Library › Byzantine canonists › Nomocanon in Fourteen Titles
Nomocanon in Fourteen Titles
Byzantine canonists, Greek, RP 1, 1852
Title 1
ΤΙΤΛΟΣ Α΄.
ΠΕΡΙ ΘΕΟΛΟΓΙΑΣ, ΚΑΙ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ, ΚΑΙ ΚΑΝΟΝΩΝ, ΚΑΙ ΧΕΙΡΟΤΟΝΙΩΝ.
ΚΕΦΑΛΑΙΟΝ Α΄.
ΠΕΡΙ θεολογίας καὶ ὀρθοδόξου πίστεως. Ἀποστόλων κανὼν μθ΄. καὶ ν΄. Συνόδου Κωνσταντινουπόλεως κανὼν ά. έ. Συνόδου Ἐφέσου κανὼν ζ΄. Συνόδου Καρθαγένης κανὼν β΄. Συνόδου στ΄. κανὼν ά. ογ΄. πά.
Κείμενον.
Βιβλίον ά. τοῦ κώδικος τίτλ. ά. διάτ. ά. έ. στ΄. ζ΄. καὶ ή.
ΚΕΦΑΛΑΙΟΝ Β΄.
Πόσους δεῖ κρατεῖν κανόνας. Συνόδου Χαλκηδόνος κανὼν ά. Συνόδου Καρθαγένης κανὼν ά. Συνόδου στ΄. κανὼν β΄. Συνόδου Νικαίας τὸ β΄. κανὼν β΄.
Κείμενον.
Ἡ γ΄. διάταξις τοῦ β΄. τίτλου τῶν νεαρῶν, τοὺς τῶν ἑπτὰ συνόδων κανόνας θέλει κρατεῖν καὶ τὰ δόγματα αὐτῶν ὡς τὰς θείας γραφάς. Ἐν δὲ τῷ ά. βιβλ. τοῦ κώδικος τίτ. γ΄. διατάξει μδ΄., καὶ τῇ ά. καὶ δ΄. διατάξει τοῦ ά. τίτλου τῶν νεαρῶν, πῆ μὲν ὅτι οἱ κανόνες ὡς νόμοι κρατοῦσι, πῆ δὲ ὅτι τοῖς κανόσιν οἱ νόμοι ἀκολουθοῦσι. Καὶ βιβλ. ά. τίτλῳ β΄. διατ. ιβ΄. ὅτι οἱ τοῖς κανόσιν ἐναντιούμενοι πραγματικοὶ τύποι ἄκυροί εἰσιν.
ΚΕΦΑΛΑΙΟΝ Γ΄.
Περὶ τοῦ φυλάττεσθαι τὸ ἄγραφον ἐκκλησιαστικὸν ἔθος ὡς νόμον· καὶ ὅτι οὐκ ἔχομεν ἀνάγκην φυλάττειν τὰ τοῦ Μωσαϊκοῦ νόμου. Συνόδου ϛ΄. κανὼν πά. Βασίλειος ἀπὸ τῆς πρὸς Διόδωρον ἐπιστολῆς, καὶ ἐκ τοῦ κζ΄. καὶ ἐκ τοῦ κθ΄. κεφ. τῶν πρὸς Ἀμφιλόχιον ἐπεστολῶν περὶ τοῦ ἁγίου πνεύματος.
Κείμενον.
Καὶ ἐπὶ τοῦ πολιτικοῦ νόμου τὸ ἔθος ὡς ἄγραφος νόμος ἰσχύει, ὅτε ἐν δικαστηρίῳ ἡ συνήθεια βεβαιωθῇ, καὶ ὅτε μὴ ἐγγράφῳ νόμῳ ἐναντιοῦται. Εἰ δὲ ἔν τισι τόποις μήτε συνήθειαν τοῦ ζητουμένου ἐστὶν εὑρεῖν, τότε τῷ ἔθει τῆς Ῥώμης ἕπεσθαι δεῖ· ὡς βιβλίῳ ά. τῶν διατάξεων, τίτ. γ΄. διατάξει δ΄. καὶ λβ΄. λγ΄. λδ΄. λέ. λϛ΄. λζ΄. λή., καὶ βιβλίῳ ή. τοῦ κώδικος τίτ. νβ΄. διατ. ά. β΄. γ΄. εὕρηται δὲ καὶ βιβλίῳ ν΄. τίτ. ιζ΄. διατ. ρβ΄. ὅτι δυσχερῶς μὲν, ὅμως δὲ τοῦ δικαίου ἀπαιτοῦντος παραβαίνομεν τὴν συνήθειαν.
ΚΕΦΑΛΑΙΟΝ Δ΄.
Ὅτι οὐχ ὑφ᾽ ἑνὸς ἐπισκόπου ἀλλ᾽ ὑπὸ τῆς κοινότητος οἱ κανόνες ἐκτίθενται. Βασιλείου κανὼν περὶ τὸ τέλος μζ΄. Γρηγορίου Νύσσης περὶ τὰ μέσα κανὼν στ΄.
