Library › St Athanasius › Against Apollinaris
Against Apollinaris
St Athanasius, Greek, PG 26, 1857
Οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ ἐκ Θεοῦ καὶ ἀνθρώπου ἕνα ὁμολογοῦντες, ὡς γέγραπται …
Οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ ἐκ Θεοῦ καὶ ἀνθρώπου ἕνα ὁμολογοῦντες, ὡς γέγραπται ἐν τῷ Εὐάγγελίῳ, Τοῦ Ἀδὰμ, τοῦ Θεοῦ, λεγέτωσαν, πῶς τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα Θεὸν καὶ λαβόντα τὴν τοῦ δούλου μορφὴν ὑπειλήφασιν, ἢ τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, νενόηκασιν. Ὁ γὰρ εἰρηκὼς, ὅτι Ὁ Λόγος σὰρξ ἐγένετο, εἴρηκεν, ὅτι αὐτὸς τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν. Ἆρα ὡς τοῦ Λόγου τροπὴν ὑπομείναντος εἰς σαρκὸς μεταποίησιν, ἣ ψυχῆς ὁμοίωσιν· ἣ ὡς φανταστικὴν τὴν δεῖξιν ποιησαμένον τῆς ἀνθρωπίνης μορφῆς, ὥσπερ οἱ ἄλλοι τῶν αἰρετικῶν πλανώμενοι λέγουσιν; Ἀλλ᾽ οὐ συγχωρεῖ ὁ Ἀπόστολος, σαφῶς εἰρηκὼς, ὅτι Τίς ὧν, τί ἔλαβεν. Ὥσπερ γὰρ ἡ μορφὴ τοῦ Θεοῦ, τὸ πλήρωμα τῆς τοῦ Λόγου θεότητος νοεῖται· οὕτως καὶ ἡ μορφὴ τοῦ δούλου, ἡ νοερὰ τῆς ἀνθρώπων συστάσεως φύσις σὺν τῇ ὀργανικῇ καταστάσει ὁμολογεῖται· ἵνα τὸ μὲν, ἦν, ὁ Λόγος νοῆται, τὸ δὲ, ἐγένετο, ἡ σὰρξ ὁμολογῆται σὺν τῇ ψυχῇ· ἥτις λέγεται μορφὴ δούλου, νοερά τις σύστασις νοουμένη. Διὰ τοῦτο νεκρωθεὶς ἄνθρωπος ἄμορφος λέγεται, καὶ λύεται ὅλος, τῆς ψυχῆς, τῆς ἄλυτον ἐχούσης τὴν φύσιν, ἀποχωρησάσης ἀπὸ τοῦ σώματος. Ὅθεν ὁ μὲν Παῦλος τῆς νοερᾶς φύσεως τὴν μαρτυρίαν ποιεῖται, ὁ δὲ Ἰωάννης τῆς ὀργανικῆς τοῦ σώματος ἐπιδείξεως, ἵνα ἑκάτεροι τὸ πᾶν τῆς οἰκονομίας μυστήριον καταγγέλλωσι. Δῆλον γὰρ, ὅτι ὁ προῦπάρχων Θεὸς Λόγος πρὸ τῆς ἐν σαρκὶ ἐπιδημίας οὐκ ἦν ἄνθρωπος, ἀλλὰ Θεὸς ἦν πρὸς τὸν Θεὸν, ἀόρατος καὶ ἀπαθὴς ὤν.
Οὔτε οὖν τὸ, Χριστὸς, ὄνομα δίχα τῆς σαρκὸς προσάγεται· ἐπειδὴ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πάθος καὶ ὁ θάνατος, τοῦ μὲν Παύλου γράφοντος· Εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν· καὶ ἀλλαχοῦ λέγοντος Τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός· καὶ ὅτι Ἄνθρωπος Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν. Οὐχ ὅτι οὐ Θεὸς, ἀλλ᾽ ὅτι καὶ ἄνθρωπος ὁ Χριστός. Διό, Μνημόνευε, φησὶν, Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. Καὶ διὰ τοῦτο ἡ Γραφὴ ἑκατέρων τῶν ὀνομάτων ποιεῖται τὴν προσαγωγὴν ἐν ἐπιδείξει ὑπάρξεως· ἀοράτως μὲν Θεοῦ νοουμένου καὶ ὄντος ἀληθῶς, ὁρατῶς δὲ ἀνθρώπου ψηλαφωμένου καὶ ὑπάρχοντος ἀληθῶς· οὐκ ἐν διαιρέσει προσώπων ἣ ὀνομάτων, ἀλλὰ φυσικῇ γεννήσει καὶ ἀλύτῳ ἑνώσει· ἵνα, ἐν αὐτῷ τοῦ πάθους ὁμολογουμένου ἀληθῶς, ὁ αὐτὸς καὶ παθητὸς καὶ ἀπαθὴς εἶναι συνομολογῆται ἁληθινῶς. Πῶς οὖν γέγονε Χριστὸς ὁ Λόγος, Θεὸς ὧν, πρὶν γένηται ἄνθρωπος; Εἰ μὲν γὰρ θεότητος ἴδιον τὸ, Χριστὸς, ὄνομα, δίχα σαρκὸς, προσακτέον ἄρα καὶ τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι· ἔσται δὲ καὶ τὸ πάθος κοινὸν, ὥς τινες πεπλανημένοι λέγουσιν. Ἢ καὶ αὐτὸν ἀπαθῇ καὶ ἀσώματον θεὸν Λόγον καὶ πρὸ τῆς σαρκώσεως καὶ ἐνανθρωπήσεως ἐρεῖτε δεκτικὸν εἶναι πάθους καὶ θανάτου; Καὶ πῶς ὁ τῷ Πατρὶ ὁμοούσιος Υἱὸς, καὶ ἀδιαίρετος κατὰ τὴν θείαν φύσιν, παθητὸς ἂν λέγοιτο, ἄτρεπτος ὧν καὶ ἀναλλοίωτος, εἰ μὴ, λαβὼν ἐκ μήτρας Παρθένου τὸ σύμπαν τῆς ἀνθρώπου συστάσεως εἶδος ἐν ἑαυτῷ, ἐγένετο ἄνθρωπος· ἵνα καὶ ἄνθρωπος ᾖ ἐν τῷ πάθει, καὶ ἄτρεπτος ᾖ Θεὸς ὤν;
Διὰ τοῦτο γὰρ καὶ ἡ χρίσις ἐγένετο, οὐχ ὡς Θεοῦ χρίσεως δεομένου, οὐδ᾽ αὖ πάλιν τῆς χρίσεως δίχα Θεοῦ γενομένης, ἀλλὰ Θεοῦ μὲν τὴν χρίσιν προσαγομένου, ἐν δὲ τῷ δεκτικῷ τῆς χρίσεως σώματι δεχομένου. Πρόδηλον οὖν, ὅτι οὐ δίχα σαρκὸς ἀνθρωπίνης ὁ Λόγος Χριστὸς γέγονεν, ἑαυτὸν καταμερίσας εἰς σαρκὸς ἐπίδειξιν, ἢ ψυχῆς ὁμοίωσιν· ἀλλὰ μένων ὃ ἦν, ἔλαβε τὴν τοῦ δούλου μορφὴν, οὐ λειπομένην ὑπάρξεως τῆς ἐν ἐπιδείξει φανερουμένης, διά τε πάθους καὶ ἀναστάσεως καὶ πάσης τῆς οἰκονομίας, ὡς γέγραπται καὶ δεδήλωται. Εἴπατε τοίνυν, πῶς Θεὸν ἐν Ναζαρὲτ γεγενῆσθαι ὑπειλήφατε; ἐπειδὴ καὶ πάντες αἱρετικοὶ τοῦτο λέγειν εἰώθασιν, ὡς Παῦλος ὁ Σαμοσατεὺς Θεὸν ἐκ τῆς Παρθένου ὁμολογεῖ, Θεὸν ἐκ Ναζαρὲτ ὀφθέντα, καὶ ἐντεῦθεν τῆς ὑπάρξεως τὴν ἀρχὴν ἐσχηκότα, καὶ ἀρχὴν βασιλείας παρειληφότα· Λόγον δὲ ἐνεργὸν ἐξ οὐρανοῦ, καὶ σοφίαν ἐν αὐτῷ ὁμολογεῖ· τῷ μὲν προορισμῷ πρὸ αἰώνων ὄντα, τῇ δὲ ὑπάρξει ἐκ Ναζαρὲτ ἀναδειχθέντα· ἵνα εἷς εἴη, φησὶν, ὁ ἐπὶ πάντα Θεὸς ὁ Πατήρ. Τοιαύτη τούτου ἡ ἀσέβεια. Μαρκίων δὲ καὶ Μανιχαῖος, Θεὸν ἐπιδημήσαντα ἐν Παρθένῳ, καὶ ἀθιγῶς προεληλυθότα, καὶ ἀνεπιδέκτως ἔχοντα κοινωνῆσαι φύσει ἀνθρωπίνῃ, τῇ ὑποπεπτωκυίᾳ τῇ ἁμαρτία, καὶ ὑποκειμένη τῷ ἄρχοντι τὴς κακίας. Εἰ γὰρ ταύτην προσηγάγετο, καὶ τῷ ἄρχοντι τῆς κακίας ὑποκείσεται, καὶ οὐκ ἔσται χωρὶς ἁμαρτίας ὁ Χριστὸς· ἀλλ᾽ ἰδίαν σάρκα ἐπιδεδεῖχθαι ἐξ ἑαυτοῦ καθ᾽ ὁμοίωσιν, ὡς ἐθέλησεν ἐξ οὐρανοῦ ὀφθεῖσαν, καὶ εἷς οὐρανοὺς χωρήσασαν, καὶ θεότητα ὅλην οὖσαν. Οὐαλεντῖνος δὲ πάλιν κοινὸν τῆς Τριάδος τὸ πάθος λέγει, τῆς θεότητος μέρος τὴν σάρκα φανταζόμενος. Ἄρειος δὲ σάρκα μόνην πρὸς ἀποκρυφὴν τῆς θεότητος ὁμολογεῖ· ἀντὶ δὲ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου, τουτέστι τῆς ψυχῆς, τὸν Λόγον ἐν τῇ σαρκὶ λέγει γεγονέναι, τὴν τοῦ πάθους νόησιν, καὶ τὴν ἐξ ᾅδου ἀνάστασιν τῇ θεότητι προσάγειν τολμῶν. Σαβέλλιος δὲ τοῦ Σαμοσατέως Παύλου καὶ τῶν κατ᾽ αὐτὸν ἐπιδέδεικται τὴν γνώμην· δεδοικὼς γὰρ τὴν ἐξ Ἀρείου διαίρεσιν, τῇ ἀναιρετικῇ καταπέπτωκε πλάνῃ. Ὑμεῖς δὲ τίνι πρόσκεισθε, ἢ τίνι βοηθεῖν βούλεσθε; Ἢ, τὸ λεγόμενον, πάμφυλοι γεγόνατε; Πᾶσι γὰρ τοῖς προειρημένοις αἱρετικοῖς συνηνέχθητε, ἀπιστήσαντες τῇ ἑνώσει· καὶ ἀντιλέγοντες τῇ πληρώσει, εἰς ἀναίρεσιν κεχωρήκατε, διαιρέσεως δειλίαν προφασιζόμενοι. Ὥσπερ δὲ οἱ διαιροῦντες μεμήνασι, καὶ οἱ παραιροῦντες πεπλάνηνται, οὕτως οἱ ἀναιροῦντες ἀπόλλυνται· ἀληθινῆς τῆς οἰκονομίας γεγενημένης, καὶ τῆς ἀληθείας φανερωθείσης, καὶ τῆς χάριτος μαρτυρουμένης.
