Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Byzantine canonists › Nomocanon in Fourteen Titles

Nomocanon in Fourteen Titles

Byzantine canonists, Greek, RP 1, 1852

Title 12

ΤΙΤΛΟΣ ΙΒ΄.
ΠΕΡΙ ΑΙΡΕΤΙΚΩΝ, καὶ ΙΟΥΔΑΙΩΝ, καὶ ΕΛΛΗΝΩΝ.
ΚΕΦΑΛΑΙΟΝ Α΄.

Τί ἐστιν αἵρεσις, καὶ τί σχίσμα, καὶ τί παρασυναγωγή. Βασιλείου κανὼν ά.

ΚΕΦΑΛΑΙΟΝ Β΄.

Τί ἐστιν αἱρετικός. Συνόδου Κωνσταντινουπόλεως κανὼν στ΄.

Κείμενον.

Ἡ ά. διάτ. τοῦ ά. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος φησὶν ὡς ὁ μὴ δοξάζων τὴν ἁγίαν Τριάδα ἐν μιᾷ θεότητι ἰσοδύναμον, οὔτε χριστιανὸς λέγεται, ἀλλ᾽ ἄφρων ἐστὶ καὶ αἱρετικὸς ἄτιμος, καὶ τιμωρεῖται. Καὶ τίτ. έ. τοῦ αὐτοῦ βιβλίου διάτ. β΄. ὅτι αἱρετικός ἐστι, καὶ τοῖς κατὰ τῶν αἱρετικῶν ὑπόκειται νόμοις ὁ μικρὸν γοῦν ἐκκλίνων τῆς ὀρθοδόξου πίστεως. Καὶ διάτ. ιβ΄. τοῦ αὐτοῦ τίτ. ὅτι αἱρετικός ἐστιν ὁ μὴ ὦν ὀρθόδοξος. Ἡ δὲ ά. διάτ. τοῦ γ΄. τίτ. τῶν νεαρῶν αἱρετικοὺς λέγει τοὺς μὴ ὄντας κοινωνικούς.

Κείμενον.