ΚΕΦΑΛΑΙΟΝ Ε΄.
Περὶ Πατριαρχῶν, καὶ μητροπολιτῶν, καὶ τῶν ἐν Ἀφρικῇ λεγομένων πριμάτων. Ἀποστόλων κανὼν λδ΄. Συνόδου Νικαίας δ΄. στ΄. ζ΄. Συνόδου Ἀντιοχείας κανὼν θ΄. Συνόδου Κωνσταντινουπόλεως κανὼν β΄. γ΄. Συνόδου Ἐφέσου κανὼν ή. Συνόδου Χαλκηδόνος κανὼν θ΄. ιζ΄. κή. Συνόδου Σαρδικῆς κανὼν γ΄. δ΄. έ. Συνόδου Καρθαγένης κανὼν ιζ΄. λθ΄. Συνόδου στ΄. κανὼν λστ΄. λθ΄.
Κείμενον.
Περὶ τῆς τάξεως τῶν Πατριαρχῶν, καὶ τῶν παρ᾽ αὐτῶν καὶ τῶν λοιπῶν ἐπισκόπων ὑπὲρ τῆς αὐτῶν χειροτονίας διδομένων· καὶ ὅτι πασῶν τῶν ἐκκλησιῶν κεφαλή ἐστιν ἡ Κωνσταντινούπολις, ἀνάγνωθι βιβλίον ά. τοῦ κώδικος τίτ. ά. διατ. ζ΄. τίτ. β΄. διατ. στ΄. καὶ κ΄. καὶ κδ΄. καὶ τίτ. ά. τῶν νεαρῶν διατ. β΄. καὶ τίτ. β΄. διατ. γ΄. ἡ δὲ ιστ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ ά. βιβλίου φησὶν, ὅτι ὁ Κωνσταντινουπόλεως ἔχει τῶν ἄλλων προεδρίαν. Καὶ ἡ ή. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν καὶ ἡ γ΄. τοῦ β΄. τίτ. ποιοῦσι τὸν πρίμας Ἰουστινιανῆς ἀρχιεπίσκοπον, καὶ ὅτι μείζων ἐστὶ μητροπολίτου, καὶ ὅτι ὑπὸ τῆς συνόδου αὐτοῦ χειροτονεῖται, καὶ ποίας ἐπαρχίας ἔχει.
ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄.
Περὶ τοῦ τίνας καὶ ποῦ χειροτονοῦσιν ἐπισκόπους, ἢ κληρικοὺς, καὶ ἐὰν ὁ χειροτονηθεὶς διὰ λιβέλλου παραιτεῖται τὴν ἐπισκοπήν. Ἀποστόλων κανὼν ά. β΄. λέ. Συνόδου Νικαίας κανὼν δ΄. Συνόδου Ἀντιοχείας κανὼν ιγ΄. ιθ΄. κβ΄. Συνόδου Λαοδικείας κανὼν έ. ιβ΄. Συνόδου Ἐφέσου κανὼν ή. καὶ ἐπιστολὴ πρὸς τὴν ἐν Παμφυλίᾳ σύνοδον. Συνόδου Σαρδικῆς κανὼν στ΄. Συνόδου Χαλκηδόνος κανὼν κή. Συνόδου Καρθαγένης κανὼν ιγ΄. τή. μθ΄. νστ΄. Συνόδου στ΄. κανὼν λγ΄. λζ΄. Συνόδου Νικαίας τὸ β΄. κανὼν β΄. Συνόδου ά. καὶ β΄. συγκροτηθείσης ἐν Κωνσταντινουπόλει, ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων, κανὼν ιστ΄. Βασιλείου ἐπιστολὴ πρὸς τοὺς χωρεπισκόπους. Κυρίλι λου ἐκ τῆς πρὸς Δόμνον ἐπιστολῆς, κανὼν ά. γ΄. Κυρίλλου ἐκ τῆς πρὸς τοὺς ἐν Λιβύῃ καὶ Πενταπόλει ἐπισκόπους ἐπιστολῆς, κανὼν ά. γ΄. Θεοφίλου ἐκ τοῦ ὑπομνηστικοῦ κανὼν στ΄.
Κείμενον.
Βιβλίον ά. τοῦ κώδικος τίτ. γ΄. διάτ. ιβ΄. λ΄. μβ΄. μζ΄. νβ΄. καὶ τίτ. ά. τῶν νεαρῶν διάτ. ά. β΄. καὶ ιζ΄.
ΚΕΦΑΛΑΙΟΝ Ζ΄.
Περὶ τοῦ μὴ χρῆν τοῖς ὄχλοις ἐπιτρέπειν τὴν τῶν ἱερέων ἐπιλογήν. Συνόδου Λαοδικείας κανὼν ιγ΄. Συνόδου Νικαίας τὸ β΄. κανὼν γ΄.
ΚΕΦΑΛΑΙΟΝ Η΄.