Τί τοίνυν προφασιζόμενοι σοφίζεσθε; τί ὑποκρινόμενοι ὑποκαλύπτετε, καὶ οὐ φανερῶς λέγετε, ὅτι οὐχὶ λαβὼν δούλου μορφὴν γέγονεν ἄνθρωπος, ἀλλ᾽ ὅτι ὥφθη ὡς ἄνθρωπος; ταύτην παρέχει τὴν πεῦσιν ὑμῶν ὁ λόγος, προφάσει λεγόντων ὁ αὐτὸς καὶ ὁ αὐτός. Διὰ τοῦτο καταλέγειν τῆς ἀληθοῦς οἰκονομίας ἐπιχειρεῖτε συκοφαντοῦντες, καὶ λέγοντες· Ἄνθρωπον λέγουσι τὸν Χριστὸν θεοποιηθέντα. Καὶ ποῦ τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος; καὶ ὅτι λαβὼν μορφὴν δούλου ἐγένετο ἄνθρωπος; ἣ ἄνθρωπόν φησι μετὰ Θεοῦ ὄντα, ἢ ἄνθρωπόν φησι Θεῷ συμπλακέντα, ἣ ἄνθρωπον ὑπὲρ κόσμου ἀποθανόντα, καὶ μέρος τοῦ κόσμου ὄντα, ἣ ἄνθρωπον τῆς ἁμαρτίας οὐ χωρισθέντα, ἣ ἄνθρωπον ἀγγέλων δεσπόζοντα, ἣ ἄνθρωπον ὑπὸ τῆς κτίσεως προσκυνούμενον, ἣ ἄνθρωπον Κύριον ὄντα, τοῦ Ἀποστόλου λέγοντος· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ· ἣ ἄνθρωπον σταυρωθέντα, καὶ Κύριον τῆς δόξης ὄντα, ἣ ἄνθρωπον ἀκούοντα· Κάθου ἐκ δεξιῶν μου· ἣ ἄνθρωπον ἐρχόμενον κρίσιν κρῖναι. Αὕτη ἐστὶν ὑμῶν ἡ θολερὰ ἀνατροπὴ, ἣν ποτίζετε τοὺς ἀνθρώπους, καὶ μεθύσκετε. Ἐρωτήσατε τοίνυν Ἰουδαίους, ἵνα, ταῦτα παρ᾽ αὐτῶν ἀκούσαντες τὰ ῥήματα κατὰ Χριστοῦ λεγόμενα, καὶ τῶν εἰς αὐτὸν πεπιστευκότων, ἐρυθριάσητε· μάθετε δὲ καὶ παρὰ τῶν ἄλλων αἱρετικῶν, τὰ αὐτὰ λαλούντων καὶ φρονούντων. Προκείσθω τοίνυν τῶν αἷρετικῶν τὰ δόγματα, καὶ τῆς ὑμετέρας φρονήσεως ἡ γνώμη, καὶ τῆς ἡμετέρας πίστεως ὁ λόγος, καὶ τοῦ Εὐαγγελίου ὁ ὄρος, καὶ τῶν ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν προφητῶν ἡ μαρτυρία, καὶ τῆς πληρωθείσης οἰκονομίας ἡ κατανόησις.
Εἴπατε τοίνυν, πῶς λέγετε Θεὸν ἐκ Ναζαρὲτ γεγενῆσθαι, τῆς θεότητος ὡς ἀρχὴν γενέσεως ἀπαγγέλλοντες κατὰ Παῦλον τὸν Σαμοσατέα, ἣ τῆς σαρκὸς τὴν γέννησιν ἀρνούμενοι κατὰ Μαρκίωνα καὶ τοὺς ἄλλους αἱρετικοὺς, οὐ τῷ εὐαγγελικῷ στοιχοῦντες ὅρῳ, ἀλλ᾽ ἐκ τῶν ἰδίων λαλεῖν θέλοντες; Διὰ τοῦτο γὰρ λέγετε Θεὸν γεγεννῆσθαι ἐκ Παρθένου, καὶ οὐχὶ Θεὸν καὶ ἄνθρωπον κατὰ τὸν εὐαγγελικὸν ὅρον· ἵνα μήποτε, γέννησιν σαρκὸς ὁμολογήσαντες, φυσικὴν αὐτὴν εἴπητε, ἐπαληθεύοντες τῷ λόγῳ· ἀλλὰ Θεὸν γεννηθέντα, ἰδίαν δὲ σάρκα δείξαντα ὡς ἐν δοκήσει. Οὐ γὰρ ἀρχὴν γεννήσεως ἐκ Ναζαρὲτ ὁ Θεὸς ἐπιδείκνυται· ἀλλ᾽ ὁ ὑπάρχων πρὸ τῶν αἰώνων Λόγος Θεὸς ἐκ Ναζαρὲτ ἄνθρωπος ὥφθη, γεννηθεὶς ἐκ Μαρίας τῆς Παρθένου καὶ Πνεύματος ἁγίου ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐκ σπέρματος Δαβὶδ καὶ Ἀβραὰμ, καὶ τοῦ Ἀδὰμ, ὡς γέγραπται· πάντα λαβὼν ἐκ Παρθένου, ὅσα ἀρχῆθεν ὁ Θεὸς εἰς σύστασιν ἀνθρώπου ἔπλασε καὶ ἐποίησε χωρὶς ἁμαρτίας· ὡς καὶ ὁ Ἀπόστολος λέγει· Καθ᾿ ὁμοιότητα κατὰ πάντα, χωρὶς ἁμαρτίας, οὐ τῆς θεότητος μεταποίησιν ἐπιδειξάμενος, ἀλλὰ τῆς ἀνθρωπότητος καινοποΐῃσιν ἐργασάμενος, κατὰ τὸ αὑτοῦ θέλημα· ὥστε εἶναι τὰ ἔθνη σύσσωμα, καὶ συμμέτοχα τοῦ Χριστοῦ, ὡς καὶ ὁ Ἀπόστολος γράφει· ἵνα καὶ ὁ ἄνθρωπος ᾖ Θεὸς ἀληθῶς, καὶ ὁ Θεὸς ᾖ ἄνθρωπος ἀληθῶς, ἵνα ᾖ καὶ ἄνθρωπος ἀληθῶς καὶ Θεὸς ἀληθῶς· οὐχὶ ἀνθρώπου πρὸς τὸν Θεὸν ὄντος, ὡς ὑμεῖς συκοφαντοῦντες λέγετε, διασύροντες τὸ τῶν Χριστιανῶν μυστήριον· ἀλλὰ Θεοῦ τοῦ μονογενοῦς εὐδοκήσαντος τῷ πληρώματι τῆς θεότητος αὐτοῦ τὴν τοῦ ἀρχετύπου πλάσιν ἀνθρώπου, καὶ ποίησιν καινὴν, ἐκ μήτρας Παρθένου ἀναστήσασθαι ἑαυτῷ, φυσικῇ γεννήσει καὶ ἀλύτῳ ἑνώσει· ἵνα τὴν ὑπὲρ ἀνθρώπων σωτήριον πραγματείαν ποιήσηται, ἐν πάθει καὶ θανάτῳ καὶ ἀναστάσει τὴν σωτηρίαν τῶν ἀνθρώπων κατεργαζόμενος.
Ἀλλὰ λέγετε, ὅτι, εἰ πάντα ἔλαβε πάντως δήπου καὶ τοὺς ἀνθρωπίνους λογισμοὺς εἶχεν· ἀδύνατον δέ ἐστιν ἐν λογισμοῖς ἀνθρωπίνοις ἁμαρτίαν μὴ εἶναι· καὶ πῶς ἔσται χωρὶς ἁμαρτίας ὁ Χριστός; Εἴπατε τοίνυν· Εἰ τῶν ἁμαρτητικῶν λογισμῶν δημιουργὸς ὁ Θεὸς, προσακτέον τῷ Θεῷ τὴν ἰδίαν δημιουργίαν· ἦλθε γὰρ προσάγεσθαι τὴν ἰδίαν ποίησιν. Ἀλλὰ ἄδικος ἔσται πάλιν ἡ χρίσις καταδικάζουσα τὸν ἁμαρτήσαντα· εἰ γὰρ ἁμαρτητικοὺς λογισμοὺς ἐδημιούργησεν ὁ Θεὸς, πῶς καταδικάζει τὸν ἁμαρτήσαντα; καὶ πῶς οἷόν τε παρὰ Θεοῦ τοιαύτην χρίσιν γενέσθαι; Εἰ δὲ καὶ ὁ Ἀδὰμ ὑπέκειτο τοῖς τοιούτοις λογισμοῖς, πρὶν ἣ παρακούσῃ τῆς τοῦ Θεοῦ ἐντολῆς, καὶ πῶς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρόν; λογικὸς μὲν ὧν τὴν φύσιν, ἐλεύθερος δὲ τὸν λογισμὸν, πεῖραν κακοῦ· οὐκ εἰδὼς, μόνον δὲ τὸ καλὸν γινώσκων, καὶ ὥσπερ τις μονότροπος ὤν· παρακούσας δὲ τῆς ἐντολῆς τοῦ Θεοῦ, ὑποπέπτωκε τοῖς ἁμαρτητικοῖς λογισμοῖς· οὐ τοῦ Θεοῦ δημιουργήσαντος τοὺς αἰχμαλωτίζοντας λογισμοὺς, ἀλλὰ τοῦ διαβόλου ἐξ ἀπάτης ἐπισπείραντος τῇ λογικῇ φύσει τοῦ ἀνθρώπου, ἐν παραβάσει γενομένῃ, καὶ ἀπωσθείσῃ ἀπὸ τοῦ Θεοῦ· ὥστε τὸν διάβολον καὶ νόμον ἁμαρτίας καταστήσασθαι ἐν τῇ φύσει τοῦ ἀνθρώπου, καὶ θάνατον βασιλεύοντα διὰ τοῦ ἔργου τῆς ἁμαρτίας. Διὰ τοῦτο οὖν ἦλθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Ἀλλὰ λέγετε· Ἔλυσε μὴ ἁμαρτήσας. Ἀλλ᾽ οὐκ ἔστιν αὕτη λύσις τῆς ἁμαρτίας. Οὐ γὰρ ἐν ἐκείνῳ ἀρχῆθεν εἰργάσατο ὁ διάβολος τὴν ἁμαρτίαν, ἵνα, ἐλθόντος αὑτοῦ εἰς τὸν κόσμον, καὶ μὴ ἁμαρτήσαντος, λυθῇ ἡ ἁμαρτία· ἀλλ᾽ ἐν τῇ λογικῇ καὶ νοερᾷ φύσει τοῦ ἀνθρώπου ἐπισπείρας εἰργάσατο διάβολος τὴν ἁμαρτίαν. Διὰ τοῦτο ἀδύνατον γέγονε τῇ φύσει, λογικῇ οὔσῃ καὶ ἑκουσίως ἁμαρτήσασῃ, καὶ ὑπὸ καταδίκην θανάτου γενομένῃ, ἑαυτὴν ἀνακαλέσασθαι εἰς ἐλευθερίαν, ὥς φησιν ὁ Ἀπόστολος· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς. Διὰ τοῦτο δι᾽ ἑαυτοῦ ἦλθεν ὁ Υἱὸς τοῦ Θεοῦ ταύτην ἐν τῇ ἰδίᾳ φύσει καταστήσασθαι ἐκ νέας ἀρχῆς καὶ γενέσεως θαυμαστῆς· οὐ τὴν ἀρχῆθεν σύστασιν καταμερίσας, ἀλλὰ τὴν ἐπισπαρεῖσαν ἀθέτησιν ἀθετήσας, ὡς μαρτυρεῖ ὁ προφήτης, λέγων· Πρὶν ἣ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Εἰ δὲ μὴ ἐν τῇ ἁμαρτησάσῃ φύσει ἡ ἀναμαρτησία ὥφθη, πῶς κατεκρίθη ἡ ἁμαρτία ἐν τῇ σαρκὶ, μήτε τῆς σαρκὸς τὸ πρακτικὸν ἐχούσης, μὴτε τῆς θεότητος ἁμαρτίαν γινωσκούσης; Πῶς δὲ ὁ Ἀπόστολος λέγει· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις; οὐ τόπον διαγράφων, ἀλλὰ φύσιν ὑποτιθέμενος· Ἵνα, ὥσπερ, φησὶ, δι᾽ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, οὕτω καὶ δι᾽ ἐνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον· ἵνα δι᾽ ἧς φύσεως ἡ προχώρησις τῆς ἁμαρτίας γέγονε, δι᾽ αὐτῆς καὶ ἡ ἐπίδειξις τῆς δικαιοσύνης γένηται· καὶ οὕτω λυθῇ τὰ ἔργα τοῦ διαβόλου, ἐλευθερωθείσῆς τῆς ἀνθρώπων φύσεως ἀπὸ τῆς ἁμαρτίας, καὶ δοξασθῇ ὁ Θεός.
Ἀλλὰ πάλιν λέγετε· Εἰ ἄνθρωπος ὁ Χριστὸς, μέρος ἔσται τοῦ κόσμου· μέρος δὲ κόσμου κόσμον σῶσαι οὐ δύναται. Ὧ ἐπίνοια ἀπάτης, καὶ ἀπόνοια βλασφημίας! Λεγέτωσαν γὰρ ποίας Γραφῆς οὗτος ὁ ὄρος, ἣ τοῦ διαβόλου σόφισμα· καίτοι τοῦ προφήτου λέγοντος· Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος· καὶ ἀλλαχοῦ· Καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὑτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Πῶς οὖν Χριστὸς οὐ σώζει κόσμον, γενόμενος ἄνθρωπος; ὁπότε δὴ πρόδηλον; ὅτι ἐν ᾗ φύσει ἐπράχθη ἡ ἁμαρτία, ἐν αὐτῇ γέγονεν ἡ περισσεία τῆς χάριτος. Τίς δὲ περισσεία τῆς χάριτος; ὅτι ὁ Λόγος ἄνθρωπος γέγονε, μένων Θεός· ἵνα, καὶ ἄνθρωπος γενόμενος, Θεὸς πιστευθῇ· ὡς καὶ ἄνθρωπος ὧν ὁ Χριστὸς, Θεός ἐστιν, ὅτι Θεὸς ὧν γέγονεν ἄνθρονπος, καὶ σώζει τοὺς πιστεύοντας ἐν ἀνθρώπου μορφῇ. Ἐὰν γὰρ ὁμολογήσῃς Κύριον Ἰησοῦν ἐν τῷ στόματί σου, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ. Νέκρωσιν δὲ Θεὸς οὐκ ἐπιδέχεται, οὔτε ἀναστάσεως δέεται, ἀλλὰ ἐκ νεκρῶν ἀνίστησιν. Ὅθεν χρεία γέγονεν ἔχειν τι τὸν Θεὸν, ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν, εἴτε ὲν θανάτῳ εἴτε ἐν ζωῇ· ὥστε τούτῳ μᾶλλον σώζει ὁ Λόγος, ὅτι ἄνθρωπος γέγονεν.