Ἐν πλάτει δὲ τὰ περὶ τῶν αἱρετικῶν ἀνήνεκται ἐν τῷ έ. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος, ἐν ᾧ κωλύονται ἔχειν προνόμια, ἢ διδάσκειν, ἢ ποιεῖν κληρικοὺς, ἢ λιτανεύειν δημοσίᾳ, ἢ ἐν οἴκῳ, ἐπεὶ τινὸς τοιούτου γενομένου ἡ τάξις τοῦ ἐπάρχου ρ΄. λίτρας δίδωσιν, αἱ δὲ ἐπιχώριοι πεντήκοντα, καὶ ὅτι τὰ συνακτήρια αὐτῶν ἡ ὀρθόδοξος ἐκκλησία λαμβάνει· καὶ ὅτι οἱ Μανιχαῖοι, καὶ οἱ Δονατισταὶ ἐσχάτως τιμωροῦνται, καὶ δημεύονται, καὶ οὔτε διατίθενται, ἢ ὁπωσοῦν συναλλάττουσι, καὶ οὔτε ὑπὸ παίδων μὴ ὄντων ὀρθοδόξων κληρονομοῦνται, καὶ μετὰ θάνατον κατηγοροῦνται, καὶ ἀκυροῦνται αἱ διαθῆκαι αὐτῶν, καὶ ὅτι τῶν πόλεων ἐκβάλλονται, καὶ ὅτι ταῖς ἐκκλησίαις προσκυροῦνται οἱ οἶκοι ἐν οἷς οἱ αἱρετικοὶ γνώμῃ τῶν δεσποτῶν συνάγονται· καὶ ὅτι τῶν βουλευτικῶν ἢ ταξεωτικῶν λειτουργιῶν οὐκ ἀπολύονται· καὶ ὅτι οὐ ποιοῦσι μοναστήρια, οὔτε στρατεύονται. Καὶ πῶς τιμωροῦνται οἱ κατὰ τῶν ἁγίων συνόδων γράφοντες, ἢ ἔχοντες, ἢ ἀναγινώσκοντες αὐτά· καὶ ὅτι θάπτονται νομίμως· καὶ ὅτι οὐ γίνονται ἀξιωματικοὶ, ἢ συνήγοροι, ἢ ἔκδικοι, ἢ πατέρες πόλεων, γίνονται δὲ κορταλῖνοι· καὶ πῶς ἀναγκάζονται τοὺς παῖδας ὀρθοδόξους ὄντας τρέφειν, καὶ γράφειν κληρονόμους, καὶ διδόναι αὐτοῖς προῖκα, καὶ πρὸ γάμου δωρεάς· καὶ ὅτι τῶν γονέων ἀμφισβητούντων ἐπικρατέστερός ἐστιν ὁ θέλων τῇ ὀρθοδοξίᾳ τοὺς παῖδας προσαγαγεῖν· καὶ ὅτι οἱ ὀρθόδοξοι παῖδες πλημμελοῦντες εἰς αἱρετικοὺς γονεῖς τιμωροῦνται· καὶ ὅτι οὔτε βαπτίζουσιν οἱ αἱρετικοὶ, οὔτε φροντίζουσιν ἢ διοικοῦσι χωρία δι᾽ ἑαυτῶν ἢ παρενθέτων, οὔτε παιδεύουσιν, οὔτε κληρονομοῦσιν, οὔτε πραγματεύονται ἐντὸς ἱερῶν περιβόλων· καὶ ὅτι ἐν δικαστηρίῳ οὐ καταμαρτυροῦσιν ὀρθοδόξου, εἰμὴ εἰς βουλευτήριον ὀρθόδοξος ἕλκοιτο· ὡς διάτ. β΄. τοῦ ή. τίτ. τῶν νεαρῶν, ἔστι δὲ τοῦ ἀριθμοῦ τῶν ὅλων μβ΄., ἐν δὲ τελευταίαις βουλήσεσι καὶ συμβολαίοις μαρτυροῦσιν. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ ή. κεφ. τοῦ ί. τίτ. τοῦ παρόντος συντάγματος. Περὶ δὲ Ἰουδαίων διαλαμβάνει ὁ θ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος, ἐν ᾧ καὶ τὰς συναγωγὰς αὐτῶν λέγει μὴ μιτατεύεσθαι, μήτε αὐτοὺς ἐν τοῖς σαββάτοις, ἢ ταῖς ἑορταῖς αὐτῶν σωματικῶς λειτουργεῖν· οὔτε ἐνάγονται, οὔτε παρὰ τῶν χριστιανῶν ἐπηρεάζονται, οὔτε γαμοῦσι χριστιανὰς, καὶ ὅτι αὐτοὶ τὰ ἴδια ἀγορανομοῦσι, καὶ ὅτι ἐπὶ τῶν γάμων οὐ φυλάττουσι τὸν νόμον αὐτῶν, καὶ ὅτι ἐπὶ μόνοις χρηματικοῖς δικαστὰς ἰδίους αἱρεῖσθαι δύνανται, καὶ ὅτι τὸν στεφανητικὸν κανόνα οἱ ἔξαρχοι αὐτῶν ἰδιοκινδύνως εἰσάγουσι ταῖς λαργιτιόσι, καὶ ὅτι οὐδὲν αὐτοῖς δεῖ τολμᾶν κατὰ χριστιανῶν.

ΚΕΦΑΛΑΙΟΝ Γ΄.

Περὶ βιβλίων αἱρετικῶν. Ἀποστόλων κανὼν ξ΄. Συνόδου στ΄. κανὼν ξή. Συνόδου Νικαίας τὸ β΄. κανὼν θ΄.

Κείμενον.

