμαστῶν εἰς ἓν συνειλοχὼς καθωράθη, ἐκεῖνα λαμπρῶς τε καὶ μετὰ πολλῆς τῆς ἐπιστήμης καὶ τῆς ἐλευθερίας εἰς πλάτος ἐξειπὼν καὶ λογογραφήσας, καὶ προσέτι τὰ διὰ πείρας ὑπερφυῶς ἐγνωσμένα ἀκαταλλήλως συνάψας, καὶ οἱονεὶ διαλευκάνας καὶ ἀναπτύξας ἅπερ κεφαλαιωδῶς ἐκεῖνοι καὶ κατὰ σύνοψιν εἶπον. Καὶ τὰ μὲν οὐδεὶς ὁστισοῦν ἂν εἴπῃ τῶν πάντων μὴ τοῦ θείου Πνεύματος ἄντικρυς εἶναι λόγους, εἰ μὴ Πνεύματος τὸ παράπαν αὐτὸς ἄμοιρος εἴη, διὰ στομάτων ὑπερφυῶς ἀνθρωπίνων ῥηθέντας· τὰ δὲ νοῦν Χριστοῦ πεφυκέναι καὶ Πνεῦμα, καινῶς τε καὶ ὑπὲρ λόγον ἀνθρωπίνης διανοίας καὶ γλώττης ἄνευ λαλοῦντα, καὶ τὴν ἀκοὴν καταπλήττοντα, καὶ τὴν διάνοιαν ἐξιστάντα, ἀθρόον τῆς γῆς τε μετατιθέντα τὸν ἄνθρωπον, καὶ πάσχειν μέν τι καινὸν καὶ ἀνερμήνευτον πάθος ποιοῦντα, οὐκ εἰδέναι δ᾽ ἀσφαλῶς ὅτι πάσχει· ἢ καὶ εἰδέναι μὲν, οὐ πεφυκέναι δὲ φράζειν· καὶ τὸ καινότερον, οὐδ᾽ ἀπαλλαγῆναι δυνάμενον τῆς ἱερᾶς κατοχῆς ἐκείνης καὶ θείας μανίας, οὐδ᾽ εὐχερῶς ἀποστῆναι τῆς ὁμιλίας καὶ θεωρίας ἐκείνων· μᾶλλον δὲ καὶ διαστάντα μικρὸν ὑπὸ τῆς τοῦ σώματος ἀνάγκης τὸν ἐκείνοις ἑαλωκότα, τῶν αὐτῶν αὖθις τάχιστα γίγνεσθαι μετὰ πολλῆς τινος τῆς ἐπιθυμίας, καὶ καινοῖς τισιν αὖθις ὡς ἐξ ἄλλης ἀρχῆς δοκεῖν ὁμιλεῖν, καὶ ὧν οὐδέπω πρὸς ὁμιλίαν τε καὶ γνῶσιν πρότερον ἦκε, καὶ ᾀεὶ τὰ αὐτὰ περὶ τὰ αὐτὰ συμβαίνειν, καὶ κύκλον ἀδιεξητήτως τινὰ στρέφειν, καὶ κόρον οὐδαμοῦ πεφηνέναι, καὶ τὴν ἐπιθυμίαν ἐπιτείνεσθαι καθ᾽ ἑκάστην· καὶ χαίρειν μὲν καὶ διανίστασθαι τὴν ψυχὴν τῷ μήκει καὶ τῷ τόνῳ καὶ δρόμῳ τοῦ λόγου, ἀλγεῖν δ᾽ ὡσανεὶ καὶ δυσχεραίνειν, ὅτι γε καὶ εἰς τέλος ἥκει ποτὲ τὰ τοιαῦτα, καὶ μὴ μᾶλλον ἀτέλεστά πως καὶ ἀένναα, καὶ αὐτῷ γε τῷ ποσῷ φημι καὶ τῷ μέτρῳ τυγχάνει, συνεκτεινόμενα τῷ τῆς ἐπιθυμίας αὐτῶν ἀκορέστῳ, τοσοῦτόν εἰσι. Καὶ τὰ μὲν τῶν θεοφόρων Διδασκάλων ἐκεῖνα, τὰ μὲν τοῖς εἰσαγωγικοῖς εἰς θεωρίαν εἰσὶ κατάλληλα, τὰ δὲ τοῖς κατ᾽ αὐτὴν τελείοις τε καὶ δοκίμοις· καὶ οὐκ ἂν εὕροις τὰ αὐτὰ πεφυκότα πρὸς πάντας, ἀλλὰ διήρηνται μάλα καὶ λόγῳ καὶ νῷ καὶ ἁπλῶς γε τοῖς πᾶσι. Τὰ δὲ τοῦ φίλου τουτουὶ καὶ ὁμιλητοῦ καὶ συναγωνιστοῦ τῶν γενναίων ἐκείνων, ὑψηλά μέν εἰσι τοῖς ὑψηλοῖς καὶ ἄνω βεβηκόσι καὶ τελείοις ὁμοῦ πάντα, ὡς μηδεμίαν ὑπερβολὴν καταλείπειν, οὕτω δ᾽ αὖ τοῖς ἀτελέσι καὶ πρὸς θεωρίαν εἰσαγωγικοῖς κατάλληλα πάνθ᾽ ὁμοῦ καὶ ξυμπεφυκότα, ὡς μηδὲ λέγειν ἐξεῖναι.
Καὶ τί χρὴ λέγειν Ἄνθρωπε τοῦ Θεοῦ! ὅπου γε καὶ πρακτικοὺς πάντας, καὶ τοὺς λόγου μετόχους, καὶ σοφοὺς καὶ ἰδιώτας, καὶ νέους καὶ γέροντας, καὶ πάντας ὁμοῦ χειρωσάμενος τούτοις ἔχεις; καὶ πᾶσι κατάλληλον σεαυτὸν ὑπερφυῶς τοῖς χρωμένοις παρέχεις, οὐ δογματίζων μόνον καὶ τὰ ὑπερφυᾶ καὶ ἀπόῤῥητα ξυντιθεὶς ἐκεῖνα, ἀλλὰ καὶ τὸν ἠθικόν τε καὶ ἁπλούστερον λόγον, καὶ τὰς τῶν Γραφῶν ἐξηγήσεις ἐκ τῶν τοῦ Πνεύματος πηγῶν ἀεννάως προχέων, ὥσπερ τὸ μάννα φασὶν ἐκεῖνο τὸ ἱερὸν, καινῶς ἐν ἐρήμῳ πάλαι τὸν Ἰσραὴλ τρέφον, καὶ πᾶσι τὰ πάντα γιγνόμενον πρὸς τροφὴν, καὶ κατάλληλον καὶ ξυμπεφυκὸς ὂν ἑκάστῳ ἔν τε τῷ ἱσταμένῳ τῆς χρείας· ἐπειδὴ καὶ αὐτὸς τὸ ἀληθινὸν μάννα τὸν Χριστὸν ἔνδον ἀναβλύζον ἀεννάως ἔσχες ἐν τῇ καρδίᾳ, ἢ τό γε ἀληθέστερον εἰπεῖν, μᾶλλον ἔχεις, οὗ τύπος τις ἦν ἐκεῖνο τὸ μάννα καὶ σύμβολον· οὐδὲ γὰρ ἔχω τι πλέον καὶ φήσω, οὐδὲ μηχανή τίς γε πρόσεστιν, ὥστε καὶ τὴν ψυχὴν αὐτὴν ἐκείνην ἐμαυτοῦ τῷ λόγῳ καὶ τοῖς γράμμασιν ἂν ἐγχαράξαι, μετὰ τῶν ἰδίων αὐτῆς περὶ σὲ καὶ τὰ σὰ ταυτὶ παθῶν τε καὶ κινημάτων· εἶεν.
Τούτων δ᾽ οὑτωσὶ προκεχωρηκότων, καὶ οὕτω μεγάλους τινὰς καὶ θαυμαστοὺς ὑπέρ τε τῆς ἱερᾶς ἡσυχίας ὁμοῦ καὶ τῆς κατ᾽ εὐσέβειαν ἀληθείας, πρὸς τὸν ταύτης πολέμιον ἐκδεδωκότος τοῦ μεγάλου τοὺς λόγους, καὶ ὡς οὐδ᾽ ἂν αὐτός ποτε προσεδόκησε, τί γίνεται; καὶ πῆ τὰ τοῦ καινοῦ καταλήγει τούτου πολέμου; Πάντων ὁ χρηστὸς ἀφέμενος Βαρλαὰμ, καὶ τοῦ πρὸς τοὺς ἄλλους ἑαυτὸν ἀποστήσας πολέμου, καὶ τοῦ λέγειν καὶ λογογραφεῖν κατ᾽ ἐκείνων ὥσπερ δή που καὶ πρόσθεν, ὅλος ἑξῆς κατὰ Γρηγορίου χωρεῖ, καὶ πρὸς αὐτὸν, ὡς τοῦ λόγου προστάτην γενναῖον, πᾶσαν ἀναιρεῖται τὴν μάχην· κἀπειδὴ κατὰ πρόσωπον μὲν ἐπιέναι καὶ βάλλειν οὐκ εἶχεν. Ὡς γὰρ βέλος ἰσχυροτέρῳ προσπεσόν φησιν ἀπεκρούσθη, καὶ ὡς κάλως ῥαγεὶς ὑπεχώρησε· τοιούτῳ καὶ γὰρ τῷ προστάτῃ τῆς εὐσεβείας ἐνέτυχε· τὰ δὲ τῆς μηχανῆς καὶ τοῦ δόλου χώραν οὐκέτι παρ᾽ ἐκείνοις οὐδοτιοῦν εἶχεν αὐτῷ, πάλαι καλῶς ἐξεληλεγμένα, καὶ κατ᾽ αὐτοῦ πάνθ᾽ ὁμοῦ συστραφέντα, τοὺς ἐμοὺς καταλιπὼν Θεσσαλονικέας, καὶ τὸ πολιτικὸν καὶ ὁμόγνωμόν τε καὶ σύμπνουν καὶ τὴν ἔνστασιν, καὶ τὸν ὑπὲρ τοῦ καλοῦ καὶ τοῦ δικαίου, καὶ μάλιστα τὸν ὑπὲρ ἀρετῆς καὶ τῶν ἱερῶν ἐκείνων πτοηθεὶς ζῆλον, τὴν Κωνσταντίνου καὶ αὖθις καταλαμβάνει, τῇ τε φιλίᾳ θαῤῥῶν τοῦ προεστηκότος τηνικαῦτα τῆς τῶν πιστῶν κοινῆς Ἐκκλησίας, καὶ τῶν περὶ αὐτόν τισιν οὐκ ὀλίγοις, καὶ ὅτι μὴ καλῶς τε καὶ φιλίως εἶχον ἐκεῖνοι πάλαι πρὸς τοὺς καθ᾽ ἡσυχίαν ἑαυτοῖς τε καὶ μόνῳ Θεῷ ζῶντας· ὑφ᾽ ὧν φασι καὶ τὴν ἀρχὴν κατὰ τῶν τὰ θεῖα φιλοσοφούντων μοναστῶν τὸν κενὸν φιλόσοφον τουτονὶ κακῶς διερεθισθῆναι, διαφθονουμένων τῷ περιφανεῖ τῆς ἐν εὐτελείᾳ δόξης ἐκείνων, καὶ βουλομένων σὺν τοῖς ἄλλοις καὶ κόλακας καὶ προσκυνητὰς ἀγεννεῖς καὶ τούτους κεκτῆσθαι. Ἀλλ᾽ οἷον δή με μικροῦ καὶ διέλαθε μεταξὺ τῶν ῥηθέντων κείμενον. Τρεῖς ἐνιαυτοὺς ὅλους ἐν Θεσσαλονίκῃ διατετριφὼς ὁ σοφὸς ἤδη, καθ᾽ οὓς ὑπὲρ τῆς κατ᾽ εὐσέβειαν ἀληθείας τὰ προῤῥηθέντα καὶ λέγων καὶ γράφων ἐσπούδαζε, τὸ πλεῖστον κἂν τούτοις ἦν τῷ συντρόφῳ πένθει καὶ τῇ μονώσει νέμων καὶ ἡσυχίᾳ, καὶ καθ᾽ ἑαυτὸν ὡς εἰώθει τῷ Θεῷ συγγινόμενος· καὶ ἐπειδὴ τὴν φίλην ἐρημίαν οὐκ εἶχε, καὶ τὴν ἐξ ἀνθρώπων ἀνεπιτήδευτον ἀναχώρησιν, οἰκίσκον ἑαυτῷ κατασκευάσας τὸν πάντων ἐνδότατον, καὶ οἷον καὶ κτύποις καὶ θορύβοις καὶ πάσαις ὁμιλίαις ἀνεπιχείρητον εἶναι, τῶν πάντων ἀναχωρῶν ἦν ἐκεῖ, καὶ τὰ τῆς ἐρημίας νύκτωρ καὶ μεθ᾽ ἡμέραν καθ᾽ ὅσον οἷος τε ἦν ἑαυτῷ μνηστευόμενος.
Καθῆστο μὲν οὖν ἡσυχάζων ὁ μέγας ἐκεῖ, καὶ τῷ Θεῷ μυστικῶς προσευχόμενος· οἱ δ᾽ ὁμιληταὶ καὶ συνασκηταὶ τῶν τοιούτων, παρά γε τῷ θαυμαστῷ Ἰσιδώρῳ, παννύχιοι πάντες ἀγρυπνοῦντες τε καὶ ψάλλοντες ἦσαν ὁμοῦ, καὶ Ἀντωνίῳ τῷ κοινῷ φημι καθηγητῇ καὶ πατρὶ τὰ εἰκότα πανηγυρίζοντες· ἑσπέρα καὶ γὰρ ἦν ἐκείνη τῆς νομιζομένης αὐτῷ δι᾽ ἔτους κοινῆς πανηγύρεως· ἧς οὐδ᾽ αὐτὸς οὗτος ὁ μέγας ἀπῆν, ὦ τοῦ θαύματος! ἀλλὰ καὶ παρῆν λαμπρῶς μάλα μετὰ τοῦ σχήματος, καὶ συνεορτάζων καὶ συνεργῶν, καὶ διαιτῶν δικαίως ἀμφοτέροις τοῖς μέρεσιν. Εὐχομένῳ καὶ γὰρ ἐκεῖ τῷ Γρηγορίῳ καθ᾽ ἡσυχίαν, ὡς ἔφην, φῶς μὲν ἀθρόον θεῖον ἐπιδημεῖ καὶ περιλάμπει συνήθως, τῷ δὲ μεγάλῳ τούτῳ φωτὶ καὶ Ἀντώνιος ὁ μέγας ἄρα συνῆν· ὃς καὶ τῷ Γρηγορίῳ κατ᾽ ὀφθαλμοὺς παραστὰς, Καλὴ μὲν ἔλεγε καὶ ἡ καθ᾽ ἡσυχίαν τοῦ νοῦ προσευχὴ, τῆς ψυχῆς τε τὸ ὀπτικὸν ἀποσμήχουσα, καὶ τῆς τῶν ἀποῤῥήτων ἀποκαλύψεως ἀξιοῦσα καὶ θέας, ἀναγκαῖον δ᾽ ἐν καιρῷ καὶ τὸ συνεῖναι καὶ κοινωνεῖν εὐχῆς τε καὶ ψαλμῳδίας, καὶ τῶν ἄλλων πρὸς τούτοις φημὶ τῶν πνευματικῶν τοῖς ὁμοτρόποις τῶν ἀδελφῶν· δεῖ σε τοιγαροῦν καὶ νῦν πρὸς ἐκείνους ἀγρυπνοῦντας τε καὶ ψάλλοντας ἀπελθεῖν, τῆς σῆς ἐπιστασίας δεομένους ὡς μάλιστα. Καὶ ὁ μὲν ταῦτα τὸν φίλον διδάξας ἀπήει πρὸς ἑαυτόν· ὁ δὲ αὐτίκα τῆς ἐντολῆς πληρωτὴς ἦν· καὶ τὴν ἡσυχίαν καὶ τὸν οἰκίσκον ἀπολιπὼν, χαίρων τοῖς φίλοις μάλ᾽ ἑφίσταται χαίρουσι, καὶ τὴν ὅλην ἱερὰν ἐκείνην νύκτα καὶ τὴν τελετὴν σὺν ἐκείνοις ἄγρυπνος ἐκτελεῖ.
Δέδοκτο τῷ σοφῷ Γρηγορίῳ, καὶ τοῖς κατὰ τὸν ἱερὸν Ἄθω πατράσιν, ὅσοι τε τὸν ἡσύχιον καθ᾽ ἑαυτοὺς μετίασι βίον, καὶ ὅσοι φροντιστηρίων τῶν ἐκκρίτων ἦσαν προεστηκότες, καὶ δὴ καὶ τῷ κοινῷ καθηγεμόνι τοῦ Ὅρους, τὰ τῶν ὑπὲρ εὐσεβείας ἀγώνων καὶ τῆς σπουδῆς τῆς ἰδίας κοινώσασθαι, Παῦλον ἐκμιμουμένῳ τὸν μέγαν καλῶς δήπουθεν, τοῖς πρὸ αὐτοῦ Ἀποστόλοις κοινουμένῳ τὸ κατ᾽ αὐτὸν Εὐαγγέλιον, «Μήπως εἰς κενὸν τρέχω φησὶν, ἢ ἔδραμον» 14, εἰ γε καὶ τοιοῦτό τι φησὶν ἦν ὁ σοφὸς θεολόγος ἐν τοῖς ὑπ᾽ ἐκείνου λεγομένοις ἢ πραττομένοις. Ἄνεισι τοιγαροῦν, μεθ᾽ ἑαυτοῦ καὶ τὸν θεῖον ἔχων Ἰσίδωρον· τὰ τῶν λόγων κοινοῦται, τὸ ὑπὲρ ἡσυχίας αὐτοῦ καὶ θείας θεωρίας ὑποδείκνυσι φρόνημα καὶ τὴν σπουδὴν, τῶν πολεμίων τὰς ἐρεσχελίας καὶ βλασφημίας διέξεισι, καὶ οἷς ἐκείνοις αὐτὸς ἀντιπαρετάξατο· τὴν ἐπὶ τούτοις αἰτεῖ κοινὴν αὐτῶν ψῆφον καὶ τὴν ἀπόφασιν. Οἱ δ᾽ ἐπεὶ καὶ τῆς εὐσεβείας ἰσχυρὸν αὐτὸν εὖρον ἀγωνιστήν· καί τοι γε μηδὲ πρότερον ἀγνοοῦντες, καὶ συναγωνιστὴν τῶν ἰδίων αὐτῶν, καὶ ὑπὲρ τῶν αὐτῶν τε καὶ κατὰ τῶν αὐτῶν κατὰ τὸν μέγαν ἐκεῖνον ἱστάμενον, καὶ ἐπαινοῦσι, καὶ συμψηφίζονται, καὶ κυροῦσι τὰ ἐκείνου καὶ λόγοις καὶ γράμμασιν· οἷς δὴ καὶ ἡμεῖς τότε συνόντες, κἂν τῷ χορῷ τῶν πρεσβυτέρων ἔτι τελοῦντες, καὶ ψυχῇ καὶ χειρὶ καὶ λόγοις καὶ γράμμασι, καὶ πᾶσιν ἁπλῶς οἷς εἰχομεν ἐκείνοις συνείπομεν.
Κἀκεῖνο δὴ τοῖς εἰρημένοις προσθεῖναι· νόσῳ βαρείᾳ πρὸ πολλοῦ κάτοχος ἡ καταλειφθεῖσα τῶν ἀδελφῶν Θεοδότῃ τυγχάνουσα, ἡ μὲν ὅσον οὕπω τὸ σῶμα καταλιπεῖν ἤδη καὶ πρὸς Θεὸν ἀπιέναι προσδόκιμος ἦν· ἀπήει δ᾽ ὁ μέγας ἐς Ἄθω, καθὰ δὴ καὶ φθάσαντες ἔφημεν· οἱ δὲ μαθηταὶ προσιόντες καὶ φίλοι περὶ τοῦ τέλους καὶ τῆς ἐκφορᾶς ἐκείνης ἠρώτων, ὅπως ἂν κατ᾽ ἐκείνου δηλαδὴ γνώμην τὸ κατ᾽ ἐκείνην διάθωνται, ἐπειδή γε καὶ πᾶσαν εἶναι ἀνάγκην ἐκεῖνον ἀποδημεῖν· ἅμα δὲ καὶ τὴν κειμένην ὡς ἐχει λόγοις ἠξίουν πρὸ τῆς ἐξόδου παραμυθήσασθαι· βαρύτατα καὶ γὰρ ὡς εἰκὸς πρὸς ταύτην ἕξειν ἐκείνην, μὴ προσορᾶν ἔχουσαν τὸν ἀδελφὸν καὶ πατέρα, μηδὲ προσλαλεῖν τὰ τελευταῖα καὶ ἥδιστα, πρὸς ταῖς ἐσχάταις μετ᾽ ὀλίγον ἂν γενομένην ἀναπνοαῖς. Ὁ δὲ Πνεύματι θείῳ τὸ μέλλον ἐναργῶς προορῶν, ἀλλ᾽ οὐ χρεία γε τῶν τοιούτων μάλα θαῤῥούντως πρὸς ἐκείνους φησίν· ἐλευσόμεθα καὶ γὰρ ἡμεῖς Θεοῦ βουλομένου καὶ πρὸ τῆς αὐτῆς τελευτῆς. Καὶ ὁ μὲν εἶπε· τὸ δὲ καὶ τετελεσμένον ἦν ὑπερφυῶς ἄγαν καὶ θαυμαστῶς· ἔτι καὶ γὰρ ἀποδημοῦντος ἐκείνου, ἑσπέρα μὲν ἦν καθ᾽ ἣν δήπου καὶ τὰ τῆς ἱερᾶς μεταστάσεως ἡμῖν τῇ Θεομήτορι τελεῖν ἔθος· ἡ δὲ Θεοδότη πρὸς τὴν ἀναγκαίαν ἐκδημίαν ἰοῦσα, τὴν παρουσίαν καὶ τὴν ἐπίσκεψιν τοῦ πατρὸς ἐζήτει· ὡς δ᾽ ἤκουσεν ἐκεῖνον ἀποδημοῦντα, τιτρώσκεται μὲν τὴν ψυχὴν, καὶ ὡς ἀναξίαν ἑαυτὴν ταλανίζει τῆς ἐσχάτης ἐκείνου θέας καὶ ὁμιλίας· σιωπᾷ δ᾽ ἐξ ἐκείνου τὸ παράπαν καὶ ἡρεμεῖ, καθαπερεὶ στραφεῖσα πρὸς ἑαυτήν. Καὶ οἱ μὲν παρόντες πρὸς τὴν ἐκφορὰν καὶ τὴν ταφὴν τοῦ σώματος πάντες ἦσαν ὁρῶντες, ὡς ἀπολιπούσης μετὰ μικρὸν αὐτὸ τῆς ψυχῆς, καὶ τὰ πρὸς κηδείαν ηὐτρέπιζον· ἡ δὲ, ὦ τοῦ καινοῦ θαύματος! καὶ εἰς ὀγδόην ἐξ ἐκείνου γε παρατείνει, ἄτροφος, ἄϋπνος, ἀνώδυνος, ἀνομίλητος, ἀναπνοῇ μόνῃ βραχείᾳ καὶ ὀφθαλμοῖς πιστουμένη τὸ ζῇν, καὶ τὴν παρουσίαν κατὰ τὴν πρόῤῥησιν ἐκδεχομένη τοῦ ἀδελφοῦ, καὶ δῆλον ἐκεῖθεν· τῆς γὰρ ὀγδόης πρὸς ἑσπέραν ἰούσης, παραγίνεται μὲν ἐκ τῆς ἀποδημίας ἐκεῖνος, παρίσταται δὲ τῇ κειμένῃ καὶ προσλαλεῖ· ἡ δ᾽ αἰσθομένη, καὶ τοὺς ὀφθαλμοὺς ἅμα τῇ ψυχῇ πρὸς ἐκεῖνον διάρασα, ἐπεὶ λέγειν οὐκ εἶχεν, οἷς εἶχεν ἀφοσιοῦται τὸν πόθον· τὰς γὰρ νεκρὰς ἤδη χεῖρας ἐκείνας, καθ᾽ ὅσον εἶχε κινήσασα, καὶ πρὸς Θεὸν οἷον καὶ τὴν ὀφειλομένην εὐχαριστίαν ἐπάρασα, καὶ, Δόξα σοι Κύριε, ψυχῇ φθεγξαμένη καὶ νῷ, μετὰ μικρὸν πρὸς Θεὸν αὐτὴν εὐκλεῶς παραπέμπει, ὃς δή που καὶ τὰ τοιαῦτα θαυμαστῶς οὕτω καὶ ὑπὲρ φύσιν εἴργασται, τοῦ μὲν τὴν θαυμαστὴν ὑπὲρ αὐτῆς πρόῤῥησιν, τῆς δὲ τὴν καλλίστην ἀποπληρῶν ἔφεσιν, καὶ ἀμφοτέρους ἅμα τιμῶν· ἧς δὴ καὶ τῆς ψυχῆς ἐξιούσης, τῷ θείῳ φωτὶ τὰ πρόσωπα θαυμαστῶς περιλάμπεται, τὴν ἐκείνης ἱεράν τε καὶ ἀπόῤῥητον διαζωγραφοῦντα καὶ τοῖς ἔξω λαμπρότητα· καὶ τὸν νεκρὸν δ᾽ ἐκφέροντες ἤδη, καὶ συνήθως τὸν ἐπιτάφιον ᾄδοντες, τηλικαύτης τῆς εὐωδίας τῶν τε παρόντων τινὲς, καὶ αὐτὸς δ᾽ ἐκεῖνος ὁ μέγας ἤσθοντο, ὡς μηδ᾽ ἑρμηνεύειν ἐκείνην διὰ τὸ μέγεθος δύνασθαι· οὐ μὴν ἀλλὰ καὶ πολλά τινα πρὸς τούτοις ὑπὲρ αὐτῆς λόγου τε καὶ συγγραφῆς ἄξια παρὰ πολλοῖς φέρεται, ἃ καὶ διὰ τὸ τοῦ λόγου μῆκος ἡμῖν παραλέλειπται.
Γρηγόριος μὲν οὖν ὁ μέγας ἐν ἐκείνοις ὡς ἔθος ἦν, ἡσυχίᾳ φημὶ καὶ νήψει καὶ προσευχῇ, καὶ τῷ ταῖς θείαις ὅσαι ὧραι καθ᾽ ἑαυτὸν προσέχειν ἐμφάσεσιν. Ὁ δὲ τῶν τοιούτων πολέμιος Βαρλαὰμ τὴν Κωνσταντίνου καθάπερ ἔφην καταλαβών· ἣν ἔγωγε καὶ μεγέθους καὶ κάλλους καὶ πλούτου καὶ σοφίας καὶ τῶν τοιούτων, οὐδ᾽ ὅσον ἂν εἴποι τις ἐπαινῶν, ἓν τοῦτο καὶ μόνον ἐπαινεῖν οὐκ ἔχω, τὸ καθαπερεί τισι πεττοῖς τε καὶ κύβοις, ἢ κατὰ τὸν σοφὸν εἰπεῖν θεολόγον, ὥσπερ τοὺς ἱππικοὺς καὶ τὰ θέατρα, οὕτω δὴ καὶ τὰ θεῖα παίζειν, καὶ κατορχεῖσθαι τῶν θεατῶν, ἢ ἐξορχεῖσθαι τὰ θεῖα, καὶ τὰ μυστικὰ θεατρίζειν κακῶς ὡς ἐν σκηνῇ τε δράματι· ταύτην τοιγαροῦν ἐκεῖνος μετὰ τοῦ προσχήματος καὶ τῆς ὑποικουρούσης δυσσεβείας καταλαβὼν, καὶ τὰ τῶν ἔξω λόγων καὶ τῆς φιλοσοφίας τοῖς περὶ ταῦτα κεχηνόσιν ἁπλῶς καθάπερ εἴτι δέλεαρ προβαλόμενος, κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν, πᾶσαν ἐν βραχεῖ ταύτην ὑποποιεῖται, καὶ κακῶς ἑαυτῷ ταῦτα φρονεῖν ἀναπείθει, καὶ ταῖς σφετέραις αὐτοῦ καταδεῖ βλασφημίαις τε καὶ τοῖς δόγμασι, τὸν Βεελζεβοὺλ ἀντεισαγαγὼν τῆς τοῦ Πνεύματος χάριτος ἄντικρυς καὶ αὐτὸς, καθάπερ Ἰουδαῖοι κατὰ Χριστοῦ πρότερον, καὶ πλάνους ἀποκαλῶν τοὺς θεοειδεῖς, αἵρεσίν τε πονηρὰν τοῖς ἁγίοις ἐπικαλῶν, καὶ βλασφήμους καὶ ἀπατεῶνας τινὰς ὀνομάζων καὶ κακοδόξους, τὸ τῆς κακοδοξίας πονηρὸν ὄντως ταμεῖον, τὸ τῆς βλασφημίας καὶ τῆς ἀπάτης ἀκριβὲς ὄργανον.
Ταῦτα καὶ τοῖς περὶ τὸν τῆς Ἐκκλησίας προκαθήμενον ὑποψιθυρίσας, κατὰ τὸν ἀρχαῖον ἐκεῖνον ὄφιν ἐν παραδείσῳ, καὶ πάλαι διεφθαρμένοις καθὰ δήπου καὶ φθάσας ἔφην, καὶ δι᾽ ἐκείνων, ὡς διά τινων ἐπιτηδείων ὀργάνων ἢ μελῶν, καὶ τὴν κεφαλὴν καθελὼν, ὥσπερ δὴ καὶ διὰ τῆς γυναικὸς τὸν Ἀδὰμ ἐκεῖνος τὸ πρότερον, μικροῦ καὶ τὴν κατ᾽ εὐσέβειαν ἀκριβῆ λατρείαν ἐξομόσασθαι πείθει πάντας, καὶ τῶν ταύτης ἀκριβεστάτων λατρευτῶν καὶ κηρύκων ἐρήμην καταψηφίσασθαι. Ἀλλὰ τὸ μὲν ἐπέχει Θεὸς ἄνωθεν, ὁ καὶ τοὺς πειρασμοὺς, οἷς αὐτὸς οἶδε λόγοις σοφίας, συμφερόντως κατὰ τῶν ἰδίων αὐτοῦ συγχωρῶν, καὶ τὸ μὲν ἀφιεὶς, τὸ δὲ κατέχων, ἵνα μὴ τῷ ψεύδει δῷ κατὰ τῆς ἀληθείας εἰς τέλος οἶμαι καυχήσασθαι. Γράμματα δ᾽ ἐκεῖθεν τοῦ τῆς κοινῆς Ἐκκλησίας προεστηκότος εἰς Θεσσαλονίκην φοιτᾷ, Γρηγόριόν τε τὸν ἱερὸν καὶ τοὺς σὺν αὐτῷ πρὸς τὴν Ἐκκλησίαν ὡς ὑπευθύνους ἤδη μετακαλούμενα. καὶ ὁ μὲν ἄνεισι μετὰ τῆς θεολόγου γλώττης εὐθὺς, οὐδὲν ἀναδυεὶς οὐδ᾽ ἀναβαλλόμενος, Ἰσίδωρόν τε καὶ Μάρκον τοὺς κορυφαίους τῶν φίλων καὶ τὸν καλὸν μεθ᾽ ἑαυτοῦ Δωρόθεον ἐπαγόμενος· ἐπεὶ δ᾽ ἐπέβη τῆς Κωνσταντίνου, τὸ σκότος ἦν εὐθὺς ὁρᾷν ἐλαυνόμενον τῷ φωτὶ, καὶ τὸν ἐπικρατοῦντα τῆς δυσσεβείας νυκτερινὸν πάγον, τῇ προσβολῇ τῶν τοῦ νοητοῦ ἡλίου ἀκτίνων, λαμπρῶς ὑποτηκόμενον καὶ διαλυόμενον, καὶ τὰ ψυχοφθέρα θηρία, κατὰ τὸν θεοφόρον φάναι Δαβὶδ, ἅμα τῷ ἀνατολῇ τούτου πρὸς ἑαυτὰ καὶ τὰς οἰκείας καταδύσεις καὶ τὸ φίλον σκότος ὑποχωροῦντα καὶ συστελλόμενα· πάντας καὶ γὰρ ᾗ περ ἔφην σχεδὸν, πλὴν ἑνός τινος ἢ δυοῖν τῶν ἀρίστων, τοὺς μὲν προκατειλημμένους, τοὺς δὲ κατὰ μικρὸν πειθομένους, τοὺς δ᾽ ἀρχομένους ἤδη θορυβεῖσθαι καὶ περιτρέπεσθαι περὶ τὴν πρώτην ἕδραν· καὶ τὴν ἀλήθειαν εὑρηκὼς τῷ ἐν αὐτῷ φθεγγομένῳ τῆς ἀληθείας ἡγεμονικῷ στηρίζει καὶ ὁδηγεῖ Πνεύματι· καὶ γίνεται πάλιν τὰ σκολιὰ εἰς εὐθέα, καὶ αἱ τραχεῖαι εἰς ὁδούς λείας, καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα τὸ ἀγαθὸν, κατὰ τὸν θεῖον Δαβίδ καὶ αὖθις εἰπεῖν, ὁδηγεῖ πάντας διὰ τῆς ἐκείνου χειραγωγίας τε καὶ τῆς γλώττης ἐν γῇ εὐθείᾳ, ὅπου οὐκ ἔνι λίθος καὶ πρόσκομμα, τὸ τῆς θείας φάναι καὶ πάλιν Γραφῆς, οὐκ ὄφις δάκνων ἐπὶ ὁδοῦ, οὐδὲ δῆγμα πονηρὸν καὶ μελανία θανάτου πρόξενος· καὶ σὺν τούτοις ἢ καὶ πρὸ τούτων, τὸν αὐτὸν ἐκεῖθεν μετακαλεσάμενον Πατριάρχην, καὶ δὴ καὶ τὴν σὺν αὐτῷ τὸ τηνικαῦτα παροῦσαν κοινὴν τῶν Ἀρχιερέων ὁμήγυριν, οἳ καὶ πρὶν μὲν εἰς λόγους ἐντελεστέρους ἐλθεῖν τῷ μεγάλῳ, καὶ τὴν τῶν προκειμένων ἐξέτασιν, ἐκ πρώτης ὅ φασιν ἀφετηρίας καὶ ὁμιλίας, οὕτως ἐξεπλάγησαν τὴν ἐκείνου φωνὴν καὶ τὸν λόγον, ὡς μηδὲ λέγειν ἐξεῖναι. Ἐπεὶ δὲ καὶ πρὸς τὸ πέλαγος κατὰ μικρὸν ἀφῆκαν τῶν αὐτοῦ λόγων, ἡμέρας ὅλας ὁμοῦ διωμιληκότες καὶ νύκτας, τῶν τε πρὸς Βαρλαὰμ καὶ τὰς ἐκείνου κενοφωνίας διακούσαντες θαυμαστῶν λόγων, καὶ τὰς ἐκείνου φωνὰς ἔν τε συγγράμμασι καὶ λόγοις, ὁμοίως Θεοῦ φωναὶ ἄντικρυς εὑρηκότες, καὶ νοῦν ἱερὸν, μᾶλλον δὲ νοῦν Χριστοῦ, κατὰ τὸν θεσπέσιον εἰπεῖν Παῦλον, καὶ στόμα θεολογίας, καὶ δογμάτων ἱερῶν, καὶ δόξης ὀρθῆς στάθμην, καὶ πᾶν ὅ τι τις ἂν εἴποι τῶν τιμίων καὶ ὑψηλῶν, διδάσκαλον αὐτὸν εὐσεβείας διαῤῥήδην ὁμοῦ πάντες ἀνωμολόγουν, καὶ συνωδὸν καὶ ὁμογνώμονα τῶν τῆς Ἐκκλησίας κοινῶν διδασκάλων, καὶ γλῶτταν κοινὴν τῆς ἐκείνων ὁμολογίας, καὶ καθαιρέτην τῆς πλάνης· καὶ χάριτας αὐτῷ μακρὰς ἔλεγεν ὄφλειν ὁ κοινὸς τῆς κοινῆς Ἐκκλησίας προστάτης, ὅτι τῆς Βαρλαὰμ πλάνης καὶ τῆς ἀπάτης τοῦ ψεύδους αὐτόν τε καὶ τοὺς περὶ αὐτὸν ἀπήλλαξε διὰ τῶν αὐτοῦ θαυμαστῶν λόγων.
Καὶ ταῦτα μὲν ὁ τῆς Ἐκκλησίας καθηγεμὼν τηνικαῦτα σύν γε τοῖς περὶ αὐτὸν Ἀρχιερεῦσιν, ὃ δὴ καὶ φθάσας εἰρήκειν· τὸ λογιζόμενον δηλαδὴ τῆς ψυχῆς ὑγιὲς περιφέρων ἔτι, καὶ μήπω παρατραπεὶς ὑπὸ τοῦ κάκιστ᾽ ἀπολουμένου φθόνου τε καὶ τῆς δυσσεβείας. Ἐπεὶ δὲ καὶ σύνοδον κοινὴν ἔδει τῆς Ἐκκλησίας τῆς καθόλου γενέσθαι, ἵνα καὶ ὁ Θεὸς ἐν Ἐκκλησίᾳ πολλῇ καὶ λαῷ βαρεῖ δοξασθῇ, κατὰ τὸν θεῖον φάναι Δαβὶδ, καὶ τὸν οἰκεῖον αὖθις κατὰ τὸν ἑαυτοῦ λόγον ἀντιδοξάσῃ θεράποντα· Τοὺς δοξάζοντας καὶ γάρ μέ φησιν ἐκεῖνος δοξάσω· οἱ δὲ ἐξουθενοῦντές με ἀτιμασθήσονται· καὶ πρὸς τούτοις ἵνα ἐκ μέσου τὸ τῆς πλάνης μετ᾽ ἤχου μνημόσυνον γένηται, καὶ τὸν λεγεῶνα τῶν πονηρῶν πνευμάτων μετὰ τῆς ἀγέλης τῶν χοίρων, οἱ μεγάλοι τοῦ Πνεύματος ὑπηρέται τῇ θαλάττῃ καὶ τῷ τῆς ἀπωλείας βυθῷ παραπέμψωσι, γίνεται δὴ καὶ τοῦτο· καὶ ἡ κυρία τό γε νῦν εἶναι τέως ὁρίζεται, προθεσμίαν λαβοῦσα τὴν τοῦ θαυμαστοῦ βασιλέως ἐπάνοδον· ἔδει γὰρ ἔδει μηδ᾽ ἐκεῖνον ἀπεῖναι τῆς τελετῆς καὶ τοῦ μυστηρίου· οὕτω καὶ γὰρ ἐγὼ καλῶ τὰ κατὰ τὴν ἱερὰν ἐκείνην σύνοδον μετὰ τοῦ Πνεύματος ὑπὲρ τοῦ Πνεύματος πεπραγμένα, ἀλλὰ καὶ παρεῖναι μετὰ τῆς θείας καὶ βασιλικῆς ψυχῆς τε καὶ γλώττης, καὶ κηρύξαι θαυμαστῶς καὶ διδάξαι, καὶ αὐτὸς δι᾽ ἑαυτοῦ καὶ τὴν δυσσέβειαν ἐξελέγξαι, καὶ τὸν τῆς εὐσεβείας ἄριστα βεβαιῶσαι λόγον. καὶ οὕτω μετὰ τῆς μεγάλης καὶ ὑπερφυοῦς ἐκείνης ὁμολογίας τε καὶ θεολογίας ὁ θαυμαστὸς Ἀνδρόνικος τὸν ἐνταῦθα καλῶς μεταλλάξαι βίον, τὴν γῆν καταλιπὼν, καὶ πρὸς Θεὸν μεταβάς· καὶ τοῦτο γε ἀντὶ πάσης καὶ ὑπὲρ πᾶσαν τὴν ἐπίγειον βασιλείαν, εἴπερ τις τῶν πρὸ αὐτοῦ βασιλέων ἐντεῦθεν λαβών. Ἀλλὰ μήπω τοῦτο· δεῖ γὰρ μηδ᾽ ἐκεῖνα τῷ λόγῳ παραλιπεῖν, τηλικαῦτα τε ὄντα, καὶ τῶν εἰρημένων μεταξὺ κείμενα.
Ἀνήει μὲν ἐκ Θεσσαλονίκης, καθὰ δὴ καὶ φθάσας ἔφην, σὺν τοῖς περὶ αὐτὸν ὁ θεῖος Γρηγόριος εἰς τὴν τῶν πόλεων βασιλεύουσαν· Θράκης δ᾽ ἐπιβεβηκὼς ἤδη, καὶ ἐν Ὁδρυσοῖς αὐτοῦ που καὶ Ὁρεστιάδι γενόμενος, πάρεργον ὡσανεὶ τῆς ὁδοῦ καὶ τοῦ προκειμένου ποιεῖται, καὶ τὸ τὸν ἐμὸν Δαβὶδ καὶ τὴν ἐν αὐτῷ χάριν μετὰ τῆς θαυμαστῆς σοφίας τε καὶ τῆς γλώττης μετακαλέσασθαι, κοινωνὸν ὄντα πάλαι καὶ ἀσκήσεως καὶ λόγων καὶ τρόπων καὶ γνώμης, καὶ τῶν φίλων αὐτῷ συγκατειλεγμένον τοῖς πρώτοις. Γράφει τοιγαροῦν καὶ μετακαλεῖται πρὸς ἑαυτὸν καὶ τὸν ἀγῶνα τὸν ἄνδρα, μεταξὺ Θράκης τε καὶ Σκυθῶν ἐν ὄρεσί που καθ᾽ ἡσυχίαν σκηνούμενον· ἔνθα δὴ καὶ Γρηγόριος ὁ θαυμαστὸς ἐκεῖνος ἐν ἡσυχίᾳ μετὰ τὴν ἀπὸ Σιναίου μεταβὰς κάθοδον, θείας τε φιλοσοφίας ἐκεῖ συνίστησι φροντιστήριον, καὶ τὴν ἐκ Σινᾶ προσγενομένην αὐτῷ προσηγορίαν, ἐξ ἑαυτοῦ τε καὶ δι᾽ αὐτοῦ τῷ χώρῳ καὶ τῷ φροντιστηρίῳ δίδωσιν. Ἀλλ᾽ ἐκεῖνος καὶ τὰ γράμματα τοῦ μεγάλου φθάνει, μᾶλλον δὲ Θεὸς αὐτὸν ἄνωθεν ἐξάγει φθάσας τῆς ἐρημίας καὶ τῆς καλύβης, καὶ τῷ γενναίῳ τῆς εὐσεβείας ἀγωνιστῇ τὸν καλὸν συναγωνιστήν τε καὶ ὑπασπιστὴν ὀξέως παρ᾽ ἐλπίδα συνίστησι· τρίτῃ καὶ γὰρ ἦν εἰσιόντι Γρηγορίῳ τὴν Κωνσταντίνου, κἀκεῖνος εὐθὺς ἐκ τοῦ ὄρους παρῆν, ἡδονὴν ὑπερφυᾶ τινα καὶ θαυμαστὴν ἐνθεὶς τῇ τοῦ διδασκάλου ψυχῇ, καὶ οἵαν οὐκ ἄν τις ἐξεῖπε ῥᾳδίως, καὶ τῶν τῆς θείας φιλοσοφίας κοινωνῶν τε καὶ σπουδαστῶν ἐκείνῳ συγκατιόντων· ὑποψία καὶ γάρ τις ἐφόδου βαρβαρικῆς τῆς μηδὲ τὴν ἀρχὴν οὔσης αὐτοὺς ἐκεῖθεν ἐξήλασεν· οὕτω θαυμαστῶς τῆς θείας προνοίας, καθὰ δὴ καὶ φθάσαντες ἔφημεν, τὰ τῆς αὐτῶν παρουσίας ἀναγκαίας οὔσης ἄνωθεν οἰκονομησάσης.
Ἐκείνων τοιγαροῦν κατιόντων ἐκεῖθεν, καὶ Διονύσιος σὺν αὐτοῖς ἦν ὁ φίλος· τῆς μὲν βασιλευούσης ταυτησὶ πάλαι πολίτης καὶ τῶν εὐπατριδῶν, ἡσυχίας δ᾽ ἐραστὴς καὶ τῆς κατὰ Χριστὸν φιλοσοφίας εἴπερ τις, δι᾽ ἣν ἄρα καὶ τῆς πατρίδος παρὰ πᾶσαν τὴν ζωὴν ἄποικος διαγεγονὼς, ἐν ἐρήμοις καὶ ὄρεσι διατρίβων ἦν, καὶ τὰ πλεῖστα τῷ χρηστῷ Δαβὶδ ἐκεῖ συγγινόμενος. Τούτῳ καταλαβόντι καθάπερ ἔφην τὴν Κωνσταντίνου σὺν τοῖς λοιποῖς, καὶ μήπω μὲν εἰς ὄψιν ἐλθόντι τῷ σοφῷ Γρηγορίῳ· οὐδὲ γὰρ οὐδὲ πρότερον ὁραθεὶς ἔτυχεν ὅλως· παρὰ δὲ τοῖς ἑταίροις σύν γε τοῖς ἄλλοις ἐνταυθοῖ καταλύσαντι, ὄψις εὐθὺς ὑπνοῦντι κατὰ τὴν πρώτην γε τῶν νυκτῶν τοιάδε παρίσταται. Ἀπήειμεν εἰς τὸν ἐν Βλαχέρναις τῆς Θεομήτορος θεῖον νεὼν, ὁ χρηστός φησι Διονύσιος, ὁμοῦ προσκυνήσοντες πάντες, καὶ τὸν ἱερὸν δηλαδὴ Γρηγόριον ἔχοντες μέσον ἡμῶν· ἐπεὶ δὲ καὶ τὸν νεὼν εἰσιόντες μετὰ βραχὺ, καὶ προσκυνήσαντες ὡς ἔθος, ἅμα πρὸ τῶν τοῦ θείου ἀδύτου θυρῶν ἔστημεν, ἄνδρας τινὰς λαμπροὺς ὁμοῦ καὶ τὴν ὄψιν καὶ τὴν στολὴν ἐδόκουν ἐξιόντας ἐκεῖθεν ὁρᾷν. Οἱ καὶ στολήν τινα λαμπρὰν ἐνδύσαντες τὸν Γρηγόριον, καὶ ῥάβδον ὁμοίαν αὐτῷ ἐγχειρίζουσιν, ἣν ἐκεῖνος λαβὼν ἐν χεροῖν καὶ τὸν νεὼν πάντα περιϊὼν, καὶ ἡμῶν ἑπομένων πάντων, ἀνθρωπίσκων ἐδόκει τι σμῆνος ἐλαύνειν ἐκεῖθεν, αἰσχρὰν ὁμοῦ πάντων κεκτημένων τὴν ὄψιν καὶ μέλαιναν. Εἶτ᾽ ἐκεῖθεν ἐπανιὼν, τῶν αὐτῶν ἐδόκει καὶ πάλιν ἔχεσθαι, εἴπου καί τινες ἔτυχον ἔνδον σκότει καὶ γωνίᾳ παραβύσαντες ἑαυτοὺς, κἀκείνους ἀνιχνεύων μετὰ πολλῆς τῆς σπουδῆς, καὶ τῶν ἱερῶν ἀπελαύνων ὡσαύτως καὶ πόῤῥω τιθείς. Οἱ δ᾽ ἐξιόντες ἐκεῖθεν, ἐπεὶ μηδ᾽ ἀντιβλέπειν μηδὲ ἵστασθαι τὸ παράπαν ἐδύναντο, φεύγοντες ἠπείλουν ὑπ᾽ ἀπορίας, ὡς ἀμυνοῦνται δηλαδὴ καὶ πράγμασι καὶ λόγοις ἐκεῖνον οὑτωσὶ διωκόμενοι, καὶ τῶν κατ᾽ αὐτοῦ βλασφημιῶν οὐδέποτε παύσονται. Ἀλλ᾽ ἐκείνους οἰμώζειν φησὶν ὁ μέγας ἀφεὶς, ἐπανελθὼν σὺν ἡμῖν αὖθις πρὸ τῶν ἀδύτων τῆς προτέρας εἴχετο στάσεως· οἱ δὲ τὰς λαμπρὰς ἐκεῖνοι περιβεβλημένοι στολὰς ἐξιόντες καὶ πάλιν ἐκεῖθεν, θρόνῳ τὸν μέγαν ἐγκαθιδρύουσι, τρὶς τὸ, Ἄξιος ἐπειπόντες συνήθως σὺν θαυμαστῇ τινὶ τῇ βοῇ.
Καὶ τὰ μὲν ὁραθέντα τότε τοιαῦτα, σύμβολα τῶν μετὰ ταῦτα γεγονότων σαφῆ, καὶ οἷα μηδὲ τοῦ ἐξηγουμένου δεῖσθαι καὶ ὁδηγοῦντος· εἴτε γὰρ τοὺς ὑπὸ δαιμόνων ἐνεργουμένους, καὶ τῇ τοῦ Χριστοῦ πολυτρόπως ἐπιβουλεύσαντας Ἐκκλησίᾳ, Βαρλαὰμ καὶ Ἀκίνδυνόν φημι καὶ τὴν ἐξάγιστον καὶ πονηρὰν περὶ αὐτοὺς συμμορίαν, τοὺς μέλανας ἀνθρωπίσκους εἴποις ἐκείνους· εἴτε τὴν τῶν δαιμονίων αὐτῶν ἐκείνων πληθὺν, τὴν τῶν αἱρέσεων πρώτην αἰτίαν· εἴτε καὶ ἄμφω τούτους ὁμοῦ κἀκείνους, πολλάκις ὁ Γρηγόριος ὦπται καὶ λόγοις καὶ γράμμασι καὶ κοινῇ καὶ ἰδίᾳ θαυμαστῶς τῆς Ἐκκλησίας αὐτοὺς ἐξελάσας, καὶ δυνάμει θείᾳ τὸ κατ᾽ ἐκείνων ὑπερφυὲς λαβὼν κράτος εἴπερ τις, καὶ τοῖς εὐσεβέσι λαμπράν τινα δι᾽ ἑαυτοῦ δεδωκὼς τὴν νίκην· ἐπισημαίνει γε μὴν θαυμαστῶς ἡ θεία ὄψις κἀκεῖνα, ὡς δίς τε κατὰ τῶν αὐτῶν ἐπ᾽ Ἐκκλησίας τὸν κυριώτερον ἄθλον ἀγωνιεῖται, τὸν μὲν πρὸ τῆς καθέδρας τῆς ἱερᾶς καὶ τῆς προστασίας τῆς Ἐκκλησίας, τὸν κατὰ τοῦ Βαρλαάμ φημι τουτονὶ, καὶ τῶν τῆς αἱρέσεως πρώτων ἀρχῶν τε καὶ συγγραμμάτων· τὸν δὲ κατὰ τοῦ τὴν αἵρεσιν ταυτηνὶ κάκιστα διαδεξαμένου Ἀκινδύνου φημὶ τοῦ φίλου καὶ ἐπιβούλου, καὶ φοιτητοῦ καὶ προδότου, κατὰ τὸν ἀρχαῖον ἐκεῖνον, καὶ τῆς μιαρᾶς αὐτοῦ συμμορίας, μετὰ τὴν χειροτονίαν τε καὶ τὸν θρόνον· καὶ ὅτι τὴν ἱερὰν ταυτηνὶ περὶ αὐτὸν τελετὴν καὶ χειροτονίαν ὁ τῆς Θεομήτορος ἐκεῖνος θεῖος νεὼς ἐν ἑαυτῷ τελεσθησομένην ἕξει, κἀκεῖ τὸ, Ἄξιος αἰσθητῶς τε καὶ νοητῶς ὑπό γε τῆς νοητῆς ὁμοῦ καὶ τῆς αἰσθητῆς Ἐκκλησίας ἐπὶ τὸν ἄξιον ὄντως Πνεύματι θείῳ μετ᾽ ὀλίγον ῥηθήσεται· ἃ δὴ καὶ εἰς πράγματα μετὰ μικρὸν θαυμαστῶς ἐξέβη, τῆς θείας ἐκείνης ἀποκαλύψεως ἐν μηδενὶ τὸ παράπαν διαπεσούσης· εἰ γὰρ καὶ πρὸ τῆς τοῦ μεγάλου χειροτονίας ἡ καταστροφὴ γέγονεν Ἀκινδύνου, ἀλλὰ καὶ αὖθις τῆς αἱρέσεως κατὰ διαφόρους αἰτίας καὶ χρόνους, νῦν μὲν καθαιρουμένης, νῦν δὲ τὰς κεφαλὰς συνεχεῖς ἀναδιδούσης ταῖς τινων συμμαχίαις, κατὰ τὴν Ὕδραν τὴν ἐν τῷ μύθῳ, τέλος ὁ καθ᾽ ἡμᾶς Ἡρακλῆς οὑτοσὶ, καὶ τὴν τοῦ θείου πυρὸς ἐνεργεστέραν προσλαβὼν συμμαχίαν, ὡς τὴν τοῦ αἰσθητοῦ πρὶν ἐκεῖνος, τοῦ θείου δηλαδὴ Πνεύματος διὰ τῆς χειροτονίας δαψιλέστερον ἐπὶ τοῦτον ῥυέντος, καὶ τέμνει καὶ καίει μέχρι ῥιζῶν αὐτῶν ὡς εἰπεῖν καὶ πυθμένων, ἐπ᾽ Ἐκκλησίας κοινῇ πάσης, καὶ σιγῇ καὶ βυθῷ καὶ πανολεθρίᾳ παντελεῖ δίδωσι.
