Library › St Athanasius › Against Apollinaris
Against Apollinaris
St Athanasius, Greek, PG 26, 1857
Ὁ μὲν τρόπος τοῦ εὐσεβοῦς ὁ ἄκοπος, τὸ σιωπῇ σέβειν τὸ πᾶν, ἀγαπητὲ, καὶ εὐχαρίστοις …
Ὁ μὲν τρόπος τοῦ εὐσεβοῦς ὁ ἄκοπος, τὸ σιωπῇ σέβειν τὸ πᾶν, ἀγαπητὲ, καὶ εὐχαρίστοις βοαῖς ἀνυμνεῖν τὸν εὐεργέτην Θεὸν, κατὰ τὴν ῥῆσιν τῆς Γραφῆς τὴν λέγουσαν· Καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, καὶ ἡσυχάσει, καὶ πράξει τὰ ἴδια· τὸ δὲ, κατὰ μόνας, καὶ, τὰ ἴδια, τουτέστι τὴν ἰδίαν ἀναστροφὴν ἐν κρίσει τίθεσθαι, καὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἐν φροντίδι, Ἀλλ᾽ ἐπειδὴ, κόπωσιν βαρυτάτην συνειδὼς ἐν τοῖς τὰ αὐτὰ λέγειν δοκούσιν, ἠρώτησας περὶ τῆς ἐν ἡμῖν πίστεως, καὶ τίς ἡ αἰτίασις τῶν ὀρθῶς φρονεῖν νομιζόντων, οἴτινες ἀμετρίᾳ πολλῇ τὰ ἄθεσμα φθεγγόμενοι οὐ δεδοίκασιν· οἷς ἀπαχθέντες οἱ ἀστήρικτοι τῇ πίστει, πλανώμενοι οὐ συνιᾶσιν· εἰ γὰρ ἐστηριγμένοι ἐν τῇ πίστει ἐτύγχανον, οὐκ ἂν τοιούτοις ῥήμασι συνεπείσθησαν. Σχολαζούσης δὲ αὐτῶν τῆς διανοίας, δεκτικοὶ γεγόνασι τῶν τοιόύτων παραδόσεων· ἐξ ὧν ἀναβλαστάνει ἀμετρίας τῦφος, καὶ κακίας πλῆθος. Ἀθλεπτοῦντες δὲ ἐκ τοῦ μίσους, παροδεύουσι τῶν προφητῶν τὰ μηνύματα, καὶ τῶν ἀποστόλων τὰ διδάγματα, καὶ τῶν Πατέρων τὰ παραγγέλματα, καὶ αὐτὰς δῇ τὰς ἐναποδείκτους τοῦ Δεσπότου φωνάς. Οἷς ἐπἄγειν κατὰ δύναμιν τὸν ἔλεγχον ἐπάναγκες· ἵνα, ἢ τινες αὐτῶν ἀνανήψαντες διαβλέψωσιν, ἣ ἄλλους ἀπατᾶν μὴ δύνωνται, κατάληψιν εὐκρινεστάτὴν περὶ Χριστοῦ ὑπισχνούμενοι, μὴ νοοῦντες, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.
Οἱ μὲν γὰρ Πατέρες εἰρήκασιν, ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ, καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, καὶ τέλειον ἐκ τελείου· ἔπειτα κατελθόντα διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθέντα, ἐνανθρωπήσαντα, εἶθ᾽ οὕτως παθόντα, καὶ ἀναστάντα. Ἵνα δὲ μή τις, πάθος καὶ ἀνάστασιν ἀκούων, ἡλλοιῶσθαι τὸν Θεὸν Λόγον ἐννοοῖτο, τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον τοῦ Υἱοῦ μετὰ κρίματος διορίζονται. Οὗτοι δὲ ἢ ἀλλοίωσιν τοῦ Λόγου φαντάζονται, ἣ δόκησιν τὴν οἰκονομίαν τοῦ πάθους ὑπολαμβάνουσι ποτὲ μὲν ἄκτιστον καὶ ἐπουράνιον λέγοντες τὴν τοῦ Χριστοῦ σάρκα, ποτὲ δὲ ὁμοούσιον τῆς θεότητος. Εἶτα, φασίν. ἀντὶ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπον νοῦς ἐπουρᾶνιος ἐν Χριστῷ. Ὡς γὰρ ὀργανικῷ κέχρηται σχήματι τῷ περιέχοντι· οὐ γὰρ οἷόν τε ἣν τέλειον ἄνθρωπον αὐτὸν γενέσθαι. Ὅπου γὰρ τέλειος ἄνθρωπος, ἐκεῖ καὶ ἁμαρτία· καὶ ὅτι δύο τέλεια ἕν γενέσθαι οὐ δύναται· ἐπεὶ ἔσται καὶ ἐν Χριστῷ ἡ ἐν ἡμῖν μάχη τῆς ἁμαρτίας· καὶ ἔσται αὐτῷ χρεία τοῦ καθ᾽ ἡμᾶς καθαρισμοῦ, εἰ τὸ φρονοῦν καὶ τὸ ἄγον ἐν ἡμῖν τὴν σάρκα Χριστὸς ἐν ἑαυτῷ ἐπιδέδεικται γενόμενος ἄνθρωπος. Ἀλλὰ ἔλαβε, φασὶ, τὸ ἀνόητον, ἵν᾽ αὐτὸς ᾖ νοῦς ἐν αὑτῷ, καὶ ἄγευστος ᾖ πάντη τῆς ἁμαρτίας, κατά γε τὸ θεϊκὸν καὶ τὸ ἀνόητον τῆς σαρκὸς. Οὔτε γὰρ ἁμάρτοι ἂν ἣ σὰρξ τοῦ ἄγοντος τὴν σάρκα, τουτέστι τοῦ φρονοῦντος, μὴ προενθυμηθέντος τὴν πρᾶξιν τῆς ἁμαρτίας, καὶ ἐνεργήσαντος διὰ τοῦ σώματος εἰς ἐκπλήρωσιν τῆς ἁμαρτίας· Ὅθεν σαρκὸς μὲν καινότητα Χριστὸς ἐπιδέδεικται καθ᾽ ὁμοίωσιν· τοῦ δὲ φρονοῦντος ἐν ἡμῖν τὴν καινότητα διὰ μιμήσεως, καὶ ὁμοιώσεως, καὶ ἀποχῆς τῆς ἁμαρτίας, ἕκαστος ἐν ἑαυτῷ ἐπιδείκνυται. Καὶ οὕτως νοεῖται Χριστὸς χωρὶς ἁμαρτίας
Ταῦτά ἐστιν αὐτῶν τὰ σοφίσματα, καὶ τῆς παρατροπῆς τὰ νοήματα· καὶ οὐκ ἔστιν εἷς ὁ λόγος αὐτῶν· πολλαὶ γὰρ τῆς ἀπιστίας αἱ παρατροπαὶ, ἀνθρωπίνοις λογισμοῖς ἐπινενοημέναι. Προθῶμεν τοίνυν τούτοις τῆς τοῦ Θεοῦ εὐδοκίας τὴν θέλησιν (ὥμοσε γὰρ, φησὶ, Κύριος, καὶ οὐ μεταμεληθήσεται), καὶ τῆς ἀληθεστάτης οἰκονομίας τὴν συμπλήρωσιν, καὶ τῆς τελειοτάτης εὐεργεσίας τὴν χάριν· ἀντερωτήσαντες τούτων τὰ νοήματα, εἰ τοῖς προφητικοῖς μηνύμασι συνάδουσιν· εἰ τοῖς ἀποστολικοῖς διδάγμασιν ἀκολουθοῦσιν· εἰ τοῖς τῶν Πατέρων παραγγέλμασι στοιχοῦσιν· εἰ τὰς ἐναποδείκτους τοῦ Δεσπότου φωνὰς οὐκ ἀθετοῦσιν· ἵν᾽ ἐκ τῶν προφητικῶν μηνυμάτων, καὶ τῶν ἀποστολικῶν διδαγμάτων, καὶ τῶν ὑπὸ τοῦ Κυρίου πληρωθέντων πραγμάτων, γίγνηται τῆς ἀληθείας ἡ ὁμολογία, καὶ τῆς πλάνης ἡ ἔλεγξις. Εἴπατε τοίνυν οἱ ἐφευρεταὶ τοῦ καινοῦ καθ᾽ ὑμᾶς Εὐαγγελίου, ὃ οὐκ ἔστιν ἄλλο, πόθεν ὑμῖν κατηγγέλθη σάρκα ἄκτιστον λέγειν, ὥστε ἢ τὴν θεότητα τοῦ Λόγου εἰς μετάπτωσιν σαρκὸς φαντάζεσθαι, ἣ τὴν οἰκονομίαν τοῦ πάθους καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως, ὡς δόκησιν νομίζειν. Ἄκτιστος μὲν γὰρ πέφηνε μόνη ἡ ἁγία Τριὰς τῆς θεότητος, ἀΐδιός τε καὶ ἄτρεπτος, καὶ ἀναλλοίωτος. Χριστοῦ δὲ κατὰ σάρκα ἐξ ἀνθρώπων ἀνισταμένου ἐκ τῶν ἀδελφῶν ἡμῶν, ὡς γέγραπται, καὶ παθητοῦ καὶ πρωτοτόκου ἐξ ἀναστάσεως νεκρῶν, προκαταγγείλαντος τοῦ νόμον, πῶς τὸ ἄκτιστον παθητὸν λέγετε; ἣ πῶς τὸ παθητὸν ἄκτιστον ὀνομάζετε; Καὶ γὰρ καὶ τὴν ἄκτιστον οὐσίαν τοῦ Λόγου παθητὴν λέγοντες, εἰς τὴν θεότητα βλασφημεῖτε· καὶ τὴν παθητὴν σάρκα, ὀστέοις τε καὶ αἵματι, καὶ ψυχῇ, καὶ ὅλου τοῦ καθ᾽ ἡμᾶς σώματος ἁρμοσθεῖσαν, ψηλαφητὴν τε καὶ ὁρατὴν γενομένην, ἄκτιστον λέγοντες, δυσὶ περιπίπτετε πτώμασιν· ἣ φαντασίαν τὴν δεῖξιν καὶ τὴν ἀνοχὴν τοῦ πάθους ὑπολαμβάνοντες, κατὰ τὴν τῶν Μανιχαίων ἀσέβειαν· ἣ τοιαύτην ὑποτίθεσθε τῆς ἀκτίστου θεότητος τὴν οὐσίαν. Καὶ τί ἔτι μέμφεσθε τοῖς ἐν ἀνθρωπίνη μορφῇ τῇ κατὰ σάρκα τὸν Θεὸν φανταζομένοις;
