Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

23. Against the Gaianites, in Brief

ΚΕΦΑΛ. ΚΓ΄. Περὶ πίστεως Γαϊανιτῶν.

Οἱ Γαϊανῖται, καὶ Ἰουλιανισταὶ, καὶ Ναγρανῖται μίαν καὶ τὴν αὐτὴν πίστιν ἔχουσιν, ὥσπερ πάλιν οἱ Σευηριανοὶ, καὶ Ἰακωβῖται, καὶ Θεοδοσιανοὶ, καὶ Διοσκορῖται. Ἀλλ᾽ οὗτοι μὲν, λέγω δὴ, οἱ κατὰ Σευῆρον, καὶ Ἰάκωβον, εἰ καὶ τὰ μάλιστα μίαν φύσιν τὸν Χριστὸν λέγουσιν, ἀλλ᾽ ὅμως ὁμολογοῦσι δύο ἰδιότητας ἐν αὐτῷ, θεῖαν καὶ ἀνθρωπίνην. Λέγουσι δὲ καὶ φθαρτὸν τὸ σῶμα αὐτοῦ πρὸ τοῦ πάθους, Οἱ δὲ Γαϊανῖται ἐξ αὐτῆς ἄκρας ἐνώσεως κατὰ πάντα τρόπον ἄφθαρτον λέγουσι τὸ σῶμα Χριστοῦ, καὶ θεῖον, καὶ μίαν ἰδιότητα ἐπ᾽ αὐτοῦ, τοῦτ᾽ ἔστι θεϊκὴν, καὶ ἀπαθῆ. Ἰστέον δὲ, ὅτι οὐ δύνανται δεῖξαι Πατέρα ἔγκριτον εἰπόντα τὸν Χριστὸν ἐξ αὐτῆς ἑνώσεως κατὰ πάντα τρόπον ἐν ἀφθαρσίᾳ ὄντα, ἀλλ᾽ ἐξ οἰκείων λογισμῶν, καὶ τῶν παρ᾽ αὐτοῖς διδασκάλων τοῦτο λέγουσι, κλέπτοντες, ὡς πολλάκις εἶπον, ῥησείδια καὶ ἀποσπαράγματα λόγων. Διὸ καὶ πρὸς αὐτοὺς ἐκ πραγματικῶν ἀποδείξεων παρεταξάμεθα κατὰ τὴν ὑποτεταγμένην διήγησιν.

Διάλεξις Γαϊανίτου, καὶ ὀρθοδόξου γενομένη ἐν Ἀλεξανδρείᾳ, διὸ καὶ ὑμεῖς οὕτως ἁρμόσασθε.

Ὁ ΟΡΘΟΔΟΞΟΣ. Τὰ Πράγματα πιστοτεροῦσι τῶν ῥημάτων; ἢ τὰ ῥήματα βεβαιοτεροῦσι τῶν πραγμάτων;

Ὁ ΓΑΙΑΝΙΤΗΣ. πρόδηλον, ὅτι τὰ πράγματα ἀξιοπιστότερά εἰσι τῶν ῥημάτων.

Ὁ ΟΡΘΟΔΟΞΟΣ. Ὀρθῶς ἀπεκρίθης κατὰ τὸν νόμον τῆς ἀληθείας καὶ εὐσεβείας. Λοιπὸν εἰπέ μοι, παρακαλῶ, ὁ λέγων ἐξ αὐτῆς ἄκρας ἑνώσεως κατὰ πάντα τρόπον ἐν ἀφθαρσίᾳ εἶναι, καὶ τὴν θεότητα, καὶ τὸ σῶμα τοῦ Χριστοῦ, αὐτὴ ἡ κοινωνία τοῦ παναγίου σώματος, καὶ αἵματος Χριστοῦ, ἣν προφέρεις, καὶ μεταλαμβάνεις, σῶμα, καὶ αἷμα ἀληθινόν ἐστι Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἢ ψιλὸς ἄρτος, ὡς ὁ πιπρασκόμενος κατ᾽ οἶκον, καὶ ἀντίτυπος τοῦ σώματος Χριστοῦ, ὡς ἡ θυσία τοῦ τράγου, ἣν Ἰουδαῖοι προσάγουσιν;