Τί τὸ μετ᾽ ἐκείνην τὴν θαυμαστὴν ὄψιν; ἐγὼ μὲν ἐβουλόμην καὶ τοῖς κατὰ μέρος ἐπεξελθεῖν πᾶσι καθόσον οἷον τε, καὶ ταῖς ἀριστείαις ἐκείναις τοῦ μεγάλου καὶ τοῖς θαυμαστοῖς ἄθλοις ἐπικαλλωπίσαι τὸν λόγον, καὶ οἷον ἐπεντρυφῆσαι τῷ διηγήματι· ἀπάγει δέ με τὸ τοῦ λόγου μῆκος αὖθις ἐκείνων τῆς συμμετρίας ἐκπίπτον· διὸ τοὺς ἐκεῖνα ποθοῦντας, τοῖς τε λόγοις ἐκείνου, καὶ τοῖς τῆς Ἐκκλησίας κοινοῖς παραπέμψας τόμοις τε καὶ συγγράμμασιν αὐτὸς ὡδί πως κεφαλαιώσω τὸν λόγον, τιμῶν τὸ πᾶν μέτρον ἄριστον, ἐπειδήπερ κἀκεῖνος.
Ἐφίσταται μὲν ὁ προσδοκώμενος εὐσεβέστατος βασιλεὺς μετὰ τῶν ἐν τέλει· ἀκούει δ᾽ ἐντελέστερον ταῦτα παρὰ τοῦ Πατριάρχου, οὐδὲ πρότερον ἀνήκοος πάντη διαγεγονὼς τῶν τοιούτων· συγκροτεῖται δ᾽ ἡ σύνοδος, κατὰ τὸν μέγιστον καὶ περιφανῆ νεὼν τῆς τοῦ Θεοῦ μεγάλης Σοφίας· συντρέχει δ᾽ ἡ πόλις πᾶσα σχεδὸν, ὡς ἐν μεγάλῳ τινὶ καὶ περιφανεῖ τῷ ἀγῶνι· ὁ Βαρλαὰμ εἰσάγεται τῶν μοναχῶν κατηγορήσων ἅπερ καὶ πρώην· ἀρνεῖται τὴν τάξιν, καὶ τὸ πρότερον παραιτησάμενος σχῆμα τοῦ κατηγόρου, ἐφ᾽ ἕτερά τα καὶ δὴ πειρᾶται χωρεῖν, καὶ τὴν ὑπόθεσιν διαφθείρειν, ἀλλ᾽ οὐδέν τι πλέον ἐσχεν ἐκ τούτων· ἁλίσκεται γὰρ εὐθὺς, καὶ μὴ βουλομένου τῶν αὐτοῦ συγγραμμάτων προκομισθέντων, ἅπερ αὐτὸς ἀπαιτηθεὶς δι᾽ ἑαυτοῦ προολίγου τῷ τῆς Ἐκκλησίας δέδωκε προεστῶτι· τέλος ἐξελέγχεται τὰ τῆς πολυειδοῦς αἱρέσεως θαυμαστῶς ἐπὶ πάντων, καὶ παρὰ πάντων ὁμοῦ κωμῳδεῖται καὶ διαμυκτηρίζεται· μᾶλλον δὲ καὶ παλαμναιοτάταις τισὶ ταῖς ἀραῖς αὐτά τε καὶ ὁ πατὴρ ὁμοῦ καὶ δημιουργὸς αὐτῶν δικαίως καθυποβάλλονται· καὶ ἐπειδὴ μήτε λέγειν μήτ᾽ ἀποδιδράσκειν τοὺς περιφανεῖς τῆς ἀληθείας ἐλέγχους ὁ Βαρλαὰμ ὅλως εἶχεν, ἀλλ᾽ οὐδ᾽ ἐκφεύγειν τέως ἐδύνατο τὸν τῆς Ἐκκλησίας δικαιότατον ζῆλον, καὶ τοῦ κοινοῦ τῶν πιστῶν ἐκείνου θεάτρου, πρὸς ὀργὴν κατὰ τῆς αἱρέσεως ἤδη κεκινημένου, καὶ τοὺς αἰτίους τῆς πλάνης ἀνελεῖν ἐκζητοῦντος· τοιαῦτα καὶ γὰρ τὰ τοῦ δήμου πρὸς ἀμετρίαν ἑτοίμως ἰόντα, τὴν μεταμέλειαν ὑποκρίνεται καὶ τὴν ὁμολογίαν τῆς ἀληθείας· καὶ ὁ μὲν, οὕτω τῶν ἑαυτοῦ συγγραμμάτων αἵρεσιν καὶ ψεῦδος καταγνοὺς ἐπὶ πάντων, καὶ μετανοίας χώραν αἰτήσας καὶ λαβὼν δῆθεν, τὴν ᾄδου κυνὴν ὅ φασιν ὑποδεὶς, καὶ ἀφανείᾳ δεδωκὼς ἑαυτὸν, πρὸς Λατίνους τοὺς ἑταίρους εὐθὺς ἀποτρέχει μετὰ τῆς δυσσεβείας. Ἡ δ᾽ Ἐκκλησία Χριστοῦ τὸν ἑαυτῆς καθαρῶς ἐπιγινώσκει προστάτην. Γρηγόριον δηλαδὴ τὸν μέγαν, καὶ κροτεῖ καὶ θαυμάζει, καὶ παντοδαποῖς τισιν ἀναδεῖ τοῖς τῶν ἐπαίνων στεφάνοις· τί μὲν οὐ λέγουσα τῶν θαυμαστῶν κατ᾽ ἐκείνου; τί δ᾽ οὐ ποιοῦσα; μᾶλλον δὲ πάντα μὲν τὰ βέλτιστα καὶ λέγουσα καὶ ποιοῦσα, ἄξιον δ᾽ ἐκείνου μηδέν τι μηδαμῶς ποιεῖν καὶ λέγειν δοκοῦσα. Οὐ μὴν ἀλλὰ καὶ βασιλεὺς αὐτὸς σύν γε τοῖς καθ᾽ αἷμα προσήκουσι, καὶ δὴ καὶ τοῖς προύχυσι τῶν ἐν τέλει, καὶ διδάσκαλον εὐσεβείας, καὶ κανόνα δογμάτων ἱερῶν, καὶ στύλον τῆς ὀρθῆς δόξης, καὶ πρόμαχον Ἐκκλησίας, καὶ βασιλείας εὐσεβοῦς καύχημα, καὶ πᾶν ὅ τι γε τῶν καλλίστων μετὰ μεγάλου τοῦ θαύματος αὐτὸν ἀπεκάλουν.
Ἀλλ᾽ ὦ τῆς πονηρᾶς διαδοχῆς καὶ τῆς ὑποστροφῆς καὶ παῤῥησίας αὖθις τοῦ ψεύδους! Πάλιν Ἀρχέλαος μετὰ τὸν Ἡρώδην, καὶ Καϊάφας κατὰ Χριστοῦ δημηγορῶν μετὰ τὸν κηδεστὴν Ἄνναν, ἄκων τε προφητεύων ὑπὲρ τοῦ ἔθνους, καὶ συνηγορῶν τῇ πολεμουμένῃ παρ᾽ αὐτοῦ ἀληθείᾳ, καὶ τοῖς ὑπὲρ αὐτῆς λόγοις τῶν Προφητῶν τε καὶ Θεολόγων, καὶ Ἀκίνδυνος ὁ σκαιὸς μετ᾽ ἐκείνους καὶ σὺν ἐκείνοις τὴν τοῦ Βαρλαὰμ δολερῶς ὑπιὼν αἵρεσιν καὶ τὴν πλάνην, καὶ τοὺς ὁμιλητὰς ἐκείνου σκορπισθέντας συνάγων, πλείστους τε σὺν αὐτοῖς προσεταιριζόμενος ἄλλους, καὶ τὴν αἵρεσιν ξυνιστὰς, ἑαυτόν τε προστάτην καὶ διδάσκαλον αὐθημερινὸν χειροτονῶν δυσσεβείας, ὁμόσε τε κατὰ τῆς εὐσεβείας χωρῶν καὶ τοῦ ταύτης προμάχου, καθάπερ ὁ Σαμαρεὺς πάλαι Σίμων, καὶ Νικόλαος ὁ προσήλυτος ἀπὸ Σύρων, κατὰ τοῦ Εὐαγγελίου φημὶ Χριστοῦ καὶ τῶν πρώτων μαθητῶν τε καὶ Ἀποστόλων· καὶ τὸν μὲν Βαρλαὰμ καί τοι γε μηδενὸς ἀπαιτοῦντος ἀποκηρύττων, καὶ φρικωδεστάταις τισὶ ταῖς ἀραῖς κατὰ τοὺς τῶν παλαιῶν αἱρεσιαρχῶν διαδόχους ἐκείνους καθυποβάλλων, ἵν᾽ ἔχοι τι καὶ προκάλυμμα καὶ προσωπεῖον ἡ πλάνη. ἄλλος δ᾽ ἐκεῖνος ὢν ἄντικρυς καὶ λόγοις καὶ γράμμασι, καὶ παντὶ τῷ κατὰ τῆς εὐσεβείας πολέμῳ. Πάλιν οὖν ἀγῶνες καὶ ἆθλοι, καὶ πολέμων ὑπόθεσις τῷ προασπιστῇ τε καὶ τεχνίτῃ τοῦ λόγου, κατὰ τῶν αὐτῶν τε καὶ ὑπὲρ τῶν αὐτῶν ἱσταμένῳ, καὶ τῆς κατ᾽ εὐσέβειαν ἀληθείας εὐψύχως προκινδυνεύοντι.
Καὶ τέως μὲν ὁμιλεῖ καὶ διαλέγεται πρῶτον, καὶ πολλῶν τε καὶ καλῶν συμπαρόντων τὸν Ἀκίνδυνον ἐξελέγχει γενναίως, καὶ τὴν αἵρεσιν ὀνειδίζει, καὶ τὴν προτέραν τῆς ἀληθείας ὑπόκρισιν, καὶ τὴν ἐσχάτην ταυτηνὶ συμφωνίαν τοῦ ψεύδους. Ὁ δ᾽ ἐπεὶ μηδοτιοῦν ἀντιλέγειν ἢ λέγειν εἶχεν, ὑποκρίνεται καὶ αὖθις τὴν ὁμολογίαν τῆς ἀληθείας, ἅμα καὶ γράμμασι τῆς ἰδίας χειρὸς καὶ ὑπογραφαῖς ἀσφαλισάμενος δῆθεν τοὺς ἑαυτοῦ λόγους, καὶ τὴν διὰ πάντων πρὸς τοὺς ἁγίους κοινωνίαν ἅμα καὶ συμφωνίαν, τοῖς τοῦ σοφοῦ Γρηγορίου προσμαρτυρήσας καὶ λόγοις καὶ γράμμασιν, ἃ καὶ εἰς δεῦρο μένει παρόντα, καὶ τὴν ἐκείνου δυσσέβειαν ἐξελέγχοντα καὶ τὸ ψεῦδος. Ἐπεὶ δὲ μετὰ μικρὸν τὴν ὑπόκρισιν καὶ τὴν σκηνὴν ἀποῤῥίψας, καὶ ταυτησὶ τῆς ὁμολογίας καὶ τῶν γραμμάτων ἔξαρνος γεγονὼς, ἅμα τοῖς ὁμόφροσι περιήει τὴν πόλιν, θορυβῶν ἐπὶ τοῖς προτέροις καὶ αὖθις, καὶ τῷ ψεύδει παρασύρων τοὺς ἀστηρίκτους· ὁ γὰρ αἰθίοψ οὐκ ἐλευκαίνετο, καὶ ὁ καρκῖνος ὀρθῶς βαδίζειν οὐκ ἐδιδάσκετο· σύνοδος συγκροτεῖται παρὰ τῆς Ἐκκλησίας καὶ πάλιν, κατ᾽ οὐδὲν ἐλάττων τῆς κατὰ τοῦ Βαρλαὰμ πρώτης ἐκείνης· καὶ πάλιν ἀγωνιστής τε καὶ ἀθλητὴς περιφανὴς τῆς εὐσεβείας ὁ μέγας, ὁμοῦ τε τὴν πλάνην τοῖς τῶν θείων Γραφῶν λόγοις καὶ ταῖς ἱεραῖς τῶν θεολόγων διδασκαλίαις ἐλέγχων, καὶ τῇ κατ᾽ εὐσέβειαν ἀληθείᾳ τὸ κράτος λαμπρῶς εἰσαῦθις περιποιούμενος, ἅμα καὶ τοῦ θαυμαστοῦ βασιλέως παρόντος, οὔπω μὲν ἐπειλημμένου τότε τοῦ κράτους, ἢ τοῦ μὲν κράτους καὶ τῶν πραγμάτων ἐπειλημμένου, τὸ διάδημα δὲ σὺν τῷ τῆς βασιλείας ὀνόματι μόνον οὔπω περικειμένου, καὶ τὸν τοῦ θαυμαστοῦ βασιλέως καὶ ἀδελφοῦ τόπον ἀποπληροῦντος, ἤδη μετὰ τῶν ὑπὲρ εὐσεβείας ἀγώνων τε καὶ κατορθωμάτων κάλλιστα πρὸς Θεὸν ἐκδεδημηκότος· ὃς δὴ καὶ τὸν Ἀκίνδυνον τὰ τοῦ Βαρλαὰμ ἐπὶ τῆς μεγάλης ταυτησὶν ἐξελέγξας συνόδου κακῶς φρονοῦντα, καὶ τοῖς κοινοῖς ἀξιώμασι καὶ ταῖς δόξαις τῆς Ἐκκλησίας ἀντικείμενον προφανῶς, καθὰ δήπου καὶ βασιλεὺς ὁ κράτιστος ἀδελφὸς ἐκεῖνος τὸν Βαρλαὰμ πρότερον· ἐπικυροῖ καὶ αὐτὸς σὺν τῷ τῆς Ἐκκλησίας προεστηκότι, καὶ τῶν ἱερέων τοῖς ἀρχηγοῖς καὶ προκαθημένοις, τῷ σοφῷ δηλαδὴ Γρηγορίῳ σύν γε τοῖς περὶ αὐτὸν, τὸ κράτος τῆς εὐσεβείας· μᾶλλον δὲ καὶ θαυμάζουσι καὶ ἀνακηρύττουσι καὶ λόγοις καὶ γράμμασι καὶ παντοδαποῖς ἐπαίνοις αὐτὸν ὁμοῦ πάντες, κατ᾽ οὐδὲν ἔλαττον τῶν ἐπὶ τῆς πρώτης ἐκείνης συνόδου· ἡνίκα δὴ καὶ ὁ κατὰ τῆς αἱρέσεως καὶ τῶν ταύτης ἀρχηγῶν, ὑπὲρ τῆς εὐσεβείας ψήφῳ τῆς Ἐκκλησίας κοινῇ, καλῶς ἐξετέθη τόμος, συνεπτυγμένως ὁμοῦ πάντα περιλαμβάνων, καὶ ὑπογραφαῖς κατησφαλισμένος τῶν κορυφαίων τῆς Ἐκκλησίας, καὶ πρὸ πάντων τοῦ πάντων προκαθημένου, καὶ τὸν Πατριαρχικὸν ἔχοντος τότε θρόνον.
Εἰς μακρὸν ἡμῖν ἀποτεινόμενα καθορῶ τὰ τοῦ λόγου, διὸ καὶ συντέμνειν ἀνάγκη καθ᾽ ὅσον οἷον τε, τὸ συνεχὲς καὶ πυκνὸν τῶν ὑποθέσεων διωθούμενον, καθάπερ ἐν θεάτρῳ καὶ πλήθει τοὺς συναντῶντας. Οὔπω δύο μῆνες ἐτύγχανον παρελθόντες ὅλοι μετὰ τὴν δευτέραν σύνοδον ταυτηνὶ, καὶ ἡ μακρὰ καὶ χαλεπὴ κατ᾽ ἀλλήλων ἄρχεται στάσις τῶν ἡμετέρων, καὶ ἡ ἐμφύλιος μάχη τε καὶ φθορὰ, καὶ ὁ κοινὸς τῆς βασιλείας ὁμοῦ καὶ τῆς Ἐκκλησίας ποιμήν τε καὶ ὁδηγὸς, τὸν κοινὸν θόρυβον καὶ τάς τινων ἀλογίστους ὁρμὰς καὶ τὰς διαβολὰς καὶ τὸν φθόνον ὀφείλων ἐπέχειν, καὶ πρὸς εἰρήνην τε καὶ ὁμόνοιαν, ὡς τῆς εἰρήνης εὐαγγελιστής τε καὶ μύστης, πάσῃ σπουδῇ συνάγειν τοὺς πάντας, τὸ μὲν οὐκ ἐποίει, τὴν δ᾽ ἐναντίαν ὥσπερ ἐπίτηδες σπεύδων ἰέναι, καὶ προσερεθίζων φεῦ! ὁσημέραι καθωρᾶτο τὴν μάχην, καὶ τὴν διαίρεσιν καὶ τὴν στάσιν ἀνάπτων. Ἐπεὶ δὲ μὴ καὶ Γρηγόριον εἶχε συναινοῦντα τούτοις τὸν μέγαν, πλεῖστα μὲν οὖν καὶ παραινοῦντα καὶ εἰσηγούμενον τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν διὰ πάντων, καὶ τὰ τῷ σχήματι καὶ τῇ ἀξίᾳ κατάλληλα πράττειν αὐτὸν ἀξιοῦντα· τοῦτο καὶ γὰρ πρὸς αὐτοῦ τε εἶναι, καὶ τοῦ κοινῇ τῇ βασιλείᾳ καὶ παντὶ τῷ γένει λυσιτελοῦντος, τὸ δ᾽ ἐναντίον πᾶν τοὐναντίον ἐξ ἐφαμίλλου, καὶ πρόσεστι καὶ τὸ τῆς θείας ἀγανακτήσεώς φησιν ἄνωθεν καὶ τῆς δίκης, πρᾶγμα τοσοῦτον καὶ οὕτως ὑπερφυὲς, καὶ ῥᾷστα γε πεφυκὸς καὶ μόνον τὴν πανωλεθρίαν ἐπάγειν. Ἐπειδὴ ταῦτα καὶ φρονοῦντα καὶ συμβουλεύοντα κατεῖδε τὸν μέγαν, οὐχ ἅπαξ, οὐδὲ δὶς, οὐδὲ μόνον πρὸς αὐτὸν μόνον, ἀλλὰ καὶ πολλάκις, καὶ πολλῶν καὶ μεγάλων παρόντων, κἂν τῇ συγκλήτῳ, καὶ τῆς βασιλίδος ἔστιν ὅτε προκαθημένης· καὶ τοτὲ μὲν μόνον, τοτὲ δὲ καὶ σὺν ὀλίγοις τῶν ὁμοτρόπων, δέον αὐτὸν καὶ θαυμάζειν τοῦ φρονήματος καὶ τῆς κατὰ καιρὸν παῤῥησίας, καὶ χάριτας ὄφλειν τῆς εὐνοίας τε καὶ φίλτρου, καὶ τοῦ κοινῇ πρὸς δόξαν ἰόντος· οὕτω καὶ γὰρ ἂν ἔδειξε πράγμασι τὸν κοινὸν πατέρα καὶ κηδεμόνα τοῦ γένους, καὶ ὡς οὐ μάτην, οὐδ᾽ ἁπλῶς τὸ μέγα τουτὶ περίκειται πρόσρημα· ὁ δὲ καὶ πρὸς ὀργὴν διεγείρεται μᾶλλον, καὶ κατὰ τοῦ φίλου χωρεῖ, καὶ ὁπλίζεται φεῦ! κατὰ τοῦ πρᾴου συμβούλου, καὶ ἀμύνασθαι σπουδῇ πάσῃ ζητεῖ τὸν ἄνδρα, μήτε τὰς προτέρας τιμὰς, καὶ οἷς αὐτὸν ἀνεκήρυττε δημοσίᾳ τε καὶ κατ᾽ οἶκον, καὶ πρὸ τῶν συνόδων καὶ μετὰ τὰς συνόδους, κἂν τοῖς πρώτοις ἐτίθει τῶν φίλων, μήτε τὰ παρόντα λογιζόμενος ταῦτα, καὶ πᾶσι μὲν ὄντα λυσιτελῆ καὶ σωτήρια, καὶ τοῖς κοινῇ καὶ καθένα, καὶ αὐτῷ τούτῳ δὲ πρὸ τῶν ἄλλων τὴν κοινὴν ἀνηρημένῳ προστασίαν τῶν πάντων, καὶ τὸν ὑπὲρ αὐτῶν καὶ τῆς κοινῆς οἰκονομίας ὀφείλοντα διδόναι λόγον τῷ κοινῷ τῶν ὅλων δεσπότῃ. Γρηγόριος μὲν οὖν ὁ σοφὸς εὐθὺς ἐκποδὼν ἦν, ἐπειδή περ ἀνηνύτοις ἐπιχειρῶν ἔγνω, καὶ τῆς πόλεως οὐ μακρὰν ἑαυτῷ τε καὶ Θεῷ συγγινόμενος συνήθως καθ᾽ ἡσυχίαν, καὶ κατὰ τὸν θεῖον ἐκεῖνον Ἱερεμίαν, τὴν τοῦ γένους παρακοὴν καὶ τὴν πανωλεθρίαν ἀποκλαιόμενος· ὁ δὲ ποιμὴν, ἐπεὶ κατὰ τῆς ποίμνης φεῦ! καθ᾽ ἑκάστην ἦν αὐτῷ ἡ σπουδὴ, καὶ διὰ τοῦτο καὶ τοῖς κριοῖς μᾶλλον ἐπετίθετο τῶν προβάτων, ἵνα καὶ μᾶλλον τὸ πᾶν κατεργάσηται, τί μὲν οὐκ ἐνενόει; τί δ᾽ οὐκ ἐβουλεύετο νύκτωρ καὶ μεθ᾽ ἡμέραν; ὥστε καὶ τὸν ἐπίσημον τουτονὶ κριὸν τῆς μεγάλης Χριστοῦ ποίμνης, πρὸς τοῖς ἄλλοις ἐκείνοις, ᾗ καὶ πρὸ τῶν ἄλλων ἁπάντων γε καθελεῖν· καὶ ἐπειδὴ προσωπεῖον οὐκ εἶχεν αὐτῷ τὰ τῆς μάχης, οὐδ᾽ ἑδύνατο καὶ σκιὰν γοῦν τινὰ πλάσαι κατ᾽ ἐκείνου συκοφαντίας, κατὰ τῆς εὐσεβείας ἀναίδην ὅλος χωρεῖ, καὶ πόλεμον ἀλλόκοτόν τινα καὶ καινὸν ἐπεγείρει τῇ Ἐκκλησίᾳ, καὶ τῶν θείων δογμάτων ἀναίρεσιν μελετᾷ φεῦ! τῶν ἱερέων καὶ διδασκάλων ὁ προύχων· οὕτω καὶ γὰρ ᾤετο καὶ τὸν πρόμαχόν τε καὶ κήρυκα, Γρηγόριον δηλαδὴ τὸν σοφὸν συγκαταστρέψειν ἐκείνοις, καὶ τρόπαιον ἀναστήσειν κατὰ τῆς ἐκείνου σπουδῆς καὶ φιλοσοφίας, μᾶλλον δὲ κατὰ τῆς δι᾽ αὐτὸν ὑπ᾽ αὐτοῦ πολεμουμένης κάκιστα τοῦ Χριστοῦ Ἐκκλησίας, οὐ τῷ κατ᾽ αὐτὸν σχήματί τε καὶ πράγματι μόνον ἀπᾷδον, ἀλλὰ καὶ Χριστιανῶν ὁμοῦ πάντων ὡς ἀληθῶς ἔκφυλον καὶ ἀλλότριον, καὶ τῷ πονηρῷ καὶ ἀρχεκάκῳ δαίμονι μόνῳ καὶ τῇ κατ᾽ ἐκεῖνον φατρίᾳ προσῆκον.
Ἀντισάγει τοιγαροῦν ὁ καινὸς οὑτοσὶ θεομάχος τῇ Ἐκκλησίᾳ τοῦ μαθητοῦ τὸν προδότην, καὶ τὸν ψευδαπόστολον τοῦ σοφοῦ Ἀποστόλου, καὶ τὸν ἀντίχριστον ἄντικρυς τοῦ Χριστοῦ, Γρηγορίου δηλαδὴ τοῦ μεγάλου, τὸν τῆς ἀληθείας ἀποστάτην τε καὶ πολέμιον, Ἀκίνδυνον φημὶ τὸν ψευδώνυμον, ἠρέμα μὲν τὸ κατ᾽ ἀρχὰς καὶ κατὰ μικρὸν, εἶτα καὶ γυμνῇ τῇ κεφαλῇ τοῦτο δὴ τὸ λεγόμενον· τὸν μὲν καὶ καθ᾽ ἑκάστην καὶ λόγοις καὶ πράγμασιν ἐξαίρων καὶ συνιστὰς, Γρηγορίου δὲ καὶ τῆς κατ᾽ αὐτὸν ἱερᾶς ἑταιρίας κατατρέχων καὶ μὴ παρόντων, καὶ σχεδὸν ἐρήμην καταδικάζων, καὶ ἡμέρας ὅλας καὶ νύκτας τῷ τῆς αἱρέσεως συνὼν διδασκάλῳ, κἀκεῖνα καὶ σπουδάζων καὶ συλλαλῶν καὶ συμπράττων κατά γε τῆς εὐσεβείας καὶ τῶν ταύτης προμάχων, ἃ βίβλοι καὶ μνῆμαι φέρουσι. Καὶ ἵνα τὰ ἐν μέσῳ συντέμω, Γρηγόριος μὲν ὁ τοῦ φωτὸς υἱὸς καὶ λαμπρὸς κήρυξ, μετὰ τὰς μακρὰς συκοφαντίας ἐκείνας καὶ περιόδους, ἐπεὶ καὶ δημοσίων αὐτὸν ἀδικημάτων, καὶ καθοσιώσεως ἢ καὶ στάσεως, οἱ τούτων δημιουργοὶ καὶ κοινωνοὶ πρὸς τοῖς ἄλλοις κρίνειν ἠξίουν, τὰς ἀληθεῖς κατ᾽ αὐτοῦ πειρώμενοι συσκιάζειν ὑπ᾽ αἰσχύνης αἰτίας, μᾶλλον δὲ καὶ ταῦτα κἀκεῖνα ψευδῶς ἄλλοτε ἄλλως συνείροντες κατὰ τοῦ ἀλήπτου, καὶ διὰ πάντων συκοφαντοῦντες, καὶ σκότος καὶ εἱρκτὴν φεῦ! ὡς κακοῦργος ὑπ᾽ αὐτῶν καταδικάζεται τελευταῖον, ἵνα μηδ᾽ ἐν τούτῳ τῆς εἰκόνος καὶ τῆς μιμήσεως ἀπολειφθῇ τοῦ σεπτοῦ Ἱερεμίου, καθὰ δὴ καὶ προύφην, ὥσπερ ἐκεῖνος τοῦ βορβόρου πάλαι τὸν λάκκον ὑπὲρ τῶν θείων χρησμῶν καὶ τῆς ἀληθείας, οὕτω δὲ καὶ αὐτὸς οὗτος ὑπὸ τῶν ὁμοφύλων, ὑπὲρ τῶν αὐτῶν ἄντικρυς, ἢ καὶ μειζόνων τὴν εἱρκτὴν καταδικασθεὶς, Δωροθέου τοῦ καλλίστου φοιτητοῦ τε καὶ φίλου κἀνταῦθα συνόντος, ὥσπερ δὴ κἂν τοῖς ἄλλοις πειρασμοῖς καὶ ταῖς περιόδοις, καὶ τῆς χρονίας καθείρξεως, καὶ τῶν λοιπῶν ἀνιαρῶν μετέχοντος πῶς ἂν εἴποις ἡδέως.
Ὁ δ᾽ ἐπὶ κακῇ μοίρᾳ τῆς Ἐκκλησίας προστάτης, ἐπεὶ καὶ τὸν λέοντα τουτονὶ δέσμιον εἶχε καθάπερ ἐπόθει, καὶ τὸ πᾶν ἤδη τοῦ ἀγῶνος αἰσχρῶς ᾤετο διανύσαι, κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν, καὶ προστάτην Ἐκκλησίας, ὦ γῆ, καὶ ἥλιε, καὶ θεσμὰ θεῖα, καὶ μαρτύρων, καὶ ὁμολογητῶν, καὶ πατέρων ἱερῶν ἆθλοί τε καὶ ἀγῶνες, τῶν μετὰ Χριστὸν καὶ τὴν ἐκείνου σφαγὴν καὶ τὸ αἷμα ταύτην συστησαμένων, τὸν ἀλιτήριον καὶ προδότην τῆς Ἐκκλησίας Ἀκίνδυνον φημὶ, τὸν τῶν αἱρέσεων ἀρχηγὸν καὶ ταμίαν μετὰ τὸν πρῶτον ἐκεῖνον ἔσπευδεν ἀναδεῖξαι! παιδαγωγὸν ἄν τις εἶπε τὸν ᾅδην, καὶ τροφέα τὸν θάνατον, καὶ τῷ πυρὶ τὴν τοῦ πονηροῦ καταιγίδα, καὶ τοῖς ἀρνίοις τὸν λύκον, διδάσκαλον εἰπέ μοι καὶ πατέρα τῆς Ἐκκλησίας ἐκεῖνον, ἵνα τί καὶ παραθεωρήσω, τὸν τῆς θεότητος ὑβριστὴν! τὸν τῆς δόξης τοῦ Μονογενοῦς ἀναιρέτην μετὰ Ἰουδαίων τῶν κάκιστ᾽ ἀπολουμένων! τὸν τοῦ Πνεύματος πολέμιον ὑπὲρ οὑστινασοῦν ἂν εἴποις Μακεδονίους! τὸν ἐχθρὸν ὁμοῦ τῆς μεγάλης Τριάδος! τὴν τῶν αἱρέσεων ἀποθήκην! ἐκεῖνον σὺ ποιμένα καὶ διδάσκαλον Ἐκκλησίας, τὸν ὑπὲρ πάντας σφοδρὸν ἐκείνης ὑβριστὴν καὶ διώκτην! ἵνα τί καὶ διδάξῃ ταύτην; τὰς κτιστὰς θεότητας, ὧν ἐκεῖνος πατήρ τε καὶ δημιουργὸς μόνος; ἢ τὰς Πλατωνικὰς ἰδέας, καὶ τοὺς πάλαι σεσηπότας καὶ ὀδωδότας φληνάφους ἐκείνους, καὶ τὴν θνητὴν ζωὴν, καὶ τὸ μὴ κυρίως ἀγαθόν τε καὶ ὂν, καὶ ὅσα τῆς μυθευομένης Ἑλληνικῆς ἐκείνης τερατείας καὶ τῆς ἀπάτης; καλά γε ταῦτα, καὶ σοὶ καὶ τοῖς σοῖς ὄντως προσήκοντα μυσταγωγοῖς τε καὶ θεολόγοις· δεῖ δὲ παρ᾽ ὑμῶν πάντως μαθεῖν τῶν κενῶν διδασκάλων τοὺς κακῶς ὑφ᾽ ὑμῶν ποιμαινομένους κἀκεῖνα· τὴν κτιστὴν ἐνέργειάν φημι τοῦ Θεοῦ· ἵνα καὶ τὴν ἐκείνου φύσιν κτιστὴν συγκατασκευάσωσι κατὰ πᾶσαν ἀνάγκην· τὸ ταὐτὸν καὶ ἀδιάφορον πάντη φύσιν τε καὶ ἐνέργειαν ἐπὶ Θεοῦ πεφυκέναι· ἢ τὸ, φύσιν εἶναι τὸν Θεὸν μόνην τῶν φυσικῶν πάντων ἐστερημένην· ἢ τὰ φυσικὰ τοῦ Θεοῦ, τῆς φύσεως ὑστερογενῆ καὶ κτιστὰ πεφυκέναι· τῆς γὰρ ὑμετέρας δυσσεβείας ἢ ἀθείας καὶ ἄμφω ταῦτα· τοτὲ μὲν, καὶ τὴν φύσιν αὐτὴν καθάπαξ διὰ τῆς ἀναιρέσεως τῶν φυσικῶν ἀναιρούντων, τοτὲ δὲ κτίσμα κἀκείνην δι᾽ ἐκείνων ἀποδεικνύντων· ἐπεὶ δεῖ κατάλληλα ταῖς φύσεσιν εἶναι τὰ φυσικὰ κατὰ τοὺς θεολόγους Πατέρας· ἀνάγκη καὶ γὰρ ὡς ἔοικεν ἀσεβεῖν ὑμᾶς, οὐχ ἑνί γε τῷ τρόπῳ καὶ δυοῖν ἴσως, κατὰ τοὺς ἀρχαίους ἐκείνους τῶν αἱρέσεων καθηγητάς τε καὶ νομοθέτας, ἀλλὰ καὶ πᾶσιν ὁμοῦ.
Καὶ τί χρὴ λέγειν; ὅπου γε καὶ τὴν ὑμνουμένην τῆς ἀνθρωπείας φύσεως ὑπερφυᾶ καὶ ἀπόῤῥητον ἐξηρνήσασθε θέωσιν; ὑπὲρ ἧς κατὰ τὸ εἰρημένον πρᾶξις πᾶσα Χριστοῦ καὶ ἅπαν μυστήριον, ὀνόματι καὶ νῷ μόνῳ τιμᾶν ταύτην δῆθεν διδάξαντες, πράγματι δ᾽ ἐξυβρικότες εἰς αὐτὴν τὰ αἴσχιστά τε καὶ ἀτοπώτατα, τῷ τοῖς κτίσμασι καὶ ταύτην συναριθμῆσαι, καὶ κάτω θεῖναι ψυχῇ τολμηρᾷ καὶ γλώττῃ τὴν τῶν ἁπάντων ἐπέκεινα· καὶ μηδὲ τὸ καινὸν αἰδεσθέντες καὶ ὑπερφυὲς τοῦ μυστηρίου τουτουὶ φανερώσεως, ὡς οὐκ ἄγγελος, οὐδὲ πρέσβυς, ἀλλ᾽ αὐτὸς ὁ μονογενὴς Υἱὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ἔργοις τε καὶ λόγοις ὑπερφυῶς ἐξηγήσατο, πρὶν μὲν ἀναβῆναι τὸ ὄρος σὺν τοῖς λογάσι τῶν μαθητῶν, βασιλείαν ὀνομάσας ἐκεῖνο Θεοῦ, καὶ δόξαν κοινὴν ἑαυτοῦ τε καὶ τοῦ Πατρός· ἐκεῖσε δ᾽ ἀνιὼν τὴν κεκρυμμένην ἀστραπὴν ὑπὸ τὴν σάρκα τῆς οὐσιώδους καὶ θείας εὐπρεπείας παραδείξας, καὶ δείξας κατὰ τὸν μέγαν φάναι Βασίλειον, ὡς αὐτός ἐστι τὸ φῶς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, καθόσον ἐδύνατο βλέπειν οἱ σωματικοὺς ὀφθαλμοὺς περιφέροντες, οἱ αὐτοὶ θεολόγοι καὶ τοῦτο φασὶν, ἵνα μὴ σὺν τῇ ὁράσει καὶ τὸ ζῇν ἀπολέσωσιν. Ἐντεῦθεν καὶ τῆς ἐν τῷ μέλλοντι τελεωτέρας τοῦ Θεοῦ κοινωνίας τε καὶ θεώσεως, καθ᾽ ἣν οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν, καὶ ἰσάγγελοι ἔσονται, καὶ Υἱοὶ Θεοῦ κατὰ τὸν αὐτοῦ τοῦ τῆς δόξης ἡλίου λόγον, ἰταμῶς ἐκείνους ὁμοῦ πάντας ἐκβάλλετε, διὰ τῆς μεγάλης τοῦ Χριστοῦ μεταμορφώσεως ἀναιροῦντες κἀκείνην, ἐπειδὴ ταύτην κἀκείνην ἓν καὶ ταὐτό φασιν οἱ θεολόγοι πεφυκέναι συμφώνως, τὴν φυσικὴν καὶ ἀπρόσιτον καὶ ἀναλλοίωτον καὶ ἀίδιον καὶ ὁμοφυᾶ καὶ ἀδιαίρετον τοῦ Θεοῦ δόξαν τε καὶ θεότητα, τὸ ἀνέσπερον φῶς, τὸ ἄναρχον κατὰ τὴν χρονικὴν ἀρχὴν, τὸ ἄπειρον καὶ ἀόριστον καὶ ἀθάνατον, τὸ πᾶσι μὲν ἀνθρωπίνοις ὀφθαλμοῖς αἰσθητοῖς τε καὶ νοητοῖς ὡσαύτως ἀόρατον, μόνοις δὲ τοῖς πνευματικοῖς καὶ θεοειδέσιν ἐν ἁγίῳ Πνεύματι νῦν τε καὶ εἰσέπειτα καθορώμενον, καὶ κατὰ πάσης κτίσεως ἔχον τὰ νικητήρια· καθὸ καὶ Δαβὶδ μὲν ὁ τῆς Παλαιᾶς μελῳδός· Ἐν τῷ φωτί σου φησὶν ὀψόμεθα φῶς· ἐν τῷ Πνεύματί φημι τὸν Υἱὸν, οἱ αὐτοὶ θεολόγοι καὶ τοῦθ᾽ οὕτως ἔχον διερμηνεύουσιν· ὁ δὲ τῆς Νέας καὶ λογογράφος αὖθις καὶ μελῳδός· «Νῦν καθωράθη φησὶν ἀθέατα ὄμμασι, σῶμα θνητὸν δόξαν πηγάζον θεότητος· καὶ, νῦν καθωράθη Ἀποστόλοις τὰ ἀθέατα, θεότης ἐν σαρκίῳ ἐν τῷ ὄρει Θαβὼρ ἀστράπτουσα».
Τούτων τῶν οὕτω μεγίστων, τῶν οὕτως ὑπερφυῶν τε καὶ θείων, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ποτὲ, ἡ αὐτὴ θεολόγος καὶ φιλόσοφος γλῶττα καὶ τοῦτο φησὶ, τούτων, τὸν ἀναίσχυντον καὶ ἰταμὸν ἀναιρέτην ὅσον τὸ ἐπ᾽ αὐτῷ, τῆς κοινῆς Ἐκκλησίας ὁ ποιμὴν καὶ προστάτης, ὦ δίκη, καὶ πάντα βλέποντες ὀφθαλμοὶ τοῦ Θεοῦ! διδάσκαλον Ἐκκλησίας καὶ ποιμένα φέρων ἐχειροτόνει, θεμελίους οἱονεὶ προκαταβαλλόμενος τῆς ἑαυτοῦ τυραννίδος, δι᾽ ὧν καὶ μεθ᾽ ὧν ἐμελέτα τὴν παντελῆ τῆς κοινῆς τοῦ Χριστοῦ Ἐκκλησίας καταστροφὴν, ἣν αὐτὸς ἐκεῖνος ἀνωτέραν ἀπεφήνατο τῶν ᾅδου πυλῶν· ἀγνοῶν ὡς ἑαυτῷ μᾶλλον, οὐκ ἐκείνῃ πλέκει τὸν δόλον, λάκκον ἀνορύττων, ὅ φησιν ὁ μέγας Δαβὶδ, καὶ βόθρον κατασκευάζων, εἰς ὃν μετὰ μικρὸν καταπίπτειν αὐτὸς ἔμελλεν, ὡς τὰ ἑξῆς τοῦ λόγου δηλώσει μοι.
Ὁ μὲν γὰρ τὸν τῆς εὐσεβοῦς ἀλλότριον πίστεως, Ἀκίνδυνον φημὶ τὸν ἑαυτοῦ καὶ μυσταγωγὸν καὶ μύστην, τολμηρῶς μετὰ πολλῆς τῆς ἐξουσίας ἔσπευδεν εἰς ἱερέας προάγειν· ἡ δέ γε φιλόχριστος βασιλὶς αἰσθομένη, θερμόν τε τὸν ὑπὲρ εὐσεβείας ἑαυτῆς ζῆλον ἐνδεικνυμένη, καὶ κατ᾽ οὐδὲν τοῦ τετελευτηκότος ἀνδρός τε καὶ βασιλέως οὐδαμῶς ἀποδέοντα, προκαταλαμβάνειν τε καὶ ἀνείργειν ἐπεχείρει καὶ λόγοις καὶ παραινέσεσι τῆς πράξεως τὸ ἀνόσιον· ὁ δὲ κωφῷ πρὸς ταῦτ᾽ ἐοικὼς, καὶ μηδὲν τῇ βασιλίδι πρὸς ἔπος ἀποκρινάμενος, βίᾳ τε τὸν καὶ τῶν ἱερῶν ἐκβεβλημένον πάλαι προθύρων, καὶ τῆς Ἐκκλησίας ἐκκήρυκτον, ἔνδον εἰσωθεῖ τῶν ἀδύτων, καὶ τοῖς τοῦ βήματος ἐγκαταλέγει, καὶ τοῖς Χριστοῦ διακόνοις τὸν διάκονον τοῦ ἀντικειμένου συναριθμεῖ. Ἡ μὲν οὖν θαυμαστὴ βασιλὶς, ἐπεὶ τῶν γενομένων κακῶς οὑτωσὶ καὶ βιαίως εὐθὺς ἤκουεν, οὐκ ἔτι μέλλουσα τὸ παράπαν, οὐδ᾽ ἀναδυομένη γε ἦν· ἀλλὰ καὶ ἔργου μάλα γενναίως καὶ ἀξίως ἑαυτῆς εἴχετο, καὶ τὸν κακῶς ἐπιπηδήσαντα τοῖς ἁγιωτάτοις, καὶ αὐτῶν ἀποστείλασα τῶν προθύρων ἀπελαύνει τῶν ἱερῶν, σύν γε τοῖς ὁμόφροσι πᾶσι καὶ σπουδασταῖς· ἐπειρῶντο δ᾽ ἂν οἶμαι μετὰ τὰς πολλὰς ἐκείνας ὕβρεις τε καὶ ἀναισχυντίας καὶ δεσμωτηρίων ὁμοῦ καὶ πληγῶν, καὶ μάλισθ᾽ ὁ κάκιστα χειροτονηθεὶς, εἰμὴ χηραμούς τινας ὑπογείους αὐτίκα καὶ σήραγγας ὑποδὺς, τοῖς πᾶσι πλὴν ὀλίγων γέγονεν ἀφανής.
Θροῦς δὲ καὶ παρὰ τοῦ τῶν εὐσεβῶν πληρώματος κατὰ τῆς αἱρέσεως ἦρτο πολὺς, καὶ τάξις πᾶσα καὶ ἡλικία σχεδὸν, τοὺς ἀλιτηρίους ἐζήτει διαχειρίσασθαι· μᾶλλον δὲ τῶν τῆς σοφῆς Γρηγορίου γλώττης λόγων καὶ περὶ τούτων αὐτῶν ἂν εἴη διακοῦσαι καλόν· φησὶ γὰρ οὑτωσὶ πως ἐκεῖνος πρός τινα τῶν γνησίων ἐπιστέλλων· «Γνώσεται πᾶς τις οἶμαι κἀντεῦθεν, καὶ θαυμάσει τῆς παρ᾽ ἡμῶν πρεσβευομένης ἀληθείας τὴν δύναμιν· ὅτι μὴ μόνον ἡνίκα πᾶσα στάσις ἀπῆν, ἐν δυσὶ συνόδοις ἐξετασθεῖσα τὸ κράτος ἔσχεν, ἀλλὰ καὶ τῆς ἐμφυλίου στάσεως ἐγερθείσης, ἡνίκα καὶ τῆς βασιλεύουσιν ἡμεῖς ἐδόξαμεν ἐπαχθεῖς, καὶ τῶν συκοφαντούντων ἤδη χώραν ἐπὶ τοσοῦτον χρόνον λαβόντων καθ᾽ ἡμῶν, καὶ πάντων λεγόντων τε καὶ πραττόντων ἐκείνων ἀναίδην, ἡμεῖς καθειργμένοι διετελοῦμεν, ὅμως κατὰ τὴν τῶν θείων δογμάτων ἀλήθειαν, οὐδὲν ἦττον ἢ πρότερον περιεγενόμεθα· τῆς τοῦ Θεοῦ δὲ τὸ πᾶν ὑπῆρξε δυνάμεως, ἥτις ἐν ἀσθενείᾳ τελειοῦται, καθάπερ αὐτὸς πρὸς τὸν Ἀπόστολον ἔφη· Τότε γὰρ ὄντως καὶ τελειοῦται, ὅτε καὶ πολεμουμένη τὸ περιὸν ἐπιδείκνυται· καὶ κατασπᾶσθαι δοκοῦσα, διὰ τῶν εἰς τοὺς ἀντεχομένους αὐτῆς κινδύνων, ὑψηλοτέρα τῶν κατασπώντων καὶ ἀχείρωτος διαδείκνυται· καὶ ταὐτὸ γέγονεν, ὥσπερ ἂν εἴ τις γλῶτταν ἢ καὶ χεῖρα τινὸς δεσμήσας, εἶτ᾽ εἰς ἄμυναν προκαλοῖτο λόγων ἢ συγγραμμάτων, καὶ μηδ᾽ οὕτω συγχωρεῖται τούτου κατὰ ταῦτα κρατεῖν· σκόπει γὰρ ὡς ἐχθροῖς ἡμῖν προσεῖχον οἱ αὐτοκράτορες, στασιαστὰς ἡμᾶς ἐκάλουν οἱ τούτοις χαριζόμενοι πάντες, ὡς μὴ συμβαίνουσαν τοῖς καιροῖς παρασχόντας τὴν γνώμην, πόσῳ μᾶλλον οἱ καὶ λίαν ἀπεχθῶς πρὸς ἡμᾶς διακείμενοι, καὶ πάντα τρόπον ἐπιτίθεσθαι προαιρούμενοι; φανερῶς οὖν μετὰ τῶν δεσμωτῶν κατεκρίθημεν τετάχθαι· καὶ προσῆν, τὸ καινοφωνίαν ἡμῖν ἐν τοῖς δόγμασιν ἐγκαλεῖν, ἐπειδὴ τὸ δι᾽ ὃ λέγειν ἀληθῶς ὑπέτρεχέ τις τοὺς κακοῦντας αἰδώς. Τούτοις θαῤῥήσαντες οἱ Βαρλααμῖται, καὶ μᾶλλον τῶν ἄλλων, ὁ μᾶλλον ἐκείνου μύστης καὶ διάδοχος καὶ ὀπαδὸς Ἀκίνδυνος, ὑπέρχονται τὸν φλεγμαίνοντα καθ᾽ ἡμᾶς, ἅτε μὴ συναινεῖν αἱρουμένων τῷ καιρῷ Πατριάρχην, εὔνοιαν αὐτοὶ πρὸς αὐτόν τε καὶ τοὺς κρατοῦντας ὑποκρινόμενοι, καί τινα προσάγοντες ἕτερα, μόνον εἰ συμμαχήσει τούτοις, καθ᾽ ἡμῶν καιρὸν ἤδη λαβοῦσι χωρῆσαι, καὶ τὴν ἧτταν ἀναπαλαίσασθαι. Ὁ δὲ μηδὲ τῶν προσενηνεγμένων ἀφέμενος, καὶ προφείλειν ἔλεγε χάριν, εἰ πάντας σχοῖεν ἐκπολεμῶσαι πρὸς ἡμᾶς τοὺς ἀνθρώπους, καὶ μάλιστα τοὺς ἐν τοῖς βασιλείοις αὐτοῖς, οὗ καὶ τὴν φρουρὰν ἡμῖν συνεσκεύασεν, ὡς ἀσφαλέστατος εἴη· καὶ πάντα ἦν αὐτοῖς οὗτος ὁ πάντων ἐπειλημμένος τῆς ἐξουσίας, ἔξαρχος, σύμμαχος, μάρτυς τῶν ὑπ᾽ αὐτῶν λεγομένων, ὡς δῆθεν συνίστωρ, καὶ ὡς ᾤετο ἀπαράγραπτος καὶ ἀπ᾽ αὐτῆς τῆς ἀξίας· βεβαιωτὴς ὡς κριτὴς καὶ τὸ κράτος ἐγκεχειρισμένος τῆς Ἐκκλησίας· μεσίτης πρὸς βασιλέας, παρ᾽ ὧν καὶ προστάγματα ἐκομίσατο, καὶ παρέσχε τούτοις μετὰ τῶν αὐτοῦ καθ᾽ ἡμῶν ἐπιδεικνύναι γραμμάτων, καὶ φόβῳ τοὺς μὴ πειθομένους ἄλλως προσάγεσθαι· ἀλλ᾽ οὐδὲ μέχρι τούτων τὰ καθ᾽ ἡμῶν· ἀλλὰ καὶ σύνοδοι, μᾶλλον δὲ προσχήματι συνεκροτοῦντο συνόδων, ἐν αἷς ἀπειλαὶ καὶ ἐπαγγελίαι, καὶ δόσεις καὶ ἀφαιρέσεις, καὶ πᾶν ὅ, τι ποτὲ δεινόν τε καὶ χρηστὸν, οὐκ ἐλέγετο μόνον, ἀλλὰ καὶ ἐτελεῖτο παρὰ τοῦ τὴν προστασίαν τῆς Ἐκκλησίας λαχόντος. Καὶ τὰ μὲν δεινὰ τοῖς ἡμῖν συνηγοροῦσιν ἐπῆν· τὰ δὲ δοκοῦντα χρηστὰ, τοῖς καθ᾽ ἡμῶν ὁρμῶσι, καὶ ἡμᾶς δυσφημοῦσιν. Ἀλλ᾽ ἤρθη ὄντως ἡ καθ᾽ ἡμῶν ἐνεργουμένη κακία, οὐχ ἵν᾽ ὑψωθῇ καὶ μείνῃ περιφανὴς, ἀλλ᾽ ἵνα σφοδροτέρα κατασπασθῇ, καὶ μετ᾽ ἤχου τῇ ἀπωλείᾳ παραπεμφθῇ, καὶ μηδὲ τοὺς πόῤῥω δυνηθῇ λαθεῖν. Ὡς γὰρ ἐνόμισαν ἤδη περιγενέσθαι, καὶ πάντα κατὰ νοῦν ἔχειν αὐτοῖς, καὶ τὸν κολοφῶνα τῶν κακῶν ἐπιθεῖναι διενοοῦντο, μᾶλλον δὲ καὶ ἐπετίθεσαν ἤδη, τὴν ἄθεσμον Ἀκινδύνου δηλαδὴ χειροτονίαν· κινεῖ τοὺς βασιλεύοντας ὁ τῶν βασιλευόντων Θεὸς, ἐπεγείρει πρὸς ζῆλον ἄμαχον τοὺς ἐν τέλει πάντας, τοὺς μετ᾽ αὐτοὺς ἄρχοντας, τοὺς μετ᾽ ἐκείνους ὑπασπιστὰς καὶ δορυφόρους καὶ ὑπηρέτας, καὶ ἁπλῶς πᾶν τάγμα βασιλικὸν, καὶ τοὺς τοῖς βασιλείοις ἐνστρεφομένους ἅπαντας, ἵνα τοὺς ἄλλους παραλείπω νῦν· καὶ ἦν ὁρᾷν ἐξαισίως τοὺς καθ᾽ ἡμᾶς ὠργισμένους βασιλεῖς, τρέψαντας ἐξαίφνης τὴν ὀργὴν κατὰ τῶν καθ᾽ ἡμῶν ὡρμημένων· τοὺς ἄλλους ἅπαντας συναγωνιζομένους, καὶ πρὸς τὴν ὑπὲρ ἡμῶν ἅμιλλαν ἀλλήλους διερεθίζοντας· τὸ δὲ μεῖζον, ὅτι μηδὲ τῆς ἐμφυλίου στάσεώς πω ληξάσης, μᾶλλον δὲ καὶ ἀκμαζούσης, ἧς ἕνεκα καὶ πρὸς ἡμᾶς ἔσχον ἀηδῶς. Φέρε γάρ· εἴτις δυσὶ μαχομένοις ἐπιστὰς, δικαστὴν εἶναι τῶν παρ᾽ αὐτοῦ λεγομένων ἀξιοῖ τοῖν δυοῖν τὸν ἕτερον, κομίσαι τ᾽ ἂν ὁντινοῦν λόγον παρ᾽ αὐτοῦ, καὶ ταῦτα τῆς πρὸς τὸν ἀντικείμενον αὐτῷ διαμάχης ἐπικρατούσης; εἰ δὲ καὶ αὐτὸς ὁ ζητῶν τὴν παρ᾽ ἐκείνου ψῆφον ἔχει τοὺς ἀντιλέγοντας, πόσῳ μᾶλλον δυσέφικτον τὸ ζητούμενον; εἰ δὲ καὶ ὑποπτεύοιτο παρ᾽ αὐτοῦ, ὡς μὴ φιλίως πρὸς αὐτὸν διακείμενος, μᾶλλον δὲ πρὸς μὲν αὐτὸν ἀπεχθῶς, πρὸς δὲ τὸν ἀντικείμενον αὐτῷ φιλίως, ὁ δ᾽ ἀντιλέγων ἀντιστρόφως ἔχων, πῶς οὐχὶ καὶ παντελῶς ἀνέφικτον, εἰ μή τι καὶ πλέον; ἀλλ᾽ ὃ μηδὲ δυσὶν ἀνθρώποις μαχομένοις δυνατὸν ἦν, πρὶν ἀφεῖσθαι τῆς πρὸς ἀλλήλους μάχης, ἑτέρων καὶ ταῦτα τῶν μὴ δοκούντων φίλων ὑπεραγωνίζεσθαι, τοῦτο πεποίηκεν ὁ Θεὸς δυνατὸν ἐν δήμοις καὶ στρατιώταις, καὶ στρατηγοῖς καὶ τοπάρχαις, ἵνα παραστήσῃ τοῖς πᾶσι διὰ πάντων ἀήττητον οὖσαν τῆς ἀληθείας τὴν δύναμιν». Καὶ ταῦτα μὲν ἡ καλὴ διέξεισι γλῶττα, τήν τε λαμπρὰν κατ᾽ αὐτοῦ καὶ τῆς εὐσεβείας ὁλοσχερῶς διεξιοῦσα τῶν ἐναντίων μανίαν, ὧν ἔξαρχος καὶ πρόμαχος καὶ στρατηγὸς ὁ κάκιστος τῆς Ἐκκλησίας προστάτης ἦν· καὶ τὸ πρὸς ταῦτα τῆς προνοίας καὶ τῆς δυνάμεως ἀμήχανόν τε καὶ ἄμαχον τοῦ Θεοῦ, διὰ τῶν δοκούντων ἐναντίων ὑπερφυῶς ἐνεργούσης τὰ κάλλιστα. Τὰ δὲ κατὰ μέρος ἐν ἐκείνῳ τῷ χρόνῳ θαυμαστῶς γεγονότα, ποῖος ἂν Θουκυδίδης, ἢ καὶ Ἡρόδοτος ἄλλος ἀξίως ἐξείποι καθέκαστα; μᾶλλον δὲ τῶν μὲν πλείστων τῷ καθ᾽ ἡμᾶς τῷδε φιλοσόφῳ, καὶ ὑπὲρ πάντας δημηγόρους καὶ σοφιστὰς παραχωρήσω καὶ ῥήτορας, ἐν τοῖς αὐτοῦ θαυμαστοῖς λόγοις, καὶ ταῖς πρὸς τοὺς ἑταίρους ἐπιστολαῖς ἄλλοτε ἄλλα φιλοσοφήσαντι· ἐγὼ δ᾽ ἑνός τινος τούτων, ἢ καὶ δυοῖν μνησθεὶς κατ᾽ ἐπιδρομὴν, ἐπ᾽ ἐκεῖνα καὶ αὖθις τρέψω τὸν λόγον.