Ἀλλὰ λέγετε, ὅτι ἄκτιστος γέγονε τῇ ἑνώσει τῇ πρὸς τὸν ἄκτιστον. Ἐντεῦθεν δὲ ὑμῶν ἡ πλάνη δειχθήσεται αὐτέλεγκτος· ἡ γὰρ τῆς σαρκὸς ἕνωσις πρὸς τὴν τοῦ Λόγου θεότητα ἐκ μήτρας γέγονεν· ἐντεῦθεν γὰρ αὐτὴν ἀνεστήσατο ὁ Λόγος, ἐξ οὐρανῶν ἐπιδημήσας· οὐ προῦπάρξασαν τῆς τοῦ Λόγου ἐπιδημίας, ἣ τῆς Θεοτόκου Μαρίας, μόνης ἐκ τοῦ Ἀδὰμ καταγομένης, καὶ ἐκ τοῦ Ἀβραὰμ καὶ ἐκ τοῦ Δαβὶδ γενεαλογουμένης, σὺν τῷ Ἰωσὴφ τῷ μεμνηστευμένῳ αὐτὴν, ὄντων ἑκατέρων εἰς σάρκα μίαν, καθὼς γέγραπται, οὐ τῇ πρὸς ἀλλήλους συναφείᾳ, ἀλλὰ τῇ ἐξ ἑνὸς ὑπάρξει· ὅτι γὰρ ἀθιγεῖς διέμειναν, μεμαρτύρηται. Γεννᾶται οὖν ὁ Χριστὸς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, τὸν Ἰωσὴφ πατέρα καλῶν, ταυτὸν τῇ Μαρίᾳ τυγχάνοντα τοῦ Δαβίδ· ἐν σπαργάνοις ἀνακλιθεὶς, καὶ ὑπὸ τοῦ Συμεῶνος ἂν τῷ ἱερῷ βασταχθεὶς, καὶ περιτομὴν σαρκὸς προσαγόμενος κατὰ τὸν νόμον, καὶ αὔξησιν ἡλικίας ποιούμενος. Εἰ τοίνυν ἄκτιστος τῇ ἑνώσει γέγονε, πῶς οὐκ αὐτοτελὴς ὤφθη, ἀλλὰ, θελήσαντος τοῦ Λόγον, ἡ τοῦ σώματος αὔξησις ἐγίνετο; Ἀκτίστῳ δὲ προσάγειν αὔξησιν ἀσεβές ἔστι. Τὸ γὰρ ἄκτιστον τῇ φύσει ἄκτιστον λέγεται, μήτε αὔξησιν, μήτε ἐλάττωσιν ἐπιδεχόμενον. Τὸ δὲ τῷ ἀκτίστῳ κοινωνῆσαν ἢ ἑνωθὲν, ἴδιον μὲν τοῦ ἀκτίστου λέγεται, οὐ μὲν αὐτὸ ἄκτιστον, ἵνα μὴ ἐπιλησθῇ τῆς ἐνώσεως ἡ εὖεργεσία, καὶ καταργηθῇ τῆς εὐεργεσίας ἡ ὀφειλὴ, καὶ εἰς ἀνελπιστίαν καταπέσῃ ἡ ἐν ἀσθενείᾳ ἔτι τυγχάνουσα ἀνθρωπότης, διδασκομένη καθ᾽ ὑμᾶς μὴ ἔχειν πρὸς Θεὸν οἰκειότητα, καὶ ἀμαυρωθῇ ἡ χάρις. Τίς γὰρ, ἄκτιστον ἀκούων τὸ τοῦ Κυρίου σῶμα, ἑαυτὸν δὲ ποιηθέντα καὶ κτισθέντα εἰδὼς, ὁ οὐκ ἐννοηθήσεται ψευδεῖς μὲν εἶναι τὰς ἁγίας Γραφὰς, ἑαυτὸν δὲ μὴ ἔχειν πρὸς τὸν Χριστὸν κοινωνίαν; Εἰ ὁ ἄκτιστος ἄκτιστον σῶμα ἀνελάβετο, κατήργηται τοίνυν ἡ πρώτη πλάσις, ἀπόλωλεν ὁ ἀρχέτυπος Ἀδὰμ, οὗ ἡμεῖς μέχρι σήμερον ἀπόγονοι τυγχάνομεν κατὰ τὴν τῆς σαρκὸς διαδοχήν. Πῶς οὖν Χριστὸς ἡμᾶς μετόχους ἑαυτοῦ κατεστήσατο; πῶς δὲ καὶ ὁ Ἀπόστολος λέγει, Ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες;
Μή τις δὲ τολμάτω περὶ τῆς θεότητος τοῦ Υἱοῦ ἐννοῆσαι, ὅτι, ὥσπερ αὐτὸ ἐκ τοῦ Θεοῦ, οὕτω καὶ ἡμεῖς, καθάπερ οἱ ἀσεβέστατοι Ἀρειανοὶ λέγειν τολμῶσιν· ἣ πάντως κατὰ τὴν τῆς σαρκὸς ἐπίδειξιν, καὶ κατὰ τὴν μορφὴν τοῦ δούλου, τουτέστι τοῦ πρωτοπλάστου Ἀδὰμ, ἣν ἔλαβεν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων Θεός. Ὅλως μὲν οὖν ἐν τοῖς ποιήμασι τὸ λεγόμενον ἄκτιστον, τὸ μηδέπω ὑπάρξαν λέγεται, ὅτι μὴ γέγονε. Μὴ τι οὖν ἄρα, μήθ᾽ ὅλως γεγονέναι ἐν τῷ Λόγῳ σάρκα ὑπολαμβάνοντες, εὐφήμῳ λέξει ποιεῖσθαι καὶ τὴν ἄρνησιν εὐθὺς ἐννοεῖτε, ἵνα μηδὲν ἐν τῷ ἀκτίστῳ ὁμολογήσητε. Ἄκτιστος γὰρ ὕπαρξις μόνη ἡ τῆς θεότητος νοεῖται· ὥστε καὶ τὴν ἄκτιστον παθητὴν λέγειν ἀσεβὲς, καὶ τὴν παθητὴν ἄκτιστον ὀνομάζειν. Τὴν γὰρ ποιηθεῖσαν τῆς ἀνθρωπότητος φύσιν, μὴ τῇ ἑνώσει τοῦ Λόγου εἶναι ἰδίαν, ἀλλὰ συναΐδιον, καὶ τῇ τοῦ Θεοῦ φύσει ἐξισουμένην τῇ ταυτότητι τῆς φύσεως ἐννοεῖν, ἀσεβές. Σαρκὸς γὰρ καὶ αἵματος καὶ ὀστέων ἐπίδειξιν ἐποιήσατο Κύριος, καὶ ψυχῆς λυπουμένης, καὶ ταραττομένης, καὶ ἀδημονούσης. Ταῦτα δὲ οὐκ ἄν τις εἴποι φύσιν εἶναι θεότητος· ἴδια δὲ Θεοῦ κατὰ φύσιν γέγονεν, εὐδοκήσαντος τοῦ Λόγου ἀνασχέσθαι γεννήσεως ἀνθρωπίνης, καὶ τὴν ἑαυτοῦ ποίησιν τὴν ἐν ἁμαρτίᾳ καὶ φθορᾷ καὶ θανάτῳ διαχυθεῖσαν ἐν ἑαυτῷ συστήσασθαι ἐν εἰκόνι καινότητος. Διὸ τῆς μὲν ἁμαρτίας τὴν κατάκρισιν ἐπὶ γῆς ἐποιήσατο· τῆς δὲ κατάρας τὴν καθαίρεσιν ἐπὶ ξύλου· τῆς τε φθορᾶς τὴν ἀπολύτρωσιν ἐν τῷ τάφῳ· καὶ τοῦ θανάτου τὴν κατάλυσιν ἐν τῷ ᾅδῃ· παντὶ ἐπιβὰς τόπῳ, ἵνα τοῦ σύμπαντος ἀνθρώπου τὴν σωτηρίαν κατεργάσηται, μορφὴν τῆς ἡμετέρας εἰκόνος ἐν ἑαυτῷ ἐπιδεικνύμενος. Ἐπεὶ τίς ἦν χρεία Θεῷ γεννήσεως τῆς ἐκ γυναικὸς ἀνασχέσθαι; αὐξήσεώς τε ἡλικίας, καὶ ἑτῶν ἀριθμήσεως τῷ ποιητῇ τῶν αἰώνων; ἣ πάλιν σταυροῦ, ἣ τάφον, ἣ ᾅδου, οἷς ἡμεῖς ὑποπεπτώκαμεν, εἰ μὴ ἡμᾶς ἐζήτει, διὰ τῆς καθ᾽ ἡμᾶς μορφῆς ζωοποιῶν ἡμᾶς καὶ εἰς ὁμοίωσιν καὶ μίμησιν τελείας εἰκόνος προσκαλούμενος; Μίμησις δὲ πῶς ἂν γένοιτο πρὸς τελειότητα, μὴ προῦπαρξάσης τῆς ἀνενδεοῦς τελειότητος; κατὰ τὸν λέγοντα Ἀπόστολον· Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ τῆς ἀληθείας.
Πόθεν οὖν διδαχθέντες, λέγετε ἄκτιστον; Εἰ τοίνυν φύσις ἐκ μεταποιήσεως ἄκτιστος γίνεται, ἄρα καὶ ἀόρατος καὶ ἀθάνατος· οὐκ ἐκ θανάτου, ἀλλ᾽ ἀνεπίδεκτος θανάτου. Πῶς οὖν ἀπέθανεν ὁ Κύριος, εἰ ὁ ἄκτιστος ἀκτίστως ἐπεδήμησεν ἐπὶ γῆς; ἣ πῶς ὁρατὸς καὶ ψηλαφητὸς γέγονεν; ὡς γέγραπται· Ὃ ἑωράκαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν. Πῶς οὖν λέγετε, ἃ μὴ γέγραπται, μήτε θέμις ἐννοεῖν; Δώσετε γὰρ πᾶσιν αἱρετικοῖς κατὰ τὴν τοῦ ποτὲ λεγομένου Ῥητορίου ἔννοιαν ἀσεβεστάτην, οὗ καὶ τὴν ἀσέβειαν ἐξειπεῖν φοβερόν. Ἢ τοίνυν ἀρνήσασθε τὰς θείας Γραφὰς, ἣ ταύτας ὁμολογοῦντες, μὴ ἕτερα παρὰ τὰ γεγραμμένα ἐπινοεῖτε λαλεῖν ῥήματα ἀπάτης ἀνιάτου. Ἀλλὰ πάλιν λέγετε, ὅτι Ἡμεῖς κτίσματι οὐ προσκυνοῦμεν. Ὦ ἀνόητοι! διὰ τί οὐ λογίζεσθε, ὅτι καὶ ποιηθὲν τὸ σῶμα τοῦ Κυρίου οὐ κτιστὴν ἀποφέρεται τὴν προσκύνησιν; Τοῦ γὰρ ἀκτίστου Λόγου γέγονε σῶμα· οὗ γὰρ σῶμα γέγονε, τούτῳ προσάγετε καὶ τὴν προσκύνησιν. Ἄρ᾽ οὖν καὶ προσκυνεῖται ὀφειλομένως, καὶ θεϊκῶς προσκυνεῖται· Θεὸς γὰρ ὁ Λόγος ἐστὶν, οὗ τὸ σῶμα ἴδιον τυγχάνει· ἐπεὶ καὶ ὅτε προσήεσαν αἱ γυναῖκες τῷ Κυρίῳ, διακωλύων ἔλεγε, Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, σημαίνων, ὅτι χρεία ἀναβάσεως, καὶ ὅτι μία ἔσται ἡ ἀνάβασις. Ὅμως, προσελθοῦσαι, ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν. Πόδας ἐκράτησαν, Θεὸν προσεκύνησαν. Πόδας ὀστέων καὶ σαρκὸς ἔχοντας ψηλάφησιν, ἀλλὰ Θεοῦ ὄντας, προσεκύνησαν Θεόν. Καὶ ἀλλαχοῦ δὲ ὁ Κύριος ἔλεγε, Ψηλαφήσατέ με καὶ γνῶτε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα, καίτοι πνεῦμα ὢν αὐτός· Πνεῦμα γὰρ ὁ Θεός. Καὶ λέγων ἔχειν, καὶ ἐπίδειξιν ποιούμενος, πῶς ἔλεγεν, ὅτι Πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ, φησὶν, οὐχὶ ὄντα, ἀλλ᾽ ἔχοντα θεωρεῖτε, ἣ τοῦτο διδάσκων, ὅτι ἡ τοῦ πνεύματος φύσις ἄρρητός ἔστιν· αὕτη δὲ ἡ ψηλάφησις σώματος τοῦ καθ᾽ ἡμᾶς ἐστιν. ὅπερ ἑαυτῷ περιεποιήσατο ἐκ Παρθένου, οὐκ ἐνεργείας τόπῳ, ἀλλὰ φυσικῇ γεννήσει· ἵνα καὶ κατὰ φύσιν ᾖ τὸ σῶμα, καὶ ἀδιαίρετον ᾖ πάλιν κατὰ φύσιν τῆς τοῦ Λόγου θεότητος. Οὕτω γὰρ καὶ ὁ θάνατος γέγονε· τοῦ μὲν σώματος κατὰ φύσιν δεχομένου, τοῦ δὲ Λόγου κατὰ θέλησιν ἀνεχομένου καὶ ἐξουσιαστικῶς τὸ ἴδιον σῶμα εἰς θάνατον προϊεμένου· ἵνα καὶ πάθῃ φυσικῶς ὑπὲρ ἡμῶν, καὶ ἀναστῇ θεϊκῶς ὑπὲρ ἡμῶν. Καὶ ὅλη τῆς γεννήσεως καὶ τοῦ θανάτου ἡ πραγματεία εἰς τὴν ἡμετέραν ζήτησιν καὶ ἀνάκτησιν θεωρεῖται.