Ὁ ΓΑΙΑΝΙΤΗΣ. Μὴ γένοιτο, ἡμᾶς εἰπεῖν ἀντίτυπον τοῦ σώματος Χριστοῦ, τὴν ἁγίαν κοινωνίαν, ἢ ψιλὸν ἄρτον· ἀλλ᾽ αὐτὸ τὸ σῶμα καὶ αἷμα ἀληθῶς Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ μεταλαμβάνομεν, τοῦ σαρκωθέντος, καὶ γεννηθέντος ἐκ τῆς ἁγίας Θεοτόκου, καὶ Ἀειπαρθένου Μαρίας.

Ὁ ΟΡΘΟΔΟΞΟΣ. Οὕτω πιστεύομεν, καὶ οὕτως ὁμολογοῦμεν κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ Χριστοῦ, ἣν πρὸς τοὺς μαθητὰς ἐπὶ τοῦ δείπνου τοῦ μυστικοῦ μεταδιδοὺς αὐτοῖς τὸν ζωοποιὸν ἄρτον ἔλεγε· « Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα. » Ὡσαύτως καὶ τὸ ποτήριον μεταδιδοὺς αὐτοῖς φησι· « Τοῦτό μού ἐστι τὸ αἷμα. » Οὐκ εἶπεν, τοῦτό ἐστι τὸ ἀντίτυπον τοῦ σώματος καὶ τοῦ αἵματος μου. Καὶ ἐν ἑτέροις δὲ πλείοσι τόποις, φαίνεται ὁ Χριστὸς εἰπὼν, ὅτι « Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον. » Λοιπὸν αὐτοῦ τοῦ Χριστοῦ μαρτυροῦντος, ὅτι σῶμα αὐτοῦ ἐστιν ἀληθῶς, καὶ αἷμα, ὅπερ οἱ πιστοὶ προσάγοντες μεταλαμβάνομεν· ἄγαγε ἡμῖν ἐκ τῆς κοινωνίας τῆς ὑμετέρας Ἐκκλησίας, ὡς ὀρθοδόξου οὔσης, ὡς λέγεις, ὑπὲρ πᾶσαν ἄλλην Ἐκκλησίαν. Καὶ ἀποτιθοῦμεν ἐν πάσῃ τιμῇ τὸ τοιοῦτο ἅγιον σῶμα Χριστοῦ καὶ αἷμα εἰς σκεῦος ἐνδόξως, καὶ ἐντὸς ὀλίγων ἡμερῶν, ἐὰν μὴ φθαρῇ, ἢ τραπῇ, ἢ ἀλλοιωθῇ, πρόδηλον, ὅτι καλῶς κηρύττετε τὸν Χριστὸν, κατὰ πάντα τρόπον ὄντα ἐξ αὐτῆς ἄκρας ἐνώσεως ἐν ἀφθαρσίᾳ. Εἰ δὲ φθαρῇ, ἢ ἀλλοιωθῇ, ἀνάγκη πᾶσα ἡμᾶς ἓν ἐκ τῶν ὁποτέρων εἰπεῖν· ἢ, ὅτι οὐκ ἔστιν, μεταλαμβάνετε, σῶμα ἀληθινὸν Χριστοῦ, ἀλλ᾽ ἀντίτυπον, καὶ ψιλὸν, ἢ, ὅτι διὰ τὴν κακοπιστίαν ἡμῶν, οὐκ ἐπεφοίτησε εἰς αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον· ἢ ὅτι φθαρτόν ἐστι τὸ σῶμα Χριστοῦ πρὸ τῆς ἀναστάσεως, ὡς θυόμενον, καὶ νεκρούμενον, καὶ τιτρωσκόμενον, καὶ μελιζόμενον, καὶ ἐσθιόμενον. Ἄφθαρτος γὰρ φύσις, οὔτε τέμνεται, οὔτε τιτρώσκεται πλευρὰν, καὶ χεῖρας, οὔτε μελίζεται, οὔτε νεκροῦται, οὔτε ἐσθίεται, οὔτε ὅλως κρατεῖται, ἢ ψηλαφᾶται· οἷα ἐστὶν ἡ ἄφθαρτος τῶν ἀγγέλων καὶ τῶν ψυχῶν φύσις.

