Library › Byzantine canonists › Nomocanon in Fourteen Titles
Nomocanon in Fourteen Titles
Byzantine canonists, Greek, RP 1, 1852
Title 13
ΤΙΤΛΟΣ ΙΓ΄.
ΠΕΡΙ ΛΑΙΚΩΝ.
ΚΕΦΑΛΑΙΟΝ Α΄.
ΠΕΡΙ τοῦ ἀποκινεῖσθαι τὸν λαϊκὸν τῆς ἁγίας κοινωνίας ἐπὶ τρεῖς κυριακὰς ἐν πόλει διάγοντα, καὶ μὴ συνελθόντα τῇ ἐκκλησίᾳ. Συνόδου Σαρδικῆς κανὼν ιά. Συνόδου στ΄. κανὼν π΄.
ΚΕΦΑΛΑΙΟΝ Β΄.
Περὶ λαϊκῶν δευτερογαμούντων, ἢ πολυγαμούντων, καὶ κεκωλυμένων γάμων, καὶ μίξεως. Ἀποστόλων κανὼν ιθ΄. μή. Συνόδου Ἀγκύρας κανὼν ιϛ΄. ιζ΄. Συνόδου Νεοκαισαρείας κανὼν β΄. γ΄. δ΄. ζ΄. Συνόδου Λαοδικείας κανὼν ά. ί. λά. Συνόδου Χαλκηδόνος κανὼν ιϛ΄. Συνόδου στ΄. κανὼν νγ΄. νδ΄. οβ΄. ϟή. Βασιλείου κανὼν δ΄. ιή. κγ΄. κδ΄. μά. ν΄. νγ΄. ξζ΄. ξή. οέ. οϛ΄. οή. οθ΄. π΄. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Διόδωρον ἐπιστολῆς. Θεοφίλου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐκ τῆς πρὸς Ἀγάθωνα ἐπίσκοπον ἐπιστολῆς.
Κείμενον.
Ὁ πολιτικὸς νόμος οὐ κολάζει τὴν δευτερογαμίαν ἢ πολυγαμίαν, ἔκπτωσιν δὲ κερδῶν ἐπάγει τοῖς γονεῦσι δευτερογαμοῦσιν, ὑπόντων αὐτοῖς παίδων ἐκ τοῦ προτέρου συνοικεσίου, περὶ ὦν ἐν πλάτει διαλαμβάνει ὁ θ΄. τίτ. τοῦ έ. βιβλίου τοῦ κώδικος, καὶ ἡ περὶ γάμων νεαρά· ἡ δὲ γυνὴ πρὸς τούτοις ἀναγκάζεται μεῖναι τὸν πένθιμον ἐνιαυτὸν διὰ τὴν σύγχυσιν τῆς γονῆς, ὅπερ ἐπὶ τοῦ ἀνδρὸς οὐκ ἔστι. Γαμοῦσα τοίνυν πρὸ συμπληρώσεως ἐνιαυτοῦ μετὰ θάνατον τοῦ ἀνδρὸς ἀτιμοῦται, καὶ οὐ δύναται πλέον τοῦ τρίτου τῆς οὐσίας αὐτῆς διδόναι τῷ δευτέρῳ ἀνδρὶ, ἢ ἐν διαθήκῃ καταλιπεῖν· καὶ αὐτὴ δὲ οὐδὲν ἕξει ἀπὸ κληρονομίας, ἢ ληγάτου, ἢ μόρτις καῦσα δωρεᾶς· ἀλλὰ ταῦτα λαμβάνουσιν οἱ κληρονόμοι τοῦ καταλιπόντος· καὶ εἴ τι κατέλιπεν αὐτῇ ὁ πρῶτος ἀνὴρ, λαμβάνουσι κατὰ βαθμὸν τὰ δέκα πρόσωπα, ἀνιόντες καὶ κατιόντες, καὶ ἐκ πλαγίου μέχρι β΄. βαθμοῦ. Ἐξ ἀδιαθέτου δὲ κληρονομεῖ τῶν συγγενῶν αὐτῆς μέχρι τρίτου βαθμοῦ μόνου, καὶ πάσης ἀξίας στερεῖται, καὶ τῶν ἀπὸ τοῦ πρώτου ἀνδρὸς εἰς αὐτὴν ἐλθόντων προφάσει μνήστρων, ἢ κατὰ βούλησιν τοῦ τελευτήσαντος· μηδενὸς δὲ τῶν εἰρημένων δέκα προσώπων εὑρισκομένου χώρα τῷ φίσκῳ· οὔτε τῆς πρὸ γάμου δωρεᾶς ἀπολαύει· εἰ δὲ καὶ κληρονόμος ἐγράφη, εἰ καὶ μερικὴ, τὸ μέρος αὐτῆς παρὰ τοῖς συγκληρονόμοις μένει· εἰ δὲ μόνη ἐγράφη, εἰς τοὺς ἐξ ἀδιαθέτου ὁ κλῆρος ἔρχεται. Ἡ δὲ ἀτιμία λύεται δεήσεως παρ᾽ αὐτῆς τῷ βασιλεῖ προσαγομένης, αὐτοῦ φιλοτιμουμένου τοῦτο. Παίδων δ᾽ αὐτῇ ἐκ τοῦ προτέρου συνοικεσίου ὑπόντων, οὐκ ἄλλως τῆς τοιαύτης τεύξεται φιλοτιμίας, καὶ τῶν ἄλλων ποινῶν καὶ τῆς ἀτιμίας ἀπαλλαγήσεται, εἰ μὴ τῆς οὔσης αὐτῇ οὐσίας ἐν τῷ δευτερογαμεῖν τοῖς παισὶ δωρήσεται· τὸ ἥμισυ· κατὰ χρῆσιν καὶ δεσποτείαν, ὡς βιβλίον έ. τοῦ κώδικος τίτ. θ΄. διάτ. ά. καὶ β΄. καὶ ἐν τῇ περὶ γάμων νεαρᾷ. Ἔστι δ᾽ ὅτε ἀκινδύνως καὶ ἀζημίως ἐντὸς τοῦ πενθίμου χρόνου γαμεῖ, τουτέστιν ἀπὸ κελεύσεως βασιλικῆς· καὶ ὅτε ἐν τῷ πενθίμῳ χρόνῳ τέκῃ, ὡς βιβλίον γ΄. τῶν διατάξεων τίτ. β΄. διάτ. ί. ιά. Περὶ δὲ ἀθεμίτων καὶ κεκωλυμένων γάμων διαλαμβάνει ὁ έ. καὶ ὁ στ΄. καὶ ὁ ζ΄. τίτ. τοῦ έ. βιβλίου τοῦ κώδικος, καὶ βιβλίον κγ΄. τίτ. β΄. διάτ. λή. νά. νέ. ξζ΄.
ΚΕΦΑΛΑΙΟΝ Γ΄.