Τούτων δὲ οὕτως ἐχόντων, καὶ ὁμολογουμένων ἐν τῇ τοῦ Θεοῦ καθολικῇ Ἐκκλησίᾳ, πῶς ὑμεῖς πάλιν λέγετε ἐξ οὐρανοῦ τὸ σῶμα; καὶ διὰ τί τοῦτο πεποίηκεν ὁ Χριστός; Εἴπατε, ἵνα ἐξ οὐρανῶν ἐπὶ γῆς κατενέγκῃ σῶμα, καὶ τὸ ἀόρατον ὁρατὸν ποιήσῃ, καὶ τὸ ἀνύβριστον ὕβρεως δεκτικὸν, καὶ τὸ ἀπαθὲς καὶ ἀθάνατον θνητὸν καὶ παθητόν; Καὶ τίς ἦν ἐν τούτοις εὐεργεσία, ὦ μάταιοι, εἰ ταῦτα ἐν Χριστῷ γεγονέναι λέγετε, ἃ γέγονεν ἐν τῷ πρωτόπλάστῳ Ἀδὰμ; Εἰ μὴ τὸ τοῦ Ἀδὰμ σύμπτωμα εἰς ἀσύγκριτον ἀνάστημα Χριστὸς ἀνεστήσατο ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ὀφθεὶς, καὶ κατακρίνας τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ὥστε καὶ σαρκὶ ἐπὶ γῆς πολιτεύσασθαι, καὶ ἀνεπίδεκτον ἁμαρτίας δεῖξαι τὴν σάρκα, ἣν ἐκ τῆς πρώτης πλάσεως ὁ Ἀδὰμ ἀναμάρτητον ἐσχηκὼς, ἐκ παραβάσεως δεκτικὴν ἁμαρτίας, πεποίηκε, καὶ εἰς διαφθορὰν καὶ θάνατον καταπέπτωκε. Ταύτην ἀνίστησι κατὰ φύσιν ἀναμάρτητον, ἵνα δείξῃ τὸν δημιουργὸν ἀναίτιον τῆς ἁμαρτίας, καὶ κατὰ τὴν ἀρχέτυπον πλάσιν τῆς ἰδίας φύσεως κατεστήσατο· ἵνα αὐτὸς ᾖ τῆς ἀναμαρτησίας ἡ ἐπίδειξις. Μάτην οὖν φαντάζονται οἱ ἀλώμενοι, καὶ ἐξ οὐρανοῦ λέγοντες τὸ τοῦ Κυρίου σῶμα. Καίτοι ὁ Ἀδὰμ ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν κατενήνοχε, Κριστὸς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνενήνοχε· καὶ ὅπερ Ἀδὰμ ἀναμάρτητον καὶ ἀκαταδίκαστον εἰς φθορὰν καὶ καταδίκην θανάτου κατενήνοχε, Χριστὸς τοῦτο ἄφθαρτον καὶ λυτήριον θανάτου ἀνέδειξεν· ὥστε ἔχειν ἐξουσίαν ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, ἐκ δὲ τάφου τὴν ἀφθαρσίαν ἐπιδείκνυσθαι, καὶ ἐν ἐπιβάσει ᾅδου. λύειν θάνατον, καὶ εὐαγγελίσασθαι πᾶσι τὴν ἀνάστασιν. Ὅτι ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν. Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· βασιλευόμενον δὲ ὑπὸ τοῦ θανάτου εἰς διαφθορὰν οὐχ ὑπερεῖδεν αὐτὸς γενόμενος ἄνθρωπος, οὐ τραπεὶς εἰς ἀνθρώπου μορφὴν, οὐδὲ παριδὼν τὴν τοῦ ἀνθρώπου ὕπαρξιν, σκιώδη τὴν δεῖξιν ἐποιεῖτο· ἀλλ᾽ ὁ ὢν φύσει Θεὸς γεννᾶται ἄνθρωπος, ἵν᾽ εἷς ᾖ τὰ ἑκάτερα, τέλειος κατὰ πάντα, φυσικὴν καὶ ἀληθεστάτην τὴν γέννησιν ἐπιδειξάμενος. Διὸ εἴρηται· Καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, βασιλεύειν οὐρανῶν, καὶ ἐξουσίαν ἔχειν· κρίσιν ποιεῖν.
Ὁ γὰρ τῶν ὅλων δημιουργὸς Λόγος ὤφθη υἱὸς ἀνθρώπου, οὐχ ἕτερός τις γενόμενος, ἀλλὰ δεύτερος Ἀδάμ· ἵνα καὶ ἐκ τοῦ ὀνόματος γινώσκωμεν τὴν ἀλήθειαν. Καὶ προγενέστερον δείκνυσι τὸν πρωτόπλαστον ὁ Ἀπόστολος, πρῶτον τὸ ψυχικὸν δεικνὺς, ἔπειτα τὸ πνευματικόν. Ψυχικὸν δὲ καὶ πνευματικὸν λέγων, οὐχ ἕτερον καὶ ἕτερον δείκνυσι σῶμα, ἀλλὰ τὸ αὐτὸ σῶμα· τὸ μὲν πρῶτον ἐν ἐξουσίᾳ καὶ φύσει ψυχῆς, διὸ ψυχικόν· τὸ δὲ δεύτερον ἐν ἐξουσίᾳ καὶ φύσει Πνεύματος, διὸ πνευματικόν· Πνεῦμα γὰρ ὁ Θεὸς Λόγος· οὕτω γὰρ καὶ τὸ ἐφ᾽ ἡμῖν εἰρημένον ἔστι συνιδεῖν, ἐν τῷ λέγειν· Ὁ δὲ πνευματικὸς ἀνακρίνει τὰ πάντα· ψυχικὸς δὲ ἄνθρωπος οὗ δέχεται τὰ τοῦ Πνεύματος. Καίτοι ἑνὸς ὄντος ἑκατέρων τοῦ σώματος, τὸ μὲν τοῦ Πνεύματος μέτοχον νοεῖσθαι πνευματικὸν δείκνυσι, τὸν δὲ τῇ ἐξουσίᾳ τῆς ψυχῆς μόνῃ ἐμμείναντα δείκνυσθαι ψυχικόν. Διὰ τί δὲ ὅλως, εἰ καθ᾽ ὑμᾶς ἔστιν, οὐχὶ ἄνθρωπος μόνον λέγεται ὁ Χριστὸς ὡς καινός τις ἐξ οὐρανῶν ἐπιδημῆσας, ἀλλὰ υἱὸς ἀνθρώπου γέγονεν; Εἰ μὲν οὖν ἐπὶ γῆς γέγονεν υἱὸς ἀνθρώπου, καίτοι οὐκ ἐκ σπέρματος ἀνδρὸς, ἀλλ᾽ ἐκ Πνεύματος ἁγίου γεννηθεὶς, ἑνὸς ὄντος τοῦ πρωτοπλάστου Ἀδὰμ υἱὸς νοηθήσεται. Οὐ γὰρ ἕτερός τίς ἀναγέγραπται ἄνθρωπος ἐν οὐρανῷ ὑπάρξας παρὰ τὸν ἐκ γῆς Ἀδὰμ, ἵνα καὶ ἐξ οὐρανῶν ἔχῃ τὸ σῶμα, καὶ υἱὸς ἀνθρώπου ἢ παρὰ τὸν Ἀδάμ. Διὸ ὁ μὲν Ματθαῖος υἱὸν Ἀβραὰμ καὶ Δαβὶδ ἀναγράφει τὸ κατὰ σάρκα· ὁ δὲ Λουκᾶς υἱὸν αὐτὸν τοῦ Ἀδὰμ καὶ τοῦ Θεοῦ γενεαλογεῖ. Εἰ τοίνυν μαθηταί ἐστε τῶν Εὐαγγελίων, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν· ἀλλὰ στοιχεῖτε τοῖς γεγραμμένοις καὶ γενομένοις. Εἰ δὲ ἕτερα παρὰ τὰ γεγραμμένα λαλεῖν βούλεσθε, τί πρὸς ἡμᾶς διαμάχεσθε, τοὺς μήτε ἀκούειν μήτε λέγειν παρὰ τὰ γεγραμένα πειθομένους; λέγοντος τοῦ Κυρίου, ὅτι Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως ἐλεύθεροι ἔσεσθε.
