Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Theodore Balsamon › Commentary on the Nomocanon

Commentary on the Nomocanon

Theodore Balsamon, Greek, RP 1, 1852

1. Verses

ΕΠΗ ΤΟΥ ΠΑΝΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΘΕΟΥΠΟΛΕΩΣ, ΗΤΟΙ ΜΕΓΑΛΗΣ ΑΝΤΙΟΧΕΙΑΣ, ΚΑΙ ΠΑΣΗΣ ΑΝΑΤΟΛΗΣ, ΚΥΡΙΟΥ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΒΑΛΣΑΜΩΝΟΣ, ΠΕΡΙ ΤΗΣ ΑΥΤΟΥ ΑΜΦΙ ΤΟΝ ΝΟΜΟΚΑΝΟΝΑ ΕΞΗΓΗΣΕΩΣ.

ἈΣΤΕΡΕΣ ὡς πολύφωτοι ἀφεγγοῦς ὅμματα νυκτὸς,
Κανόνες ἐκγεγάασιν ἐρικυδέων Κηρύκων,
Θεσπεσίων Πατέρων τε περικλυτέα θεσπίσματα,
Ἀλλ᾽ οὕτω τελέθοντες ἀπλανεῖς οὐρανοβάται,
Παύροις ἐν πεδίοισιν ἰλαδὸν ἔτελλον φῶτα.
Τοὶ γὰρ ἀντολίηθεν ἑωσφόροι ἀμφανέντες,
Κεῖσε πανημέριοι λάμπον, καὶ κατὰ νύκτα.
Ἄλλοι δ᾽ ἑσπερίοισιν ἐνὶ μερόπεσσιν φύντες,
Τάων κατεσάωσαν ἁμαρτίην ἐρεβεννήν.
Μῆνις γὰρ κρυόεσσα διοτρεφέων βασιλήων,
Καὶ τοὺς γ᾽ εὐδρομέοντας ἐπὶ τόπον ἴσχανε τυτθὸν,
Ὠκεανὸς δ᾽ οὓς γείνατο παγχθονίης συνοδικῆς,
Τούτους ἐν μεμβράναις, ὥς γ᾽ ἐν σήμασι θνητοῦ,
Κατὰ Μωσῆν ἰσόθεον, Φαραοκτόνον ἐσθλὸν,
Μήτηρ κάτθετο κυδρὴ, ὀψιγόνοις μέγ᾽ ὄνειαρ·
Αὐτὰρ οὐδὲ μαχεύμενοι ἔσχον ἑτάρων ἰσχύν·
Ἴσχανε γὰρ σύμπνοιαν ἀφιλτέρα διάστασις.
Ἄναξ εὐρυμέδων δὲ κραταιὸς, πάνσοφος Λέων,
Καὶ Φώτιος τ᾽ ἀγακλυτὸς πατριάρχης,
Τὴν δ᾽ οὐρανίην τετραγωνίσαντες σφαῖραν,
Τέτταρα κατὰ κλίματα, ἠδὲ μέτρα πάσης γῆς,
Κανόσιν, ὡς ἀστράσιν ἀπλανέσιν, ἠδὲ πλανήταις,
Πρὸς δὲ νόμοις, ἠπείροιο λευκαίνουσι κελεύθους,
Θεῖα κατηστέρισαν σοφίῃ τε φραδμοσύνῃ τε.
Ἑπτάπολον σφαῖραν γὰρ ἠΰθ᾽ ὁρίζοντ᾽ ἀγλαὸν,
Ἑπτάδα τ᾽ ἀθέσφατον ἀειστρεφέων πλανητῶν,
Ἑπτὰ παγχθονίων συνόδων κανόνας ὁλολαμπεῖς,
Ἐνθάδε προΐαψαν ἀειφανῶς ἀνατέλλειν.
Ὡς δύο καὶ δέκα δὲ ψυχοτροφέας αὖ ἀστέρας,
Ζώδια τοὺς καλέουσιν ἀμύμονες οὐρανοφάνται,
Δώδεκα Κηρύκων ζαθέων κανόνας, ἰδ᾽ ἐφετμὰς,
Λάμπειν ἐν μερόπεσσι πλανήταις τετάχατον.
Ἴδῃς, ἢν ἐθέλης, καὶ πληϊάδων ἑπτάδα,
Αὐγὰς ὡς προχέουσαν ἀριλαμπεῖς ἐνὶ κόσμῳ,
Θεῖα θεοπρόπια ἑπτὰ συνόδων ἁγίων,
Ἃς τοπικὰς φάσκουσιν ἀληθεῖς ἱεροφάνται.
Ἄθρει καὶ πόλον αὖτε νότιον, νειλοτροφῆα,
Κύδιμον Ἀθανάσιον, ἐρίηρόν τε Κύριλλον.
Ἀστέρας Ἀλεξανδρείης, ὄμματα Λιβύης.
Καὶ πόλον ἴδε βόρειον, Καππαδοκέων πατέρα,
Βασίλειον πάμμεγαν, ἄτρυτον ἀσεβοφόντην.
Ναὶ μὴν καὶ θρασυκάρδιον Ὠρίωνα, κρατερὸν,
Ἰωάννην Χρυσόστομον, Ἀντιοχέων κρηπῖδα,
Ἄρτεμιν ὡς, σφάττοντα βασίλειαν Εὐδοξίαν,
Οὕνεκα χήρας οἰνοτόκον λωβήσατο γαῖαν.
Ἔστιν καὶ λύρα τετράχορδος ταῖς δ᾽ ἐνὶ μολπαῖς,
Θείου πνεύματος αὔρῃ πληττομένη πλησμίως,
Ἥτις ἐσσομένοισι μετ᾽ ἀνθρώποισιν ἔσται,
Ἀοιδὰς ἰάχουσα ἀληθοῦς σωτηρίης.
Ἐστὸν δ᾽ οὗτοι κυδάλιμοι Γρηγόριοι δύο,
Νυσσαέων ὁ πρόεδρος, καὶ ὃς ἀνὰ πᾶσαν γῆν
Λάμψε θεηγορίῃ, διδάγμασί τε Θεοῖο.
Ἄραρεν ἠδὲ λύρας τετραχόρδοιο φθόγγῳ
Καὶ Πέτρος, Ἀλεξάνδροιο ὃς λάχε πτολίεθρον.
Πρὸς δ᾽ αὖ Διονύσιος, Ἀχαιῶν ὄρχαμος ἱρός.
Τοίην οὐρανίην κατηστέρισαν πυκτίδα,
Ἄναξ, ἠδὲ πατριάρχης, Ῥώμης συνοχῆες.
Ὅσσοι γοῦν ὁράατε ἀπλανῶς διὰ ταύτης
Κανονικὰ θεσπίσματα, πιστῶν δεύτερα φῶτα,
Καὶ νόμιμ᾽ ἐκσφαιρισθέντα τῆς συστοιχίας,
Λιτάζεσθε Θεοῖο τρισυπόστατον φύσιν,
Ἣ πόλον ἑστερέωσεν, ἰδ᾽ ἄστρων ἄπλετα φῦλα,
Εὐσεβέσιν μὲν κείνοις, ἀρχιερεῖ, βασιλεῖ τε,
Οἱ ταῖς δ᾽ ἐν μεμβράναισιν πόλον ἐξετάνυσαν,
Ἠΰτε δέριν, κατὰ Δαβὶδ ἀσματογραφῆα,
Ἀϊδίην πορσύναι οὐρανῶν βασιλείην.
Τῷ δ᾽ αὖ Ἀντιοχείης ταπεινῷ πατριάρχῃ,
Βαλσαμὼν Θεοδώρῳ, ὃς τῶνδ᾽ οὐρανίων,
Σωμάτων τολύπευσεν ἀπειρεσίους δυνάμεις,
Πλανήτων τε νόμων ὑποχθονίην κατάδυσιν,
Πρὶν λάχῃ θρόνον Ἀντιοχείης πάρος κυδρῆς,
Σωτηρίην ψυχῆς, ταύτης γὰρ πέρι θρηνεῖ.

