Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

Statement of St Dionysius That the Father and the Spirit Shared in the Incarnation Only…

ΚΕΦΑΛ. ΚΔ΄. Τοῦ ἁγίου ἀποστολικοῦ διδασκάλου Διονυσίου, τοῦ Ἀρεοπαγίτου ἐκ τοῦ κεφαλαίου τοῦ περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας.

« Καθάπερ φῶτα λαμπτήρων, ἵνα αἰσθητοῖς καὶ ἰδίοις χρήσωμαι παραδείγμασιν, ὄντα ἐν οἴκῳ τινὶ, ὅλα ἐν ἀλλήλοις ἐστὶ, καὶ ἀκριβῆ τὴν ἀπ᾽ ἀλλήλων ἰδικῶς ὑφισταμένην ἔχει διάκρισιν, ἡνωμένα τῇ διακρίσει, καὶ διακεκριμένα τῇ ἑνώσει. Καὶ γοῦν ὁρῶμεν ἐν οἴκῳ πολλῶν ὄντων τῶν λαμπτήρων, πρὸς ἕν τι φῶς ἑνούμενα τὰ πάντα φῶτα, καὶ μίαν αἴγλην ἀδιάκριτον ἐλλάμποντα, καὶ οὐκ ἄν τις, ὡς οἶμαί, δύναται τὸ τοῦδε τοῦ λαμπτῆρος τὸ φῶς ἀπὸ τῶν ἄλλων ἐκ τοῦ πάντα περιέχοντος ἀέρος διακρῖναι, καὶ ἰδεῖν ἄνευ θατέρου θάτερον, ὅλων ἐν ὅλοις ἀμιγῶς συγκεκραμένων. » Ταῦτα Διονυσίου.

Σχόλιον. Ἡνωμένην, καὶ διακεκριμένην λέγει τὴν ἁγίαν Τριάδα, διὰ τὸ κοινὸν τῆς οὐσίας, διαιρετὸν δὲ τῶν ὑποστάσεων.

Ἐπὶ δὲ τὴν λύσιν τῶν εἰρημένων χωρήσωμεν.