Ὁ ΓΑΙΑΝΙΤΗΣ. Καὶ πῶς εὑρίσκομεν πολλοὺς ἁγίων Πατέρων λέγοντας ἄφθαρτον τὸ σῶμα Χριστοῦ;

Ὁ ΟΡΘΟΔΟΞΟΣ. Τὸ ἄφθαρτον, καὶ ἡ φθορὰ, καθὼς καὶ ἐν τοῖς ὅροις εἰρήκαμεν, κατὰ δύο τρόπους ἐν ταῖς θείαις Γραφαῖς εἴρηται, ποτὲ μὲν σωματικῶς, ποτὲ δὲ καὶ ψυχικῶς. Ὅθεν φησὶν ἡ Γένεσις, ὅτι « Εἶδεν ὁ Θεὸς, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατεφθαρμένη· » τοῦτ᾽ ἔστι, πάντες οἱ ἄνθρωποι παράνομοι, περὶ ὦν καὶ ὁ Δαυῖδ φησιν, ὅτι « Διεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, καὶ ἐν ἐπιτηδεύμασι. » Πρὸς ταύτην οὖν τὴν φθορὰν τῆς ἁμαρτίας, ἄφθαρτον, τοῦτ᾽ ἔστιν, ἀναμάρτητον λέγομεν τὸ πανάγιον καὶ πανάμωμον σῶμα τοῦ Χριστοῦ. Ἐπεὶ κατὰ πάντα τρόπον ἐν ἀφθαρσίᾳ, ὡς ὑμεῖς λέγετε, οὐδεὶς τῶν ἐξ αἰῶνος ἁγίων Πατέρων εἴρηκεν. Ὅθεν καὶ ὁ τρισμακάριος Ἀθανάσιος οὕτως ἐπὶ λέξεως περὶ τοῦ Κυριακοῦ σώματός φησι· « Φθαρτὸν ἦν τὸ σῶμα, ὅτι καὶ ἡ Μαρία κτιστὴ ἦν. » Πῶς δὲ δυνατὸν εἰπεῖν τὸ σῶμα Χριστοῦ ὁμοούσιον ἡμῶν, ἢ ὅτι πρὸς τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος; ἢ ὅτι σπέρματος Ἀβραὰμ ἐπελάβετο; ἢ, ὅτι πεπείραται κατὰ πάντα τρόπον καθ᾽ ὁμοιότητα ἡμῶν, εἴπερ ἄρα ἄφθαρτος ἦν ἐξ αὐτῆς ἄκρας ἑνώσεως, ὡς ὑμεῖς κηρύττετε;