Ἡγεμὼν ἐχειροτονεῖτο τηνικαῦτα τοῖς βασιλεῦσι· Πελοποννήσου καὶ στρατηγὸς καλὸς κἀγαθός· εὔνους μὲν ἐς τὰ μάλιστα τούτοις, φίλος δ᾽ εὐσεβείας οὐχ ἦττον, καὶ τῆς ὀρθῆς τοῦ Θεοῦ δόξης προασπιστής· τούτῳ τὰ πρὸς τὴν στρατηγίαν ἐκείνην τε καὶ τὴν ἔξοδον ἔτι παρασκευαζομένῳ, κἂν τῇ βασιλευούσῃ διάγοντι, πολλοὶ τῶν συνήθων καθεκάστην συνῆσαν· οἱ μὲν, ὡς καὶ συναποδημήσοντες, καὶ τῆς ὁδοῦ καὶ τῆς ἀρχῆς τῆς ἐκεῖ συναντιληψόμενοι, καὶ τὰ πρὸς χρείαν κατ᾽ ἀξίαν ὑπηρετήσοντες ἕκαστος· οἱ δὲ, καὶ φιλίας καὶ ὁμιλίας ἁπλῶς ἕνεκα· τούτοις καὶ τῶν ὁμιλητῶν Ἀκινδύνου καὶ φίλων εἷς τις συνῆν, εἰς ὑπηρέτας τεταγμένος τῷ στρατηγῷ· καλὸς μέν πως τὸ εἶδος ἐκ γένους καλούμενος, δυσειδὴς δὲ τὸν τρόπον τέως καὶ τὴν γλῶτταν ἀκόλαστος, εἰ καὶ τοῦτον μετὰ βραχὺ θαυμαστῶς ἡ δεξιὰ τοῦ Ὑψίστου ἠλλοίωσε. Τούτῳ, τῶν κατὰ τῆς εὐσεβείας αὐτοῦ συγγραμμάτων ὁ μυσταγωγὸς Ἀκίνδυνος ἐγχειρίσας τὰ κράτιστα, μέτροις Ἰαμβικοῖς ἡρμοσμένα, Πελοποννησίοις ἐκπέμπει, καθάπερ ὁ μῦθος πάλαι τοῖς Θηβαίοις τὴν σφίγγα, ἢ καὶ τῇ Ἑλλάδι πάσῃ τὴν ὑπερήφανον ἐκείνην ὁ χρόνος στρατιὰν τῶν Περσῶν· καὶ ὁ μὲν εἶχεν ὑπὸ μάλην ταῦτα, δεινὰ καὶ μελετῶν καθεκάστην, καὶ πρὸς τοὺς συνόντας διαλεγόμενος· καὶ πολὺς μὲν κατὰ τῆς εὐσεβείας, καὶ Γρηγορίου τοῦ ταύτης προστάτου ῥέων καὶ βλασφημῶν, πᾶσι δ᾽ ἀντιλέγων ὁμοῦ τοῖς ὑπὲρ τούτων εὐσεβῶς ἱσταμένοις καὶ λέγουσι, καὶ πρὸ τῶν ἄλλων φημι τῷ οἰκείῳ δεσπότῃ καὶ στρατηγῷ· Ἀκινδύνου γε μὴν καὶ τῶν ἐκείνου προϊστάμενος ἰσχυρῶς, καὶ μόνον ἐκεῖνον εὐσεβείας εἶναι διδάσκαλον καὶ φρονῶν, καὶ πρὸς πάντας διατεινόμενος. Ἀλλ᾽ ὁ τῆς σωτηρίας κηδόμενος πάντων Θεὸς, ὄψει μιᾷ καὶ νυκτὶ παραδόξως τούς τε Πελοποννησίους ὁμοῦ πάντας, καὶ αὐτὸν δέ φημι τοῦτον ἐξαρπάζει τῆς ψυχοφθόρου λύμης, καὶ τοὺς πιστοὺς ἐπιστηρίζει πάντας τῷ θαύματι· καὶ ὁ τρόπος οἷος. Ἔκειτο μὲν ἐπὶ κλίνης νυκτὸς ὑπνῶν ὁ τὰ πονηρὰ φέρων ἐν κόλποις γράμματα· τῶν δὲ βασιλικῶν δορυφόρων ἐπιστάντες ἀθρόον ὡς ἐδόκει τινὲς, ἀνίστασθαί τε καὶ ἀκολουθεῖν αὐτοῖς εὐθέως ἐκέλευον εἰς εἱρκτὴν, οὕτω προσταγὲν ὑπὸ τοῦ κρατοῦντος· ὁ δ᾽ ὑπὸ δέους εὐθὺς διαταραχθεὶς διανίσταται τῆς κλίνης, θορύβου καὶ ἀγωνίας μεστός· ἐν ἑαυτῷ δὲ γενόμενος ὥσπερ, καὶ τῇ φαντασίᾳ τὸ πᾶν δεδωκὼς, ἀναπλαττούσῃ καὶ τὰ μὴ ὄντα πολλάκις, ἀνακλίνεται καὶ πάλιν ἐπὶ τῆς εὐνῆς καὶ ὑπνοῖ· ἀλλὰ καὶ αὖθις οἱ αὐτοὶ βασιλικοὶ δορυφόροι, καὶ παρεῖναι ἐδόκουν, καὶ τὰ αὐτὰ τοῖς προτέροις ὡσαύτως διακελεύεσθαι· αὐτός τε τῶν στρωμάτων ὁμοίως ἀναπηδῶν, καὶ ἀγωνίᾳ καὶ δέει συνεχόμενος μείζονι, ἐπειδὴ καὶ πρὸ βραχέος ἔτυχε βασιλικῆς εἱρκτῆς πειραθεὶς, καὶ τὰ τῆς ἐκεῖθεν ταλαιπωρίας φέρων ὥσπερ ὑπόγεια· καὶ πρὸς ἑαυτὸν ἐφ᾽ ἱκανὸν λογισμοῖς παλαίων, καὶ τῷ συνεχεῖ τῆς τῶν αὐτῶν φαντασίας διαπορούμενος· ἐπεὶ δὲ καὶ αὖθις ὡς ὀνείρου καὶ φάσματος ἀλογήσας ἐπὶ τῶν στρωμάτων ὡσαύτως κατέδαρθεν, ὕπνος μὲν αὐτὸν καὶ πάλιν εἶχε μετὰ μικρὸν, ὡς δ᾽ οἱ τῆς βασιλικῆς ὑπηρεσίας ἐπιστάντες ἐκεῖνοι καὶ πάλιν, τὰ αὐτὰ τοῖς προτέροις ἦσαν σφοδρότερον ἐπιτάττοντες, ἐκεῖνος τῷ ὕπνῳ κατεχόμενος ἔτι, καὶ διαπορεῖν ὡσπερεὶ πρὸς ἐκείνους ἐδόκει, καὶ τὴν τῆς βασιλικῆς ὀργῆς αἰτίαν ἐπιζητεῖν· οἱ δ᾽ αὐτίκα καὶ τῷ δακτύλῳ καθάπερ ὑποδεικνῦντες τὰ ὑπὸ κόλπον αὐτῷ πονηρὰ συγγράμματα τῆς αἱρέσεως, καὶ τὴν αἰτίαν φανερῶς ἐδίδασκον ἅμα· ὅτι φησὶ τοὺς τοῦ δυσσεβοῦς Ἀκινδύνου φληνάφους φέρων μετὰ σαυτοῦ διακομίζειν εἰς Πελοπόννησον σπεύδεις, εἰς πολλῶν ἀνθρώπων καταστροφὴν καὶ ἀπώλειαν· καὶ ὡς εἰμὴ πόῤῥῳ που βαλὼν ἀποῤῥίψεις αὐτοὺς νῦν, ἅμα καὶ τὴν ψυχὴν ἀποῤῥήξας τῆς κακίστης περὶ τὰ τοιαῦτα συνηθείας τε καὶ στοργῆς, οὐκ ἀπαλλαγήσῃ τῆς ἐπικειμένης τοῦ βασιλέως ὀργῆς. Καὶ ὁ μὲν ἐδόκει καὶ πεπεῖσθαι τοῖς εἰρημένοις, καὶ προθυμότατα τὴν ἐκπλήρωσιν ὑποσχέσθαι· καὶ τοῦ ὕπνου δ᾽ εὐθέως ἀπολυθεὶς, ἔργου κατὰ τὴν ὑπόσχεσιν εἴχετο, θείαν εἶναι τὴν ὄψιν αὐτοῖς πράγμασιν ἄριστα διδαχθείς. Τὰ γοῦν γραμμάτια τῆς αἱρέσεως εὐθὺς ἀποῤῥίψας εἰς κόρακας, καὶ πολέμιος αὐτοῖς ἀντὶ φίλου σφοδρὸς γεγονὼς, ὑπνοῖ μὲν ἐλευθέρᾳ ψυχῇ τὸ ὑπόλοιπον τῆς νυκτός· τῆς δ᾽ ἐπιούσης τὴν τοῦ ἡγεμόνος οἰκίαν ὡς ἔθος καταλαβὼν, τὴν παλινῳδίαν εὐθὺς ἐπὶ πάντων ἦν ᾄδων, καὶ συγγνώμην μὲν ἐπὶ τοῖς προτέροις Θεὸν καὶ τοὺς παρόντας αἰτῶν, τῶν δὲ τοῦ Θεοῦ θαυμασίων διαπρύσιος κήρυξ πρὸς πάντας γιγνόμενος· ἁρπάζει τοὺς λόγους τοῦ στρατηγοῦ τῶν υἱῶν ὁ πρῶτος· ἄπεισι σπουδῇ πρὸς τὸν μέγαν καθειργμένον ἐν βασιλείοις, καθὰ δὴ καὶ πρὸ βραχέος ὁ αὐτοῦ λόγος ἔδειξε· τοῖς περὶ αὐτὸν ἐξαγγέλλει καὶ τὴν τῆς αἱρέσεως ὀλεθρίαν ἐπιβουλὴν, καὶ τὴν μετὰ θαύματος ὑπερφυᾶ καὶ θαυμαστὴν ἐκείνης ἀναίρεσιν· ἅμα καὶ τὸ τῆς δυσσεβείας πονηρὸν ἐκεῖνο προσάγων ἐν μέτροις βιβλίον, εἰς τὴν τῶν ὑπ᾽ αὐτοῦ λεγομένων βεβαίωσιν· ἀκούει παρὰ τῶν οἰκείων ἐκεῖ κατὰ μέρος πάντα καὶ ὁ διδάσκαλος· καὶ ἐπεὶ τὸ παράπαν ἀμφιβάλλειν οὐκ ἦν, αὐτῶν ἐκείνων τῶν κακίστων προκειμένων ὑπ᾽ ὄψιν λόγων, οὓς ὁ πατὴρ καὶ δημιουργὸς ἅμα τῷ γεννῆσαι τῷ σκότῳ καὶ τοῖς μυχοῖς καὶ ἀφανίᾳ παρέδωκε, τὸ τῆς ἀληθείας φῶς, καὶ τοὺς ἐλέγχους τῆς λαμπρᾶς ὑποπτήσσων γλώττης τοῦ Γρηγορίου, δάκρυσι θερμοῖς μεθ᾽ ἡδονῆς τινος ψυχῆς ἀποῤῥήτου τὴν εὐχαριστίαν ἀπεδίδου Θεῷ, τὰς ὁρμὰς οὕτω τῆς κακίστης αἱρέσεως ἀφανῶς τε καὶ προφανῶς ἀναστέλλοντι, καὶ τὴν τῶν πολλῶν θαυμαστῶς τε καὶ πανσόφως σωτηρίαν οἰκονομοῦντι.
Οὐδὲ γὰρ ἐν τούτοις γε μόνοις Θεῷ ἄρτι πρώτως ταῦτα τεθαυματούργηκεν, ἀλλὰ πλήρης τῶν τοιούτων ἐν ἐκείνοις τοῖς χρόνοις ἤπειρος καὶ θάλασσα πᾶσα σχεδὸν, νῆσοί τε καὶ πόλεις, καὶ πρὸ τῶν ἄλλων ἡ μεγάλη Θεσσαλονίκη, ἐν ᾗ δήπου καὶ τὰ τῆς ὑποθέσεως ἄνωθεν ἦρκται· πανταχόσε μὲν τῶν τῆς αἱρέσεως πονηρῶν ἐκπεμπομένων λάθρα γραμμάτων· οὐδὲ γὰρ εἶχε χώραν ἐνταῦθα τέως ἐξεληλεγμένα καὶ καθυβρισμένα πολλάκις, συλλαμβανομένων δ᾽ ὁμοῦ παρὰ τῶν εὐσεβῶν μετὰ θαύματος σχεδὸν πάντων, καθαπερεί τινων λῃστῶν καὶ ἱεροσύλων, καὶ πρὶν εἰργάσθαι τὰ οἰκεῖα, καὶ ταῖς χερσὶ καὶ τῇ γλώττῃ διδομένων τοῦ Γρηγορίου, αὐτοκράτορος ἐκεῖ καὶ Θεοῦ παρὰ τοῦ μόνου φύσει Θεοῦ καὶ δεσπότου τῶν τοιούτων θαυμαστῶς χειροτονηθέντος, καί τοι γε καὶ καθειργμένου καθὰ δὴ καὶ πολλάκις ἔφην, καὶ καταδίκου φέροντος σχῆμα, ἵνα καὶ θαυμασιώτερον ᾖ τὸ κατ᾽ αὐτὸν μᾶλλον. Τῆς αὐτῆς οἰκονομίας δὲ καὶ θαυματουργίας καὶ ἡ τοῦ μεγάλου καὶ θαυμαστοῦ Σάββα περὶ τῶν τοιούτων θεωρία γέγονεν ἔργον· τὸν ἡμέτερον λέγω, τὸν πάνυ, τὸν τῆς ἡσυχίας καὶ διακρίσεως λύχνον, τῆς ταπεινώσεως καὶ τῆς ἀγάπης τὸν οἶκον, τὸ τέμενος τῆς θείας σοφίας, τὸν ἄλλον ἥλιον ἐν σαρκὶ, ταῖς τοῦ θείου φωτὸς ὑπερφυέσιν ἐλλάμψεσι καὶ ταῖς ἐνεργείαις· ὃς ἐκεῖνα περὶ Ἀκινδύνου καὶ τῆς κατ᾽ αὐτὸν εἶδε τότε πονηρᾶς συμμορίας, εὐχόμενος Θεῷ καὶ δεόμενος ὑπὲρ τούτων, ἅπερ ἡμεῖς φθάσαντες τοῖς ὑπὲρ ἐκείνου συνετάξαμεν λόγοις, πᾶσαν ἐξιστάντα καὶ ἀκοὴν καὶ διάνοιαν.
Γρηγόριος μὲν οὖν ὁ σοφὸς τέσσαρας ἐνιαυτοὺς ὅλους ἦν διαμείβων ὥσπερ ἐν λάκκῳ τινὶ τῇ φρουρᾷ, καὶ τὸν συναθλητὴν καὶ συσπουδαστὴν, ὅπερ ἔφην, Ἱερεμίαν ἐν τούτῳ παρενεγκὼν, καὶ ταῦτ᾽ ἐν οὕτω νοσώδει καὶ τακερῷ σώματι, καὶ νοσοκομίας δεομένῳ σχεδὸν καθ᾽ ἑκάστην καὶ συνεχοῦς φαρμακείας, ἀλλ᾽ οὐχὶ τῶν ἐναντίων ὁμοῦ πάντων, ὅπου γε καὶ αὐτὸ τὸ διὰ παντὸς ἐγκεκλεῖσθαι καὶ ἀπρόϊτον διαμένειν ἐπὶ χρόνον οὕτω μακρὸν φθορὰν τοῖς τοιούτοις καὶ μόνον ἐργάζεσθαι πέφυκεν· ἀλλ᾽ ἐκεῖνον ἡ διπλῆ τοῦ γένους ἔδακνε μᾶλλον φθορὰ, νῦν μὲν ὅπλα κατ᾽ ἀλλήλων κινούντων, καὶ τὴν στάσιν καὶ τοὺς καθ᾽ ἑαυτῶν ἀναπτόντων πολέμους ὅλῳ θυμῷ, νῦν δὲ τὸ πάτριον καὶ ἀποστολικὸν εἰς Θεὸν σέβας, καὶ τὰς τῶν θεολόγων καινὰς παραδόσεις ἀναίδην ἐξαρνουμένων, καὶ τῷ καθαρῷ λόγῳ τῆς ἀληθείας τὰς βεβήλους τῶν αἱρίσεων ἐπεισαγόντων κενοφωνίας, καθάπερ οἱ τῷ δοκίμῳ χρυσίῳ τὸ κίβδηλον, ἢ τῷ καρδίαν εὐφραίνοντι φυσικῶς οἴνῳ, τὸν ὀξώδη καὶ ὑδατώδη καὶ τοῖς χρωμένοις ἥκιστα χρήσιμον· καὶ τὸ τούτων ἔτι δεινότερόν τε ὁμοῦ καὶ ἀνιαρώτερον, ὅτι καὶ ὑπ᾽ αὐτῶν φεῦ! τῶν δοκούντων προστατῶν τε καὶ ἡγουμένων τῆς Ἐκκλησίας, τῶν πολλῶν ἢ καὶ πάντων σχεδὸν ἐρεθιζομένων πρὸς ταῦτα, ὑφ᾽ ὧν καὶ παρ᾽ ἑαυτῶν κινουμένους ἐχρῆν πάντα τρόπον ἀνείργεσθαι. Ὁ δὲ καὶ τούτων ἅμα κἀκείνων ἐξιστάμενος πάντων Θεῷ, καὶ νῦν μὲν τὸ τοῦ θείου Δαβὶδ πρὸς αὐτὸν μετὰ τῆς ὁμοίας ὑποφωνῶν ἐλπίδος, τὸ· «Γένοιτο Κύριε τὸ ἔλεός σου ἐφ᾽ ἡμᾶς καθάπερ ἠλπίσαμεν ἐπὶ σέ» 15· αὖθις δὲ καὶ τὸ τοῦ Χρυσοῤῥήμονος συνεχῶς προστιθεὶς ἐκεῖνο μετὰ τῆς ἴσης εὐνοίας καὶ τῆς εὐχαριστίας, τὸ· Δόξα σοι Κύριε πάντων ἕνεκα· ταῦτα καὶ γὰρ ἦν οἱονεὶ προσφθέγματα διὰ βίου πρὸς τὸ θεῖον τῇ μεγάλῃ καὶ ἀοιδίμῳ ἐκείνῃ ψυχῇ, καὶ μάλιστ᾽ ἐν καιρῷ περιστάσεών τε καὶ πειρασμῶν ἄκαμπτός τις καὶ ἀκλόνητος ἐν ἅπασιν ἦν, ὡς ἐν καμίνῳ μέσῃ τοῖς παντοδαποῖς τουτοισὶ πειρασμοῖς, ἄφλεκτος κατὰ τοὺς μακαρίους ἑστηκὼς παῖδας ἐκείνους, καὶ Θεὸν αἰσθητῶς τε καὶ νοητῶς ἀνυμνῶν, καὶ τὸν τῆς ὁμολογίας ἄριστα πλέκων ὕμνον καὶ λόγοις καὶ γράμμασι, καὶ δὴ καὶ τοὺς τῆς πλάνης ὑπηρέτας τε καὶ ἀρχηγοὺς κατ᾽ ἐκείνους νοητῶς καταφλέγων ἐκεῖθεν, κἀντεῦθεν καὶ πράγμασι καὶ λόγοις ἅπασαν ὑπερφυῶς συγκαλῶν τὴν κτίσιν πρὸς τὸν εὐχαριστήριον ὁμοῦ καὶ ἱκέσιον.
Καιρὸν γὰρ εἶναι καὶ τοῦτον εἴπερ τινα παρ᾽ ἑαυτῷ κρίνας νοερᾶς ἡσυχίας καὶ νεύσεως παντελοῦς πρὸς Θεὸν, ἐκείνοις τε καθάπερ εἴ τις ἀκάματος φύσις νύκτωρ καὶ μεθ᾽ ἡμέραν ὑπερφυῶς ἑαυτὸν ἦν διδοὺς, καὶ προσέτι ταῖς τῶν θεολόγων φιλοπονώτερον βίβλοις ἐγκύπτων καὶ γράφων καὶ λογογραφῶν τὴν εὐσέβειαν· ἐνταῦθα καὶ γὰρ οἱ πρὸς τὰς ἐρεσχελίας ἢ δυσσεβείας οἰκειότερον μᾶλλον εἰπεῖν, Ἀκινδύνου πάντες αὐτῷ σχεδὸν συντάττονται λόγοι, πρόφασιν μὲν ἐκεῖνον ἐσχηκότες καὶ τοὺς ἐκείνου μακροὺς λήρους, καὶ τὸν συρφετὸν τῆς συκοφαντίας τε καὶ τῆς βλασφημίας, οὓς κἂν ὑπνώττων ὁ ἐμὸς ἀριστεὺς οὗτοσὶ καθάπερ εἴ τινας σκιὰς καὶ ἰνδάλματα λόγων καὶ βλασφημίας, ῥᾷστα καὶ ἀπόνως ἦρεν ἐκ μέσου διὰ πάσης δὲ δογματικῆς καὶ θεολογικῆς ἰδέας θαυμαστῶς ἄγαν ἰόντες, καὶ ἀξίους ἐκείνου, καὶ τὸ μυστήριον ἅπαν τῆς τε κατὰ τὴν Τριάδα φημὶ μεγάλης Θεολογίας, τῆς τε κατὰ τὴν ἐνανθρώπησιν τοῦ ἑνὸς τῆς Τριάδος οἰκονομίας ἐκπαιδεύοντες πάντας, καὶ μυστήριον ἄντικρυς εὐσεβείας ὄντες, ἢ φανέρωσις ἐναργὴς καὶ διδασκαλία τοῦ κατ᾽ εὐσέβειαν ὑπερφυοῦς Μυστηρίου, ἀναπτύσοντές τε τὰ συνεπτυγμένα καὶ τὰ δύσληπτα σαφηνίζοντες, καὶ ταῖς θείαις Γραφαῖς τὰ τῶν θεολόγων καὶ διδασκάλων ἄριστα συμβιβάζοντες, καὶ σύμφωνον αὐτοῖς τε κἀκείναις ὁμοῦ τὸ κατὰ τὸν μέγαν τοῦτον δεικνῦντες Εὐαγγέλιον καὶ τὸ κήρυγμα, καὶ καθ᾽ ὑπερβολὴν τοῖς συνιεῖσι θαυμαζόμενον διὰ πάντων, καὶ ὡς οὐδεὶς οὐδέπω τῶν πάντων σχεδὸν πρότερον.
Ὁ δὲ τῆς Ἐκκλησίας ψευδώνυμος ἀρχηγὸς Ἰωάννης, ὥσπερ ἔξω γενόμενος αὐτὸς ἑαυτοῦ καθάπαξ, καὶ τὰς φρένας διαφθαρεὶς καὶ τὸν ἐγκέφαλον διασεσεισμένος, μᾶλλον δ᾽ εἰπεῖν οἰκειότερον, πνεύματι πλάνης ἀπαχθεὶς, καὶ πρὸς αὐτὸν ἀράμενος φανερῶς τὸν Θεὸν τὸν πόλεμον, ἐπὶ τὰ πρότερα καὶ αὖθις χωρεῖ· καί τινα τῶν ὁμιλητῶν τε καὶ σπουδαστῶν Ἀκινδύνου, μοναχοῦ καὶ διακόνου περικείμενον σχῆμα· τὸ γὰρ ὄνομα παραλείψω τὸ τήμερον ἔχον· τῆς κατὰ Θωσαλονίκην λαμπρᾶς Ἐκκλησίας σύν γε τοῖς ὑπ᾽ αὐτὸν ψηφίζεται πρόεδρον· Ἀκίνδυνον ἢ Βαρλαὰμ ἄλλον, ὅσον ἐπὶ τῇ δυσσεβείᾳ φημὶ καὶ τῷ κατὰ τῆς εὐσεβείας πονηρῷ ζήλῳ. Ἀλλὰ καὶ ταῦτα λύει Θεὸς ὀξύτερον τῶν προτέρων ἐκείνων· μᾶλλον δ᾽ οὐ λύει θαυμαστῶς μόνον, ἀλλὰ καὶ κατὰ τῆς αὐτοῦ τούτου κεφαλῆς παυτὶ περιτρέπει, ὡς καὶ ὁ λόγος αὐτίκα δείξει.
Ὡς γὰρ ἤσθετο καὶ τούτων ἡ καλῶς τῆς εὐσεβείας προϊσταμένη θαυμαστὴ βασιλὶς, πέμπει παρευθὺ πρὸς τὸν τῆς αἱρέσεως ὑπέρμαχον Ἰωάννην, καθάπαξ ἀπέχεσθαι παραινοῦσα τῆς κοινωνίας τῶν τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου φρονούντων, συνοδικῶς αἱρετικῶν ἐξεληλεγμένων σὺν τοῖς αὐτῶν διδασκάλοις, καὶ γράμμασι καὶ τόμοις καὶ φρικωδεστάταις ἀραῖς τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας ἐκκεκομμένων· ἀλλ᾽ ἐκεῖνος τῇ δυσσεβείᾳ προστιθεὶς τὴν ἀναισχυντίαν, ἄλλως τε καὶ τῆς προνοίας, εἰς ὃν αὐτὸς φθάσας ὥρυξε βόθρον, συνωθούσης δικαίως, βίβλον ὅλην συγγραμμάτων ἀντιπέμπει πρὸς τὴν φιλόχριστον βασιλίδα, τῶν αὐτοῦ καινοτομιῶν δῆθεν καὶ τῶν ἀλλοκότων πράξεων ὑπεραπολογησομένην· ἣ δὴ καὶ τῆς δικαιοτάτης αὐτῷ καταστροφῆς καὶ τῆς καθαιρέσεως πρόξενος ὥφθη· διαβολὴν καὶ γὰρ ἐν ἑαυτῇ περιέφερε, καὶ φορυτὸν συκοφαντίας καὶ βλασφημίας κατὰ τοῦ τῆς Ἐκκλησίας ἱεροῦ Τόμου, καὶ ἀνατροπὴν ἐν προσχήματι ἐξηγήσεως Τόμου, ὃν αὐτὸς πρὸ βραχέος ἔτι τὸν νοῦν καὶ τὸν ἐγκέφαλον ἀπερίτρεπτον ἔχων, ὡς εὐσεβείας ἄντικρυς ὅρον καὶ ἐπήνει καὶ συνεκρότει, καὶ πρὸ τῶν ἄλλων ἁπάντων καὶ γλώττῃ καὶ χειρὶ καλῶς ὑπεστήριζεν· οὐ μὴν ἀλλὰ καὶ τὰ κράτιστα καὶ καιριώτατα τῶν τῆς δυσσεβείας συγγραμμάτων ἐνῆν ἐκείνῃ τῇ τῆς αἱρέσεως βίβλῳ, πάντας ἁγίους σχεδὸν καὶ θεολόγους ἀποκηρύττοντα διὰ τῶν ἱερῶν αὐτῶν συγγραμμάτων, ὡς κακοδόξους· Ἀλίσκεται γοῦν τοῖς οἰκείοις πτεροῖς, καὶ τὰς δικαίας εἰσπράττεται δίκας ὁ περιφανὴς τῆς ἀληθείας ἐχθρὸς, τῆς θαυμαστῆς βασιλίδος τὸν ὑπὲρ εὐσεβείας ἱερὸν ἀναψάσης καὶ νῦν ὑπέρ ποτε ζῆλον, καὶ τὸν χορὸν τῶν ἀρχιερέων ἅμα καὶ τῶν λογάδων τῆς Ἐκκλησίας σύν γε τοῖς ἐν τέλει συναγαγούσης, καὶ τὸν τῆς αἱρέσεως πρόμαχον ἅμα τοῖς αὐτοῦ μυσταγωγοῖς τε καὶ τῆς αἱρέσεως ἀρχηγοῖς, καὶ τῆς ἱερωσύνης ἀπογυμνωθῆναι, καὶ τῆς Ἐκκλησίας ἀποβληθῆναι κάλλιστά τε καὶ δικαιότατα, καὶ ἀξίως ἑαυτῆς τε καὶ Θεοῦ παρασκευακυίας· δι᾽ ἅπερ οἶμαι καὶ εἰς γῆρας αὐτῇ τὰ τῆς βασιλείας ὑπ᾽ αὐτοῦ συντηρεῖται, τὸν ὑπὲρ εὐσεβείας θαυμαστὸν αὐτῆς ζῆλον, καὶ τὴν τῆς Ἐκκλησίας αὐτοῦ προστασίαν καὶ συμμαχίαν καὶ τὴν τοῦ θαυμαστοῦ βασιλέως καὶ ὁμοζύγου καλὴν ὑπὲρ εὐσεβείας μίμησιν καὶ ἀνδρίαν δικαίως ἀμειβομένου. Τῇ δὲ τῆς εὐσεβείας ταύτῃ λαμπρᾷ βεβαιώσει· βεβαίωσις καὶ γὰρ εὐσεβείας καὶ στήριγμα τῆς Χριστοῦ γέγονεν Ἐκκλησίας ἡ τῆς αἱρέσεως καταστροφὴ καὶ τῶν ταύτης προϊσταμένων· αὐθημερὸν καὶ ἡ κοινὴ διαλύεται στάσις καὶ τὰ τῶν ἐμφυλίων πολέμων, τῆς βασιλείας εἰς ὁμόνοιαν ἑαυτῇ καὶ συμφωνίαν κάλλιστα συνελθούσης, καὶ τῶν μελῶν ἐπιγνόντων ἄλληλα, καὶ κατὰ φύσιν εἰς ταὐτὸ συνελθόντων, ἄριστα Θεοῦ τεθαυματουργηκότος κἂν τούτῳ, καὶ δεδειχότος πᾶσι τρανῶς, τίνες μὲν οἱ τῆς αἱρέσεως καρποὶ καὶ τῆς κατὰ Χριστοῦ βλασφημίας, τίνα δὲ τὰ τῆς καταστροφῆς ἐκείνων ἀποτελέσματα καὶ τῆς ὀρθῆς περὶ Θεοῦ δόξης καὶ εὐσεβείας.
Τῆς γοῦν πάλαι φυγάδος εἰρήνης καὶ ἐξορίστου μετὰ μακρὸν, ὡς εἴρηται, καλῶς κατιούσης τὸν χρόνον, καὶ Γρηγόριος πρὸ τῶν ἄλλων ὁ μέγας τῆς ἀδίκου φρουρᾶς, μᾶλλον δὲ τῶν χρονίων ὑπὲρ εὐσεβείας ἀγώνων καὶ τῆς εἰρκτῆς καὶ τῆς καταδίκης, λαμπρῶς μετὰ τῶν τῆς ὁμολογίας στεφάνων ἐπάνεισι· καὶ ἵνα τὰ ἐν μέσῳ παρῶ, ψήφῳ κοινῇ τῆς Ἐκκλησίας ὁμοῦ καὶ τῆς βασιλείας ὡς ἔθος, καὶ πρὸ τούτων ἐνεργείᾳ θείᾳ καὶ νεύσει, Ἰσίδωρος μὲν ὁ θεῖος τῶν οἰάκων ἐπιλαμβάνεται τῆς κοινῆς Ἐκκλησίας, Γρηγόριος δ᾽ ὁ μέγας εὐθὺς μετ᾽ αὐτόν τε καὶ δι᾽ αὐτοῦ τῶν τῆς θαυμαστῆς Ἐκκλησίας, Θεσσαλονίκης φημὶ τῆς μεγάλης, πολλὰς ὑπὲρ τούτου καὶ μεγάλας δεξάμενος τὰς ἀξιώσεις καὶ ἱκεσίας παρά τε βασιλέως αὐτοῦ καὶ δὴ καὶ τοῦ θαυμαστοῦ Πατριάρχου. Καὶ λαμβάνει μὲν, ἢ ἀπολαμβάνει τὸ τῆς Ἐκκλησίας κοινὸν τὸν πάλαι περιφανῆ ταύτης ὑπέρμαχον καὶ προστάτην, τὸν δημαγωγὸν ὡς εἰπεῖν καὶ καθηγητὴν τῶν τοῦ Θεοῦ θεσπισμάτων καὶ τοῦ μεγάλου ταύτης πληρώματος οὐκ ἀνθρωπείαν κατά τινας χάριν, ἀλλὰ τῆς ἐκ παιδὸς ἀρετῆς ἆθλον, καὶ τῶν μακρῶν ὑπὲρ εὐσεβείας ἀγώνων, καὶ τῆς ὁμολογίας κομισάμενον τοῦτο· δέχεται δὲ καὶ ἡ περιφανὴς ἐκείνη καὶ μεγάλη καθέδρα τὸν ταύτης ἄξιον ὄντως· οὔτε γὰρ ἐκείνην οὕτω μεγάλην τε καὶ θαυμαστὴν διὰ πάντων οὖσαν ποιμένος δεομένην, ἐχρῆν ἄλλον τινὰ κεκομίσθαι πρὸ τούτου· οὐκοῦν οὐδὲ ἐκεκόμιστο· οὔτ᾽ αὖ τοῦτον ἐπὶ προστασίαν Ἐκκλησίας οὕτω λαμπρῶς ἰόντα θείᾳ ψήφῳ τε καὶ προκλήσει πρὸ ταύτης ἑτέραν ἑλέσθαι· οὐκοῦν οὐδὲ προείλετο· ἀλλὰ γίνεται καὶ ἄμφω θαυμαστῶς καὶ καιρίως, καὶ κατὰ σώζοντα λόγον, καὶ τί γε εἰπεῖν ἄλλως; ἢ καθάπερ ἐχρῆν τὴν τὰ τοιαῦτ᾽ ἐνεργοῦσαν μεγάλην καὶ παντοδύναμον ἐνηργηκέναι τοῦ Πνεύματος χάριν, ὑπὲρ ἧς καὶ μάλιστα τοὺς μεγάλους ἐκείνους καὶ γενναίους ἀγῶνας ὁ μέγας ὄντως διήνυσεν;
Ἀλλ᾽ ἀρχὴ πάλιν ἀγώνων καὶ παλαισμάτων ἑτέρων, καὶ ἀθλητὴς ὁ τοῦ Θεοῦ Ἀρχιερεὺς, ὡς ἐξ ἄλλης ἀρχῆς αὖθις, ὡσανεὶ πεπρωμένον ἦν αὐτῷ τὸ διὰ βίου παλαίειν, καὶ τοῦτον παρὰ τῆς τοῦ Θεοῦ προνοίας παρὰ πάντας ὁ γεννάδας εἰλήχει τὸν κλῆρον· ἄθρει καὶ γάρ· κάτεισι μὲν ἐκ Βυζαντίου πρός τὴν λαχοῦσαν αὐτὸν καθέδραν τε καὶ τὴν πόλιν· ἡ δ᾽ ἀποσείεται φεῦ! καὶ ἀποπηδᾷ τοῦ πατρὸς, ἔτι λύμης τῆς προλαβούσης ἀπόζουσα καὶ τῆς στάσεως, μήπω τῇ τῆς εἰρήνης εὐωδίᾳ τὸν πονηρὸν ἐκεῖνον καὶ διεφθορότα χυμὸν καὶ τὴν καχεξίαν θεραπευθεῖσα. Προσῆν δέ τισι καὶ ἡ θρυλληθεῖσα παρὰ τῶν δυσσεβῶν καινοτομία τῶν θείων δογμάτων καὶ ἡ πονηρὰ περὶ αὐτῆς ὑποψία, εἰ καὶ πρόσχημα μᾶλλον καὶ προκάλυμμα τῆς χαλεπῆς στάσεως, καὶ τῶν λειψάνων τῆς ἀταξίας τοῦτό γε ἦν. Ἀλλὰ Θεὸς ἄνωθεν καὶ διωκόμενον ἀναγορεύει θαυμαστῶς τοῖς ἐν τῇ πόλει τὸν μέγαν, καὶ δείκνυσι διὰ τῶν ὀρθῶς ἐπιζητούντων; οἷος ἐκεῖνος τὴν πρὸς αὐτὸν οἰκείωσιν καὶ τὴν παῤῥησίαν· καὶ ὅπως ὁ λόγος ἤδη δηλώσει.
Ἦν τις τῶν εὐλαβῶν καὶ σπουδαίων τῷ κλήρῳ τῆς κατὰ Θεσσαλονίκην Ἐκκλησίας ἄνωθεν ἐγκατειλεγμένος, τῇ τοῦ πρεσβυτέρου τετιμημένος ἀξίᾳ, καὶ τὴν ὀρφανοτρόφου ταύτῃ τάξιν ἀποπληρῶν· τούτῳ παιδίον ἦν θῆλυ, τοῖς τοῦ γάμου μὲν οὔπω δεσμοῖς ὑποβεβλημένον, νόσῳ δὲ χαλεπῇ παρειμένον ἅπαν τοῦ σώματος μέλος καὶ τρεῖς ὅλους ἐνιαυτοὺς ἐπὶ τῆς οἰκίας κλινοπετὲς κατακείμενον. Τῆς δέ γε τῆς Θεομήτορος πανηγύρεως ἐφεστώσης, ἣν ἔθος ἡμῖν ἐπιτελεῖν ἐπὶ τῷ ταύτης σεπτῷ γενεθλίῳ, ὀγδόης ἱσταμένης δηλαδὴ Γορπιαίου, τοὺς τῆς ἱερουργίας κοινωνοὺς καὶ συμπρεσβυτέρους ὁ προῤῥηθεὶς ἀξιοῖ πρεσβύτερος εὐχὴν ἱερὰν ἐπὶ τῶν μεγάλων κοινῇ μυστηρίων πρός γε τὸν τῶν μυστηρίων θέσθαι Θεὸν καὶ Δεσπότην, ὅπως ἂν αὐτοῖς γνώριμα γένοιτο διά τινος ἐκεῖθεν σημείου τὰ κατὰ τὸν ἐλαυνόμενον κακῶς ἐκεῖθεν Ἀρχιερέα, οἵαν τὴν τάξιν τε καὶ τὴν παῤῥησίαν πρὸς αὐτὸν ἔχει, εἰς ἔλεγχον μέν φησι καὶ αἰσχύνην τῶν ἑκοντὶ κακουργούντων, βεβαίωσιν δὲ τῶν ὑπ᾽ ἀγνοίας ἀμφιβαλλόντων καὶ περιτρεπομένων· καὶ οἱ μὲν εἴχοντο τῆς ὑπὲρ τούτων εὐχῆς ἐνταῦθα, τελοῦντες τὰ μυστικά· συνηύχετο δὲ κἀκεῖνος αὐτοῖς, τὴν παρειμένην καὶ κλινοπετῆ τοῖς λογισμοῖς προτιθεὶς παῖδα, καὶ τὴν ἐκείνης θεραπείαν ἀντ᾽ ἄλλου τινὸς τῶν σημείων αἰτῶν. Θεὸς δ᾽ ἐκεῖ τὸν οἰκεῖον δοξάζων θεράποντα, ὑπὲρ οὗ καὶ τὰ τῆς εὐχῆς καὶ τῆς δεήσεως αὐτοῖς ἐτελεῖτο, ἀνίστησί τε τῆς κλίνης ἀθρόον τὴν κόρην, καὶ βαδίζειν ἀπταίστως καὶ περιτρέχειν σὺν τοῖς ἐῤῥωμένοις ποιεῖ τὴν οἰκίαν, ὢ τῶν καινῶν σου Χριστὲ θαυμασίων! ὡς καὶ θάμβους καὶ ἐκστάσεως πληροῦν τοὺς ὁρῶντας· ταῦτα καὶ τοῖς ἱερεῦσι γνωσθέντα, τῶν μυστικῶν τελουμένων ἔτι, ἀνυμνεῖν τε Θεὸν καὶ θαυμάζειν ἐποίει καὶ λόγου πέρα καὶ διανοίας, καὶ μάλιστα τοῖς τὸ τῆς παιδὸς συνειδόσι βαρὺ καὶ χρόνιον πάθος, καὶ τὸν ἐκείνου θεράποντα Θεοῦ τε θαυμαστὸν Ἀρχιερέα, καὶ τῶν Ἀποστόλων ἐνάμιλλον αὐτούς τε καλῶς εἰδέναι, καὶ τοῖς ἄλλοις μετὰ παῤῥησίας κηρύττειν. Ὁ μὲν οὖν Ἀρχιερεὺς πρύμναν ἐκεῖθεν κρουσάμενος, ἐπεί περ ἀπεκρούσαντο τὴν ἐκείνου παρουσίαν, ὡς ἔφην, ἐς Ἄθω τὸν ἱερὸν ἀνεχώρει, καὶ πρὸ τῆς καθόδου καὶ μετὰ τὴν κάθοδον πλεῖστα νοσήσας τὸ σῶμα, καὶ βραδέως που καὶ μετὰ πλείστας ἡμέρας δυνηθεὶς ἐπιβῆναι τοῦ Ὅρους, ἐκεῖνα που πρὸς Θεσσαλονίκην τὴν ἰδίαν καὶ αὐτὸς, οἶμαι, λέγων, ἅπερ καὶ Χριστὸς πρὸς Ἱερουσαλὴμ ἐλαύνουσαν αὐτὸν πάλαι, «Εἰ ἔγνως καὶ σὺ καί γε ἐν τῇ ἡμέρᾳ ταύτῃ τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ σοῦ καὶ οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου». Οἱ δ᾽ ἐν τῷ Ὄρει πατέρες ἄσμενοι τὸν πάλαι ποθούμενον καὶ δεξάμενοι καὶ ἰδόντες, καὶ τῶν τῆς ἐκείνου γλώττης ῥευμάτων, οἷα τινος νέκταρος θείου μετέχοντες καθ᾽ ἑκάστην, παρ᾽ ἑαυτοῖς κατέχειν ἐβούλοντο σφόδρα, καὶ αὐτὸν βουλόμενον τοῦτο μέχρις ἂν τὰ τῆς ἐκεῖ στάσεως καὶ τῆς ἀνωμαλίας εἰς τὴν κατὰ φύσιν ὁμόνοιαν ἐπανέλθοι καὶ τὴν ὑγείαν. Ἀλλ᾽ ὁ τῶν Τριβαλλῶν ἄρχων Στέφανος, καὶ αὐτὸς ἐπιβὰς τότε τοῦ Ἄθω· ἡ γὰρ κάκιστ᾽ ἀπολουμένη στάσις καθ᾽ ἑαυτῶν τῶν Ῥωμαίων ἐκείνη, κἀκεῖνον βασιλέα κεχειροτόνηκεν οὐ σμικροῦ τῆς τῶν Ῥωμαίων ἀρχῆς μέρους· ἐκεῖνος τοιγαροῦν δεσποτικῶς καὶ τοῦ θείου ἐπιβὰς Ὅρους τότε, ἐπεὶ καὶ τῷ μεγάλῳ τῷδε ἀρχιερεῖ συγγεγονὼς εἰς ὁμιλίαν ἦλθε καὶ λόγους, πάλαι ποθῶν ἐκ τῆς φήμης, πρῶτα μὲν ἐδεῖτο καὶ παντοδαπός τις ἦν εἰς ἑαυτὸν ἐφελκύσασθαι, καὶ πρὸς τὴν ἰδίαν ἀρχὴν μεταθεῖναι τὸν ἄνδρα, τίνα μὲν οὐ λέγων; ποῖα δ᾽ οὐχ ὑποσχόμενος· ὥστε δυνηθῆναι τοῦ ποθουμένου τυχεῖν; Ὡς δὲ κατανεύοντα τούτοις οὐκ εἶχεν οὐδοτιοῦν, ἐπὶ δευτέραν ἱκετείαν ἐτράπετο, προστιθείς τι καὶ βίας ὥστε τὴν Κωνσταντίνου καὶ αὖθις καταλαβόντα τὸν μέγαν πρεσβευτὴν αὐτῷ γενέσθαι πρὸς βασιλέας· τὸ δ᾽ ἦν ἄντικρυς προσωπεῖον μᾶλλον τοῦ κεκρυμμένου τὸ τῆς πρεσβείας, ἀλλ᾽ οὐκ αὐτὴ τοῦ πράγματος ἡ ἀλήθεια· οὐδὲ γὰρ ἐβούλετο νεοπαγῆ καὶ κραδαινομένην ἔτι τῆς τῶν Ῥωμαίων γῆς τὴν ἀρχὴν κεκτημένος, τὸν μέγαν ἐκεῖνον παρ᾽ ἐκείνῃ κεκτῆσθαι, ζώπυρον οἱονεὶ τῆς βασιλείας ὄντα Ῥωμαίων, καὶ ῥᾷστα δυνάμενον τὴν πρὸς ἐκείνους τῆς εὐνοίας τῶν οἰκείων αὖθις ἀνάψαι φλόγα, τηλικοῦτον ὄντα καὶ πράγμασιν ἅμα καὶ λόγοις.