Ἀλλὰ πάλιν λέγετε· Καὶ πῶς δύναται ἡ ἐν συνηθείᾳ τῆς ἁμαρτίας γενομένη φύσις, καὶ τὴν διαδοχὴν τῆς ἁμαρτίας διαδεξαμένη, χωρὶς ἁμαρτίας εἶναι; ὅ ἐστιν ἀδύνατον· ἔσται δὲ καὶ ὁ Χριστὸς, ὡς εἷς τῶν ἀνθρώπων. Ταῦτα δὲ καὶ Μαρκίων ἐφρόνησε· ταύτην καὶ Μανιχαῖος εἰσηγήσατο τὴν γνώμην, τοῦ ἀνθρώπου τὴν σάρκα καὶ αὐτὴν τὴν γέννησιν ὑπὸ τὸν ἄρχοντα τῆς κακίας τάσσων, καὶ Ἐξουσίαστὴν τοῦτον ἐπιγραφόμενος· ἐπειδὴ ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Τούτων καὶ ὑμεῖς ἀνανεοῦσθε τὴν γνώμην, καθ᾽ ἕτερον τρόπον τὴν νοερὰν τοῦ ἀνθρώπου φύσιν, ἥτις νοεῖται ψυχὴ, προσεπιδιδόντες, καὶ ἄφευκτον ταύτην τῆς ἁμαρτίας διοριζόμενοι· κἂν ὅτι μάλιστα καὶ ψυχὴν σαρκικὴν γεγράφατε, πόθεν μαθόντες οὐ συνεπίσταμαι· οὔτε γὰρ ἐκ τῶν ἁγίων Γραφῶν ἔστιν εὑρεῖν τοῦτο, οὔτε ἐν τῷ κοινῷ τῶν ἀνθρώπων λογισμῷ, τοῦ Κυρίου λέγοντος· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Καὶ πῶς, εἰ σαρκικὴ ἡ ψυχὴ καθ᾽ ὑμᾶς, οὐ συνθνήσκει τῷ σώματι, καὶ συμφθείρεται; πῶς δὲ καὶ ὁ Πέτρος, τὰς ἐν ᾅδῃ κατεχομένας ψυχὰς πνεύματα ὀνομάσας, ἔλεγεν· Ἐπορεύθη τοῖς ἐν φυλακῇ κατακεκλεισμένοις πνεύμασιν εὐαγγελίσασθαι τὴν ἀνάστασιν; Ἀλλὰ ὑμεῖς πάντα παρὰ φύσιν λέγετε καὶ ὀνομάζετε, ἵνα μή ποτε κατὰ φύσιν διηγούμενοι τὴν οἱκονομίαν ἐπαληθεύσητε τῷ Λόγῳ, ὅτι καὶ ἄνθρωπος γέγονεν ἀληθῶς ὁ Λόγος. Εἰρήκατε γὰρ, ὅτι φωνὴ Θεοῦ ἐστιν ἡ λέγουσα, ὅτι Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐπιμελῶς ἐκ νεότητος· οὐ νοοῦντες, ὅτι, ἐκ νεότητος, εἰρηκὼς, τὸ ἐξ ἐπισπορᾶς καὶ ἐπίκηρον ἐδήλωσε. Διὰ τοῦτο ὥμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ ἀναστῆσαι τὸν Χριστὸν τὸ κατὰ σάρκα· οὐχὶ ἄνδρα ἐκ μεταποιήσεως θεότητος ὀφθησόμενον (ἐπεὶ τίς ἦν χρεία τοῦ ὀμόσαι τῷ Δαβὶδ τὸν Κύριον;)· ἀλλὰ λαβόντα τὴν τοῦ δούλου μορφὴν ἐν ἀνοχῇ τῆς γεννήσεως τῆς ἐκ γυναικὸς καὶ αὐξήσεως ἡλικίας τῆς καθ᾽ ἡμᾶς, ὥς φησιν ὁ Ἀπόστολος· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· παραπλησίως μὲν, ὅτι οὐκ ἐκ σπέρματος, ἀλλ᾽ ἐκ Πνεύματος· τῶν δὲ αὐτῶν, ὅτι οὐχ ἑτέρωθεν, ἀλλ᾽ ἐκ σπέρματος τοῦ Δαβὶδ καὶ τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἀδὰμ, ὡς γέγραπται.
Πῶς οὖν, παρελθόντες τὰς ἁγίας Γραφὰς, καὶ τῆς ἀληθείας τὴν φανέρωσιν, λέγετε, ὅτι εἰ μὴ ἐξ ἑαυτοῦ ἀνὴρ ὥφθη, ἀλλὰ λαβὼν ἀνθρωπίνην ὕπαρξιν, ἐγένετο ἄνθρωπος· πρὸς ἄνδρα ἄρα συνῆφθη· ἕσται δὲ καὶ ὁ σταυρωθεὶς Κύριος τῆς δόξης ἄνθρωπος; Ἐὰν οὖν ἀκούσητε τοῦ Πέτρου λέγοντος· Τοῦτον καὶ Χριστὸν καὶ Κύριον ὁ Θεὸς ἐποίησε τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε, ἐπὶ τίνος τὴν ποίησιν λαμβάνετε; εἰ μὲν ἐπὶ τῆς τοῦ Λόγου θεότητος, τί ἔτι Ἀρειανοῖς μέμφεσθε, τὰ ἴσα ἐκείνοις φρονοῦντες; εἰ δὲ ἐπὶ τῆς ἐν τῷ Λόγῳ τοῦ δούλου μορφῆς, τί ἔτι ἑαυτοῖς μάχεσθε; ἀλλ᾽ οὐχ οὕτως ὑμεῖς πεπιστεύκατε· πάλιν γὰρ λέγετε· Εἰ ἡ ἁμαρτήσασα φύσις ἐν Θεῷ γέγονεν, ἁμαρτίαν μὴ ποιήσασα, ἀνάγκῃ τοίνυν κατέχεται· τὸ δὲ ἀνάγκῃ κατεχόμενον βίαιόν ἐστιν. Εἴπατε τοίνυν· Εἰ τὸ μὴ ἁμαρτάνειν κατὰ ἀνάγκην γίνεται, τὸ ἁμαρτάνειν κατὰ φύσιν ἔσται· δώσετε οὖν τὸν τῆς φύσεως δημιουργὸν τῆς ἁμαρτίας εἶναι ἐνεργόν. Εἰ δὲ βλασφημία ἐστὶ τὸ τοιοῦτον, κατὰ ἀνάγκην δὲ τὸ ἁμαρτάνειν συμβέβηκε· πρόδηλον, ὅτι τὸ μὴ ἁμαρτάνειν κατὰ φύσιν γέγονε. Διὰ τοῦτο, ἐν τῇ τοῦ Λόγου θεότητι ὀφθεῖσα ἡ τοῦ δούλου μορφὴ, οὐκ ἀνάγκῃ ὑποκειμένη, ἀλλὰ φύσει καὶ δυνάμει, τὴν ἀναμαρτησίαν ἐπιδείκνυται, διαλύσασα τὸν τῆς ἀνάγκης ὄρον, καὶ τὸν τῆς ἁμαρτίας νόμον, καὶ τὸν τῆς αἰχμαλωσίας τύραννον αἰχμαλωτεύσασα, ὥς φησιν ὁ προφήτης· Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν. Τὴν γὰρ μορφὴν τοῦ δούλου κατὰ τοῦ ἐχθροῦ προβαλλόμενος ὁ Λόγος, τὴν νίκην πεποίηται διὰ τοῦ ποτὲ ἡττηθέντος. Διὰ τοῦτο καὶ πάντα τὸν πειρασμὸν συνετέλεσεν. ὁ Ἰησοῦς, ὅτι πάντα ἔλαβε τὰ πειρασμοῦ πεῖραν ἐσχηκότα, δι᾽ ὧν τὴν ὑπὲρ ἀνθρώπων νίκην πεποίηται, λέγων· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Οὐ γὰρ πρὸς θεότητα ἤρατο τὸν πόλεμον ὁ διάβολος, ἣν ἠγνόησεν, οὐδὲ γὰρ ἐτόλμα· διὰ τοῦτο ἔλεγεν· Εἰ σὺ εἶ ὅ Υἱὸς τοῦ Θεοῦ· ἀλλὰ πρὸς ἄνθρωπον, ὃν πάλαι πλανῆσαι ἴσχυσε, καὶ ἐξ ἐκείνου εἰς πάντας ἀνθρώπους ἐξέτεινε τῆς κακίας αὐτοῦ τὴν ἐνέργειαν. Τῆς δὲ τοῦ Ἀδὰμ ψυχῆς ἐν καταδίκῃ θανάτου κατεχομένης, καὶ βοώσης πρὸς τὸν ἑαυτῆς δεσπότην διαπαντὸς, καὶ τῶν εὐαρεστησάντων τῷ Θεῷ, καὶ δικαιωθέντων ἐν τῷ φυσικῷ νόμῳ, συγκατεχομένων τῷ Ἀδὰμ, συμπενθούντων τε καὶ συμβοώντων, ἐλεήσας ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἐποίησεν, ηὐδόκησε διὰ μυστηρίου φανερώσεως, καινότητος σωτηρίαν κατεργάσασθαι τῷ γένει τῶν ἀνθρώπων, καὶ καθαίρεσιν μὲν ποιήσασθαι τοῦ διὰ φθόνον ἀπατήσαντος ἐχθροῦ, ὕψωσιν δὲ ἀσυλλόγιστον ἀναδεῖξαι τοῦ ἀνθρώπου τῇ πρὸς τὸν Ὕψιστον ἑνώσει· καὶ κοινωνίᾳ φύσει καὶ ἀληθείᾳ.