Περὶ τῶν ὑπονοουσῶν ἀποθανεῖν τοὺς ἄνδρας αὐτῶν ἀπολιμπανομένους, καὶ γαμουσῶν. Συνόδου στ΄. κανὼν ϟγ΄. Βασιλείου κανὼν λά. λϛ΄. μϛ΄.
Κείμενον.
Ἡ περὶ ῥεπουδίου διαλεγομένη ριζ΄. νεαρά φησιν, ὡς ἐὰν στρατιώτης, ἢ σχολάριος, ἢ φοιδεράτος, ἢ ἄλλος ἔνοπλος ἐν ἐξπεδίτῳ διάγῃ ὁσουσδήποτε ἐνιαυτοὺς, περιμενέτω αὐτὸν ἡ αὐτοῦ γαμετὴ, κἂν μὴ γράμματα ἐδέξατο παρ᾽ αὐτοῦ. Εἰ δὲ ἀκούσει αὐτὸν τελευτῆσαι, μὴ γαμείτω, εἰ μὴ πρότερον δι᾽ ἑαυτῆς, ἢ τῶν γονέων αὐτῆς, ἢ ἑτέρου ἀξιοπίστου τοὺς πρίορας τοῦ ἀριθμοῦ, καὶ τοὺς χαρτουλαρίους ἐν ᾧ στρατεύεται, καὶ τὸν τριβοῦνον ἐρωτήσοι εἰ τῇ ἀληθείᾳ ἐτελεύτησε, κἀκεῖνοι τῶν ἁγίων εὐαγγελίων προκειμένων ἐν ὑπομνήματι κατάθωνται αὐτὸν τελευτῆσαι· καὶ τὴν πρᾶξιν ἡ γυνὴ λαμβανέτω, καὶ μετὰ τὸ λαβεῖν μενέτω ἐνιαυτὸν, καὶ τότε νομίμως γαμείτω. Εἰ δὲ παρὰ ταύτην τὴν διάστιξιν γαμήσοι, καὶ αὐτὴ, καὶ ὁ λαβὼν αὐτὴν ὡς μοιχοὶ τιμωροῦνται. Εἰ δὲ οἱ καταθέμενοι δειχθῶσι ψευσάμενοι, ἀποστρατεύονται, καὶ δέκα λιτρῶν ποινὴν διδόασιν ᾧ εἶπον ἀποθανεῖν, καὶ ἔχει ἄδειαν, εἰ βούλοιτο, τὴν ἰδίαν ἀναλαβεῖν γαμετήν. Εἰ δὲ σχολάριος ἦν, παρὰ τῶν πρώτων τῆς σχολῆς, καὶ τοῦ ἀκτουαρίου ἡ λεχθεῖσα γινέσθω κατάθεσις· εἰ δὲ φοιδεράτος, παρὰ τοῦ ὀπτίονος αὐτοῦ.
ΚΕΦΑΛΑΙΟΝ Δ΄.
Περὶ τῶν διαζευγνυμένων. Ἀποστόλων κανὼν έ. Συνόδου Γάγγρας κανὼν ιδ΄. Συνόδου Καρθαγένης κανὼν ρβ΄. Συνόδου στ΄. κανὼν πζ΄. Βασιλείου κανὼν θ΄. λέ. μή. οζ΄.
Κείμενον.
Περὶ διαζεύξεως γάμου ἐν πολλοῖς τόποις ὁ πολιτικὸς διαλέγεται νόμος, καὶ μάλιστα ἐν βιβλίῳ κδ΄. τίτ. β΄. καὶ βιβλ. έ. τοῦ κώδικος τίτ. ιζ΄. καὶ ἐν τῇ περὶ γάμων νεαρᾷ. Τελειότερον δὲ ἡ ριζ΄. νεαρὰ, ῥητῶς ἐκτιθεμένη τὰς αἰτίας, καθ᾽ ἃς ὁ ἀνὴρ, ἢ ἡ γυνὴ δύναται ῥεπουδίου στελλομένου, εὐλόγως λῦσαι τὸν γάμον· Εἰσὶ δὲ αἰτίαι καθ᾽ ἃς ὁ ἀνὴρ εὐλόγως στέλλει ῥεπούδιον, καὶ τὴν προῖκα κερδαίνει, τὴν δεσποτείαν αὐτῆς φυλάττων τοῖς ἐκ τοῦ αὐτοῦ γάμου παισὶν, εἴπερ εἰσίν· ἐὰν σύνοιδέ τινας ἐπιβουλεύοντας τῇ βασιλείᾳ, καὶ τῷ ἰδίῳ μὴ φανερώσῃ ἀνδρί· ἐὰν αὐτῆς περὶ μοιχείας κατηγορήσῃ, καὶ ἀποδείξῃ· ἐὰν ἐν οἱῳδήποτε τρόπῳ τῇ ζωῇ τοῦ ἀνδρὸς ἐπιβουλεύση, ἢ τοῦτο ἑτέροις συγγινώσκουσα μὴ φανερώσῃ αὐτῷ· ἐὰν ἐξωτικοῖς ἀνδράσι συμποσιάζῃ, ἢ συλλούηται, μὴ βουλομένου τοῦ ἀνδρός· ἐὰν μὴ βουλομένου αὐτοῦ, ἔξω τοῦ οἴκου μείνῃ, μὴ παρὰ τοῖς γονεῦσιν αὐτῆς, εἰ μὴ αὐτὸς χωρὶς τῶν εἰρημένων αἰτιῶν αὐτὴν ἐξωθῇ. Ἡ δὲ γυνὴ στέλλει ῥεπούδιον, καὶ τὴν πρὸ γάμου δωρεὰν κερδαίνει, τὴν δεσποτείαν φυλάττουσα τοῖς ἐκ τοῦ αὐτοῦ γάμου παισὶν εἴπερ εἰσίν· ἐάν τι κατὰ τῆς βασιλείας βουλεύσηται, ἢ τοῦτο συνειδὼς ἑτέροις μὴ φανερώσῃ τῇ βασιλείᾳ δι᾽ ἑαυτοῦ ἢ δι᾽ ἑτέρου· ἐὰν ἐν οἱῳδήποτε τρόπῳ τῇ ζωῇ αὐτῆς ἐπιβουλεύσῃ, ἢ τοῦτο συνειδὼς ἑτέροις μὴ φανερώσῃ αὐτῇ, καὶ σπουδάσῃ κατὰ νόμους ἐκδικῆσαι· ἐὰν τῇ σωφροσύνῃ αὐτῆς εἰς τὸ μοιχευθῆναι σπουδάσῃ ἐπιβουλεῦσαι· ἐὰν κατηγορήσας αὐτῆς ὁ ἀνὴρ περὶ μοιχείας, μὴ ἀποδείξῃ· ἐπὶ τούτου δὲ οὐ μόνον τὴν πρὸ γάμου δωρεὰν ὁ ἀνὴρ ζημιοῦται, ἀλλὰ καὶ ἕτερον τρίτον αὐτῆς ἐκ τῆς ἄλλης αὐτοῦ περιουσίας, καὶ τὰς τιμωρίας ὑφίσταται, ἃς ἔμελλεν ἡ γυνὴ καταδικαζομένη ὑφίστασθαι ἐὰν ἑτέρᾳ συνοικῇ ἐν τῷ αὐτῷ οἴκῳ, ἢ τῇ αὐτῇ πόλει, καὶ παρ᾽ αὐτῆς, ἢ δι᾽ ἑτέρου ὑπομνησθεὶς μὴ ἀπόσχοιτο καὶ ἐπὶ τούτῳ δὲ ἕτερον τρίτον μέρος τῆς πρὸ γάμου δωρεᾶς κερδαίνει, καὶ αὐτοῦ τὴν δεσποτείαν φυλάττουσα τοῖς ἐκ τοῦ γάμου παισίν· ἐὰν οὖν παρὰ ταύτας τὰς αἰτίας ὁ ἀνὴρ στείλῃ ῥεπούδιον, ἀπόλλει τὴν δωρεὰν, καὶ ἄλλο τρίτον μέρος αὐτῆς. Εἰ δὲ γυνὴ στείλῃ ἄλογον ῥεπούδιον, ἀπόλλει τὴν προῖκα, καὶ πρὸς τούτοις μοναστηρίῳ ἐμβάλλεται πᾶσαν τὴν ζωὴν αὐτῆς, καὶ τὰ πράγματα αὐτῆς διαιρεῖται· καὶ οἱ μὲν παῖδες λαμβάνουσιν οὐγγίας ὀκτὼ, τὸ δὲ μοναστήριον οὐγγίας δ΄. εἰ δὲ οὐκ εἰσὶ παῖδες, ἀλλὰ γονεῖς μὴ συναινέσαντες τῷ ῥεπουδίῳ, αὐτοὶ μὲν λαμβάνουσιν οὐγγίας δ΄. τὸ δὲ μοναστήριον ή. εἰ δὲ συνήνεσαν, ὅλην τὴν οὐσίαν τὸ μοναστήριον λαμβάνει. Δυνατὸν δὲ ταῦτα λέγειν καὶ ἐπὶ ἀνδρὸς ἀλόγως ῥεπουδιατεύοντος ἐκ τῆς ριζ΄. νεαρᾶς, λεγούσης ἴσας εἶναι τὰς ποινὰς τῶν ἀλόγων ῥεπουδίων, καὶ τὸν ἄνδρα ὁμοίως ὑποκεῖσθαι τοῖς κατὰ γυναικὸς ὁρισθεῖσι.
Κείμενον.
Ἀζημίως δὲ λύεται γάμος, ἐὰν ὁ ἀνὴρ ἐπὶ τριετίαν μετὰ τὴν ἀρχὴν τοῦ γάμου μὴ δυνηθῇ τῇ γαμετῇ συγγενέσθαι, καὶ διὰ τὸ μονάσαι, καὶ ἐὰν ὁ ἀνὴρ αἰχμάλωτος γένηται, καὶ ἄδηλον ἐπὶ πενταετίαν μείνῃ, εἰ ζῇ.
Κείμενον.
Τὸ δὲ κατὰ συναίνεσιν πρὸς τὸ συμφωνούμενον λύειν τὸν γάμον, εἴρητο μὲν πρώην, ἀνῃρέθη δὲ ἐκ τῆς εἰρημένης ριζ΄. νεαρᾶς, αὖθις δὲ ἀνεκαινίσθη ὑπὸ Ἰουστίνου τοῦ βασιλέως. Καὶ τὴν ἄπροικον γαμετὴν ὁ ἀνὴρ ἐκβάλλων ἀλόγως δίδωσιν αὐτῇ τὸ τέταρτον τῆς περιουσίας αὐτοῦ τῆς καθαρᾶς· εἰ δὲ συμβῇ πλείονας εἶναι παῖδας τῶν τριῶν, οὐ τὸ τέταρτον ἀλλὰ παιδὸς ἑνὸς ἀναλογίαν λαμβάνει· οὐ δύναται δὲ τὸ διδόμενον αὐτῇ ὑπερβαίνειν τὰς ρ΄. τοῦ χρυσίου λίτρας. Οὐχ ὑπόκειται δὲ τούτοις ἡ ἄπροικος γυνὴ, ἀλόγως τοῦ ἀνδρὸς ἀναχωροῦσα, ὡς ἡ αὐτὴ ριζ΄. νεαρά.
Κείμενον.
Τοσοῦτον δὲ ἀκώλυτός ἐστιν ἡ τῶν γάμων διάλυσις, ὅτι εἴρηται βιβλίῳ μέ. τίτ. ά. διατ. ιθ΄. ὡς ἐάν τις τῶν συνοικούντων ὁμολογήσῃ ποινὴν, ἐκ τοῦ παρ᾽ αἰτίαν αὐτοῦ λυθῆναι τὸν γάμον, οὐκ ἔῤῥωται· ἀρκεῖ γὰρ ἡ τῷ νόμῳ ἐπὶ τῶν τοιούτων ὡρισμένη ποινὴ, εἰ μὴ ἄρα καὶ ἡ ἐπερώτησις τοσαύτην περιέχει. Καὶ διάτ. ρλδ΄. τοῦ αὐτοῦ τίτ. ὅτι οὐ καλῶς ἐπερωτῶ τινα ποινὴν ἐκ τοῦ μὴ γαμηθῆναί μοι, οὔτε μὴν τὴν ἤδη γαμηθεῖσάν μοι ποινὴν ἐπερωτᾶν δύναμαι, ἐὰν λύσῃ τὸν γάμον· τὰ αὐτὰ καὶ περὶ γυναικὸς ἐπερωτώσης τὸν ἄνδρα. Καὶ βιβλ. ή. τοῦ κώδικος τίτ. λή. διάτ. β΄. ὅτι ἀνισχύρως τις πακτεύει μὴ ἐξεῖναι αὐτῷ λῦσαι τὸν γάμον, καὶ οὐκ ἔῤῥωται ἡ ἐπὶ τούτῳ ἐπερωτηθεῖσα ποινή.
ΚΕΦΑΛΑΙΟΝ Ε΄.
Περὶ πορνείας, μοιχείας, καὶ φθορᾶς, καὶ ἀῤῥενοκοιτίας. Ἀποστόλων κανὼν ξά. Συνόδου Ἀγκύρας κανὼν κ΄. Συνόδου Νεοκαισαρείας κανὼν ή. Συνόδου ϛ΄. κανὼν πϛ΄. πζ΄. ϟή. Βασιλείου κανὼν ζ΄. ιή. κά. κβ΄. κέ. κϛ΄. λ΄. λδ΄. λζ΄. λθ΄. μθ΄. νή. νθ΄. ξβ΄. οζ΄. Γρηγορίου Νύσσης κανὼν γ΄.
Κείμενον.