Ἀξιον δὲ μηδ᾽ ἐκεῖνο παραδραμεῖν· ὡς γὰρ ὁ τῶν Τριβαλλῶν ἄρχων οὑτοσὶ, καθάπερ ἔφθην εἰπὼν, πάντα κάλων κινῶν καὶ πᾶσαν μετιὼν λόγου πεῖραν ὥστε τὸν μέγαν πρὸς ἑαυτὸν ἐπισπάσασθαι, προσετίθει τοῖς λεχθεῖσι κἀκεῖνα, ὡς ἀπελαύνουσι μὲν αὐτὸν αἰσχρῶς οἱ Ῥωμαῖοι, μηδὲ τῆς λαχούσης γοῦν Ἐκκλησίας ἐπιβῆναι παραχωροῦντες, αὐτὸς δὲ, πεισθέντι τοῖς αὐτοῦ δηλαδὴ λόγοις καὶ τῇ προκλήσει, καὶ πόλεις αὐτῷ καὶ Ἐκκλησίας προθύμως χαριεῖται καὶ χώρας· εἶτα καὶ σωροὺς ἠρίθμει πρὸς τούτοις ἐπετείων φόρων τε καὶ χρημάτων, ὧν ἐκεῖ δηλαδὴ κύριος ἔσται. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος, πλεῖστα μέν τινα λόγου καὶ συγγραφῆς ἄξια πρὸς αὐτὸν διεξήει, προσετίθει γε μὴν ἐπὶ τέλει κἀκεῖνα· πολιτικῆς ἀρχῆς καὶ χωρῶν καὶ φόρων καὶ προσόδων καὶ χρημάτων πολυταλάντων τὸ παράπαν ἡμῖν οὐδ᾽ ἡτισοῦν χρεία· ὡς γὰρ εἴ τις σπόγγον λαβὼν, ὕδατος κύλικα χωρεῖν ἐν ἑαυτῷ πεφυκότα μόνην, μέσον τοῦ Αἰγαίου τούτου ἐμβάλλοι, οὐκ ἂν ἀνιμήσαιτό ποτε τὴν ἄβυσσον τοῦ πελάγους· πῶς γὰρ; ἀλλὰ κἀκεῖθεν τὴν τοῦ ὕδατος κύλικα μόνην ὁ σπόγγος ἀναμαξάμενος, ἧς δηλαδὴ χωρητικὸς πέφυκε κατὰ φύσιν, τῶν ῥευμάτων ἐκείνων καὶ τοῦ πλήθους τῆς ὑγρᾶς οὐσίας, ὡς μηδὲν πρὸς αὐτὸν ὄντων, ἀφέξεται κατὰ πᾶσαν ἀνάγκην, ὡς δὲ καὶ ἡμεῖς, ὀλίγων τινῶν ἀποζῇν καὶ τοῖς ἀναγκαίοις ἀρκεῖσθαι μόνοις πάλαι μεμαθηκότες, καὶ ὡσανεὶ πεφυκότες ἤδη πρὸς τοῦτο, κἂν εἰς πάντα τὸν ὑπὲρ γῆν τε καὶ ὑπὸ γῆν χρυσὸν; κἂν εἰς τὸ τοῦ μυθευομένου Πακτωλοῦ ῥεῦμα φέρων ἡμᾶς ὅλους βαπτίσης, τῆς ἐφημέρου τροφῆς καὶ τῶν ἀναγκαίων οὐδέν τι πλέον ἑλκύσοντας πρὸς ἡμᾶς αὐτοὺς ὄψει· ὥστ᾽ οὐκ ἀναγκαῖος, οὐδὲ πρὸς ἡμᾶς ὅλως ὁ τῶν πολλῶν ἐκείνων καὶ μεγάλων δωρεῶν καὶ χρημάτων, ὡς φὴς, λόγος· τί τὸ ἑξῆς;
Ἀναγκάζεται καὶ αὖθις ὁ τοῦ Θεοῦ Ἀρχιερεὺς, ἀνελθεῖν εἰς τὴν Κωνσταντίνου καθάπερ εἶπον· ἅνεισι πρὸς τοὺς βασιλέας· καὶ μικρόν τι μεταξὺ διαγεγονὸς, κάτεισι καὶ πάλιν εἰς Θεσσαλονίκην τὴν ἑαυτοῦ Ἐκκλησίαν, τοῦ τε χρέους τῆς τῶν ἐκεῖ προστασίας, καὶ δὴ καὶ τῶν βασιλέων συνωθούντων ἅμα τῷ μεγάλῳ τῆς κοινῆς Ἐκκλησίας προστάτη, ἐπειδὴ καὶ τὰ τῆς ἐκεῖ στάσεως ἐδόκουν ὥσπερ κατευνασθέντα πρὸς ὁμόνοιαν καὶ συμφωνίαν ἰέναι. Ἀλλὰ καὶ πάλιν ἀφορμαὶ ταραχῆς ἄλλαι καὶ διχονοίας, καὶ ὁ Ἀρχιερεὺς εἰργόμενος αὖθις καὶ τῆς πόλεως καὶ τῆς Ἐκκλησίας· τῶν γὰρ τῆς παρελθούσης συγχύσεως προστατῶν ἔπαθλα τῆς ἀταξίας καὶ τῆς στάσεως μέγιστά τινα καὶ ὑπὲρ τὴν ἑαυτῶν τάξιν τοὺς βασιλέας κακῶς ἀπαιτούντων, ὑπὲρ ὧν καὶ ἀπάγεσθαι μᾶλλον δίκαιον ἦν ἐκείνους, κἀντεῦθεν μὴ τυγχανόντων ἐκείνων, αἵρεσις προύκειτο τῷ Ἀρχιερεῖ θάτερον τοῖν δυοῖν ἐξ ἀνάγκης· ἑλέσθαι· ἢ μένοντα δηλαδὴ τοὺς βασιλέας ἀποστερεῖν τῆς ἐπὶ τῶν ἱερῶν ἱερᾶς μνήμης τε καὶ εὐφημίας, καὶ οὕτω τοῦ θρόνου καὶ τῆς ἀρχῆς ἀπολαύειν, ἢ ἐκείνων ἀντεχόμενον καὶ μὴ μεθιέντα συνεξιέναι καὶ τοῦτον ἐκείνοις· αἱρεῖται τοιγαροῦν ὡς ἐν παραθέσει κακῶν τὸ ἔλαττον καὶ αὖθις ὁ μέγας, καὶ καταδέχεται τὴν φυγὴν σὺν ἐκείνοις καὶ πάλιν ὑπὲρ τοῦ μηδέν τι τῶν κειμένων καὶ ὁπωσοῦν ἀθετῆσαι νόμων, ἐπεὶ καὶ τὴν διαίρεσιν καὶ τὴν στάσιν ὑφέρπουσαν αὖθις ἐν ἐκείνοις ἑώρα. Καὶ πάλιν πλοῦς, καὶ πάλιν ἀποδημίαι καὶ θάλαττα, τὸν τῆς μεγάλης πόλεως Ἀρχιερέα τῇ τοῦ Ἡφαίστου μητρὶ παραπέμποντα νήσῳ· καὶ τὴν τῆς μεγάλης εὐδαιμονίαν τῇ πένητι καὶ ἀνωνύμῳ διδόντα· καὶ οὕτω μεγάλην τινὰ καὶ ἐπίσημον καὶ ταύτην ἀθρόον ἀποδεικνῦντα.
Ἐπιβὰς τοιγαροῦν ὁ μέγας τῆς Λήμνου ψήφῳ τῆς κοινῆς Ἐκκλησίας, τί χρὴ καὶ λέγειν, ὅσην ἑαυτῷ συνεισήνεγκε τῶν ἀγαθῶν τὴν φορὰν ἐκείνῃ; καὶ λόγοις καὶ ἔργοις καὶ τελεταῖς ἱεραῖς καὶ διδασκαλίαις ὁσημέραι τὸν λαὸν καταρτίζων, καὶ τὸ παχὺ καὶ βάρβαρον παιδαγωγῶν ἦθος ἐκεῖνο, καὶ τὰς κεχερσωμένας καρδίας ἐξημερῶν, καὶ γονίμους τινὰς καὶ καρποφόρους ἀποδεικνὺς, ὡς καὶ τὴν ἀδομένην παροιμίαν καλῶς ἀντεστράφθαι τότε τοῖς ἐγχωρίοις, οὐ τῶν Λημνίων κακῶν κατ᾽ ἐκείνην, ἀλλὰ τῶν Λημνίων ἀγαθῶν μᾶλλον δι᾽ αὐτοῦ πειρωμένοις. Ἐνταῦθα διατρίβοντος τοῦ μεγάλου, λοιμώδης φθορὰ καὶ θάνατος ἐπιτίθεται τῶν πολυχνίων ἑνί· οὐκ ἐκείνην φημὶ τὴν κοινὴν καὶ παγκόσμιον πρὸ βραχέος γεγενημένην, ἀλλὰ πολοστὴν καὶ μερικὴν μετ᾽ ἐκείνην. Προσκαλοῦνται τοιγαροῦν οἱ πάσχοντες εἰς ἐπίσκεψιν καὶ βοήθειαν τὸν ποιμένα, ἐν ἑτέρᾳ που διάγοντα πολίχνῃ τῆς νήσου· καὶ ὃς αὐτίκα παρῆν, μηδέν τι τὸ παράπαν ὑπερτιθέμενος μηδ᾽ ἀναδυείς· τῶν θεραπευτῶν τῶν μὲν μηδ᾽ ἀκολουθῆσαι τεθαῤῥηκότων δέει τῆς νόσου, τῶν δ᾽ ἑπομένων πίστει τῇ πρὸς τὸν μέγαν, βληθέντων μέν τι μικρὸν ὑπὸ τοῦ διεφθορότος ἀέρος ἐκείνου τε καὶ τῆς λύμης, καὶ πρὸ τοῦ ἄστεος ἐπιβῆναι δείλης ὀψίας, εἰς δὲ τὴν ἐπιοῦσαν ἐῤῥωμένων ἑπομένων τῷ μακαρίῳ, καὶ σὺν ἐκείνῳ τὰς ἔξω τειχῶν ποιουμένων εὐχὰς καὶ δεήσεις σὺν παντί γε τῷ πλήθει. Ἀλλ᾽ ὁ μέγας καὶ τοιοῦτον ὃν τὸ δεινὸν καὶ τοσοῦτον ταῖς πρὸς Θεὸν εὐχαῖς καὶ δεήσεσι, ταῖς τε κοιναῖς καὶ ταῖς ἰδίᾳ καὶ καθ᾽ ἑαυτὸν, ἵστησιν ἐκεῖνο τῆς φορᾶς καὶ τοῦ πρόσω, καὶ διαλύει τὴν νόσον, καὶ τὸν θάνατον καταπαύει, τοῦ Θεοῦ δοξάζοντος ἐκεῖνον κἂν τούτῳ, τοῦ τὸ θέλημα τῶν φοβουμένων αὐτὸν ποιοῦντος, κατὰ τὸν θεῖον φάναι Δαβὶδ, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούοντος.
Ἀλλ᾽ οὐκ ἤνεγκε ταυτὶ διὰ τέλους ἡ τοῦ μεγάλου θαυμαστὴ πόλις, οὐδ᾽ ἠνέσχετο τὸ ἴδιον αὐτῆς ἀγαθὸν Λημνίοις οὑτωσὶ παρὰ πᾶσαν δίκην προδεδομένον περιορᾶν ὑπό τινων εὐαριθμήτων στασιασῶν, πονηρῶν ὄντως καὶ φθορέων καὶ ἀναξίων τοῦ προσρήματος καὶ τῆς πολιτείας ἐκείνης. Ὅθεν καὶ δικαίῳ ζήλῳ τότε μᾶλλον ἢ πρότερον ὑπὲρ αὐτῆς αὐτὴ καὶ τῆς σφετέρας δόξης κινηθεῖσα καὶ τῶν δικαίων, τοὺς μὲν ἐξωθεῖ καὶ ἀποβάλλεται τῶν κακούργων καὶ μιαρῶν ἐκείνων, τοὺς δὲ σωφρονίζει καὶ ἀναστέλλει τῆς κακίστης ὁρμῆς καὶ τῶν μοχθηρῶν πράξεων τοῖς προσήκουσι καὶ καταλλήλοις φαρμάκοις· τῶν δ᾽ ἐκποδῶν κάλλιστα καὶ ὡς ἐχρῆν γεγονότων, μιᾳ γνώμῃ καὶ φωνῇ πάντες ὡς εἰπεῖν τὸν καλὸν ἐπιζητοῦσι ποιμένα· καὶ τριήρης εὐθὺς ἐπὶ τούτῳ παρασκευάζεται· καὶ τῆς Ἐκκλησίας οἱ προύχοντες ἀνιόντες μετὰ βραχὺ τὸν μέγαν κατάγουσιν ἱερέα. Οἱ αὐτοὶ καὶ Λημνίοις ὁμοῦ θρήνων καὶ ὀδυρμῶν ἀφορμὴ γεγονότες τῇ τούτου στερήσει, καὶ χαρᾶς ἀφάτου καὶ παιάνων τινῶν καὶ κρότων, μηδὲ ῥηθῆναι ῥᾳδίων, τοῖς ἰδίοις πολίταις τῇ λαμπρᾷ τούτου ἐπιδημίᾳ· τίς γὰρ ἂν ὑπογράψῃ κατὰ μέρος τῷ λόγῳ τὴν πάνδημον ἑορτὴν καὶ τὴν εὐφροσύνην ἐκείνην; τίνα γενέθλια καὶ κουρόσυνα καὶ κατοικέσια καὶ ἐτήσια καὶ ὅσα πανηγυρίζουσιν ἄνθρωποι, τῇ πανηγύρει παραβληθεῖεν ἂν τοῦ μεγάλου ἐκείνῃ; μᾶλλον δ᾽ ἐκείνων μὲν οὐδὲ μνημονευτέον πρὸς ταῦτα, πάλαι γεγηρακότων τε καὶ ἀπεσβηκότων. Ἡμεῖς δὲ τίσι βασιλικοῖς ἐπινικίοις καὶ θριάμβοις καὶ πομπαῖς εἰσοδίοις ταυτὶ παραθέντες τὸ ἴσον εὑρήσομεν; οὐδ᾽ ἔστιν, οἶμαι, τῶν πάντων· μόλις γὰρ ἄν φησιν αὖθις ὁ τούτου γε φίλος καὶ ὁμώνυμος, καὶ Ἀθανάσιον οὕτως εἰσαχθῆναι τὸν μέγαν, οὗ δηλαδὴ ζηλωτὴς καὶ ὁ μέγας οὗτος ἔν τε τοῖς διωγμοῖς καὶ τοῖς παλαίσμασιν ὡσαύτως, καὶ δὴ καὶ ταῖς ἀναῤῥήσεσι. Μόνοις ἄρα δεῖ παραβάλλειν τοῖς Χριστοῦ μυστηρίοις καὶ ταῖς ἐπ᾽ ἐκείνοις τελεταῖς τε καὶ πανηγύρεσι τὴν μεγάλην τῆς ἡμέρας ἐκείνης τελετὴν καὶ πανήγυριν, καὶ μάλιστα τῇ κορυφαίᾳ καὶ προλαμπούσῃ τῶν ἄλλων, ἢ δὴ, κατὰ τὸ εἰρημένον ἐκεῖνο, καὶ ἑορτῶν ἡμῖν ἐστιν ἑορτὴ καὶ πανήγυρις πανηγύρεων· καὶ δῆλον ἐκεῖθεν. Τοῦ γὰρ μεγάλου τὴν πόλιν εἰσιόντος Ἀρχιερέως ὡς ἔθος, καὶ τὸν καινὸν ποδήρη καὶ τὴν ἱερὰν ἐνδεδυκότος στολὴν, ἐπεὶ καὶ πομπεύειν διὰ μέσης τῆς πόλεως ἔδει μεθ᾽ ἱερῶν ὕμνων καὶ ψαλμῳδίας, πάντων οἱ μελῳδοὶ καθάπερ ἀπὸ συμφώνου πάντες ἀφέμενοι, τὰ τῆς μεγάλης ἐκείνης ἡμέρας καὶ τῆς Χριστοῦ ἀναστάσεως σὺν μεγίσταις βοαῖς τισι καὶ ἀλαλαγμοῖς ᾄδοντες ἦσαν, καί τοι γε καὶ πόῤῥω τοῦ καιροῦ καὶ τῆς ἡμέρας ὄντες ἐκείνης, Χριστὸν ἄλλον ἀντικρυς δοκοῦντες ὁρᾷν τὸν τοῦ Χριστοῦ μαθητήν τε καὶ μιμητὴν, ὡς ἐξ ᾅδου καὶ μνήματος τῶν διωγμῶν καὶ τῆς ὑπερορίας ἐπανιόντα, καὶ ἀναστάσεως λαμπρᾶς ἄγοντες τὴν ἡμέραν ἐκείνην· καὶ πρὸς μὲν ἀλλήλους, «Καθαρθῶμεν λέγοντες τὰς αἰσθήσεις, καὶ ὀψόμεθα τῷ ἀπροσίτῳ φωτί τῆς ἀναστάσεως Χριστὸν ἐξαστράπτοντα», καὶ· Δεῦτε πόμα πίωμεν καινὸν, καὶ πηγὴν ἀφθαρσίας Χριστὸν ἐκ τάφου ὀμβρήσαντα· πρὸς δὲ τὴν καινὴν Ἐκκλησίαν ὁμοῦ πᾶσαν αὖθις σύν γε τῷ σοφῷ μελῳδῷ μετὰ Ἡσαίου τοῦ θείου· Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Καὶ τὸ καινὸν ἔν γε τοῖς τοιούτοις, ὅτι μηδ᾽ ὁ ταῦτα προτρεψάμενος, μηδ᾽ ὁ τῆς μελῳδίας ταυτησὶ πρῶτος ἄρξας ἐκείνης, καί τοι γε καὶ ζητηθεὶς ὕστερον οὐδόλως εὑρέθη· ὡς δῆλον καὶ τότε καὶ μετ᾽ ἐκεῖνο τοῖς ἐχέφροσι γεγενῆσθαι, τῆς ἀνωθεν ἐπιπνοίας καὶ τῆς χάριτος εἶναι κἀκεῖνο, καὶ διανοίας ἅμα καὶ γλώττας πάντων ἀθρόον ὁμοῦ κεκινηκυίας ἀοράτως πρὸς ταῦτα· εἶεν.
Ἃ δὲ αὐτῷ μετ᾽ ἐκείνην τὴν λαμπρὰν εἴσοδον εἴς τε τὴν Ἐκκλησίαν ὁμοῦ καὶ τὴν πόλιν ἐνήργηται, τρίτη μετ᾽ ἐκείνην ἦν τὴν ἡμέραν, καὶ πάνδημον πομπήν τε καὶ πρόοδον μεθ᾽ ἱερῶν εἰκόνων καὶ ψαλμῳδιῶν καὶ εὐχῶν, ὡς ἔθος, κηρύττει πάσῃ τῇ πόλει· ἣ δ᾽ αὐτίκα παρῆν, γένος ὁμοῦ καὶ ἡλικία καὶ τύχη πᾶσα, καὶ θέας ἐκείνου καὶ ὁμιλίας καὶ τῶν πρὸς Θεὸν ὑπὲρ αὐτῆς εὐχῶν, πῶς ἂν εἴποις ἐφιεμένη· διέρχεται τὸ πλεῖστον αὐτῆς μέρος, εὐχόμενος, εὐλογῶν, ὑπὲρ τῶν παρελθόντων εὐχαριστῶν, ὑπὲρ τῶν μελλόντων δεόμενος· τέλος καὶ διδασκαλικὸν ἀποτείνας πρὸς πάντας κοινῇ λόγον, καὶ περὶ ὁμονοίας καὶ εἰρήνης συμβουλεύσας τὰ πλεῖστα, οὕτω πάντας ἀνηρτήσατο τῶν ἑαυτοῦ λόγων, καὶ τὰς ψυχὰς πρὸς ἑαυτόν τε καὶ τὸν Θεὸν καθ᾽ ὑπερβολὴν ἐκ πρώτης εὐθὺς ἔτρωσεν, ὡς μηδὲ λέγειν ἐξεῖναι. Καὶ τί δεῖ λέγειν περὶ τῶν ἄλλων; ὅπου γε καὶ τοὺς ὑβριστὰς ἑαυτοῦ καὶ πολεμιωτάτους καὶ στασιαστὰς πρότερον, φίλους ἐκ τῆς ὁμιλίας εὐθὺς ἐκείνης εἰργάσατο; μᾶλλον δ᾽ οὐ φίλους μόνον, ἀλλὰ καὶ δούλους προκαλινδουμένους ἐκεῖ τῶν αὐτοῦ ποδῶν καὶ καταφιλοῦντας, ἐξαγορεύοντάς τε τὴν κατ᾽ αὐτοῦ προπέτειαν καὶ τὴν ὕβριν, καὶ οἶς ἐχρήσαντο πρότερον, ὥσπερ ἀναισθητοῦντες, καὶ συγγνώμην παρὰ τῆς ἱερᾶς ἐκείνης ψυχῆς καὶ τῆς γλώττης μετὰ συχνῶν τῶν δακρύων ἐπιζητοῦντας. Ὁ δ᾽ οὐ μόνον ταῦτα πλουσίως ἐκείνοις ἐδίδου, ἀλλὰ καὶ προσετίθει τὰ μείζω, καὶ τοῖς φίλοις ἐνέγραφε καὶ οἰκείοις, καὶ λόγοις καὶ πράγμασιν εὐεργετῶν ἐκείνους οὐκ ἐνέλιπε διὰ τέλους.
Ἐπεὶ δὲ καὶ ἱερουργεῖν ἔδει τὰ μείζω καὶ ὑψηλότερα καὶ μυστικῇ θυσίᾳ τὸν ἑαυτοῦ λαὸν καθαγνίζειν, εἶχε μὲν αὐτὸν ὁ θεῖος νεὼς σὺν τοῖς λειτουργοῖς τε καὶ ὑπηρέταις, ὡς ἔθος, ἄρτι πρώτως σὺν αὐτοῖς ἐπιτελοῦντα τὰ μυστικά· ἐδόξαζε δὲ καὶ ὁ Θεὸς ἄνωθεν αὐτὸν αὖθις, θαυματουργῶν δι᾽ αὐτοῦ τὰ παράδοξα· ἐδόξαζε δὲ οὕτως. Παιδίον ἦν ἄῤῥεν τῷ προῤῥηθέντι πρεσβυτέρῳ τε καὶ ὀρφανοτρόφῳ· τούτῳ νόσος, ἢ καὶ δαιμονική τις ἐνέργεια λέγειν οὐκ ἔχω, σεληναίαν πως ταύτην φασὶν, οὐχ ὥσπερ καὶ τοῖς ἄλλοις κατὰ κύκλον σελήνης, ἀλλὰ κατὰ κύκλον ἡλίου μᾶλλον ἀθρόα τις ἐπεπήδα, καὶ τὰ χείριστα διετίθει. Ὡς οὖν ἱερουργεῖν καιρὸς ἦν ἤδη τὸν μέγαν, ὃ δὴ καὶ εἰπὼν ἔφθην, τῶν δὲ μελλόντων συλλειτουργεῖν πρεσβυτέρων εἶς καὶ ὁ τοῦ παιδὸς ἦν πατὴρ, πρόσεισι μετὰ μεγάλης τῆς πίστεως τῷ μεγάλῳ, τῆς ζωοποιοῦ θυσίας ἀξιῶν αὐτὸν δι᾽ αὐτοῦ μεταδοῦναι τῷ νοσοῦντι παιδί· τοῦ δὲ κατανενευκότος, τῆς ὥρας ἤδη καλούσης, ἄγει τὸν παῖδα, φέρων ὁ πατὴρ ἐν χεροῖν· μεταδίδωσιν αὐτῷ τῆς ἀναιμάκτου θυσίας ὁ τοῦ Θεοῦ Ἀρχιερεὺς κατὰ τὴν ἐπαγγελίαν, καὶ ἡ ἐτήσιος ἐκείνη νόσος σύν γε τῷ ἀφανῶς ἐνεργοῦντι παρευθὺ δραπετεύει, καὶ ὁ παῖς ἐλεύθερος ἤδη χρόνον συχνὸν ἐξ ἐκείνου Θεὸν ἀνυμνῶν, καὶ τὸν ἐκείνου θεράποντα δι᾽ ἑαυτοῦ πᾶσιν ἀνακηρύττων.
Ὁλίγαι διῆλθον ἡμέραι, καὶ πάντας ὁμοῦ τοὺς ἱερᾶσθαι λαχόντας ὁ Ἀρχιερεὺς εἰς ὁμιλίαν μετακαλεῖται· ἐπειδὴ καὶ γὰρ τὴν Ἐκκλησίαν οἰκοδομεῖν αὐτῷ σκοπὸς ἄνωθεν ἦν, τοὺς τῆς Ἐκκλησίας μετὰ τὸν πρῶτον καὶ μόνον θεμέλιον θεμελίους καὶ στύλους, ἢ δομήτορας καὶ συνεργοὺς, αὐτοῦ φημι τοῦ πρώτου μετὰ Χριστὸν δομήτορος καὶ τεχνίτου, δεῖν ἔγνω τῇ ἀρχιτεκτονίᾳ τοῦ Πνεύματος πρὸ τῶν ἄλλων καὶ οἰκοδομεῖν καὶ διδάσκειν ἐκεῖνα καὶ παιδεύειν καὶ καταρτίζειν, ὡς ἂν καὶ κατὰ λόγον αὐτῷ τὰ τῆς μελλούσης οἰκοδομίας προβαίνῃ, καὶ μὴ δόξῃ πως εἰς κενὸν τρέχειν. Συναγαγὼν τοιγαροῦν ᾗ περ ἔφην πάντας ἀθρόους τοὺς περὶ τῆς μεγάλης ἱερωσύνης θαυμαστῶς ἄγαν αὐτοῖς ἐκτίθεται λόγους· ὅσον τε τὸ ταύτης ὕψος δεικνὺς, καὶ οἵων ὑπηρέτις αὕτη φρικτῶν τε καὶ ἀποῤῥήτων μυστηρίων, οὐκ ἀνθρώποις φημὶ μόνον, ἀλλὰ καὶ αὐταῖς ταῖς ὑπερουρανίοις τε καὶ ἀσωμάτοις οὐσίαις, καὶ τί τὸ μέτρον τῆς ἀνθρωπίνης ἐσχατιᾶς, καὶ ὡς οὐδεὶς κατὰ τὸ εἰρημένον ἄξιος τῆς ὑπηρεσίας ἐκείνης· καὶ ὡς ἐπειδὴ γενόμενος ἄνθρωπος διὰ φιλανθρωπίας ὑπερβολὴν ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς καὶ Ἀρχιερεὺς ἡμῶν καὶ θυσία καὶ θύτης ὑπερφυῶς κεχρημάτικε, καὶ τοῖς ὁμογενέσιν ἡμῖν λόγοις ὑπερφυοῦς ἀγαθότητος τὴν φρικτὴν ταύτην καὶ ἀναίμακτον ἱερουργίαν παρέδωκε, πᾶσαν εἶναι ἀνάγκην τοὺς τῆς τάξεως ταύτης ἠξιωμένους κατ᾽ ἴχνος τοῦ κεχειροτονηκότος σπεύδειν αἰεὶ βαίνειν καθόσον οἶόν τε, εἴπερ μὴ μέλλοιμεν ἔξω τοῦ σκοποῦ παντάπασι βάλλειν, ἐπ᾽ ἄλλον θεμέλιον ἀφρόνως οἰκοδομοῦντες, ὃν οὐδὲ δύναταί τις τῶν ἀληθῶς καὶ γνησίως οἰκοδομούντων τὰ τοιαῦτα καταβαλέσθαι, καθά πού φησιν ὁ μακάριος Παῦλος· «Θεμέλιον λέγων ἄλλον παρὰ τὸν κείμενον οὐδεὶς δύναται θεῖναι, ὅς ἐστιν Ἰησοῦς Χριστός» 16. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ οὐδ᾽ ἂν εἶς ποτε τῶν ὀρθὰ φρονεῖν τε καὶ λέγειν ἡρημένων ἄλλως γε εἴποι, τὸ καὶ τὴν ἐναντίαν ἰέναι, καὶ ἀνιέρως καὶ πόῤῥω που τῆς καινῆς πολιτείας καὶ τῆς ἐντολῆς βαδίζειν ἐθέλειν, καὶ ἀντὶ λύχνου καὶ φωτὸς, κατὰ τὸν Χριστοῦ λόγον, πρόσκομμα καὶ σκότος καὶ βόθρον τοῖς ἀδελφοῖς χρηματίζειν, ποῦ θήσομεν; Ταῦτα καὶ τὰ τοιαῦτα δημηγορῶν καὶ διαλεγόμενος ὁ σοφὸς, πλείστους μὲν καὶ τῷ τῶν λόγων ἔπειθεν ἀναγκαίῳ, τὴν ἀλήθειαν ὁμοῦ καὶ τὴν ἐντολὴν αἰδουμένους· τῇ δὲ πράξει καὶ τῷ καθ᾽ ἑαυτὸν ὑποδείγματι πάντας σχεδὸν εἰς προκοπὴν καὶ βελτίωσιν ἦγε, πᾶσαν ἱερὰν τελετὴν καὶ μυσταγωγίαν αὐτὸς ὡς ὑπεράνθρωπός τις, ἢ καινὸς ἄντικρυς ἄνθρωπος, ὑπερφυῶς ἐκτελῶν, καὶ ἤθει καὶ λόγῳ καὶ πράγματι καὶ παντὶ τῷ διακειμένῳ πάντας ὁμοῦ καταπλήττων.
Τὴν δὲ περὶ τὸ λέγειν καὶ δημηγορεῖν καὶ διδάσκειν ἐπ᾽ Ἐκκλησίας ἀκάματον ἐκείνου σπουδήν τε καὶ προθυμίαν, καὶ ταῦτ᾽ ἐν πραγμάτων δυσχερείαις καὶ ἀντιθέσεσι τῶν τε κοινῶν ὁμοῦ καὶ ἰδίων· τὰς δὲ κοινῇ καὶ ἰδίᾳ, νῦν μὲν πρὸς πολλοὺς, νῦν δὲ πρὸς ὀλίγους, ἔστι δ᾽ ὅτε καὶ πρὸς τοὺς καθ᾽ ἕνα διαλέξεις καὶ ὁμιλίας· τὸ δὲ κάλλος τοῦ λόγου· τὸ δὲ πολυειδὲς καὶ πυκνὸν καὶ ὑψηλὸν καὶ ὑπερφυὲς τῶν θείων ἐκείνων θεωρημάτων καὶ νοημάτων, θαυμάζειν μὲν ἔχουσι πάντες, φράζειν δ᾽ οὐδένες οἶμαι τῶν πάντων. Καὶ τί χρὴ λέγειν, ὦ θεία καὶ ἱερὰ κεφαλή! ὅπου γε καὶ πᾶς ὁστισοῦν ἐκ τοῦ σοῦ προϊὼν στόματος λόγος καὶ ὁμιλία καὶ διάλεξις πᾶσα παιδαγωγία ψυχῆς ἄντικρυς ἦν, καὶ διόρθωσις ἤθους, καὶ ἁμαρτίας ἀνατροπὴ, καὶ διδασκάλιον ἀρετῆς, καὶ φιλοσοφία παντὸς ἀγαθοῦ· τὴν μὲν ἔξω προθεραπεύουσα καὶ προχειρουμένη ταύτην αἴσθησιν τῷ καθ᾽ ὑπερβολὴν ἡδεῖ καὶ καινῷ τοῦ λόγου, εἴσω δ᾽ εἰς τὰς τῆς ψυχῆς ἀκοὰς ἠρέμα χεομένη τε καὶ εἰσδύνουσα τὸν ἐλαίου καὶ μέλιτός φασι τρόπον, καὶ ταύτην ὑπὲρ πάσας χειρουμένη σειρῆνας, κἀκεῖ προσφυομένη γε οἰκείως ἑκάστῃ, καὶ ῥυθμίζουσα καὶ μεταπλάττουσα λανθανόντως, κἀκεῖνα θαυμαστῶς δρῶσα, ὅσα φωνὴ μὲν ἀνθρωπεία καὶ ἐπιστήμη τὸ παράπαν οὐκ οἶδε, δρᾷ δ᾽ ὑπερφυῶς μόνος ὁ κοινὸς δημιουργός τε καὶ πλάστης, ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν, ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου διὰ τῶν ἔνοικον ἐν ἑαυτοῖς κτησαμένων ἐκεῖνον, καὶ μόνην ἑαυτοὺς ἀξιωθέντων ἐργάσασθαι τῆς ἐκείνου θεουργοῦ κατοικίας τε καὶ ἑνώσεως· οἳ καὶ κατὰ τὸν τοῦ Χριστοῦ λόγον ἐοίκασι γραμματεῖ μαθητευθέντι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· «Ὅς τις, φησὶν, ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά» 17, τὰ τῆς Παλαιᾶς δηλαδὴ καὶ τῆς Καινῆς ἑρμηνεύων καὶ συνάγων εἰς ἓν, ἢ τὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτίθεσθαι πείθοντα καὶ κτίζεσθαι τὸν καινόν· εἰ δὲ βούλει καὶ τὰ τὴν παλαιὰν εἰκαιομυθίαν καὶ τὴν πολύθεον καὶ γεγηρακυῖαν ἐκβάλλοντα πλάνην, καὶ τὰς ἰδέας καὶ τὰ πεπρωμένα, καὶ τὴν μωρὰν τῶν Ἑλλήνων καταργοῦντα σοφίαν, τῷ συντετελεσμένῳ καὶ συντετμημένῳ λόγῳ τῆς ἀληθείας καὶ τῇ καινῇ σοφίᾳ τοῦ Πνεύματος, δι᾽ ἧς ἁλιεῖς ἐσοφίσθησαν, καὶ εἰς ἣν ἐξουδενωμένοι προετιμήθησαν· ἃ δὴ καὶ οἱ τοῦ μεγάλου τούτου πάνθ᾽ ὁμοῦ συνελόντες εἰργάσαντο λόγοι, καὶ γράφοντος καὶ δημηγοροῦντος κοινῇ καὶ ἰδίᾳ, καθάπερ εἴρηται, συμβουλεύοντος. Ἀλλὰ τούτων οὕτως ἐχόντων, καὶ οὕτω καὶ λόγοις καὶ πράγμασι καὶ πάσῃ σπουδῇ τὴν Ἐκκλησίαν καταρτίζοντος τοῦ μεγάλου, καὶ νῦν μὲν πρόῤῥιζον ἀνασπῶντος τὴν χρονίαν κακίαν, καὶ τὸν τῶν παθῶν ἐκβάλλοντος συρφετὸν, νῦν δὲ τὰς πάλαι χερσωθείσας καλλιεργοῦντος καρδίας, καὶ τὸν τοῦ λόγου σπόρον νύκτωρ τε καὶ μεθ᾽ ἡμέραν εἰς τὴν εὔγειον καταβάλλοντος. Ἐπεὶ τὴν καθόλου καὶ αὖθις Ἐκκλησίαν οἱ τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου νοσοῦντες, θορυβοῦντες οὐκ ἐπαύοντο καὶ ταράττοντες· καί τοι γε τῶν τῆς αἱρέσεως ἀρχηγῶν ἐκείνων ἐκποδὼν πάλαι γεγενημένων· σύνοδον ὁ βασιλεὺς σύν γε τῷ Πατριάρχῃ βουλεύονται καὶ πάλιν ἐν ταύτῃ δὴ τῇ τῶν πόλεων βασιλευούσῃ συγκροτηθῆναι, καὶ τὰ παρ᾽ ἐκείνων λεγόμενα καὶ αὖθις ἐξετάσει δοθῆναι· ἐπειδὴ κἀκεῖνοι τοῦτ᾽ αὐτὸ καθ᾽ ἑκάστην ἦσαν ζητοῦντες, οὐχ ἵνα τἀληθῆ μάθωσιν· ἦ γὰρ ἂν καὶ καλῶς ἐγνώκεισαν ταυτὶ πάλαι πολλάκις ἀναφανέντα· ἀλλ᾽ ἵνα δοκῶσι μόνον ἔχειν τι λέγειν κατὰ τῆς ἀληθείας, καὶ θορυβῶσι καὶ ταράττωσι τοὺς πολλοὺς, ὅπερ δὴ καὶ πᾶσι τοῖς κακοδόξοις ἄνωθεν ἔθος. Ἐπειδὴ ταῦθ᾽ οὕτως ἐδόκει, καὶ ἡ σύνοδος ἔμελλε συγκροτεῖσθαι, πρὸ τῶν ἄλλων εὐθὺς ὁ καὶ πρὸ τῶν ἄλλων ἀκριβὴς τεχνίτης καὶ πρόμαχος ἐπιζητεῖται τοῦ λόγου· ἐπεὶ καὶ πρὸς αὐτὸν, ὡς πρὸς γενναῖον ὁπλίτην τε στρατηγὸν, τὸ πᾶν ἢ τὸ πλέον ἔβλεπε τοῦ ἀγῶνος τοῖς ἀντιθέτοις, εἰ καὶ ἡμῖν οὐδὲν ἦττον ἐπετίθεντο κοινῇ πολεμοῦντες, καὶ τιμῶντες ὥσπερ τῇ κοινωνίᾳ τῆς ὕβρεως. Ἄνεισι τοιγαροῦν ὁ τρισαριστεὺς ἐκ Θεσσαλονίκης καὶ πάλιν, ἵνα μὴ καὶ τετράκις καὶ πολλάκις αὐτὸ τοῦτ᾽ εἴπω, γράμμασι βασιλέως ἅμα καὶ Πατριάρχου μετὰ πλείστης ὅσης τῆς ἀξιώσεως ἐπὶ τὸν ἀγῶνα μετακληθείς· ἡ σύνοδος συγκροτεῖται μεγάλη τις καὶ θαυμαστὴ, καὶ τὰς πρὸ αὐτῆς ὑπερβάλλουσα· οὐ συστήματα μόνον Ἀρχιερέων πολλῶν τε καὶ μεγάλων καὶ ταὺτὰ πνεόντων ἀλλήλοις, ὑπὲρ τοῦ Πνεύματος καὶ τῆς ὀρθῆς δόξης ὁμοῦ καὶ τῆς Ἐκκλησίας, εἰ δεήσει, καὶ μέχρις αἵματος γενναίως προπολεμούντων· τῶν τε καθ᾽ αἷμα προσηκόντων τοῖς βασιλεῦσι καὶ τῶν ἐν ἀξιώμασι σὺν πάσῃ δηλαδὴ τῇ συγκλήτῳ· ἀλλὰ καὶ σοφῶν τε καὶ λογίων ἀνδρῶν ἑτέρῳ συλλόγῳ ἔκ τε τῶν ἐν τέλει, φημὶ, καὶ τῶν τῆς Ἐκκλησίας λογάδων, καὶ δὴ καὶ μοναστῶν καὶ ἀναχωρητῶν, καὶ τῶν κοινῇ καὶ καθ᾽ ἑαυτοὺς τὰ θεῖα φιλοσοφούντων· ἐῷ γὰρ λέγειν τὸ κοινὸν τῶν εὐσεβῶν πλῆθος ἐπ᾽ ἀκροάσει τῶν τῆς πίστεως λόγων ἀθρόον συνειλεγμένων, ὡς καὶ τὸν ὑποδεξάμενον τὴν σύνοδον ταύτην βασιλικὸν οἶκον, καί τοι γε καὶ μέγαν οὕτω καὶ θαυμαστὸν ὄντα, τῷ πλήθει τῶν συνειλεγμένων τάτ᾽ ἔνδον τάτ᾽ ἔξω στενοχωρεῖσθαι. Τοῦ γοῦν βασιλέως σύν γε τῷ Πατριάρχῃ προκαθεσθέντος, ὡς ἔθος, καὶ ἡμῶν μετ᾽ ἐκείνους καὶ σὺν ἐκείνοις, ἑκάστων δηλαδὴ κατὰ τὴν οἰκείαν ἀξίαν τε καὶ τὴν τάξιν, εἰσάγονται καὶ οἱ τὰ τῶν ἀντιθέτων φρονοῦντες, βραχεῖα τις καὶ μεμισημένη μερὶς, οὐ μερὶς τοῦ Ἰακὼβ, οὐδὲ λαὸς Κυρίου καὶ σχοίνισμα κληρονομίας αὐτοῦ· Χαναναῖοί τινες καὶ Χετταῖοι, καὶ οὐδὲ τὴν τῶν Γαβαωνιτῶν ἐκείνων ἐπέχειν ἄξιοι τάξιν, οὓς εἰς ὑδροφόρους καὶ ξυλοκόπους ὁ τοῦ Ναυῆ Ἰησοῦς ἀπέταξε τῷ λαῷ τοῦ Θεοῦ πάλαι, δόλῳ καὶ ὑποκρίσει καλῇ σφᾶς αὐτοὺς προαρπάσαντας τῆς τῶν ὁμόρων διαφθορᾶς καὶ πανωλεθρίας. Ὅθεν καί τις τῶν λόγῳ καὶ καθέδρᾳ προὐχόντων ἱερέων ἐνιδὼν εἰσιοῦσιν ἐκείνοις τότε, κἀκ τῆς ὄψεως εἶπεν αὐτῆς δήλους αὐτοὺς εἶναι τῆς μερίδος καὶ τοῦ κόμματος πεφυκότας ἐκείνων, οὓς αἱ ὑπὲρ ἡμᾶς εἰκόνες αὗται φέρουσιν ἀναγράπτους· τὰ τῶν αἱρετικῶν πονηρὰ συνέδρια λέγων, ὑπὸ τῶν ἱερῶν κατῃσχυμμένα τῶν πατέρων πάλαι συνόδων, ὧν δή που καὶ τὰς εἰκόνας ὁ ἱερὸς ἐκεῖνος καὶ βασιλικὸς ἔφερεν οἶκος.
Τὰ μὲν οὖν κατὰ μέρος κἀνταῦθα τῷ τε βασιλεῖ καὶ τῇ συνόδῳ λαληθέντα τε καὶ πραχθέντα παρ᾽ ὅλας ἡμέρας ἐφεξῆς οἶμαι πέντε, τοῖς εἰδόσι λέγειν τε καὶ γράφειν παραχωρήσω, καὶ πρό γε πάντων τῷ θείῳ τῆς πίστεως ὅρῳ, ὃν ἡ ἱερὰ σύνοδος ἅμα βασιλεῖ τε καὶ Πατριάρχῃ καλῶς ἐκθεμένη, καὶ γνώμῃ καὶ χειρὶ καὶ γράμμασι μετὰ τοῦ λαλοῦντος ἐν αὐτῇ Πνεύματος τὸ κράτος αὐτῷ δεδωκυῖα, στήλην ὀρθοδοξίας καὶ τρόπαιον εὐσεβείας καὶ πύργον θεολογίας ἀκράδαντον, τῇ τῶν εὐσεβῶν καταλέλοιπεν Ἐκκλησίᾳ, Γραφικαῖς ἀποδείξεσι καὶ Πατέρων ἱερῶν καὶ συνόδων θεολογίαις καὶ λόγοις ἀκριβῶς πάντοθεν κατησφαλισμένον, εἰ καὶ τὰ τῆς πλάνης ἐγκαταλείμματα, καθαπερεί τινος δράκοντος τεθνηκότος οὐραῖον ὑποσπαῖρον ἔτι, βάλλειν ἐπιχειρεῖ κατ᾽ ἐκείνου, ταῖς παρ᾽ ἐκείνου πληγαῖς ἀλγοῦν καθ᾽ ὑπερβολὴν καὶ τῇ τοῦ ἰδίου νεκρώσει σώματος.
Γρηγόριος γεμὴν ὁ σοφὸς, ἐπεὶ καὶ τὸ πᾶν ὡς εἰπεῖν τοῦ ἀγῶνος πρὸς αὐτὸν ἔβλεπε, καὶ οἱ κοινῇ πολεμοῦντες τῇ Ἐκκλησίᾳ, ὡς κατὰ σκοποῦ καὶ αὖθις αὐτοῦ βάλλοντες ἦσαν, ἀναιρεῖται καὶ αὐτὸς προθύμως μάλα τὴν μάχην, καὶ εἰς ἑαυτὸν ὁμοῦ πάντα τὸν πόλεμον δέχεται· τοῦτο καὶ βασιλέως ἅμα καὶ τῆς συνόδου προτρεψαμένων· τὰ δὲ ἑξῆς λεγέτωσαν οἱ τότε παρόντες, καὶ ὄψει καὶ ἀκοῇ τὰ πραχθέντα καὶ λαληθέντα παραλαβόντες. Ὅπως μὲν εἰς φυγὴν ἔτρεψε καὶ ἅπαξ καὶ δὶς τοὺς θεομάχους ἐκείνους, μηδὲ τὴν προσβολὴν τοῦ ἐν τοῖς λόγοις αὐτοῦ θείου φωτὸς ἐνεγκόντας, ὡς μηδὲ κατασχεῖν αὐτοὺς τόν τε βασιλέα καὶ πᾶσαν ὁμοῦ τὴν σύνοδον δεδυνῆσθαι, τὴν μὲν ὑποστροφὴν ἐπαγγειλαμένους ἐς νέωτα δῆθεν, μήπω δ᾽ εἰσέτι καὶ νῦν τῆς ὑποστροφῆς γενομένους· ὅπως δ᾽ ἀνεκήρυξεν ἐν Ἐκκλησίᾳ μεγάλῃ καὶ λόγοις καὶ γράμμασι καὶ δημηγορίαις ὑπερφυέσι τὸν ὑγιᾶ τῆς πίστεως λόγον, ἑαυτὸν μὲν τοῖς τῆς Ἐκκλησίας σοφοῖς θεολόγοις, ἐκείνους δ᾽ αὖθις ἀλλήλοις τε καὶ τοῖς λογίοις τοῖς ἱεροῖς ἀποδείξας ἐν πᾶσι συμφώνους, ὡς μηδὲ τὴν ἔριν αὐτὴν ἀντειπεῖν ἔχειν πρὸς ταῦτα καὶ γρύξαι· τὰς δὲ ψυχὰς ὅπως ἀνεπτέρωσε τότε τῶν δυναμένων ἀκούειν, καὶ τὸν νοῦν ὑπερῆρεν ἀθρόον, καὶ πάντας τῆς σοφῆς ἀνηρτήσατο γλώττης, καὶ τοῖς ἐκείνου χείλεσι καὶ τῷ ῥεύματι τῶν λόγων ὅπως προσεῖχον, μικροῦ καὶ ἑαυτῶν ἔξω γιγνόμενοι, τῇ θείᾳ κατοχῇ καὶ τῷ ἔρωτι καὶ τῇ βακχείᾳ τῇ πρὸς ἐκεῖνα, πῶς ἄν τις ἐξείποι; μόνον ἂν εἴη τῶν πεπειραμένων ἐκείνων τό γε ἀκριβῶς ἔχειν εἰδέναι· τοιαῦτα τὰ τοῦ ἀγῶνος ἦν καὶ τῶν λόγων ἐκείνων, ὡς ἐξ ὀνύχων φασὶν ὑποδεῖξαι. Εἰ δέ τι καὶ Κλήμης ὁ τούτων ἐξηγητής τε καὶ γραφεὺς τῷ τῆς εὐσεβείας κήρυκι συνηγωνίσατο Πέτρῳ, καὶ λέγων ἅμα καὶ γράφων, Πέτρῳ λογιστέον δήπου κἀκεῖνα, τῷ καὶ προελομένῳ καὶ λόγοις καὶ γράμμασι καὶ ψήφοις τὸ τελευταῖον, καὶ κοινωνὸν τῶν κατ᾽ αὐτὸν εἰργασμένῳ· ἐν τούτοις μὲν καὶ τὰ τῆς τελευταίας ἱερᾶς ταύτης συνόδου.
Ἐπεὶ δὲ καὶ πρὸς Θεσσαλονίκην ὑποστρέφειν πρὸς ἀνάγκης αὖθις ἦν τῷ μεγάλῳ, καὶ μὴ τῆς Ἐκκλησίας ἐπὶ πλεῖστον ἀποδημεῖν, ἐπιβαίνει μὲν σὺν τοῖς μετ᾽ αὐτοῦ τοῦ πελάγους· τοσούτου δ᾽ ἐπειράθησαν τοῦ κλύδωνος καὶ τῆς τρικυμίας καὶ τοῦ κατὰ θάλατταν κυκεῶνος· καὶ γὰρ καὶ τῆς ὥρας ἔπλεον ἔξω, καὶ ἀνιόντες ὡσαύτως καὶ κατιόντες· ὡς ὑπερβαλέσθαι μὲν καθ᾽ ὑπερβολὴν τὰ τοῦ κατάπλου κακὰ τὸν ἀνάπλουν, ἀπαγορεῦσαι δ᾽ οὐ τοὺς ἐμπλέοντας μόνον, ἀλλὰ καὶ ναύτας ἅμα καὶ κυβερνήτην, καὶ τὸν περὶ ψυχῆς ὁμοῦ θέειν πάντας, τὰ ἔσχατα προσειπόντας ἀλλήλους, καὶ Θεῷ δι᾽ ἐξομολογήσεως, οἷα πρὸς ταῖς ἐσχάταις ὄντες ἀναπνοαῖς, ἑαυτοὺς ὡς ἔθος παραθεμένους. Ἀλλ᾽ ὁ τοῦ Θεοῦ μέγας Ἀρχιερεὺς οὐκ ἀνακτώμενος ἦν αὐτοὺς μόνον τῶν ἐλπίδων ταῖς χρηστοτέραις, καὶ πρὸς Θεὸν ἐπεστράφθαι πάντας ὁμοῦ δι᾽ εὐχῆς διδάσκων, ἀλλὰ καὶ πρὸ τῶν ἄλλων αὐτὸς τοῦ ἀξιώματος ἑαυτοῦ καὶ τῆς τάξεως ὑπέρ ποτε γενόμενος ὅλος, καὶ μέσον Θεοῦ τε καὶ τῶν συνόντων ἑαυτὸν στήσας, οἷα μεσίτης ἀληθινὸς Θεοῦ καὶ ἀνθρώπων, καὶ ἀλαλήτοις τοῦ νοῦ δεήσεσι καὶ τῇ συνήθει χρησάμενος παῤῥησίᾳ, τήν τε καταιγίδα κοιμίζει, καὶ καταπαύει τὸν κλύδωνα, καὶ τοῦ ναυαγίου πάντας ὁμοῦ διασώζει παρὰ πάσας ἀνθρωπίνας ἐλπίδας. Καὶ τὰ μὲν τοῦ πελάγους αὐτοῖς οὕτω παραδόξως ἠρέμει καὶ ὑπεχώρει τὸ κῦμα, καὶ πρὸς τοὺς ἰδίους καὶ τὴν πόλιν ἡμέρως ἄγαν παρέπεμπεν· ἡ δὲ τῶν πειρασμῶν καταιγὶς οὐμενοῦν οὐκ ἠρέμει· ὡς γὰρ τῷ τῆς πόλεως προσέσχον λιμένι, κἀκείνης ἡδέως πως ἂν εἴποις ἔμελλον ἐπιβαίνειν, ὁ βασιλεὺς τὴν εἴσοδον ἐκείνοις ἀπείργει· τῆς μὲν πρὸς τὸν κηδεστήν τε καὶ βασιλέα διαστάσεως ἤδη μελετωμένης, συνθηκῶν δέ τινων καὶ λόγων οὐκ οἶδ᾽ ὡντινωνοῦν ἂν καὶ φαίειν πρὸς τὸν προῤῥηθέντα τῶν Τριβαλλῶν ἄρχοντα Στέφανον τηνικαῦτα τῷ βασιλεῖ κοινουμένων, δι᾽ ἃ δήπου καὶ τῷ τοῦ Θεοῦ Ἀρχιερεῖ τὴν πάροδον ἀποκλείει, τὰ πιστὰ τῷ Στεφάνῳ κἀντεῦθεν δῆθεν κατασκευάζων, μὴ καὶ δόξῃ πλάττεσθαι τὰς συνθήκας τὰς πρὸς ἐκεῖνον, καὶ ἀπάτην τινὰ συσκευάζειν, ὃ δὴ καὶ πρὸς ἀλήθειαν ἦν, σοφῶς παρακρουσαμένου τοῦ βασιλέως ἐκεῖνον, ὡς ἡ πεῖρα σαφῶς παρέστησεν ὕστερον. Ὁ μὲν οὖν ὑπενόστει καὶ αὖθις, καὶ ἐς Ἄθω τὸν φίλον ὑπ᾽ ἀνάγκης καὶ πάλιν ἀπήει· τῶν δ᾽ ὑπηρετῶν τε καὶ φίλων ἔστιν ὧν ἐπὶ τούτοις δυσχεραινόντων καὶ πρὸς τὸ τῶν πειρασμῶν συνεχὲς ὀκλαζόντων, ἐκεῖνος τοὐναντίον μὲν οὖν ἅπαν ἔλεγε, καὶ ἥδεσθαι καὶ χαίρειν ἐπὶ τούτοις προσῆκε, καὶ μεγίστας ὁμολογεῖν τῷ Θεῷ τὰς χάριτας, ὅτι καὶ ἡμεῖς κατά τι κοινωνεῖν ἠξιώμεθα τοῖς μεγάλοις ἐκείνοις διδασκάλοις καὶ Ἀρχιερεῦσιν αὐτοῦ, οἳ καὶ σωτῆρες καὶ πατέρες καὶ εὐεργέται τῶν ὑπερφυῶν χρηματίζοντες τοῖς τότε κρατοῦσιν, ὡς κακοῦργοί τινες καὶ μιαροὶ καὶ πολεμιώτατοι παρὰ πάντα τὸν τῆς ζωῆς ἠλαύνοντο χρόνον, καὶ θανάτου τιμώντων ἐκείνων τοῖς πλείστοις τὸ τελευταῖον· καὶ ταῦτα λέγων συνῳδὰ τοῖς λόγοις ἐπεδείκνυτο καὶ τὰ πράγματα, μέγας τις καὶ ὑψηλὸς καθ᾽ ὑπερβολὴν τὴν διάνοιαν καὶ τὴν ψυχὴν ἐν τοῖς πειρασμοῖς αὐτὸς ὢν, καὶ μακρῷ τῶν ὁρωμένων ὑπεράνω κεκτημένος τὸ φρόνημα.