Στίχοι τοῦ Πατριάρχου Ἀντιοχείας Θεοδώρου τοῦ Βαλσαμῶνος, πρὸς τὸν ἁγιώτατον καὶ οἰκουμενικὸν πατριάρχην Γεώργιον τὸν Ξιφιλῖνον.

ΤΑΣ κανονικὰς εὐσεβεῖς παραδόσεις,
Τρέμων, καθὰ πέλαγος ἀτλαντοφόρον,
Διῆλθον, ὡς χάρυβδιν Ἀσκραῖος ξένος,
Ἣ τὴν Ἐρυθρὰν Ἰσραηλίτης γέρων,
Σῆς δεξιᾶς χάρισιν ἐστηριγμένος,
Ὦ πατριαρχῶν εὐσεβέστατον κλέος.
Ὅθεν καλάμῳ μυστικῆς βακτηρίας,
Διχῇ τὸ δυσπρόσιτον αὐτῶν κουφίσας,
Εἰς βιβλία γὰρ συνεγραψάμην δύο,
Τῶν κανονικῶν τὰς διδαγματουργίας,
Ζητῶ σε, τὸν λάμποντα ταῖς εὐπραξίαις,
Καὶ πάντας αὐγάζοντα διδασκαλίαις,
Στῦλον γενέσθαι τῆς ὁδοῦ τοῦ βιβλίου,
Αἰγυπτίους μὲν καταπιμπρῶντα τρόπους,
Σωτηρίους δὲ φωταγωγοῦντα τρίβους.
Θεόδωρός σοι Βαλσαμὼν ταῦτα γράφω,
Ὁ πατριάρχης τῆς θεωνυμουμένης
Ἀντιόχου γῆς, ἀλλὰ καὶ πάσης Ἕω.

Contents ·