Κἀντεῦθεν δὲ μανθάνομεν, ὅτι πρὸ μὲν τοῦ πάθους, φθαρτὸν ἦν τὸ τοῦ Χριστοῦ πανάγιον σῶμα· μετὰ δὲ τὴν τριήμερον ἔγερσιν, ἄφθαρτον, λέγω δὴ, ὅτι πρὸ μὲν τοῦ πάθους, διαφόρους ῥύσεις, ὡς ῥευστὸν, ἐποιήσατο, τοῦτ᾽ ἔστιν, αἵματος, ἰδρῶτος, πτύσματος, καὶ δακρύου. Μετὰ δὲ τὴν ἐκ νεκρῶν αὐτοῦ ἀνάστασιν, εἰ καὶ ἔφαγεν οἰκονομικῶς πρὸς πίστωσιν τῶν μαθητῶν· ἀλλ᾽ ὅμως οὐδὲ μίαν ὅλως ἔκκρισιν, ἢ ῥύσιν, ἢ ἀποβολὴν εὑρίσκομεν αὐτὸν πεποιηκότα, οὐ πτύσαντα, οὐ δακρύσαντα, οὐχ ἰδρώσαντα, οὐχ αἱμοῤῥοήσαντα· ἀλλ᾽ οὐδὲ ἁμαρτωλοῖς τοῦ λοιποῦ συναναστραφέντα, οὐχ ὑπνώσαντα, οὐ διψήσαντα, ἀλλ᾽ οὔτε πεινάσαντα· ἀλλ᾽ οὕτω μετὰ τὴν ἀνάστασιν φαγόντα ὥσπερ ἐσθίει τὸ πῦρ τὸν κηρόν· καὶ ὥσπερ ἔφαγον ἐπὶ τοῦ Ἀβραὰμ οἱ ἄγγελοι. Ὅθεν πρὸ μὲν τοῦ πάθους οὔτε ὥφθη ὁ Χριστὸς ἐν διαφόροις μορφαῖς, καὶ σχήμασι προσώπου παρηλλαγμένοις, ὥσπερ μετὰ τὴν ἀνάστασιν, ἐν ἑτέρᾳ μορφῇ ἐφάνη τῇ Μαγδαληνῆ, καὶ ἐν ἑτέρῳ σχήματι τοῖς περὶ Κλεόπαν, καὶ πάλιν ἄλλως ἐπὶ τῆς θαλάττης τῆς Τιβεριάδος. Πάλιν τε πρὸ τοῦ πάθους, καίπερ δυνάμενος, οὐχ ὡράθη κατ᾽ αὐτὴν τὴν ὥραν ἐν διαφόροις τόποις· ἵνα μὴ πάλιν φαντασία νομισθῇ, ἀλλὰ κατὰ τὴν κοινὴν τῶν σωμάτων φύσιν ἐποιεῖτο τὰς τοπικὰς μεταστάσεις. Μετὰ δὲ τὴν ἐκ νεκρῶν ἔγερσιν, κούφου λοιπὸν, καὶ πνευματικοῦ, καὶ λεπτοτάτου, καὶ ἀφθάρτου ἀναστάντος, καὶ ἀποτελεσθέντος τοῦ παναγίου αὐτοῦ σώματος, ἀκωλύτως λοιπὸν, καὶ τάφου ἐσφραγισμένου ἐξῆλθε, καὶ θυρῶν κεκλεισμένων εἰσῆλθεν, καὶ ἐν μιᾷ ὥρᾳ οὔσης ὄψιας τῇ ἡμέρᾳ ἐν ᾗ ἀνέστη, καὶ εἰς τὴν Ἱερουσαλὴμ, καὶ εἰς τὴν Ἐμμαοῦν ὥφθη τοῖς μαθηταῖς. Εἰ δὲ ἐξ αὐτῆς ἄκρας ἑνώσεως κατὰ πάντα τρόπον, ὁμοίως ἦν ἄφθαρτον, τί δή ποτε, μὴ καὶ πρὸ τοῦ πάθους, παντὶ ἐν μιᾷ ὥρᾳ σαρκὶ ἐφαίνετο ὁ Χριστὸς ἐν διαφόροις τόποις, καὶ ἰδέαις, καὶ σχήμασι προσώπου; τί δή ποτε μὴ καὶ μετὰ τὴν αὐτοῦ ἀνάστασιν καὶ ἔπτυσε, καὶ ἔκλαυσεν; Ὅθεν ἐκ πάντων τούτων δῆλόν ἐστι, φθαρτὸν μὲν εἶναι τὸ ἅγιον Χριστοῦ σῶμα πρὸ τοῦ πάθους· μετὰ δὲ τὴν ἀνάστασιν αὐτοῦ, ἄφθαρτον.