Ἀλλ᾽ ὁ σὺν τῷ πειρασμῷ ποιῶν Θεὸς καὶ τὴν ἔκβασιν, κατὰ τὸν μακάριον Παῦλον, τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν, καὶ τοῦτον μετὰ βραχὺ διαλύει τὸν πειρασμόν· μηνῶν γὰρ μεταξὺ παραῤῥυέντων τριῶν, καὶ ἡ θαυμαστὴ καὶ φιλόχριστος βασιλὶς ἐπιστᾶσα φρονήματι γενναίῳ τε καὶ βασιλικῷ, καὶ τὰς τοῦ υἱοῦ καὶ βασιλέως πρὸς τὸν Στέφανον διαῤῥήγνυσι συνθήκας ἐκείνας, μᾶλλον δὲ τὰ τῶν συνθηκῶν ἰνδάλματα καὶ τὰς προσποιήσεις, καὶ τὸν Ἀρχιερέα σύν γε τῷ βασιλεῖ τε καὶ υἱεῖ παρὰ τὴν Ἐκκλησίαν τε καὶ τὴν πόλιν ἀξίως μετακαλοῦνται· ἐπεὶ καὶ βασιλεὺς αὐτὸς οὐδὲν ἦττον εἰ μὴ καὶ μᾶλλον δι᾽ αἰδοῦς ὅτι πλείστης ἦγε τὸν μέγαν, σοφός τε καὶ φιλόχριστος ὢν, καὶ γνώμης καὶ καλοκἀγαθίας καὶ τρόπων χρηστῶν ἀντιποιούμενος, εἴπερ τις τῶν πρὸ αὐτοῦ βεβασιλευκότων, εἰ καὶ τὸ τῶν πραγμάτων τε καὶ τῶν καιρῶν δυσχερὲς καὶ ἀντίξουν ἀπεῖργεν αὐτὸν καὶ πρότερον, ἑαυτῷ καὶ τοῖς τῆς φύσεως προτερήμασι κατὰ γνώμην οἰκείαν κεχρῆσθαι. Ὑποστρέφει τοιγαροῦν ὁ Ἀρχιερεὺς εἰς τὴν Ἐκκλησίαν καὶ αὖθις· αὐτός τε ταύτην ἥδιστα προσορᾷ καὶ ὑπ᾽ ἐκείνης ὡσαύτως ὁρᾶται, τὸ φίλτρον ἀντιδιδόντες ἀλλήλοις, καὶ τὰ παρ᾽ ἀλλήλων καρπούμενοι· ὁ μὲν τὴν ἐκείνης ὑπακοὴν πρὸς τὰ θεῖα, ἡ δὲ τὴν παντοδαπὴν ἐκείνου τῶν λόγων τε καὶ τῶν ἔργων ὠφέλειαν· καὶ δῆλον κἀντεῦθεν.
Φροντιστήριόν ἐστι μοναζουσῶν μέγα καὶ πολυάνθρωπον ἐν Θεσσαλονίκῃ, βασιλικὸν καὶ δι᾽ αὐτὸ τοῦτ᾽, οἶμαι, καλούμενον· ὑπερέχει καὶ γὰρ ἐκεῖ πάντων ὁμοῦ τῶν τοιούτων. Ἐν τούτῳ μοναχή τις τῶν εὐλαβῶν ἦν καὶ κοσμίων, Ἐλεοδώρα τὴν κλῆσιν· αὕτη μοχθηροῦ τινος καὶ νοσώδους χυμοῦ καταῤῥεύσαντος ἄνωθεν, πονηρῶς εἶχε τοῦ εὐωνύμου τῆς κεφαλῆς μέρους, τοῦ δὲ ῥεύματος μάλιστα τῷ ὀφθαλμῷ ἐνοχλοῦντος, κἀκεῖ τὸ τῆς ὀδύνης συνάγοντος πλεῖστον, ἀφόρητον μὲν ἦν καὶ κατ᾽ αὐτὸ τοῦτο τὸ πάθος, καὶ οἷον μηδὲ παραβεβλῆσθαι· προσῆν δ᾽ ὑποψία καὶ τῶν ἔτι μεγίστων, μὴ καὶ τῆς φυσικῆς ἕδρας ὁ ὀφθαλμὸς ἐκκρουσθεὶς δηλαδὴ φθάσῃ τῷ σφοδρῷ τῆς ὀδύνης· ἰατρῶν μὲν οὖν τῶν τε ἡμεδαπῶν καὶ ἐπηλύδων ὁμοίως ἀπηλέγχετο πᾶσα τέχνη τῷ μεγέθει τοῦ πάθους· ἡμερῶν δ᾽ ἐφεξῆς τετταράκοντα διαγενομένων, λήγει τὰ τῆς ὀδύνης ἀθρόα, μηδενὸς ἔξωθεν ἐπιγεγονότος· καὶ ὑμὴν αὐτίκα λεπτὸς ἐπιπεσὼν, ἐπικαλύπτει τὴν κόρην, καὶ ἡ ὁρατικὴ δύναμις κατ᾽ αὐτόν φημι τοῦτον ἐξ ἐκείνου τὴν πάσχουσαν ἀπολείπει, οὐ μᾶλλον ἀλγοῦσαν δι᾽ αὐτὸ τοῦτο, τὸ τὸν ὀφθαλμόν φημι τὸ παράπαν ἀπεσβηκέναι, ὅσον τὸ τῆς ἀναγνώσεως ἀποστερεῖσθαι τοῦ πλείστου. Τοῦ δ᾽ ἐνιαυτοῦ μετὰ τὴν πληγὴν ταύτην ὄντος περὶ τὰ τέλη, καὶ μηνὸς ἤδη Γορπιαίου ἐνισταμένου, ἐτελεῖτο μὲν ἐκεῖ τῇ Θεομήτορι λαμπρῶς ἡ τελετὴ τῶν αὐτῆς Γενεθλίων, παρῆν δὲ καὶ ὁ Διδάσκαλος παννύχιος συνεορτάζων τῇ ποίμνῃ. Τῶν δὲ ἑσπερινῶν αὐτοῖς ὕμνων ἰόντων πρὸς τὸ τέλος, ἅπτεται διδασκαλικοῦ λόγου καὶ ὁμιλίας πρὸς τοὺς παρόντας· πάντων δ᾽ ἐξηρτημένων, ὡς ἔθος, τῆς διδασκαλίας καὶ τῶν ἱερῶν σειρήνων ἐκείνου· ἐπεὶ καὶ ἡ τὸν ὀφθαλμὸν πάσχουσα μοναχὴ σὺν ταῖς ἄλλαις αὐτοῦ που παρισταμένη, τοῦ νέκταρος τῶν λόγων ἐκείνου μετέσχε, θάμβους μὲν καὶ κατανύξεως τὴν ψυχὴν, δακρύων δ᾽ ὑποπλησθεῖσα τοὺς ὀφθαλμοὺς, μεγάλας ἀπεδίδου Θεῷ τὰς εὐχαριστίας, ὅτι τε τὸν τοιοῦτον φιλανθρώπως παρελθεῖν εἰς μέσους ἐκείνους πεποίηκε, καὶ ὅτι καὶ αὐτὴ κατηξίωται τῶν τοιούτων ἐν μετοχῇ γεγονέναι· οὐ μὴν ἀλλὰ καὶ τῶν κατ᾽ αὐτοῦ χρωμένων ἔστιν ὧν Βυζαντίων ἀκολάστως τῇ γλώττῃ, καὶ τὰ τοῦδε διασύρειν ἐπιχειρούντων, ἄνοιαν ἐσχάτην καὶ θράσος καὶ τόλμαν καταγινώσκουσα καὶ δυσσέβειαν, χεῖρας ἱκεσίους σὺν πολλοῖς γε τοῖς δάκρυσι πρὸς Θεὸν ἐκίνει, ὡς ἂν ταῖς εὐχαῖς αὐτοῦ καὶ τῇ πρὸς αὐτὸν παῤῥησίᾳ, καὶ τοῦ συνέχοντος πάθους ἀπαλλαγείη, καὶ τὸν ὀφθαλμὸν ἐνεργὸν ὡς τὸ πρότερον ἀπολάβοι. Οὕτω τῆς νυκτὸς αὐτῇ διαγεγονυίας, καὶ μεθ᾽ οὕτω λαμπρῶν τῶν ἐλπίδων· οὐδὲ γὰρ δισταγμοῦ τι προσῆν, φησὶν, οὐδ᾽ ἀμφιβολίας. Ἐπεὶ καὶ ἡ τῆς ἱερᾶς τελετῆς καὶ τῶν μυστικῶν παρῆν ὥρα, ὧν ὑπηρέτης τε καὶ τελειωτὴς ὁ Ἀρχιερεὺς ἦν, πρόσεισι καὶ αὐτὴ κατὰ τὴν αἱμοῤῥοοῦσαν πάλαι Χριστῷ, λαθοῦσα καθόσον οἶόν τε καὶ τῆς ἱερατικῆς ἡρέμα στολῆς ἁψαμένη τῆς τοῦ μεγάλου, κἀκείνην ἐπιβαλοῦσα τῷ πάσχοντι μέλει, τὴν ἐκεῖθεν ἐξελθοῦσαν ἐπισπᾶται δύναμιν θαυμαστῶς καὶ τὴν θεραπείαν, καὶ ἦν μὲν ἀφανὴς ἔτι τέως, τῆς δὲ νυκτὸς ἐπιούσης, ὑπνοῖ σὺν πολλοῖς τοῖς δάκρυσι καὶ ταῖς ἱκεσίαις, καὶ τῇ μετ᾽ ἐκείνην ἡμέρᾳ, τῶν ὑπερφυῶν σου Δέσποτα καὶ καινῶν ἔργων! τηλαυγῶς ἐξανίσταται καθορῶσα, καθαρόν τε καὶ ὑγιᾶ τὸν ὀφθαλμὸν κεκτημένη καθάπαξ, ὡς μηδὲ δοκεῖν αὐτὸν ἀπεσβηκέναι ποτὲ, καὶ τῆς κατὰ φύσιν ἐνεργείας κἂν πρὸς ὀλίγον ἐπιλελῆσθαι.
Ἐνιαυτὸς ἦν αὐτῷ παριὼν ἐν τούτοις μετὰ τὴν ἐκ Βυζαντίου, φημὶ, κάθοδον, καὶ ταῖς συχναῖς ἀποδημίαις καὶ τοῖς πειρασμοῖς καὶ τοῖς ἀνενδότοις πόνοις τὸ σῶμα κατεργασθεὶς, καὶ σφόδρα ταλαιπωρήσας, νόσῳ περιπίπτει δεινῇ καὶ πολυημέρῳ· καὶ πάντες μὲν ἀπαγορεύουσιν ἅμα τούτῳ τὸ ζῇν, Θεὸς δ᾽ ὑπὲρ πάσας ἐλπίδας καὶ αὖθις τοῦτο χαρίζεται, πρὸς ἀγῶνας καὶ πάλιν ἑτέρους καὶ δρόμους καὶ παλαίσματα παρασκευάζων τὸν ἀθλητήν· καὶ ὅπως, ὁ λόγος δηλοῦν ἕτοιμος. Ἐπειδὴ καὶ γὰρ κρείττων μὲν ἦν ὁ μέγας τοῦ προσδοκηθέντος θανάτου, Θεοῦ θαυματουργοῦντος, ὅπερ ἔφην προδήλως, ὑπενόστει δὲ καὶ τὸ πλεῖστον τῆς νόσου, ἔτι τἀλείψανα περιφέρων ἐκείνης, ἀναγκάζεται, πολλὰ δεηθέντος τοῦ θαυμαστοῦ βασιλέως, καὶ αὖθις εἰς τὴν τῶν πόλεων βασιλεύουσαν ἀνιέναι, τῷ κηδεστῇ τε καὶ βασιλεῖ πρεσβευσόμενος, καὶ σπονδὰς εἰρηνικὰς ἀμφοτέρων μεταξὺ θύσων. Ἀλλ᾽ ὁ τῶν βασιλέων Βασιλεὺς ἄνωθεν καὶ Κύριος τῶν Κυρίων, τὰς μὲν ὡς περιττὰς ἀποδοκιμάζει τό γε νῦν εἶναι, Ἀχαιμενίδαις δὲ τοῖς μακρὰν ἀπῳκισμένοις αὐτοῦ τῷ τῆς πίστεως λόγῳ, καὶ δὴ καὶ τοῖς κατεχομένοις ὑπ᾽ αὐτῶν αἰχμαλώτοις, Εὐαγγελιστήν τε καὶ κήρυκα καὶ μεσίτην καὶ διαλλακτὴν δι᾽ αἰχμαλωσίας αὐτὸν θαυμαστῶς ἀποστέλλει· καὶ ἄπεισιν αἰχμάλωτος εἰς Ἀσίαν, Ἀχαιμενίδαις τοῖς κάκιστ᾽ ἀπολουμένοις, ὥσπερ εἶς τις τῶν πάντων, ὁ τὴν ἄνω πάλαι πλουτήσας ἐλευθερίαν καὶ βασιλείαν, καὶ πλείστους πρὸς ἐκείνην καλῶς ὁδηγήσας τῷ λόγῳ, ἵνα κἀκεῖ ταῦτ᾽ ἐργάσηται, καὶ πλείστους ἀπαλλάξῃ δι᾽ ἑαυτοῦ τῆς νοητῆς αἰχμαλωσίας τε καὶ δουλείας.
Ἀλλὰ καλὸν ἂν εἴη τῆς καλλίστης καὶ ἱερᾶς διακοῦσαι καὶ αὖθις γλώττης αὐτῆς ἐκείνης, τὰ καθ᾽ ἑαυτὴν καὶ τὴν αἰχμαλωσίαν τὴν καινὴν ἐκείνην διεξιούσης. Φησὶ τοιγαροῦν ἐν τῇ πρὸς τὴν ἰδίαν Ἐκκλησίαν ἐπιστολῇ, γράφων οὕτω· «…»
Τοιαῦτα καὶ τὰ κατὰ τὴν αἰχμαλωσίαν παλαίσματά τε καὶ ἀγωνίσματα, καὶ αἱ θαυμασταὶ νίκαι, καὶ τὰ κατὰ τῆς πλάνης τρόπαια Γρηγορίου φημὶ τοῦ μεγάλου! καὶ οὕτω κἀκεῖ στεφανίτης ὁ ἐμὸς παλαιστὴς τῇ ἐνεργείᾳ καὶ δυνάμει τοῦ ἐνοικοῦντος αὐτῷ Πνεύματος ἀνεφάνη, ἑαυτὸν ὡσανεὶ καὶ μιμούμενος πανταχοῦ, καὶ διὰ πάντων ἐν ἅπασι τὸ νικᾶν ἔχων οἱονεὶ συγκεκληρωμένον ἑαυτῷ καὶ ξυμπεφυκός. Καὶ ταῦτα διῆλθον ἐπὶ μακρὸν οὕτω καὶ κατὰ μέρος, οὐχ ἵν᾽ ἐκείνῳ καὶ τοῖς ἐκείνου λόγοις προσθῶ τινα δόξαν, ὡς ἂν ὑπολάβοι τις· ποῖον γὰρ οὐχ ὑψηλὸν τῶν ἐκείνου καὶ θεῖον, ὡς καὶ μεθ᾽ ὑπερβολῆς ἕκαστον τούς τε λέγοντας ἅμα καὶ τοὺς ἀκούοντας ἔχειν ἐκπλήττειν, κἂν τὸ σμικρότατον ὃν τύχῃ, καὶ τῶν ἐκ παρέργου καὶ μὴ κατὰ σπουδὴν ἐκείνῳ ῥηθέντων τε καὶ πραχθέντων; ἀλλ᾽ ἵνα κἀντεῦθεν τὸ τῆς θεολογίας ὑψηλότερόν τε καὶ ἀσφαλέστατον τοῖς ἀγνοοῦσι διαδειχθῇ τοῦ ἀνδρὸς, ὅπως τε τὰ ἐκείνου σύμφωνα πάντα τοῖς Ἀποστολικοῖς τε καὶ Πατρικοῖς δόγμασι διὰ πάντων· καὶ ὅτι μοναρχίας καὶ μιᾶς τρισυποστάτου καὶ παντοδυνάμου θεότητος ἐν ἅπασι καὶ πρὸς πάντας πανταχοῦ κήρυξ ἐκεῖνος, ἀλλ᾽ οὐχὶ πολυαρχίας τε καὶ πολυθείας κατὰ τοὺς πολυθέους ἐκείνους ὄντως καὶ λατρευτὰς τῶν ἰδεῶν τε καὶ τῶν κτισμάτων, καὶ τῆς ἀληθινῆς λατρείας τε καὶ θεότητος ὑβριστὰς, οὓς καὶ φθάσας ὁ λόγος ἤδη δι᾽ ἐκείνου καὶ σὺν ἐκείνῳ πολλάκις ἐξήλεγξεν· ἐπεὶ μηδὲ ἄλλως ἐχρῆν σιγῇ τε καὶ λήθῃ τὰ τοιαῦτα παραδοθῆναι, μυστήριον εὐσεβείας ἄντικρυς ὄντα, καὶ τοῦ καθ᾽ ἡμᾶς ἱεροῦ λόγου τε καὶ τῆς πίστεως μέρος οὐ τὸ σμικρότατον· ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν αὖθις.
Ἐνιαυτὸς ὅλος ἤνυστο τῷ γενναίῳ αἰχμαλωσίᾳ τε καὶ τοῖς τῆς αἰχμαλωσίας δεινοῖς προσταλαιπωροῦντι· καὶ νῦν μὲν τοὺς εὐσεβεῖς πρὸς ὑπομονὴν ὑπαλείφοντι καὶ ἀνδρίαν καὶ τῆς ἄλλης πάσης ἀρετῆς ἄσκησιν, τῇ τε τῶν μελλόντων ἐλπίδι, καὶ μάλιστα τῷ καθ᾽ ἑαυτὸν ὑποδείγματι· νῦν δὲ τοὺς ἀσεβεῖς ἐξελέγχοντι, καὶ τὸ μυστήριον τὸ τῆς πλάνης διὰ πολλῶν μάλα λαμπρῶς θριαμβεύοντι, δι᾽ ἃ δήπου καὶ πληγὰς ὑπομείνας διαφόρους καὶ θλίψεις, καθὰ δὴ καὶ πρὸ βραχέος ἔφθη δείξας ὁ λόγος, μάρτυς ἀναίμακτος καὶ τῆς εὐσεβείας λαμπρὸς ἀθλητὴς ἦν. Τῶν δὲ κοινῶν πραγμάτων ὥσπερ ἐν κύβων στροφαῖς αὖθις μεταπεσόντων Ῥωμαίοις, μεταβολῆς τε προσγενομένης ἅμα τῇ βασιλείᾳ καὶ τῇ κοινῇ Ἐκκλησίᾳ, καὶ τῶν σφόδρα σπουδαζόντων ὑπὲρ τῆς ἐλευθερίας ἐκείνου πόῤῥω γεγονότων τῆς ἀρχῆς ἤδη καὶ τῆς τῶν κοινῶν πρυτανείας, τηνικαῦτα παρὰ πάσας ἐλπίδας λύεται τῆς αἰχμαλωσίας, ὅτε καὶ τὰ τῶν ἐλπίδων αὐτῶν εἰσάπαν ἐῤῥύη, Θεοῦ κεκινηκότος ἐξ ὑπερορίας δυτικῆς Τριβαλλούς τινας ἢ Δαλμάτας, ἄνδρας καλοὺς κἀγαθοὺς, καὶ ὑπὲρ τὸ σφέτερον αὐτῶν γένος, οἳ καὶ πόῤῥωθεν ὄντες, τά τε χρήματα δαψιλῶς κατεβάλοντο τοῖς βαρβάροις, καὶ τὸν ἅγιον ἀνεσώσαντο, ἵν᾽ εἴη καὶ τοῦτο καθαρῶς τῶν περὶ αὐτὸν τοῦ Θεοῦ θαυμάτων, τοῦ πάντα κατὰ τὸ εἰρημένον ποιοῦντός τε καὶ μετασκευάζοντος μόνῳ τῷ βούλεσθαι.
Ἐν δὲ τῇ τῶν πόλεων βασιλίδι γενόμενος αὖθις, τόν τε πρὸς Λατίνους περὶ τῆς τοῦ θείου Πνεύματος ἐκπορεύσεως ἐν βιβλίοις δυσὶ θαυμαστῶς ἐκδίδωσι λόγον, καινόν τινα καὶ ὑπερφυᾶ, καὶ οἷον οὐδέπω πρότερον ὑπὲρ τῶν τοιούτων ἡ καθ᾽ ἡμᾶς ἑώρακεν Ἐκκλησία· μᾶλλον δ᾽, ἵν᾽ εἴπω τ᾽ ἀληθὲς, ἔξω παντὸς προκαλύμματός τε καὶ προσωπείου, οἷον τοὺς πρὸ αὐτοῦ πρὸς Λατίνους ὁμοῦ πάντας παιδιὰν ἀποδεῖξαι καὶ πρόσχημα διαλέξεως. Ταῦτα τε τοίνυν οὕτω θαυμαστῶς καὶ ἀξίως ἐξενεγκὼν ἑαυτοῦ καὶ τοῦ λαλοῦντος ἐν αὐτῷ Πνεύματος, καὶ τῶν ὀπαδῶν Βαρλαάμ τε καὶ Ἀκινδύνου, τοῖς ἔτι περιοῦσι, τὰς ἐσχάτας οἱονεὶ πληγὰς δεδωκὼς, ἐν τε λόγοις καὶ γράμμασι καὶ διαλόγοις αὐτοπροσώποις, καὶ βασιλέως αὐτοῦ καὶ πολλῶν τῶν ἐν τέλει παρόντων, ὡς μηδὲν ἦττον αὐτὸν παρὰ πάντων θαυμασθῆναι κἂν τούτοις, εἰς Θεσσαλονίκην τὴν ἰδίαν ὑποστρέφει καὶ αὖθις, διψῶσαν πως ἂν εἴποις τοῦτόν τε καὶ τὰ τούτου, καὶ σφοδρῶς ἐκκαιομένην τῷ πόθῳ. Ἐπεὶ δὲ καὶ ὑδάτων τῶν ἄνωθεν αἰσθητῶς διψῶσαν οὐδὲν ἦττον αὐτὴν εὗρε, καὶ αὐχμῷ τηκομένην, λύει μὲν αὐτῇ τὰ τῆς αἰσθητῆς ἀνομβρίας εὐθὺς, εὐχαῖς καὶ δεήσεσι τὸν δημιουργὸν δυσωπήσας, ποτίζει δ᾽ ἀφθόνως καὶ τὸν εὐφραίνοντα καρδίαν ζωτικὸν λόγον, τοὺς πλεῖστον ἤδη χρόνον τοῦτον διψῶντας, θεραπεύει δὲ συνήθως καὶ αὖθις σὺν ταῖς ψυχαῖς καὶ τὰ σώματα ῥάους ποιῶν ἀμφοτέρωθεν.
Μοναχός τις καὶ γὰρ τὴν ἀξίαν πρεσβύτερος, τὴν κλῆσιν Πορφύριος, τῷ τοῦ Ὑπομιμνήσκοντος ἐνοικῶν σεμνείῳ, καὶ θύων ἐν τούτῳ τὰ μυστικὰ, οὗτος εὐλαβής τε καὶ συνετὸς ὢν, καὶ τῷ ἁγίῳ συνήθης ἦν, καὶ πυκνὰ πρὸς αὐτὸν ἐφοίτα, καὶ τῶν ποτίμων τῆς γλώττης αὐτοῦ μετεῖχε ῥευμάτων ἡδέως. Τῆς δὲ δεσποτικῆς Μεταμορφώσεώς ποτε τελουμένης αὐτοῖς, ὡς ἔθος, καθ᾽ ἣν ἄρα καὶ τὸν Πορφύριον καὶ διανυκτερεύειν σὺν τοῖς λοιποῖς Μοναχοῖς ἔδει, καὶ ἱερατικῶς ἐξυπηρετεῖσθαι, ἀθρόον ὀδύνη τις αὐτῷ κατὰ τὴν εὐώνυμον πλευρὰν προσβαλοῦσα, καὶ τῆς ἱερᾶς ὑπηρεσίας καὶ τῆς ἀγρυπνίας ὁμοῦ, καὶ τῆς ἐν τῷ ναῷ στάσεως ἐκεῖνον ἀπῆρξε· μᾶλλον δὲ τὴν μὲν ἱερὰν ἀφείλετο τελετὴν καὶ τὴν ἐν τῷ ναῷ προσεδρείαν, τῇ δ᾽ ἀγρυπνίᾳ καὶ προσέθηκε πλεῖστον, ὡς μηδὲ συγχωρεῖν ἐπὶ κλίνης ἀνακεῖσθαι τελείως τῷ σφοδρῷ καὶ ἀκμαίῳ τοῦ πάθους. Ἡ νὺξ ἐκείνη παρήει, καὶ τὰ τῆς ὀδύνης οὐδοτιοῦν ἐνεδίδου· ἐπεὶ δ᾽ ὁ τῶν μυστηρίων καιρὸς προσιὼν, τὸν Ἀρχιερέα τοῦ Θεοῦ πρὸς ἱερουργίαν ἐκάλει, καὶ ὁ Πορφύριος ὡς εἶχεν εὐθὺς τῷ τοῦ σεμνείου παρεπόμενος προεστῶτι, εἰς τοὺς ὑπ᾽ ἐκεῖνον ἐπισκόπους τελοῦντι, καὶ συνιερουργεῖν προσκεκλημένῳ συνήθως, τῆς τε μυστικῆς ἱερουργίας ἐπόπτης γίνεται καὶ ἀκροατὴς, ἑστὼς αὐτοῦ που παρὰ τῷ ἱερῷ θυσιαστηρίῳ, καὶ τῶν μυστικῶν τελεσθέντων, πρόσεισιν εὐθὺς τῷ ἁγίῳ, τήν τε πιέζουσαν ὀδυνηρῶς ἀπαγγέλλων ὀδύνην, καὶ τὴν θεραπείαν ὡς τάχιστα διὰ τῆς αὐτοῦ χειρός τε καὶ τῆς εὐχῆς ἐξαιτῶν. Ὁ δὲ πρῶτα μὲν ἀνεβάλλετο, καὶ τὴν ἀξίωσιν εὐλαβῶς διωθεῖτο, μηδὲ δεδυνῆσθαι διενεργεῖν αὐτὸς τὰ τοιαῦτα λέγων, μηδὲ τοιαύτας τὸν Πορφύριον ἔχειν τὰς ὑπολήψεις περὶ αὐτοῦ ἀξιῶν· ὡς δ᾽ ἐκεῖνος ἐπέκειτο μᾶλλον τὴν ἱερὰν ἐπιζητῶν τῆς χειρὸς ἐκείνου σφραγίδα καὶ τὴν εὐχὴν, τῇ τοῦ πάσχοντος ὁ μέγας εἴξας ἀνάγκῃ, τοὺς μὲν ὀφθαλμοὺς πρὸς Χριστὸν, τὴν δὲ χεῖρα τῇ τοῦ πρεσβυτέρου πλευρᾷ σταυρικῶς ἐπιθεὶς, τὰ τοῦ θείου καὶ ἱεροῦ μέλους ἐκείνου περιπαθῶς ἔλεγε· «Σταυρούμενος, Δέσποτα, τοῖς μὲν ἤλοις τὴν ἀρὰν τὴν καθ᾽ ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευρὰν, Ἀδὰμ τὸ χειρόγραφον διαῤῥήξας, τὸν κόσμον ἠλευθέρωσας»· Εἶτα, καὶ τὸ τοῦ κορυφαίου τῶν Ἀποστόλων ἐκεῖνο πρὸς τὸν παράλυτον ἐπιπὼν, τὸ, «Ἰᾶταί σε Ἰησοῦς ὁ Χριστὸς», τῆς πικρᾶς ὀδύνης ἐκείνης οὐ σχολῇ καὶ κατὰ μικρὸν, ἀλλὰ τελείως εὐθὺς ἀπαλλάττει τὸν πάσχοντα ὡς καὶ πρὸς τὴν οἰκίαν τε καὶ τὸ φροντιστήριον ὅλον ὑγιᾶ τε καὶ ἐῤῥωμένον παραδόξως ἐπανελθεῖν.
Ἡμέραι μετὰ τοῦτο παρῆλθον τινές· ὁ αὐτὸς Πορφύριος ἔλεγε, καὶ νόσος ἐπιγίγνεταί μοι τῷ σώματί τις, ᾗ καὶ προσταλαιπωρήσας ἡμέρας συχνὰς, ὅτε καὶ πρὸς παρακμήν τε καὶ ἀπαλλαγὴν ταύτης ἔβλεπον ἤδη, τότε δὴ καὶ σφοδροτάτης καθ᾽ ὑπερβολὴν ἐκείνης πειρῶμαι· τὸ γὰρ ἐνοχλοῦν ἅπαν τῆς ὕλης, ὥσπερ ἐπίτηδες ἀθρόον κατὰ τοῦ λάρυγγος ῥεῦσαν, ὡσανεί τινα παιδιὰν ἐδείκνυ τὰ πρόσθεν· τόν τε γὰρ φυσικὸν τῆς τροφῆς ἀπέκλεισε πόρον, ὡς μηδὲ ὕδατος γοῦν ἐφ᾽ ὅλαις ἡμέραις ὀκτὼ, μηδὲ βραχύ τι τὸ παράπαν προσέσθαι, καὶ χαλεπὸν τὸν δι᾽ ἀγχόνης ἠπείλει θάνατον. Ἐπεὶ δὲ πᾶσα μὲν ἐκινεῖτο πρὸς θεραπείαν ἐπίνοια, πᾶσα δ᾽ ὡσαύτως ἀργὸς ἦν, πρὸς τὸν συνήθη καὶ αὖθις ἰατρὸν καταφεύγω, Γρηγόριον δηλαδὴ τὸν μέγαν, καὶ τὴν νόσον ἄνωθεν ἐξαγγείλας, καὶ τὸ κατασκῆψαν τῷ λάρυγγι θανατηφόρον κακὸν τελευταῖον προσθεὶς, πείθω πολλὰ δεηθεὶς μετ᾽ εὐχῆς ἱερᾶς ἐπιθεῖναι τὴν χεῖρα τῷ πάσχοντι μέλει, ἣν δὴ καὶ σταυρικῶς ἐπιθεὶς, τὸ θεῖον ἐκεῖνο πρὸς Χριστὸν τοῦ σοφοῦ μελῴδημα σὺν δάκρυσιν ἐπιλέγει, τό· «Παθῶν ἀμέτοχος σὺ διέμεινας, Λόγε Θεοῦ, σαρκὶ προσωμιλήσας τοῖς πάθεσιν· ἀλλὰ λύεις τῶν παθῶν τὸν ἄνθρωπον»· ὃ καὶ διελθὼν μέχρι τέλους, ἄπειθι, φησὶ, πρὸς σεαυτόν τε καὶ τὸν οἰκίσκον, πρὸς Θεοῦ μόνου τῶν τε ψυχικῶν ὁμοῦ καὶ σωματικῶν παθῶν τὴν ἴασιν ἐξαιτούμενος, ἐπειδήγε καὶ ἐκείνῳ δυνατὰ ταυτὶ πάντα μόνῳ. Καὶ ταῦτα μὲν ὁ τοῦ Θεοῦ ἄνθρωπος· ἐγὼ δ᾽ ἐκεῖθεν ἐπανιών· ὁ Πορφύριος ἔλεγεν αὖθις· οὐ τῆς ἀγχόνης μόνον ἐκείνης ἐλεύθερον θαυμαστῶς εἶχον τὸν λάρυγγα, ἀλλὰ καὶ πρὸς τροφῆς ὄρεξιν εὐθὺς ἐκινούμην, καὶ τὴν κοινὴν εἰσιὼν τῶν ἀδελφῶν τράπεζαν· ἦν γὰρ ἤδη καὶ ὥρα ἡ τοῦ ἀρίστου· αὐτὰ ταῦτα καὶ αὐτὸς ὢ τοῦ θαύματος! ἐσιτούμην ἀθρόον ἅπερ καὶ πάντες, ὁ μηδὲ ὕδατος μεταλαβεῖν δυνάμενος πρὸ βραχέος, ὃ δή που καὶ φθάσας ἔφην.
Μοναχὴ δέ τις φροντιστήριον ἀρετῆς τὸ τῆς θαυμαστῆς φημι Θεοδώρας κεκτημένη σεμνεῖον, θῆλυ παιδίον μεθ᾽ ἑαυτῆς ἔσχε· βρέφος μὲν ἐκτεθὲν μητρικῶς τε καὶ φιλανθρώπως ἀνελομένη, καὶ τροφῆς καὶ παντοδαπῆς ἀξιώσασα τῆς ἐπιμελείας, ὡς καὶ ἡλικίας ἤδη παιδικῆς ἦφθαι, καὶ πρὸς ὑπηρεσίᾳν δεξιῶς ἔχειν δύνασθαι, καὶ περὶ τοῦ μέλλοντος ἐλπίδας ἀγαθὰς τῇ δεσποίνῃ διδόναι, δι᾽ ἃ δήπου καὶ παρ᾽ ἐκείνης προσείληπτο· τῶν δ᾽ ἐναντίων ἐπηρείᾳ πονηροῦ τινος δαίμονος αἴσχιστα πειρωμένη· τὰ γὰρ τῆς γαστρὸς φυσικὰ περιττώματα τῇ παιδὶ κινούμενα παρὰ φύσιν, τά τε στρώματα καὶ τοὺς χιτωνίσκους, καὶ αὐτὴν δὲ ταύτην ὑπνοῦσαν νυκτὸς ἐπὶ τῆς εὐνῆς τὰ αἴσχιστα διετίθει, καὶ δεινὰ πάσχειν τὴν κυρίαν ἐποίει, τὴν μὲν βρεφικὴν ἡλικίαν ἀποθεμένην ὁρῶσαν πάλαι, τὰκείνης ἀηδῆ δὲ καὶ φορτικὰ μηδόλως ἀποβαλοῦσαν· ὡς καὶ τὴν εὔνοιαν αὐτὴν καὶ τὸ φίλτρον κατὰ μικρὸν ἀπολείπειν τὸ πρὸς τὴν παῖδα, καὶ πρὸς διάστασιν ἤδη καὶ χωρισμὸν ἀφορᾷν. Ἀλλ᾽ ἐφίσταται τοῖς πάσχουσιν αὐτόκλητος ὁ σωτὴρ, καὶ τῇ μὲν τὸ σῶμα, τῇ δὲ τὴν ψυχὴν ἑξιᾶται· μᾶλλον δ᾽ εἰπεῖν, ἀκριβῶς καὶ ἀμφοτέρας θεραπεύει κατ᾽ ἄμφω, καὶ κατ᾽ ἄμφω νοσούσας· ὡς γὰρ τοῦ φροντιστηρίου συνήθως ἔνδον ἦν ὁ μέγας Ἀρχιερεὺς, ἀγγέλλεται μὲν αὐτῷ παρ᾽ ἐκείνων καὶ ταῦτα, προσπίπτουσι δ᾽ ἅμα τοῖς ἐκείνου ποσὶ, πίστει θερμῇ καὶ δάκρυσι τὴν θεραπείαν αἰτοῦσαι· ὁ δὲ καὶ φιλανθρώποις ἐνιδὼν ὄμμασι, καὶ λόγοις πολὺ τὸ ἡδύ τε καὶ φιλάνθρωπον ἔχουσι πατρικῶς ταύτας ψυχαγωγήσας, εἶτα καὶ χεῖρα τῇ κεφαλῇ τῆς παιδὸς ἐπιθεὶς, καὶ Θεὸν ἀνυμνήσας καὶ ἐπευξάμενος, ὑγιᾶ παρευθὺ τὴν πάσχουσαν ἀποδείκνυσιν.
Ἀνήρ τις, Παλάτης τὴν κλῆσιν, τὸν τρόπον ἐπιεικὴς, χρυσοστίκτης τὴν τέχνην, χρυσῷ τὴν καινουργηθεῖσαν ἱερατικὴν στολὴν ἐπεκαλλώπιζε τῷ μεγάλῳ· ὃ δὴ καὶ πρόφασιν ὡσανεὶ τῆς πρὸς ἐκεῖνον ἐπιδημίας καὶ τῆς μελλούσης εὐεργεσίας ὁ μέγας πεποιημένος, αὐτόκλητος ἐφίσταται τῷ οἴκῳ ἐκείνου, σύν γε τοῖς ὁμοτέχνοις ἐργαζομένου· τῷ δὲ ἄρα παιδίον ἦν ἄῤῥεν, καὶ πέντε μὲν ἤδη γεγονὸς ἔτη, πέντε δ᾽ ἐπὶ δέκα μησὶν ὅλοις αἱμοῤῥοίᾳ κατειργασμένον, ὡς καὶ τὴν κατὰ φύσιν ὄψιν ἤδη σχεδὸν ἀπολιπεῖν αὐτὸ καὶ τὸ εἶδος, καὶ τῇ φωνῇ μόνῃ τὸ περιεῖναι καὶ ζῆν πιστοῦσθαι. Τοῦτο κατιδὼν ἐπὶ τῆς οἰκίας ὁ μέγας· ὁ μὲν πυνθάνεται φιλανθρώπως τὴν τοῦ πάθους αἰτίαν, ὁ δὲ πατὴρ τῶν σπλάγχνων εὐθὺς ἡττηθεὶς, καὶ δάκρυσι καὶ ῥήμασι γοεροῖς τὴν συμφορὰν ἐξαγγέλλει· καὶ τὸν ἡμιθνῆτα παῖδα ταῖν χεροῖν ἄρας εὐθέως, ταῖς παλάμαις ὑποτίθησι τοῦ Ἀρχιερέως· Ἐλέησόν μου τὸν υἱὸν, κατὰ τὸν ἐν Εὐαγγελίοις πρὸς Χριστὸν ἄντικρυς καὶ αὐτὸς λέγων, πᾶσι μὲν ἰατροῖς σχεδὸν καὶ πάσαις ἐπινοίαις ὑπὲρ αὐτοῦ χρησαμένου, μηδὲν δέ τι πλέον ἠνυκότος ἐς δεῦρο, ὡς καὶ αὐτὰς ἤδη τὰς ἐλπίδας ἀποβαλεῖν. Ὁ δὲ, πρῶτα μὲν τῷ τοῦ θείου Σταυροῦ σημείῳ τὸν νοσοῦντα σφραγίζει, τῇ δὲ κεφαλῇ τὴν ἰδίαν ἐπιθεὶς χεῖρα, καὶ μυστικὴν ὑποψιθυρίσας εὐχὴν πρὸς Θεὸν, μετὰ τρίτην εὐθὺς ὑγιᾶ τε καὶ ἐῤῥωμένον ἀποδίδωσι τοῖς τεκοῦσιν· ὡς καὶ μόνον ὁρώμενον μετὰ τοῦτο, καὶ βαδίσματι καὶ κινήματι καὶ παιδικοῖς ἄλμασι πᾶσιν ἐξαισίως ἀνακηρύττειν τὸ θαῦμα.
Ἀλλὰ ταῦτα μὲν αὐτῷ καὶ τοιαῦτα συνεχῶς τὰ πρὸς τοὺς καθ᾽ ἕνα· τὰ δὲ πρὸς πάντας κοινῇ, τί χρὴ καὶ λέγειν; ὅπου γε κἂν ταῖς πανδήμοις ἑορταῖς καὶ συνάξεσι καὶ πομπαῖς ἱεραῖς καὶ προόδοις, τὰς μὲν αὐτοῦ φωνὰς καὶ τὴν διδασκαλίαν Θεοῦ φωνὰς καὶ ῥήματα ζωῆς ἄντικρυς καὶ νομίζοντες καὶ ὀνομάζοντες ἦσαν οἱ πλείους, ὡς καὶ πρὸς τὴν ὁμιλίαν καὶ τὴν ὄψιν αὐτοῦ πάντας ὁμοῦ κεχῃνότας ὡθεῖν ἀλλήλους καὶ ἀντωθεῖσθαι καὶ φιλονεικεῖν, ὅπως ἕκαστος ἔχοι τὸ πρωτεῖον ἐν τούτοις· τῶν δὲ νοσούντων τοῦς πλείστους πρὸ τῶν αὐτοῦ ῥιπτοῦντες ποδῶν, ὑγιαίνοντας ὑποστρέφειν ἐκεῖθεν ἐποίουν, μείζω τῶν ὁρωμένων πολλῷ τὴν περὶ αὐτοῦ κεκτημένοι δόξαν, καὶ ὡς ἕνα τῶν πάλαι θεοφόρων καὶ Ἀποστολικῶν ἀνδρῶν καὶ διδασκάλων ὁρῶντες καὶ τοῦτον, καὶ τῷ πρὸς αὐτὸν φίλτρῳ καὶ τῇ λαμπρᾷ πίστει πολύ τι καθ᾽ ἑκάστην προστιθέναι φιλοτιμούμενοι.
Τοιαῦτα τὰ τῆς καλῆς ποίμνης πρὸς τὸν κάλλιστον ὄντως καὶ μέγαν ποιμένα· ἀμφοτέρων καὶ γὰρ ἔγωγε τὴν ἀρετὴν καθ᾽ ὑπερβολὴν ἄγαμαι· τοῦ μὲν, τὸ τῆς ποιμαντικῆς θεῖον καὶ ὑψηλὸν καὶ Ἀποστολικὸν ὄντως· τῶν δὲ, τὸ εὐπειθὲς καὶ εὐάγωγον, καὶ τὸ ἀκολουθεῖν ἀξίως εἰδέναι, καὶ ὑπ᾽ ἐκείνου θαυμαστῶς τῷ ὄντι τὰ θεῖα τυποῦσθαι καὶ κανονίζεσθαι. Καὶ τοῦ μὲν, τὴν θαυμαστὴν πρὸς Θεὸν παῤῥησίαν καὶ τὸ τοιαῦτα διὰ παντὸς ἐνεργεῖν ἔχειν ἐκεῖθεν· τῶν δὲ, τὴν εὔνοιαν καὶ τὴν πίστιν, καὶ τὸ καθαρῶς καὶ ἀδόλως καὶ βλέπειν καὶ δέχεσθαι καὶ πάσχειν ἐκεῖνα, μήτε τὸν ἱερὸν καπηλεύοντες καὶ δολοῦντες λόγον κατά τινος, μήτε τῇ ἀπιστίᾳ καὶ τῷ πονηρῷ φθόνῳ, τῷ λαμπρῷ καὶ διαφανεῖ τῶν ἔργων αἴσχιστα λυμαινόμενοι πάντων, δι᾽ ἃ δή που καὶ Θεὸς ἄνωθεν, οἶμαι, πόῤῥωθεν εἰς ἓν ἀγαγὼν ἀξίως συνῆψε, τὸν ἄξιον δεδωκὼς τοῖς ἀξίοις, καὶ θαυμαστόν τινα τὸν συνδυασμὸν, καὶ τὴν συμφωνίαν ἐναρμόνιον ἐργασάμενος, ὡς μηδέν τι μηδαμῶς ἠχεῖν παρὰ μέλος, ὃ δὴ καὶ πρὸ βραχέος ἔφθη δείξας ὁ λόγος.
Ἀλλὰ γὰρ τὸ κατὰ μέρος ὁμοῦ πάντα διεξελθεῖν τοῦ μεγάλου τοῦδε πειρᾶσθαι οὐ μακρὸν ἂν εἴη μόνον καὶ τῆς ὥρας ἔξω καὶ τοῦ σκοποῦ, ἀλλὰ καὶ τῶν ἀδυνάτων ἕν τι σχεδὸν, καθὰ δὴ καὶ φθάσας ὁ λόγος ἐδήλωσε· διὸ καὶ συνελὼν ὡς ἐφικτὸν, οὑτωσί πως περιγράψω τὸν λόγον, τῷ τῆς προσκαίρου ζωῆς αὐτοῦ τέλει, ἢ καί τισι τοῖς μετὰ τὸ τέλος ὀλίγοις καὶ αὐτὸν συγκαταπαύειν τὸν δρόμον μέλλοντα. Ἐκεῖνος καὶ γὰρ διὰ πάσης ἰδέας ἐληλυθὼς ἀρετῆς, ὅση τε τοῦ λόγου καὶ ὅση τῆς πράξεως, ὃ δὴ καὶ φθάσας εἰρήκειν, καὶ οὕτω κἂν τοῖς καθόλου κἂν τοῖς κατὰ μέρος ἅπασιν εὐδοκιμηκὼς, ὡς μὴ μόνον τοὺς ἱεροὺς ὅρους καὶ τοὺς κανόνας ἐκείνους καθ᾽ ὑπερβολὴν εἴπερ τινες τῶν πάντων τηρῆσαι, σώματος ἔξω δοκῶν μετὰ σώματος, καὶ τὸν ἄνθρωπον ὑπερβαίνων, ἀλλὰ καὶ κανὼν αὐτὸς ὁμοῦ πάντων ἐκείνων καὶ στάθμη τοῖς μετ᾽ αὐτὸν χρηματίσαι, τὰς ὑπερβολὰς καὶ τὰς ἐλλείψεις ὁμοῦ παραιτούμενος, ὃ δὴ καὶ χαλεπὸν ἐφ᾽ ἑνὶ συνδραμὸν πολλάκις κἀπὶ τῶν ἀρχαίων εὑρεῖν, καὶ μέγας καὶ καινός τις καὶ παντοδαπός τις ἐν τοῖς ἐσχάτοις καὶ ταπεινοῖς τουτοισὶ καιροῖς γενόμενος ἅγιος, ὡς μηδ᾽ ἔχειν τἀκείνου τοῖς κατ᾽ ἐκεῖνον εὐχερῶς διὰ πάντων ἐξισοῦσθαι καὶ παραβάλλεσθαι, ἐκεῖνα καὶ τοῖς ἑξῆς καταλέλοιπεν ἐκ πολλοῦ πάνυ τοῦ περιόντος, ὡς ἰδιαίτατα καὶ προσφυᾶ τῆς μεγάλης ἐκείνης ἀρετῆς καὶ ψυχῆς ὄντως γνωρίσματα καὶ λέγειν ὁμοῦ καὶ θαυμάζειν· τὸ μεθ᾽ ὑπερβολῆς φημι πρᾷον καὶ ταπεινὸν τῆς ψυχῆς· τὸ πάσης ὀργῆς τε καὶ μήνιδος αὐτός τε μακρὰν εἶναι διὰ παντὸς, καὶ τῶν ὀργιζομένων κατ᾽ αὐτοῦ καὶ λυπούντων μακροθύμως ἄγαν ἀνέχεσθαι, καὶ προσέτι καὶ τοῖς κατὰ δύναμιν ἀγαθοῖς καὶ λόγοις καὶ ἔργοις, καὶ πᾶσι τρόποις ἐθέλειν ἀμείβεσθαι· τὸ μὴ τὰ κατά τινων εὐκόλως ὡς ἔτυχε λαλούμενα παραδέχεσθαι, ὅπερ καὶ πᾶσι μὲν ἀνθρώποις σχεδὸν, κατ᾽ ἐξαίρετον δὲ τοῖς ἄρχουσι πρὸ τῶν ἄλλων ἐπιφύεσθαι πέφυκεν, ἐξ οὗ καὶ μεθ᾽ οὗ, καὶ τὸ λοιδορεῖν καὶ κατηγορεῖν ὡς ἐπὶ πολὺ καὶ τοὺς ἀνευθύνους, καὶ ὁ τῆς ἀγάπης ἀφανισμὸς ῥᾷστα τοῖς μὴ νήφουσιν ἐπιγίγνεται· τὸ πρὸς τὸ ὑπερέχον οὐκ ἐλευθέριον μόνον καὶ πάσης ἀγενοῦς κολακείας ἀνώτερον, ἀλλ᾽ ἔστιν ὅτε καὶ ἐν οἷς καὶ στεῤῥὸν καὶ ἀντίτυπον, ὥσπερ αὖ τὸ πρὸς τὸ ταπεινὸν κηδεμονικὸν καὶ καθ᾽ ὑπερβολὴν χρηστὸν καὶ φιλάνθρωπον· τὸ καρτερικὸν ἐν πειρασμοῖς καὶ ἀνάλωτον· τὸ πρὸς πᾶσαν ἡδονὴν ἀνθρωπείαν, ὅση τε καθ᾽ ἑαυτὴν τῆς ψυχῆς, καὶ ὅση τοῦ συναμφοτέρου, μεθ᾽ ὑπερβολῆς ἀνένδοτον καὶ ἀμείλικτον· τὸ τῆς καρδίας ἤρεμόν τε καὶ γαληνὸν καὶ ἡδὺ καὶ χάριεν ἄκρως, ὃ καὶ εἰς ἀκροτάτην ἕξιν ἰὼν, καὶ ποιωθὲν οἱονεὶ ταύτῃ καὶ συνουσιωθὲν, διὰ τῶν αἰσθητηρίων ὥσπερ ἐξεχεῖτο καὶ ἀνέβλυζε πρὸς τὰ ἔξω, θαυμαστῶς παραδεικνύων ᾀεὶ τὸν ἔνδον κεκρυμμένον θησαυρὸν τῆς ἀνεκλαλήτου χαρᾶς· ὃ δὴ καὶ τοῖς μάλιστα συνιεῖσι, καὶ τὰ τοιαῦτα κρίνειν ἐπισταμένοις θεοφόροις ἀνδράσι, καὶ σύννουν καὶ συμφυᾶ καὶ περιπόθητον καὶ ἐπέραστον καθ᾽ ὑπερβολὴν ἐκεῖνον ἐτίθει, καὶ ἰσα ταῖς ἑαυτῶν κεφαλαῖς καὶ ψυχαῖς ἐτίμων μετὰ τῆς θείας ἐκείνης εἰρήνης καὶ τῆς χαρᾶς, ἤπερ σὺν τῇ ψυχῇ καὶ τὸν ἐκτός τε καὶ ὁρώμενον ἄνθρωπον οὕτω λαμπρῶς ἐκόσμει, καθὰ δὴ καὶ εἰπὼν ἔφθην· καὶ τὸ σύννουν ᾀεὶ καὶ κατανενυγμένον καθορῶντες ἀσκοῦντα καὶ νῆφον· ὅθεν ἄρα καὶ τὸ καινὸν ἐκεῖνο καὶ ὑπερφυὲς τῶν δακρύων ῥεῦμα πόῤῥω παντὸς οὑτινοσοῦν καὶ λόγου καὶ παραδείγματος. Καὶ ὁ μὲν, ταπεινώσεως αὐτὸν ἀπεκάλει θησαυρόν τινα καὶ ταμεῖον, καὶ μηδένα τινά ποτε μοναχὸν ἰδεῖν ἐξ ἐφαμίλλου χωροῦντα διεβεβαιοῦτο τῇ αὐτοῦ ταπεινοφροσύνη, καὶ ταῦτ᾽ ἐν τοσούτων ὕψει καὶ πλήθει κατορθωμάτων θείων ἅμα καὶ ἀνθρωπίνων, ὧν μηδὲ τὰ μέρη, φησὶ, τοῖς νῦν παρ᾽ ἡμῖν εὐδοκιμοῦσι καθαρῶς ἐφεξῆς πρόσεστιν. Ὁ δὲ, μηδὲν ἔλεγε τῶν τοῖς ἁγίοις κατορθωθέντων μηδοτιοῦν ἀπεῖναι τοῦ μακαρίου, εἰμὴ τὸ θαύματα καὶ αὐτὸν κατ᾽ ἐκείνους ἐκτελεῖν ἔχειν· ὅπερ εἰ βουληθείη, καὶ αὐτό φησι παρὰ Θεοῦ κομιεῖται ῥᾷστα· τὸ δὲ ἄρα καὶ πρόῤῥησις ἦν ὑπὲρ τούτου Πνεύματι θείῳ τῷ θεοφόρῳ ἐκείνῳ ῥηθεῖσα, ὡς αὐτά γε τὰ πράγματα νῦν ἡμῖν ἀρτίως παρίστησιν.