Διὰ τοῦτο ἦλθεν ὁ Λόγος Θεὸς ὤν, καὶ τοῦ πρώτου ἀνθρώπου δημιουργὸς, γενέσθαι ἄνθρωπος, εἰς ζωοποίησιν μὲν τοῦ ἀνθρώπου, καθαίρεσιν δὲ τοῦ ἀδίκου ἐχθροῦ· καὶ ἐγεννήθη ἐκ γυναικὸς, ἐκ τῆς πρώτης πλάσεως τὴν ἀνθρώπου μορφὴν ἐν ἑαυτῷ ἀναστησάμενος, ἐν ἐπιδείξει σαρκὸς δίχα σαρκικῶν θελημάτων καὶ λογισμῶν, ἀνθρωπίνων, ἐν εἰκόνι καινότητος. Ἡ γὰρ θέλησις θεότητος μόνης· ἐπειδὴ καὶ φύσις ὅλη τοῦ Λόγου, ἐν ἐπιδείξει μορφῆς τῆς ἀνθρωπίνης καὶ σαρκὸς τῆς ὁρωμένης τοῦ δευτέρου Ἀδὰμ, οὐκ ἐν διαιρέσει προσὠπων, ἀλλ᾽ ἐν ὑπάρξει θεότητος καὶ ἀνθρωπότητος. Διὰ τοῦτο γὰρ προσῆει ὁ διάβολος τῷ Ἰησοῦ, ὡς ἀνθρώπῳ, μὴ εὑρίσκων δὲ ἐν αὑτῷ τῆς παλαιᾶς αὐτοῦ ἐπισπορᾶς γνώρισμα, μηδὲ τῆς πρὸς τὸ παρὸν ἐπιχειρήσεως προχώρησιν, ἡττᾶτο αἰσχυνόμενος καὶ νικώμενος· καὶ ἀτονῶν, Ἔλεγε· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, τουτέστιν, ἐκ γῆς ἀνθρώπων, διαβαίνων βίᾳ μετὰ ἰσχύος; Διὸ καὶ ὁ Κύριος ἔλεγεν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Καίτοι καὶ ψυχὴν, καὶ σῶμα, καὶ ὅλον τὸν πρῶτον μεμαθήκαμεν ἔχειν τὸν δεύτερον Ἀδὰμ. Εἰ γὰρ περὶ ὑπάρξεως ἀνθρώπου ἣν τὸ, πῶς τὸ σῶμα εὗρε τὸ ὁρώμενον εἰρηκότος οὐδέν; Ἀλλ᾽ οὐχ εὗρεν ἐν αὐτῷ, ὧν αὐτὸς εἰργάσατο ἐν τῷ πρώτῳ Ἀδὰμ· καὶ οὕτως κατελύθη ἡ ἁμαρτία ἐν Χριστῷ· διὰ τοῦτο καὶ ἡ Γραφὴ μαρτυρεῖ Ὅς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Πῶς οὖν λέγετε, ὅτι ἀδύνατόν ἐστιν ἀναικμαλώτιστον γενέσθαι τὸν ἅπαξ αἰχμαλωτισθέντα ἄνθρωπον; ἵνα τὸ μὲν ἀδύνατον τῷ Θεῷ προσάγητε,, τὸ δὲ δυνατὸν τῷ διαβόλῳ, ἀκατάλυτον αὐτοῦ λέγοντες τὴν ἁμαρτίαν ἐν τῇ φύσει τῶν ἀνθρώπων, ὡς καὶ οἱ ἄλλοι αἱρετικοί· καὶ διὰ τοῦτο ἐληλυθέναι τὴν Θεότητα, τὴν μὴ αἰκμαλωτιζομένην, ἐν ὁμοιώσει σαρκὸς καὶ ψυχῆς, ἵνα αὐτὴ ἀναιχμαλώτιστος μείνῃ, καὶ οὕτως ὀφθῇ καθαρὰ δικαιοσύνη. Πότε γοῦν οὐκ ἦν τῆς θεότητος καθαρὰ ἡ δικαιοσύνη; Τίς δὲ ἐν τούτοις ἀνθρώπων εὐεργεσία, εἰ μὴ ταυτότητι ὑπάρξεως καὶ φύσεως καινότητι ὥφθη ὁ Κύριος, ὡς φησιν ὁ Ἀπόστολος· Ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν λέγων· Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ζωὴ, καὶ ἡ ἀλήθεια; Ἀλλὰ λέγετε, τῇ ὁμοιώσει καὶ τῇ μιμήσει σώζεσθαι τοὺς πιστεύοντας, καὶ οὐ τῇ ἀνακαινίσει, καὶ τῇ ἀπαρχῇ. Καὶ πῶς πρωτότοκος γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων Χριστὸς, ὃς ἐστι κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας; Οὔτε γὰρ πίστις κατὰ δήλου φαινομένη πίστις ἂν λέγοιτο· Ἀλλ᾽ ἔστι πίστις ἡ τὸ ἀδύνατον ἐν δυνάμει πιστεύουσα, καὶ τὸ ἀσθενὲς ἐν ἰσχύϊ, καὶ τὸ παθητὸν ἐν ἀπαθείᾳ, καὶ τὸ φθαρτὸν ἐν ἀφθαρσίᾳ, καὶ τὸ θνητὸν ἐν ἀθανασίᾳ. Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ὡς φησιν ὁ Ἀπόστολος· ἐγὼ δὲ λέγω, εἰς Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν. Οὐ γὰρ ἦλθεν ἡ θεότης ἑαυτὴν δικαιῶσαι, οὔτε γὰρ ἥμαρτεν, Ἀλλ᾽ ἐπτώχευσε δι᾽ ἡμᾶς πλούσιος ὧν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Πῶς δὲ ἐπτώχευσεν ὁ Θεός; ὅτι τὴν πτωχεύσασαν φύσιν ἐν ἑαυτῷ ἀνελάβετο, ἐν ἰδίᾳ δικαιοσύνῃ ταύτην προβαλλόμενος ὑπὲρ ἀνθρώπων πάσκουσαν καὶ ὑπὲρ ἀνθρώπους οὖσαν, καὶ ἐξ ἀνθρώπων φανερωθεῖσαν, καὶ Θεοῦ ὅλην γενομένην. Εἰ γὰρ μὴ πρωτότοκος ἐγεγόνει ἐν πολλοῖς ἀδελφοῖς, πῶς ἂν πρωτότοκος ὥφθη ἐκ τῶν νεκρῶν; Πῶς οὖν λέγετε, ὁ Θεὸς ὁ διὰ σαρκὸς παθὼν καὶ ἀναστάς; Φεῦ τῆς ἀτοπίας καὶ τῆς βλασφημίας! Ἀρειανῶν τὰ τοιαῦτα τολμήματα. Ἐκεῖνοι γὰρ τὴν τοιαύτην βλασφημίαν προβάλλονται ἀδεῶς, προσποιητῶς ὀνομάζειν Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ μεμαθηκότες καίτοι τῆς Γραφῆς διδασκούσης, ὅτι διὰ Θεοῦ ἐν σαρκὶ αὐτοῦ τὸ πάθος γέγονε, καὶ οὐχὶ Θεὸς διὰ σαρκὸς ἔπαθεν.
Οἱ τοίνυν τῆς ὁμοουσιότητος τὴν ὁμολογίαν προῦπισκνούμενοι πῶς εἰς πάθος καθέλκετε τὸ ἀδιαίρετον ὄνομα; τὴν ἀμέριστον φύσιν, τὴν ἄφραστον θεότητα, τὴν ἄτρεπτον καὶ ἀναλλοίωτον ὁμοουσιότητα. εἰς πάθος καθέλκοντες, καὶ ἐξ ἀναστάσεως ὁμολογοῦντες; Εἰ μὲν γὰρ ἐξ ἑαυτοῦ μεταποιῆσας σάρκα ὁ Λόγος μέχρι πάθους κεχώρηκε, μηδὲν πᾶθητικὸν ἢ ἀνάστασιν ἐπιδεχόμενον ἐν ἑαυτῷ προσλαθόμενος, αὐτὸς ἂν εἴη ὁ παθὼν καὶ ἀναστὰς ἐκ νεκρῶν· ἔσται δὲ κοινὸν τῆς Τριάδος τὸ πάθος κατὰ Οὐαλεντῖνον, ἀδιαιρέτου ἐκ Πατρὸς τοῦ Λόγου τυγχάνοντος κατὰ τὴν θείαν φύσιν. Εἰ δὲ ταῦτα οὕτω νοεῖν βούλεσθε, τίς ἡ διὰ τῶν προφητῶν ἐπαγγελία, ἢ τῶν εὐαγγελιστῶν ἡ γενεαλογία, ἢ τῶν ἀποστόλων ἡ μαρτυρία, ἢ τῆς μητρὸς Μαρίας ἡ παράστασις, ἢ τῆς ἡλικίας ἡ αὔξησις, ἢ τῆς βρώσεως ἡ ἐπίδειξις, ἢ τῆς κατὰ πάντα συμπαθείας ἡ ἔνδειξις, ἢ τοῦ ὀνόματος ἡ προσαγωγὴ, ἢ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γέγονεν, ἢ ὅτι ἄνθρωπος Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν; ἢ ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐκ νεκρῶν ἀναστῆναι; Εἰ δὲ μὴ πιστεύετε, ὅτι παθητὸς ὁ Χριστὸς, ἐπειδὴ ἄνθρωπος· ἀπαθὴς δὲ, ἐπειδὴ Θεός· ἀλλὰ στενοχωρούμενοι λογίζεσθε, ὅτι, ἐὰν ὁμολογήσητε Θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν, οὐκ ἔτι ἕνα, ἀλλὰ δύο λέγετε· ἀνάγκη ὑμᾶς ἢ τὴν οἶκονομίαν τοῦ πάθους καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως δόκησιν λέγειν, κατὰ Μαρκίωνα καὶ τοὺς ἄλλους αἱρετικοὺς, ἢ τὴν θεότητα τοῦ Λόγου παθητὴν ὀνομάζειν, κατὰ Ἄρειον καὶ τοὺς κατ᾽ αὖτόν.