Πῶς οὖν ἔτι πιστοὶ ἢ Χριστιανοὶ νομισθείητε, οἱ μήτε τοῖς ῥήμασι τοῖς γεγραμμένοις στοιχοῦντες, μήτε τοῖς γενομένοις πειθόμενοι, ἀλλὰ τὰ ὑπὲρ φύσιν ὁρίζειν τολμῶντες; Ἦ μικρὸν ὑμῖν ἀνθρώποις παρέχειν ἀγῶνα, καὶ πῶς παρέχετε ἀγῶνα Κυρίῳ; Εἰ γὰρ οἱ προφήταις ἀπιστήσαντες κατεκρίθησαν, πόσῳ μᾶλλον οἱ μὴ πειθόμενοι αὐτῷ τῷ Δεσπότῃ; Ἃ γὰρ αὐτὸς ἠθέλησε καὶ εὐδόκησεν εἰς ἀθέτησιν τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, πῶς ὑμεῖς ἕτερα ἀνθ᾽ ἑτέρων λέγειν ἣ φρονεῖν τολμᾶτε; Εἰ ὁμολογοῦμεν, κἀκεῖνος ὁμολογήσει ἡμᾶς· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Τίς οὖν ὑμῶν ἡ τοσαύτη ἀπόνοια τῆς ἀμετρίας, λαλεῖν τὰ μὴ γεγραμμένα, καὶ φρονεῖν ἀλλότρια τῆς εὐσεβείας; Καὶ γὰρ καὶ ὁμοούσιον τὴν σάρκα τῆς θεότητος λέγειν ἐπιχειρεῖτε, οὐ συνορῶντες διπλῆν ὑμῖν γενομένην τὴν ἀπάντησιν τῆς ἀσεβείας. Ταῦτα γὰρ ὑμῖν ἐπινενόηται λέγειν, ἵνα ἣ τὴν σάρκα ἀρνήσησθε, ἣ τὴν θεότητα βλασφημήσητε, λέγοντες, φησίν· Ἡμεῖς τὸν ἐκ Μαρίας λέγομεν ὁμοούσιον τοῦ Πατρός. Αὕτη δὲ ὑμῶν ἡ νομιζομένη εὐφημία δειχθήσεται ἣ περίεργος ἣ ἀνόητος. Ἐπεὶ τίς τῶν πιστῶν οὐκ ἂν ὁμολογήσειεν, ὅτι ὁ ἐπιδημήσας Θεὸς Λόγος, καὶ ἐκ Παρθένου τῆς ἁγίας Μαρίας προελθὼν ἄνθρωπος, ὁμοούσιος ὢν τοῦ Πατρὸς, ἐκ σπέρματος Ἀβραὰμ γέγονεν ἄνθρωπος, οὗ καὶ υἱὸς ἀναγέγραπται, καὶ ὅτι ὁ ὁμοούσιος τοῦ Θεοῦ Λόγος γέγονε κατὰ σάρκα υἱὸς τοῦ Δαβίδ; Διὸ καὶ ἐκ σπέρματος τοῦ Δαβὶδ προφῆται καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ γενεαλογοῦσι τὸν Χριστὸν τὸ κατὰ σάρκα. Πῶς οὖν ταῦτα λέγοντες οὐκ ἐρυθριᾶτε, τὴν σάρκα, τὴν ἐκ σπέρματος Δαβὶδ γενεαλογουμένην, ὁμοούσιον τοῦ Λόγου ἀποφαινόμενοι; Ἢ πάλιν, ὡς τοῖς γεγραμμένοις πειθόμενοι, μήτε τοῖς γενομένοις στοιχοῦντες. ἔφαμεν, ἀνοήτως ταῦτα λέγετε, οὐ νοοῦντες, ὅτι τὸ ὁμοούσιον τὴν μὲν ταυτότητα τῆς φύσεως ἔχει, τὴν δὲ ἰδίαν τελειότητα ἐν ἑαυτῷ ἐπιδείκνυται. Ὥσπερ γὰρ ὁ Υἱὸς, ὁμοούσιος πρὸς τὸν Πατέρα ὁμολογούμενος, τέλειος πρὸς τέλειον ὁμολογεῖται, καθὰ καὶ τὸ ἅγιον Πνεῦμα· ὁμοούσιος γὰρ ἡ Τριάς. Δώσετε οὖν καὶ τῇ ὁμοουσίῳ σαρκὶ τὴν τελειότητα πρὸς τῇ τοῦ Λόγου τελειότητι· ἔσται δὲ καθ᾽ ὑμᾶς τετρὰς ἀντὶ Τριάδος καταγγελλομένη. Καὶ τίς; ἡ τοσαύτη ἐπίνοια τῆς ἀσεβείας;
Ἀλλὰ λέγετε· Ὁμοούσιος γέγονε τοῦ Λόγον ἡ σάρξ. Πῶς γέγονεν ὁμοούσιος; Εἴπατε. Λόγος γέγονεν, ἀλλὰ καὶ Πνεῦμα γέγονεν. Εἰ δὲ ὅλως γίνεται θεότης ἐκ μεταποιήσεως ἡ μὴ φύσει οὖσα θεότης, τί τοίνυν μέμφεσθε Ἀρειανοῖς, ταύτην περὶ τοῦ Λόγου προβαλλομένοις τὴν ἔννοιαν; Καίτοι τῆς Γραφῆς λεγούσης, Ὁ Λόγος σὰρξ γέγονεν, οὐχὶ Ἡ σὰρξ Λόγος γέγονεν, Ὁ Λόγος δὲ σὰρξ γέγονεν, εἴρηται· ὅτι τοῦ Λόγου γέγονεν ἡ σὰρξ, καὶ οὐκ ἀνθρώπου τινός· τουτέστιν ὁ Θεὸς ἄνθρωπος γέγονε· καὶ λέγεται, Σὰρξ γέγονεν, ἵνα μὴ παραδράμητε τῆς σαρκὸς τὸ ὄνομα. Εἰ τοίνυν μὴ ἀρκεῖσθε τῇ ἀσυγχύτῳ φυσικῇ ἑνώσει τοῦ Λόγου πρὸς τὴν ἰδίαν αὐτοῦ γενομένην σάρκα· καὶ ὅτι ὃ Θεὸς ἄνθρωπος γέγονε· νῦν οὔτε ἀκούετε, οὔτε πιστεύειν βούλεσθε, οὐκ ἀρχούμενος ὑπὲρ πᾶσαν ἐπίνοιαν εὐφημίας σῶμα Θεοῦ ἀκούοντες, κατὰ τὸν λέγοντα· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὑτοῦ· ἥτις ἐστὶ σημασία τοῦ μέλλοντος αἰῶνος, καὶ ἔτι λέγέται σῶμα τῆς δόξης αὐτοῦ. Καὶ ὁ Κύριος δὲ λέγει· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου· τὸν Υἱὸν τοῦ Θεοῦ υἱὸν ἀνθρώπου γενόμενον λέγει· κριτήν τε ὄντα ζώντων καὶ νεκρῶν, καὶ βασιλέα καὶ Δεσπότην, καὶ Θεὸν ἀληθινόν. Ἀλλὰ ἀναιρεῖν βούλεσθε τὸ τοῦ σώματος ὄνομα, ἣ τὸ ἕτι λέγεσθαι ἄνθρωπον τὸν Χριστόν. Πῶς ἔτι τὰς θείας Γραφὰς ἀναγινώσκειν δύνασθε; τοῦ μὲν Ματθαίου γράφοντος· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ τοῦ δὲ Ἰωάννου· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ Θεὸς ἦν ὁ Λόγος. Λόγον δὲ καὶ Θεὸν καὶ υἱὸν Δαβὶδ εἰ κατὰ διαίρεσιν βούλεσθε θεωρεῖν, δύο καθ᾽ ὑμᾶς ἂν λέγοιντο· εἰ δὲ πιστεύοιτε, διδασκόμενοι ἀπὸ τῶν θείων Γραφῶν, ὅτι Θεὸς ὧν ὁ Λόγος υἱὸς ἀνθρώπου γέγονε, γνώσεσθε, ὅτι εἷς ἐστιν ὁ Χριστὸς, καὶ Θεὸς καὶ ἄνθρωπος ὁ αὐτός· ἵνα τὸ διπλοῦν κήρυγμα τῆς αὐτοῦ ἐπιθυμίας εὐαπόδεικτον ἔχῃ τὴν πλησμονὴν τοῦ τε πάθους καὶ τῆς ἀπαθείας. Ὡς ὅταν λέγει ὁ Ἀπόστολος· Ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὁ ὧν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγε· Μνημόνευε Χριστὸν Ἰησοῦν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαβὶδ· καὶ ὁ αὐτὸς δὲ πάλιν· Τὸν θάνατον αὐτοῦ καταγγέλλομεν, ἄχρις οὗ ἔλθῃ.
Εἰ οὖν ἐκ τῆς ὁμολογίας τοῦ ὁμοουσίου ἀναιρεῖτε τῆς σαρκὸς τὸ ὄνομα, καὶ τὸ ἄνθρωπον λέγεσθαι τὸν Χριστόν· ἣ οὐκέτι τὸν θάνατον αὐτοῦ καταγγέλλετε, ἄχρις οὗ ἔλθῃ, ἀναιροῦντες τὰς Γραφάς· ἣ τὸν θάνατον καταγγέλλοντες καθ᾽ ὑμᾶς τοῦ ὁμοουσίου τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· μὴ ὁμολογοῦντες σαρκὶ πεπονθέναι τὸν Χριστὸν, καὶ αὖτὴν τοῦ Πατρὸς τὴν θεότητα καὶ τοῦ ἁγίου Πνεύματος ἐρεῖτε δεκτικὴν εἶναι θανάτου· καὶ γεγόνατε ἀσεβέστεροι πάντων τῶν αἱρετικῶν. Ὁ γὰρ θάνατος τῆς σαρκὸς, γέγονε τοῦ ὁμοουσίου Λόγου. Οὐδὲ γὰρ ὁ Πατὴρ σάρκα ἑφόρεσεν, οὐδὲ τὸ ἅγιον Πνεῦμα, ὡς οἱ κατὰ Οὐαλεντῖνον ἀσεβοῦντες φαντάζονται· ἀλλ᾽ ὁ Λόγος σὰρξ ἐγένετο. Διὸ ἡμεῖς, ὁμολογοῦντες Θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν, οὐ διαιρέσεως ἕνεκεν ταῦτα λέγομεν, μὴ γένοιτο! ἀλλὰ πάλιν κατὰ τὰς Γραφὰς. ἵνα πάθους καὶ θανάτου γενομένου καὶ καταγγελλομένου, ἄχρις οὗ ἔλθῃ, ἐπὶ μὲν τῆς σαρκὸς τοῦ Λόγου τὸ πάθος καὶ τὸν θάνατον ὁμολογῶμεν, αὐτὸν δὲ τὸν Λόγον, ἄτρεπτον καὶ ἀναλλοίωτον πιστεύωμεν. Διὸ αὐτός ἐστιν ὁ παθὼν καὶ μὴ παθών· τῇ μὲν θεϊκῇ φύσει ἀπαθὴς καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος ὧν, τῇ δὲ σαρκὶ παθὼν, ὡς εἶπεν ὁ Πέτρος, καὶ θανάτου γεύσασθαι θελήσας· ὅτι γέγονε μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν· καὶ πάλιν· Ὅτι γέγονε μεσίτης Θεοῦ καὶ ἀνθρώπων. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὺς εἷς ἐστιν.