Ἡ δὲ θαυμαστὴ τῶν θαυμαστῶν ἐκείνων πατέρων καὶ κορυφαία δυὰς, Σάββας τε καὶ Γερμανὸς οἱ γενναῖοι, τὰ τοῦ σεπτοῦ Ἄθω σεπτὰ καλλωπίσματα, ὧν καὶ ἡμεῖς ἤδη τὸν θεοειδῆ βίον τε καὶ τὴν πολιτείαν ἐν δυσὶ λόγοις φθάσαντες ἐκδεδώκαμεν, τοιάδε περὶ τοῦ μεγάλου τῷ βίῳ περιόντος ὄντι, πρὸς ἡμᾶς ὥσπερ ἀπὸ μιᾶς γλώττης εἰρήκασιν. Ἡμεῖς, φησὶν, οὐ τὸ συνεῖναι μόνον καὶ προσορᾷν τε καὶ ὁμιλεῖν εἴπερ οἶόν τε διόλου τῷ θαυμαστῷ Γρηγορίῳ μέγα τι καὶ ψυχωφελὲς ἡγούμεθα καὶ σωτήριον, ἀλλὰ καὶ τοῖς τῶν ποδῶν ἐμβαδίοις ἐκείνου, εἴπερ εἴχομεν ταῖς χερσὶ περιφέροντες πυκνὰ καὶ καταφιλεῖν καὶ πρσσφύεσθαι, καὶ ὠφελείας ὁμοῦ τῆς μεγίστης, καὶ ἁγιασμοῦ τοῦθ᾽ ἡμῖν ἂν ἐνομίζετο πρόξενον. Τοιαῦτα τῷ παρ᾽ ἡμῶν ἐπαινουμένῳ συνήδεσαν, καὶ τηλικαῦτα ἐξῆγον τὰς κατ᾽ αὐτοῦ θαυμαστὰς ψήφους οἱ μεγάλοι τῆς διακρίσεως λύχνοι ἐκεῖνοι, ὡς ἐξ ὀλίγων τινῶν παραδεῖξαι τὸ πᾶν· μᾶλλον δὲ καὶ ψηφίζονται, καὶ λαμπρᾷ τῇ φωνῇ καθ᾽ ἑκάστην σχεδὸν καὶ κηρύττουσι καὶ διδάσκουσι, καὶ λόγοις καὶ γράμμασι πάντες οἱ περιόντες ἔτ᾽ ἐν σαρκὶ τῶν θεοφόρων ἐκείνων, καὶ γλώττης τρυφὴν, καὶ θείαν ψυχῆς ἡδονὴν, καὶ ἀσκήσεως ἀφορμὴν, καὶ πράξεως ἅμα καὶ θεωρίας ὥσπερ ἐμπύρευμά τι τὸ κατὰ τόνδε τὸν μέγαν πεποίηνται. Ἐῷ γὰρ νῦν κατὰ μέρος λέγειν τὰ τοῖς ἐν τῇδε τῇ βασιλευούσῃ σοφοῖς τε καὶ σπουδαίοις θαυμαστῶς εἰρημένα περὶ αὐτοῦ, τοῖς τε προύχουσιν ἐν Ἀρχιερεῦσί φημι λόγῳ καὶ ἀρετῇ, καὶ ὅσοι τῶν τῆς συγκλήτου λογάδων, καὶ δὴ καὶ τῶν τὸν μοναδικόν τε καὶ ἡσύχιον βίον ἀνῃρημένων, οἳ καὶ σοφίας παντοδαπῆς οἶκον καὶ προστάτην τῆς κοινῆς Χριστοῦ Ἐκκλησίας, καὶ πρόμαχον εὐσεβείας, καὶ θείων δογμάτων διδάσκαλον, καὶ ὁδηγὸν τοῦ καλλίστου παντὸς ἀπεκάλουν, ὡς καὶ μεῖζον ἢ κατ᾽ ἄνθρωπον ἐκείνῳ τοὺς πλείους προσέχειν, καὶ μηδοτιοῦν ἐν μηδενὶ τὸ παράπαν τῶν προσόντων τοῖς κορυφαίοις τῶν θεολόγων πατέρων ἐλλείπειν λέγειν καὶ τούτῳ, ἀλλὰ καὶ κοινὸν καὶ συνῳδὸν καὶ σύμπνουν καὶ συναγωνιστὴν ἐν ἅπασιν ἐκείνους αὐτὸν ἔχειν· καὶ ὡς εἰ καὶ τῷ χρόνῳ συνῆν, φησὶ, τοῖς γενναίοις ἐκείνοις, καὶ συνασπιστὴν καὶ συστράτηγον ὁμοῦ καὶ σύνεδρον αὐτὸν ἂν εἶχον· οὐ μόνον ἑνί τινι μηδενὶ τῶν ἴσων ἀποστεροῦντες, ἀλλὰ καὶ ὥσπερ ἐγκαλλωπιζόμενοι τῇ συναριθμήσει καὶ τῇ κοινωνίᾳ τῇ τούτου· ἃ δὴ καὶ μεταστάντος νῦν, καὶ καθαρώτερον συνόντος ἐκείνοις, ἐν οὐρανοῖς τε λαμπρῶς καὶ παρ᾽ ἡμῖν ἐνταῦθα μετὰ παῤῥησίας τελεῖται διὰ τῆς ἀρίστης κοινωνίας καὶ συμφωνίας καὶ συμφυίας τῶν μεγίστων καὶ θείων καὶ ὑπερφυῶν ὄντως λόγων τούτου κἀκείνων, ὡς καὶ οἱ ἄνωθεν συμμαρτυροῦσι τούτοις χρησμοὶ, καὶ ἡ μεγάλη καὶ ὑπερφυὴς ἀποκάλυψις ἐκείνη, καθὰ δὴ καὶ προϊὼν ὁ λόγος δηλώσει· ὃ δὴ καὶ τοῖς αἱρέσεως τουτοισὶ κοινωνοῖς τε καὶ φίλοις ὁρώμενόν τε καὶ ἀκουόμενον ἀμηγέπη, τὸν ἀλλόκοτον τουτονὶ φθόνον καὶ τὴν ἔριν καὶ τὴν θεομαχίαν καθεκάστην ἀνάπτει, Θεὸν ἡγουμένοις τὰ τῇδε καὶ μηδὲν ὑπὲρ ταῦτα μηδοτιοῦν δυναμένοις φρονεῖν, ἀλλὰ καὶ ζωὴν καὶ ψυχὴν καὶ δὴ καὶ τὸν ἀληθῆ καὶ μόνον Θεὸν ἑκοντὶ διὰ ταῦτα προϊεμένοις, καὶ πρὸς οὐρανόν τε καὶ ἥλιον ἀντικρυς· τοῦτο καὶ γὰρ ὁ κατὰ τῆς κατ᾽ εὐσέβειαν ἀληθείας, καὶ τῶν θεολόγων ἐκείνης πόλεμος αἴσχιστα τε καὶ ἀτοπώτατα διακηρυττομένοις. Εἰσὶ δ᾽ οἱ τῶν ἡμετέρων, καὶ τὸν ἐν σοφίᾳ προύχοντα παρ᾽ ἐκείνοις, Ἀτουέμην ἐκεῖνον, ὃν δὴ καὶ μεταβεβλῆσθαί φασιν ὕστερον καλῶς πρὸς τὰ κρείττω· φασὶν οὖν ἐκεῖνον, καί τοι γε καὶ τοῦ πολέμου τοῦ κατὰ τῆς Ἐκκλησίας σὺν τοῖς ὁμόφροσιν ἰσχυρῶς ἐχόμενον ἔτι, φανερῶς οὕτως εἰπεῖν· ὡς εἰ δόγματα τῆς καθ᾽ ἡμᾶς Ἐκκλησίας ὁμοῦ πάντα ἐθέμην ἔγωγε προύργου μαθεῖν, καὶ ταυτηνὶ τὴν ἱερὰν φιλοσοφίαν εἰς ἄκρον ἀσκῆσαι, οὐκ ἂν ποθ᾽ ἕτερόν τινα διδασκάλων ἄλλον ἐκ πάντων εἰλόμην πρὸ τούτου, Γρηγόριον δηλαδὴ λέγων τὸν μέγαν· οὔτε γὰρ ἂν ποτὲ, φησὶν, οὔτε νοῦς ἕτερος, πλὴν τούτου, τὰ θεῖα καὶ ὑψηλὰ ταυτὶ θείως καὶ ὑψηλῶς οὑτωσὶ θεωρήσῃ, οὔτ᾽ ἂν ἐξείπῃ καὶ διατρανώσῃ, καὶ οἱονεὶ ζῶντά τε καὶ λαλοῦντα δείξῃ ποτὲ γλῶττα πλὴν τῆς ἐκείνου· καὶ παρὰ τῶν ἐχθρῶν ἡ ἀλήθεια μαρτυρεῖται, ἵνα καὶ κατὰ τοῦτ᾽ αὐτὸ τὸ ἀξιόπιστον ἔχοι κατὰ τὸ τισὶν εἰρημένον, καὶ τὸ φῶς τῆς ἀληθείας ἐν τῇ σκοτίᾳ λάμπει τοῦ ψεύδους· ἔχει καὶ γὰρ οὕτως. Ἐπειδὴ καὶ γὰρ ἡ μεγάλη τοῦ Πνεύματος χάρις ταῖς τῶν ἀξίων ἐνοικοῦσα ψυχαῖς, καὶ ὥσπερ ὕλην ὑποκειμένην τινὰ τὰς φυσικὰς ἐκείνων ποιουμένη δυνάμεις, πράξει δηλαδὴ καὶ θεωρίᾳ προκαθαρθείσας καθόσον οἷόν τε, πάσαις μὲν ἐπιπρέπει καὶ πάσας κοσμεῖ, πρὸς τὰς θεοειδεῖς ἑαυτῆς ἕξεις ἀλλοιοῦσά τε καὶ ποιοῦσα, ἐμπλατύνεται δὲ καὶ περιχωρεῖ καὶ αὔξει καθ᾽ ὑπερβολὴν ἐν ἐκείναις μᾶλλον, ἐν αἷς πως οἰκείως τε καὶ προσφυῶς ἔχουσιν αἱ ψυχαὶ κατὰ φύσιν, κἀκεῖθεν ἀναδείκνυσι καὶ ἀνακηρύττει μᾶλλον τοὺς κεκτημένους, ὡς τὸν μὲν ἐκ τῆς ἐλεημοσύνης, τὸν δ᾽ ἐκ τῆς ἄκρας ἀκτημοσύνης· καὶ τὸν μὲν ἀπὸ τῆς ἀκροτάτης νηστείας, τὸν δ᾽ ἀπὸ τῆς καθ᾽ ὑπερβολὴν ἁπλότητος καὶ τῆς ἀκακίας· καὶ τὸν μὲν τὴν ἀγάπην, τὸν δὲ τὴν ταπεινοφροσύνην μᾶλλον ἀναγορεύειν τε καὶ γνωρίζειν, καί τοι γε μηδὲ τῶν ἄλλων ἁμοιροῦντας ἁπάντων ἀγαθῶν τῆς φατρίας, καθὰ δὴ καὶ εἰπὼν ἔφθην· εἰκότως ἀρα καὶ τοῦ μακαρίου τούτου τῶν ψυχικῶν δυνάμεων ἀξίως ἡ τοῦ Πνεύματος ἔνοικος ἐπιλαβομένη χάρις, καὶ διὰ πάντων αὐτὸν θεοειδῆ τε καὶ καινὸν ἄνθρωπον, εἴπερ τινα δεδειχυῖα τῶν πάντων, τῷ διανοητικῷ μᾶλλον αὐτοῦ προσηρμόσθη, μᾶλλον δ᾽ ἀκριβῶς εἰπεῖν, νοῦν αὐτὸν ὅλον ἄντικρυς ὑπὲρ πάντα νοῦν εὑρηκυῖα τῶν νῦν ὄντων, ὡς νοῦς ὅλη καταλλήλως ἡνώθη καὶ προσεφύη, θεαειδὲς ἔσοπτρον ἑαυτῆς καὶ ἐκμαγεῖον θαυμαστῶς εἰργασμένη, καὶ τοὺς τῶν νοερῶν τε καὶ νοητῶν λόγους, οὗς ἡμεῖς ἀκοῇ τε καὶ διανοίᾳ δεχόμενοι διδασκόμεθα, θείως καὶ ὑψηλῶς κατὰ μίμησιν ἀγγελικὴν ὡς οἱ σεπτοὶ Προφῆται καὶ θεολόγοι, πάσχειν ἀδιδάκτως καὶ μανθάνειν ποιοῦσα, κἀντεῦθεν ἐκεῖνα πρὸς ἡμᾶς ὑπερφυῶς τοὺς κάτω καὶ λαλοῦσα δι᾽ ἐκείνου καὶ δρῶσα, ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ οὗς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· δι᾽ ἃ δή που καὶ θεολόγον καὶ χρυσολόγον, καὶ θαῦμα τῆς οἰκουμένης, καὶ ὑπερφυᾶ τινα καὶ καινὸν ἄνθρωπον οἱ νοῦν ἔχοντες ἀξίως ἐκεῖνον καλοῦσι. Τὸν δὴ τοιοῦτον μὲν γεγονότα, τοιαύτας δὲ παρὰ τῶν βλεπόντων μάλιστα δεδειγμένον τὰς ψήφους, οὕτω δ᾽ ὑπὸ τῆς ἄνωθεν ψήφου διὰ πολλῶν τε καὶ μεγάλων ἀνακηρυχθέντα τε καὶ μαρτυρηθέντα πολλάκις, μεθ᾽ ἣν οὐ ψῆφος, οὐκ ἔφεσις, οὐ δικαστήριον ἄλλο, καταλλήλου πάντως καὶ τοῦ τῆς ζωῆς ταυτησὶ τέλους τυχεῖν ἔδει, καὶ οἷον τὸν τοιοῦτον εἰκός. Τοιγαροῦν καὶ τυγχάνει καὶ βεβαιοῖ λαμπρῶς τε καὶ ὡς ὀλίγοι τῶν πάντων δι᾽ ἀλλήλων ἑκάτερα, τῇ θαυμαστῇ φημι ζωῇ καὶ πολιτείᾳ τὸ μακάριον τέλος, καὶ τοῖς τοῦ θαυμαστοῦ τέλους αὖ τὰ τῆς μακαρίας ἐκείνης καὶ ἰσοθέου ζωῆς.
Τρίτος μὲν οὖν ἐνιαυτὸς ἦν μετὰ τὴν τελευταίαν ἐκείνην ἐκ Βυζαντίου κάθοδον παριὼν τῷ μεγάλῳ· καθ᾽ ὃν δήπουθεν χρόνον καὶ τὸ πρὸς τὸν ἀπὸ γῆς καὶ κοιλίας φωνήσαντα φιλόσοφον καὶ μοναστὴν δῆθεν, Νικηφόρον ἐκεῖνον τὸν ἔσχατον καὶ τολμηρὸν ὑβριστὴν τῆς θεότητος, καὶ τῶν αὐτῆς θεολόγων παλαιῶν τέ φημι καὶ νέων, θαυμαστῶς καὶ ἀξίως ἑαυτοῦ τε καὶ τῶν περὶ θεότητος αὐτοῦ λόγων, ἐξεδόθη τῷδε μεγάλῳ τῷ βιβλίον ἐν τέσσαρσι λόγοις ὑπὸ τοῦ τῆς καθόλου νῦν Ἐκκλησίας κρατοῦντος ἐπ᾽ ἐκεῖνα παρακληθέντι, καὶ τελευταῖον οἱονεὶ τοῦτον ἱερὸν ἄθλον διηνυκότι, καὶ τῶν οἰκείων ἀγώνων ὥσπερ συμπλήρωσιν. Τοῦ τετάρτου δ᾽ ἐπιβεβηκὼς ἔτους ἤδη, νόσῳ βαρείᾳ περιπίπτει τῶν σπλάγχνων, ἥτις αὐτὸν μετὰ βραχὺ καὶ τῆς ζωῆς ὑπεξάγει. Ἀλλ᾽ ἐκεῖνος καὶ ταύτης ἀνώτερος ὢν, τῇ τε πρὸς Θεὸν νεύσει καὶ τῇ λαμπρᾷ τοῦ ποιμνίου στοργῇ· ἐφίλει τε γὰρ ἀξίως καὶ ἀντεφιλεῖτο θαυμαστῶς ὑπ᾽ ἐκείνου, καθὰ δὴ καὶ φθάσας εἰρήκειν· τὰ θεῖα καὶ ὑψηλὰ συνήθως ἐκτελῶν οὐκ ἀνήει, διδάσκων, ἱερουργῶν ταῖς ἱεραῖς τελεταῖς τῶν θείων μυστηρίων, ἐμπομπεύων τε καὶ πανηγυρίζων, καὶ διὰ πάντων τὸν ἑαυτοῦ καταρτίζων λαὸν καὶ καθαγιάζων. Ἀλλ᾽ ἐπεὶ κἀκεῖνον ἄνθρωπον πεφυκότα, καὶ τῆς φύσεως ἐχρῆν ἡττηθῆναί ποτε, ἵνα μὴ καὶ θεία τις δόξῃ φύσις ὑποκρινομένη τὴν ἀνθρωπείαν, ἡττᾶται μόλις τῆς νόσου, καὶ κλινοπετὴς ὢν καὶ πρὸς τὴν ἔξοδον βλέπων, χρῆται καὶ αὖθις τὰ τελευταῖα τῇ θαυμαστῇ γλώττῃ· περὶ πειρασμῶν τε καὶ καρτερίας πρὸς τοὺς συνόντας φιλοσοφεῖ θαυμαστῶς, ἐκ τε τῶν θείων Γραφῶν καὶ λογισμῶν καὶ ἀποδείξεων ἀναγκαίων πολυτρόπως ὑποδεικνὺς τὸ ἐξ αὐτῶν κέρδος, καὶ τοὺς περὶ ζωῆς καὶ θανάτου καὶ ψυχῆς προστίθησι λόγους, καὶ οὕτω τὴν ἐκδημίαν ἐπὶ πᾶσι προλέγει, μυηθεὶς ἄνωθεν καὶ μυήσας, ὡς καὶ τὴν ἡμέραν αὐτὴν ἐκείνην πολλαῖς πρότερον ἡμέραις προαγγεῖλαι τοῖς φίλοις, μετὰ τὴν τοῦ Χρυσοῤῥήμονος αὐτίκα θείαν τελετὴν καὶ τὴν κοίμησιν οὖσαν, ὃς δή που καὶ πρὸς ἑαυτὸν ὡς ὁμότροπόν τε καὶ προσφιλῆ καὶ σύνοικον φθάσας ἐκάλει τὸν μέγαν· οὕτω καὶ γὰρ ὁ προῤῥηθείς μοι πρὸς αὐτὸν κατὰ τοὺς ὕπνους ἐδήλου θεῖος χρησμός.
Ἔκειτο τοίνυν ὁ τοῦ Θεοῦ Ἀρχιερεὺς ἤδη τὰ τελευταῖα πνέων, πρὸς οὐρανὸν τε καὶ τὰ οὐράνια ἐπειγόμενος, καὶ οὐδέν τι τὸ παράπαν ἄλλο, πλὴν τῆς ἀπαγούσης ἐκεῖσε μελετῶν τε καὶ φανταζόμενος· οὐ μὴν ἀλλὰ καὶ γλώττῃ τοῦτ᾽ αὐτὸ συνεχῶς ὑποψιθυρίζων, καὶ τοῖς συνοῦσι κἀντεῦθεν παραδεικνὺς, ὅποι δὴ καὶ τὴν τελευταίαν ταυτηνὶ στέλλεται· ὡς γὰρ οἱ παρόντες, τῇ καλῇ γλώττῃ, καθάπερ ἔφην, ὑποψιθυριζούση τὰ τελευταῖα προσέσχον, οὐδενὸς ἄλλου πυκνὰ προσιόντος εἶχον ἀκούειν ἐκεῖθεν, εἰ μὴ τοῦ θαυμαστοῦ καὶ θείου γε ὄντος ἐκείνου, λέξεσιν αὐταῖς οὑτωσί πως συντεθειμένου, τὰ ἐπουράνια εἰς τὰ ἐπουράνια· καὶ τοῦτο πυκνῶς καὶ πολλάκις, ὥσπερ ἐν περιόδῳ τινὶ καὶ στροφῇ κύκλου, ἕως ἡ ἐνοικοῦσα τῇ οὐρανίᾳ ψυχῇ θεία καὶ ὑπερουράνιος χάρις, τοῦ καταλειφθέντος χοὸς καὶ τῆς συμφυοῦς αὐτὴν διαλύσασα συζυγίας, τὴν καὶ διαθέσει καὶ πράξει πάλαι θαυμαστῶς ἐκείνων ἀπεῤῥωγυῖαν διὰ τῶν οὐρανίων ἀγγέλων εἰς οὐρανὸν ἀξίως μετέστησε καὶ τὰ ἐπουράνια· τρία μὲν ἔτη καὶ ἑξήκοντα τὰ πάντα συγγεγονυῖαν τῷ συμφύτῳ σαρκίῳ, δυοκαίδεκα δ᾽ ἐκ τούτων αὐτῶν κατὰ τὴν τῆς Ἐκκλησίας θαυμαστὴν προστασίαν ἐκείνῳ συνδιηγωνισμένην πρὸς τὸ ἥμισυ. Ἐπισημαίνει γεμὴν καὶ τοῖς ἐκτὸς ἐξαισίως ἡ παντουργὸς αὕτη τοῦ Πνεύματος χάρις κἀκεῖνα. φωτὶ μὲν περιλάμψασα τὸ τὸν νεκρὸν ἔχον ἐκείνου δωμάτιον, ἅμα τῇ ἐξόδῳ τῆς ψυχῆς ξένῳ. καταλάμψασα δὲ καὶ τὰ ἐκείνου πρόσωπα, καὶ καινῶς ἀλλοιώσασα τῷ περιόντι τῆς αἴγλης, καίτοι γε καὶ προεκτετηκότα, καὶ προνεκρώσει καὶ τὸ πλεῖστον προαπονεκρωθέντα, ὡς μηδὲν ἀποδεῖν καὶ ταῦτα τῆς τοῦ μεγάλου Στεφάνου λαμπρᾶς καὶ θεοειδοῦς θέας ἐκείνης, ὁπηνίκα φημὶ περὶ Θεοῦ δημηγοροῦντος ἐν μέσῳ τῷ συνεδρίῳ τῶν Ἰουδαίων. Ἀτενίσαντές, φησιν, εἶδον τὸ πρόσωπον αὐτοῦ, ὡσεὶ πρόσωπον ἀγγέλου· τοῦ γὰρ αὐτοῦ Πνεύματος, καὶ τῆς αὐτῆς ἐνεργείας ταῦτα κἀκεῖνα, κἂν οἱ σκοτεινοὶ περὶ τὸ φῶς, καὶ περὶ τὴν σοφίαν ἀπαίδευτοι, τούτοις τε κἀκείνοις πλήττωνται καὶ ἀντιλέγωσι πάλιν, τὰ μὲν τὸ παράπαν οὐδ᾽ εἶναι τοῦ Πνεύματος φανταζόμενοι, καὶ δι᾽ ἑκατέρων ἀναιροῦντες ἑκάτερα. Ἀλλ᾽ ἡ μὲν φανεῖσα κατ᾽ οἶκον ἐκείνη λαμπρότης, τῆς ψυχῆς δηλαδὴ τοῦ σώματος ἀπιούσης, δύο τῶν τῆς Ἐκκλησίας θεατὰς ἔσχε λογάδας, ἱερωσύνης τε ἀξιώματι καὶ ἀρετῇ παντοδαπῇ κεκοσμημένους, ὧν ἅτερος δή που καὶ τοῦ σεμνοῦ τῶν μοναχῶν ἐστι καταλόγου, οἳ καὶ μηνυταὶ γεγόνασιν ὕστερον τοῖς ἄλλοις τῶν ὑπερφυῶς ὁραθέντων. Τῆς δὲ περὶ τὴν ὄψιν ὑπερφυοῦς αἴγλης μάρτυρες ἅπαν γένος καὶ ἡλικία σχεδὸν πᾶσα, καὶ ἁπλῶς ὅσους ἡ ἐκφορὰ καὶ ἡ κατάθεσις τοῦ ἱεροῦ ἐκείνου νεκροῦ τότε πρὸς ἑαυτὴν συνεκάλει· συνεκάλει δὲ ἄρα πᾶσαν ὁμοῦ τὴν πόλιν, ὡς καὶ τὸν ἱερὸν οἶκον ὅλον τάτ᾽ ἔνδον τάτ᾽ ἔξω στενοχωρεῖσθαι τοῖς πλήθεσιν· ἣ δὴ καὶ ἀχώριστος ἐκείνου διαμεμένηκε τὸ παράπαν, ὥσπερ τῆς ἱερᾶς ψυχῆς, οὕτω δὲ καὶ τῶν ὁστῶν καὶ τῆς κόνεως ἀδιαστάτου τῆς συνοίκου τοῦ Πνεύματος χάριτος εἰσάπαν διαμενούσης, καὶ θείου φωτὸς οἶκον, καὶ θαυμάτων πηγὴν, καὶ βρύσιν ἱερῶν χαρισμάτων, καὶ κοινὸν καὶ ἀδάπανον ἰατρεῖον, τὸν ἱερὸν ἐκείνου τάφον ἐργαζομένης. Ἃ δή που καὶ ὁ λόγος ἡμῖν κατὰ τὴν ἐπαγγελίαν ἀπὸ μέρους ἤδη δηλώσει· οὔτε γὰρ ἐκείνοις ἑξῆς ἐπεξελθεῖν τῷ παρόντι λόγῳ σκοπὸς ὁμοῦ πᾶσι· πῶς γὰρ; καὶ αὐτὰ δὲ ταῦτα συντετμημένως, καθ᾽ ὅσον οἰόν τε, καὶ περιβολῆς δίχα πάσης προθήσει καὶ λογικῆς αὐξήσεως, τὸ μῆκος ὁμοῦ καὶ τὸν κόρον ἐκφεύγων.
Μοναχός τις τῶν ἱερᾶσθαι λαχόντων ἐν τινι τῶν κατὰ Θεσσαλονίκην φροντιστηρίων ἀσκούμενος, νόσῳ περιπίπτει δεινῇ, καὶ ἡ νόσος ἄλγος τῆς κεφαλῆς ἦν, οὕτω δή τοι σφοδρὸν, ὡς καὶ θάνατον εὐθὺς ἀπειλεῖν· ἀλλὰ τὸν μὲν θάνατον διαφεύγει, τό γε νῦν ἔχον, ἰατρικαῖς ἐπιμελείαις ὡς ἔδοξε, τὴν ὀδύνην δὲ τῆς κεφαλῆς οὐδαμῶς· ἀλλὰ κατὰ περίοδον ἐπιοῦσα, πρῶτα μὲν ἑκάστου μηνὸς ἅπαξ· εἶτα τοῦ χρόνου προϊόντος, καὶ δὶς κατὰ μῆνα καὶ τρὶς καὶ πολλάκις καὶ πυκνότερον ἅμα καὶ ἀκμαιότερον κάκιστα διετίθει. Ἕβδομος ἐνιαυτὸς ἐν τούτοις παρήει, καὶ τὸ πάθος αἰεὶ προκόπτον ἐπὶ τὸ χεῖρον, καὶ μαίνεσθαι τὸν πάσχοντα καὶ ἀναισθητεῖν ἐποίει δοκεῖν τοῖς συνοῦσι, τῷ τῆς βοῆς ἀλλοκότῳ τε καὶ ἀήθει, καὶ τὸν θάνατον σφοδρότερον αὖθις ἠπείλει, πάσης περιφρονοῦν ἰατρικῆς ἐπιστήμης καὶ φαρμακείας. Τί τὸ ἐντεῦθεν; ἀπαγορεύει μὲν ὁ μοναχὸς τὴν ἐνταῦθα ζωὴν, τῆς δὲ μελλούσης γεγονὼς μόνης τῇ διανοίᾳ, καὶ πρὸς τὴν ἔξοδον ὡς ἤδη κατὰ κεφαλῆς ἐπιοῦσαν βλέπων, τ᾽ ἄλλα τε τῆς μεταμελείας καὶ τῆς πρὸς Θεὸν ἐπιστροφῆς μετὰ στεναγμῶν τε καὶ ὀδυρμῶν ἐφθέγγετο ῥήματα, καὶ τὴν ψυχὴν καὶ τὴν ἐκείνης σωτηρίαν ἀνεκαλεῖτο, καὶ ταλανίζων ἑαυτὸν ἅμα τῆς τε παρελθούσης ἀμελείας τοῦ βίου καὶ τῶν σφαλμάτων, καὶ ὅτι μηδὲ τελευτῶν ἔχει τὸν συναλγοῦντα καὶ συμπονούμενον περὶ τὴν δυνατὴν τέως τῆς ψυχῆς θεραπείαν· εἶτα καὶ τοῦ μεγάλου μνησθεὶς ἐπὶ τούτοις, καὶ τῆς ἁγιότητος καὶ τῆς μεγάλης ποιμαντικῆς καὶ ἐπιστασίας ἐκείνου· ἦν γὰρ καὶ τῶν γνωρίμων τε καὶ συνήθων· καὶ ὅτι μηδὲ τὴν τελευταίαν πρὸς Θεὸν ἐκδημοῦντι τῷ μακαρίῳ παρῆν· ἢ γὰρ ἄν φησι καὶ τῶν ἐξοδίων αὐτοῦ ῥημάτων καὶ τῶν ἱερῶν εὐχῶν μετασχὼν τότε, ταύτας ἀντὶ φυλακτηρίου παντὸς καὶ ἀμυντηρίων ὅπλων νυνὶ προϊστάμην. Ταῦτ᾽ ἐπειπὼν ὁ πρεσβύτερος, καὶ ἑαυτὸν οἷον ἀποκλαυσάμενος ὑπὲρ τούτων, τὸ τελευταῖον κατάγεται καὶ εἰς ὕπνον, καὶ ὁ ὕπνος ὄψιν εὐθὺς ἐπιφέρει τοιάνδε. Ἐδόκουν, φησὶ, κατὰ τὸν τοῦ θαυμαστοῦ Δημητρίου νεὼν, ἔνδον ἑστηκὼς τῶν ἀδύτων, τὸν μέγαν βλέπειν Ἀρχιερέα, τῇ θείᾳ τε παρεστηκότα τραπέζῃ, καὶ συνήθως ἱερουργοῦντα τὰ μυστικά· ᾧ δὴ καὶ προσπεσὼν εὐχῆς ἱερᾶς ἀξιωθῆναι παρ᾽ αὐτοῦ περιπαθῶς ἐπεζήτουν. Ὁ δὲ, πρῶτα μὲν οὐδ᾽ ἐπεστράφθαι πρὸς τὴν αἴτησιν ὅλως ἐδόκει· ἀλλὰ τῶν μυστηρίων μᾶλλον καὶ τῆς ἱερᾶς ἐξηρτῆσθαι τραπέζης κἀκείνοις προσέχειν τὸν νοῦν· μικρὸν δέ τι διαλιπὼν, ἐπιστρέφει πρός με, καὶ τῷ ἐπισκηνίῳ τὴν δεξιὰν ἐπιθεὶς, ἔνθα δὴ καὶ τὸ πᾶν ἐδόκει τότε συνδραμεῖν τῆς ὀδύνης, τὸν τοῦ θείου Σταυροῦ τύπον ἐγχαράττει μοι τοῖς δακτύλοις· τῶν δ᾽ εὐθὺς ἔλαιόν τι καινῶς ἐκρυὲν, τὰ πρόσωπα καταχρίειν ἐδόκει· καὶ ταῦτα μὲν ὅ τε ὕπνος, καὶ ἡ ἱερὰ ὄψις ἐκείνη. Ὁ δ᾽ εὐθέως ἐξαναστὰς, καὶ τοῦ θανάτου καὶ τῆς ὀδύνης καὶ τῶν λυπηρῶν ἐκείνων ὁμοῦ πάντων ἀθρόον καὶ ὑπὲρ πάσας ἐλπίδας ἀπαλλαγεὶς, ὡς μηδὲ ἴχνος ἐκείνων μηδοτιοῦν ἐλλελεῖφθαι, Θεῷ καὶ τῷ ἐκείνου θεράποντι μεγάλας ἀνωμολόγει τὰς χάριτας.
Ἄλλος τις τῶν τῆς πόλεως οἰκητόρων οὐ τῶν ἀσήμων, ἀλλὰ καὶ τῶν εὐπατριδῶν τε καὶ ἐπισήμων ὡς μάλιστα, γυναικί τε καὶ τέκνοις συζῶν, καὶ οἰκίας ἐπιμελώμενος, ὀδύνῃ χρονίᾳ κάτοχος ἦν· κωλικήν φασι ταύτην ἰατρῶν παῖδες. Αὕτη τῷ χρόνῳ συναυξηθεῖσα, μεθόδοις ἰατρικαῖς καὶ φαρμακείαις οὐκέτι τὸ παράπαν ὑπεῖκε, καθὰ δὴ καὶ πρόσθεν· ἀλλ᾽ ἠλέγχετο πάνθ᾽ ὁμοῦ τῷ σφοδρῷ τῆς ὀδύνης, τῶν φυσικῶν ἐμφραγέντων πόρων καθάπαξ, καὶ τοῖς περιττώμασι τῆς γαστρὸς μηδεμιᾷ τινι μηχανῇ τὴν ἔξοδον συγχωρούντων, ὡς καὶ τῶν ἰατρῶν τοὺς δοκίμους τότε παρόντας, ὕλην τινὰ μοχθηρὰν λέγειν εἰς ἑαυτὴν συστᾶσαν, καὶ συμπαγεῖσαν εἰς λίθου μεταβαλεῖν φύσιν, κἀκεῖνον τὸν τῆς φυσικῆς ἐκκρίσεως ἀποφράττειν πόρον. Ἕκτη μὲν οὖν ἤδη παρήει, τ᾽ ἀνδρὶ δεινῶς ὑπὸ τῆς ὀδύνης στροβουμένῳ τὰ ἔνδον, καὶ αὐτό γε τὸ ζῆν πρὸς ἑσπέραν ταύτης ἀπαγορεύοντι. Τῶν δὲ προσηκόντων, καθ᾽ αἶμα, καὶ τῶν ἄλλως καθ᾽ ἑταιρείαν οἰκείων τε καὶ συνήθων παρακαθημένων τε καὶ συμπασχόντων, ὡς ἔθος, ἐν τοῖς τοιούτοις, καὶ τὸν θεῖον ἐν τούτοις εἰς μέσον Γρηγόριον παρηχούντων τῷ λόγῳ, καὶ τὴν ἐνεργοῦσαν δι᾽ αὐτοῦ μεγάλην τῶν θαυμάτων ἐνέργειαν, καὶ ὅτι τῷ ἐκείνου πολλοὶ προσιόντες τάφῳ, χαλεπῶν ἀῤῥωστημάτων καὶ χρονίων παθῶν ἀθρόον ἐξάντεις ὁρῶνται, καὶ ὁ πάσχων ἐν αἰσθήσει τῶν λαλουμένων αὐτίκα γενόμενος, καὶ δάκρυσι καὶ ῥήμασιν ἐλεεινοῖς τὸν ἅγιον εἰς οἶκτον ἐξεκαλεῖτο· ἰσχύεις, ἄνθρωπε τοῦ Θεοῦ, λέγων, ἅτε δὴ καὶ Χριστοῦ μιμητὴς ἀκριβέστατος, εἰ καὶ μὴ πάρειμι καὶ αὐτὸς νῦν κατὰ τοὺς ἄλλους τῷ σῷ τάφῳ, καὶ τῆς νόσου καὶ τῆς ὥρας εἰργούσης, καὶ ἐπισκέψασθαι καὶ θεραπεῦσαι καὶ τῆς πικρᾶς ὀδύνης ἀπαλλάξαι καὶ τοῦ προσδοκωμένου θανάτου. Ταῦτα καὶ τὰ τοιαῦτα μεταξὺ λέγων, εἰς ὕπνον ἐτράπη, καὶ Γρηγόριος εὐθὺς ὁ μέγας παρῆν ἐν σχήματι πρεσβυτέρου καὶ μοναχοῦ τινος τῶν οἰκείων, ὁμωνύμως δηλαδὴ Γρηγορίου καὶ αὐτοῦ καλουμένου, καὶ τῶν συνόντων αὐτῷ πάλαι μοναχόν τε καὶ διάκονον ἕνα τινὰ παρεπόμενον ἔχων· οἳ δὴ καὶ αὐτῷ, φημὶ, τῷ πάσχοντι συνήθεις ἐτύγχανον ὄντες. Τοῦ τοίνυν Γρηγορίου φιλικῶς αὐτὸν ἐρομένου, τί ποτε ἄρα τὸ λυποῦν; καὶ τίς ἡ τοῦ θορύβου καὶ τῆς τοσῆσδε ταραχῆς καὶ τῆς ἀνάγκης αἰτία; οὐχ ὁρᾷς μέ φησιν ὁ πάσχων ὀδύνῃ συνεχόμενον πικροτάτῃ; καὶ τῆς μὲν ζωῆς ἀφαιρούμενον ὑπὸ ταύτης ἀθρόον, τὰ δὲ φίλτατα, φεῦ! ἔρημα καταλείποντα πάσης ἡστινοσοῦν προστασίας; ἀλλὰ μὴ δέδιθι, φησὶν, ὦ οὗτος, τὰ τοιαῦτα τό γε νῦν εἶναι· ἕξει καὶ γάρ σοι καλῶς καὶ κατ᾽ εὐχὴν μετὰ μικρὸν πάντα, τοῖς ὀδυνωμένοις μορίοις τοῦ παρόντος ἐπιβληθέντος, εἶπε, καὶ τμῆμά τι τῆς αὐτῷ πάλαι καινουργηθείσὴς ἱερᾶς στολῆς, ἤπερ ἔφην, τοῦ κόλπου δόξας ἐξενεγκεῖν, σταυροῖς ἐννέα χρυσοῖς ἐντετυπωμένον, ἐπιτίθησι τῷ πάσχοντι μέρει· ὁ δ᾽ ἄρα διάκονος ὁ παρεπόμενος τούτῳ, Σταυρὸν καὶ αὐτὸς ἀπὸ κηροῦ δόξας φέρειν, τοῖς τοῦ πάσχοντος ἐπιτίθησιν ὀπισθίοις, τῷ ὑπερκειμένῳ τῆς ἕδρας ὀστῷ προσφύσας, ἱερὸν τοῦτό φασιν ἰατρῶν παῖδες. Καὶ ὁ μὲν ταῦθ᾽ οὕτω θαυμαστῶς ἐνεργήσας Πνεύματι θείῳ, τοῦ πάσχοντος ἐξ ὀφθαλμῶν ἦν· ὁ δ᾽ αὐτίκα, τῶν ὕπνων αὐτὸν ὑπανέντων, νύττεται τὴν γαστέρα, καὶ τῆς νοσοποιοῦ θαυμαστῶς κενωθείσης ὕλης, ὡς καὶ τοὺς παρόντας καταπλήττειν πάντας τῇ θέᾳ, τό τε πάθος εὐθὺς δραπετεύει, καὶ ὁ πάσχων ἐλεύθερος οὐ τοῦ προσδοκηθέντος μόνον θανάτου καὶ τῆς χρονίας ἐκείνης ὀδύνης καθάπαξ, ἀλλὰ καὶ εὐσθενής τις καὶ ῥωμαλέος ἐπὶ τὸν τάφον ἰὼν τοῦ μεγάλου, δι᾽ ἑαυτοῦ τε λαμπρᾷ τῇ φωνῇ τὸ τοῦ θαύματος ὑπερφυὲς πᾶσιν ἀνακηρύττων, καὶ Θεῷ καὶ τῷ ἐκείνου θεράποντι θύων τὰ χαριστήρια.
Ὁ τῆς κατὰ Θεσσαλονίκην Ἐκκλησίας τῶν ἱερῶν ᾀσμάτων τε καὶ μελῶν ἔξαρχος, καὶ τοῦ χοροῦ τῶν ᾀδόντων ἀρχηγός τε καὶ κορυφαῖος, Δομέστικον ἡ συνήθεια τοῦτόν φησιν, ἐπίσημος δ᾽ ἐν τοῖς τοιούτοις ἐκεῖνος, καὶ χρόνῳ καὶ πείρᾳ καὶ φύσει καὶ τέχνῃ καὶ παντὶ τῷ συντελοῦντι πρὸς ταῦτα, καὶ διδάσκαλος χρηματίζων τῶν ὄντων, καὶ κατὰ πάντων τὸ πρεσβεῖον φερόμενος· οὗτος τοιγαροῦν νόσῳ τινὶ συσχεθεὶς, ἐξ ὕλης μοχθηρᾶς τινος καὶ δρυμείας ἐχούσῃ τὰς ἀφορμὰς, ἐνιαυτὸν ὅλον σχεδὸν ἀκίνητος ἐπὶ σκίμποδος κατακείμενος ἦν. Τῇ δ᾽ ἀντιπιπτούσῃ ψυχρᾷ διαίτῃ, καὶ δὴ καὶ ταῖς ἄλλαις ἐπιμελείαις τῶν ἰατρῶν, τοῦ μὲν δαπανηθέντος τῆς ὕλης, τοῦ δ᾽ ἀλλοιωθέντος κατὰ μικρὸν, τὸ καταλειφθὲν ἐκείνης ἀκατέργαστόν τε καὶ ἄπεπτον, ἐλαυνόμενον ὡσανεὶ καταφεύγει πρὸς τὰ τοῦ σώματος πέρατα, καὶ παρεῖντο δεινῶς τὸ λοιπὸν, αἵτε χεῖρες ὁμοῦ καὶ οἱ πόδες τῷ κορυφαίῳ τῶν μελῳδῶν. Ἡμέραι παρῆλθον ἐξ ἐκείνου συχναὶ, καὶ τῆς νοσώδους ἐλαυνομένης ὕλης κἀκεῖθεν, τὰ μὲν ἄλλα μέρη καὶ μόρια τοῦ πάθους καθαρῶς ἀπαλλάττεται, τοῖς δέ γε τρισὶ καὶ πρώτοις δακτύλοις τῆς δεξιᾶς, τῷ τε ἀντίχειρί φημι καὶ τοῖς μετ᾽ ἐκεῖνον, τῆς νοσώδους ἐκείνης ὕλης μέρος τι παραμεῖναν καὶ προσφυὲν, ἀργοὺς καὶ νεκροὺς ἐκείνους πρὸς πᾶσαν ἡντινοῦν ἐνέργειαν ἀπειργάσατο· χρόνος παρήει συχνὸς, καὶ τὸ πάθος οὐδοτιοῦν ἐνεδίδου, ἀλλ᾽ οἱ μὲν οὕτως ἐπ᾽ ὀρθίῳ τῷ σχήματι μένοντες ἦσαν, ἀκλινεῖς τε καὶ ἄκαμπτοι καὶ πρὸς πᾶσαν φυσικὴν ἀκίνητοι κίνησιν· τῷ δὲ, δεινὸν μέν τοι καὶ σφόδρα δεινὸν ἐδόκει καὶ ἄλλως, οὕτω γε παρ᾽ ἐλπίδας νεκρὰν ὁρῶντι τὴν χεῖρα· ἤδη γὰρ ἀπεῖπε τὴν θεραπείαν καὶ ἰατρικὴ πᾶσα τέχνη καὶ μέθοδος· ἐλύπει δ᾽ οὐχ ἦττον, εἰ μὴ καὶ μᾶλλον αὐτὸν, τὸ μηδὲ τῇ τέχνῃ δύνασθαι χρῆσθαι, καθὰ δὴ καὶ τὸ πρότερον, μηδὲ γράφειν μηδ᾽ ἐκδιδόναι τὰ μέλη τῇ παρέσει τῆς δεξιᾶς. Ὅθεν καὶ πάσης ἀνθρωπίνης τέχνης καὶ βοηθείας καὶ χειρουργίας καὶ φαρμάκων καταγνοὺς ὁμοῦ πάντων ὁ ἀσθενῶν, ἐπὶ τὴν θείαν ἀμέσως καταφεύγει πρυτανείαν, καὶ τὴν ἀληθινὴν ἐκεῖθεν αἰτεῖται βοήθειαν, πρέσβεις ἰσχυροὺς πρὸς Χριστὸν καὶ μεσίτας τοὺς ἐκείνου θεράποντας προβαλλόμενος. Νὺξ μετὰ τὴν ἱκεσίαν ἐκείνην παρῆν, καὶ Γρηγόριος εὐθὺς ἀντὶ πάντων τε καὶ πρὸ πάντων αὐτῷ κατὰ τοὺς ὕπνους ὁ μέγας παρῆν, τὴν μετὰ μικρὸν ἐσομένην θείαν ἐπισκοπὴν καὶ θεραπείαν θαυμαστῶς εὐαγγελιζόμενος· ἐδόκει καὶ γὰρ ὁ κάμνων παρὰ τὸν μέγαν τῆς τοῦ Θεοῦ Σοφίας διατρίβων νεὼν, ἐν τοῖς δεξιοῖς αὐτοῦ που μέρεσιν ἐντυχεῖν καὶ τῷ μεγάλῳ τῷδε Ἀρχιερεῖ, ἵνα δὴ καὶ ἡ σορὸς αὐτῷ ἵδρυται· καὶ ὁ μὲν ἐδόκει πατρικῶς καὶ γνησίως τὴν κεφαλὴν αὐτῷ καταψῶν τὰ ἥδιστά τε καὶ εὐκταιότατα προσλαλεῖν· ἄπιθι λέγων ὁ τῶν μελῳδῶν ἔξαρχος, ἀπό γε τοῦ νῦν καὶ καλῶς εἰς τὸ ἑξῆς ἔσται σοι· ὁ δὲ τῆς ἡμέρας ἤδη τὸ ἑῶον ὑπολαμπούσης διαναστὰς, ἄπεισι δρομαίως εἰς τὸν νεὼν, τὴν ἱερὰν τοῦ μεγάλου καταλαμβάνει σορὸν, προσπίπτει, δάκρυσι μεταμελείας ὁμοῦ καὶ ἱκεσίας ἐκείνην ἱκανῶς λούει· νῦν μὲν τὴν ἁμαρτίαν ἐξαγγέλλων καὶ τὴν πάλαι κατ᾽ αὐτοῦ τῆς γλώττης προπέτειαν· ἔφθασε καὶ γὰρ ὡς αὐτὸς ἔλεγεν, εἰς ἐκεῖνον τὰ τοιαῦτα ἡμαρτηκώς· νῦν δ᾽ αὖ τὴν συγγνώμην ἐξαιτῶν καὶ τὴν θεραπείαν τοῦ πάθους, καὶ τῷ τῆς σοροῦ λίθῳ πυκνὰ παρατρίβων· τὴν δεξιάν· καὶ ταῦτα δεηθεὶς ἐφ᾽ ἱκανὸν καὶ εἰπὼν, ἐπεὶ καὶ τῆς οἴκαδε φερούσης ἐγίγνετο πάλιν, καὶ πρὸς ἑαυτὸν ἐπανήει· τῆς θαυμαστῆς σὺ καὶ ὑπερφυοῦς περὶ τὸν Γρηγόριον, Χριστὲ, χάριτος! καὶ ἡ χεὶρ αὐτῷ κατὰ φύσιν ἐνεργὸς ἦν, καὶ οἱ νεκροὶ καὶ ἀκίνητοι δάκτυλοι πρὶν, ζῶντες ἀθρόον καὶ κινούμενοι καθωρῶντο, καὶ τὰ οἰκεῖα προσφυῶς πράττοντες· τὴν γὰρ οἰκίαν εὐθὺς εἰσιὼν καὶ τῆς γραφίδος ἁψάμενος, καὶ γράφων ὑγιῶς τε καὶ ἀπταίστως ὡρᾶτο, καὶ τὴν χεῖρα πρὸς τὰ μέλη, καθὰ δὴ καὶ πρώην εὐρύθμως κινῶν, καὶ Θεὸν ἀνακηρύττων σωτῆρα λαμπρᾷ τῆ φωνῇ, καὶ τὸν ἐκείνου μέγαν θεράποντα.