Εἰ γὰρ, ἀναγινώσκοντες τὰς θείας Γραφὰς κατενοήσατε ὅπως ἐν νόμῳ καὶ προφήταις, Εὐαγγελίοις τε καὶ ἀποστόλοις πανταχοῦ πρῶτον ἄνθρωπον προσαγορεύουσι τὸν Κύριον, καὶ τότε τὸ πάθος προσάγουσιν, ἵνα μήποτε κατὰ τῆς θεότητος βλάσφημον πρόωνται ῥῆμα· διὸ οὔτε γέννησιν τῆς τοῦ Λόγου θεότητος εἰρήκασιν, ἀλλὰ Πατέρα ὁμολογοῦσι, καὶ τὸν Υἱὸν κηρύττουσιν· ἐκ δὲ Μαρίας υἱὸν Δαβὶδ καὶ τοῦ Ἰωσὴφ γενεαλογοῦσι τὸν Χριστὸν τὸ κατὰ σάρκα τῇ προσλήψει τῆς τοῦ δούλου μορφῆς, ἵνα τὸ ἀνθρώπινον αὑτοῦ ἐξ ἀνθρώπων πιστευθῇ, καὶ ἐκ Πατρὸς Θεοῦ Θεὸς Λόγος ὁμολογηθῇ, φέρων τὰ ὑπὲρ ἀνθρώπων πάθη, τῷ ἐξ ἀνθρώπων παθητικῷ μορφώματι ἐν τῷ πάσχοντι σώματι τὴν ἀπάθειαν ἐπιδεικνύμενος, καὶ ἐν τῷ θνήσκοντι τὴν ἀθανασίαν, καὶ ἐν τῷ θαπτομένῳ τὴν ἀφθαρσίαν, καὶ ἐν τῷ πειρασθέντι τὴν νίκην, καὶ ἐν τῷ παλαιωθέντι τὴν καινότητα· ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη αὕτη γάρ ἐστιν ἡ χάρις· οὐδαμοῦ δὲ θεότης πάθος προσίεται δίχα πάσχοντος σώματος· οὔτε ταραχὴν καὶ λύπην ἐπιδείκνυται δίχα ψυχῆς λυπουμένης καὶ ταραττομένης· οὔτε ἀδημονεῖ καὶ προσεύχεται δίχα νοήσεως ἀδημονούσης καὶ προσευχομένης· ἀλλὰ γὰρ κἂν μὴ ἥττήματι φύσεως συνέβαινε τὰ λεγόμενα, ἀλλ᾽ ἐπιδείξει ὑπάρξεως ἐπράττετο τὰ γινόμενα πῶς οὖν γεγράφατε, ὅτι Θεὸς ὁ διὰ σαρκὸς παθὼν καὶ ἀναστάς; εἰ γὰρ Θεὸς ὁ διὰ σαρκὸς παθὼν καὶ ἀναστὰς, παθητὸν ἐρεῖτε καὶ τὸν Πατέρα, καὶ τὸν Παράκλητον, ἑνὸς ὄντος τοῦ ὀνόματος, καὶ μιᾶς τῆς θείας φύσεως.
Ἔκ δὲ τῆς ῥήσεως ταύτης ἔστι συνιδεῖν ὑμῶν τὴν διάνοιαν, οἵαν ὡς μὴ φοβουμένων τὸν Θεὸν, μήτε πειθομένων ταῖς θείαις Γραφαῖς· τοῦ μὲν Μωσέως περὶ Θεοῦ γράφοντος, ὅτι Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον· περὶ δὲ τῆς ἐν σαρκὶ αὑτοῦ ἐπιδημίας, προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν λέγει ἀναστησόμενον τὸν Κύριον, καὶ τὴν ζωὴν ἐπὶ ξύλον κρεμαμένην ὡσανεὶ τοῦ σώματος τοῦ Κυρίου, εἰς ζωὴν ἡμῖν γινομένου· καὶ Ἡσαΐας δὲ βοᾷ περὶ μὲν Θεοῦ λέγων· Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει, καὶ τὰ ἑξῆς· περὶ δὲ τοῦ πάθους. Ἄνθρωπος ἐν πληγῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν. Τί δέ ἐστι τὸ, Εἰδὼς φέρειν μαλακίαν; ὅτι ἐκ τοῦ πεπονθότος τὸ παθητικὸν ἐπεδείκνυτο. Διὰ τοῦτο γὰρ καὶ, Γράψον, φησὶ, γραφίδι ἀνθρώπου ἐν τῷ καινῷ τόμῳ, καὶ οὐ σαρκὸς ἀμόρφου. Καὶ ὁ Ἀπόστολος δὲ λέγει· Ἄνθρωπος, Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν· διὸ καὶ τῷ ἐκ σπέρματος Δαβὶδ προσάγει τὴν ἀνάστασιν, τὸ κατὰ σάρκα λέγων· περὶ δὲ τῆς θεότητος αὐτοῦ· Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Καὶ ὁ Κύριος δὲ τὸ πάθος ἐπὶ Υἱοῦ ἀνθρώπου ἴστησι, δεικνὺς τὸ κατὰ σάρκα· περὶ δὲ τῆς θεότητος αὐτοῦ· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Οὐδεὶς οἷδε τὸν Υἱὸν, τίς ἐστιν, εἰ μὴ μόνος ὁ Πατήρ. Οὐδαμοῦ δὲ αἷμα Θεοῦ δίχα σαρκὸς παραδεδώκασιν αἱ Γραφαὶ, ἢ θεὸν διὰ σαρκὸς παθόντα καὶ ἀναστάντα. Ἀρειανῶν τὰ τοιαῦτα τολμήματα, ἐπειδὴ μήτε Θεὸν ἀληθινὸν τὸν Υἱὸν τοῦ Θεοῦ ὁμολογοῦσιν. Αἱ δὲ ἅγιαι Γραφαὶ ἐν σαρκὶ Θεοῦ καὶ σαρκὸς Θεοῦ ἀνθρώπου γενομένου, αἷμα, καὶ πάθος, καὶ ἀνάστασιν κηρύττουσι σώματος Θεοῦ, ἀνάστασιν ἐκ νεκρῶν γενομένην. Ὑμεῖς δὲ, τὸ ἔμπαλιν λέγετε, ὡς σοφώτεροι τῶν ἀποστόλων, καὶ μυστικώτεροι τῶν προφητῶν, καὶ ἐξουσιαστικώτεροι τῶν εὐαγγελιστῶν, ἢ καὶ αὐθεντικώτεροι τοῦ Κυρίου· ἐψευσμένῃ ὑμῶν εὐφημίᾳ ἀπαρνούμενοι μὲν τὴν ἀλήθειαν, κατὰ δὲ τῆς θεότητος φθεγγόμενοι, τῆς οἰκονομίας σαφῶς καὶ ἐπὶ τοῦ σταυροῦ δεικνυμένης, ἐν μὲν προβολῇ αἵματος σαρκὸς βεδαιουμένης· φωνῆς δὲ γενομένης καὶ ψυχῆς σημαινομένης, οὐ χωρισμὸν θεότητος δηλούσης, ἀλλὰ νέκρωσιν σώματος σημαινούσης, μήτε τῆς θεότητος τοῦ σώματος ἐν τῷ τάφῳ ἀπολιμπανομένης, μήτε τῆς ψυχῆς ἐν τῷ ᾅδῃ χωριζομένης. Τοῦτο γάρ ἔστι τὸ ῥηθὲν διὰ τῶν προφητῶν· Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ἄδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Διὸ καὶ ὁ Κύριος Ἔλεγεν· Οὐδεὶς αἴρει αὑτὴν ἀπ᾽ ἐμοῦ· ἀλλ᾽ ἐγὼ ἀπ᾿ ἐμαυτοῦ τίθημι αὐτήν· τουτέστι, παρὼν ἐπιδείκνυμι.
Διὰ τοῦτο ἐν μὲν ψυχῇ Θεοῦ ἡ κράτησις τοῦ θανάτου ἐλύετο, καὶ ἡ ἐξ ἄδου ἀνάστασις ἐγίνετο, καὶ ταῖς ψυχαῖς εὐηγγελίζετο· ἐν δὲ σώματι Χριστοῦ ἡ φθορὰ κατηργεῖτο, καὶ ἡ ἀφθαρσία ἐκ τάφου ἐδείκνυτο. Ὥστε οὐκ ἄνθρωπος Θεοῦ ἐχωρίζετο, οὔτε Θεὸς πρὸς ἄνθρωπον ἐγκατάλειψιν διηγεῖτο, οὔτε ἡ νέκρωσις καὶ τοῦ πνεύματος ἀποχώρησις Θεοῦ ἀπὸ σώματος ἦν μετάστασις, ἀλλὰ ψυχῆς ἀπὸ σώματος χωρισμὸς· ὁ γὰρ ἡμέτερος ἐκεῖ διεγράφετο θάνατος. Εἰ δὲ ὁ Θεὸς ἐχωρίσθη τοῦ σώματος, καὶ οὕτως ἡ νέκρωσις ἐδείκνυτο, πῶς τὸ σῶμα, χωρισθὲν τοῦ ἀφθάρτου Θεοῦ, τὴν ἀφθαρσίαν ἐπεδείκνυτο; πῶς δὲ καὶ ὁ Λόγος τὴν εἰς ἄδου ἐπίβασιν ἐποιήσατο; ἢ πῶς τὴν ἐξ ἄδου ἀνάστασιν ἐπεδείκνυτο; μῆτιγε αὐτὸς ἀντὶ τῆς ἡμετέρας ψυχῆς ἀνίστατο, ἵνα τῆς ἡμετέρας ἀναστάσεως τὴν εἰκόνα ἁρμόσηται; Καὶ πῶς οἷόν τὸ περὶ Θεοῦ ταῦτα ἐννοεῖν; Ἀσύμφωνος τοίνυν ταῖς ἁγίαις Γραφαῖς ὁ ὄρος ὑμῶν, καὶ ἀνάρμοστος τῆς πληρωθείσης οἰκονομίας ἡ γνώμη ὑμῶν. Καὶ τὸ, Κάθου ἐκ δεξιῶν μου, οὐκ ἀνθρώπου μὲν τὸ ἀξίωμα, ἀλλὰ Θεοῦ. Ἀλλ᾽ ἐπειδὴ τὸ τοῦ Θεοῦ ἀξίωμα ἀνθρώπου ἀξίωμα γέγονεν, ἵνα τὸ τοῦ ἀνθρώπου ἀξίωμα Θεοῦ ἀξίωμα πιστευθῇ, εἴρηται· Κάθου ἐκ δεξιῶν μου, καὶ, Δόξασόν με, Πάτερ, τῇ ἀϊδίῳ δόξῃ. Οὐ χωρισθεὶς τῆς δόξης τοῦτο λέγει, ἀλλ᾽ ἐν ἀδόξῳ σώματι γεγονὼς, ἵνα δείξη οὐ χωριζομένην τῆς θεϊκῆς δόξης τὴν τοῦ δούλου μορφὴν, ἀλλὰ ταύτην ἐπιδεικνυμένην. Διὸ λέγει· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω, μίαν τὴν πρὸ σώματὸς καὶ ἐν σώματι δόξαν δεικνὺς, ὡς φησιν ὁ Ἀπόστολος· Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσον διαφορώτερον παρ᾽ αὑτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Κάθου ἐκ δεξιῶν μου; Οὐ πάντως ὁ ποιητὴς τῶν ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὧν· ἀλλὰ τὴν ἐν αὐτῷ ἀνατείλασαν τοῦ δούλου μορφὴν κρείττονα τῶν ἀγγέλων, ἢ καὶ πάσης τῆς κτίσεως ἐπιδειξάμενος· ἐπειδήπερ, εἰκὼν ὧν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ πρωτότοκος πάσης τῆς κτίσεως γέγονεν, ὡς γέγραπται καὶ ἐν Εὐαγγελίοις· Ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον. Διὸ καὶ ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, καὶ ἐν αὑτῷ τὸ πάθος γέγονε, καὶ αὐτός ἐστιν ὁ ἐλευθερωτὴς τοῦ πάθους καὶ τοῦ θανάτου, καὶ δι᾽ αὐτοῦ τὰ πάντα γέγονε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστι πρωτότοκος ἐκ νεκρῶν, ἵνα γένηται, φησὶν, ἐν πᾶσιν αὐτὸς πρωτεύων.
