Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

Preliminary Outline of What One Who Would Speak Well on the Faith Must Practise

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Σὺν τῷ Θεῷ, προγυμνασία κατ᾽ ἐπιτομὴν, ἐμματίζουσα τὸν φιλόπονον περὶ ὧν δεῖ πρὸ πάντων ἐξασκεῖν, καὶ τὴν εἴδησιν ἔχειν.

Ὅτι δεῖ προηγουμένως βίον σεμνὸν, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἔνοικον ἔχειν.

Ὅτι δεῖ τοὺς ὅρους, καὶ μάλιστα τοὺς ἀναγκαιοτέρους ἐπίστασθαι ἐκ στήθους.

Ὅτι δεῖ γινώσκειν κατὰ ἀκρίβειαν τὰ φρονήματα τῶν ἐξ ἐναντίας, καὶ ἐγκύπτειν ταῖς τούτων γραφαῖς. Πολλάκις γὰρ ἐξ αὐτῶν αὐτοὺς καταισχύνειν δυνάμεθα.

Ὅτι οὐ δεῖ τοῖς ἀμυήτοις, καὶ ἄφροσιν ὅλως συντυγχάνειν· ἀλλ᾽ οἷς χρὴ, καὶ ὅτε χρὴ, καὶ ὅσῳ χρὴ περὶ πίστεως.

Ὅτι δεῖ μετὰ φόβου Θεοῦ πάσῃ Γραφῇ ἐγκύπτειν, μὴ κακούργως, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας. Ὅτι οὐ δεῖ τὰ βαθύτερα ἡμῶν ψηλαφᾶν, οὐδὲ τὰ σεσιωπημένα τῇ θείᾳ Γραφῇ. Τοῦτο γάρ ἐστι, « Μὴ συντρίβειν ὀστοῦν, » τουτέστι, « μὴ ἅπτεσθαι τῶν στερεῶν. » Ὅτι δεῖ ἀνακρίνειν τὰ ὁριστικῶς λεγόμενα, καὶ πάλιν τὰ μέσως πως· καὶ πάλιν, τὰ καταχρηστικῶς, καὶ ἀκάκως. Οἷόν ἐστι τὸ λεγόμενον, ὅτι « Πᾶς ἄνθρωπος ψεύστης. » Καὶ, « Οὐκ ἔστι ποιῶν χρηστότητα ἕως ἑνός. »

Σημειωτέον, ὅτι τινὰς παραδόσεις καὶ ἀγράφως παρέλαβεν ἡ Ἐκκλησία· οἷον τὸ κοινωνεῖν νηστικόν. Καὶ τὸ προσεύχεσθαι κατὰ Ἀνατολάς. Καὶ, ὅτι παρθένος ἔμεινε μετὰ τόκον ἡ Θεοτόκος. Καὶ, ὅτι ἐν σπηλαίῳ ἔτεκε, καὶ ἕτερα πολλά.

Σκοποὶ διαλέξεως εἰσὶ δύο· ὁ μὲν διὰ Γραφικῶν ῥήσεων· ὁ δὲ διὰ πραγματικῶν παραστάσεων, ὃς καὶ ἰσχυρότερος, καὶ ἀληθέστερός ἐστι. Τὰ μὲν γὰρ ῥήματα τῶν Γραφῶν ἴσως ὑπονοθεύονται. Ὅθεν ἔστιν ἰδέσθαι, ὅτι εἰ χρῆσιν προφέρεις τῷ ἐναντίῳ, κἀκεῖνος εὐθέως ἑτέραν χρῆσιν προφέρει, καὶ ὁ αἱρετικὸς, καὶ ὁ Ἰουδαῖος. Ὅθεν ὁ δυνάμενος διὰ πραγματικῶν ἀποδείξεων μᾶλλον ὁπλιζέσθω πρὸς τοὺς ἐναντίους.

Δεῖ καὶ τοὺς χρονογράφους ἐπίστασθαι, καὶ τὸ, κατὰ ποίους καιροὺς ὁ Πατὴρ, καὶ πότε ἡ δεῖνα αἵρεσις ἦν.

Μὴ λανθανέτω δὲ ἡμᾶς μηδὲ τοῦτο, ὅτι, ἐπὰν στενώσωμεν δι᾽ ἐρωτήσεως τὸν δι᾽ ἐναντίας, ἀγωνίζεται πρὸς ἑτέραν ἐρώτησιν μετενέγκαι τὸν λόγον. Ὅπερ οὐ δεῖ ἀνέχεσθαι.