Διὸ πλανῶνται καὶ οἱ λέγοντες, ὅτι ἄλλος ἐστὶν ὁ παθὼν Υἱὸς, καὶ ἄλλος ὁ μὴ παθών. Οὐ γὰρ ἕτερός ἐστι παρὰ τὸν Λόγον, ὁ τὸν θάνατον καὶ τὸ πάθος ἀναδεδεγμένος· ἀλλ᾽ αὐτὸς ὁ ἀπαθὴς καὶ ἀσώματος Λόγος, γενέσεως σαρκὸς ἀνθρωπίνης ἀνασχόμενος, τὰ πάντα πεπλήρωκεν, ἵνα ἔχῃ τι, ὃ προσἐνέγκῃ ὑπὲρ ἡμῶν. Καὶ λέγεται κρείττων γενόμενος τῶν ἀγγέλων· οὐκ αὐτὸς ὁ ποιητὴς τῶν ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὧν ποτε, ἀλλὰ ἡ μορφὴ τοῦ δούλου, ἣν αὐτὸς ὁ Λόγος ἰδιοποιήσατο φυσικῇ γεννήσει, κρείττων ἀνατείλασα ἐκ τῆς τοῦ πρωτοπλάστου γενέσεως, καὶ ἡμᾶς προσοἰκειοῦται, ὡς εἴρηται, συμπολίτας τῶν ἁγίων καὶ οἰκείους Θεοῦ γενομένους· καὶ κατὰ φύσιν Θεοῦ γέγονεν, ἰδία οὐχ ὁμοούσιος οὖσα ἡ σὰρξ τῆς τοῦ Λόγου θεότητος, ὡς συναΐδιος· ἀλλὰ ἰδία κατὰ φύσιν γενομένη, καὶ ἀδιαίρετος κατὰ ἕνωσιν, ἐκ σπέρματος Δαβὶδ, καὶ τοῦ Ἀδραὰμ, καὶ τοῦ Ἀδὰμ, ἐξ οὗ καὶ ἡμεῖς γεγεννήμεθα. Εἰ δὲ ὁμοούσιος τοῦ Λόγου ἡ σὰρξ καὶ συναΐδιος, ἐκ τούτου ἐρεῖτε καὶ τὰ πάντα κτίσματα συναΐδια τῷ τὰ πάντα κτίσαντι Θεῷ. Καὶ πῶς ἔτι Χριστιανοὶ, οἱ τοιαύταις συμπλεκόμενοι στραγγαλιαῖς; Τὸ γὰρ ὁμοούσιον καὶ ἀπαθὲς καὶ ἀνεπίδεκτον θανάτου, πρὸς τὸ ὁμοούσιον ἕνωσιν καθ᾽ ὑπόστασιν οὐκ ἐπιδεχόμενόν ἐστιν, ἀλλὰ κατὰ φύσιν· καθ᾽ ὑπόστασιν δὲ τὴν ἰδίαν τελειότητα ἐκδεικνύμενον. Ὥστε τῇ νομιζομένῃ ὑμῶν εὐφήμῳ ἐφευρέσει, ἣ τὴν ἐκ τῆς Παρθένου τῆς Θεοτόκου σάρκα ἀρνεῖσθε, ἣ τὴν θεότητα βλασφημεῖτε. Εἰ δὲ οὕτω καὶ τὸν Υἱὸν ὁμολογεῖτε ὁμοούσιον τῷ Πατρὶ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τὴν σάρκα τὴν παθοῦσαν· καὶ τί ἔτι ἡμᾶς μέμφεσθε, ὡς τετράδα ἀντὶ Τριάδος λέγοντας, αὐτοὶ τετράδα ἀντὶ Τριάδος καὶ ἄκοντες ὁμολογοῦντες, λέγοντες ὁμοουσίαν εἶναι τῇ Τριάδι τὴν σάρκα; Τοίνυν ματαία ἡ πίστις ὑμῶν ἔστιν· ἴσα γὰρ φρονεῖτε τῶν ἀσεβῶν Ἀρειανῶν, κακῶς ἐκλαμβάνοντες τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο. Ὁ Λόγος δὲ σὰρξ ἐγένετο, οὐχ ἵνα ὁ Λόγος μηκέτι ἢ Λόγος· ἀλλ᾽ ἵνα ἐν σαρκὶ ἢ ὁ Λόγος, σὰρξ ἐγένετο, ἵνα καὶ ὁ Λόγος ἀεὶ ἣ Λόγος, καὶ σάρκα ἔχῃ ὁ Λόγος, ἐν ἧ τὸ πάθος καὶ τὸν θάνατον ἀνεδέξατὸ ἐν μορφῇ τῇ ἀνθρωπίνῃ, μέχρι τάφου καὶ ἄδου ἐπιβάς, ἐν ἧ καὶ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν πεποίηται, σαρκὸς καὶ αἵματος καὶ ψυχῆς τὴν ἐπίδειξιν ποιησάμενος ὁ Θεὸς Λόγος διὰ ἰδίας καὶ ἀδιαιρέτου σαρκὸς, ὡς γέγραπται, ἐκ σπέρματος Δαβίδ. Τί γὰρ ἕτερον παρ᾽ ὑμᾶς εἴρηκε Μαρκίων; Οὐχὶ οὐρανοφανὲς τὸ σῶμα ἐν ὁμοιώσει ἀνθρωπίνῃ, καὶ οὐκ ἀληθείᾳ; Τί δὲ ἄλλο εἴρηκε Μανιχαῖος; Οὐ θεοεἰδὲς, οὐ τὸ σῶμα ἐν ὁμοιώσει τῇ καθ᾽ ἡμᾶς μόνῃ, ἀλλότριον δὲ σαρκὸς ἀνθρωπίνης, ἧς τὴν φύσιν ἁμαρτίαν λέγει ἀσεβῶν, καὶ οὐ τὴν πρᾶξιν; Τοιαύτη τούτων ἡ ἀσέβεια.
Διὸ οὐ δεῖ τὸν εὐσεβοῦντα τοιαύταις χρῆσθαι ἐπινοίαις· ἀλλ᾽ ὅτι ὁ πρὸ τῶν αἰώνων ὁμοούσιος ὧν Λόγος τῷ Πατρὶ, ἐπ᾽ ἐσχάτων ἐκ τῆς ἁγίας καὶ Θεοτόκου Παρθένου τὴν τοῦ Ἀδὰμ πλάσιν καὶ ποίησιν καινὴν ἀνεστήσατο, ἰδιοποιησάμενος καθ᾽ ἕνωσιν· καὶ οὕτως ὥφθη ἄνθρωπος ὁ Χριστὸς, ὁ πρὸ αἰώνων Θεός. Καί ἐσμεν ἡμεῖς μέλη Χριστοῦ, ὡς γέγραπται, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Τίς οὖν ἡ τοσαύτη ὑμῶν φιλονεικία τῶν ἐφευρέσεων, ὥστε ἀνθρωπίνῃ φρονήσει ὑπὲρ τὴν ἀνθρωπίνην νόησιν. ὁρίζεσθαι, λέγοντες· Ἀντὶ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου νοῦς ἐπουράνιος ἐν Χριστῷ; Ὧ τῆς ἀθέσμοῦ γνώμης, καὶ τῶν ἀσθενῶν καὶ ἀπρεπῶν ῥημάτων, τῶν μὴ νοούντων πρῶτον τοῦτο, ὅτι Χριστὸς μονοτρόπως οὐ λέγεται, ἀλλ᾽ ἐν αὐτῷ τῷ ὀνόματι ἑνὶ ὄντι ἑκατέρων τῶν πραγμάτων δείκνυται σημασία, θεότητός τε καὶ ἀνθρωπότητος. Διὸ καὶ ἄνθρωπος λέγεται ὁ Χριστὸς, καὶ Θεὸς λέγεται ὁ Χριστὸς, καὶ Θεὸς καὶ ἄνθρωπός ἐστιν ὁ Χριστὸς, καὶ εἷς ἔστιν ὁ Χριστός. Μάταιον οὖν ὑμῶν τὸ σόφισμα ἐπιχειρούντων ἕτερόν τι παρὰ τὸν Χριστὸν ἐν αὐτῷ θεωρεῖν. Οἱ μὲν γὰρ καταχρηστικῶς λεγόμενοι Χριστοὶ, ἴσως καθ᾽ ὑμᾶς ἂν θεωροῖντο· ὁ δὲ κατὰ φύσιν μόνος ἀληθινὸς Χριστὸς οὐχ ὑπὸ ἀνθρωπίνου λογισμοῦ διαγραφήσεται, ὥσπερ ὑμεῖς τολμᾶτε, καὶ αὐθάδεις γεγόνατε. Οὐδὲ γὰρ προφήτης, οὐδὲ ἀπόστολος, οὔτε τις τῶν εὐαγγελιστῶν ταῦτα ἐφθέγξατο, ἃ ὑμεῖς λαλεῖν ἐπιχειρεῖτε, ἀναιδεῖς τὴν ψυχὴν γεγονότες. Εἰ γὰρ ἕτερός ἔστιν ὁ Χριστὸς παρὰ τὸν ἐπουράνιον νοῦν τὸν ἐν αὐτῷ γενόμενον, τέλειος δὲ καὶ ὁ νοῦς, δύο ἄρα καθ᾽ ὑμᾶς· καὶ ὅπερ δυσφημεῖν δοκεῖτε, τοῦτο ἐλέγχεσθε φρονοῦντες. Νοῦν δὲ ἐπουράνιον καὶ οἱ προφῆται ἐσχήκασιν, οἱ τὰ ἐπουράνια καὶ τὰ μέλλοντα ὡς παρόντα λαλήσαντες. Διατί δὲ ὅλως ταῦτα λέγειν ἐπινοεῖτε, ὡς τοῦ ἔσωθεν ἡμῶν ἀνθρώπου οὐχ ὁμολογουμένου ἐν Χριστῷ; Τί οὖν περὶ τῆς ψυχῆς ἐρεῖτε, ὅτι καὶ τὸ σῶμα καὶ ἡ ψυχὴ ὁ ἐξωθέν ἐστιν ἄνθρωπος, ὡς ἂν εἴποι τίς, τὸ αἷμα καὶ τὴν σάρκα; Ἀλλ᾽ ὥσπερ τὸ σῶμα καὶ τὸ αἷμα οὐ διαφεύγουσι τὴν ψηλάφησιν καὶ τὴν τρῶσιν ὁρατὰ ὄντα, δείξατε ἡμῖν καὶ τὴν ψυχὴν μὴ διαφεύγουσαν ταῦτα, καὶ ὁρατὴν οὖσαν. Ἧ, εἰ μὴ δύνασθε δεῖξαι, φανερός ἔστιν ὁ λόγος, ὅτι οὔτε ὁρᾶται ψυχὴ, οὔτε ἀποκτείνεται ὑπὸ ἀνθρώπου ὥσπερ τὸ σῶμα, καθὼς εἴρηκεν ὁ Κύριος. Πείσθητε οὖν, ὅτι ὁ ἔσωθεν ἡμῶν ἄνθρωπός ἔστιν ἡ ψυχή· τοῦτο καὶ τῇς πρώτης πλάσεως δεικνυούσης, καὶ τῆς δευτέρας διαλύσεως δηλούσης· οὐ μόνον ἐφ᾽ ἡμῖν τούτων δεικνυμένων, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ θανάτῳ τοῦ Χριστοῦ ἐδείκνυτο· τὸ μέν τοι, μέχρι τάφου φθάσαν· ἡ δὲ, μέχρι ᾅδου διαβᾶσα. Διαιρετῶν δὲ ὄντων τῶν τόπων πολλῷ τῷ μέτρῳ, καὶ τοῦ μὲν τάφου σωματικὴν ἐπιδεχομένου τὴν ἐπίβασιν, ἐκεῖσε παρῆν τὸ σῶμα, τοῦ δὲ ἅδου ἀσώματον.