Ὁ ΓΑΙΑΝΙΤΗΣ. Εἰ καὶ ἐδάκρυσεν ὁ Χριστὸς τὸν Λάζαρον, ἀλλ᾽ ὅρα, ὅτι ὡς ἄφθαρτον τὸ δάκρυον αὐτοῦ, καὶ θεῖον, τὸν νεκρὸν ἤγειρεν. Εἰ καὶ ἔπτυσεν, ἀλλὰ τὸ πτύσμα αὐτοῦ τὸν τυφλὸν ἀνέβλεψεν. Εἰ καὶ ἐξήγαγεν αἷμα ἐκ τῆς πλευρᾶς, ἀλλὰ δι᾽ αὐτοῦ τὸν κόσμον ἔσωσεν. Εἰ καὶ ἐσταυρώθη, ἀλλ᾽ ὡς Θεὸς τὸν ἥλιον ἐσκότισεν.

Ὁ ΟΡΘΟΔΟΞΟΣ. Ὅτι μὲν τῇ πρὸς τὸν Θεὸν Λόγον ἑνώσει, ἅγιον, καὶ θεῖον, καὶ παντοδύναμον, καὶ δημιουργὸν, τὸ πανάμωμον σῶμα αὐτοῦ τυγχάνει, οὐ δεῖ ἀμφιβάλλειν. Πλὴν ἀκούομεν τοῦ μεγάλου Γρηγορίου τοῦ Νυσσαέως λέγοντος, ὅτι οὔτε ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπεία Χριστοῦ φύσις, οὔτε κλαίει τὸν κείμενον ἡ ἀπαθὴς ἐξουσία· ἀλλ᾽ ἴδιον μὲν τοῦ ἀνθρώπου τὸ δάκρυον, ἡ δὲ ζωὴ τῆς ὄντως ζωῆς. Εἰ δὲ, καθὼς ὑμεῖς δογματίζετε, οὐ τῆς θεότητος, ἀλλὰ τοῦ σώματος Χριστοῦ αἰ θαυματουργίαι ὑπῆρχον ἔδει αὐτὸν εὐθέως ἐκ σπαργάνων τὰ θαύματα ἐνδείξασθαι. Καὶ γὰρ μυριάκις νηπιοπρεπῶς ἔκλαυσεν, μυριάκις ὡς ἄνθρωπος γενόμενος ἔπτυσεν· πεπείραται γὰρ τῶν καθ᾽ ἡμᾶς πάντων, ὥς φησιν ὁ Παῦλος, δίχα μόνης τῆς ἁμαρτίας. Ἰδοὺ γοῦν περιτομὴν καταδεξάμενος οὐδὲν θαῦμα διὰ τῆς αἱμοῤῥοίας ἐκείνης τῆς θεοσάρκου ποιῆσαι ἠθέλησε. Περὶ δὲ τοῦ προφέρειν ὑμᾶς τὸ, « Οὐ δώσεις τὸν ὅσιον σου ἰδεῖν διαφθορὰν, » διαφθορά ἐστι παντελὴς οὐσίας ἀφανισμός· ὄντινα οὐχ ὑπέστησεν τῷ τάφῳ τὸ σῶμα τὸ Δεσποτικὸν, ὑπὸ τῆς ἐν αὐτῷ θεότητος φυλαχθὲν, καὶ μεταποιηθὲν εἰς ἀφθαρσίαν, καὶ ἀποκατασταθὲν τοιοῦτο, οἷον ἦν τὸ σῶμα τοῦ Ἀδὰμ πρὸ τῆς παραβάσεως.

Ἰππολύτου ἐπισκόπου Ῥώμης ἐκ τοῦ περὶ ἀναστάσεως καὶ ἀφθαρσίας λόγου.