Ὅτι χρὴ πρὸ τῆς διαλέξεως ἀπαιτεῖν ὅρκον τὸν ἐξ ἐναντίας, ὅτι οὐ καταπατεῖ τὸ ἴδιον συνειδὸς ἐν οἵῳ δή ποτε ῥήματι, ᾧ λαλεῖ.

Ὅτι δεῖ ἡμᾶς πρὸ παντὸς λόγου ἀναθεματίζειν, ὅσας ὑπολήψεις ψευδεῖς ὑπολαμβάνει περὶ ἡμῶν ὁ δι᾽ ἐναντίας. Οἷον, ὅτε πρὸς Ἅραβας μέλλομεν διαλέγεσθαι, προαναθεματίσωμεν τὸν λέγοντα δύο θεοὺς, ἢ τὸν λέγοντα ὅτι ἐγέννησεν ὁ Θεὸς σαρκικῶς Υἱὸν, ἢ τὸν προσκυνοῦντα ὡς Θεὸν, οἷον δήποτε κτίσμα ἐν οὐρανῷ ἢ ἐπὶ γῆς. Ὁμοίως καὶ πρὸς τὰς λοιπὰς αἰρέσεις χρὴ προσαναθεματίζειν ὅσας περὶ ἡμῶν ψευδεῖς ὑπονοίας περὶ πίστεως ἔχουσι. Ταῦτα γὰρ ἀκούοντες, προθυμοτέρως καὶ τὰ λοιπὰ δέχονται.

Ὅτι χρὴ προλέγειν παντὶ Μονοφυσίτῃ, ὅτι οὐκ ἐκ τῆς συνόδου Χαλκηδόνος πρὸς ὑμᾶς ἀντιλέγομεν, ἀλλ᾽ ἐκ τῶν Πατέρων πρὸ τῆς συνόδου, οὓς καὶ ὑμεῖς, καὶ ἡμεῖς ὀρθοδόξους ὁμολογοῦμεν.

Ὅτι δεῖ ἡμᾶς προασφαλίζεσθαι τὸν Μονοφυσίτην, καὶ ἀναθεματίζειν εἰλικρινῶς τὸν μὴ ὁμολογοῦντα Θεὸν ἀληθινὸν τὸν Χριστόν. Εἶθ᾽ οὕτως οἰκειοποιεῖσθαι πρόσωπον Ἰουδαίου, ἢ τοῦ Σαμοσατέως Παύλου, καὶ εἰσπράττειν αὐτὸν, τὸ πόθεν δῆλον, ὅτι Θεὸς ὕψιστός ἐστιν ὁ Χριστός; καθὼς ὁ Ἀμμώνιος πεποίηκε πρὸς τὸν Ἀλικαρνασσέα, ἤντινα ἀντίθεσιν εὑρήσεις ἐν τῷ τετραδίῳ κειμένην.

Σημειωτέον, ὅτιπερ διὰ τοῦ κράματος τοῦ ποτηρίου, οὗ προσφέρουσιν οἱ Μονοφυσῖται, οἶνον ἄκρατον χωρὶς ὕδατος προσάγοντες, ἐλέγχονται σαφῶς. Ἅκρατον, καὶ ἁπλῆν, καὶ ἀμιγῆ πάσης μίξεως σαρκὸς, ἢ ψυχῆς, γυμνὴν μόνην θεότητα ὁμολογοῦντες εἶναι τὸν Χριστόν.

Περὶ πίστεως ἔκθεσις ἐν ἐπιτομῇ.

Ἰστέον, καὶ μὴ ἀγνοητέον, ὅτι οὐ δεῖ ἡμᾶς ἀβασανίστως, καὶ ἀπερισκέπτως τὴν οἰανοῦν δογματικὴν φωνὴν λέγειν. Ἔστι γὰρ καὶ εὐσεβῶς, καὶ δυσσεβῶς εἰπεῖν ἐν τῷ Χριστῷ δύο φύσεις ὁμοίως καὶ θελήσεις, καὶ ἐνεργείας, καὶ πᾶσαν ἂν δογματικὴν φωνήν. Ὁμοίως καὶ οἱ λέγοντες ἐν Χριστῷ δύο φυσικὰς ἰδιότητας, ἑρμηνευέτωσαν τὸ, πῶς νοοῦσι τὸ φυσικόν. Δύναται γὰρ καὶ εὐσεβῶς, καὶ δυσσεβῶς λέγεσθαι. Εἴρηται γὰρ φυσικὸν, καὶ τὸ κατὰ τὴν κοινὴν συνήθειαν τῶν ψιλῶν ἀνθρώπων γινόμενον. Ὅπερ οὐδὲ ἐπὶ ἰδιότητος ἐν τῷ Χριστῷ δύναται λέγεσθαι.