Περὶ τῆς γενομένης ἀντιλογίας ἐπὶ τῇ χειροτονίᾳ τοῦ ἐπισκόπου. Συνόδου Ἀντιοχείας κανὼν ιθ΄. Συνόδου Καρθαγένης κανὼν μθ΄.
Κείμενον.
Τίτλος ά. τῶν νεαρῶν διάτ. ά. β΄. ιζ΄. ἐν οἶς καὶ περὶ ἀντιλογίας χειροτονίας κληρικῶν, καὶ ἡγουμένων. Ἡ μὲν γὰρ πρώτη διάταξις τοῦ ά. τίτ. τῶν νεαρῶν παρακελεύεται τὰς τῶν ἐπισκόπων χειροτονίας ἐπὶ παντὸς τοῦ λαοῦ τῆς ἐκκλησίας γίνεσθαι, πρὸς τὸ ἄδειαν ἔχειν πάντα τὸν βουλόμενον ἀντιλέγειν· καὶ εἴγε πρὸ τῆς χειροτονίας γένηται ἡ ἀντίῤῥησις, μὴ πρότερον χειροτονεῖσθαι, πρὶν ἂν ἡ ἐξέτασις γένηται, καὶ φανῇ πανταχόθεν ἀνεύθυνος· εἰ δὲ πρὸ τῆς ἐξετάσεως χειροτονηθείη, τῆς ἱερατείας ἐκπεσεῖται σὺν τῷ χειροτονήσαντι. Εἰ μέν τοι ὁ πρὸ τῆς χειροτονίας ἀντειπὼν συκοφάντης φανείη, ἢ μὴ ἐπεξέλθῃ, χωριζέσθω διηνεκῶς τῆς ἁγίας κοινωνίας παρὰ τοῦ τὴν χειροτονίαν ποιοῦντος, ἡ δὲ χειροτονία γινέσθω. Ἡ δὲ δευτέρα διάταξις τοῦ αὐτοῦ τίτ. φησὶν, ὅτι ἐὰν ἡ ἀντίῤῥησις ἐπὶ αἰτίᾳ γένηται ἐμποδίσαι τῇ χειροτονίᾳ δυναμένη κατὰ τοὺς νόμους ἢ τοὺς κανόνας, καὶ ὅτι παρόντος ἑκατέρου μέρους ἡ ἐξέτασις γίνεται, ἢ τοῦ κατηγόρου ὑπερτιθεμένου ἐπὶ τρεῖς μῆνας πληρῶσαι τὴν κατηγορίαν, καὶ ὅτι μὴ δεικνὺς ὁ κατήγορος ἢ ἀποφεύγων ἐκβάλλεται τῆς ἐπαρχίας ῇ ἐνοικεῖ. Γινομένης δὲ τῆς χειροτονίας πρὸ τῆς ἐξετάσεως, ὁ μὲν χειροτονηθεὶς ἐξωθεῖται, ὁ δὲ χειροτονήσας ἐπὶ ἐνιαυτὸν κωλύεται τῆς ἁγίας λειτουργίας, καὶ πᾶσα ἡ οὐσία αὐτοῦ προσκυροῦται τῇ κατ᾽ αὐτὸν ἐκκλησίᾳ. Ἡ αὐτὴ δὲ διάταξις θέλει τὰ αὐτὰ κρατεῖν καὶ ἐπὶ ταῖς χειροτονίαις τῶν κληρικῶν. Ἡ δὲ ιζ΄. διάταξις τοῦ αὐτοῦ τίτλου φησὶν, ὅτι τινὸς κατηγοροῦντος ἐφ᾽ οἵᾳ δήποτε αἰτίᾳ τοῦ μέλλοντος χειροτονεῖσθαι, γινέσθω πρότερον ἡ ἐξέτασις τοῦ κατηγόρου ἐπεξιόντος· εἰ δὲ ἀπολειφθῇ ἢ ἀναβάλληται, ποιείτω τὴν ζήτησιν εἴσω τριῶν μηνῶν ὁ μέλλων χειροτονεῖν, καὶ ἐὰν ἀνεύθυνος φανῇ, παρόντος ἢ ἀπολειφθέντος τοῦ κατηγόρου χειροτονείσθω· καὶ ὁ κατήγορος, εἰ μὲν κληρικός ἐστιν, ἐκβάλλεται τοῦ βαθμοῦ· εἰ δὲ λαϊκὸς, σωφρονίζεται. Τῆς δὲ χειροτονίας γινομένης πρὸ ἐξετάσεως, τῆς ἱερωσύνης ὁ χειροτονῆσας καὶ ὁ χειροτονηθεὶς ἐκβάλλονται. Λέγει δὲ τὰ αὐτὰ κρατεῖν καὶ ἐπὶ χειροτονίᾳ κληρικῶν, καὶ ἐπισκόπων, καὶ ἡγουμένων.
ΚΕΦΑΛΑΙΟΝ Θ΄.