Πῶς ἐκεῖ παρὼν ὁ Κύριος ἀσωμάτως, ὡς ἄνθρωπος ἐνομίσθη ὑπὸ τοῦ θανάτου; ἵνα ψυχαῖς ταῖς ἐν δεσμοῖς κατεχομέναις, μορφὴν ἰδίας ψυχῆς ἀνεπίδεκτον ὡς δεκτικὴν τῶν δεσμῶν τοῦ θανάτου παραστήσας, παροῦσαν παρούσαις, διαρρήξῃ τὰ δεσμὰ ψυχῶν τῶν ἐν ᾅδῃ κατεχομένων, τὸν τῆς ἀναστάσεως διαπηξάμενος ὅρον· ἵνα ὁ πλάστης καὶ ποιητὴς τοῦ ἀνθρώπου, καὶ καταδίκῃ τοῦτον ὑποβαλὼν, αὐτὸς παρὼν, ἐλευθερώσῃ δι᾽ ἑαυτοῦ ἐξ ὁλοκλῆρου τὸν ἄνθρωπον ἐν μορφῇ τῇ ἑαυτοῦ. Οὔτε γὰρ θάνατος ὑπερισχύσας ὑπηγάγετο ἑαυτῷ τὴν ἀνθρωπίνην τοῦ Λόγου ψυχὴν εἰς δεσμῶν κατοχήν· οὔτε πάλιν ἡ φθορὰ τυραννικῶς διαρπάσασα τὸ σῶμα ἐνεργεῖ εἰς διαφθορὰν, ὡς ἀπρονοήτων ὄντων τῶν πραγμάτων. Οὕτως γὰρ ἐννοεῖν τὸ τοιοῦτον ἀσεβές· ἀλλ᾽ ὁ τὴν ἐξέτασιν τῆς παρακοῆς ποιησάμενος καὶ κρίσιν ἐπαγαγὼν, διπλῆν τῆς τιμωρίας τὴν ἀπόφᾶσιν δέδωκε· τῷ μὲν γηΐνῳ εἰρηκώς· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ οὕτως ὑποδέχεται φθορὰ τὸ σῶμα, Δεσπότου ἀποφηναμένου· τῇ δὲ ψυχῇ· Θανάτῳ ἀποθανῇ· καὶ οὕτως διχῇ διαιρεῖται ὁ ἄνθρωπος, καὶ ἐν δυσὶ τόποις οἴχεσθαι καταδικάζεται. Διά τοῦτο χρεία γέγονε τοῦ ἀποφηναμένου, ἵνα αὐτὸς δι᾽ ἑαυτοῦ λύσῃ τὴν ἑαυτοῦ ἀπόφασιν, ἐν μορφῇ τοῦ καταδικασθέντος ἀκαταδικάστῳ καὶ ἀναμαρτήτῳ ὀφθείς· ἵνα καὶ ἡ καταλλαγὴ τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον γένηται, καὶ ἡ ἐλευθερία τοῦ παντὸς ἀνθρώπου δι᾽ ἀνθρώπου ὑπάρξῃ, ἐν τῇ καινότητι τῆς εἰκόνος τοῦ Υἱοῦ αὕτου Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Εἰ δὲ καὶ ἕτερον τόπον καταδίκης δεῖξαι δύνασθε, εἰκότως ἂν λέγοιτε τριχῇ διαιρεῖσθαι τὸν ἄνθρωπον· καὶ ἐκ μὲν τῶν δύο τόπων τὴν ἀνάκλησιν γεγονέναι, ἐν δὲ τῷ τρίτῳ μένειν ἐν δεσμοῖς τὸ δεδεμένον. Εἰ δὲ μὴ ἔχετε δεῖξαι ἕτερον τόπον παρὰ τὸν τάφον καὶ τὸν ἄδην, ἐξ ὧν ἠλευθέρωται τελείως ὁ ἄνθρωπος, Χριστοῦ ἐλευθερώσαντος ἡμᾶς ἐν τῇ ἑαυτοῦ καθ᾽ ἡμᾶς μορφῇ τελεία καὶ ἀληθεστάτῃ· πῶς ἔτι ταῦτα λέγετε, ὡς οὐδέπω καταλλαγέντος τῇ ἀνθρωπότητι τοῦ Θεοῦ; Πῶς οὖν ἐπεδήμησεν ὁ Σωτήρ; ἣ ὡς ἀδύνατος τὸν σύμπαντα λῦσαι ἄνθρωπον; ἢ ὡς βδελυξάμενος τὸν ἅπαξ ἁμαρτήσαντα νοῦν; ἣ ὡς δεδοικὼς μὴ καὶ αὑτὸς μέτοχος γένηται τῆς ἁμαρτίας, εἰ τέλειος γένηται ἄνθρωπος, Θεὸς ὤν; Ἀλλ᾽ ἀσεβείας ἔμπλεοι οἱ ταῦτα οὕτως ἐννοοῦντες. Τί γὰρ περὶ τῆς ἁμαρτίας ὁριζόμενοι ταῦτα λαλεῖτε, φυσικὴν εἶναι τὴν ἁμαρτίαν λέγοντες, κατὰ τὸν ἀσεβέστατον Μανιχαῖον;
Ταῦτα οὕτως φρονεῖτε κατήγοροι γινόμενοι τοῦ δημιουργοῦ τῆς φύσεως. Ὅτε τὸν Ἀδὰμ ἀρχῆθεν ἔπλασεν ὁ Θεὸς, μήτιγε σύμφυτον αὐτῷ δέδωκε τὴν ἁμαρτίαν; Τίς οὖν ἔτι χρεία ἦν τῆς ἐντολῆς; πῶς δὲ αὐτὸν κατεδίκασεν ἁμαρτήσαντα; πῶς δὲ καὶ πρὸ τῆς παρακοῆς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρὸν ὁ Ἀδάμ; Ὃν ἔπλασεν ὁ Θεὸς ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνι τῆς ἰδίας ἀϊδιότητος, ἐποίησεν αὑτὸν φύσιν ἀναμάρτητον, καὶ θέλησιν αὐτεξούσιον· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, εὑραμένου τῆς παραβάσεως τὴν ἐπίνοιαν. Καὶ οὕτως ἐκ παρακοῆς ἐντολῆς Θεοῦ γέγονεν ὁ ἄνθρωπος δεκτικὸς τῆς ἐπισπορᾶς τοῦ ἐχθροῦ. Καὶ ἐνήργει λοιπὸν ἡ ἁμαρτία ἐν τῇ φύσει τοῦ ἀνθρώπου πρὸς πᾶσαν ἐπιθυμίαν· οὐ φύσιν ἐν αὐτῷ ἐργασαμένου τοῦ διαβόλου, μὴ γένοιτο! οὐδὲ γὰρ φύσεως ἂν εἴη δημιουργὸς ὁ διάβολος, κατὰ τὴν τῶν Μανιχαίων ἀσέβειαν· ἀλλὰ φύσεως παρατροπὴν ἐκ παραβάσεως εἰργάσατο· καὶ οὕτως ἐβασίλευσεν ὁ θάνατος πάντων ἀνθρώπων. Διὰ τοῦτο οὖν, φησὶν, ἦλθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Ποῖα ἔργα τοῦ διαβόλου ἔλυσεν ὁ Υἱὺς τοῦ Θεοῦ; ὅτι φύσιν, ἣν ἐποίησεν ὁ Θεὸς ἀναμάρτητον, παρέτρεψεν ὁ διάβολος εἰς παράβασιν ἐντολῆς Θεοῦ, καὶ εὕρεσιν ἁμαρτίας θανάτου, ταύτην ἑαυτῷ ἀνεστήσατο ὁ Θεὸς Λόγος, ἀνεπίδεκτον τῆς τοῦ διαβόλου παρατροπῆς καὶ εὑρέσεως ἁμαρτίας. Καὶ διὰ τοῦτο ἔλεγεν ὁ Κύριος· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Εἰ δὲ ὁ ἄρχων τοῦ κόσμου τούτου οὐδὲν τῶν ἑαυτοῦ πραγμάτων ηὕρισκεν ἐν τῷ Χριστῷ, πολλῷ μᾶλλον ὁ Χριστὸς οὐδὲν τῆς ἰδίας ποιήσεως προσκατέλιπε τῷ ἄρχοντι τοῦ κόσμου τούτου. Ἢ καὶ διὰ τοῦτο οὐδὲν ηὕρισκεν ἐν αὐτῷ, τελείαν τὴν καινότητα ἐπιδειξαμένου τοῦ Χριστοῦ, ἵνα τελείαν τὴν σωτηρίαν κατεργάσηται ὅλου τοῦ ἀνθρώπου, ψυχῆς λογικῆς καὶ σώματος, ἵνα τελεία ἣ καὶ ἀνάστασις. Μάτην οὖν Ἀρειανοὶ σοφίζονται, σάρκα μόνην ὑποτιθέμενοι ἀνειληφέναι τὸν Σωτῆρα, τὴν δὲ τοῦ πάθους νόησιν ἐπὶ τὴν ἀπαθῇ θεότητα ἀναφέροντες ἀσεβῶς. Μάτην δὴ καὶ ὑμεῖς καθ᾽ ἑτέραν ἐπίνοιαν, τὰ ἴσα τούτοις φρονοῦντες, λέγετε τῷ περιέχοντι σχήματι, τουτέστι τῷ ὀργανικῷ προσκεχρῆσθαι· ἀντὶ δὲ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου, νοῦς ἐπουράνιος ἐν Χριστῷ. Καὶ πῶς ἦν λυπούμενος καὶ ἀδημονῶν, καὶ προσευχόμενος; Καὶ, Ἐταράγθη δὲ τῷ πνεύματι ὁ Ἰησοῦς, γέγραπται. Ταῦτα δὲ οὔτε σαρκὸς ἀνοήτου ἂν εἴη, οὔτε θεότητος ἀτρέπτου, ἀλλὰ ψυχῆς νόησιν ἐχούσης, λυπουμένης, καὶ ταραττομένης, καὶ ἀδημονούσης, καὶ νοητῶς ἐπαισθανομένης τοῦ πάθους.