Ὡσαύτως καὶ ὁ βουλόμενος ἑτέραν, καὶ ἑτέραν θέλησιν, καὶ ἐνέργειαν κηρύττειν τῆς θεότητος, καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, μὴ, ὡς ἔτυχε κατά τινας ἀπαιδεύτους ἀθυροστόμως, καὶ ἀβασανίστως, καὶ ἀναισχύντως κραζέτω, δύο φύσεις, καὶ θελήματα, καὶ δύο φυσικὰς ἐνεργείας. Εὐσκανδάλιστον γάρ ἐστι, καὶ μάλιστα τοῖς ἁπλουστέροις, τὸ ἀκούειν ἐπὶ Χριστοῦ δύο φυσικὰ, τόδε, καὶ τόδε. Ἀλλὰ μετὰ τοῦ θείου φόβου, καὶ πάσης εὐλαβείας τοῖς δυναμένοις χωρεῖν, λεγέτω, καὶ ἀποκρινέσθω, καὶ ἑρμηνευέτω, τὸ, τί νοεῖ, καὶ πῶς νοεῖ ἐπὶ Χριστοῦ τὴν φύσιν· τοῦτ᾽ ἔστι τὸ ἀληθὲς πρᾶγμα. Καὶ οὐ φύσιν ὑποστατικὴν, ἤτοι προσωπικὴν, οὔτε φυσικὸν σαρκὸς μόριον· ἀλλὰ δύο ἡνωμένα καθ᾽ ὑπόστασιν ἀληθῆ πράγματα, τοῦτ᾽ ἔστι, τελείαν θεότητα, καὶ τελείαν ἀνθρωπότητα, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως ἐν ἑνὶ προσώπῳ Χριστοῦ. Ἓν γὰρ πρόσωπον ὁ Χριστὸς, μία δὲ ὑπόστασις.

Ὁμοίως παρακαλῶ καὶ περὶ θελημάτων προασφαλίζεσθαι τὸν ἀκροατὴν, καὶ λέγειν αὐτῷ, ὅτι Οὐ λέγω, μὴ γένοιτο, ἐν Χριστῷ δύο θελήματα, ὥσπερ σὺ νομίζεις ἑαυτοῖς μαχόμενα, καὶ ἐναντιούμενα. Οὐδὲ ὅλως θέλημα σαρκικὸν, ἢ ἐμπαθὲς, ἢ πονηρόν· τοῦτο γὰρ οὐδὲ οἱ δαίμονες τολμῶσιν εἰπεῖν ἐπὶ Χριστοῦ. Ἀλλ᾽ ἐπειδὴ τέλειον τὸν ἄνθρωπον ἔλαβεν, ἵν᾽ ὅλον σώσῃ, καὶ τέλειός ἐστιν ἐν ἀνθρωπότητι, τούτου χάριν θέλημα μὲν θεῖον λέγομεν ἐπὶ Χριστοῦ, τὴν Δεσποτικὴν τῶν προσταγμάτων αὐτοῦ, καὶ τῶν ἐντολῶν ἐπιτροπὴν, θέλημα δὲ ἀνθρώπινον πάλιν ἐπ᾽ αὐτοῦ νοοῦμεν τὴν θελητικὴν τῆς νοερᾶς ψυχῆς δύναμιν, τὴν κατ᾽ εἰκόνα, καὶ ὁμοίωσιν Θεοῦ αὐτῇ δοθεῖσαν, καὶ ἐμπνευ[σ]θεῖσαν ὑπὸ Θεοῦ, ἡνίκα γέγονεν, εἰς τὸ δι᾽ αὐτῆς δυνάμεως, βούλεσθαι, καὶ ὑπακούειν, καὶ ποιεῖν τὸ θεῖον θέλημα, καὶ τὰ θεῖα προστάγματα. Εἰ δὲ ἐστέρηται ἡ τοῦ Χριστοῦ ψυχὴ τῆς λογικῆς, καὶ θελητικῆς, καὶ βουλευτικῆς δυνάμεως, ὄντως οὔτε κατ᾽ εἰκόνα Θεοῦ ἐστιν οὔτε μὴν ὁμοούσιος τῶν ἡμετέρων ψυχῶν ὑπάρχει. Ἀλλὰ τῶν ἀθελῶν, καὶ ἀβουλεύτων, καὶ ἀσόφων, καὶ ἀδιαλογίστων ἀλόγων ψυχῶν. Καὶ οὐκ ἔτι λοιπὸν ὁ Χριστὸς τέλειος ἐν ἀνθρωπότητι δύναται λέγεσθαι.