Ἡ γ΄. διάτ. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός φησι· Τὰ κατὰ χριστιανῶν Πορφυρίου καὶ ἄλλων συγγράμματα καιέσθωσαν, καὶ τὰ Νεστορίου, καὶ ὅσα μὴ συμφωνεῖ ταῖς ἐν Νικαίᾳ καὶ ἐν Ἐφέσῳ συνόδοις, καὶ Κυρίλλῳ τῷ Ἀλεξανδρείας, ὦν οὐκ ἔξεστι παρεξιέναι τὴν πίστιν. Οἱ δὲ τὰ λεχθέντα βιβλία ἔχοντες καὶ ἀναγινώσκοντες ἐσχάτως τιμωροῦνται. Τίτ. δ΄. διάτ. ί. Οἱ μαθηματικοὶ, μὴ καίοντες ἐπὶ τῶν ἐπισκόπων τὰς βίβλους αὐτῶν, καὶ τῇ ὀρθοδοξίᾳ προσιόντες, πάσης ἀπωθοῦνται πόλεως· εὑρισκόμενοι δὲ ἐν ταῖς πόλεσι δεπορτατεύονται. Τίτ. έ. διάτ. στ΄. Τὰ γραφέντα Νεστορίῳ κατὰ τῆς ἐν Ἐφέσῳ συνόδου οὐκ ἔξεστιν ἔχειν, ἢ ἀναγινώσκειν, ἢ μεταγράφειν, ἀλλὰ καίονται· καὶ ἐν τῷ ζητεῖν περὶ πίστεως, οὐ δεῖ αὐτῶν μεμνῆσθαι, οὔτε δὲ αὐτὰ ἐν οἱῳδήποτε ἰδίῳ τόπῳ δέχεσθαι· ὁ δὲ παραβαίνων τὸν νόμον δημεύεται. Οὐ λέγονται δὲ οἱ Νεστοριανοὶ χριστιανοὶ, ἀλλὰ Σιμωνιανοὶ, ὥσπερ οἱ Ἀρειανοὶ, Πορφυριανοί. Διάτ. ή. Οὐδενὶ ἔξεστι κατὰ τῆς ἐν Χαλκηδόνι συνόδου γράφειν, ἢ ἀναγινώσκειν, ἢ ὑπαγορεύειν, ἢ ἔχειν συγγράμματα, ἐπεὶ διηνεκῶς δεπορτατεύεται· καὶ ὁ προσελθὼν ἐπὶ τῷ μαθεῖν, δέκα λίτρας δίδωσι τῷ φίσκῳ· καὶ ὁ διδάσκων τὰ κεκωλυμένα ἐσχάτως τιμωρεῖται. Πάντα δὲ τὰ συγγράμματα Εὐτυχοῦς καὶ Ἀπολλιναρίου καιέσθωσαν. Εἰ δὲ ταῦτα παρίδωσιν οἱ ἄρχοντες, ἢ αἱ τάξεις αὐτῶν, ἢ οἱ ἔκδικοι, ἀπὸ δέκα λιτρῶν τῷ φίσκῳ προστιμῶνται. Διάτ. ιϛ΄. Ὁ ἔχων βιβλία μανιχαϊκὰ, καὶ μὴ φανερῶν αὐτὰ ἐπὶ τῷ καυθῆναι, τιμωρεῖται. Καὶ ἡ έ. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν κελεύει τοὺς ἔχοντας τὰ Σεβήρου συγγράμματα καὶ μὴ καίοντας αὐτὰ, χειροτονεῖσθαι. Λέγει δὲ καὶ βιβλίον ί. τίτ. ιβ΄. διάτ. δ΄. ὅτι οὐ διαιροῦνται μεταξὺ τῶν κληρονόμων τὰ ἐν τῇ κληρονομίᾳ εὑρεθέντα μαγικὰ βιβλία, ἀλλὰ δοκιμασίᾳ τοῦ δικαστοῦ φθείρονται. Ἡ δὲ έ. διάτ. τοῦ γ΄. τίτ. τῶν νεαρῶν ἐπιτρέπει τοῖς Ἰουδαίοις ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ ἑλληνιστὶ καὶ ταῖς ἄλλαις διαλέκτοις πρὸς τοὺς τόπους τὰς γραφὰς ἀναγινώσκειν, κατὰ τὴν τῶν ἑβδομήκοντα, καὶ τὴν Ἀκύλα παράδοσιν· ὁ δὲ τὴν τοιαύτην κωλύων ἀνάγνωσιν δημεύεται καὶ ἐξορίζεται.