Πῶς οὖν τὸν δημιουργὸν τῶν λογικῶν φύσεων Λόγον λέγετε, σάρκα ἑαυτῷ συγκεράσαντα, λογικὸν ἄνθρωπον γεγονέναι; καὶ πῶς ἄτρεπτος καὶ ἀναλλοίωτος, καὶ οὐχὶ λογικὴν τὴν τοῦ δούλου μορφὴν συστησάμενος γέγονεν ἄνθρωπος, ἵνα καὶ ὁ Λόγος ἄτρεπτος ᾖ μένων ὃ ἦν, καὶ λογικὸς ὁ ἄνθρωπος ἐπὶ γῆς ὁραθῇ Θεὸς ὤν; Ἐπουράνιος γὰρ ἄνθρωπος ὁ Κύριος, οὐχὶ ἐξ οὐρανοῦ τὴν σάρκα ἐπιδειξάμενος, ἀλλὰ τὴν ἐκ γῆς ἐπουράνιον συστησάμενος. Διὸ καὶ οἷος ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι κατὰ τὴν αὐτοῦ μετοχὴν τῆς ἁγιότητος. Διὸ καὶ ὠκείωται τὰ τοῦ σώματος. Ἀλλὰ πάλιν λέγετε· Πῶς τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν, ἀλλ᾽ οὐ τὸν Λόγον ἑσταύρωσαν καθ᾽ ὑμᾶς; Μὴ γένοιτο! ἀλλὰ τὸν Λόγον ἠθέτησαν, τὸ σῶμα τοῦ Λόγου σταυρῷ προσηλώσαντες. Θεὸς γὰρ ὁ ἀθετηθεὶς· σαρκὸς δὲ Θεοῦ καὶ ψυγῆς τὸ πάθος, καὶ ὁ θάνατος, καὶ ἡ ἀνάστασις γέγονε. Διὰ τοῦτο ἔλεγε τοῖς Ἰουδαίοις ὁ Κύριος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὖτόν· ὡς φησιν ὁ προφήτης· Ἀνθ᾽ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ οὐκ αὐτὸς ὁ Λόγος. Καὶ ὁ Ἰωάννης δὲ λέγει· Αὐτὸς τὴν ψυχὴν αὐτοῦ ἔθηκεν ὑπὲρ ἡμῶν. Πῶς οὖν ἴσχυσαν οἱ Ἰουδαῖοι λῦσαι ναὸν Θεοῦ, καὶ τὴν ἄλυτον σύγκρασιν τῆς σαρκὸς πρὸς τὸν Λόγον γενομένην χωρίσαι, εἴγε καθ᾽ ὑμᾶς ἔσχε τοῦτον τὸν τρόπον ἡ τοῦ σώματος νέκρωσις. Οὔτε γὰρ ἂν ἐνεκρώθη τὸ σῶμα, εἰ μὴ τινος ἐχωρίσθη. Εἰ γὰρ μὴ λύσις γέγονεν, οὔτε θάνατος· εἰ δὲ θάνατος οὐ γέγονεν, οὔτε ἀνάστασις γέγονε. Δότε οὖν τὴν λύσιν καὶ τὸν χωρισμὸν ἀπὸ τοῦ σώματος γενόμενον, ὡς γέγραπται ἐν Εὐαγγελίοις, ὅτι Ἐξέπνευσε, καὶ ὅτι Κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα, ἵνα ἴδωμεν ποῖον πνεῦμα ὑπειλήφατε ἀποκεχωρηκέναι τοῦ σώματος, καὶ τὴν νέκρωσιν γεγονέναι. Εἰρήκατε γὰρ, ὅτι Σάρκα τὴν ἀνυπόστατον συγκεράσας ἑαυτῷ ὁ Λόγος, ἔδειξε τὸν ὄντως λογικὸν καὶ τέλειον ἄνθρωπον. Εἰ τοίνυν ὁ Λόγος ἀπεχώρησε τοῦ σώματος, καὶ οὕτως ἡ νέκρωσις γέγονε, κατὰ Θεοῦ ἴσχυσαν οἱ Ἰουδαῖοι, λύσαντες τὴν ἄλυτον σύγκρασιν. Οὔτε οὖν ὁ ἡμέτερος ἐκεῖ γέγονε θάνατος, εἰ Θεοῦ χωρισθέντος ἡ νέκρωσις τοῦ σώματος γέγονε. Πῶς δὲ καὶ τὸ σῶμα τοῦ ἀφθάρτου Θεοῦ χωρισθὲν ἐν ἀφθαρσίᾳ διέμεινεν διέμεινεν; δὲ ἡ μὲν τρῶσις τοῦ σώματος, τὸ δὲ πάθος τοῦ Λόγου. Διὰ τοῦτο γὰρ καὶ Θεὸν παθόντα λέγετε, ἀκολούθως; ἑαυτοῖς φθεγγόμενοι, μᾶλλον δὲ συμφώνως τοῖς Ἀρειανοῖς· τοῦτο γὰρ ἐκεῖνοι δογματίζουσιν. Ἔσται δὲ καὶ ἐξ ἀναστάσεως ἐγειρόμενος ὁ Λόγος καθ᾽ ὑμᾶς. Ἀνάγχη γάρ τινα ἐξ ἄδου τὴν ἀρχὴν τῆς ἀναστάσεως εἰληφέναι, ἵνα τελεία ᾖ ἡ ἀνάστασις, καὶ τοῦ θανάτου ἡ λύσις, καὶ τῶν ἐκεῖσε πνευμάτων ἡ ἀπόλυσις.