« Ἔσονται, φησὶν, ἐν τῇ ἀναστάσει οἱ ἄνθρωποι, ὡς οἱ ἄγγελοι τοῦ Θεοῦ, ἐν ἀφθαρσίᾳ δηλονότι, καὶ ἀθανασίᾳ, καὶ ἀρευσίᾳ. Ἄφθαρτος γὰρ οὐσία οὐ γεννᾷ, οὐ γεννᾶται, οὐκ αὔξει, οὐχ ὑπνοῖ, οὐ διψᾷ, οὐ κοπιᾷ, οὐ πάσχει, οὐ θνήσκει, οὐ τιτρᾶται ὑπὸ ἤλων καὶ λόγχης, οὐχ ἱδροῖ, οὐχ αἱμοῤῥοεῖ. Τοιαῦται οὐσίαι εἰσὶν, ἤ τε τῶν ἀγγέλων, ἤ τε τῶν ψυχῶν, τῶν ἐκ σωμάτων ἀπηλλαγμένων. Ἐπειδὴ καὶ ἀμφότεραι ἐτερογενεῖς εἰσι, καὶ ἀλλότριαι τῆς ὁρωμένης, καὶ φθειρομένης ταύτης τοῦ κόσμου κτίσεως. »

Ὁ ΑΙΡΕΤΙΚΟΣ. Ἀλλ᾽ ἀντιλέγει ὁ δι᾽ ἐναντίας φάσκων, ὅτι « Ἑκουσίως καὶ γνωμικῶς τὰ πάθη κατεδέξατο ὁ Χριστός. Τὰ δὲ ἑκουσίως γινόμενα καὶ γνωμικῶς, εἰς νόμον οὐκ ἀναφέρονται φύσεως. »

Ὁ ΟΡΘΟΔΟΞΟΣ πρὸς ταῦτα. Οὐκοῦν ἐπειδὴ ἑκουσίως κατῆλθεν ὁ Θεὸς Λόγος ἐξ οὐρανοῦ, μὴ λεγέσθω ἀληθὴς ἡ κατάβασις αὐτοῦ. Ἐπειδὴ ἑκουσίως ἐσαρκώθη, μὴ λεγέσθω φύσις τὸ σῶμα αὐτοῦ, μηδὲ τόκος ὁ τόκος αὐτοῦ, μηδὲ χρόνος, ὁ χρόνος αὐτοῦ, μήτε γένος τὸ γένος αὐτοῦ, μήτε πάθος, τὸ πάθος αὐτοῦ, μήτε θάνατος, ὁ θάνατος αὐτοῦ, μήτε ἀνάστασις, ἡ ἀνάστασις αὐτοῦ, μήτε ἀνάληψις, ἡ ἀνάληψις αὐτοῦ. Πάντα γὰρ ταῦτα ἑκουσίως, καὶ οἰκείᾳ γνώμῃ, ἀλλ᾽ οὐκ ἐξ ἀνάγκης τινὸς ὑπέμεινεν, καὶ κατεδέξατο, ἐνανθρωπῆσαι ἐπὶ τῆς γῆς. Αὕτη δὲ ἡ ἐφεύρεσις Μανιχαίων καθέστηκεν.

Ἑτέρα τις ἀπολογία, καὶ ἐπίλυσις σαφὴς ὑπὲρ τῆς φωνῆς τῆς λεγούσης, « Μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην, πρὸς τοὺς τὰ Σευήρου φρονοῦντας. »