ΚΕΦΑΛΑΙΟΝ Δ΄.

Περὶ καθαιρέσεως ξοάνων. Συνόδου Καρθαγένης κανὼν νή. πδ΄.

Κείμενον.

Ἡ α΄. διάτ. τοῦ ιά. τίτ. τοῦ α΄. βιβλίου τοῦ κώδικος κελεύει τὰ ἱερὰ κλείεσθαι, ἥτις οὐκ ἐτέθη εἰς τὰ βασιλικά.

ΚΕΦΑΛΑΙΟΝ Ε΄.

Περὶ Νεστορίου, Μουσαίου, Εὐτυχιανοῦ, Πορφυρίου, Μαξίμου, καὶ Κελεστίνου, καὶ τῶν ὑπ᾽ αὐτῶν καταστάντων αἱρετικῶν, ἢ ὀρθοδόξων ἐκβληθέντων. Συνόδου Κωνσταντινουπόλεως κανὼν δ΄. Συνόδου Ἐφέσου κανὼν α΄. β΄. γ΄. δ΄. έ. Συνόδου Σαρδικῆς κανὼν κ΄.

ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄.

Περὶ τοῦ μὴ ὀφείλειν ἀναφορὰν γίνεσθαι παρόντος αἱρετικοῦ. Τιμοθέου κανὼν θ΄.

ΚΕΦΑΛΑΙΟΝ Ζ΄.

Περὶ κληρικῶν αἱρετικῶν τῇ ὀρθοδόξῳ προσιόντων ἐκκλησίᾳ. Συνόδου Καρθαγένης κανὼν νζ΄. ξή. Βασιλείου κανὼν α΄. Θεοφίλου ἐκ τοῦ ὑπομνηστικοῦ κανὼν α΄.

ΚΕΦΑΛΑΙΟΝ Η΄.

Περὶ ἐπισκόπων ἢ κληρικῶν συγκοινωνούντων, ἢ συνευχομένων αἱρετικοῖς, ἢ ἐπιτρεπόντων αὐτοῖς ἐνεργεῖν, ἢ δεχομένων βάπτισμα αὐτῶν ἢ θυσίαν. Ἀποστόλων κανὼν ι΄. μέ. μϛ΄. Συνόδου Ἀντιοχείας κανὼν β΄. Συνόδου Λαοδικείας κανὼν λγ΄. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ ιέ. κεφ. τοῦ γ΄. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ Θ΄.

Περὶ ἐπισκόπων ἢ κληρικῶν λαμβανόντων εὐλογίας ἐξ αἱρετικῶν, ἢ Ἰουδαίων, ἢ εὐχομένων ἐν ἐκκλησίαις, ἢ ἐν μοναστηρίοις αἱρετικῶν ἢ ἐθνικῶν, ἢ σαββατιζόντων, ἢ συνεορταζόντων τοῖς Ἰουδαίοις, ἢ προσφερόντων συναγωγαῖς ἢ ἱεροῖς ἐθνῶν, καὶ περὶ Ἀγγελιτῶν. Ἀποστόλων κανὼν ξέ. ό. Συνόδου Λαοδικείας κανὼν θ΄. κθ΄. λβ΄. λέ. λζ΄. λή. λθ΄. μβ΄. Συνόδου στ΄. κανὼν ια΄.

Κείμενον.