Οὐκοῦν ἔχει ὁ Χριστὸς ἐν μορφῇ Θεοῦ ὑπάρχων κατὰ τὴν θεότητα, θέλημα Δεσποτικὸν, ὅπερ ἐστὶ κοινὸν Πατρὸς, καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος· ἔχει δὲ ὡς μορφὴν δούλου λαβὼν, καὶ τὸ θέλημα τῆς νοερᾶς, καὶ ἀχράντου αὐτοῦ ψυχῆς, τὸ κατ᾽ εἰκόνα, καὶ ὁμοίωσιν Θεοῦ, ἐκπληροῦντα τὸ θέλημα τοῦ Δεσπότου· εἰ δὲ ἀναιρεῖται τὸ θέλημα τῆς ἁγίας καὶ νοερᾶς αὐτοῦ ψυχῆς, εὐρεθήσεται κατὰ τὴν θεότητα δουλικῶς ὑποκείμενος, καὶ πληρῶν τὸ θέλημα τοῦ Πατρός. Οὕτως γὰρ ὁ Ἄρειος, καὶ Διόδωρος ἐδυσφήμησαν, δύο θελήματα λέγοντες κατὰ τὴν θεότητα ἐπὶ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ· τὸ μὲν τοῦ Πατρὸς Δεσποτικόν· τὸ δὲ τοῦ Υἱοῦ δουλικόν. Καὶ διὰ τοῦτο λέγει, φησὶν, ὁ Υἱὸς, ὡς δοῦλος πρὸς Δεσπότην· « Μὴ τὸ ἐμὸν θέλημα γενέσθω Πατὴρ, ἀλλὰ τὸ σόν. » Καὶ ὅτι « Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τοῦ Πατρός. »

Ταῦτα τοίνυν τῶν αἱρετικῶν λεγόντων, οἱ ἅγιοι ἡμῶν Πατέρες, μᾶλλον κατὰ τὸ ἀνθρώπινον τοῦ Κυρίου ταῦτα ἡρμήνευσαν. Εἰ δὲ ἐστερεῖτο τῆς νοερᾶς θελήσεως ἡ τοῦ Κυρίου ψυχὴ, πρόδηλον λοιπὸν, ὅτι ἀκουσίως δίκην ἀλόγου ὑπετάττετο τῷ Θεῷ Λόγῳ. Ἀλλὰ μὴ γένοιτο. Εἰ γὰρ τέλειός ἐστιν ἐν θεότητι, καὶ ὁμοίως τέλειος, καὶ ὁμοούσιος ἡμῶν κατὰ τὴν ἀνθρωπότητα, ἔχει τελείας, ὥσπερ τὰς θεϊκὰς, οὕτω καὶ τὰς καθ᾽ ἡμᾶς ἰδιότητας.

Οὕτω πάλιν καὶ ἐπὶ τῶν δύο ἐνεργειῶν νοητέον, καὶ ἑρμηνευτέον τοῦ Χριστοῦ. Ἐνέργειαν μὲν αὐτοῦ τὴν τῶν θαυμάτων, καὶ τεραστίων ποίησιν, καὶ μάλιστα ἐν οἷς οὐ προσέψαυσεν, οὐδὲ ἥψατο ἡ παναγία αὐτοῦ σάρξ· οἷα ἦν ἡ τῆς θυγατρὸς τῆς Χαναναίας μὴ ἐλθούσης πρὸς Χριστὸν, καὶ ἡ τοῦ παιδὸς τοῦ ἑκατοντάρχου, καὶ ἡ τοῦ καταπετάσματος διάῤῥηξις, καὶ ὁ τοῦ ἡλίου σκοτισμὸς, καὶ, ἡ τῶν πετρῶν διάσχισις, καὶ ἡ τῶν τάφων διάνοιξις, καὶ ἡ τῶν νεκρῶν ἀνάστασις· τοῦ παναγίου γὰρ σώματος νεκροῦ κρεμαμένου, καὶ μηδενὶ τούτων προσψαύσαντος, ἡ ἐν αὐτοῦ τοῦ Θεοῦ Λόγου θεϊκὴ ἐνέργεια μόνη ταῦτα διεπράξατο, καὶ ἐνέργησεν.