Ὥσπερ τριῶν τινων ὁμοουσίων, καὶ ἀπεριγράπτων ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ φωστήρων ὄντων, οὐδεὶς τῶν εὐφρονούντων τρεῖς φωτὸς αὐτοὺς φύσεις προσαγορεύει, ἀλλὰ τρεῖς φωτὸς ὁμοουσίου ὑποστάσεις, συμφυὲς, καὶ ὁμοφυὲς, καὶ ὁμογενὲς, καὶ συγγενὲς ἀδιαίρετον φῶς ἐχούσας· οὕτω δὴ ἐπὶ τοῦ Τριαδικοῦ λόγου ὑπόστασις, ἀλλ᾽ οὐ φύσις προσαγορεύεται ὁ Θεὸς Λόγος, καθὰ καὶ ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὥσπερ δὲ πάλιν εἰ δόξει τὸν ἕνα τῶν τοιούτων φωστήρων ἑνωθῆναι τῇ νεφέλῃ, καὶ ταύτην ἀμφιάσασθαι ἀπεριγράπτως· λέγεται λοιπὸν ὁ ἐν αὐτῇ φωστὴρ, καὶ ὑπόστασις, ὡς εἷς ὑπάρχων τῶν τριῶν τοῦ φωτὸς ὑποστάσεων. Λέγεται δὲ καὶ φύσις, ὡς πρὸς σύγκρισιν τῆς ἑνωθείσης αὐτῷ ἑτερογενοῦς καὶ ἑτεροουσίου νεφέλης. Οὕτω δὴ νόησον τὴν τοῦ Θεοσόφου Κυρίλλου φωνὴν, ἡνίκα ἐν τῇ ἑνώσει τῆς σαρκὸς λέγει, μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην. Εἰ δὲ ἀπερισκέπτως κατατρέχεις τῇ φωνῇ ἀγωνιζόμενος, φύσιν ὀνομάζειν τὴν ὑπόστασιν τοῦ Λόγου, ἀνάγκη σε πᾶσαν φύσιν ὁμοίως προσαγορεύειν ἰδικὴν, καὶ τὸν Πατέρα τοῦ Θεοῦ Λόγου· ὁμοίως καὶ ἄλλην ἑτέραν φύσιν ἰδιάζουσαν, τὸ πανάγιον Πνεῦμα. Οὕτω γὰρ δογματίσας καὶ νοῆσας ὁ Σευῆρος, εἰς τὸ Ἀρειανὸν τῆς τριθεῖας βάραθρον ἐξεκυλίσθη. Καὶ ἄνθρωπος δὲ γυμνὸς ὦν ὑπόστασις λέγεται μία τῶν πάντων· ἐὰν δὲ ἐνδύσηται ἐσθῆτα, δύναται καὶ φύσις λέγεσθαι διὰ τὸ ἑτεροφυὲς τῆς ἐσθῆτος τῆς ἑτερογενοῦς, ἧς ἠμφιάσατο. Καὶ ὁ Γαβριὴλ δὲ, φέρε εἰπεῖν, μία τῶν ἀγγελικῶν ὑποστάσεων ὑπάρχων, εἰ ἐνεδύσατο σάρκα, ἠδύνατο καὶ φύσις προσαγορεύεσθαι, διὰ τὴν ἕνωσιν τῆς ἑτερογενοῦς αὐτοῦ σαρκός. Καὶ ἡ ψυχὴ δὲ ἡ λογικὴ, οἷον τοῦ Παύλου, γυμνὴ καθ᾽ ἑαυτὴν καὶ ἄσαρκος νῦν ὑπάρχουσα, μία ὑπόστασις τῆς κοινῆς οὐσίας τῶν ἀνθρωπίνων ψυχῶν λέγεται, καὶ οὐ φύσις. Εἰ δὲ νῦν ἡνώθη τῷ ἑαυτῆς σώματι πρὸ ἀναστάσεως, δύναται διὰ τὸ ἑτεροφυὲς, καὶ γηγενὲς τῆς σαρκὸς τρόπῳ τινὶ εὐσεβεῖ, καὶ φύσις προσαγορεύεσθαι. Διὸ καὶ ἐκ δύο φύσεων τὸν ἄνθρωπον συγκεῖσθαι οἰονεί πως οἱ μακάριοι Πατέρες εἰρήκασιν.