Εἰ δὲ ταῦτα ὁ Λόγος πέπονθε, καὶ ποῦ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον τοῦ Λόγου; Πῶς δὲ καὶ ἀπαρακαλύπτως ὀφθεὶς ὁ Λόγος ἐν τῷ ἄδῃ ἐνομίσθη ἐν τῷ θανάτῳ ὡς ἄνθρωπος· Πῶς δὲ καὶ τοῖς Ἰουδαίοις ἔλεγεν ὁ Κύριος Ἐγὼ ἐγερῶ αὐτὸν, καὶ οὐχὶ, Ἐγὼ ἐξ ἄδου ἀνίσταμαι; Εἰ γὰρ ὁ Λόγος, ἐν θανάτῳ γεγονὼς, χρείαν εἶχε τοῦ ἐγείροντος αὑτὸν ἐκ θανάτου, οὐχ αὑτοῦ ἐστι ἡ νίκη, ἀλλὰ τοῦ ἐγείροντος αὐτόν. Πῶς δὲ καὶ διὰ τῶν προφητῶν προεσημαίνετο περὶ τῆς ψυχῆς αὐτοῦ; Πῶς παρὼν ὁ Κύριος ἔλεγε πληρῶν τὴν ἐπαγγελίαν· Τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων τῶν ἐμῶν ἥντινα ψυχὴν πνεῦμα οὖσαν σαφῶς αἱ ἅγιαι Γραφαὶ διδάσκουσι καὶ ὁ Κύριος δὲ εἰρηκώς· Τὸ μὲν σῶμα ὑπὸ ἀνθρωπων ἀποκτεινόμενον, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, ἅτε δὴ πνεῦμα οὖσαν. Τούτῳ τῷ Πνεύματι ἐταράχθη ὁ Ἰησοῦς τούτου τοῦ Πνεύματος ἡ ἀποχώρησις γέγονεν ἀπὸ τοῦ σώματος ἐπὶ τοῦ σταυροῦ. Καὶ οὕτως ἐνεκροῦτο τὸ σῶμα, καὶ αὐτοῦ γέγονεν ἡ λύσις, Θεοῦ τοῦ Λόγου ἀμεταθέτως ἔχοντος πρός τε τὸ σῶμα, πρός τε τὴν ψυχὴν, πρός τε ἑαυτὸν ὄντα εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐν ἐπιδείξει ἀτρεπτότητος. Ἐν δὲ τῇ καθ᾽ ἡμᾶς γενομένῃ ἐν αὐτῷ μορφῇ τὸν ἡμέτερον ἐκεῖ διέγραφε θάνατον ἵνα ἐν αὐτῇ καὶ τὴν ὑπὲρ ἡμῶν ἁρμόσηται ἀνάστασιν, ἐξ ᾅδου μὲν τὴν ψυχὴν, ἐκ τάφου δὲ τὸ σῶμα ἐπιδεικνύμενος· ὅπως ἐν θανάτῳ καταλύσῃ τὸν θάνατον ἐν ἐπιδείξει Ψυχῆς, ἐν δὲ τῷ τάφῳ καταργήσῃ τὴν φθορὰν ἐν ταφῇ σώματος ἐξ ἄδου καὶ ἐκ τάφου τὴν ἀθανασίαν καὶ τὴν ἀφθαρτίαν ἐπιδεικνύμενος, ἐν μορφῇ τῇ καθ᾽ ἡμᾶς τὴν ἡμετέραν ὁδεύσας ὁδὸν, καὶ τὴν καθ᾿ ἡμῶν γενομένην κατοχὴν λύσας. Καὶ τοῦτο ἦν τὸ θαυμαστόν· αὕτη γὰρ γέγονεν ἡ χάρις. Ὑμεῖς δὲ, σάρκα μόνην προσομολογοῦντες, οὔτε τῆς ἁμαρτίας τὴν κατάκρισιν δεῖξαι δύνασθε, οὔτε τοῦ θανάτου τὴν κατάλυσιν, οὔτε τῆς ἀναστάσεως τὴν τελείωσιν, οὔτε τοῦ Λόγου τὴν ἀτρεπτότητα· ἐπειδὴ ἔξω τῶν ἁγίων Γραφῶν βεβήκατε, λαλοῦντες ἃ Ἀρειανοὶ σοφίζονται, φανεροῦ ὄντος τοῦ περὶ ψυχῆς λόγου ἐν Γραφαῖς ἁγίαις, καὶ πληρωθείσης τῆς οἰκονομίας ἐν ἐπιδείξει πάσης πληρώσεώς τε καὶ τελειώσεως.
Ἀλλ᾽ οἱ μὲν τῶν αἱρετικῶν, τὸν ὁραθέντα ὁμολογοῦντες, ἀπιστοῦσιν αὐτοῦ τῇ θεότητι· οἱ δὲ ὁμολογοῦντες Θεὸν, ἀρνοῦνται αὐτοῦ τῆς σαρκὸς τὴν γέννησιν· οἱ δὲ σάρκα προσομολογοῦντες ἀρνοῦνται αὐτοῦ τῆς ψυχῆς τὴν ἐπίδειξιν· καὶ γεγόνασι κατὰ τοὺς μανικοὺς παῖδας τῶν Ἀρειανῶν, τῶν συμπλεχόντων τάς στραγγαλιώδεις καὶ σκολιὰς προτάσεις, ἵνα ταύταις ἐπαποροῦντες, εὑρίσκωσι τοὺς ἀκεραίους, αὐτοὶ ἄποροι ὄντες τῆς πίστεως. Ὁμοίως καὶ αὐτοὶ λέγειν μεμαθήκασι· Τί ὁ γεννηθεὶς ἐκ Μαρίας; Θεὸς, ἢ ἄνθρωπος; Εἶτα ἐὰν μὲν εἴπῃ, Ἄνθρωπος, ἀπιστήσει αὑτοῦ τῇ θεότητι, σύμφωνος γινόμενος τοῖς ταύτῃ ἀπιστήσασιν αἱρετικοῖς ἐὰν δὲ εἴπῃ, Θεὸς, ἀρνήσεται αὑτοῦ τῆς σαρκὸς τὴν γέννησιν, καὶ συνακθήσεται τοῖς ταύτην ἀπαρνουμένοις αἱρετικοῖς. Εἶτα δ᾽ αὖ πάλιν Τίς ὁ παθών; τίς ὁ σταυρωθείς; Θεὸς, ἢ ἄνθρωπος; ἵνα, ἐὰν μὲν εἴπῃ, Θεὸς, βλάσφημον πρόηται ῥῆμα κατὰ τοὺς ἀσεβοῦντας Ἀρειανούς· ἐὰν δὲ εἴπη, Ἄνθρωπος, Ἰουδαϊκῇ πάλιν φθέγξηται ὑπολήψει, Διὰ τοῦτο αἱ ἅγιαι Γραφαὶ Θεὸν ἀφράστως ἐκ Πατρὸς κηρύττουσι τὸν Λόγον, καὶ τοῦτον ἐπ᾽ ἐσχάτων ἐκ Παρθένου ἄνθρωπον γεννηθέντα ἵνα μήτε Θεὸς ἀπιστηθῇ, μήτε σαρκὸς γέννησις ἀρνηθῇ. Ὅπου δὲ σαρκὸς τὸ ὄνομα, ἐκεῖ πάσης τῆς συστάσεως ἡ ἁρμονία χωρὶς ἁμαρτίας. Καὶ ἐπὶ μὲν τοῦ ὀνόματος τοῦ ἀνθρώπου τὸ πάθος ἱστῶσι, καὶ οὐχ ὑπερβαίνουσιν, ὡς γέγραπται ἐν ταῖς ἁγίαις Γραφαῖς περὶ δὲ τῆς θεότητος τοῦ Λόγου τὴν ἀτρεπτότητα καὶ τὴν ἀφραστότητα ὁμολογοῦσι· διὰ τοῦτο θεολογεῖται μὲν ὁ Λόγος, γενεαλογεῖται δὲ ἄνθρωπος, ἵνα πρὸς ἑκάτερα ᾖ ὁ αὐτὸς φυσικῶς καὶ ἀληθινῶς· Θεὸς μὲν πρὸς τῇ ἀϊδιότητι τῆς θεότητος καὶ τῇ δημιουργίᾳ τῆς κτίσεως· ἄνθρωπος δὲ πρὸς τῇ γεννήσει τῇ ἐκ γυναικὸς, καὶ τῇ αὐξήσει τῆς ἡλικίας. Καὶ Θεὸς μὲν πρὸς ταῖς ζωτικαῖς εὐεργεσίαις, καὶ δυνατὸς ταῖς θαυματουργίαις· ἄνθρωπος δὲ πρὸς ταῖς ὁμοιοτρόποις συμπαθείαις, καὶ ταῖς καθ᾽ ὑμᾶς ἀσθενείαις. Καὶ Θεὸς μὲν Λόγος ἐν ἐπιδείξει τῆς ἀθανασίας, καὶ ἀφθαρσίας, καὶ ἀτρεπτότητος· ἄνθρωπος δὲ τῇ προσηλώσει τοῦ σταυροῦ, καὶ αἴματος ῥύσει, καὶ ταφῇ σώματος, καὶ καταβάσει εἰς ᾅδου, καὶ ἀναστάσει τῇ ἐκ νεκρῶν. Οὕτως ὁ Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, καὶ Θεὸς ὧν ἐγείρει τοὺς νεκρούς.
Μάταιοι οὖν οἱ τῇ θεότητι αὐτοῦ πάθος προσἄγοντες, ἢ τῇ ἐνανθρωπήσει αὐτοῦ ἀπιστοῦντες, ἢ τὸν ἕνα δύο λέγοντες, ἢ τῆς σαρκὸς αὐτοῦ τὴν διαμέτρησιν ποιεῖσθαι ἐπιχειροῦντες, καὶ τὸ πόσον, ἢ πῶς, παρὰ τὰς Γραφὰς λέγειν τολμῶντες, Τοιαύταις γὰρ ὑπονοίαις ὠλίσθησε τῶν αἱρετικῶν ἡ διάνοια Μαρκίωνος μὲν δι᾽ ὑπερβολὴν βλασφημίας ἐκκλίναντος Μανικαίου δὲ δι᾽ ὑπόνοιαν ἁμαρτίας ἔκτραπέντος· Οὐαλεντίνου ὃὲ διὰ πρόφασιν γνώσεως πλανηθέντος· τοῦ δὲ Σαμοσατέως Παύλου, καὶ τοῦ λεγομένου Φωτεινοῦ, καὶ τῶν κατ᾽ αὐτοὺς, δι᾽ ἀπιστίαν θεότητος ἐκπεσόντων· Ἀρείου δὲ διὰ μανίαν βλασφημήσαντος. Καὶ ὑμεῖς, ταῖς ὁμοίαις χρώμενοι παρατριβαῖς, λαλεῖτε τὰ μὴ γεγραμμένα, ἐκτρέποντες τοὺς ἀστηρίκτους. Ἀρκεῖ δὲ πιστεῦσαι τοῖς γεγραμμένοις, καὶ γενομένοις, ὡς φησιν ὁ Παῦλος· Καθ᾽ ὁμοιότητα κατὰ πάντα, χωρὶς ἁμαρτίας· καὶ ὁ Πέτρος δέ· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁμιλήσασθαι, καὶ μὴ περαιτέρω ἐκτεινομένους ἀθετεῖν ἀλήθειαν.