Ἀνθρωπίνην δὲ πάλιν ἐν Χριστῷ ἐνέργειαν καθαρὰν, καὶ ἁγίαν, καὶ ἄμωμον, καὶ θεόδοτον, καὶ θεόκτιστον, καὶ ζωτικὴν λέγομεν, τὴν τῆς ἁγίας αὐτοῦ ψυχῆς ζωοποιὸν ἐνέργειαν, δι᾽ ἧς ἐζωποιεῖτο τὸ πανάγιον αὐτοῦ σῶμα, ἧς χωρισθείσης κατὰ τὸν καιρὸν τοῦ πάθους, καὶ ἐξελθούσης ἐκ τοῦ σώματος, εὐθέως νεκρὸν τὸ σῶμα γέγονε, τῆς θείας ἐνεργείας μὴ χωρισθείσης ἐξ αὐτοῦ. Ὅτι δὲ διὰ τῆς ἐνεργείας τῆς ζωτικῆς, τῆς νοερᾶς ψυχῆς ζωοποιεῖται τὸ σῶμα, μαρτυρεῖ ἡ Γραφὴ δι᾽ αὐτοῦ θείου ἐμφυσήματος δημιουργήσασα τῷ χοϊκῷ ἡμῶν σώματι ψυχὴν ζωτικήν. Περὶ ἧς φησιν ὁ Σολομῶν πρός τινας παρανόμους καὶ εἰδωλολάτρας· « Πηλοῦ ἀτιμότερος ὁ βίος αὐτῶν, ὅτι ἠγνόησαν τὸν πλάσαντα αὐτὸν, καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν, καὶ ἐμφυσήσαντα αὐτῷ πνεῦμα ζωτικόν. » Ἰδοὺ σαφῶς δι᾽ ἐνεργείας τῆς ψυχῆς μανθάνομεν ζωοποιεῖσθαι τὸ σῶμα, καθὼς ὁ Κύριος τοὺς περὶ σαρκὸς, καὶ ψυχῆς εἰσάγων λόγους φησὶν, « ὅτι Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. » Εἰ δὲ λέγει ὁ δι᾽ ἐναντίας, ὅτι ὁ Θεὸς Λόγος ἦν ὁ ζωοποιῶν τὸ σῶμα, ἐξ ἀνάγκης εὑρίσκεται λέγων, ὅτι κατὰ στέρησιν, καὶ χωρισμὸν αὐτοῦ τοῦ Θεοῦ Λόγου τέθνηκεν αὐτοῦ τὸ σῶμα. Καὶ εἰ ταῦτα οὕτως, τίς ἦν χρεία, ὅλως λαβεῖν, ἢ ἔχειν αὐτὸν ζωτικὴν ψυχὴν λογικήν;

Τινὲς δέ φασι, ὅτι καὶ πᾶσα αὔξησις, ἢ ἔκκρισις, ἢ ἀφαίρεσις, ἢ ἔνδεια τῆς ἁγίας σαρκὸς τοῦ Χριστοῦ μὴ θεωρουμένη φυσικῶς καὶ ἐπὶ τῆς θεότητος, ἐνέργεια ἀνθρωπίνη λέγεται Χριστοῦ· θεανδρικὴν δὲ ἐνέργειαν νοοῦμεν τὴν κοινοπρεπῶς πως ὑπὸ Χριστοῦ πραττομένην, καὶ θεωρουμένην, οἷα ἦν διὰ πτύσματος τοῦ τυφλοῦ ἀνάβλεψις, καὶ ἡ διὰ τῆς ἀφῆς τῆς ἁγίας αὐτοῦ χειρὸς τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου ἀνάστασις· καὶ ἡ τῶν ἄρτων εὐλογία, καὶ ἡ διὰ τοῦ δακτύλου αὐτοῦ τοῦ κωφοῦ ἴασις, καὶ διὰ τῆς οἰκείας φωνῆς τοῦ Λαζάρου ἔγερσις, καὶ τῆς πλευρᾶς αἴματος ἔκκρισις ἐκ νεκροῦ σώματος, καὶ ὁ ἐπὶ τῆς θαλάσσης περίπατος, καὶ ἡ τοῦ θεοστόμου αὐτοῦ ἐμφυσήματος μετάδοσις τοῦ Πνεύματος. Οἱ γοῦν αἱ ρετικοὶ εἰς ταύτην τὴν κοινοπρεπῆ Χριστοῦ θεανδρικὴν ἀφορῶντες ἐνέργειαν, ἀποστρέφονται τοῦ ὁμολογεῖν ἐν αὐτῷ θείαν τινὰ ὁμοίως καὶ ζωτικὴν ἀνθρωπίνην ἐνέργειαν.