Ὅλος ὁ νοῦς τοῦ Πατρὸς, τοῦτον ἔχει τὸν τρόπον· Ὑπόδειγμα εἶπεν ἐπὶ τῆς ἁγίας Τριάδος τριῶν τινων λύχνων, ἢ κηρῶν ἀπτόντων, ἔν τινι ναῷ, ἢ οἴκῳ, ταῖς μὲν ὑποστάσεσι διακεκριμένων, ἤγουν κεχωρισμένων ἐξ ἀλλήλων. Ἄλλος γὰρ, καὶ ἄλλος λύχνος ἐστὶν ἰδικῶς ὁ καθ᾽ εἶς, τῷ δὲ φωτὶ, ἡνωμένην ἔχουσι καὶ ἀχώριστον τὴν κοινωνίαν τῆς φύσεως, καὶ τῆς ἐνεργείας· καὶ οὐδεὶς δύναται ἐν τῷ ἀέρι τοῦ οἴκου διακρῖναι, καὶ εἰπεῖν, ποῖον μὲν φῶς ἐστι τοῦδε τοῦ λύχνου, ποῖον δὲ τοῦ ἑτέρου. Ταῦτα ὁ διδάσκαλος εἶπεν. Μετέρχεται λοιπὸν ἐκ τοῦ Τριαδικοῦ, εἰς τὸν τῆς οἰκονομίας λόγον (ἔξοδον ἐπὶ Θεοῦ μηκέτι τοπικὴν νοήσῃς), καὶ τὴν ἔξοδον τοῦ Θεοῦ Λόγου τὴν τοῦ Πατρὸς κατὰ τὴν αὐτοῦ φωνὴν τὴν φάσκουσαν, ὅτι « Ἐγὼ ἐκ τοῦ Πατρός μου ἐξῆλθον, καὶ πρὸς τὸν Πατέρα μου ὑπάγω. » Διονυσίου· « Ἀλλὰ καὶ εἰ τὸν ἕνα τις τῶν πυρσῶν ὑπεξαγάγοι τοῦ δωματίου, συνεξελάσεται, καὶ τὸ οἰκεῖον ἅπαν φῶς, οὐδέν τι τῶν ἐτέρων φωτῶν ἐν ἑαυτῷ συνεπισπώμενον, ἢ τοῦ ἑαυτοῦ τοῖς ἑτέροις καταλιπών. » Ἐξελθὼν, φησὶν, ὁ Υἱὸς ἐκ Πατρὸς, καὶ ἐπιδημήσας ἐν τῷ κόσμῳ, οὔτε τὸν Πατέρα καὶ τὸ Πνεῦμα συνεξήγαγε σὺν ἑαυτῷ, οὔτε μὴν τῶν οἰκείων τι ὁ ἐξελθὼν ἐκείνοις κατέλιπεν· ἀλλ᾽ ἰδιαίτερον τῆς ἑαυτοῦ μόνης ὑποστάσεως ἐποιήσατο ἔξοδον. Εἶτα ἐν τοῖς ἑξῆς τρανοῖ τὰ εἰρημένα λέγων· « Διακέκριται δὲ τῆς ἀγαθοπρεποῦς εἰς ἡμᾶς θεουργίας τὸ καθ᾽ ἡμᾶς ἐξ ἡμῶν ὁλικῶς καὶ ἀληθῶς οὐσιωθῆναι τὸν ὑπερούσιον Λόγον. » Ἑρμηνεία. Διακέκριται, τοῦτ᾽ ἔστι κεχώρισται τοῦ Τριαδικοῦ καὶ θεολογικοῦ λόγου, τῷ καθ᾽ ἡμᾶς ἐξ ἡμῶν ὁλικῶς καὶ ἀληθῶς σαρκωθῆναι (τοῦτ᾽ ἔστιν, ὁ τῆς ἐνανθρωπήσεως καὶ σαρκώσεως Χριστοῦ λόγος), καὶ δρᾶσαι, καὶ παθεῖν, ὅσα τῆς ἀνθρωπικῆς αὐτοῦ θεουργίας ἐστὶν ἔγκριτα καὶ ἐξαίρετα. Ἐγκριτα, φησὶ, καὶ ἐξαίρετα, τοῦτ᾽ ἔστι, καθαρὰ καὶ ἀδιάβλητα τῆς ἀνθρωπίνης αὐτοῦ φύσεως· ἅτινα εἰσι, τόκος, νηπιότης, αὔξησις, πεῖνα, δίψα, κόπος, λύπη, δάκρυα, πτυελοὶ, ἰδρῶτες, τρῆσις, φθορὰ, λύσις, θνῆσις, νέκρωσις, ἀφθεγξία, ἀκινησία. Ἐπιφέρει γὰρ ἀκολούθως λέγων· « Τούτοις γὰρ ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα κατ᾽ οὐδένα κεκοινώνηκε λόγον. »