Περὶ τοῦ χρόνου οὗ ἐντὸς δεῖ τοὺς ἐπισκόπους χειροτονεῖσθαι. Συνόδου Χαλκηδόνος κανὼν κέ. Συνόδου στ΄. κανὼν ιδ΄.
Κείμενον.
Ἡ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν φησιν ὅτι, ἐὰν ὑπέρθωνται οἱ τῆς πόλεως ἐφ᾽ ἓξ μῆνας ψηφίσασθαι τὸν ἐπίσκοπον, ποιείτω τὴν χειροτονίαν ᾧ τινι ἁρμόζει, κινδύνῳ τῆς ἑαυτοῦ ψυχῆς, τῶν ἄλλων πάντων παραφυλαττομένων.
ΚΕΦΑΛΑΙΟΝ Ι΄.
Περὶ τοῦ μὴ χειροτονεῖσθαί τινα ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον, πρὶν ἢ πάντας τοὺς ἐν τῷ οἴκῳ αὐτοῦ χριστιανοὺς ὀρθοδόξους ποιῆσαι. Συνόδου Καρθαγένης κανὼν λστ΄.
Κείμενον.
Καὶ ἡ ιή. διάτ. τοῦ έ. τίτ. τοῦ ά. βιβλίου καὶ ἡ ί. τοῦ ιά. τίτ. τιμωρεῖται τοὺς Σαμαρείτας καὶ Ἐλληνας βαπτιζομένους, καὶ μὴ προσάγοντας γαμετὰς αὐτῶν καὶ παῖδας τοὺς ἐν τοῖς οἴκοις αὐτῶν τῷ ἁγίῳ βαπτίσματι.
ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄.
Περὶ τῶν ἀπὸ λαϊκῶν γινομένων ἐπισκόπων. Συνόδου Σαρδικῆς κανὼν ί. Συνόδου ά. καὶ β΄. συγκροτηθείσης ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων κανὼν ιζ΄.
Κείμενον.
Ἡ β΄. διάταξις τοῦ ά. τίτ. τῶν νεαρῶν οὐ συγχωρεῖ ἀπὸ λαϊκῶν εὐθέως ἐπίσκοπον χειροτονεῖσθαι, ἀλλὰ πρότερον κληρικὸν γίνεσθαι, καὶ μένειν ἐπὶ τρεῖς μῆνας τὰς γραφὰς διδασκόμενον καὶ τοὺς κανόνας. Ἡ δὲ ά. διάταξις τοῦ αὐτοῦ βιβλίου καὶ τίτλου οὐ βούλεται αὐτὸν οὐχ ἦττον ἓξ μηνῶν προκληρωθῆναι ἢ προμονάσαι.
ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄.
Πῶς ὁ ἐθνικὸς, ἢ ὁ ἐν νόσῳ, ἢ ὁ νεωστὶ βαπτισθεὶς, καὶ ὁ ἐκ φαύλης διαγωγῆς χειροτονεῖται ἐπίσκοπος ἢ κληρικός. Κανὼν Ἀποστόλων π΄. Συνόδου Νικαίας κανὼν β΄. Συνόδου Νεοκαισαρείας κανὼν ιβ΄. Συνόδου Δαοδικείας κανὼν γ΄.
ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄.
Πῶς ὁ σχολάζων ἐπίσκοπος γίνεται εἷς σχολάζουσαν ἐπισκοπήν. Συνόδου Ἀντιοχείας κανὼν ιζ΄.
ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄.
Πότε γίνεται ἐπίσκοπος ἢ κληρικὸς εὐνοῦχος, ἢ ἀλλως ἐμπαθὴς τὸ σῶμα. Ἀποστόλων κανὼν κά. κβ΄. οζ΄. οή. Συνόδου Νικαίας κανὼν ά.
Κείμενον.
Ὁ πολιτικὸς νόμος τοὺς ἑαυτοὺς ἢ ἑτέρους εὐνουχίζοντας διαφόρως τιμωρεῖται, ποτὲ μὲν κεφαλικῶς, ποτὲ δὲ δημεύσει καὶ ἐξορίᾳ, ποτὲ δὲ ταυτοπαθείᾳ. Καθόλου γὰρ ἐν τῇ πολιτείᾳ ἡμῶν οὐδένα συγχωρεῖ εὐνουχίζεσθαι, ἀλλὰ παρὰ βαρβάροις καὶ μόνους βαρβάρους. Εἰ δέ τις παρ᾽ ἡμῖν εὐνουχισθῆ, ἐλευθεροῦται εἴπερ ἦν δοῦλος, κἂν διὰ νόσον εὐνουχισθῇ, ὡς βιβ. δ΄. τοῦ κώδ. τίτ. μβ΄. διατ. ά. β΄. καὶ βιβ. μή. τίτ. ή. διατ. γ΄. δ΄. έ. στ΄. ιά. καὶ ἐν τῇ περὶ τῶν εὐνουχιζόντων ρμβ΄. νεαρᾷ.
ΚΕΦΑΛΑΙΟΝ. ΙΕ΄.