Ἀλλὰ κατατρέχει ἡμῶν καὶ ἐν τούτῳ ὁ Ἀκέφαλος λέγων, ὅτι « Εἰ ἐκ δύο φύσεων ὁ ἄνθρωπος σύγκειται, προσελάβετο δὲ τοῦτον ὁ Θεὸς Λόγος, εὐρεθήσεσθε τρεῖς λοιπὸν φύσεις ὁμολογοῦντες ἐν τῷ Χριστῷ. » Πρὸς οὓς λεκτέον, ὅτι Ἐντεῦθεν ἐλέγχεσθε ἀρνούμενοι τὸν τῆς σαρκώσεως Λόγον, καὶ οὔτε σῶμα, οὔτε ψυχὴν ὁμολογοῦντες ἐν ἀληθείᾳ ἀναλαβεῖν τὸν Θεὸν Λόγον. Εἰ δὲ ὅλως λέγετε αὐτὸν τέλειον ὄντα ἐν ἀνθρωπότητι, ὥσπερ καὶ ἐν θεότητι, εὑρίσκεσθε καὶ ὑμεῖς ἐκ τριῶν φύσεων λέγοντες εἶναι τὸν Χριστόν. Πλὴν ὥσπερ τὸ δένδρον, πλείστας ποιότητος διαφορὰς ἔχον, λέγω δὴ, ῥίζης, κλάδων, φύλλων, ἄνθους, καρποῦ, μία φύσις λέγεται· οὕτω καὶ ἄνθρωπος ὅλος, καθά φησιν ὁ θεάδελφος Ἰάκωβος, πᾶσαν φύσιν ζώων, καὶ πετεινῶν, καὶ ἐναλίων δαμάζεσθαι ὑπὸ τῆς ἀνθρωπίνης φύσεως.

Ἐπίλυσις, ἤτοι ἀνατροπὴ τῆς τῶν Μονοφυσιτῶν προτάσεως τῆς λεγούσης, ὅτι « Εἰ τελεία θεότης ἐστὶν ἡ σαρκωθεῖσα τοῦ Θεοῦ Λόγου ὑπόστασις, καὶ ἐν αὐτῇ ὁρᾶται πᾶν τὸ πλήρωμα τῆς ἁγίας Τριάδος, εὑρίσκονται πάντα, τὰ ἐν τῷ Υἱῷ ὁμολογούμενα ἐν τῇ οἰκονομίᾳ, ταῦτα τῇ πάσῃ Τριάδι προσαπτόμενα. εἴτε δύο φύσεις, εἴτε θελήσεις, εἴτε ἐνέργειαι. Οἱ δὲ μὴ οὕτω φρονοῦντες εὑρίσκονται, φησὶ, διδόντες τῇ ἁγίᾳ Τριάδι τρεῖς μὲν φύσεις ἰδικὰς, μίαν δὲ κοινήν. » Εἴρηται μὲν οὖν ἡμῖν πρὸ βραχέως βραχέα περὶ τούτου· ὅπως δὲ μὴ καὶ ἡμεῖς, ὡς οἱ αἱρετικοὶ, ἰδίους μύθους ἀναπλάττοντες τῇ θείᾳ κατάρᾳ ὑποπέσωμεν τῇ λεγούσῃ, « Οὐαὶ τοῖς ἐξ οἰκείας καρδίας προφητεύουσι, καὶ οὐκ ἐκ Θεοῦ· » φέρε ὥσπερ ὁ Δαυῖδ ἑνὶ λίθῳ Γολιαθίτῃ πᾶσαν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων πατάξωμεν, ἀποφράττοντες αὐτῶν τὰ στόματα, τὰ φάσκοντα, ὅτι ὅσα ἂν προστεθῇ τῷ ἑνὶ τῆς ἁγίας Τριάδος Χριστῷ, ταῦτα καὶ τῇ πάσῃ Τριάδι λογίζονται.

· Contents ·