Περὶ φθορᾶς, καὶ μοιχείας, καὶ ἀῤῥενοκοιτίας διαλαμβάνει ὁ νόμος, βιβλίῳ θ΄. τοῦ κώδικος τίτ. θ΄. καὶ βιβλ. μή. τίτ. έ. κεφαλικὴν τοῖς ταῦτα πλημμελοῦσιν ἐπάγων τιμωρίαν· ἔνθα εἴρηται ὅτι τὸ μοιχικὸν οὐ μόνον ἐπὶ φθορᾷ νομίμου γαμετῆς κινεῖται, ἀλλὰ καὶ ἐπὶ ἀσυστάτου καὶ ἀθεμίτου γάμου, καὶ μνηστείας, καὶ παλλακισμοῦ.
Κείμενον.
Ἡ μέν τοι πορνεία οὐκ ἐπαινεῖται μὲν παρὰ τῷ πολιτικῷ νόμῳ, οὐκ ἀπαγόρευται δέ. Ἀμέλει εἴρηται βιβλίῳ ιβ΄. τίτ. έ. διατ. δ΄. ὅτι τὸ διδόμενον πόρνῃ οὐκ ἀποδίδοται· ἐπειδὴ γάρ ἐστι πόρνη, οὐκ ἔστιν αἰσχρὸν τὸ λαβεῖν αὐτὴν, εἰ καὶ αἰσχρόν ἐστι τὸ εἶναι αὐτὴν πόρνην. Καὶ βιβλ. λθ΄. τίτ. έ. διάτ. στ΄. ὅτι καὶ δι᾽ ἄσεμνον αἰτίαν γίνεται καλῶς δωρεὰ, οἶον εἰς πόρνην, καὶ ἔῤῥωται. Καὶ βιβλ. μζ΄. τίτ. β΄. διάτ. λθ΄. ὅτι ὁ ἁρπάζων ἢ κρύπτων ἀλλοτρίαν δούλην πόρνην οὖσαν, οὔτε ὡς ἀνδραποδιστὴς, οὔτε ὡς κλέπτης ἐνέχεται· οὐ γὰρ κλοπῆς, ἀλλ᾽ ἡδονῆς χάριν τοῦτο ἐποίησεν. Εἰ γὰρ καὶ θυρίδας τις κλάσει τῆς πόρνης, καὶ εἰσελθόντες ἕτεροι μὴ παρ᾽ αὐτοῦ εἰσαχθέντες κλέψουσι τὰ πράγματα αὐτῆς, οὐκ ἐνέχεται ὡς κλέπτης.
Κείμενον.
Λέγει δὲ καὶ βιβλίον λή. τίτ. ή. ὅτι οἱ πορνογενεῖς οὐ μόνον τῆς μητρὸς, ἀλλὰ καὶ τῶν κατὰ μητέρα συγγενῶν κληρονομοῦσι, καὶ ὑπ᾽ αὐτῶν κληρονομοῦνται. Ἡ δὲ ἰλλουστρία νομίμους ἔχουσα παῖδας, καὶ πορνογενεῖς, οὐδὲν δύναται παρασχεῖν τοῖς πορνογενέσιν οὔτε ζῶσα, οὔτε τελευτῶσα, ὡς βιβλίον στ΄. τοῦ κώδικος τίτ. νζ΄. διάτ. έ. Ὁ δὲ ἀπὸ πορνείας οὔτε λέγεται ἔχειν πατέρα, ὡς βιβλίον ά. τίτ. έ. διάτ. κγ΄. Ὁ μέν τοι παλλακισμὸς νόμιμός ἐστι, κἀκείνας ἔχειν δυνάμεθα παλλακὰς ἄνευ ἐγκλήματος, πρὸς ἃς οὐ πλημμελεῖται ἀθέμιτον, οἷον τὴν παλλακὴν τοῦ ἰδίου πατρὸς, ἢ πάππου, ἢ τὴν θυγατέρα τῆς ἰδίας ἀδελφῆς, ὡς βιβλίον κέ. τίτ. ζ΄. καὶ βιβλίον κγ΄. τίτ. β΄. διάτ. νέ. καὶ βιβλίον μή. τίτ. έ. διάτ. ιά. Παλλακεύονται δὲ αἱ ἀπελεύθεραι καὶ εὐγενεῖς ἄσημοι· ὁ γὰρ εὐγενῆ καὶ σεμνὴν παλλακευόμενος χρήζει περὶ τούτου ἐκμαρτυρίου, ἐπεὶ γαμετὴν αὐτὴν ἔχει, ἢ τοῦτο παραιτούμενος, ἀθέμιτον πρὸς αὐτὴν πλημμελεῖ, οὐ μὴν καὶ μοιχείαν, ἐπειδὴ τὸ τῆς παλλακῆς ὄνομα ἔγνωσται τοῖς νόμοις· ὅθεν εἴρηται βιβλ. στ΄. τοῦ κώδικος τίτ. νζ΄. διατ. έ. ὅτι ἡ ἐλευθέρα νομίμως ἐλευθέρῳ παλλακευθεῖσα τοὺς ἐκ τῆς τοιαύτης συναφείας τεχθέντας ἕξει κληρονόμους μετὰ τῶν νομίμων παίδων· καὶ ἁπλῶς εἰπεῖν, πολλὰ περὶ τῶν ἀπὸ παλλακῶν τικτομένων, ἤγουν νόθων καὶ φυσικῶν, ὁ νόμος ἐν τῷ κώδικι καὶ ταῖς νεαραῖς διαλαμβάνει, διδάσκων τίνες εἰσὶ, καὶ πῶς δύνανται γίνεσθαι τῷ πατρὶ γνήσιοι, καὶ πότε, καὶ πόσον δύνανται λαβεῖν τῶν τοῦ πατρὸς πραγμάτων.
Κείμενον.