Δεῖ μέντοι ἀκριβῶς, καὶ ἀναμφιβόλως ἐπίστασθαι ἡμᾶς, ὅτιπερ οἱ ἐξ ἐναντίας, ἐκ τοῦ θεωρεῖν τὸ θέλημα αὐτῶν, καὶ τὴν ἐνέργειαν τῆς οἰκείας ψυχῆς καὶ τοῦ σώματος, διηνεκῶς, καὶ ἀπαύστως πολεμουμένην, καὶ βεβορβορωμένην ὑπὸ τῆς πυρώσεως, καὶ ἐνεργείας τοῦ διαβόλου· τούτου χάριν καὶ αὐτοὶ, καὶ Νεστόριος παρητήσαντο εἰπεῖν ἐν Χριστῷ ἀνθρώπινον θέλημα, ἢ ἐνέργειαν. Ἀλλὰ Μονοφυσῖται ταυτοβουλίαν, καὶ ταυτοπραξίαν ἐφαντάσθησαν, καθὼς περὶ τούτου διὰ πλάτους, καὶ ἐν τοῖς ἑξῆς, καὶ ἐν ἑτέροις εἰρήκαμεν.

Σχόλιον. Μὴ λανθανέτω τοὺς φιλοπόνους, ὅτιπερ ἐπειδὴ τοὺς δαιμονιζομένους, ἐνεργουμένους εἰώθαμεν ὀνομάζειν· τούτου χάριν οἱ αἱρετικοὶ, ἐπειδὰν ἀκούσωσιν ἐνεργείας ἐν τῷ Χριστῷ, εὐθέως τὰς τῶν πασχόντων ἐνεργείας νομίζοντες ταύτας εἶναι, ἀγανακτοῦσι, καὶ ἀποστρέφονται τὴν τοιαύτην φωνὴν ὡς ἀληθῶς ἐνεργούμενοι ὄντες, ἤγουν δαιμονιζόμενοι.

Σὺν Θεῷ. Προθεωρία τῆς ὑποθέσεως τῶν ὅρων τῆς βίβλου, ἧς ἡ ἐπωνυμία λέγεται Ὁδηγός.

Τῆς καθ᾽ ἡμᾶς ἅπαντας βροτοὺς οὐσίας ἡ σύστασις ἐκ ψυχῆς λογικῆς τε μὴν καὶ νοερᾶς καὶ τῆς τῶν στοιχείων συνδρομῆς, ὅ ἐστι σὰρξ, παρὰ τοῦ πανσόφως δεδημιουργηκότος ἔλαχε· τῆς δὲ κατ᾽ ἀρετὴν ἐντελοῦς πολιτείας, ἐξ εὐσεβοῦς τε πίστεως, καὶ τῆς τῶν θείων ἐντολῶν τηρήσεως, τὸ κάλλος κρατύνεται. Οὔτε γὰρ σῶμα ψυχῆς ἔρημον ζωὴν καθ᾽ ἑαυτὸ κέκτηται· Οὔτε μὴν ἐντολῶν τήρησις ὀρθοδοξίας ἀπηλλαγμένη, παντελῶς ὀνήσειεν τὸν ἄνθρωπον. Ὅπερ γὰρ ψυχὴ σώματι, τοῦτο ὀρθοδοξία πνεύματι. Οὐκοῦν σκοπήσωμεν, εἰ δοκεῖ, πρὸ πάντων, καὶ μάθωμεν, καὶ φυλάξωμεν, τὴν περὶ Θεοῦ, καὶ τῶν θείων ἀπαθῆ ἔννοιαν, ὅπως τοῦ θεμελίου καθαροῦ τε καὶ ἀκραδάντου προκαταβληθέντος, ὁ ἀκρογωνιαῖος λίθος Χριστὸς, εὐσεβῶς ὑφ᾽ ἡμῶν γεραιρόμενος, συσφίγξῃ ἡμῶν ἀμώμων εἰς ἅπαν τὸ πᾶν οἰκοδόμημα, βολαῖς ἁπάσαις καὶ προσβολαῖς αἱρετικῆς μαγγανείας γινόμενον ἄπτωτον.