Εἰ δὲ τοίνυν ταῦτα οὕτω νοεῖν οὐ βούλεσθε, τριῶν προσκειμένων νοημάτων, φαντασίας καὶ βλασφημίας καὶ ἀληθείας, ποίαν ἕλοισθε ἄν; Τῷ γὰρ ὑπονοεῖν δοκήσει εἰρῆσθαι τὰ εἰρημένα, φαντασία ἂν νομισθείη καὶ τὰ γενόμενα. Εἰ δὲ ἐπ᾽ ἁληθείας εἴρηται, ἀλλοτρία δὲ καθόλου ἡ ψυχὴ τοῦ Κυρίου ἐγεγόνει τῆς ἰδίας νοήσεως, Θεὸν τὸν Λόγον ἔχουσα νοῦν, τετράφθαι τὸ ἄτρεπτον εἰς λύπην, καὶ ἀδημονίαν, καὶ ταραχὴν, τὸ ἐννοεῖν ἀσεβές ἐστι· κἂν λέγῃ τὰ Εὐαγγέλια, ὅτι Ἐταράχθη Ἰησοῦς τῷ πνεύματι· ἀλλὰ δείκνυσι τὸν νοῦν ὁ Κύριος εἰρηκώς· Ἡ ψυχή μου τετάρακται. Εἰ δὴ ψυχῆς ἰδίας νόησιν ὁ Κύριος ἐπιδείκνυται, εἰς συμπάθειαν τῆς ἡμετέρας ψυχῆς, ἵνα οὕτω καὶ αὐτοῦ νοήσωμεν εἶναι τὸ πάθος, καὶ αὐτὸν ἀπαθῆ ὁμολογῶμεν. Ὥσπερ γὰρ τῷ αἵματι τῆς σαρκὸς αὐτοῦ ἐλυτρώσατο ἡμᾶς, οὕτω καὶ τῇ νοήσει τῆς ψυχῆς αὐτοῦ τὴν νίκην ὑπὲρ ἡμῶν ἐπιδείκνυται, λέγων· Ἐγὼ νενίκηκα τὸν κόσμον· καὶ ἀλλαχοῦ δέ· Διδόντι ἡμῖν τὸ νῖκος. Ἀλλ ὥσπερ τὸ αἷμα οὐκ ἂν κοινὸν τοῖς εὐσεβέσι νοηθείη, ὥσπερ τοῖς ἀπίστοις, ἀλλὰ σωτήριον· οὕτως καὶ ἡ νόησις λεγομένη, οὐκ ἀνθρωπίνη ἀσθενείᾳ περικειμένη, ἀλλὰ Θεοῦ φύσιν ἐπιδεικνυμένη. Καὶ οὕτως ἂν λέγοιτο τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος ὁ Χριστός· οὐχ ὡς τῆς θεϊκῆς τελειότητος εἰς ἀνθρωπίνην τελειότητα μεταποιηθείσης, ὅ ἔστιν ἀσεβές· οὔτε μὴν ὡς δύο τελειοτήτων κατὰ διαίρεσιν ὁμολογουμένων, ὅ ἐστιν ἀλλότριον εὖσεθείας· οὔτε δὲ κατὰ προκοπὴν ἀρετῆς, καὶ πρόσληψιν δικαιοσύνης, μὴ γένοιτο! ἀλλὰ καθ᾽ ὕπαρξιν ἀνελλιπῇ· ἵνα εἷς ᾖ τὰ ἑκάτερα, τέλειος κατὰ πάντα, Θεὸς καὶ ἄνθρωπος ὁ αὐτός. Διὰ τοῦτο γὰρ καὶ ὁ Κύριος ἔλεγε· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ κατώδυνός ἐστι. Τὸ δὲ νῦν, τοῦτ᾽ ἔστιν, ὅτε ἠθέλησεν. Ὅμως μέντοι τὸ ὃν ἐπεδείκνυτο· οὐ γὰρ τὸ μὴ ὃν ὡς παρὸν ὠνόμαζεν, ὡς δοκήσει λεγομένων τῶν γινομένων· φύσει γὰρ καὶ ἀληθείᾳ τὰ πάντα ἐγένετο.
Φύσει οὖν καὶ οὐ θέσει τοῦ Κυρίου ἀνθρώπου γενομένου, οὔτε κατὰ φύσιν, οὔτε κατὰ πρᾶξιν ἀνθυποφέρειν ὑμᾶς δυνατὸν τὴν ἁμαρτίαν ἐν τῷ Δημιουργῷ. Ἐν μὲν γὰρ τῇ ἡμετέρᾳ φύσει καὶ τῆς εὑρέσεως ἡ μάχη ἔτι γίνεται, καὶ τῆς ἐπισπορᾶς ἡ προσχώρησις διὰ τὸ ἡμῶν ἀσθενές· ἡ δὲ τοῦ Λόγου σάρκωσις κατὰ φύσιν Θεοῦ γενομένη, ἀνεπίδεκτὸς γέγονε τῶν ἐν ἡμῖν ἐκ τῆς παλαιότητος ἔτι πολιτευομένων πραγμάτων· καὶ διὰ τοῦτο διδασκόμεθα ἀπεκδύσασθαι τὸν παλαιὸν καὶ ἐπενδύσασθαι τὸν νέον. Καὶ ἐν τούτῳ τὸ θαυμαστὸν, ὅτι καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος, καὶ χωρὶς ἁμαρτίας· ὅτι καινότης ὅλη γέγονεν, ἵνα ἐνδείξηται τὸ δυνατὸν αὐτοῦ. Καὶ ὅσα μὲν αὐτὸς συνέταξε θελήσας τῇ φύσει, εἰς ἑαυτὸν ἀνεδέξατο, ὅσα ἠθέλησε, τουτέστι γεννήσεως τῆς ἐκ γυναικὸς, αὐξήσεώς τε ἡλικίας, ἐτῶν ἀριθμήσεως, κόπου, καὶ πείνης, καὶ δίψης, καὶ ὕπνου, καὶ λύπης, καὶ θανάτου, καὶ ἀναστάσεως. Διὰ τοῦτο καὶ ὅπου διεφθάρη τὸ τοῦ ἀνθρώπου σῶμα, ἐκεῖ προῖεται Ἰησοῦς τὸ ἴδιον σῶμα· καὶ ὅπου κεκράτητο ἣ ψυχὴ ἡ ἀνθρωπίνη ἐν θανάτῳ, ἐχεῖ ἐπιδείκνυται ὁ Χριστὸς τὴν ἀνθρωπίνην ψυχὴν ἰδίαν οὗσαν, ἵνα καὶ παρῇ ὡς ἄνθρωπος ὁ ἀκράτητος ἐν θανάτῳ, καὶ λύσῃ τὴν κράτησιν τοῦ θανάτου, ὡς Θεός· ἵνα ὅπου ἑσπάρη ἡ φθορὰ, ἐκεῖ ἀνατείλῃ ἡ ἀφθαρσία· καὶ ὅπου ἐβασίλευσεν ὁ θάνατος ἐν μορφῇ ψυχῆς ἀνθρωπίνης, παρὼν ὁ ἀθάνατος ἐπιδείξηται τὴν ἀθανασίαν· καὶ οὕτως ἡμᾶς μετόχους καταστήσῃ τῆς ἑαυτοῦ ἀφθαρσίας καὶ ἀθανασίας ἐν ἐλπίδι ἀναστάσεως τῆς ἐκ νεκρῶν· ὅπως ἂν καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, ὡς γέγραπται· ἵν᾽, ὥσπερ δι᾽ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, οὕτως καὶ δι᾽ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον, καθὼς γέγραπται. Πῶς οὖν λέγετε, Ἀντὶ τοῦ ἔσωθεν ἀνθρώπου τοῦ ἐν ἡμῖν, νοῦς ἐπουράνιος ἐν Χριστῷ; Μήτιγε, διχῇ μερίσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν, καὶ ἐν τάφῳ ἐπεδείκνυτο καὶ ἐν ᾅδῃ; Ἀλλ᾽ οὐχ οἷόν τε ἦν ἕτερον ἀνθ᾽ ἑτέρου ἀντιδοῦναι λύτρον· ἀλλὰ σῶμα ἀντὶ σώματος, καὶ ψυχὴν ἀντὶ ψυχῆς δέδωκε, καὶ τελείαν ὕπαρξιν ὑπὲρ ὅλου ἀνθρώπου· τοῦτ᾽ ἔστι τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ, ὃ ὠνείδισαν ἐπὶ τοῦ σταυροῦ οἱ ἐχθροὶ τῆς ζωῆς Ἶουδαῖοι παραπορευόμενοι, καὶ κινοῦντες τὰς κεφαλὰς αὐτῶν. Οὔτε γὰρ ὁ ἄδης ἤνεγκεν ἀπαρακαλύπτου θεότητος ἐπίβασιν· τοῦτο καὶ προφῆται καὶ ἀπόστολοι μαρτυροῦσιν.
Ἔστι δὲ καὶ ἐπὶ τῆς τοῦ σταυροῦ οἰκονομίας συνιδεῖν τὸ λεγόμενον· ὅπως ὁ Κύριος τῇ μὲν προβολῇ τοῦ αἴματος τὴν βεβαιότητα τῆς σαρκὸς ἐπεδείκνυτο· τῇ δὲ προσθήκῃ τοῦ ὕδατος τὴν ἄχραντον καθαρότητα ἐδήλου, καὶ ὅτι τοῦ Θεοῦ τὸ σῶμα· κράξας δὲ καὶ κλίνας τὴν κεφαλὴν, καὶ παραδοὺς τὸ πνεῦμα, τὸ ἔσωθεν τοῦ ἰδίου σώματος, τουτέστι τὴν ψυχὴν ἐσήμανε· περὶ ἧς καὶ εἴρηκεν, ὅτι Τίθημι ὑπὲρ τῶν προβάτων τῶν ἐμῶν. Ὥστε τὴν ἔκπνευσιν οὐκ ἂν τις εἴποι θεότητος μετάστασιν, ἀλλὰ ψυχῆς ἀποχώρησιν. Εἰ γὰρ κατὰ μετάστασιν θεότητος ὁ θάνατος γέγονε καὶ ἡ τοῦ σώματος νέκρωσις, ἴδιον ἄρα θάνατον ἀπέθανε, καὶ οὐ τὸν ἡμέτερον. Καὶ πῶς εἰς ἄδου κατῆλθεν ἀπαρακαλύπτῳ τῇ θεότητι; Ποῦ οὖν ἡ ψυχὴ, ἣν ἐπηγγείλατο ὁ Κύριος τιθέναι ὑπὲρ τῶν προβάτων περὶ ἧς καὶ προφῆται προμηνύουσιν; εἰ δὲ ψυχῆς ἀποχώρησις γέγονε, διὰ τοῦτο εἴρηται, ὅτι τὸν ἡμέτερον ἀνεδέξατο θάνατον, τουτέστι τῆς καθ᾽ ἡμᾶς διαλύσεως ἀνασχόμενος, ὥσπερ καὶ γεννήσεως.