Περὶ τοῦ τὸν δαιμονιζόμενον μὴ κληροῦσθαι. Ἀποστόλων κανὼν σθ΄.
ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄.
Περὶ τοῦ μὴ πειθαρχοῦντος τῷ ἰδίῳ ἐπισκόπῳ, βουλομένῳ χειροτονεῖν αὐτὸν εἰς μείζονα βαθμόν. Συνόδου Καρθαγένης κανὼν λά. Βασιλείου κανὼν ί.
ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄.
Περὶ ἐπισκόπου, ἢ κληρικοῦ χειροτονηθέντος, καὶ μὴ δεχθέντος ὑπὸ τῆς παροικίας, ἢ μὴ καταδεξαμένου, ἢ μὴ δυνηθέντος ἀπελθεῖν. Ἀποστόλων κανὼν λστ΄. συνόδου Ἀγκύρας κανὼν ιή. Συνόδου Ἀντιοχείας κανὼν ιή. Συνόδου στ΄. κανὼν ιζ΄.
ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄.
Περὶ τοῦ μὴ δύνασθαι τὸν τελευτῶντα ἐπίσκοπον ἕτερον ἀντ᾽ αὐτοῦ χειροτονεῖν. Ἀποστόλων κανὼν οστ΄. Συνόδου Ἀντιοχείας κανὼν κγ΄.
ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄.
Περὶ τοῦ μὴ ἁπλῶς ἐν πόλει βραχείᾳ, ἢ κώμῃ γίνεσθαι ἐπίσκοπον. Συνόδου Λαοδικείας κανὼν νζ΄. Συνόδου Σαρδικῆς κανὼν στ΄.
ΚΕΦΑΛΑΙΟΝ Κ΄.
Περὶ τοῦ μὴ εἶναι ἐν μιᾷ ἐπαρχίᾳ δύο μητροπολίτας, ἢ ἐν μιᾷ πόλει δύο ἐπισκόπους, ἢ ἐν δυσὶ πόλεσιν ἕνα κληρικόν. Συνόδου Νικαίας κανὼν ή. Συνόδου Χαλκηδόνος κανὼν ί. ιβ΄. Συνόδου Νικαίας τὸ β΄. κανὼν ιέ.
Κείμενον.
Ὁ Ἑλενόποντος δύο ἔχει μητροπολίτας, ὡς ἡ κή. νεαρά· καὶ ἡ Παφλαγονία διαφόρους, ὡς ἡ κθ΄. νεαρά· καὶ ἡ Φρυγία Καπατιανὴ, καὶ ἡ β΄. Καππαδοκία. Οὔτε δὲ δύο πόλεων δύναταί τις εἶναι ἐπίσκοπος, ἐξήρηται ὁ Τομέως, αὐτὸς γὰρ καὶ τῶν λοιπῶν ἐκκλησιῶν Σκυθίας προνοεῖ· καὶ ἡ Λεοντόπολις Ἰσαυρίας ὑπὸ τὸν ἐπίσκοπόν ἐστιν Ἰσαυροπόλεως, ὡς βιβ. ά. τοῦ κώδικος τίτ. γ΄. διατ. λέ. οὔτε δὲ ἡγούμενος γίνεται δύο μοναστηρίων, ὡς διάτ. λθ΄. τοῦ αὐτοῦ τίτλου.
ΚΕΦΑΛΑΙΟΝ ΚΑ΄.
Περὶ τῶν χειροτονούντων ἐν ταῖς μὴ οὔσαις ὑπ᾽ αὐτοὺς πόλεσιν ἢ ἐπαρχίαις. Ἀποστόλων κανὼν λέ. Συνόδου Ἀντιοχείας κανὼν ιγ΄. κβ΄. Συνόδου Ἐφέσου κανὼν ή.
ΚΕΦΑΛΑΙΟΝ ΚΒ΄.
Περὶ τῶν διὰ προστασίας ἀρχόντων γινομένων ἐγκρατῶν ἐκκλησιῶν. Ἀποστόλων κανὼν λ΄. Συνόδου Νικαίας τὸ β΄. κανὼν γ΄.
ΚΕΦΑΛΑΙΟΝ ΚΓ΄.
Περὶ τῶν διὰ γάμον ἢ παλλακισμὸν μὴ χειροτονουμένων ἐπισκόπων. Ἀποστόλων κανὼν ιβ΄. ιή. ιθ΄. Συνόδου στ΄. κανὼν γ΄. ιβ΄. Βασιλείου κανὼν ιβ΄.
Κείμενον.
Τίτλος ά. τῶν νεαρῶν, διάτ. ά. β΄ ιζ΄. ἐν αἷς εἴρηται, ὅτι ὁ χειροτονούμενος ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὑποδιάκονος ὀφείλει εἶναι παρθένος, ἢ ἐκ παρθενίας μονογαμήσας παρθένον.
ΚΕΦΑΛΑΙΟΝ ΚΔ΄.
