Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

Prologue

ΠΡΟΟΙΜΙΟΝ.

Παρακαλοῦμεν τοὺς μέλλοντας ἐντυγχάνειν τῇδε τῇ βίβλῳ συγγνώμην ποιήσασθαι ἐπὶ ταῖς πλείσταις ἐν αὐτῇ διορθώσεσι, ἢ ταυτολογίαις· τὸ γὰρ ἀδιάλειπτον τῶν ἀσθενειῶν οὐ συγχώρησεν ἡμῖν ἐν αὐτῇ καταθυμίως πράξασθαι. Δεῖ γὰρ τὰ τοιαῦτα Χριστοῦ δόγματα προσχιδεύσασθαι καὶ διορθοῦσθαι, καὶ στιχίζεσθαι, καὶ εἶθ᾽ οὕτως καλλιγραφεῖσθαι, ἀλλὰ τὸ ῥάθυμον, καὶ ὀκνηρὸν τῶν ἡμετέρων [συμφρόνων. αὐτὴν πρέπουσαν φιλοπονίαν, καὶ σπουδὴν ἐν τοῖς τοιούτοις κέκτηται. Διὸ ἀντὶ σχέδους τὴν τετράδα κατέχοντες, οὕτως ἐξεθέμεθα. Εἰ δὲ καὶ οὐκ εἰκὸς ἓν τινι λόγῳ, ἢ νοήματι ἀπρεπόντως εἰρήκαμεν, συγγνώμην αἰτούμεθα. Μόνος γὰρ ἅπταιστος ὁ μόνος Θεός.

Πρὸς τούτοις δυσωποῦμεν τὸν μεταγράφειν μέλλοντα παραθέσθαι καὶ τὰ σχόλια· σημειώσασθαι δὲ ἐπιμελῶς καὶ τοὺς τόνους, καὶ στιγμὰς, καὶ ὑποστιγμὰς, καὶ τὰ σόλοικα. Καὶ γὰρ ἄλλοτέ τινες ἰδιῶται μεταγράψαντες ἡμῶν δογματικὸν τόμον, ἐξ ἀγνοίας βλασφημιῶν αὐτὸν ἐπλήρωσαν.

Contents ·