Μάταιον οὖν ὑμῶν τὸ σόφισμα· ἐπεὶ πῶς ἂν ὁ θάνατος ἐγεγόνει, εἰ μὴ καὶ τὸν ἔσωθεν καὶ τὸν ἔξωθεν συνεστήσατο ἑαυτῷ ὁ Λόγος, τουτέστι σῶμα καὶ ψυχήν; Πῶς δὲ καὶ ὑπὲρ τοῦ παντὸς ἀντέδωκεν ἀντίλυτρον; ἣ πῶς ἡ κράτησις τοῦ θανάτου τελείαν ἐλάμβανε τὴν λύσιν, εἰ τὸ κατὰ φρόνησιν ἁμαρτῆσαν, τὴν ψυχὴν, Χριστὸς ἀναμάρτητον οὐ συνεστήσατο ἐν ἑαυτῷ; Ἔτι οὖν βασιλεύει ὁ θάνατος τοῦ ἔσωθεν ἀνθρώπου· τίνος γὰρ ἄλλου καὶ ἐβασίλευσέ ποτε, οὐχὶ ψυχῆς τῆς ἐν φρονήσει ἀμαρτησάσης; καθὼς εἴρηται· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη καὶ ἀποθανεῖται· ὑπὲρ ἧς τὴν ἰδίαν ψυχὴν τέθεικεν ὁ Χριστὸς λύτρον ἀντιδιδούς. Τίνος δὲ καὶ ἀρχῆθεν κατέγνω ὁ Θεός; τῆς πλάσεως τοῦ πλάσαντος, ἣ τῆς πράξεως τοῦ πλάσματος; Εἰ τῆς πλάσεως τοῦ πλάσαντος κατέγνω Θεὸς, ἑαυτοῦ κατέγνω· καὶ ἔσται ὡς οἱ ἄνθρωποι. Εἰ δὲ ἀσεβὲς τοῦτο περὶ Θεοῦ ἐννοεῖν, κατέγνω δὲ τῆς πράξεως τοῦ πλάσματος, περιαιρεῖ τοίνυν τὴν πρᾶξιν, καὶ καινοποιεῖ τὴν πλάσιν· αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς.
Ἀλλὰ πάλιν λέγετε· Ἡμεῖς Θεὸν λέγομεν τὸν ἐκ Μαρίας. Πῶς τοίνυν λέγετε, ὡς Μαρκίων, Θεὸν ἐπιδημήσαντα, καὶ Θεὸν ἀθίγως προσεληλυθότα, φύσιν ἔχοντα ἀνεπίδεκτον σαρκὸς ἀνθρωπίνης; Ἢ πῶς λέγετε Θεὸν, ὡς Παῦλος ὁ Σαμοσατεύς; τοῦτο γὰρ τῆς ἐκείνου ἀσεβείας τὸ πρόσχημα, Θεὸν ὁμολογεῖν τὸν ἐκ Μαρίας, πρὸ αἰώνων μὲν προορισθέντα, ἐκ δὲ Μαρίας τὴν ἀρχὴν τῆς ὑπάρξεως ἐσχηκότα. Λόγον δὲ ἐνεργῆ ἐξ οὐρανοῦ καὶ σοφίαν ἐν αὐτῷ ὁμολογεῖ, πλεῖον παρ᾽ ὑμᾶς χαριζόμενος κατὰ τὴν ἑαυτοῦ ἀσέβειαν· ὥσπερ ὑμεῖς λέγετε νοῦν ἐπουράνιον ἐν σώματι ἐμψύχῳ. Οὔτε δὲ σῶμα ἔμψυχον ἤδη ἄνθρωπος τέλειος, οὔτε νοῦς ἐπουράνίος ἤδη Θεός. Σῶμα γάρ ἔμψυχον λέγεται, ἐφ᾽ ᾧ ἑνυποστάτως τὸ τῆς ψυχῆς φέρεται ὄνομα. Σῶμα δὲ ἀνθρώπου σῶμα λέγεται, καὶ οὐ ψυχή· καὶ ψυχὴ ἀνθρώπου λέγεται, καὶ οὐ σῶμα, ἕτερον πρὸς ἕτερον ὃν, τουτέστι πνεῦμα πρὸς σῶμα. Τίς δὲ, φησὶν, ἔγνω νοῦν Κυρίου; Νοῦς Κυρίου οὔπω Κύριος, ἀλλὰ Κυρίου θέλησις, ἣ βουλὴ, ἣ ἐνέργεια πρός τι. Πῶς οὖν ταῦτα λαλεῖν ἐπινοεῖτε, πλαστοῖς λόγοις καπηλεύοντες τὸν Λόγον τοῦ Θεοῦ; Ἀλλ᾽ ἡ τοῦ Θεοῦ Ἐκκλησία οὔτε οὕτω παρείληφεν, οὔτε οὕτω παρἔδωκεν· ἀλλὰ, καθὼς γέγραπται, τὸν Θεὸν καὶ Λόγον, τὸν ὄντα πρὸς τὸν Θεὸν πρὸ αἰώνων, ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπιδημήσαντα, καὶ ἐξ ἁγίας Παρθένου, καὶ ἐκ Πνεύματος ἁγίου γεννηθέντα Υἱὸν ἀνθρώπου, ὡς γέγραπται· Ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὑτῆς τὸν πρωτότοκον· ἵνα γένηται πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, αὐτὸς ὧν Θεὸς ἀληθινός· ἵνα καὶ πάθη ὑπὲρ ἡμῶν, ὡς ἄνθρωπος, καὶ λυτρώσηται ἡμᾶς ἐκ πάθους καὶ θανάτου, ὡς Θεός. Μάτην οὖν φαντάζεσθε, τοῦ φρονοῦντος καὶ ἄγοντος τὴν σάρκα ἐν ἑαυτοῖς δύνασθαι τὴν καινότητα κατἐργάζεσθαι, οἰόμενοι διὰ μιμήσεως· οὐ νοοῦντες, ὅτι μίμησις, προαγούσης πραγματείας γίνεται μίμησις· ἐπεὶ οὐκ ἂν λέγοιτο μίμησις. Ἐν δὲ Χριστῷ, σαρκὸς μόνης καινότητα ὁμολογοῦντες, πλανώμενοι βλασφημεῖτε. Εἰ γὰρ τοῦ ἄγοντος τὴν σάρκα δυνατὸν ἦν ἀνθρώποις τὴν καινότητα κατεργάσασθαι ἑαυτοῖς χωρὶς Χριστοῦ, ἕπεται δὲ τῷ ἄγοντι τὸ ἀγόμενον· τίς ἦν χρεία τῆς Χριστοῦ ἐπιδημίας;
Μάταιοι δὲ καὶ οἱ λέγοντες, ὡς ἐπὶ ἕνα τῶν προφητῶν ἐπιδεδημηκέναι τὸν Λόγον. Τίς γὰρ τῶν προφητῶν, Θεὸς ὧν, ἄνθρωπος γέγονε; Διὰ τί δὲ ὁ νόμος οὐδὲν ἐτελείωσε; διὰ τί δὲ καὶ ἐβασίλευσεν ὁ θάνατος καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῶν πρωτοπλάστων; διὰ τί δὲ καὶ ὁ Κύριος ἔλεγεν· Ἐὰν ὑμᾶς ὁ Υἱὸς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε; Οὐχὶ κατὰ τὴν καινότητα, τὴν ἐν αὐτῷ, καὶ τὴν τελειότητα, δι᾽ ἧς καὶ οἱ πιστεύσαντες ἀνακαινιζόμεθα, κατὰ μίμησιν καὶ μετοχὴν τῆς τελείας καινότητος τοῦ Χριστοῦ; Ἀλλὰ ὑμῖν πάντα ἐπινενόηται, ἵνα μίαν τῆς ἀρνήσεως κατασκευάσητε γνώμην. Καὶ τὴν μὲν ψυχὴν κατὰ μετάφρασιν, ποτὲ μὲν νοῦν παράφρονα ὀνομάζοντες, ποτὲ δὲ ἁμαρτίαν ἐνυπόστατον, ποτὲ δὲ, ὡς ἐργάτιν τῆς ἁμαρτίας, ἐξωθεῖτε· καὶ τὴν σάρκα ποτὲ μὲν ἄκτιστον, ποτὲ δὲ ἐπουράνιον, ποτὲ δὲ ὁμοούσιον τῷ Λόγῳ, ἵνα τελείαν ἑαυτοῖς τὴν ἄρνησιν βεβαιώσητε. Ὥσπερ δὲ Αρειος, ἀπολισθήσας ἀπὸ τῆς πίστεως, τῆς ἐν τῇ ἀῤῥήτῳ καὶ ἀληθεστάτῃ τοῦ Υἱοῦ ἐκ Πατρὸς γεννήσει, πάθος καὶ τομὴν καὶ ῥεῦσιν προεξεῦρεν· ἵνα διὰ τῶν ἀσεβῶν ῥημάτων καταβάλῃ τοὺς ἀστηρίκτους εἰς τὸν τῆς παρανομίας βόθρον· Βόθρος γὰρ βαθὺς στόμα παρανόμου· οὕτω δ᾽ αὖ πάλιν Σαβέλλιος, ἀνυπόστατον τὸν Υἱὸν ἐννοήσας, καὶ ἀνύπαρκτον τὸ ἅγιον Πνεῦμα. διαίρεσιν θεότητος, καὶ ἀρχῶν, καὶ θεῶν ἀρίθμησιν καταιτιώμενος, τῇ Ἰουδαϊκῇ στηρίζεται γνώμῃ· οὕτω δὴ Μανιχαῖος, ἀπιστήσας τῇ σαρκώσει καὶ ἐνανθρωπήσει τοῦ Κυρίου, ἀσεβὴς κατὰ πάντα γέγονε, λέγων δυσὶν ὑποκεῖσθαι Δημιουργοῖς τὸν ἄνθρωπον, πονηρῷ τε καὶ ἀγαθῷ· τὸν αὑτὸν τρόπον καὶ ὑμεῖς συκοφαντοῦντες λέγετε ἡμᾶς δύο λέγειν Υἱοὺς, καὶ ἀνθρωπολάτρας ἡμᾶς ὀνομάζετε, Ἢ τὴν ἁμαρτίαν ἀνθυποφέρετε, οὐχ ἵνα εὐσεβήσητε, ἀλλ᾽ ἵνα τὴν πλάνην ὑμῶν ταῖς κακαῖς ἐφευρέσεσιν εὐπροχώρητον δείξητε, καὶ ἐκκλίνητε τοὺς ἀστηρίκτους ἀπὸ τῆς πίστεως τοῖς ἀσεβέσιν ὑμῶν ῥήμασιν. Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην.
Ταῦτα ἔγραψα, ἀγαπητέ· κᾶν ὅτι μάλιστα οὐδὲν πλέον ἔδει γράφειν· αὐτάρκης γὰρ ἡ εὐαγγελικὴ παράδοσις· ἀλλ᾽ ἐπειδὴ ἡρώτησας περὶ τῆς ἐν ἡμῖν πίστεως, καὶ ἕνεκά γε τῶν ἐρεσχελεῖν βουλομένων ταῖς ἐφευρέσεσι, καὶ οὐ λογιζομένων, ὅτι ὁ ἐκ τῶν ἰδίων λαλῶν τὸ ψεῦδος λαλεῖ. Οὔτε γὰρ κάλλος, οὔτε δόξαν σώματος Χριστοῦ ἐφικτὸν διανοίᾳ ἀνθρώπου ἐξειπεῖν· ἀλλά γε καὶ τὰ γενόμενα, ὡς γέγραπται, ὁμολογεῖν, καὶ τὸν ὄντα Θεὸν προσκυνεῖν εἰς δόξαν καὶ ἐξομολόγησιν τῆς αὐτοῦ φιλανθρωπίας, καὶ ἐλπίδα τῆς σωτηρίας ἡμῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.