Περὶ τῶν ἐπὶ χρήμασι χειροτονουμένων, ἢ λαμβανόντων ὀφφίκια. Ἀποστόλων κανὼν κθ΄. Συνόδου Χαλκηδόνος κανὼν β΄. Συνόδου ἕκτης κανὼν κβ΄. κγ΄. Ταρασίου ἀρχιεπισκόπου πρὸς Ἀδριανὸν πάπαν Ῥώμης ἐπιστολή. Συνόδου Νικαίας τὸ β΄. κανὼν δ΄. έ. ιθ΄. Βασιλείου ἐκ τῆς πρὸς τοὺς ἐπισκόπους ἐπιστολῆς. Γενναδίου καὶ τῆς σὺν αὐτῷ συνόδου ἐκ τῆς ἐγκυκλίου πρὸς τοὺς ὁσιωτάτους μητροπολίτας ἐπιστολῆς.
Κείμενον.
Βιβλίον ά. τίτ. γ΄. διάτ. λ΄. μά. καὶ τίτ. ά. τῶν νεαρῶν, διάταξις ά. β΄. ιά., ἐν αἷς εἴρηται καὶ περὶ τῶν διδομένων ἐμφανιστικῶν παρὰ ἐπισκόπων καὶ κληρικῶν, καὶ ὅτι ἐν Βυζαντίῳ μόνοι οἱ τῆς μεγάλης ἐκκλησίας, οὐ μὴν οἱ τῶν ἄλλων κληρικοὶ τοῖς αὐτῶν συγκληρικοῖς ταῦτα διδόασιν. Οἱ δὲ παρασχόντες οὐ διδόασι πλέον ἑνὸς ἐνιαυτοῦ διάρια. Οὔτε δὲ φρόντισμα οἱονδήποτε ἢ διοίκησιν ἐκκλησιαστικὴν ἐπὶ δόσει τις δύναται λαβεῖν, ἢ ἐπὶ τῶν πτωχείων γίνεσθαι, ἢ ξενῶνος, ἢ εὐαγοῦς οἴκου προστῆναι. Πάντα δὲ τὰ ἐπὶ τούτῳ διδόμενα ἢ ὑπισχνούμενα, ἡ ἐκκλησία, ἢ ὁ εὐαγὴς οἶκος ἐκδικεῖ. Ἐξουσίαν δὲ ἔχουσιν οἱ ἐπίσκοποι, καὶ πρὸ τῆς χειροτονίας, καὶ μετὰ ταῦτα ταῖς ἐκκλησίαις προσφέρειν.
ΚΕΦΑΛΑΙΟΝ ΚΕ΄.
Περὶ τοῦ μὴ γίνεσθαι ἀναχειροτονήσεις. Ἀποστόλων κανὼν ξή. Συνόδου Καρθαγένης κανὼν μή.
ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ΄.
Περὶ τοῦ μὴ μετιέναι ἐπίσκοπον ἢ κληρικὸν ἀπὸ πόλεως εἰς πόλιν. Συνόδου Νικαίας κανὼν ιέ. ιστ΄. Συνόδου Ἀντιοχείας κανὼν κά. Συνόδου Χαλκηδόνος κανὼν έ. ιβ΄. κ΄. Συνόδου Σαρδικῆς κανὼν ά. β΄. ιέ. Συνόδου Καρθαγένης κανὼν νδ΄. γ΄. Συνόδου στ΄. κανὼν ιζ΄. ιή. καὶ κ΄.
Κείμενον.
Ἡ θ΄. καὶ ί. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν λέγει πῶς εἰς τὴν μεγάλην ἐκκλησίαν Κωνσταντινουπόλεως οἱ τῶν ἄλλων αὐτῆς ἐκκλησιῶν κληρικοὶ μετατίθενται.
ΚΕΦΑΛΑΙΟΝ ΚΖ΄.
Περὶ ὑποκειμένου ἁμαρτήματι, καὶ χειροτονηθέντος. Συνόδου Νικαίας κανὼν θ΄. ί. Συνόδου Νεοκαισαρείας κανὼν θ΄. ί. Βασιλείου κανὼν κζ΄. Θεοφίλου ἐκ τοῦ ὑπομνηστικοῦ κανὼν δ΄. έ. ή.
ΚΕΦΑΛΑΙΟΝ ΚΗ΄.
Περὶ τῆς ἡλικίας τῶν χειροτονουμένων ἀῤῥένων καὶ θηλειῶν. Συνόδου Καρθαγένης κανὼν ιστ΄. Συνόδου στ΄. κανὼν ιδ΄. ιέ. Συνόδου Νεοκαισαρείας κανὼν κά. Συνόδου Χαλκηδόνος κανὼν ιέ.
Κείμενον.