Ἡ α΄. διάτ. τοῦ θ΄. τίτ. τοῦ α΄. βιβλ. τοῦ κώδικός φησιν ὅτι τὸ τῇ ὁμάδι τῶν Ἰουδαίων ληγατευόμενον οὐκ ἀπαιτεῖται. Λέγει δὲ καὶ βιβλ. λδ΄. τίτ. έ. διάτ. κ΄., ὅτι τὸ ληγατευόμενον θεμιτῷ σωματείῳ, ἢ συστήματι ἔῤῥωται. Τὸ ἐναντίον δὲ ἐπὶ ἀθεμίτου, πλὴν εἰ μὴ τοῖς ἐν τῷ αὐτῷ καθ᾽ ἕκαστον ληγατευθῇ, τότε γὰρ ἔῤῥωται· πολλὰ δὲ τοιαῦτα θέματα ἔχει ὁ μή. τίτ. τοῦ στ΄. βιβλίου τοῦ κώδικος. Ἡ δὲ θ΄. διάτ. τοῦ ια΄. τίτ. τοῦ α΄. βιβλίου φησὶν, ὅτι ἐάν τι δωρηθῇ ἢ καταλειφθῇ τόποις ἢ προσώποις ἐπὶ συστάσει τῆς τῶν Ἐλλήνων πλάνης, ἡ πόλις αὐτὸ λαμβάνει ἐν ᾗ τὰ πρόσωπα οἰκεῖ, ἢ ὑφ᾽ ἣν οἱ τόποι διάκεινται καὶ δαπανῶνται καθ᾽ ὁμοιότητα τῶν πολιτικῶν προσόδων.

ΚΕΦΑΛΑΙΟΝ Ι΄.

Περὶ ἐπισκόπου ἐν εἰδήσει λέγοντος κοινωνικὸν τὸν αἱρετικόν. Συνόδου Καρθαγένης κανὼν ρκδ΄.

ΚΕΦΑΛΑΙΟΝ. ΙΑ΄.

Περὶ τοῦ μὴ ἀπιέναι πρὸς τοὺς τῶν αἱρετικῶν ψευδομάρτυρας. Συνόδου Λαοδικείας κανὼν λδ΄.

ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄.

Περὶ τοῦ μὴ εἰσιέναι τοὺς αἱρετικοὺς εἰς τὴν ἐκκλησίαν. Συνόδου Λαοδικείας κανὼν στ΄.

ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄.

Περὶ γάμων αἱρετικῶν πρὸς ὀρθοδόξους. Συνόδου Λαοδικείας κανὼν ί. λά. Συνόδου Χαλκηδόνος κανὼν ιδ΄. Συνόδου Καρθαγένης κανὼν κά. Συνόδου στ΄. κανὼν οβ΄.

Κείμενον.