Καὶ δούλας δὲ ἰδίας δυνάμεθα παλλακεύεσθαι. Εἴρηται γὰρ βιβλίῳ στ΄. τίτ. δ΄. διατ. δ΄. ὅτι ἡ τῷ δεσπότῃ μέχρι τελευτῆς αὐτοῦ παλλακευθεῖσα, μὴ ἔχοντι γαμεστὴν νόμιμον, ἁρπάζεται μετὰ τῶν παίδων αὐτῆς εἰς εὐγένειαν, καὶ λαμβάνει τὸ πεκούλιον, ὅπερ εἶχεν ἐν τῷ τελευτᾶν τὸν δεσπότην, πρὸς τὸ νόμιμον μέτρον· καὶ οὖκ ἔχουσι κατ᾽ αὐτῆς πατρωνικὸν δίκαιον οἱ παῖδες, ἢ οἱ κληιρονόμοι, ἢ οἱ συγγενεῖς τοῦ τελευτήσαντος. Καὶ βιβλίον ζ΄. τοῦ αὐτοῦ κώδικος τίτ. ιέ. διάτ. γ΄. φησὶν, ὅτι ὁ δούλην παλλακὴν μέχρι τελευτῆς ἐσχηκὼς, δύναται περιὼν ὅπερ ἐθέλει ποιεῖν ἐπ᾽ αὐτῇ, καὶ τοῖς ὡς εἰκὸς ἐξ αὐτῆς τεχθεῖσι, καὶ ἐν τελευταίᾳ βουλήσει καταλιμπάνειν ἄλλῳ, ἢ ῥητῶς τῷ κληρονόμῳ· εἰ δὲ τελευτήσει μηδὲν εἰπὼν, ἀναρπάζονται εἰς ἐλευθερίαν καὶ οἱ ὡς εἰκὸς τεχθέντες ταύτης, ἐν ᾧ μὴ ἔσχεν ὁ τελευτήσας νόμιμον γαμετήν· ὁ γὰρ γεγαμημένος οὔτε ἐλευθέραν, οὔτε δούλην δύναται παλλακεύεσθαι· τὸ δὲ μοιχικὸν κινεῖται καὶ περὶ φθορᾶς παλλακῆς, ὡς βιβλίον μή. τίτ. έ. διάτ. ιά. ιγ΄. Παλλακὴ δέ ἐστιν ἡ νομίμως τινὶ συζῶσα, χωρὶς γάμου· ἡ δὲ ἧττον τιμιωτέρα παράκοιτις λέγεται, ὡς βιβλίον ν΄. τίτ. ιϛ΄. διάτ. ρμδ΄.
ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄.
Ἐὰν γυνὴ λαϊκοῦ μοιχευθῇ. Συνόδου Ἀγκύρας κανὼν κ΄. Συνόδου Νεοκαισαρείας κανὼν ή. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ λβ΄. κεφ. τοῦ ά. τίτ. τοῦ παρόντος συντάγματος.
ΚΕΦΑΛΑΙΟΝ Ζ΄.
Περὶ φθορᾶς, καὶ γάμου χήρας, καὶ τίς λέγεται χήρα. Βασιλείου κανὼν ιή. κδ΄.
ΚΕΦΑΛΑΙΟΝ Η΄.
Περὶ τῶν ἐπὶ γάμῳ γυναῖκας ἁρπαζόντων, ἢ βιαζομένων, ἢ φθειρόντων παρθένους, καὶ περὶ συνιστόρων αὐτῶν. Ἀποστόλων κανὼν ξζ΄. Συνόδου Ἀγκύρας κανὼν ιά. κέ. Συνόδου Χαλκηδόνος κανὼν κζ΄. Συνόδου στ΄. κανὼν ιβ΄. Βασιλείου κανὼν κβ΄. λ΄. λγ΄. λή. νγ΄. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ λ΄. κεφ. τοῦ θ΄. τίτ. τοῦ παρόντος συντάγματος.
ΚΕΦΑΛΑΙΟΝ Θ΄.
Περὶ τῶν παρὰ γνώμην τῶν οἰκείων γονέων ἢ δεσποτῶν γαμουσῶν. Βασιλείου κανὼν λή. μά. μβ΄.
Κείμενον.
Ἡ ὑπεξουσία, ἢ ὁ ὑπεξούσιος οὐ δύνανται νομίμως γαμεῖν μὴ συναινοῦντος τοῦ ἔχοντος αὐτοὺς ὑπεξουσίους, ὡς βιβλίον έ. τοῦ κώδικος τίτ. δ΄. καὶ βιβλ. κγ΄. τίτ. β΄. εἰμὴ γεγονυῖαν τὴν θυγατέρα κέ. ἐνιαυτῶν ὑπερέθετο ζεῦξαι· τότε γὰρ ἑαυτὴν ἐλευθέρῳ ζεῦξαι δύναται, ὡς ἡ περὶ τῶν ἐπὶ κλήρῳ ἀχαριστιῶν ριέ. νεαρά.
ΚΕΦΑΛΑΙΟΝ Ι΄.
Περὶ τῶν πορνευουσῶν, καὶ ἀναιρουσῶν τὰ τικτόμενα, ἢ ποιουσῶν φθόρια. Συνόδου Ἀγκύρας κανὼν κά. Συνόδου στ΄. κανὼν ϟά. Βασιλείου κανὼν β΄. ή. νβ΄.
Κείμενον.
Εἴρηται βιβλίῳ μζ΄. τίτ. ιά. διατ. δ΄. ὅτι ἡ ἐπίτηδες ἐκτρώσασα προσκαίρως ἐξορίζεται· τὸ αὐτὸ καὶ βιβλίον μή. τίτ. ή. διάτ. ή. Ἐν δὲ τῇ λθ΄. διατάξει τοῦ ιθ΄. τίτ. τοῦ μή. βιβλ. φησὶν, ὅτι ἡ ἐπὶ χρήμασιν ἐκτρώσασα κεφαλικῶς τιμωρεῖται· ἡ δὲ μετὰ διαζύγιον πρὸς μῖσος τοῦ ἀνδρὸς τοῦτο ποιήσασα προσκαίρως ἐξορίζεται. Καὶ διάτ. λή. τοῦ αὐτοῦ τίτ. ὅτι ὁ πόμα δεδωκὼς πρὸς ἀμβλωθρίδιον, εὐτελὴς μὲν ὦν μεταλλίζεται, τίμιος δὲ ἐξορίζεται μετὰ μερικῆς δημεύσεως· ἐσχάτη δὲ τιμωρία ἐπάγεται, ἐάν τις ἀπέθανεν ἐκ τούτου· ταῦτα κἂν χωρὶς δόλου τὸ ἀμβλωθρίδιον δέδωκε.
ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄.
Περὶ τῶν βδελυσσομένων τὸν γάμον, καὶ κρέα, καὶ οἶνον. Ἀποστόλων κανὼν νά. Συνόδου Γάγγρας κανὼν ά. β΄. δ΄. θ΄. Βασιλείου κανὼν κή. πέ.
ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄.
Περὶ λαϊκῶν ἑαυτοὺς ἀκρωτηριαζόντων. Ἀποστόλων κανὼν κβ΄. κδ΄. Συνόδου Νικαίας κανὼν ά. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ ιδ΄. κεφ. τοῦ ά. τίτ. τοῦ παρόντος συντάγματος.
ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄.
Περὶ λαϊκῶν ἐσθιόντων εἰδωλόθυτα, ἢ κρέα ἐν αἵματι, ἢ πνικτὰ, ἢ θηριάλωτα, ἢ θνησιμαῖα. Ἀποστόλων κανὼν ξγ΄. Συνόδου Ἀγκύρας κανὼν γ΄. Συνόδου Γάγγρας κανὼν β΄. Συνόδου στ΄. κανὼν ξζ΄. Γρηγορίου τοῦ Θαυματουργοῦ ἐκ τῆς ἐπιστολῆς τῆς περὶ τῶν τὰ εἰδωλόθυτα φαγόντων κανὼν ά. Βασιλείου κανὼν πά.
ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄.
Περὶ λαϊκοῦ ὑβρίζοντος βασιλέα. Ἀποστόλων κανὼν πδ΄. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ λϛ΄. κεφ. τοῦ θ΄. τίτ. τοῦ παρόντος συντάγματος.
ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄.
Περὶ ὀρθοδόξων λαμβανόντων εὐλογίας ἀπὸ αἱρετικῶν, ἢ Ἰουδαίων, ἢ συνεορταζόντων, ἢ συννηστευόντων Ἰουδαίοις· καὶ ὅτι οὐ δεῖ τῷ σαββάτῳ σχολάζειν, ἀλλὰ κατὰ τὸ δυνατὸν τῇ κυριακῇ. Καὶ περὶ τῶν εὐχομένων ἐν μοναστηρίῳ, ἢ ἐκκλησίαις αἱρετικῶν. Ἀποστόλων κανὼν ξέ. ό. Συνόδου Λαοδικείας κανὼν θ΄. κθ΄. λβ΄. λδ΄. λζ΄. λή. λθ΄. Συνόδου Καρθαγένης κανὼν ξ΄. λή. λθ΄. Ἀνάγνωθι τὰ παραγραφέντα ἐν τῷ ιέ. κεφ. τοῦ γ΄. τίτ. τοῦ παρόντος συντάγματος, καὶ δ΄. κεφ. τοῦ ζ΄. τίτ.
ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄.
Περὶ λαϊκῶν πειρωμένων μὴ εἶναι τοὺς κληρικοὺς τῶν μοναστηρίων, καὶ πτωχείων, καὶ μαρτυρίων ὑπὸ τὴν ἐξουσίαν τῶν ἐν ταῖς πόλεσιν ἐπισκόπων. Συνόδου Χαλκηδόνος κανὼν ή.
ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄.
Περὶ λαϊκῶν προστιθεμένων τοῖς ἀφοριζομένοις, ἢ ἀποσχίζουσι πρεσβυτέροις, καὶ χωρὶς τῶν ἐπισκόπων αὐτῶν θυσιαστήρια πηγνυμένοις. Ἀποστόλων κανὼν λά. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ ιδ΄. κεφ. τοῦ θ΄. τίτ. τοῦ παρόντος συντάγματος.
ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄.
Περὶ ἐπιόρκων, καὶ ἐν ποίοις δεῖ τοὺς ὀμνύοντας μὴ εὐορκεῖν. Βασιλείου κανὼν ί. ιζ΄. κθ΄. ξδ΄. πβ΄.
Κείμενον.
Περὶ ἐπιόρκων εἴρηται βιβλ. ιβ΄. τίτ. β΄. καὶ βιβλίῳ δ΄. τοῦ κώδικος τίτ. ά. Καὶ ὁ μὲν γενικὸς λόγος βούλεται μὴ ζητεῖσθαι περὶ ἐπιορκίας. Εἰσὶ δέ τινες ἐξαιρέσεις· εἴρηται γὰρ βιβλ. ιβ΄. τίτ. β΄. διατ. λά. ὅτι ἐν τοῖς ἀμφιβόλοις εἴωθεν ὁ δικαστὴς ἐπιφέρειν ὅρκον, καὶ οὕτω ψηφίζεσθαι· ἐὰν οὖν ὁ οὕτω καταδικασθεὶς εὑρηκέναι μετὰ ταῦτα δικαιώματα λέγῃ, καὶ μόνοις αὐτοῖς θέλῃ χρήσασθαι, ἄνωθεν κινεῖ· εἰ δὲ ὁ ἀντίδικος αὐτοῦ ἐπάγει τὸν ὅρκον, οὐκ ἀναψηλαφᾶται ἡ ὑπόθεσις.
Κείμενον.
Ἔστι δὲ εὑρεῖν βιβλίῳ δ΄. τοῦ κώδικος τίτ. ά. διατ. ιγ΄. καὶ ὅρκον ὀμοθέντα ἐξ ἐπαγωγῆς τοῦ ἀντιδίκου ἀναψηλαφώμενον· φησὶ γὰρ ὅτι ἐὰν ὁ ληγάτον ἀπαιτῶν, τῆς διαθήκης μὴ φαινομένης, ἐξ ἐπαγωγῆς τοῦ κληρονόμου ὁμόσῃ κεχρεωστῆσθαι, καὶ λάβῃ, μετὰ ταῦτα δὲ εὑρεθῇ μὴ κεχρεωστημένος, ἢ κεχρεωστημένος μὲν μὴ ὀφείλων δὲ τὸ πᾶν λαβεῖν διὰ τὸν φαλκίδιον, ἀναδίδωσιν.
Κείμενον.
Ἡ δὲ περὶ τῆς καθαρότητος τῶν ὅρκων τῶν δικῶν διαλαμβάνουσα ρκδ΄. νεαρὰ δίδωσιν ἄδειαν ἐντὸς δ΄. μηνῶν ἀναψηλαφᾶσθαι, ἤγουν ἐλέγχεσθαι τὸ ψεῦδος τοῦ ὀμόσαντος. Εἴρηται δὲ καὶ βιβλ. ιβ΄. τίτ. β΄. διατ. ιγ΄. ὅτι ὁ ἐπὶ χρήμασι κατὰ τοῦ βασιλέως ὀμόσας, καὶ ἐπιορκήσας τυχὸν, ὅτι οὐ χρεωστεῖ, ἢ ὅτι χρεωστεῖται, ἢ ὅτι δίδωσιν εἴσω προθεσμίας, ῥοπαλίζεται. Ἐν δὲ τῷ β΄. βιβλίῳ τοῦ κώδικος τίτ. δ΄. διατ. μά. φησὶν, ὅτι ὁ τέλειος τὴν κατὰ τοῦ Θεοῦ ἢ τοῦ βασιλέως ἐνωμότως χωρὶς ἀνάγκης γενομένην παρ᾽ αὐτοῦ διάλυσιν παραβαίνων, ἐν τῷ προσιέναι βασιλεῖ ἢ ἄρχουσιν, ἢ μὴ ποιεῖν τὰ δόξαντα, ἀτιμοῦται, καὶ τῆς ἀγωγῆς ἐκπίπτει, καὶ ῶν ἔμελλεν ἐκ τῆς διαλύσεως κερδαίνειν, καὶ δίδωσι τὴν ὁρισθεῖσαν ποινὴν, καὶ πάντα λαμβάνουσιν οἱ ἐμμένοντες. Καὶ διάτ. μβ΄. ὅτι ἐὰν ἀπὸ πλαστῶν δικαιωμάτων πάκτον ἢ διάλυσις γένηται, καὶ ὅρκον ἔχῃ προσκείμενον, ἀνατρέπεται, κἂν χρηματικῶς ἐζητήθη τὸ πλαστὸν, εἰ μὴ καὶ ἐπ᾽ αὐτῷ γέγονε διάλυσις.
Κείμενον.