Ἐπεὶ δὲ κρηπὶς βεβαία, καὶ ἀσφαλὴς θεμέλιος λογικῆς ἁπάσης σοφίας πέφυκεν ἡ τῶν πραγματικῶν ὅρων προκατάληψίς τε καὶ πρόγνωσις, προηγείσθωσαν οὗτοι ὥσπερ τινὲς ἀσφαλεῖς ὀδηγοὶ τῆς παρούσης ὑποθέσεως. Ὀλίγοις γὰρ καὶ μάλιστα τοῖς κατὰ τὴν ἡμετέραν γενεὰν σπουδὴ, καὶ πόνος γέγονεν ἡ τῶν ὅρων παίδευσίς τε καὶ πρόγνωσις· ἀλλ᾽ οὕτω πως, ὥσπερ ἔν τινι νυκτομαχίᾳ, μᾶλλον δὲ τυφλομαχίᾳ οἱ πολλοὶ τῶν αἱρετικῶν, οἷς συνετύχομεν, τὰ περὶ Χριστοῦ δογματίζειν ἐδοκίμαζον. Οἷς, ὡς ἀληθῶς καὶ πλατὺν γέλωτα καταχέομεν, καὶ μάλιστα κατὰ τὴν Ἀλεξάνδρου πόλιν. Τί γὰρ ἂν καὶ ἔσται τούτου καταγελαστότερον; περὶ φύσεως ἐδογμάτιζον, καὶ τί ἐστι φύσεως ὅρος, ὅλως οὐκ ἠπίσταντο. Περὶ ὑποστάσεως ἐφιλονείκουν, καὶ τί ἐστιν ὑπόστασις, οὐκ ἐγίνωσκον, καὶ τὰ λοιπὰ ὁμοίως.

Ἡμεῖς γοῦν, τῇ συνεργείᾳ τοῦ Χριστοῦ, ἐκ νεαρᾶς ἡλικίας, ἐκ πατρικῆς παραδόσεως παραλαβόντες μερικῶς τὴν τῶν ὅρων παίδευσιν, μετὰ Θεὸν δι᾽ αὐτῆς τροπουμένους καὶ ἡττωμένους πάντας τοὺς ἀντιδίκους θεασάμενοι, παρακαλοῦμεν πρὸ πάντων τὴν τῶν ὅρων ποιεῖσθαι ἐπιμέλειαν, καὶ μάλιστα τῶν εἰς δόγμα συντεινόντων Χριστοῦ· ὅπως μὴ ἔσεσθε τυφλοὶ βάρβαροι, καὶ ὁ λαλῶν σὺν ὑμῖν βάρβαρος.

Εἰδέναι μέν τοί γε πρὸ πάντων ἐχρῆν, ὡς ἡ παράδοσις τῆς καθολικῆς Ἐκκλησίας οὐ στοιχεῖ οὐδὲ ἕπεται τοῖς Ἐλλήνων φιλοσοφικοῖς εἰς ἅπαν ὅροις. Καὶ μάλιστα ἐν τῷ κατὰ Χριστὸν μυστηρίῳ, καὶ τῷ τριαδικῷ λόγῳ· ἀλλὰ ἰδίῳ τινὶ καὶ εὐαγγελικῷ, καὶ ἀποστολικῷ στοιχεῖ θεοπρεπῶς κανόνι. Ὑπὲρ γὰρ τοὺς φυσικοὺς ὅρους, καὶ νόμους ἐστὶ τὸ τῆς θεότητος μυστήριον. Ὅπερ οἱ αἱρετικοὶ μὴ διακρίναντες ἐπλανήθησαν. Διὰ τοῦτο ἔλεγεν ὁ Παῦλος, ὅτι « Οὐκ ἐν πειθοῖς σοφίας λόγοις τοῦ αἰῶνος τούτου » κηρύττει τὸν Χριστόν· ὅτι μωρία ἐστὶ παρὰ Θεῷ ἡ ἐγκύκλιος φιλοσοφία.