Ὁ πολιτικὸς νόμος, εἰ καὶ τὰ μάλιστα τὸν γάμον ὁριζόμενος, φησὶ βιβλίῳ κγ΄. τίτ. β΄. διατ. ά. ὅτι γάμος ἐστὶν ἀνδρὸς καὶ γυναικὸς συνάφεια, καὶ συγκλήρωσις πάσης τῆς ζωῆς, θείου τε καὶ ἀνθρωπίνου δικαίου κοινωνία, καὶ κατὰ τοῦτον τὸν ὅρον ἔδει τοὺς γάμῳ συναπτομένους ὁμοθρήσκους εἶναι, ὅμως οἶδε καὶ δέχεται μεταξὺ ὀρθοδόξου καὶ αἱρετικοῦ γάμον· φησὶ γὰρ βιβλ. ά. τοῦ κώδικος τίτ. έ. διατ. ιβ΄. ὅτι ἀμφισβητούντων τῶν γονέων, ἐπικρατέστερός ἐστιν ὁ θέλων τῇ ὀρθοδόξῳ πίστει τοὺς παῖδας προσαγαγεῖν· καὶ διατ. ιή. τοῦ αὐτοῦ τίτ. ὅτι ἐὰν θάτερος τῶν συνοικούντων ὀρθόδοξος εἴη, καὶ ὁ ἄλλος αἱρετικὸς, δεῖ γίνεσθαι τοὺς παῖδας αὐτῶν ὀρθοδόξους· καὶ βιβλίον έ. τίτ. ά. διάτ. έ. Ἐὰν ἡ μνηστὴ παραιτῆται τὸν γάμον, διὰ τὸ τῆς πίστεως διάφορον, εἰ μὲν προήδει τὴν αἰτίαν ἡ γυνὴ ἢ οἱ γονεῖς αὐτῆς, ὑπόκεινται· εἰ δὲ ἠγνόουν, εἰ καὶ μετὰ τὸ λαβεῖν τοὺς ἀῤῥαβῶνας ἡ αἰτία συνέβη, τὸ ἁπλοῦν ἀναδίδοται. Τὸ αὐτό φησι καὶ ἐπὶ μνηστῆρος. Ἡ δὲ στ΄. διάτ. τοῦ θ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός φησιν, ὅτι χριστιανὸς λαμβάνων Ἰουδαίαν γαμετὴν, ἢ χριστιανὴν Ἰουδαῖος, ἐπὶ μοιχείᾳ κατηγορεῖται.

ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄.

Περὶ τῶν ἐξ αἱρετικῶν εἰς ὀρθοδοξίαν ἐπιστρεφόντων, καὶ εἰ δυνατὸν τούτους κληροῦσθαι, καὶ τίνες αὐτῶν βαπτίζονται, καὶ τίνες μόνον χρίονται, καὶ ὅτι πράως δεῖ τοῖς αἱρετικοῖς κεχρῆσθαι διὰ τὸ ἐπιστρέψαι αὐτούς. Συνόδου Νικαίας κανὼν ή. ιθ΄. Συνόδου Λαοδικείας κανὼν ζ΄. ή. Συνόδου Κωνσταντινουπόλεως κανὼν ζ΄. Συνόδου Καρθαγένης κανὼν μζ΄. νζ΄. ξϛ΄. Συνόδου στ΄. κανὼν ϟέ. Βασιλείου κανὼν ά. μζ΄. Θεοφίλου ἐκ τῆς πρὸς Ἀφύγγιον ἐπίσκοπον ἐπιστολῆς.

Ἡ κατὰ Κυπριανὸν σύνοδος πάντα αἱρετικὸν ἐρχόμενον εἰς ὀρθοδοξίαν ὁρίζει βαπτίζεσθαι, λέγουσα τὸ τῶν αἱρετικῶν μὴ εἶναι βάπτισμα.

ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄.

Περὶ τοῦ μήτε ἐπισκόπους, μήτε κληρικοὺς δωρεῖσθαι, ἢ ἐν διαθήκῃ διδόναι τι αἱρετικοῖς, κἂν ὦσιν αὐτῶν συγγενεῖς. Συνόδου Καρθαγένης κανὼν κβ΄. πά. Ἀνάγνωθι τὰ προγεγραμμένα ἐν τῷ ή. κεφ. τοῦ ί. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄.

Περὶ αἱρετικῶν μετανοούντων. Βασιλείου κανὼν έ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ λέ. κεφ. τοῦ θ΄. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄.

Πῶς ἐκδικοῦσιν οἱ ἐπίσκοποι τοὺς ἁρμόζοντας αὐτοῖς τόπους, παρὰ αἱρετικῶν κατεχομένους. Συνόδου Καρθαγένης κανὼν ρκά. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ ί. κεφ. τοῦ ή. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄.

Περὶ τῶν πειρωμένων ἀθετεῖν τὰ ἐν Ἐφέσῳ πραχθέντα. Συνόδου Ἐφέσου κανὼν στ΄. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ γ΄. κεφ. τοῦ παρόντος τίτ.

· Contents ·