Ἀνήρ τις τῶν ἁλουργίδας ἱστουργούντων βασιλικὰς, ὑπό τινος ἀφανοῦς συμπεσούσης αἰτίας, τὴν φυσικὴν τῶν τῆς γαστρὸς περιττωμάτων ἐπὶ μακρὸν ἐπέχεται κένωσιν, ἀνορεξία τροφῶν ἐπὶ τούτῳ καὶ πόσεως ἐφ᾽ ἡμέραις συχναῖς, καὶ ὁ πάσχων ἐν περιστάσει, πάντων ὁμοῦ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων ἤδη στερούμενος. Καὶ δὴ πρόσεισι τινὶ τῶν βασιλικῶν ἰατρῶν, θεραπείαν τινα παρ᾽ αὐτοῦ καὶ τῆς τέχνης αἰτῶν· φάρμακον ἐκεῖνος ὀρέγει σκευάσας, πρός γε τὴν τῆς γαστρὸς κένωσιν ὁ πάσχων παρ᾽ ἐκείνου λαβὼν, κρείττονι πάντως προνοίᾳ παρὰ τὴν τοῦ ἰατροῦ γνώμην ἐκεῖνο προσφέρεται· ὁ μὲν γὰρ τοῦ παντὸς ἐκέλευσε πίνειν· ὁ δ᾽ ἐπ᾽ οἴκου γενόμενος, μὴ τοῦ παντὸς, ἀλλὰ τοῦ ἡμίσεως δεῖν εἶναι πίνειν μᾶλλον ἔλεγε τέως, καὶ οὕτω διάπειραν ἐκείνου λαβόντα, καὶ πρὸς τὰ πρόσω χωρεῖν· χρῆται τοιγαροῦν τῷ ἡμίσει· τὸ δὲ τῆς κενώσεως αὐτόθεν ἀρξάμενον, οὕτω τοι δραστικὸν καὶ ἀκάθεκτον ὥφθη, ὡς καὶ τῶν σαρκῶν μετ᾽ ὀλίγον τοῦ πάσχοντος ἄψασθαι, καὶ δυσεντερίας πάθει περιβαλεῖν. Ὁ μὲν οὖν εἴτ᾽ ἀμαθίᾳ εἴτε καὶ λήθῃ τὸ φάρμακον ἐκεῖνο κεράσας ἰατρὸς, αἰσθόμενος τοῦ κακοῦ παντοδαπός τις ἦν, τοῖς ἐναντίοις τῶν φαρμάκων ἐπισχεῖν τὴν κένωσιν μηχανώμενος· ἡ δ᾽ οὐχ ὑπεῖκε, κρείττων ἁπάσης μηχανῆς ὁρωμένη, καὶ θάνατον τὸ τελευταῖον ἀπειλοῦσα τῷ πάσχοντι. Ὅθεν καὶ τῆς ἐκεῖθεν ἀπογνοὺς βοηθείας ἁπάσης, πρὸς Θεὸν δι᾽ εὐχῆς καταφεύγει, καὶ τὸν ἐκείνου μέγαν θεράποντα. Οἶδα, λέγων, ἄνθρωπε τοῦ Θεοῦ, καὶ παρόντα τῷ βίῳ καὶ μεταστάντα, πλεῖστά τινα καὶ μέγιστα δυνάμενον ἐν Χριστῷ· γενοῦ τοιγαροῦν ἐν τῇ ὥρᾳ ταύτῃ κἀμοὶ βοηθὸς, καὶ τῶν ἐπικειμένων τούτων κινδύνων καὶ τοῦ πικροῦ θανάτου τῇ σῇ μεσιτείᾳ ἐξάρπασον. Ὑπνοῖ μετὰ τὰ ῥήματα ταῦτα καὶ τὴν εὐχὴν ὁ νοσῶν, καὶ τὸν ἐξυπηρετούμενον πάλαι τῷ Ἀρχιερεῖ μοναχὸν ἐν τοῖς ὕπνοις ὁρᾷ, τοιάδε πρὸς αὐτὸν λέγοντα· Τὸν τοῦ Ἀρχιερέως οἶκον, φησὶν, ὦ οὗτος, καταλαβὼν, τὴν ἱερὰν ἐπωμίδα ἐκείνου τοῖς σοῖς ἐπίθες νεφροῖς, καὶ οὐχ ἁμαρτήσεις γε τοῦ σκοποῦ. Ἐδόκει μὲν οὖν ὁ πάσχων ἔτι τῷ ὕπνῳ κάτοχος ὢν, εἰς τὸν τοῦ Ἀρχιερέως οἶκον καὶ ἀπιέναι καὶ τὸ ἱερὸν ἐκεῖνο ῥάκος ζητεῖν κατὰ τὰ προστεταγμένα, καὶ ἐπειδὴ μὴ τὸ ζητούμενον ἔσχε, πρὸς τὸν προστεταχότα μοναχὸν αὖθις ἐπανελθεῖν, ἐκεῖ δόξαντα παραμένειν ἔτι, καὶ τὴν ἀποτυχίαν εἰπεῖν. Τὸν δὲ λαβόμενον αὐτοῦ τῆς χειρὸς οὐκέτι μὲν εἰς τὸν οἶκον ἐκεῖνον, εἰς δὲ τὸν αὐτοῦ τάφον μᾶλλον ἀπαγαγεῖν, κἀκεῖ τὴν ἱερὰν ἐπωμίδα μετὰ χεῖρας λαβόντα, τοῖς τοῦ νοσοῦντος νεφροῖς ἐπιθεῖναι. Καὶ ὁ μὲν ὥχετο ἀπιὼν εὐθὺς μετ᾽ ἐκεῖνα· τὸν δ᾽ ὕπνον αὐτίκα καὶ ὁ νοσῶν ἀποτιναξάμενος, καὶ τὸν μὲν οἰκίσκον τοῦ Ἀρχιερέως ἔκ γε τῶν ὁραθέντων κρίνας εἶναι τὸν τάφον, τὸν δ᾽ ἐπικείμενον ἴσως λίθον διὰ τῆς ἱερᾶς ἐπωμίδος δηλοῦσθαι, ἔτι τῷ πάθει κάτοχος ὢν, παρὰ τὴν ἱεράν τε σορὸν ἔρχεται, καὶ τοὺς νεφροὺς παρατρίψας τῷ λίθῳ, καὶ θανάτου καὶ νόσου κρείττων εὐθὺς ἐκεῖθεν ἐπάνεισιν.
Ἐξιᾶται καὶ ἰατρὸν ὁ μέγας οὗτος ἰατρὸς τῶν ψυχῶν ὁμοῦ καὶ σωμάτων· ὁ μὲν γὰρ ἐπὶ χρόνον κατέκειτο πλεῖστον παντοδαποῖς προσπαλαίων νοσίμασιν, ὡς ἐκ μὲν τῆς χρονίας κατακλίσεως τὴν σάρκα πληγὰς, σκωλήκων δὲ πλῆθος ἀνασχεῖν τὰς πληγάς· ἐνόσει δ᾽ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ἡ ὁμόζυγος ὁμοῦ καὶ τὰ φίλτατα· καὶ ὁ τοῦ ἰατροῦ οἶκος οὐκ ἰατρεῖον, καθάπερ ἔδει, ἀλλὰ νοσούντων μᾶλλον ἦν καταγώγιον· ἀλλ᾽ ἐφίσταται τούτοις καὶ μάλα φιλανθρώπως αὐτόκλητος ὁ κοινὸς ἰατρὸς, ὁ θεῖος, φημὶ, Γρηγόριος, ἐφίσταται δὲ πῶς; Ἐδόκει τῇ θυγατρὶ τούτων ὑπνούσῃ τὸν μέγαν ἐπὶ τῆς οἰκίας ὁρᾷν· ἐδόκει δὲ καὶ αὐτὴν ἐκείνῳ προσπίπτουσαν ὑπὲρ θεραπείας τοῦ οἰκείου πατρὸς ἱκετεύειν· τὸν δὲ μέγαν εὐμενῶς τῇ προκλήσει προσχάντα, τὴν λεκάνην ἐνεχθῆναι οἱ κελεῦσαι, ἐν ᾗ τὰ τοῦ ἱεροῦ νιπτῆρος ἐτησίως αὐτῷ τελεῖν ἔθος· ἧς δὴ καὶ προσκομισθείσης ὑφ᾽ ἑνός τινος τῶν ἱερῶν διακόνων, ὕδατος πλήρους ἁγίου, τὸν Ἱεράρχην ἐπιτάττειν τῷ διακόνῳ, χεῖρας ἅμα καὶ πόδας ἀποῤῥύπτειν τοῦ νοσοῦντος τῷ ὕδατι· καὶ τὸν μὲν τὰ προστεταγμένα θᾶττον ἢ λόγος ποιεῖν, τὸν δ᾽ αὐτίκα πρὸς τὴν κατὰ φύσιν ἕξιν καὶ τὴν ὑγείαν νιψάμενον ἐπανέρχεσθαι. Ταῦτα θαυμαστῶς οὕτως ὁρώσῃ τῇ παιδὶ, καὶ περὶ τῆς μητρὸς ὡσαύτως ἐπήει δεῖσθαι, καὶ τὴν ὑγείαν κἀκείνης ἐξαιτεῖσθαι τοῦ διδασκάλου, ἀλλ᾽ ἐώκει φωνῆς ἐκεῖθεν ἀκούειν, τοῖς μὲν παροῦσιν ἀρκεῖσθαι, τό γε νῦν εἶναι λεγούσης, μετὰ μικρὸν δ᾽ ὡσαύτως ἥξειν ἐλπίζειν κἀκεῖνα· τί τὸ ἐντεῦθεν; ἐξαγγέλλει τοῖς γονεῦσιν ἡ κόρη μετὰ τοὺς ὕπνους τὰ ὁραθέντα· ὁ πατὴρ αὐτίκα διακούσας εἰς βαλανεῖον ἄγειν κελεύει· τοὺς ἰχῶρας ἅμα τοῖς σκώληξι λουσάμενος ἀποτίθεται· εἶτ᾽ ἐκεῖθεν ἀπάρας, ἐπὶ τὴν ἱερὰν τοῦ μεγάλου σορὸν ἔρχεται· καὶ δυοῖν ἡμερῶν διαγενομένων, αἰφνίδιον νύττεται τὴν γαστέρα, καὶ πρὸς ἔκκρισιν τῶν περιττωμάτων χωρεῖ, συχναῖς πρότερον εἰργομένων ἡμέραις τῆς κατὰ φύσιν ἐξόδου· καὶ παρὰ τὴν οἰκίαν ἐλθὼν τοσαύτην τῶν ἔνδον ὑφίσταται κένωσιν, ὡς καὶ τοὺς ὁμοτέχνους ἰδόντας, διὰ τοῦτ᾽ αὐτῷ καὶ αὖθις ἀπαγορεῦσαι τὸ ζῇν, τὴν φυσικὴν ἀπολιπεῖν ἂν αὐτὸν οἰηθέντας καὶ ζωτικὴν δύναμιν μετ᾽ ὀλίγον, τῇ τῆς νόσου μακρᾷ τηκεδόνι καὶ τῇ ἐκεῖθεν ἀδυναμίᾳ, τῆς μεγάλης ταυτησὶ καὶ ἀθρόας κενώσεως προστεθείσης. Ἀλλ᾽ ἐκεῖνος, τῆς νοσοποιοῦ κενωθείσης οὕτως αὐτῷ θαυμαστῶς ὕλης, τῷ τοῦ ἁγίου νιπτῆρι καὶ τοῖς καινοῖς ἐκείνοις λουτροῖς τῶν χειρῶν ἅμα καὶ τῶν ποδῶν, ἀνώτερος ἦν αὐτίκα τῆς νόσου, οὐ τὴν προσοῦσαν οὐκ ἀποβαλὼν ἰσχὺν μόνον, ἀλλὰ καὶ τὴν μὴ παροῦσαν ὡς μάλιστα προσλαβὼν, ὡς καὶ ἵππον παρ᾽ ἐλπίδας εὐχερῶς ἀναβαίνειν ἔχειν, καὶ τὴν πόλιν περιϊὼν ὡς καὶ πρότερον χρῆσθαι τῇ τέχνῃ, καὶ πολλοὺς θεραπεύειν, ἀλλ᾽ οὐχὶ πρὸς τοῖς ἄλλοις καὶ τὴν γυναῖκα· ταύτῃ γὰρ καὶ ἀπαγορεύει τὸ ζῇν μᾶλλον, ἰσχυρωτέραν πολλῷ τῆς τέχνης τὴν ἐκείνης νόσον εὑρών· ἀλλ᾽ ὁ κοινὸς ἰατρὸς καὶ Πατὴρ οὐκ ἐψεύσατο τὴν ἐπαγγελίαν, ἀλλ᾽ ἰᾶται μετ᾽ ἐκεῖνον καὶ ταύτην, καὶ τὰ πρεσβεῖα τῇ κεφαλῇ κατ᾽ ἀξίαν διδοὺς, καὶ τὸ σῶμα πᾶν ὁμοῦ διασώζων, ἵν᾽ ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος κἀνταῦθα, κατὰ τὸ εἰρημένον.
Γυνή τις τῶν εὐπατριδῶν καὶ κοσμίων νόσῳ περιπίπτει μακρᾷ τινι καὶ βαρείᾳ· μεθ᾽ ἣν καὶ ῥεῦμα χυμοῦ τινος πονηροῦ κατὰ τῆς δεξιᾶς ῥεῦσαν, ξηρὰν ὅλην αὐτὴν καὶ ἀργὸν ἀπεργάζεται· μᾶλλον δ᾽ οὐκ ἀργός τε καὶ ἄπρακτος ἡ χεὶρ μόνον· ἦν γὰρ ἂν τῶν ἐσχάτων κακῶν καὶ τοῦτο· ἀλλὰ καὶ ἄχθος ἐτώσιον ἦν τῇ πασχούσῃ, κάτω που καὶ καθ᾽ ἑαυτὴν ἠωρημένη, ἀλλ᾽ εἰς ὀρθήν πως ἐκτεταμένη πλαγίως, ἄκαμπτος, ἀκλινὴς πρὸς πᾶσαν κίνησιν ὁμοῦ καὶ μετάβασιν αἰσχρά τις προσιδεῖν, καὶ παντὶ τῷ σώματι πολεμία. Παῖδες μὲν οὖν ἰατρῶν τοῖς θερμοτέροις τε καὶ δραστικοῖς τῶν φαρμάκων τὴν οὕτω κατεψυγμένην ἀναζωπυρεῖν καὶ θεραπεύειν ἐκέλευον χεῖρα· ἡ δὲ τούτοις οὐδ᾽ ὀλίγα διδοῦσα, μύροις καὶ λειψάνοις μᾶλλον ἁγίων καὶ τοῖς ἐκεῖθεν ἱεροῖς ἐλαίοις πυκνὰ περιχρίουσα ἦν τὴν πάσχουσαν χεῖρα, καὶ τὴν ἐκεῖθεν βοήθειαν καὶ τὴν θεραπείαν ἐκδεχομένη. Ἐπεὶ δὲ καὶ τῶν συχνῶν καθ᾽ ἑκάστην ἤκουε θαυμάτων τοῦ θαυμαστοῦ Γρηγορίου, πρῶτα μὲν οὐδὲ πιστεύειν ἠξίου τοῖς λεγομένοις· οὐ μόνον οὐ τὴν προσήκουσαν ἔχουσα πάλαι δόξαν περὶ αὐτοῦ, ἀλλὰ καὶ τῇ γλώττῃ κακῶς κατ᾽ ἐκείνου χρωμένῃ, οἷα τὰ τῶν κενοδόξων τουτωνὶ γυναίων καὶ εὐριπίστων καὶ κούφων, ὁποίας δὴ πλείστας καὶ ἡ Κωνσταντίνου παρ᾽ ἡμῖν τρέφει μετὰ τῆς ὀνομαζομένης εὐγενείας καὶ τὴν κενοφωνίαν καὶ τοὺς μερισμοὺς καὶ τὰ σχίσματα καὶ τὴν τῆς γλώττης περιποιουμένας ἀκολασίαν καὶ φατρίαν τινὰ περί ἑαυτὰς καὶ φήμην καὶ αἰσχρὸν ὄνομα φιλοτιμουμένας κεκτῆσθαι· ἀλλ᾽ αἱ μὲν προφανῶς διὰ ταῦτα· διατί καὶ γὰρ ἕτερον; ἡ δὲ καὶ δι᾽ ἁπλότητα γυναικείαν ἴσως καὶ ἀμαθίαν, εἴπερ καὶ τούτοις δοίημεν ὅλως χώραν τε καὶ συγγνώμην ἐν τοῖς τοιούτοις, καὶ ταῦτα, διδασκάλων παρόντων τοσούτων καὶ τηλικούτων. Πρῶτα μὲν οὖν ἐξ ἀπιστίας, καθάπερ ἔφην, οὐδὲ προσέχειν τοῖς περὶ τοῦ μεγάλου θρυλλουμένοις ὅλως ἠξίου τὸν νοῦν· ἐπεὶ δ᾽ ἡ μὲν τῶν θαυμάτων ἐνέργεια πᾶσαν περιϊοῦσα τὴν πόλιν πυκνὰ περιἐκτύπει καὶ ταύτης τὰ ὦτα, τὸ δὲ τῆς δεξιᾶς πάθος οἴκοθεν αὐτὴν ἤπειγε νύκτωρ καὶ μεθ᾽ ἡμέραν, θεραπεία δ᾽ οὐδ᾽ ἡτισοῦν οὐδαμόθεν ἦν φαινομένη, συνελαύνεται καὶ ἄκουσα παρὰ τῆς ἀνάγκης, καὶ καταφεύγει σὺν τοῖς ἄλλοις καὶ αὐτὴ πρὸς τὸν μέγαν, πειράζουσα μᾶλλον ἢ πιστεύουσα τοῖς ἐκείνου· ἢ γὰρ μὴ δεδυνῆσθαι, ἢ καὶ δυνάμενον τὰ τοιαῦτα πορίζειν, μὴ βεβουλῆσθαι διδόναι τοῖς κατ᾽ ἐκείνην διακειμένοις πᾶσαν ἔλεγεν εἶναι ἀνάγκην· ὅπερ καὶ δίκαιον ἄντικρυς ἦν ἂν, καὶ τοῦ σώζοντος λόγου. Ἀλλ᾽ ὁ τοῦ Χριστοῦ μαθητὴς, τοῦ τὸν ἥλιον ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχοντος ἐπὶ δικαίους καὶ ἀδίκους, κατὰ Χριστὸν κἀνταῦθα καὶ αὐτὸς ἐλεῶν ἦν· διὸ καὶ προσιούσῃ τῇ γυναικὶ, καὶ δυσωπούσῃ μετὰ τῆς τῶν λογισμῶν ἐκείνων, ᾗ περ ἔφην, ἀμφιβολίας, καὶ τὴν χεῖρα προστριβούσῃ τῷ ἐπικειμένῳ λίθῳ τῷ τάφῳ, πρῶτα μὲν τοὺς ἤδη νεκρούς τε καὶ ἀκινήτους ἰᾶται δακτύλους, ὡς καὶ δύνασθαι κινεῖν καὶ συνάπτειν, καὶ σταυροῦ σχηματίζειν δι᾽ αὐτῶν τύπον, ἔτι παροῦσα δηλαδὴ τῷ θείῳ νεῷ, καὶ ταῖς σεπταῖς εἰκόσιν, ὡς ἔθος, τὴν προσκύνησιν ἀπονέμειν· εἶτα καὶ οἴκαδε γενομένη μετὰ τρίτην εὐθὺς, καὶ ὅλην τὴν δεξιὰν θεραπεύει, νυκτὸς ἐπιγενομένης· καὶ ὑγιής τε καὶ ἐνεργὸς ἡ χεὶρ ἐξ ἐκείνου τῇ γυναικὶ κατὰ φύσιν, ὢ Θεοῦ θαυμασίων! ἰαθείσῃ καὶ τὸ τῆς ψυχῆς χαλεπὸν ὁμοῦ πάθος, καὶ τὴν πονηρὰν ἀπιστίαν, πολλῷ τῶν κατὰ σῶμα παθῶν οὖσαν χαλεπωτέραν, καὶ Θεὸν ἀνυμνούσῃ, καὶ τὸν αὐτοῦ λαμπρῶς ἀνακηρυττούσῃ θεράποντα· ἧς δὴ καὶ τοὺς ἀπιστοῦντας τούτοις ὡσαύτως ἔτι κατακούειν ἔδει τέως καὶ πείθεσθαι.
Χήρᾳ τινὶ γυναικὶ γηραιᾷ τε καὶ πένητι, ῥεῦμα νοσῶδες ἄνωθεν ἐξ ὥμου τῆς εὐωνύμου χειρὸς καταῤῥεῖ, καὶ ταύτην ἀργὸν ἀπεργάζεται. Ἦν οὖν διπλοῦν τὸ πάθος τῇ γυναικὶ, καὶ διὰ ταῦτα δὴ καὶ ἀφόρητον· τὰ μὲν γὰρ πρῶτα, καθάπερ ἐκ μικρῶν τινων ἠργμένων ἀρχῶν, τῆς τε συνήθους ἠλακάτης οὐκ ἀπείργει τέως, καὶ τὰς ὀδύνας ἔτι φορητὰς ἐπάγειν ἐδόκει· τοῦ χρόνου δ᾽ αὐτῇ προϊόντος, τῶν τε χειρῶν ἀφαιρεῖται τούργον καθάπαξ, καὶ σῦν αὐτῷ τὰς τῆς ζωῆς ἀφορμὰς καὶ τὴν ὀδύνην χαλεπήν τινα καὶ ἀφόρητον ἐμποιεῖ· πλεῖστα μὲν οὖν ἰατρικὴ πρὸς ἀποτροπὴν εἰσενεγκοῦσα τοῦ ῥεύματος, ὡς καὶ καυτῆρι τὸ τελευταῖον κατὰ τοῦ ὥμου, καθαπερείτινος ἀρχῆς καὶ πηγῆς πεφηνότος ἐκείνου χρήσασθαι, ἤνυσε πλέον οὐδὲν, εἰμὴ τὸ καὶ ταῖς ἀλγηδόσιν ἐντεῦθεν προσθεῖναι, καὶ σφοδρότερον τὸ κατὰ τὴν χεῖρα πάθος ἐργάσασθαι. Οὕτω ταλαιπωρουμένης τῆς ἀθλίας ἐπὶ μακρὸν, δεινά τε ποιούσης καὶ πλείσταις ὁμοῦ καὶ μεγίσταις ταῖς βοαῖς συγκαλουμένης τὰς γείτονας, οἶκτον ἐκεῖναι τῆς πασχούσης λαβοῦσαι, ἐπεὶ μηδαμῶς εἶχον ἄλλως ἀμύνειν, παρὰ τὴν τοῦ μεγάλου σορὸν σύν γε τοῖς ἄλλοις σπουδῇ καὶ αὐτὴν βαδίζειν ἐκέλευον, καὶ παρ᾽ ἐκείνου μόνου τὴν θεραπείαν αἰτεῖν. Πείθεται ταῖς καλαῖς ἐκείναις συμβούλοις ἡ πάσχουσα, καὶ τῷ ἱερῷ προσελθοῦσα τάφῳ, καὶ πλεῖστα δεηθεῖσα καὶ εὐξαμένη, τῆς νυκτὸς ἤδη προσελαυνούσης, ἐπ᾽ οἴκου καὶ αὖθις χωρεῖ· καὶ τὴν μὲν ἡ στρωμνὴ καὶ τούδαφος εἶχε συνήθως, ταῖς προλαβούσαις ὀδύναις ὡσαύτως κάτοχον· ὁ δὲ μέγας ἰατρὸς τῶν νοσούντων, ἀστείως πως τῆς θεραπείας ἀρξάμενος, οὐκ εὐθὺς ἀφαιρεῖται τὴν ὀδύνην ἐκεῖθεν, καίτοι γε δυνατὸν ὂν, ἀλλ᾽ ἠρέμα πως καὶ κατὰ μικρὸν ἐκείνην ἐξάγων, ὡς ἂν ἐναργεστέραν καὶ τῇ πασχούσῃ μᾶλλον παρέχῃ τὴν αἴσθησιν, τὸ μὲν νῦν εἶναι τέως, τοῦ τε ὤμου καὶ τοῦ βραχίονος ἀπελαύνει· συγχωρεῖ δ᾽ ἔτι τὴν περὶ τὸν ἀγκῶνα καὶ τὸν πῆχυν διατριβήν· ἀλλ᾽ ἡ γυνὴ τοῦ μὲν, οὐδὲ συνεῖσα τὸ παράπαν οὐδοτιοῦν, σφοδροτέρας δ᾽ ὡς εἰκὸς τῆς καταδρομῆς αἰσθομένη τοῦ πάθους, συνελαθέντος εἰς τὸ στενὸν, καὶ καταβοᾶν ἐπεχείρει τοῦ ἰατροῦ, καὶ κακῶς κατ᾽ ἐκείνου χρῆσθαι τῇ γλώττῃ, καθάπερ ἐπὶ τῶν αἰσθητῶς ἰατρευομένων τε καὶ χειρουργουμένων οἱ τῆς θεραπείας τέως ἀναίσθητοι, ὡς ἂν αἰτιωτάτου γεγονότος αὐτῇ τῆς ὀδύνης ταύτης τῆς χείρονος· ἀλλ᾽ αἱ συνήθεις καὶ αὖθις ἐκεῖναι συνιοῦσαι καὶ γείτονες, ἐκεῖσε καὶ πάλιν συνεβούλευον ἀπιέναι, καὶ τὸ λοιπὸν τῆς θεραπείας ἐπιζητεῖν· καὶ ἡ μὲν ἀπήει καὶ αὖθις, καὶ τῇ θαυματουργῷ τοῦ μεγάλου σορῷ μετ᾽ ὀδύνης προσέπιπτε, ταὐτὰ τοῖς προτέροις οἷον ἐπεγκαλοῦσα, καὶ ὑπ᾽ ὁδόντα τὸν γογγυσμὸν ἐκείνῳ προφέρουσα· ὁ δὲ καὶ τὸ λεῖπον ἐπάγει φιλανθρώπως αὐτίκα, καὶ παντελῆ τὴν θεραπείαν ἐκεῖ τῇ γυναικὶ δίδωσιν· οὐ καθ᾽ ὕπνοις οὐδὲ λόγοις ὥσπερ δὴ καὶ τοῖς ἄλλοις ἐπὶ πολὺ, ἀλλ᾽ ἐγρηγορυίᾳ καὶ πράγμασιν αὐτοῖς ἐναργῶς, ἐξ ἀκρων δακτύλων ὡσανεί τινα μίτον λεπτὸν τὴν ὀδύνην καὶ τὴν χρονίαν ἐκείνην νόσον ἑλκύειν ἔξω δοκῶν ἐπὶ ὥραν συχνήν· ἡ δὲ γυνὴ τὴν οἰκίαν ἐκεῖθεν καταλαβοῦσα οὐκ ἀνώδυνος μόνον καὶ ἀπαθὴς, ἀλλὰ πρὸς πᾶν ὁτιοῦν ἔργον ἐπιτηδείαν κατὰ φύσιν κεκτημένη τὴν χεῖρα καὶ ἐνεργὸν, Θεὸν εὐχαρίστῳ γλώττῃ διὰ παντὸς μεγαλύνει καὶ τὸν ἐκείνου θεράποντα.
Καὶ μοναζούσαις δυσὶ, τῇ μὲν ἐξώρῳ τὴν ἡλικίαν καὶ ἤδη πρεσβύτιδι, τῇ δὲ κατ᾽ αὐτὴν ἀκμαζούσῃ, ἐπίχυσιν ὀφθαλμῶν καὶ ἀκοῆς βλάβην παθούσαις, ἐπειδὴ τῷ τάφῳ καὶ ἄμφω τοῦ μεγάλου προσῆλθον, λύσιν ἑκατέρα τοῦ πάθους αἰτοῦσαι τῇ μὲν τὸ δύσκωφον εὐμενῶς, τῇ δὲ γηραιᾷ τῶν ὀφθαλμῶν θεραπεύει τὴν πήρωσιν, ὡς τὴν μὲν τὴν προτέραν ἀπολαβεῖν ὁρατικὴν τῶν ὀφθαλμῶν ἕξιν τε καὶ ἐνέργειαν, τὴν δὲ τὴν κατὰ φύσιν τῆς ἀκοῆς ἐντελῆ δύναμιν, καὶ ἅμα τὸν εὐεργέτην καὶ ἰατρὸν ἀνυμνεῖν, οὕτως ὀξέως τε καὶ τρανῶς ἀπολαβού σας τὴν τῶν ὡσανεὶ νεκρωθέντων τουτωνὶ πρώτων καὶ ἀναγκαιοτάτων αἰσθητηρίων οἷον ἀνάπλασίν τε καὶ ἀναβίωσιν.
Οὐδὲ τῶν ἡμετέρων Θρᾳκῶν εὐεργετῶν ὁ μέγας ἀπέσχετο, ἀλλὰ καὶ τούτοις φιλανθρώπως συναριθμεῖ τοῖς οἰκείοις τε καὶ αὐτόχθοσι, τὸν πολιοῦχόν τε καὶ σωτῆρα τῆς μεγάλης τῷ ὄντι Θεσσαλονίκης, Δημήτριόν φημι τὸν ἐν μάρτυσι καὶ θαυματοποιοῖς μέγαν, καὶ αὐτὸς θαυμαστῶς ἐκμιμούμενος. Ἀνὴρ καὶ γάρ τις Ὁρεστιάδος μὲν τῆς πόλεως ἄποικος ὢν, ἣν Ἀδριανὸς ἐπισκευασάμενος ὕστερον, τὴν ἐπωνυμίαν ἐξ ἑαυτοῦ φέρων δέδωκε, πολιᾷ δὲ καὶ συνέσει καὶ σεμνότητι βίου κεκοσμημένος, καὶ τῶν πολιτῶν Θεσσαλονίκης τυγχάνων ἤδη καὶ αὐτὸς εἶς, ἦν μὲν ἐπ᾽ εὐλαβείας καὶ τοῦ περὶ τὰ κάλλιστα φίλτρου καὶ ζήλου καὶ πρὶν ἐπιβῆναι τὸν μέγαν τῆς Ἐκκλησίας, καὶ φίλος κἀκ μόνης αὐτοῦ ἀκοῆς τῶν καλῶν ἐκείνου, καὶ ζήλου πνέων ὑπὲρ τῆς κατ᾽ αὐτὸν ἀληθείας ἀδικουμένης, καὶ τοὺς στασιαστὰς ἐκείνους ὑπὲρ αὐτῶν τούτων ἐλέγχων συνεχῶς δημοσίᾳ, καὶ τὴν τοῦ Ἀρχιερέως προσονειδίζων ἐκείνοις ἀθέτησιν, ὡς καὶ τὸ σμῆνος ἐκεῖνο πολλάκις τουτοισὶ διεγείρειν, καὶ τὸν ἐκείνων ἐξάρχοντα δεινὰ μελετᾷν ποιεῖν κατ᾽ αὐτοῦ καὶ λογίζεσθαι ἃ κἂν εἰς τέλος παρήνεγκε, μὴ τοῦ Θεοῦ τὴν τυραννίδα καὶ τὴν στάσιν ἐκείνην ἄνωθεν παύσαντος. Ἐπεὶ δὲ καὶ τῆς πόλεως ὁ Ἀρχιερεὺς ἐπέβη, καὶ ἡ Ἐκκλησία τὸν ἑαυτῆς νυμφίον ἀπέλαβε, συνίσταται μὲν αὐτῷ παρὰ τῶν συνήθων εἰς φιλίαν καὶ ὁ πρὶν ἰδεῖν φίλος οὐδὲν ἦττον αὐτοῦ τε καὶ τῆς ἀληθείας οὑτοσὶ, καθὰ δὴ καὶ προύφην· καὶ τῶν τούτου ποτιμωτάτων ναμάτων τῆς διδασκαλίας γευσάμενος, ἑάλω τε κατάκρας τῷ ἔρωτι, καὶ μᾶλλον συνεδέθη τῷ φίλτρῳ, καὶ τὴν ψυχὴν ἀχώριστος ἦν· οὐ μὴν ἀλλὰ καὶ τοῦ πρὸς τοὺς στασιαστὰς ἐκείνου λαμπροῦ ζήλου, καὶ τῆς ὑπὲρ ἀληθείας ἐνστάσεως τοῦ ἀνδρὸς διακούσας πρὸς τοῖς ἄλλοις ὁ μέγας ἐπαινεῖ τε τὰ εἰκότα, καὶ τοιαύτην ἐπάγει τὴν εὐχὴν ἐπὶ τέλει. Τὸν ὑπὲρ ἀληθείας καὶ τοῦ καλοῦ σὸν ἀξιόλογον ζῆλον, ὦ φίλος, καὶ τὴν μεγάλην τῆς ψυχῆς ἔνστασιν, Θεὸς ἀμειβόμενος ἔσται μόνος ἀξίως· ἡ γὰρ παρ᾽ ἡμῶν ἀμοιβὴ ὁποία ποτ᾽ ἂν ἦ, σμικρά τις ἔσται καὶ οὐκ ἀνάλογος, τῆς ἀνθρωπείας φύσεως καὶ δυνάμεως οὖσα· καὶ ταῦτα μὲν τότε, καὶ οὐδὲ πόῤῥω θείας τινὸς ἐπιπνοίας τε καὶ προῤῥήσεως, ὡς τὰ ἑξῆς τοῦ λόγου δηλώσει. Χρόνου δὲ συχνοῦ μεταξὺ διαγεγονότος, ὁ καλὸς οὑτοσὶ φίλος πάθει περιπίπτει τοιῷδε· τύλοι τὸν ἀριθμὸν ὁμοῦ τέτταρες κατὰ τὴν εὐώνυμον ἀναδίδονται τούτῳ παλάμην ἀθρόον, μέγιστοι μὲν τὸν ὄγκον, σκληροὶ δέ τινες καὶ ἀντίτυποι τὴν διάθεσιν, καὶ τραχεῖς καὶ ἀκανθώδεις· τὰ τῆς προσβολῆς ἄκρα, ὡς μήτε πρὸς ἑαυτὴν κατὰ φύσιν εἰς πυγμὴν ἐᾶν συνάγεσθαι τὴν παλάμην, καὶ πρὸς ἀφὴν ἀνεπιτηδείαν αὐτῷ τε τούτῳ πεφῃνέναι, καὶ τῷ καθάπαξ ἀνωμάλῳ καὶ τραχεῖ καὶ ἀκανθώδει τῶν δακτύλων, καθάπερ ἔφην· ἦν δὲ πρὸς τούτοις καὶ ἄλλως αἰσχρόν τι καὶ δυσειδὲς τοῦτο, καὶ ἀκοσμία τῷ παντὶ σώματι. Ἐνιαυτὸς ὄγδοος ἐν τούτοις παρήει, καὶ θεραπείας ἐλπίς τις ἦν οὐδαμοῦ· τῶν δὲ κατὰ τὴν τοῦ μεγάλου σορὸν τελουμένων θαυμάτων αὐτόπτης τε καὶ αὐτήκοος γιγνόμενος καθ᾽ ἑκάστην, πρόσεισι καὶ αὐτὸς σὺν τοῖς ἄλλοις τῷ τάφῳ, καὶ προσκυνήσας ἵστατο, τὴν μὲν πάσχουσαν ἐπιτιθεὶς χεῖρα καὶ παρατρίβων τῷ λίθῳ, πρὸς δὲ τὸν θεῖον ὡσανεὶ ζῶντα βλέπειν δοκῶν Γρηγόριον διὰ τῆς εἰκόνος, καὶ τοιάδε φιλικῷ τινι καὶ ἀστείῳ τῷ ἤθει μετὰ πολλῆς τῆς εὐνοίας ὑποψιθυρίζων τε καὶ δεόμενος· Νῦν τῆς πρὸς Θεὸν παῤῥησίας τρανώτερόν τε καὶ καθαρώτερον ἀπολαύων, ὦ φίλε Χριστοῦ γνήσιε σὺ, ῥᾷστα τοῖς δεομένοις τὰς αἰτήσεις ἰσχύεις διδόναι, προϊστάμενος καὶ πρεσβεύων ὑπὲρ τούτων ἀμέσως· καιρὸς τοιγαροῦν καὶ ὑπὲρ ἐμοῦ καὶ τοῦ τῆς χειρὸς τοῦδε πάθους, τῇ πρὸς Θεὸν ταύτῃ χρήσασθαί σε παῤῥησίᾳ καὶ τῇ δυνάμει, καὶ τὸν Θεὸν ἵλεων ἀπεργάσασθαι κἀμοὶ καὶ σωτῆρα, μνησθέντα κατὰ καιρὸν τῶν σαυτοῦ λόγων καὶ τῆς ἐπαγγελίας ἐκείνης, ἣν πρὸς ἡμᾶς τοὺς ἀναξίους ἐποιοῦ τότε, τῷ βίῳ καὶ τῇ σαρκὶ περιὼν ἔτι Θεὸς λέγων ἀξίως ἀμείψεταί σε τὸν ὑπὲρ ἀληθείας καὶ τοῦ καλοῦ ζῆλόν τε καὶ τὴν ἔνστασιν. Ταῦτα χαριέντως πως, ὅπερ ἔφην, καὶ οἷον ὑπομειδιῶαι τοῖς χείλεσι, τῷ περιόντι τοῦ πόθου τε καὶ τῆς πίστεως δεομένῳ τ᾽ ἀνδρὶ, τῶν τις προσεδρευόντων ἐκεῖ θεραπείας χάριν ἐξ ἀλλοδαπῆς ἥκων, μοναχὸς τὴν τάξιν, βάρβαρος μὲν τὴν φωνὴν καὶ τὸ ἦθος, ἀγαθὸς δέ τις μάλα καὶ σπουδαῖος τὸν τρόπον, τὸν ὀφθαλμὸν ἐπιβαλὼν ἐκείνῳ, καὶ τὸ ἦθος καὶ τὸν τῆς εὐχῆς ὑποπτεύσας τρόπον, ὡς οὐ καλῶς δῆθεν, οὐδὲ μετὰ σπουδῆς γεγενημένα καὶ κατανύξεως, πρῶτα μὲν ἤρετο τὸν ἄνθρωπον, τί ποτε ἄρα καὶ πάσχει· ὡς δὲ τὸ πάθος ἐκεῖνος τὴν χεῖρα προτείνας ὑπέδειξεν· εἶθ᾽ οὕτω κάκιστα νοσῷν, ὁ μοναχὸς αὖθις ἔφη, καὶ τὰ αἴσχιστα πάσχων, οὐ δάκρυσι καὶ κοπετοῖς τὴν πρὸς τὸν ἅγιον ἱκεσίαν συνείρεις, ἀλλ᾽ οὕτως ἀκκιζόμενός τε καὶ θρυπτόμενος τούτῳ προσέρχῃ, καὶ ὡσανεὶ παίζων; Ὁ δ᾽ ὑπολαβὼν, οἶδε, φησὶ, Πάτερ, οὗτος, τὸν ἅγιον ὑποδείξας, μεθ᾽ οἵων ἐγὼ τῶν λογισμῶν καὶ τῆς διανοίας τε καὶ τῆς διαθέσεως, τὴν παρ᾽ αὐτοῦ βοήθειαν καὶ τὴν θεραπείαν αἰτοῦμαι. Ταῦτ᾽ εἰπὼν, φησὶν, ὁ ἀνὴρ πρὸς ἐκεῖνον, οἴκαδε ἐπανήκω, καὶ τῆς νυκτὸς προσαγούσης, τρέπομαι πρὸς ὕπνον συνήθως, τῷ τοῦ μεγάλου συνὼν μνήμῃ καὶ τῇ πρὸς αὐτὸν ἱκεσίᾳ τῆς διανοίας. Ἐπεὶ δὲ τῆς νυκτὸς πρὸς ὄρθρον ἰούσης, ὁ καιρὸς εἴς τε τὸν ἱερὸν νεὼν καὶ τοὺς θείους ὕμνους ἐκάλει συνήθως, ἐξανίσταμαι τῆς στρωμνῆς, καὶ τὴν παιδίσκην ὕδωρ αἰτήσας, ἐφ᾽ ᾧ τῇ δεξιᾷ τέως ἀπονίψαι τὰ πρόσωπα· ἡ γὰρ ἑτέρα πάλαι πρὸς ταῦτ᾽ ἦν ἀργὸς, ὃ δή που καὶ φθάσας ὁ λόγος ἔφη· ἐπεὶ μεταξὺ νιπτόμενος, καὶ τῆς λαιᾶς ἡψάμην, ὡς ἔθος, εὑρίσκω τὸ μὲν πάθος ἐκεῖνο, τῶν καινῶν σου Χριστὲ θαυμάτων! τῆς χειρὸς δραπετεῦσαν ἀθρόον, ὡς μηδ᾽ ἴχνος αὐτοῦ παραμεῖναι, τὴν δὲ παλάμην ἀκωλύτως τε κινουμένην, καὶ εἰς πυγμὴν κατὰ φύσιν συναγομένην. Ταῦτα κατανοήσας, φῶτά τε παρὰ τῆς παιδίσκης εὐθέως αἰτῶ, καὶ τὴν ὁμόζυγον ἐμαυτοῦ καλέσας, καὶ αὐτῇ τε καὶ τοῖς συνοῦσιν ὑποδείξας τὸ θαῦμα, Θεὸν ἀνυμνοῦντες μετ᾽ ἐκπλήξεως ἦμεν καὶ τὸν μέγαν ἐκείνου θεράποντα· τί τὸ ἑξῆς; Πρόσεισι μὲν ὁ ἀνὴρ τῇ τοῦ Ἁγίου καὶ αὖθις σορῷ, τὴν τῆς μεγάλης ταύτης εὐεργεσίας εὐχαριστίαν ἀποδιδοὺς μετὰ τοῦ προτέρου σχήματος καὶ τοῦ χαρίεντος ἤθους· ὁ δέ γε προῤῥηθεὶς μοναχὸς ἐνιδὼν καὶ αὖθις, καὶ αὖθις ὀνειδίζων ὡσαύτως ἦν, καὶ τὴν διάχυσιν, ὡς ᾤετο, καὶ τὴν περιφρόνησιν ἐγκαλῶν· ὁ δ᾽ ὑφαπλώσας εὐθέως τὴν ἰαθεῖσαν χεῖρα, καὶ σιωπῶν ἀνακηρύττει τὸ θαῦμα· ἣν κατιδόντι τῷ μοναχῷ καὶ ἐκπλήττεσθαι καὶ κροτεῖν, καὶ φωνῇ διαπρυσίῳ Θεὸν ἐποίει δοξάζειν, καὶ τὸν αὐτοῦ μεγαλύνειν θεράποντα. Εἶτα καὶ τῇ τοῦ ἁγίου προσχὼν εἰκόνι· Ἐγὼ μὲν ἔλεγεν, ἄνθρωπε τοῦ Θεοῦ, μετ᾽ ἀμφιβόλων τινῶν τῶν λογισμῶν ἐς δεῦρο προσεδρεύων τῷ σῷ θείῳ τάφῳ, καὶ διὰ ταῦτ᾽ ἅρα καὶ τῆς αἰτήσεως, ὡς ἔοικε, καὶ τῆς θεραπείας ἀποτυγχάνων, ἤδη καὶ πρὸς τοὺς οἰκείους ὑποστρέφειν διενοούμην· ἀλλὰ νῦν οὐκ ἀφέξομαί σου καὶ τῶν σῶν χαρισμάτων· οὕ μὰ τοὺς ὑπὲρ ἀρετῆς σοὺς καμάτους καὶ τὰ μεγάλα ταυτὶ θαύματα· ἀλλ᾽ ἐνταῦθα δὴ καὶ παραμενῶ καὶ προσδιατρίψω, ἕως ἂν καὶ αὐτὸς διὰ σοῦ καὶ τῆς σῆς δηλαδὴ μεσιτείας παρὰ Θεοῦ τῶν αὐτῶν ἐπιτύχω· καὶ οὐχ ἥμαρτέ γε τοῦ σκοποῦ, καλῶς οὑτωσὶ καὶ κρίνας καὶ δεηθείς· ἀλλὰ καὶ τυγχάνει μάλα ταχέως, καὶ τὴν θεραπείαν κομισάμενος ὡς ἐπόθει, σπουδῇ πρὸς τοὺς οἰκείους ἐπάνεισι· καὶ δῆλον ἐκεῖθεν· ἐξ ἐκείνου καὶ γάρ φησιν ὁ πρότερος ἰαθεὶς ἐκεῖνος τὴν χεῖρα, καθ᾽ ἑκάστην τῷ τοῦ μεγάλου προσιόντι μοι τάφῳ καὶ προσκυνοῦντι, καὶ τὴν κατὰ χρέος εὐχαριστίαν ἀποδιδόντι, ὁ μοναχὸς ἐκεῖνος οὐδαμῶς ὦπται· δῆλον ὡς καὶ τῆς θεραπείας τυχὼν, καὶ πορευθεὶς πρὸς τοὺς φίλους· πῶς γὰρ ἄν φησι μὴ τοῦ ζητουμένου τυχὼν ἐκείνων ἐξέστη καὶ οὕτω ταχέως, ὁ χθὲς ὀμωμοκὼς οὑτωσὶ μηδαμῶς ἀποστῆναι, πρὶν ἢ τῆς εὐχῆς τε καὶ τοῦ ζητουμένου τυχεῖν;
Ἀλλὰ τῆς μὲν ἰδίας Θεσσαλονίκης τε καὶ τῶν αὐτοχθόνων ἢ καὶ τῆς περιχώρου, καὶ δὴ καὶ τῶν ἐπηλύδων οὕτω θαυμαστῶς ὁ θαυμαστὸς Γρηγόριος καὶ ἰατρός ἐστι καὶ σωτὴρ καὶ κηδεμὼν ἐν τῷ καλοῦντι τῆς χρείας, τῶν δ᾽ ὑπερορίων ὡς ἀγνώτων τε καὶ μακρὰν ὄντων ἐῤῥᾳστονευμένως πως ἴσχει καὶ κατολιγωρεῖ; πολλοῦ γε καὶ δεῖ. Ἀλλὰ μίαν οὖσαν εἰδὼς τὴν ἁπανταχοῦ γῆς Χριστοῦ Ἐκκλησίαν, ἧς αὐτὸς καὶ περιὼν ἔτι τῷ βίῳ πάσης ὁμοτίμως προέστη, καὶ τὴν ψυχὴν, κατ᾽ ἐκείνου δηλαδὴ μίμησιν, ὑπὲρ ἐκείνης εὐψύχως τέθεικε, κἀκεῖ τοῖς καλοῦσιν αὐτὸν ὡσαύτως καὶ σωτὴρ καὶ ῥύστης, καὶ ἰατρὸς ἀνιάτων παθῶν ὁρᾶται γιγνόμενος· καὶ μάρτυρες ἀψευδεῖς τοῦ λόγου Θετταλοὶ καὶ Ἰλλυριοὶ, καὶ οἱ ἐκεῖθεν τὰ τοῦ μεγάλου θαυμαστῶς διακομίζοντές τε καὶ διηγούμενοι θαύματα· καὶ τί χρὴ λέγειν; ὅπου γε καὶ εἰκόνας ἐκεῖ γράφουσι τούτου; καὶ πυκνὰ τὴν αὐτοῦ πανηγυρίζουσι μνήμην σὺν μεγάλῃ τῇ πίστει καὶ τῷ τῆς ψυχῆς περιφανεῖ πόθῳ; καὶ νεὼς σπεύδουσιν ἀνεγείρειν, ὡς ἑνί τινι τῶν Ἀποστόλων τε καὶ Πατέρων; καὶ κήρυκα τῆς εὐσεβείας, καὶ προστάτην τῆς Ἐκκλησίας, καὶ διδάσκαλον καὶ φύλακα τῶν ὀρθῶν ταύτης δογμάτων. μετὰ πολλοῦ γε τοῦ θαύματος ἀνακηρύττουσι τὸν μέγαν; ἐκεῖ πάντες ἐξ ἀντιῤῥόπου χωροῦντες ὡσανεὶ τῇ τούτου πατρίδι, καὶ Σαμαρείτας μιμούμενοι καλῶς τοὺς ἀλλογενεῖς καὶ μικροὺς ἐκείνους, καὶ τὴν πιστὴν Χαναναίαν, καὶ ὅσοι τοῦ κατ᾽ αὐτοὺς καταλόγου τὴν μεγάλην Ἱερουσαλὴμ παρευδοκιμοῦντας τῇ πρὸς Χριστὸν πίστει, καὶ τὸν τύφον καὶ τὸ κενὸν φύσημα καὶ τὸν φθόνον τῶν ἐν αὐτῇ Γραμματέων καὶ Φαρισαίων· καὶ δέδοικα, σφόδρα δέδοικα, μὴ καὶ πρὸς αὐτὴν ταύτην ἐκεῖνά που τὰ τοῦ Δεσπότου φρικτῶς ἐπ᾽ ἐσχάτων ῥηθείη· «Ἱερουσαλὴμ Ἱερουσαλὴμ, ἡ ἀποκτενοῦσα τοὺς Προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς σέ» 18· καὶ ὅτι, «Πολλοὶ ἥξουσιν ἐξ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ; οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται ἔξω»· 19. Δι᾽ ἃ δή που καὶ ὁ τοῦ Χριστοῦ μιμητὴς οὗτος τοῖς οὕτω λαμπρῶς πιστεύουσιν ὀξέως ἐφίσταται, καὶ πληροῖ τὰς αἰτήσεις, καθὰ δὴ καὶ φθάσαντες ἔφημεν, ἐξῶν καὶ ἡμᾶς ἀναγκαῖον ἑνός τινος ἢ δυοῖν ἀρτίως μνησθῆναι.