Καὶ βιβλ. δ΄. τοῦ κώδικος τίτ. ά. διάτ. β΄. ὅτι εἰ καὶ κατὰ τῆς σωτηρίας τοῦ βασιλέως κατὰ θερμότητά τις ὀμόσας ἐπιορκήσει, οὐ βασανίζεται, οὔτε καθοσιώσει ὑπόκειται. Καὶ βιβλ. θ΄. τοῦ κώδικος τίτ. ή. διάτ. β΄. ὅτι ὁ διὰ παντὸς ὀργίζεσθαι τῷ οἰκείῳ δούλῳ ὀμόσας οὐχ ὑπόκειται καθοσιώσει παυσάμενος τῆς ὀργῆς. Λέγει δὲ καὶ βιβλ. β΄. τίτ. ιδ΄. διάτ. ζ΄. ὅτι παρὰ τὰ κοινὰ νόμιμα πακτεύειν ἢ ληγατεύειν οὐκ ἔξεστι· καὶ ἐάν τις ἐπὶ τούτοις ὁμόσῃ μὴ ἐνάγειν, οὐκ ἔῤῥωται. Ἡ δὲ περὶ τῶν σκηνικῶν νά. νεαρά φησιν, ὅτι αἱ σκηνικαὶ, κἂν ὀμόσωσιν ὡς οὐκ ἀποστήσονται τῆς πορνείας, ἀναχωροῦσι μὴ φοβούμεναι τὴν ἐκ τῆς ἐπιορκίας ποινήν· καὶ κανονικῶς προστίθησιν, ὅτι ἐπὶ τοῖς αἰσχροῖς οὐ δεῖ τὸν ὅρκον φυλάττειν.
ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄.
Περὶ τῶν ὀμνυόντων ὅρκους ἑλληνικούς. Συνόδου ἕκτης κανὼν ϟδ΄. Βασιλείου κανὼν πά.
Κείμενον.
Ἐν τῷ έ. διατάγματι τοῦ β΄. τίτ. τοῦ ιβ΄. βιβλίου φησὶν, ὅτι καλῶς ἐπιφέρω σοι κατὰ τῆς σωτηρίας σου ὀμόσαι· πᾶς γὰρ θεμιτὸς ὅρκος ἐξ ἐπαγωγῆς ὀμοθεὶς φυλάττεται· καὶ ὅν τις ὀμόσει κατὰ τὴν ἰδίαν θρησκείαν· ὁ δὲ κατ᾽ ἀδοκίμου θρησκείας ὀμοθεὶς ὅρκος οὐ φυλάττεται.
ΚΕΦΑΛΑΙΟΝ Κ΄.
Περὶ ἀποστατῶν, καὶ θυτῶν, καὶ μάγων, καὶ ἐπαοιδῶν, καὶ ἀστρολόγων, καὶ μαθηματικῶν, καὶ μάντεων, καὶ περιάπτων. Ἀποστόλων κανὼν ξβ΄. Συνόδου Νικαίας κανὼν ιά. ιβ΄. Συνόδου Ἀγκύρας κανὼν γ΄. δ΄. έ. στ΄. ή. θ΄. ιβ΄. κδ΄. Συνόδου Λαοδικείας κανὼν λϛ΄. Συνόδου Καρθαγένης κανὼν μέ. Συνόδου στ΄. κανὼν ξά. ξέ. Πέτρου Ἀλεξανδρείας κανὼν ά. β΄. γ΄. δ΄. έ. στ΄. ζ΄. ή. θ΄. ί. ιά. ιβ΄. ιγ΄. ιδ΄. Βασιλείου κανὼν ζ΄. ή. μδ΄. ξέ. ξϛ΄. οβ΄. ογ΄. πά. πγ΄. Γρηγορίου Νύσσης κανὼν ά. β΄. Ἀνάγνωθι τὰ παραγραφέντα ἐν τῷ κέ. κεφ. τοῦ θ΄. τίτ. τοῦ παρόντος συντάγματος.
ΚΕΦΑΛΑΙΟΝ ΚΑ΄.
Περὶ σκηνικῶν, καὶ μίμων, καὶ τῶν ὁμοίων μετανοούντων. Συνόδου Καρθαγένης κανὼν μέ. ξγ΄. Συνόδου στ΄. κανὼν νά.
Κείμενον.
Ἡ λγ΄. διάτ. τοῦ δ΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος, καὶ ἡ κγ΄. καὶ κθ΄. τοῦ δ΄. τίτ. τοῦ έ. βιβλ. καὶ ἡ λβ΄. καὶ ἡ μϛ΄. μεγάλας ποινὰς ἐπιφέρουσι τοῖς πορνοβοσκοῖς, καὶ τοῖς ἀναγκάζουσι δούλας ἢ ἐλευθέρας συνεῖναι μίμοις, ἢ θεάτροις προίστασθαι, καὶ διδόασιν ἄδειαν αὐταῖς ἀναχωρεῖν, καὶ μετὰ προικώων ζεύγγυσθαι καὶ ἀξιωματικοῖς εἰ δυνηθεῖεν, καὶ τῆς ἀτιμίας ἀπαλλάττεσθαι. Περὶ δὲ σκηνικῶν, καὶ θεωρείων, καὶ πορνοβοσκῶν, ἰδικός ἐστι τίτ. ὁ μά. τοῦ ιά. βιβλίου τοῦ κώδικος. Σκηνὴ δέ ἐστιν, ἔνθα τις ἵσταται, ἢ κινεῖται, σκηνικὴν ἐπιδεικνύμενος τέχνην, εἴτε ἐν δημοσίῳ, ἢ ἰδιωτικῷ τόπῳ, ἢ ἀγρῷ, ἔνθα μέν τοι οἱ ἄνθρωποι χύδην διὰ θέαν εἰσίασιν· ἄτιμοι δέ εἰσι πάντες οἱ διὰ πόρον εἰς ἀγῶνα κατιόντες, καὶ οἱ διὰ φιλοτιμίαν ἐπὶ σκηνῆς προϊόντες. Ὁ δὲ μισθώσας ἑαυτὸν εἰς παιγνικὴν τέχνην, καὶ μὴ ἐπιδειξάμενος, οὐκ ἀτιμοῦται· καὶ ὁ ἑαυτὸν μισθώσας εἰς τὸ θηριομαχῆσαι, εἰ μὴ τὸ θηρίον τυχὸν λέων ἦν, ἢ ἄλλο τι, καὶ ἥμερον γέγονεν· οὐ μὴν ὁ ἄνευ μισθοῦ θηριομαχήσας, εἰ μὴ λαβεῖν ἐν τῷ κυνηγίῳ φιλοτιμίαν ἠνέσχετο. Ὁ δὲ μισθώσας ἑαυτὸν, κἂν μὴ θηριομαχήσῃ, ἀτιμοῦται· οὐ μὴν ὁ μισθὸν λαμβάνων ἐπὶ τῷ καταπολεμῆσαι θηρίον ἔξωθεν κυνηγίου τὴν ἐπαρχίαν βλάπτον. Οὐκ ἔστι δὲ παιγνικὴ τέχνη, οὔτε ἀτιμοποιὸς ἡ τῶν ἀθλητῶν, καὶ τῶν λεγόντων ἐν τοῖς Ὁλυμπίοις τὰ ἐνθύρια, καὶ τῶν ἐν ξυστῷ ἀγωνιζομένων, καὶ τῶν ἡνιόχων, καὶ τῶν ἄλλως ὑπουργούντων ἐν τοῖς ἱεροῖς ἀγῶσι, καὶ τῶν ῥαινόντων ὕδωρ τοῖς ἵπποις, καὶ τῶν βραβευτῶν. Προαγωγός ἐστιν ὁ πόρον αἰσχρὸν ἀπὸ δούλων ἢ ἐλευθέρων ποιούμενος, εἴτε πρωτοτύπως τοῦτο πραγματεύεται, εἴτε προσχήματι πραγματείας ἑτέρας ἔχει τὰ τοιαῦτα πρόσωπα, ὡς κάπηλος, ἢ πανδοχεὺς, ἢ βαλανεύς· καὶ ὁ γενόμενος ἐν δουλείᾳ προαγωγὸς ἀτιμοῦται μετὰ τὸ ἐλευθερωθῆναι· ταῦτα πάντα κεῖται ἐν βιβλ. γ΄. τίτ. ά. διατ. ά. καὶ τίτ. β΄. διατ. δ΄. καὶ βιβλ. κγ΄. τίτ. β΄. διάτ. μή. πορνοβοσκὸς δέ ἐστι καὶ ὁ πορνευθεῖσαν τὴν ἰδίαν γαμετὴν μὴ ἀπολύσας, οὐ μὴν ὁ μόνον ὑποπτεύσας, ὡς βιβλ. θ΄. τοῦ κώδ. τίτ. θ΄. διάτ. β΄.
