Library › Byzantine canonists › Nomocanon in Fourteen Titles
Nomocanon in Fourteen Titles
Byzantine canonists, Greek, RP 1, 1852
2. Councils and Fathers
ΕΚ ΠΟΙΩΝ ΣΥΝΟΔΩΝ ΤΕ ΚΑΙ ΠΡΟΣΩΠΩΝ, ΚΑΙ ΠΟΣΩΝ ΚΑΝΟΝΩΝ ΤΟ ΠΑΡΟΝ ΗΘΡΟΙΣΘΗ ΣΥΝΤΑΓΜΑ.
ΟΙ λεγόμενοι τῶν ἁγίων Ἀποστόλων διὰ Κλήμεντος κανόνες πε΄.
Συνόδου τῆς ἐν Νικαίᾳ τῶν τιη΄. ἁγίων Πατέρων κανόνες κ΄.
Συνόδου τῆς ἐν Ἀγκύρᾳ κανόνες κε΄.
Συνόδου τῆς ἐν Νεοκαισαρείᾳ κανόνες ιδ΄.
Συνόδου τῆς ἐν Γάγγρα κανόνες κ΄.
Συνόδου τῆς ἐν Ἀντιοχείᾳ τῆς Συρίας κανόνες κε΄.
Συνόδου τῆς ἐν Λαοδικείᾳ τῆς Φρυγίας κανόνες νθ΄.
Συνόδου τῆς ἐν Κωνσταντινουπόλει τῶν ρν΄. ἁγίων Πατέρων κανόνες ζ΄.
Συνόδου τῆς ἐν Ἐφέσῳ τῶν σ΄. ἁγίων Πατέρων κανόνες ζ΄.
Τῆς αὐτῆς ἐπιστολὴ πρὸς τοὺς Παμφυλίας ἐπισκόπους.
Συνόδου τῆς ἐν Χαλκηδόνι τῶν χλ΄. ἁγίων Πατέρων κανόνες κή.
Συνόδου τῆς ἐν Σαρδικῇ κανόνες κα΄.
Συνόδου τῆς ἐν Καρθαγένῃ κανόνες ρλή.
Συνόδου Κωνσταντινουπόλεως κανὼν ά.
Συνόδου τῆς ἕκτης κανόνες ρβ΄.
Συνόδου τῆς ἑβδόμης κανόνες κβ΄.
Συνόδου Κωνσταντινουπόλεως πρώτης καὶ δευτέρας κανόνες ιζ΄.
Διονυσίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐκ τῆς πρὸς Βασιλείδην ἐπιστολῆς, κανόνες δ΄.
Πέτρου ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ μάρτυρος ἐκ τοῦ περὶ μετανοίας λόγου κανόνες ιδ΄.
Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὸ Πάσχα κανὼν ά.
Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας τοῦ Θαυματουργοῦ ἐπιστολὴ κανονική.
Βασιλείου ἐπισκόπου Καισαρείας Καππαδοκίας ἐκ τῶν πρὸς Ἀμφιλόχιον ἐπίσκοπον Ἰκονίου κανονικῶν τριῶν ἐπιστολῶν κανόνες πδ΄.
Τοῦ αὐτοῦ ἐξ ἐπιστολῆς ἑτέρας πρὸς τὸν αὐτὸν ἐπίσκοπον Ἀμφιλόχιον κανὼν ά.
Τοῦ αὐτοῦ ἐπιστολὴ κανονικὴ πρὸς Διόδωρον.
Τοῦ αὐτοῦ ἐπιστολὴ κανονικὴ πρὸς Γρηγόριον πρεσβύτερον.
Τοῦ αὐτοῦ ἐπιστολὴ κανονικὴ πρὸς ἀρχιεπισκόπους.
Τοῦ αὐτοῦ ἐπιστολὴ κανονικὴ πρὸς τοὺς ὑφ᾽ ἑαυτὸν ἐπισκόπους.
Τοῦ αὐτοῦ ἐκ τῶν πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου Πνεύματος γεγραμμένων.
Γρηγορίου ἐπισκόπου Νύσσης ἐκ τῆς πρὸς Λητόϊον, ἐπίσκοπον Μελιτινῆς, κανονικῆς ἐπιστολῆς κανόνες ή.
Τιμοθέου Ἀρχιεπισκόπου Ἀλεξανδρείας τοῦ Παλαιοῦ, ἀπὸ τῶν γραφεισῶν αὐτῷ πεύσεων καὶ ἀποκρίσεων κανόνες ιή.
Θεοφίλου ἀρχιεπισκόπου Ἀλεξανδρείας προσφώνησις περὶ τῶν ἁγίων Θεοφανείων.
Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνηστικοῦ τοῦ διὰ τὴν Λυκὼ πόλιν τῆς Αἰγύπτου κανόνες ι΄.
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Ἀφύγγιον ἐπίσκοπον.
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Ἀγάθωνα ἐπίσκοπον.
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Μηνᾶν ἐπίσκοπον.
Κυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐκ τῆς πρὸς Δόμνον ἐπιστολῆς κανόνες γ΄.
Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τοὺς κατὰ Λιβύην καὶ Πεντάπολιν ἐπισκόπους ἐπιστολῆς κανόνες δ΄.
Γενναδίου, τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως, καὶ τῆς σὺν αὐτῷ ἁγίας συνόδου ἐγκύκλιος ἐπιστολὴ πρὸς ἅπαντας τοὺς ὁσιωτάτους μητροπολίτας.
Πρῶτος Γεννάδιος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως.
Ἰστέον, ὅτι ἡ ἔκθεσις τῶν προκειμένων συνόδων οὐ γέγονε πρὸς τὴν τάξιν τῶν χρόνων καθὼς συνῆλθον· ἡ μὲν γὰρ ἐν Νικαίᾳ μεταγενεστέρα κατὰ τὸν χρόνον οὖσα τῆς τε ἐν Ἀγκύρᾳ καὶ τῆς ἐν Νεοκαισαρείᾳ, διὰ τὸ τῆς τιμῆς ἐξαίρετον προτέτακται· ἡ δὲ ἐν Σαρδικῇ καὶ ἐν Καρθαγένῃ, τῷ χρόνῳ τινῶν τῶν λοιπῶν συνόδων προτερεύουσαι, μετ᾽ αὐτὰς ἐτέθησαν, διὰ τὸ πολλὰ περί τινων ἐπιχωρίων, ἤγουν τῶν δυτικῶν μερῶν, διορίσασθαι. Ὁμοίως δὲ καὶ ἡ ἐπὶ Ἀρκαδίου καὶ Ὁνωρίου τῶν Βασιλέων ἐν Κωνσταντινουπόλει συνελθοῦσα πασῶν μεταγενεστέραν ἔλαχε τάξιν, διὰ τὸ μὴ ζητήσεως ἐκκλησιαστικῆς, ἀλλ᾽ ἐγκαινίων χάριν τοῦ ἐν Ῥουφινιαναῖς εὐκτηρίου αὐτοὺς συνελθεῖν· οὕτω τε τινῶν παρεμπιπτουσῶν ἀμφισβητήσεων τὴν τομὴν ποιήσασθαι.