Γυναικί τινι τῶν εὐπατριδῶν καὶ κοσμίων Ζωῇ τούνομα, δριμεῖά τις ὀδύνη προσγίνεται κατὰ τῶν ἐγκάτων· οὕτω τοι σφοδρῶς ἐκεῖνα πιέζουσα καὶ στροβοῦσα, ὡς καὶ ὀχετοὺς αἱμάτων ἐκεῖθεν κάτω καθ᾽ ἑκάστην προχεῖσθαι. Πέμπτος ἐνιαυτὸς ἦν οὕτω βαρύτατα πασχούσῃ τῇ γυναικὶ, καὶ φάρμακον ἦν οὐδαμοῦ τῆς νόσου, καὶ ἰατρῶν ἐξηλέγχετο πᾶσα τέχνη, πλεῖστα μὲν ἐπιτηδεύουσα καθ᾽ ἑκάστην, ἀνύουσα δὲ τὸ παράπαν οὐδὲν, ὡς καὶ τὸ ζῇν ἀπαγορεῦσαι τῇ κειμένῃ καθάπαξ· οὐκ ἂν δὲ καὶ πρὸς τοσοῦτον ἀντέσχε διάστημα χρόνου, διὰ παντὸς οὕτω δαπανωμένη τὴν σάρκα, μὴ σώματος εὐσθενοῦς τε καὶ ῥωμαλέου τυχοῦσα, καὶ πρὸς τροφὴν ἐῤῥωμένας ἔχουσα τὰς ὀρέξεις, κἀντεῦθεν τῆς φύσεως ἰσχυούσης, πρὸς τὸν τόσονδε τοῦ νοσήματος παραβάλλεσθαι πόλεμον· ἀλλ᾽ ἡττᾶται κατ᾽ ὀλίγον τῷ μήκει κατεργασθεῖσα τοῦ χρόνου, καὶ κλινοπετὴς ἦν καὶ ἀκίνητος σχεδὸν ἐξ ἐκείνου, ἐνιαυτοὺς ὅλους δύω πρὸς τοῖς πέντε τοῖς προλαβοῦσι. Τῆς δὲ φήμης τῶν τοῦ μεγάλου Γρηγορίου θαυμάτων ὁσημέραι λαμπρῶς αἰρομένης, ὅσα τέ φημι παρ᾽ ἐκείνοις, καὶ ὅσα παρὰ τῇ μεγάλῃ Θεσσαλονίκῃ παραδόξως τελεῖται· ἐπεὶ καὶ ἡ νοσοῦσα τῶν λαλουμένων ἦν ἐν αἰσθήσει, πρὸς τὴν ἐνεργοῦσαν ἐν ἐκείνῳ θείαν δύναμιν πιστῶς καταφεύγει, καὶ τοὺς πρεσβυτέρους προσκαλεσαμένη τῆς Ἐκκλησίας, κατὰ θείους δηλονότι χρησμοὺς, πρῶτα μὲν εὐχὴν ἱερὰν ἐλαίου κοινῇ τελέσαι παρασκευάζει, εἶτ᾽ ἐπὶ τέλει ταύτης, καὶ πρὸς τὸν θεῖον Γρηγόριον εὐχήν τε καὶ δέησιν ὑπὲρ αὐτῆς θέσθαι· ἧς δὴ καὶ τελουμένης ὑπὸ τῶν πρεσβυτέρων συνήθως, ἐπεὶ μὴ καὶ αὐτὴ συνίστασθαι καὶ συνάδειν εἶχε τὰ θεῖα τοῖς ὑπὲρ αὐτῆς εὐπομένοις καὶ ψάλλουσι, κλινοπετής τε καὶ ἀκίνητος οὖσα, κἀκεῖθεν ἐδεῖτο κειμένη θερμῶς τοῦ Ἀγίου, καὶ τὴν παρ᾽ ἐκείνου πιστῶς ἐξεκαλεῖτο χάριν καὶ τὴν βοήθειαν· καὶ, ὢ τῶν παραδόξων σῶν ἔργων Χριστὲ καὶ θαυμάτων! ἡ χρόνον ἤδη τοσοῦτον ἐκδαπανωμένη τὰς σάρκας, καὶ παρειμένη τις καὶ σχεδὸν ἀκίνητος γεγονυῖα, οὐ μεθ᾽ ἡμέραν, οὐ μετὰ μικρᾶς τινος ὥρας διάστημα, ἀλλ᾽ εὐθὺς ἐκείνων ἔτ᾽ εὐχομένων τε καὶ ψαλλόντων, ἀθρόα τῆς κλίνης ἐξανίσταται, πάντων ὁρώντων, εὐσθενὴς, ἐῤῥωμένη τὸ σῶμα, μηδ᾽ ἴχνος ἐν ἑαυτῇ σχεδὸν τοῦ χρονίου πάθους ἐκείνου καὶ τῆς νοσερᾶς ἕξεως φέρουσα· ὡς καὶ τοὺς ὁρῶντας ἅμα καὶ τοὺς ἀκούοντας ὑπερφυῶς καταπλήττειν ἔχειν τὸ θαῦμα, καὶ μηδὲν ἔλαττον τοῦτ᾽ ἔχειν ἐκείνου τοῦ παρ᾽ αὐτοῦ Χριστοῦ περὶ τὸν παράλυτον τὸ πρὶν ὑπερφυῶς διενεργηθέντος, εἴτε τὸν ἐν Καπερναοὺμ λέγει τις, εἴτε τὸν ἐν τῇ προβατικῇ κολυμβήθρᾳ, πλὴν ὅσον, ἐκεῖ μὲν δι᾽ αὐτὸς αὐτοῦ, ἐνταῦθα δὲ διὰ Γρηγορίου τοῦ μαθητοῦ καὶ φίλου τῆς κλίνης τε καὶ τοῦ χρονίου πάθους ἀθρόον ὡσαύτως τὴν νοσοῦσαν ἀνίστη.
Ἐντεῦθεν οἱ θεοφιλέστεροί τε καὶ προύχοντες τῶν ἐκεῖ, καὶ μάλιστα τῶν εἰς ἱερέας τελούντων, εἰς ταὐτὸ συνιόντες, εἰκόνα τε ἱερὰν ἱστῶσι τῷ Γρηγορίῳ, καθὰ δὴ καὶ φθάσας εἰρήκειν, ἑορτὴν τε λαμπρὰν καὶ πάνδημον ἄγουσι τῆς αὐτοῦ τελειώσεως τὴν ἡμέραν, καὶ νεὼν αὐτῷ οἷα δὴ καὶ Χριστοῦ λαμπρῷ μαθητῇ σπεύδουσιν ἀνεγείρειν. Οὐ συνόδους μεγίστας καὶ κοινάς τινας ἀναμείναντες ψήφους ὥστ᾽ ἐκεῖνον ἀνακηρύξαι, οἷς καὶ χρόνος καὶ ὄκνος καὶ μέλησις καὶ πλεῖστά τινα τῶν ἀνθρωπίνων ἐστιν ὅτε προσίσταται, ἀλλὰ τῇ ἄνωθεν ψήφῳ τε καὶ ἀνακηρύξει, καὶ τῇ λαμπρᾷ καὶ ἀναμφιβόλῳ τῶν πραγμάτων ὄψει καὶ πίστει καλῶς ἀρκεσθέντες.
Μοναχός τις τῆς αὐτῆς ὁρμώμενος πόλεως, τὸν τρόπον ἐπιεικὴς, πολιὸς τὴν τρίχα, τὴν κλῆσιν Ἐφραὶμ, ἐν τῇ κατὰ Θεσσαλονίκην Ἐκκλησίᾳ πρὸ βραχέος γενόμενος, τοιάδε τινα δημοσίᾳ στὰς περὶ ἑαυτοῦ διηγήσατο· Ἐμοί φησι κατά τινα χρείαν ἐν Θετταλίᾳ πρὸ δύο τούτων ἐνιαυτῶν γενομένῳ, ἐν τῷ ὑποστρέφειν ἐκεῖθεν τοιοῦτό τι συμβέβηκε· σμικρᾶς μοι τινὸς ἐμπαρείσης ἀκάνθης τῷ δεξιῷ ποδὶ κατὰ τὴν ὁδὸν, ἐφ᾽ ἡμέρας τινὰς ἦν ἐκεῖνον ἀλγῶν· Εἶτ᾽ ἐκεῖθεν, οὐκ οἶδ᾽ ὅπως, ἡ ὀδύνη μεταπεσοῦσα πρὸς τὸν εὐώνυμον, ἀφόρητος ἦν· ἀπεῖργε γὰρ πρὸς τοῖς ἄλλοις κατὰ μικρὸν καὶ τροφῆς καὶ ὕπνου. Ἡμερῶν δ᾽ ἐν τούτοις παρελθουσῶν οὐκ ὀλίγων, φλεγμαίνει μὲν ὁ ποῦς, καὶ ἀσκοῦ δίκην ἐξογκοῦται, εἶτα καὶ εἰς ὀπὰς τοῦ οἰδήματος διατρηθέντος πλείους ἢ τετταράκοντα, ὧν καὶ τὰς οὐλὰς πάρεστιν ὁρᾷν δήπουθεν τῷ λόγῳ προσμαρτυρούσας μοι, ἕλκη πανταχόθεν ἐξέῤῥει, καθάπερ ἀπὸ πηγῆς τινος τοῦ ποδός· ἐνιαυτὸς πρὸς τῷ ἡμίσει παρήει καὶ τὰ τῆς φλεγμονῆς οὐκ ἐνεδίδου· καὶ ἰατρεία μὲν ἀργὸς πρὸς τὸ πάθος πᾶσα, καὶ κενὰ πάντα ὁμοῦ φάρμακα· ἐγὼ δ᾽ ἀπογινώσκων ἐμαυτοῦ διὰ ταῦτα, καὶ τὴν κατώδυνον ἐκείνην ζωὴν πολλάκις ἀπολεγόμενος. Τὸ δὲ μετὰ τοῦτο τί; ἀκούω καὶ αὐτὸς παρά τε τῶν αὐτοχθόνων, καὶ δὴ καὶ τῶν ἐκ Θεσσαλονίκης ἰόντων, τὰ τοῦ θαυμαστοῦ Γρηγορίου πλεῖστα καὶ ἐξαίσια θαύματα· πιστεύω τοῖς ἀκουσθεῖσι μάλα τρανῶς· στύλον ἐκεῖνον ἀνακηρύττω τῆς Ἐκκλησίας, καὶ διδάσκαλον εὐσεβείας, καὶ πάσης ἁγιωσύνης καὶ ἀρετῆς καταγώγιον· καὶ πρὸς τούτοις, σημείων τε καὶ θαυμάτων θείων ἐργάτην, καὶ ἀποστολικῆς ἰσχύος τε καὶ χάριτος ἔμπλεων· εἶτα καὶ θερμῶς ὑπὲρ αὐτὸς ἐμαυτοῦ δεηθεὶς καὶ τοῦ πάθους, καὶ κλινοπετὴς, καθ᾽ ὅσον οἷός τε ἦν, ἐπευξάμενος, καὶ τὴν τοῦ ποδὸς μετὰ θερμῶν δακρύων ὑγείαν αἰτήσας, ὡς ἂν καὶ αὐτὸς ἐῤῥωμένως ἔχων καὶ βαδίζειν ἀπταίστως δυνάμενος, εἰς Θεσσαλονίκην τε τὴν αὐτοῦ παραγένωμαι, καὶ τὸν ἱερὸν προσκυνήσας ἐκείνου τάφον, κήρυξ ἐνταῦθα τῶν μεγάλων γένωμαι θαυμασίων, ὧν ἐν ἡμῖν Χριστὸς διὰ τῆς αὐτοῦ προστασίας ἐργάζεται. Ταῦτα καὶ τὰ τοιαὗτα μετὰ πολλῆς τῆς κατανύξεως δεηθεὶς, ἐπεὶ καὶ νὺξ ἤδη καὶ ὕπνου καιρὸς ἦν, εἰς ὕπνον καὶ αὐτὸς μετὰ τὴν εὐχὴν ταύτην τρέπομαι· καὶ ἰδοὺ μοναχός τις τὰ συνήθη τοῖς Ἀρχιερεῦσι περικείμενος σύμβολα, τὸν ἐπὶ κεφαλῆς λέγω σταυρὸν καὶ τὴν ἐπωμίδα τὴν ἱερὰν, εἰσιὼν τὸν οἰκίσκον ἐδόκει τε προσαγορεύειν ἡμᾶς, καὶ παρακαθίσας διερωτᾷν ὅπως ἔχοι μοι· ἐμοῦ δὲ τὸν τοῦ ποδὸς ὑποδείξαντος ὄγκον καὶ τὰς πληγὰς, καὶ τὰς ἐκεῖθεν ἑξῆς προσθέντος ὀδύνας, καὶ τὴν μακρὰν ταλαιπωρίαν ἐκείνην, ἐκεῖνος εὐθὺς ἀμφοτέραις λαβόμενος τοῦ ποδὸς, καὶ ὥσπερ τὸ οἴδημα καταστέλλων, καὶ τὸ ἕλκος συνωθῶν πρὸς τὰ ἔξω, ἀλλὰ μηκέτι λυποῦ φησιν· οὐκέτι καὶ γὰρ ἀνιαρὸν ἔχεις οὐδοτιοῦν. Καὶ ὁ μὲν ταῦτα φιλανθρώπως εἰπών τε καὶ πράξας ἀπήει, ἐμὲ δ᾽ εἶχεν ἄρ᾽ εὐθέως μετὰ τὴν ὄψιν ὕπνος ἡδύς τε καὶ μαλακὸς, καὶ οἷος οὐδέπω πρότερον. Ἐπεὶ δὲ καὶ ἡ νὺξ περὶ ὄρθρον ἦν, καὶ τὰ τῆς ἑωθινῆς εὐχῆς τε καὶ ψαλμῳδίας ἐτελεῖτο τοῖς μοναχοῖς, ἄπειμι δὴ καὶ αὐτὸς παρὰ τὸν νεὼν, βακτηρίᾳ τινὶ στηριζόμενος· θαῦμα τοῖς ὁρῶσιν ἀθρόον, καὶ οἷον οὐδ᾽ ἄν τις αὐτὸς προσεδόκησεν· ἐπεὶ δὲ καὶ πρὸς τῶν μοναχῶν ἐρωτώμενος, τὸ θαῦμα καὶ τὴν τῆς καινῆς θεραπείας ἐξεῖπον αἰτίαν, καὶ μᾶλλον ἐκπλήττεσθαι καὶ θαυμάζειν ἐκείνους ἐποίουν ἀκούοντας. Ἡμέραι παρῆλθον ὀκτὼ μετὰ τοῦτο, καὶ πρὸς τὴν ἀρχαίαν ὑγείαν καὶ τὴν ἕξιν ἐπανιὼν καθαρῶς, παρὰ τὸν θεῖον ἐκεῖνον νεὼν ἔρχομαι, ἔνθα δὴ καὶ ἡ τοῦ θαυμαστοῦ Γρηγορίου εἰκὼν ἱερῶς ἵδρυται, καὶ προσκυνήσας καὶ προσπεσὼν, καὶ τὴν ὀφειλομένην ἀποδεδωκὼς εὐχαριστίαν, εἰς τὸ φροντιστήριον αὖθις καὶ τοὺς ἡμετέρους ἐπάνειμι. Ἐπεὶ δὲ καὶ τὴν εὐχὴν ἔδει καὶ τὰς συνθήκας τὰς πρὸς τὸν καινὸν ἰατρὸν ἐκπληροῦν, ὁ μὲν καιρὸς, πρὸς ἐμαυτὸν ἔλεγον, ἤδη περὶ τὰς χειμερίους τροπὰς, καὶ διὰ τοῦτο καὶ προσάντης τις εἰς ὁδοιπορίαν καὶ δύσκολος, καὶ μάλιστα γέρουσι κατ᾽ ἐμέ· διὸ τὴν μὲν εἰς Θεσσαλονίκην ἀπάγουσαν ἐατέον, τό γε νῦν εἶναι, τοῦ καιροῦ μὴ διδόντος, καθάπερ ἔφην. Ἔξεστι δὲ καὶ ἄλλως τὴν πρὸς τὸν μέγαν ὑπόσχεσιν διαθέσθαι, καὶ οὕτω γε τὰς συνθήκας μὴ παραβῆναι· συγκαλέσω καὶ γὰρ τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ δὴ καὶ τοὺς ὁμοταγεῖς μοναχοὺς, καὶ κοινὴν ἐκτελέσαντες ἑορτὴν τῷ μεγάλῳ, καὶ τὰ εἰκότα πανηγυρίσαντες, οὕτω καὶ Θεῷ τὸ χρέος, καὶ τῷ ἐκείνου θεράποντι τὴν ὀφειλομένην εὐχαριστίαν ἅμα καὶ τὴν τιμὴν ἀποδώσομεν. Ὁ μὲν οὖν Ἐφραὶμ ταῦτα καὶ καθ᾽ ἑαυτὸν λογισάμενος, καὶ πρὸς τοὺς συνόντας εἰπὼν, τὰ τῆς ἑορτῆς ἔβλεπεν ἤδη, καὶ τοῖς ὑπηρέταις μάλα πλουσίως τε καὶ λαμπρῶς παρασκευάζειν ἐκέλευεν· ἀλλ᾽ οὐ συνεδόκει καὶ τῷ τῆς πανηγύρεως αἰτίῳ ταυτί· οὐδ᾽ ἐν ἐκείνοις ἐβούλετο μόνοις περιγραφῆναι τὸ θαῦμα, καὶ περαιτέρω μὴ προελθεῖν, ἀλλ᾽ ὁδεῦσαι μᾶλλον καὶ κηρυχθῆναι καὶ πόῤῥω τὴν χάριν, ἵνα καὶ διὰ τούτων, ὥσπερ δὴ καὶ τῶν ἄλλων, Θεὸς πανταχοῦ δοξάζηται· καὶ ὁ τρόπος οἷος. Οὔπω τῆς ἡμέρας ἐκείνης πρὸς τέλος ἰούσης, φρίκη τε μεγίστῃ καὶ πυρετῷ λαύρῳ κάτοχος ὁ μοναχὸς γίνεται· ὄγκος τε τοῦ ποδὸς ἐπὶ τούτοις καὶ ὀδύναι, καθάπερ ἐξ ἄλλης ἀρχῆς, κατ᾽ οὐδὲν τῶν προτέρων ἐλάττους, καὶ ὁ πάσχων αὐτίκα τοῦ τῆς πληγῆς αἰτίου συνεὶς, ἡμαρτηκέναι τε περὶ τὸν μέγαν διωμολόγει, τὰς πρὸς αὐτὸν συνθήκας ἐξ ἀπροσεξίας ψευσάμενος, καὶ πλείσταις ἱκετείαις τὴν συγγνώμην αὖθις ἠτεῖτο, καὶ ταχίστην τὴν τῶν ὑπεσχημένων ἐκπλήρωσιν ἐπηγγέλλετο· οἷς δή που καὶ ἡ ῥῶσις ἐξαισίως ἐπηκολούθει, καὶ τὸ δεινὸν αὖθις αὐθημερὸν διελύετο· καὶ βραχύ τι διαλιπὼν, οὕτως ἐῤῥωμένως καὶ τοῦ ποδὸς καὶ παντὸς ὁ Ἐφραὶμ ἔσχε τοῦ σώματος, ὡς καὶ ποσὶ τοῖς ἑαυτοῦ χρώμενος παρὰ τὴν τοῦ μεγάλου πόλιν ἐλθεῖν, τὴν ἱεράν τε προσκυνῆσαι σορὸν, καὶ τὰ ἥδιστα περιπτύξασθαι, καὶ οὕτως ἐπ᾽ Ἐκκλησίας, καθὰ δὴ καὶ προύφην, οἷον ἐνθουσιῶν, ἀνακηρύξαι τὰ τοῦ μεγάλου μέγιστα θαύματα.
Τὰ δὲ περὶ τὸν ἐκ Βεῤῥοίας Τζιμισχὴν τοῦ μεγάλου παραλιπόντες τῷ λόγῳ καινὰ θαύματα, πῶς οὐχὶ μετὰ τοῦ λόγου καὶ τὸ τῆς Ἐκκλησίας κοινὸν ζημιώσομεν; ὅσῳ καὶ πολέμιος ταύτης ἐκεῖνος ἄνωθεν ὢν, καὶ φίλος καὶ μαθητὴς γέγονε δι᾽ αὐτά φημι ταῦτα, καὶ καλῶς οὕτω καὶ γνησίως πρὸς αὐτὴν ἔχων, τὸ τελευταῖον πρὸς Θεὸν ἄπεισι. Λεγέσθω τοιγαροῦν ἐν ἐπιτόμῳ κἀκεῖνα, καὶ ὑπ᾽ ὄψιν οἷον ἀγέσθω καὶ πιστοῖς ὁμοῦ καὶ ἀπίστοις, καὶ μάλιστα τούτοις. Ἐκεῖνος τοιγαροῦν τῶν εὗ γεγονότων καὶ συνετῶν ὢν, περὶ ἓν τοῦτο κακῶς τε καὶ ἀναξίως ὦπται περὶ αὐτοῦ βουλευσάμενος· Ἀκινδύνῳ καὶ γὰρ τῷ κάκιστ᾽ ἀπολουμένῳ πάλαι μαθητεύσας ἐν τῇ πατρίδι Βεῤῥοίᾳ, καὶ μικρὰ μέν τινα τῶν τῆς Γραμματικῆς προτελείων ὑπ᾽ αὐτοῦ διδαχθεὶς, τὴν δὲ τῶν αἱρέσεων πονηράν τε καὶ βορβορώδη κύλικα πᾶσαν ἐς ὕστερον παρ᾽ αὐτοῦ ἐκπιὼν, ἄλλος Ἀκίνδυνος τὴν δυσσέβειαν ἄντικρυς ἦν· πλεῖστα μὲν καὶ μέγιστα παρά τε τοῦ θαυμαστοῦ Γρηγορίου περιόντος ἔτι τῷ βίῳ κατὰ Θεσσαλονίκην, καὶ δὴ καὶ κατὰ τὴν Κωνσταντίνου, παρ᾽ ἡμῶν τε καὶ τῶν ἐνταῦθα πατέρων τε καὶ διδασκάλων, περὶ θείας ἐνεργείας καὶ χάριτος πολλάκις ἀκηκοὼς, ἀναίσθητος δ᾽ ἐπὶ μακρὸν τῶν ἱερῶν ἐκείνων διαγεγονὼς λόγων, καὶ τὴν ἔνστασιν καὶ τὴν ἔριν καὶ τὸ ψεῦδος ἑκοντὶ κατὰ τῆς ἀληθείας αἰεὶ προϊσχόμενος, ὡς καὶ γράφειν καὶ λογογραφεῖν δῆθεν κατὰ τῆς εὐσεβείας μὴ εἰδὼς, Ἀποστολικῶς εἰπεῖν, καὶ αὐτὸς κατὰ τὸν οἰκεῖον μυσταγωγὸν, μήτε ἃ λέγει, μήτε περὶ τίνων διαβεβαιοῦται. Ἔμελλε δὲ ἄρα καὶ τοῦτον ἡ θεία δεξιὰ μεταπλάττειν ἔσχατον τοῖς μεγάλοις τουτοισὶ θαύμασι Γρηγορίου, καὶ ταῖς σωματικαῖς εὐεργεσίαις θαυμαστῶς συνθεραπεύειν καὶ τὴν ψυχήν· ἔσχε γὰρ οὕτω.
Παιδίον ἄῤῥεν ἦν τῷ ἀνδρί· τούτῳ νόσος τις προσβαλοῦσα, πρὸς θάνατον ἤπειγεν· ἔκειτο ταιγαροῦν, παρὰ πάντων ἀπαγορευθείσης αὐτῷ τῆς ζωῆς, πνέον ἤδη τὰ λοίσθια· Ὁ μέντοι πατὴρ ὑπὸ τῆς λύπης ὥσπερ καταπτοηθεὶς, ὑπεχώρει μὲν, καὶ αὐτήν πως τὴν τοῦ παιδὸς ἀποτρεπόμενος θέαν, καὶ τὸ προσορᾷν αὐτὸν τῆς ψυχῆς χωριζόμενον· καθ᾽ ἑαυτὸν δὲ καθεσθεὶς αὐτοῦ που, καὶ τοῖς μὲν γόνασι τὴν ἑαυτοῦ δεξιὰν, τῇ δεξιᾷ δ᾽ αὖθις τὴν κεφαλὴν ἐπιθεὶς, ὁποῖα δὴ τὰ τῶν πενθούντων ἤθη καὶ σχήματα, νῦν ἔλεγεν ὑποψιθυρίζων καθ᾽ ἑαυτὸν, εἰ θαυμάτων ἦν ἀληθῶς ἐργάτης, ὥς φασιν, ὁ Γρηγόριος, καὶ τὰ τοιαῦτα πορίζειν δυνάμενος, ἔδειξεν ἂν τοῦτο καὶ ἐφ᾽ ἡμῖν, τοῦ θανάτου τε καὶ τῆς νόσου διασώσας τὸν υἱὸν κινδυνεύοντα. Ταῦτα σὺν σφοδρᾷ τινι λογιζομένῳ τῇ λύπῃ, καὶ πειράζοντι μᾶλλον ἢ δεομένῳ, καὶ ὕπνος τις ὑπὸ πολλῆς τῆς ἀδημονίας εὐθὺς ἐπιγίνεται· καὶ ὁ ὕπνος τὸν θεῖον αὐτῷ παρεδείκνυ Γρηγόριον, ὦ τοῦ καινοῦ θαύματος! τὴν ἱεράν τε στολὴν περιβεβλημένον, καὶ φιλανθρώπως πρὸς τὸν μηδ᾽ εὐξάμενον, μηδὲ πιστεύσαντα τέως οὑτωσὶ λέγοντα· Ἡκομεν, ὡς ὁρᾷς, ἐπειδή γε αὐτὸς ἡμᾶς κέκληκας· ὁ δ᾽ εὐθέως τὸν βραχὺν ἐκεῖνον ἐκτιναξάμενος ὕπνον, καὶ παρὰ τὸ κινδυνεῦον ἤδη παιδίον γενόμενος, οὐ τοῦ προσδοκηθέντος θανάτου μόνον, ἀλλὰ καὶ τῆς βαρείας ἐκείνης νόσου τῇ τοῦ ἐπιστάντος θείᾳ δυνάμει παραδόξως εὗρεν ἀνώτερον. Τοῦτο παραδόξως οὑτωσὶ γεγονὸς, τῇ μὲν Ἐκκλησίᾳ προσάγει τὸν ἄνδρα, τὸν ὀρθὸν τῆς εὐσεβείας ἀσπασάμενον λόγον, καὶ φίλον αὐτῆς τε καὶ Γρηγορίου τοῦ μεγάλου προστάτου ταύτης ἀντ᾽ ἐχθροῦ χρηματίσαντα· κατὰ δὲ τῶν ἐναντίων ὁπλίζει, καὶ περιφανῆ τῆς Βαρλαάμ τε καὶ Ἀκινδύνου πονηρᾶς πλάνης πολέμιον εὐθὺς ἀναδείκνυσιν· ὅθεν καὶ τῷ πυρὶ παραδοὺς τὰ κατὰ τῆς ὀρθῆς δόξης, καὶ δὴ καὶ τῶν ταύτης προμάχων πάνθ᾽ ὁμοῦ βιβλία τε καὶ συγγράμματα, τὴν ὑγιᾶ πίστιν ἀπταίστως ὁμολογεῖ, καὶ ταύτῃ μετὰ χρόνον τῶν ἐνταῦθα λυθεὶς, πρὸς Θεὸν καλῶς συναπέρχεται.
Χρόνος οὐ συχνός τις παρήει μετὰ τὴν τελευτὴν τοῦ ἀνδρὸς, καὶ νόσῳ βαρείᾳ τὸ προῤῥηθὲν παιδίον αὖθις κάτοχον γεγονὸς, ἔκειτο προσδοκὸν καὶ πάλιν ὁμοίως τὸν θάνατον· καὶ ἐπεὶ πᾶσα μὲν περιήρητο ἀνθρωπεία ἐλπὶς, βοήθεια δ᾽ ἦν οὐδαμοῦ, πρὸς τὸν συνήθη καὶ πάλιν ἰατρὸν ἡ μήτηρ δι᾽ εὐχῆς καταφεύγει, καὶ τὴν ἐκεῖθεν ἐξαιτεῖ περιπαθῶς θείαν βοήθειαν· καὶ ὃς αὐτίκα παρῆν, οὐδὲν ἀναδυεὶς, οὐδ᾽ ἀναβαλόμενος· καὶ ὑπνούση τῇ γυναικὶ παραστὰς, θάῤῥει, φησὶ, γύναι· οὐ γὰρ ἀποθανεῖταί σου τὸ παιδίον. Καὶ ὁ λόγος ἦν ἔργον εὐθύς· καὶ μετὰ τοῦ προσδοκηθέντος θανάτου καὶ ἡ νόσος εὐθέως ἀπῆν, καὶ πρὸς ὑγείαν ὁ νοσῶν ἐπανήρχετο.
Προσκείσθω καὶ τρίτον ἐφεξῆς τοῦ μεγάλου θαῦμα κατὰ τὸν οἶκον τούτου δὴ τοῦ Τζιμισχῆ γεγονὸς, ἵν᾽ ἔχοιμεν ἔτι κρεῖττον εἰδέναι, πῶς ὁ τοῦ Χριστοῦ μιμητὴς καὶ φίλους ἤδη γεγονότας τοὺς πρὶν πολεμίους πλουσίως ἄγαν ἀμείβεται. Νόσος ἐπιγίγνεται τῇ ἀδελφῇ τῆς αὐτοῦ γυναικὸς, καὶ ἡ νόσος φοβερῶς ἠπείλει τὸν θάνατον· τῶν γοῦν ἀνθρωπίνων ἀπογνοῦσα πάντων ἡ ἀδελφὴ, ἐπὶ τὴν θείαν μόνην δεῖν ἔγνω καταφεύγειν βοήθειαν· καὶ δὴ νυκτῶν ἀωρὶ τῆς οἰκίας ὡς ἔτυχεν ἐξιοῦσα μόνη, τῷ τῆς ἀδελφῆς δηλαδὴ φίλτρῳ καὶ τῷ περιόντι τοῦ πάθους, ὥσπερ μεθύουσα, μέσην τὴν μεγίστην πόλιν διήει, ὡς καὶ τοῖς ἐντυγχάνουσι καθ᾽ ὁδὸν, μαινομένης τινὸς καὶ ἐξεστηκυίας δόξαν παρέχειν· ἡ δ᾽ ἀπήει παρὰ τὸ σεπτὸν ἐκεῖνο τῶν μοναστῶν φροντιστήριον· ὃ Χώραν προσαγορεύουσιν ἄνωθεν, εἴτε τὴν τῶν ζώντων Χώραν, δηλαδὴ τὸν Χριστὸν, εἴτε τὴν τοῦ ἀχωρήτου Χώραν αὐτοῦ τούτου, φημὶ, τὴν Παρθένον ἅμα καὶ Θεομήτορα· καὶ πλεῖστα τοῦ Χριστοῦ δεηθεῖσα, καὶ σὺν δάκρυσι πολλοῖς ὑπερευξαμένη τῆς ἀδελφῆς, εἰς τὸν οἶκον ὑποστρέφει καὶ αὖθις. Ἐπεὶ δ᾽ ὁ θάνατος κατὰ μικρὸν προσελαύνων ἀναμφιβόλως ἐπήει τῇ γυναικὶ, τὸν Γρηγόριον ἡ ἀδελφὴ καὶ πάλιν ἐκάλει, καὶ τὴν σὺν αὐτῷ τε καὶ δι᾽ αὐτοῦ τὴν μεγάλην τοῦ Χριστοῦ δύναμιν· ὁ δ᾽ αὐτίκα παρῆν ἑπόμενος τῷ Χριστῷ, τῇ γυναικὶ παραστὰς εἰς ὕπνον ἤδη τραπείσῃ· ἥκομέν σοι, φησὶν, ὡς ὁρᾷς, ἐπειδή γε καὶ ἡμᾶς ἐκάλεσας φθάσασα· πλὴν ἔσο κἀκεῖνο, φησὶν, εἰδυῖα, ὡς οὐ τεθνήξεται, τό γε νῦν ἔχον, ἡ σὴ ἀδελφή· τῆς δὲ γυναικὸς πυθομένης, τίς δ᾽ ἄρ᾽ ἔστιν οὗτος, ᾧπερ δὴ καὶ ἀκολουθεῖς αὐτός; Ὁ κοινός ἐστι τῶν ἁπάντων Δεσπότης Χριστὸς, ὁ ἱερὸς ὑποφθάσας ἔφη Γρηγόριος ὁ τὸ φροντιστήριον ἐκεῖνο τῆς Χώρας οἰκῶν. Ταῦτα καθ᾽ ὕπνους ἡ γυνὴ μυηθεῖσα, διανίσταται μὲν θαύματος πλήρης, πράγματα δ᾽ ἑξῆς τοὺς μυστικοὺς ἐκείνους καὶ θείους ἰδοῦσα λόγους, Χριστόν τε σὺν τῇ ἀδελφῇ μεγαλύνει, καὶ τὸν ἐκείνου μέγαν ἀνακηρύττει θεράποντα.
Ἐνὸς ἔτι τῶν κατὰ τὸν μέγαν τουτονὶ θαυμάτων μνησθεὶς, καὶ οἱονεί τινα χρυσῆν ἐπιθεὶς κορωνίδα τοῦτο τοῖς φθάσασι, καταπαύσω τὸν λόγον, τῶν πλείστων παραχωρήσας τοῖς ἡμετέροις τούτοις σοφοῖς, θαυμαστῶς ἄνωθεν ἐξηγουμένοις τε καὶ λογογραφοῦσι ταυτὶ, καὶ πρὸ τῶν ἄλλων μάλιστα τ᾽ ἀδελφῷ, περιουσίᾳ λόγου τε καὶ σοφίας ὑψηλῶς ἐκεῖνα συγγραφομένῳ, παρ᾽ οὗ καὶ ἡμεῖς τὰ προῤῥηθέντα δεδεγμένοι, καθ᾽ ὅσον οἶόν τε, τῷ λόγῳ συνήψαμεν, ὡς ἂν μὴ παραλυπεῖν τινας δόξαιμεν, ἀτελῆ πως τοῦτον καταλιμπάνοντες· ἔχει δὲ οὕτω. Τῶν κατὰ τὴν θαυμαστὴν Λαύραν Ἀθανασίου τοῦ πάνυ τις μοναστῶν, ἧς δὴ καὶ προλαβόντες ἤδη πολλάκις ἐμνήσθημεν, ἀνὴρ τῶν τὸν πάντη μοναδικόν τε καὶ ἡσύχιον ἑλομένων βίον, καὶ πλὴν ἑνός τινος ἢ δυοῖν τοῖς πᾶσι σχεδὸν τὸ παράπαν ἀθέατός τε καὶ ἀνομίλητος, πολύς τις ἦν νύκτωρ καὶ μεθ᾽ ἡμέραν δεόμενος τοῦ Θεοῦ ἀποκαλυφθῆναι οἱ τὰ κατὰ τὸν θεῖον Γρηγόριον· οἵα τε λῆξις ἔχει δηλαδὴ τοῦτον, καὶ τίσι τῶν κατ᾽ αὐτὸν εὐηρεστηκότων Θεῷ νῦν ἐκεῖ σύνεστι. ταῦτ᾽ ἐπὶ πολὺ δεομένῳ, τοιάδε τις ὄψις ἐφίσταται μιᾷ τῶν νυκτῶν. Ἐδόκει τῇ μεγάλῃ τοῦ Κωνσταντίνου πόλει παρὼν, ἑστηκέναι μὲν ἔνδον τοῦ θαυμαστοῦ τῆς μεγάλης τοῦ Θεοῦ Σοφίας νέῳ, καὶ ταῦτα μηδ᾽ ἐπιδημήσας ἐκεῖ τὸ παράπαν, μηδ᾽ ὀφθαλμοῖς ἐκεῖνον ποτὲ θεασάμενος· σύνοδον δ᾽ ἱερῶν Πατέρων μέσον προκαθημένην ὁρῶν τοῦ νέῳ, Ἀθανάσιος ἦσαν ὁ μέγας, Βασίλειός τε ὁμοῦ καὶ Γρηγόριος, καὶ Ἰωάννης ὁ τὴν γλῶτταν χρυσοῦς, ὁ Νύσσης τε Γρηγόριος αὖθις, καὶ Κύριλλος ὁ σοφὸς, καὶ σὺν τούτοις καὶ μετὰ τούτους ἡ λοιπὴ τῶν θεολόγων ἁγίων πληθύς. Τούτοις τοιγαροῦν διαλεγομένοις, ὁ βλέπων προσέχειν σπεύδων τὸν νοῦν, τῶν μὲν προκειμένων ἐκείνοις λόγων τε καὶ τῆς ὑποθέσεως, μαθεῖν ἔσχε τι πλέον οὐδέν· ἐπεὶ δὲ καὶ πρὸς τέλος ἐδόκουν εἶναι τῶν λόγων, καὶ συμπεραίνειν τούτοις ἦν ἀναγκαῖον, ὡς ἔθος, ἀποφάσει τινὶ, τότε δὴ καὶ ὁ μοναχὸς κοινῇ τῶν προκαθημένων ἐκείνων πάντων λεγόντων, ἦκουεν, ἀδύνατον εἶναι τὸ κῦρος παρ᾽ ἡμῶν ἐπενεχθῆναι, καὶ τοῖς δεδογμένοις τοὺς παρόντας ἐπιψηφίσασθαι, ἦν μὴ καὶ Γρηγόριος ὁ Θεσσαλονίκης δηλαδὴ πρόεδρος τῇ συνόδῳ καὶ τῇ ψήφῳ παρῇ. Καὶ δὴ τῶν τις ὑπηρετῶν εὐθὺς ἀποστέλλεται πρὸς τὴν ἱερὰν ἐκεῖνον μετακαλέσασθαι σύνοδον· ὁ δ᾽ ἀπιὼν πρὸς ἐκεῖνον, ὑποστρέφει μετὰ μικρὸν, ἀδύνατον εἰρηκὼς εἶναι προσιέναι τινα νῦν τούτῳ καὶ διαλέγεσθαι, παρ᾽ αὐτὸν ἑστῶτι τὸν βασιλικὸν θρόνον, καὶ μόνον μόνῳ προσλαλοῦντα τῷ βασιλεῖ· οἱ δ᾽ ἀπιέναι καὶ πάλιν ὡσαύτως ἐκέλευον, προσμένειν τε τὸ τῆς βασιλικῆς ὁμιλίας πέρας, καὶ οὕτως ἐντυχόντα τῷ Γρηγορίῳ τὰ παρ᾽ αὐτῶν ἐξειπεῖν· ἄπεισι καὶ αὖθις ἐκεῖνος, καὶ παραμείνας κατὰ τὰ προσταχθέντα, καὶ καιροῦ λαβόμενος τοῦ προσήκοντος, πάντ᾽ ἐκεῖνα τῷ Γρηγορίῳ μηνύει, καὶ ὡς ἀδύνατον ἐπικυρωθῆναι τῇ συνόδῳ τὰ δεδογμένα φησὶ, σοῦ γε αὐτοῦ μὴ παρόντος. Ταῦτ᾽ ἐκεῖνος μαθὼν ἔρχεται πρὸς τὴν σύνοδον· οἱ δὲ προσιόντα τοῦτον ἰδόντες, καὶ ὑπανίστανται πάντες, καὶ φιλοφρόνως πως ἂν εἴποις ὑποδεξάμενοι, μέσον αὐτῶν τῇ κορυφαίᾳ καὶ ὁμοτίμῳ καὶ σεπτῇ τῶν θεολόγων τριάδι φέροντες συγκαθίζουσι, καὶ οὕτω τὴν μελετωμένην ἐκείνην ψῆφον καὶ τὸ κῦρος τοῖς δεδογμένοις ἐπάγουσιν, ἢ τὰ προψηφισθέντα τε καὶ προκυρωθέντα μᾶλλον τοῖς αὐτῶν τε κἀκείνου λόγοις, εἰς δόξαν αὐτοῦ τε καὶ τῆς Χριστοῦ κοινῆς Ἐκκλησίας, δι᾽ ἑαυτῶν καὶ νῦν ἐκφαίνουσι κάλλιστα· λόγοι καὶ γὰρ πάντων ὁμοῦ τῶν θεολόγων πρὸς τὸν Γρηγόριον ἦσαν ἐκεῖνα, μεθ᾽ ἱερᾶς τινος εὐχαριστίας καὶ εὐφροσύνης ἀποῤῥήτου καὶ τέρψεως, ὅτι τὰ κατὰ διαφόρους αἰτίας καὶ χρόνους ὑπ᾽ ἐκείνων δηλαδὴ θεολογηθέντα, πάντ᾽ εἰς ἓν αὐτὸς συνειλοχὼς νῦν ἐπ᾽ ἐσχάτων θείᾳ δυνάμει καὶ χάριτι, καὶ συνῆψε καλῶς, καὶ ἐπεξειργάσατο, καὶ τὸ κράτος αὐτοῖς δι᾽ ἑαυτοῦ δεδωκὼς θείῳ Πνεύματι, τάς τε καινὰς αἱρέσεις ἐξαισίως τούτοις ἐτρέψατο, καὶ τοὺς ἑαυτοῦ λόγους οἱονεί τι συμπέρασμα καὶ ἀνάπτυξιν ἱερὰν τῶν ἱερῶν ἐκείνων λόγων εἰργάσατο. Ταῦτα, φησὶ, καὶ πάντες ὁμοῦ καὶ ἀνὰ μέρος τῶν θεολόγων ἕκαστος μετὰ πλείστης ὅσης τῆς θυμηδίας δόξαντες ἐφ᾽ ἱκανὸν εἰπεῖν πρὸς Γρηγόριον, ἐξανέστησάν τε σὺν αὐτῷ τῆς καθέδρας, καὶ τὸν ἱερὸν ἐκεῖνον διέλυσαν σύλλογον.
Τοιαῦτα καὶ τὰ μετὰ τὴν πρὸς Θεὸν ἐκδημίαν καὶ μακαρίαν ὄντως ἐκείνην λῆξιν μεγάλα καὶ ὑπερφυᾶ τοῦ μεγάλου καὶ θαυμαστοῦ Γρηγορίου τῷ ὄντι θαύματα. Ἄξια μὲν αὐτοῦ καὶ τῆς μεγάλης καὶ ἀγγελικῆς πολιτείας ἐκείνης, καὶ τῶν θαυμαστῶν ὑπὲρ εὐσεβείας ἀγώνων τε καὶ ἱδρώτων, καὶ δὴ καὶ τῶν συχνῶν διωγμῶν, καὶ τῆς καλλίστης ὁμολογίας· ὀλίγα δ᾽ ἐκ πολλῶν τῶν τε ὄντων, τῶν τ᾽ ἐσομένων, πρό τε ὄντων, καὶ ὅσα τὸ πᾶν ἀπὸ μέρους δεῖξαι· οὐ μᾶλλον οἶμαι δι᾽ ἐκεῖνα θαυμαστῶς οὕτω καὶ πυκνῶς ὑπὸ τῆς θείας ὑπερφυῶς ἐνεργούμενα χάριτος, ἢ τοῦ τῆς εὐσεβείας ὑγιοῦς εἵνεκα λόγου, πολεμηθέντος μὲν ὑπὸ τῶν κακίστων τουτωνὶ καὶ πολυκεφάλων αἱρέσεων, καὶ νῦν κακῶς εἴπερ ποτὲ, στηριχθέντος δ᾽ ὑπ᾽ ἐκείνου καὶ ἀνακηρυχθέντος πολλάκις τοῖς ἐγγύς τε καὶ πόῤῥω, κατὰ θάλαττάν τε καὶ ἤπειρον τῇ δυνάμει τοῦ ἐνοικοῦντος αὐτῷ θείου Πνεύματος, ὡς καὶ τούτου τὸν φθόγγον εἰς πᾶσαν τὴν γῆν ἀποστολικῶς ἐξελθεῖν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα· εἰ καὶ ἡ ἐκείνων παραφυὰς αὕτη, καὶ τοῦ τῆς πλάνης πονηροῦ συστήματος οἱ οὐραγοὶ καὶ ἀκόλουθοι, τῇ παλαιᾷ πλάνῃ καὶ τῇ νυκτομαχίᾳ παραμένοντες ἔτι, καὶ, ὡσεὶ τυφλὸς, ψηλαφῶντες τοῖχον κατὰ τὸν μακάριον εἰπεῖν Ἡσαΐαν, οὐδὲ πρὸς τὸ μέγα τῶν θαυμάτων τουτωνὶ φῶς, καὶ τὸν τῆς ἀληθείας ἥλιον δύνανται διαβλέψαι· πρὸς οὓς, οἶμαι, καὶ τὸ Δεσποτικὸν ἐκεῖνο μικρὸν ὑφελὼν, δικαίως νῦν ἄν τις εἴποι· Ἐὰν σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε· τοσοῦτον καὶ τὴν Ἰουδαίων ἀπιστίαν σπεύδουσι παρελαύνειν οἱ καινοὶ τῆς εὐσεβείας πολέμιοι· τοῖς μὲν γὰρ ὁ Χριστὸς τότε τὸ σημείων δίχα μὴ δύνασθαι τῷ λόγῳ πιστεύειν εἰς ἔγκλημα προύφερεν, ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, λέγων, οὐ μὴ πιστεύσητε· οἱ δὲ, καὶ σημεῖα καὶ δυνάμεις καὶ χαρίσματα ἰαμάτων διὰ τοῦ μεγάλου τούτου νῦν τὸν Χριστὸν θαυμαστῶς ἐνεργοῦντα βλέποντες, οὐ πιστεύουσι τετύφλωκε γὰρ αὐτῶν, φησὶ, τοὺς ὀφθαλμοὺς, καὶ πεπόρωκεν αὐτῶν τὴν καρδίαν, καὶ ὀφθαλμοὺς ἔχοντες ὄντως οὐ βλέπουσι, καὶ ὦτα ἔχοντες οὐκ ἀκούουσιν. Ἀλλὰ τὰ μὲν πρὸς ἐκείνους, τόγε νῦν εἶναι, τέως ἀναβεβλήσθω· ἱκανῶς καὶ γὰρ αὐτοῖς ἤδη καὶ λόγοις καὶ γράμμασι περὶ τῶν αὐτῶν διειλέγμεθα· ἴσως ποτὲ καὶ αὐτοὶ ταῖς μεγάλαις ταύταις καὶ συνεχέσι δυνάμεσι καὶ τοῖς ἔργοις, εἰ καὶ μὴ τοῖς λόγοις τέως πιστεύουσιν. Εἰ δ᾽ οὖν, ἀλλ᾽ ὅταν ἴδωσι τὸν μέγαν τουτονὶ σὺν ἀγγέλοις τε καὶ ἰσοθέοις ἀνδράσι, Χριστῷ συνανιστάμενον καὶ συνδοξαζόμενον, ἐν νεφέλαις τε σὺν ἐκείνοις μετάρσιον ἐκ γῆς ἁρπαζόμενον εἰς ἀέρα, κατὰ τὸν μακάριον εἰπεῖν Παῦλον πρὸς τὴν τοῦ Κυρίου ἀπάντησιν, ὡς ἥλιόν τε σὺν ἐκείνοις τῇ τοῦ τῆς δικαιοσύνης ἡλίου κοινωνίᾳ τε καὶ θεώσει κατὰ τὸν αὐτοῦ, φημὶ, τοῦ μεγάλου ἡλίου λόγον, ὑπερφυῶς λάμποντα· τότε καὶ γάρ φησιν οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν· καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμενον· εἴγε καὶ τοῦτο δοίημεν τέως, τὸ θεατὰς ἐκεῖ καὶ αὐτοὺς, φημὶ, τῶν θείων τε καὶ ὑπερφυῶν ἔσεσθαι. Ἔσονται δ᾽, οἶμαι, πάντως, ὅσον ἐπιγνῶναι γοῦν, οἷς νῦν πιστεύειν οὐ βούλονται· ἐπεὶ καὶ τῆς θείας Γραφῆς περί γε τῶν Χριστὸν σταυρωσάντων ἐναργῶς ἀκούω λεγούσης, ὄψονται εἰς ὃν ἐξεκέντησαν. Σὺ δ᾽, ὦ τρισολβία καὶ σεπτὴ τῷ ὄντι καὶ περιπόθητε κεφαλὴ, τὸ τῆς ἡσυχίας κράτος, ἡ δόξα τῶν μοναζόντων, τὸ κοινὸν τῶν θεολόγων καὶ πατέρων καὶ διδασκάλων καλλώπισμα, τῶν Ἀποστόλων ὁ συναγωνιστής· ὁ τῶν ὁμολογητῶν καὶ μαρτύρων ἀναίμακτος ζηλωτὴς καὶ στεφανίτης καὶ λόγοις καὶ πράγμασι, καὶ τῆς εὐσεβείας ἀθλητὴς καὶ στρατηγὸς καὶ ὑπέρμαχος· ὁ τῶν θείων δογμάτων ὑψηλὸς ἐξηγητὴς καὶ διδάσκαλος· ὁ τῆς ἀθέου καὶ πολυθέου ταυτησὶ τῶν παντοδαπῶν αἱρέσεων πλάνης ἀναιρέτης ὀξύτατος· ὁ τῆς κοινῆς Χριστοῦ Ἐκκλησίας καὶ προστάτης καὶ φύλαξ καὶ ῥύστης καὶ σωτὴρ μετὰ τὸν πρῶτον καὶ μόνον σωτῆρα· καλῶ δέ σε καὶ στόμα καὶ γλῶτταν καὶ ψυχὴν ταύτης καὶ νοῦν οὐ κατὰ τὸν παρ᾽ Ἔλλησιν ἐπικληθέντα νοῦν, φημὶ, τὸν φιλόσοφον ἐκεῖνον Ἀναξαγόραν, ἀλλὰ νοῦν ἱερώτατόν τε καὶ ὑψηλότατον καὶ θεοειδῆ καὶ ἄντικρυς θεῖον καὶ κεφαλὴν μετὰ τὴν ὑπερφυᾶ καὶ κοινὴν κεφαλὴν τῶν πάντων Χριστὸν, καὶ λόγων παντοδαπῶν ἑστίαν, καὶ θαυμαστῶν χαρίτων φορὰν, καὶ ἄκρον ἀρετῆς παιδευτὴν, γνώμονά τε θεολογίας καὶ κανόνα δογμάτων, καὶ φιλοτιμίαν ἐξαίρετον Θεοῦ πρὸς ἀνθρώπους, καὶ κοινόν τινα κόσμον τῆς ἀνθρωπείας φύσεως, καὶ πᾶν εἴ τι θεῖον καὶ ὑψηλὸν καὶ σεβάσμιον. Σὺ τοιγαροῦν καὶ μεταστὰς πρὸς Χριστὸν, ἐποπτεύεις μὲν καὶ νῦν τὴν σαυτοῦ ποίμνην, καὶ τὸ κοινὸν τῆς Ἐκκλησίας τρανώτερον ἄνωθεν, καὶ νόσους παντοδαπὰς θεραπεύων, καὶ λόγοις τοῖς σοῖς καταρτίζων, καὶ τὰς αἱρέσεις ἑλαύνων, καὶ παντοδαπῶν παθῶν ἐξαιρούμενος· οὐδὲ γὰρ ἐπιλήσῃ ποτὲ τῆς ἱερᾶς ἐπιστήμης ἐκείνης καὶ τῶν μεγίστων ὑπὲρ ἡμῶν ἀγώνων καὶ τῶν ἱδρώτων, οἶς μεθ᾽ ἡμῶν ὑπερκοσμίως συντραφεὶς καὶ συναυξηθεὶς, ὑπερφυῶς τελειωθεὶς συνδεδόξασαι. Δέχοιο δὲ καὶ τὸν ἡμέτερον εὐμενῶς τουτονὶ λόγον, τῷ περιόντι τοῦ πρὸς σὲ πόθου τυραννηθέντα, καὶ τοῖς ὑπὲρ δύναμιν ἐγχειρίσαντα. Δέξῃ δὲ πάντως, εὗ οἶδα, τήν τε φιλίαν ὁμοῦ καὶ τὸ κατὰ δύναμιν ἐπαινῶν, καὶ ὡς οὐκ ἀκαίρως τέως νῦν, οὐδὲ περιττῶς πως πρὸς τὸ λέγειν τε καὶ γράφειν, εἰ καί ποτε ἴσως ὡς αὐτὸς εἶπες ἂν ἄλλοτε κεκινήμεθα· καὶ λύσας τὴν τῶν παντοδαπῶν τουτωνὶ παθῶν τε καὶ πειρασμῶν καταιγίδα, κορυφουμένην ἐφ᾽ οὕτω μακρὸν, καὶ δεινὴν ὁσημέραι τὴν τρικυμίαν τε καὶ τὴν ζάλην ἐγείρουσαν. ἢ τῶν παρόντων ἡμᾶς τέως, μετὰ χρηστῶν τῶν ἐκεῖθεν ἐλπίδων, καὶ τῆς προσδοκωμένης μακαρίας ῥᾳστώνης καὶ τῆς ἀνέσεως ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ᾀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.
Notes
- Ψαλμ. ριή, 57.
- Ψαλμ. ριή, 35;
- Ψαλμ. ριή, 37.
- Πραξ. δ΄, 31.
- Λουκ. ιά, 1.
- Ματθ. ιά, 29.
- Γαλ. ά, 1.
- Α΄ Θεσ. έ, 17.
- Ψαλμ. ιέ, 8.
- Ματθ. ιά, 15.
- Ματθ. ιθ΄, 12.
- Ματθ. ιγ΄, 14.
- Ματθ. αὐτόθι.
- Γαλατ. β΄, 3.
- Ψαλμ. λβ΄, 22.
- Α΄ Κοριν. γ΄, 11.
- Ματθ. ιγ΄, 52.
- Ματθ. κγ΄, 37.
- Ματθ. η΄, 11.