Ἡ θ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβ. τοῦ κώδικος οὐ συγχωρεῖ γίνεσθαι διακόνισσαν τὴν μὴ ὑπερβᾶσαν τὸν ξ΄. ἐνιαυτόν· ἡ δὲ ά. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν, ν΄. ἐτῶν αὐτὴν εἶναι θέλει, ὡς εἴγε διά τινα αἰτίαν ἀναγκαίαν ἐλάττων οὖσα ταύτης τῆς ἡλικίας ἐχειροτονήθη, βούλεται μοναστηρίῳ ἐμβληθῆναι, ἐν ᾧ ἀνδρῶν ἐπιμιξία οὐκ ἔστιν, οὔτε αὐτεξούσιος δίαιτα. Ἡ μέν τοι β΄. διάτ. τοῦ αὐτοῦ τίτ. οὐ θέλει διακόνισσαν ἐκκλησίας γίνεσθαι τεσσαράκοντα ἐνιαυτῶν ἥττονα. Ἡ αὐτὴ δὲ διάταξίς φησι τὸν χειροτονούμενον πρεσβύτερον μὴ ὀφείλειν εἶναι ἥττονα τῶν λ΄. ἐτῶν, καὶ κέ. τὸν διάκονον, τὸν δὲ ἀναγνώστην ή, καὶ τὸν ἐπίσκοπον λέ. Ἡ δὲ ιζ΄. διάτ. τοῦ αὐτοῦ τίτ. θέλει αὐτὸν ὑπερβεβηκέναι τὰ λ΄. ἔτη.
ΚΕΦΑΛΑΙΟΝ ΚΘ΄.
Περὶ ποιήσεως χωρεπισκόπων, καὶ πότε, καὶ πῶς προσφέρουσιν ἢ μεταδιδόασι, καὶ τίνας χειροτονοῦσιν ἢ οὔ. Συνόδου Ἀγκύρας κανὼν ιγ΄. Συνόδου Νεοκαισαρείας κανὼν ιγ΄. Συνόδου Ἀντιοχείας κανὼν ί. Βασιλείου ἐκ τῆς πρὸς τοὺς χωρεπισκόπους ἐπιστολῆς.
ΚΕΦΑΛΑΙΟΝ Λ΄.
Περὶ τοῦ ἑπτὰ καὶ μόνους εἶναι διακόνους ὀφείλειν, κἂν ἡ πόλις μεγάλη ᾖ. Συνόδου Νεοκαισαρείας κανὼν ιδ΄. Συνόδου στ΄. κανὼν ιστ΄.
Κείμενον.
Ἡ ά. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν φησιν ὅτι τὸν ἀριθμὸν τῶν ἐν ἑκάστῃ ἐκκλησίᾳ λειτουργούντων ἡ ποσότης τῆς προσόδου καὶ ἡ κρατήσασα ὁρίζει συνήθεια. Ἡ δὲ θ΄. διάτ. τοῦ αὐτοῦ τίτ. προστάττει ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ Κωνσταντινουπόλεως εἶναι πρεσβυτέρους ἑξήκοντα, διακόνους ἑκατὸν, καὶ εἴκοσι διακονίσσας, ὑποδιακόνους ἐνεννήκοντα, ἀναγνώστας ἑκατὸν δέκα, ψάλτας εἰκοσιπέντε, θυρωροὺς ἑκατόν. Ἡ δὲ ί. τοῦ αὐτοῦ τίτ. διάτ. βούλεται ἐν ταῖς ἄλλαις ἐκκλησίαις φυλάττεσθαι τὸ ἐξ ἀρχῆς ὁρισθὲν στατοῦτον. Ἀπὸ δὲ τύπου τοῦ δεσπότου Ἡρακλείου ὡρίσθησαν ἐν τῇ αὐτῇ μεγάλῃ ἐκκλησίᾳ πρεσβύτεροι ὀγδοήκοντα, διάκονοι διακόσιοι πεντήκοντα, διακόνισσαι τεσσαράκοντα, ὑποδιάκονοι ἑβδομήκοντα ἀναγνῶσται ἑκατὸν ἑξήκοντα, ψάλται εἰκοσιπέντε, θυρωροὶ ἑβδομήκοντα πέντε.
ΚΕΦΑΛΑΙΟΝ. ΛΑ΄.
Τίνες εἰσὶ κληρικοὶ ἢ τῆς ἐκκλησιαστικῆς τάξεως. Συνόδου Λαοδικείας κανὼν κδ΄.
Κείμενον.
Ἡ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν κληρικοὺς λέγει πρεσβυτέρους, διακόνους, ὑποδιακόνους, ἀναγνώστας, ψάλτας. Ἡ μέντοι στ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος καὶ ἐξορκιστῶν καὶ πυλωρῶν μέμνηται.
ΚΕΦΑΛΑΙΟΝ ΛΒ΄.
Περὶ τοῦ μὴ χειροτονεῖσθαι οὕτινος ἡ γυνὴ ἐμοιχεύθη, καὶ ἐὰν γυνὴ κληρικοῦ μοιχευθῇ. Συνόδου Νεοκαισαρείας κανὼν ή.
Κείμενον.