Αἰσχυνέσθω Σευῆρος. Αἰσχυνέσθω Διόσκορος, καὶ Τιμόθεος, καὶ Εὐτυχής. Αἰσχυνέσθω Θεοδόσιος, καὶ Ἰάκωβος. Αἰσχυνέσθω τὸ δεκακέρατον τοῦ Ἀντιχρίστου, τὸ λέγον, ὅτι « Πάντα, τὰ ἐν τῷ Χριστῷ λεγόμενα, ταῦτα καὶ τῇ πάσῃ Τριάδι ἁρμόζουσιν. » Ἰδοὺ γὰρ σαφῶς ὁ ἀποστολικὸς φωστὴρ τῆς οἰκουμένης φησὶν, ὅτι τῆς ἐν σαρκὶ, ἢ διὰ σαρκὸς Χριστῷ πεπραγμένοις, ἢ προσειλημμένοις, ὁ Θεὸς, καὶ Πατὴρ, ἢ τὸ Πνεῦμα τὸ ἅγιον κατ᾽ οὐδένα κεκοινώνηκαν τρόπον· « Εἰ μή πού τις φαίη, φησὶ, κατὰ τὴν ἀγαθοειδῆ καὶ φιλάνθρωπον βούλησιν. » Μόνῃ, φησὶ, τῇ βουλῇ καὶ εὐδοκίᾳ, καὶ συναινέσει κεκοινώνηκεν ὁ Πατὴρ, καὶ τὸ ἅγιον Πνεῦμα τῷ τῆς σαρκώσεως Χριστοῦ λόγῳ, καὶ τρόπῳ. Ἀκοινώνητοι καὶ ἀλλότριοι κατὰ τὰς ἰδίας ὑποστάσεις μείναντες πάντων ὅσων ἐκ τῆς Παρθένου προσελάβετο ὁ Θεὸς Λόγος σαρκωθείς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Συγγνώμην αἰτοῦμαι παρὰ τῶν φιλοπόνων· ἐκ μέρους γὰρ γινώσκομεν, ὡς ὁ Παῦλος βοᾷ, καὶ ἐκ μέρους νοοῦμεν, καὶ ἐκ μέρους λαμβάνομεν, καὶ ἐκ μέρους δογματίζομεν· ὅσον γὰρ ἐρευνᾶται τὸ Θεῖον, τοσοῦτον ἐπὶ πλέον ἀγνοεῖται. Οὔτε γὰρ αὐτοὶ οἱ ἅγιοι ἄγγελοι τελείως τὰ περὶ Θεοῦ ἐπίστανται.

Προσθήσω δὲ ὥσπερ τινὰ στεφάνην ἐπινίκιον νυμφικὴν τῇ βίβλῳ, καὶ τάδε· Νόμος θεῖος παλαιός τε καὶ νέος διακελεύεται, « ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων ἵστασθαι πᾶν ῥῆμα. Ἐν τοίνυν τῇ ἁγίᾳ συνόδῳ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ, ἐῤῥέθη, μὴ ταυτὸν εἶναι τὴν φύσιν, καὶ τὴν ὑπόστασιν, ὡς ἐν τοῖς ἔμπροσθεν παρεστήσαμεν. Ὁμοίως καὶ ἡ ἁγία σύνοδος ἡ ἐν Ἐφέσῳ τὸ πρότερον, τῶν διακοσίων ἁγίων Πατέρων, διὰ τοῦ πανσόφου Κυρίλλου, δημοσίως ὥρισεν, ἕτερον εἶναι καὶ τὴν φύσιν, παρὰ τὴν ὑπόστασιν, ἤτοι τὸ πρόσωπον. Ἀρκοῦσι τοίνυν τῇ ἁγίᾳ ἡμῶν καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ οἱ πεντακόσιοι δέκα ὀκτὼ Πατέρες εἰς συνηγορίαν καὶ ὑπερμαχίαν κατὰ τῶν Ἀκεφάλων· οὔτε γὰρ ἄνθρωπος, οὔτε πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν ἰσχύουσί ποτε ἃ ὥρισαν, καὶ ἐθέσπισαν οἱ τῶν τοιούτων ἁγίων συνόδων Πατέρες λῦσαι ἢ ἀνατρέψαι. Λοιπὸν ἡνίκα ἡμῖν οἱ Ἀκέφαλοι προβάλλονται, ἓν πολλάκις ῥῆμα, ἢ δύο λέγοντα τὴν φύσιν πρόσωπον, προβαλλώμεθα αὐτοῖς τὸν τῶν πεντακοσίων δέκα καὶ ὀκτὼ ἁγίων Πατέρων χορόν. Τῶν πλειόνων γὰρ ἰσχύει ἡ ψῆφος ἐπὶ παντὶ πράγματι, καθὼς οἱ κανόνες τῶν ἁγίων ἀποστόλων Χριστοῦ διετάξαντο· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΕΛΟΣ.

· Contents