Ὅρα γοῦν ὅτι ὁ πρῶτος ὅρος αὐτῆς οὕτω λέγει· « Τὰ κατὰ φύσιν ἑαυτοῖς ἐναντία, πρὸς τὴν ἀλλήλων κοινωνίαν ἀδύνατον συνελθεῖν. » Οἷον, ὡς τὸ πῦρ ἀδύνατον ἀπαθῶς ἑνωθῆναι τῷ χόρτῳ. Καὶ μὴν ὁ πρῶτος ὅρος τῆς σωτηρίας ἡμῶν ἀνατρέπει τὸν πρῶτον ἐν φιλοσοφίᾳ ὅρον, παρθενίαν, καὶ τόκον, καὶ θεῖον πῦρ πρὸς ἐναντίαν φύσιν, σαρκὸς κοινωνίαν, καὶ ἕνωσιν κηρύττων.

Δεύτερος φιλοσοφίας ὅρος· « Ἀπερίγραπτόν ἐστι μοναδικὴ ὑπόστασις τῶν πάντων περιεκτική· » δυάδα γὰρ, καὶ τριάδα, ἀπερίγραπτον ἀδύνατον λέγειν· ἐν γὰρ τῇ περιγραφῇ τῆς μονάδος γνωρίζεται δυάς. Ἡ δὲ ἁγία Ἐκκλησία τρεῖς ὑποστάσεις ἀπεριγράπτους Θεοῦ ὁμολογεῖ. Πάλιν ὁ Πλάτων φησὶν, ὅτι « Πατρότης ἐστὶ προΰπαρξις υἱότητος· » ἡ δὲ Ἐκκλησία συνύπαρκτον καὶ συνάναρχον λέγει τὸν Υἱὸν τῷ Πατρὶ, πρὸ τῶν αἰώνων.

Ταῦτα καὶ τὰ τοιαῦτα καλῶς ὁ θεόφρων Βασίλειος ἐπιστάμενος φησὶ πρὸς Ἀμφιλόχιον· « Φύσις, καὶ οὐσία ἐν τοῖς ἐκκλησιαστικοῖς δόγμασιν ἕν ἐστιν· » εἰπὼν δὲ ὁ πατὴρ ἐν τοῖς Ἐκκλησιαστικοῖς δόγμασιν ἐσήμανεν, ὅτι ἐν τοῖς Ἐλληνικοῖς οὐκ ἕν τί ἐστιν οὐσία, καὶ φύσις. Διὰ τοῦτο καὶ Κλήμης ὁ πολὺς ἐν σοφίᾳ, καὶ γνώσει, πεποίηκεν ἰδιαζόντως ὅρους ἐκκλησιαστικῶν δογμάτων, ὡς φοιτητὴς, καὶ θρέμμα γνήσιον ὑπάρχων τῶν ἁγίων Πέτρου, καὶ Παύλου μάλιστα τοῦ πανσόφου. Καὶ ἀκούσας αὐτοῦ ἀποβαλλομένου, καὶ λίαν μυσαττομένου καὶ καθυβρίζοντος τὴν Ἐλληνικὴν σοφίαν.

Πρώτη ἐρώτησις παρ᾽ ἡμῶν πρὸς τοὺς αἱρετικοὺς περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ Χριστοῦ ἀντιλέγειν ἐρχομένους πρὸς ἡμᾶς.

Πόθεν, ἤτοι ἐκ τίνος, ἐν τῇ θείᾳ Γραφῇ παρέλαβεν ἡ Ἐκκλησία, πρὸ πάντων, φύσιν; Καὶ τίς ὁ εἰπὼν αὐτὴν ἐνέργειαν, καὶ ποῦ ἔμαθεν τὸ γένος; Καὶ τίς πρὸ πάντων εἴρηκε, τὸ θέλημα; καὶ ποῦ τὴν ὑπόστασιν, καὶ ποῦ τὴν οὐσίαν ἐν πρώτοις ἀκήκοε Σολομῶν, Μωϋσῆς, Λευϊτικὸν, οἱ Ψαλμοὶ, ὁ Ψαλμός; Ἀποροῦντος δὲ αὐτοῦ τῶν τοιούτων ἀποδείξεων, πρώτη ἦττα αὐτοῦ αὕτη γενήσεται.

· Contents ·