Καὶ ὁ πολιτικὸς νόμος πάντας τοὺς τὰς γυναῖκας ἑαυτῶν μοιχευομένας μὴ ἀπολύοντας τιμωρεῖται. Ἡ δὲ β΄. διάτ. τοῦ θ΄. τίτ. τοῦ θ΄. βιβλίου τοῦ κώδικος λέγει, ὅτι προαγωγός ἐστιν ὁ τὴν ἑαυτοῦ γαμετὴν μοιχευθεῖσαν μὴ ἀπολύσας, οὐ μὴν ὁ ψιλῶς ὑποπτεύσας. Σήμερον δὲ καὶ μετὰ τὴν καταδίκην δύναται ὁ ἀνὴρ ἀναλαβεῖν ἐκ τοῦ μοναστηρίου τὴν μοιχευθεῖσαν αὐτοῦ γυναῖκα, κατὰ τὴν παρατήρησιν τῆς περὶ ῥεπουδίου ρλδ΄. νεαρᾶς.
ΚΕΦΑΛΑΙΟΝ ΛΓ΄.
Περὶ τοῦ μὴ χειροτονεῖσθαι κληρικὸν ἀπολελυμένως, ἀλλὰ πάντως εἰς ἐκκλησίαν ἢ μοναστήρια. Συνόδου Χαλκηδόνος κανὼν στ΄.
ΚΕΦΑΛΑΙΟΝ ΛΔ΄.
Περὶ περιοδευτῶν, καὶ τῶν ἐν ταῖς κώμαις ἐκκλησιῶν. Συνόδου Λαοδικείας κανὼν νζ΄.
Κείμενον.
Ἡ ιά. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου λέγει ἐκ τῶν χωρίων, καὶ ἐκ τῶν κωμῶν, καὶ οὐκ ἔξωθεν εἰς τὰς ἐκκλησίας αὐτῶν χειροτονεῖσθαι, ὥστε συντελεῖν ἰδίαν καπιτιῶνα καὶ τὸ δημόσιον. Ἡ δὲ ιστ΄. διάτ. τοῦ αὐτοῦ τίτ. καὶ ἡ β΄. τοῦ ά. τίτ. τῶν νεαρῶν φησι τοὺς ἐναπογράφους καὶ ἀκόντων τῶν δεσποτῶν ἐν ταῖς κατ᾽ αὐτοὺς κτήσεσι χειροτονεῖσθαι, ἐφ᾽ ᾧ διὰ τῶν δεσποτῶν τὴν καπιτιῶνα συντελεῖν, καὶ διὰ ὑποκαταστάτων λειτουργεῖν.
ΚΕΦΑΛΑΙΟΝ ΛΕ΄.
Περὶ τοῦ ὑπὸ τὸν ἐπίσκοπον τῆς πόλεως εἶναι τοὺς κληρικοὺς τῶν πτωχείων, καὶ μοναστηρίων, καὶ μαρτυρίων. Συνόδου Χαλκηδόνος κανὼν η΄.
ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ΄.
Περὶ δούλων κληρουμένων. Ἀποστόλων κανὼν πβ΄.
Κείμενον.
Ἡ λϛ΄. διάταξις τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός φησιν ὅτι δοῦλος οὔτε κατὰ γνώμην τοῦ δεσπότου κληροῦται, εἰμὴ πρότερον ἐλευθερωθῇ. Ἡ δὲ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν φησιν ὅτι ἐὰν γινώσκοντος, καὶ μὴ ἀντιλέγοντος τοῦ δεσπότου κληρωθῇ, ἐλευθεροῦται, καὶ εὐγενὴς γίνεται. Εἰ δὲ ἠγνόησε, δεικνὺς εἴσω ἐνιαυτοῦ τὴν τύχην λαμβάνει αὐτόν. Ὁ δὲ ἐλευθερούμενος ἐὰν κοσμικὸς γένηται, παραδίδοται εἰς δουλείαν τῷ δεσπότῃ αὐτοῦ. Ἡ δὲ αὐτὴ διάτ. λέγει ὅτι ἡ ἐπισκοπὴ καὶ δουλικῆς καὶ ἐναπογράφου τύχης ἐλευθεροῖ, καὶ ὑπεξουσιότητος· τὸ αὐτὸ δὲ καὶ ἡ πά. νεαρὰ, ἡ διαλαμβάνουσα διὰ ποίων ἀξιωμάτων βουλευτηρίου τις ἐλευθεροῦται, καὶ ὑπεξουσιότητος.
ΚΕΦΑΛΑΙΟΝ ΛΖ΄.
Περὶ διακονισσῶν, καὶ ὅτι γυνὴ οὐ γίνεται πρεσβυτέρα. Συνόδου Νικαίας κανὼν ιθ΄. Συνόδου Λαοδικείας κανὼν ιά. Συνόδου Χαλκηδόνος κανὼν ιε΄. Συνόδου ϛ΄. κανὼν ιδ΄.
ΚΕΦΑΛΑΙΟΝ ΛΗ΄.
Περὶ τῶν διὰ τῆς χειροτονίας λυομένων ἁμαρτημάτων. Συνόδου Νεοκαισαρείας κανὼν θ΄.