ΚΕΦΑΛΑΙΟΝ ΚΒ΄.
Περὶ θεωρίων καὶ παιγνίων. Συνόδου Καρθαγένης κανὼν ιέ. ξ΄. ξά. Συνόδου στ΄. κανὼν νά. νβ΄. ξβ΄. ξέ. οά. ϟϛ΄. ρ΄.
Κείμενον.
Πῶς τὰ θεώρια τελοῦνται, καὶ πῶς γίνεται ἡ δαπάνη αὐτῶν, καὶ ὅτι δύναται ὁ ἄρχων τὰ θεωρικὰ πρὸς καιρὸν ἀφορίζειν εἰς ἀνανέωσιν τειχῶν, εἴρηται βιβλ. ιά. τοῦ κώδικος τίτ. μά. μβ΄. μέ. καὶ μϛ΄. Ὁ δὲ μδ΄. τίτ. ἀναιρεῖ τὴν θέαν τῶν μονοχάχων.
ΚΕΦΑΛΑΙΟΝ. ΚΓ΄.
Περὶ κλεπτῶν, καὶ τυμβωρύχων, καὶ λῃστῶν, καὶ ἱεροσύλων. Βασιλείου κανὼν ξά. ξϛ΄. Γρηγορίου Νύσσης κανὼν ζ΄. ή. θ΄. Ἀνάγνωθι τὰ παραγραφέντα ἐν τῷ κζ΄. κεφ. τοῦ θ΄. τίτ. τοῦ παρόντος συντάγματος.
Κείμενον.
Περὶ δὲ λῃστῶν εἴρηται βιβλ. μή. τίτ. ιθ΄. διατ. κή. ὅτι οἱ τὰς ἐφόδους ποιοῦντες διὰ τὸ πραιδεῦσαι, ἐοίκασι τοῖς λῃσταῖς· καὶ ἐὰν τοῦτο ποιῶσι μετὰ σιδήρου, καὶ πολλάκις, καὶ ἐν ταῖς ὁδοῖς, εἰς κεφαλὴν κολάζονται· οἱ δὲ λοιποὶ ἐξορίζονται, ἢ δεπορτατεύονται· οἱ δὲ περιβόητοι φουρκίζονται, ἢ θηριομαχοῦσιν ἐν οἶς ἐλήστευσαν τόποις. Παράδοξον δέ φησιν ἡ β΄. διάτ. τοῦ ιή. τίτ. τοῦ ζ΄. βιβλ. τοῦ κώδικος, ὅτι τοῖς οὖσι τῆς φαμιλίας τῶν λῃστῶν, καὶ ἐκ βασιλικῆς φιλοτιμίας ἢ αὐθεντίας τοῦ φίσκου γινομένοις δούλοις, ἀναιρεῖται ἡ ἐλευθερία.
ΚΕΦΑΛΑΙΟΝ ΚΔ΄.
Περὶ τοῦ μὴ βαλλίζειν, ἢ ὀρχεῖσθαι ἐν γάμοις. Συνόδου Λαοδικείας κανὼν νγ΄.
ΚΕΦΑΛΑΙΟΝ ΚΕ΄.
Περὶ τοῦ μὴ συλλούεσθαι γυναιξὶν ἄνδρας. Συνόδου Λαοδικείας κανὼν λ΄. Συνόδου στ΄. κανὼν οζ΄. Ἀνάγνωθι τὰ παραγραφέντα ἐν τῷ λά. κεφ. τοῦ θ΄. τίτ. τοῦ παρόντος συντάγματος.
ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ΄.
Περὶ τοῦ χλευάζοντος τοὺς ἀσθενεῖς. Ἀποστόλων κανὼν νζ΄.
ΚΕΦΑΛΑΙΟΝ ΚΖ΄.
Περὶ τοῦ μὴ εἰσιέναι γυναῖκα εἰς τὸ θυσιαστήριον, καὶ ὅτι μόνοις τοῖς ἱερατικοῖς ἔξεστι κοινωνεῖν ἐν τῷ θυσιαστηρίῳ. Συνόδου Λαοδικείας κανὼν ιθ΄. μδ΄. Συνόδου στ΄. κανὼν ξθ΄.
ΚΕΦΑΛΑΙΟΝ ΚΗ΄.
Περὶ τοῦ μὴ ποιεῖν ἀπὸ συμβολῆς συμπόσια. Συνόδου Λαοδικείας κανὼν νέ.
ΚΕΦΑΛΑΙΟΝ ΚΘ΄.
Περὶ κυβευόντων, ἢ μεθυσκομένων. Ἀποστόλων κανὼν μγ΄. Συνόδου στ΄. κανὼν ν΄.
Κείμενον.
Ἡ ά. διάτ. τοῦ μγ΄. τίτ. τοῦ γ΄. βιβλ. τοῦ κώδικός φησιν ὅτι ὁ ἡττηθεὶς εἰς κόττον οὐκ ἀπαιτεῖται, καὶ καταβαλὼν ἀναλαμβάνει μετὰ διαδόχων ἀπὸ τοῦ νικήσαντος καὶ τῶν κληρονόμων αὐτοῦ διηνεκῶς, καὶ πέραν τριακονταετίας· εἰ δὲ μὴ θέλουσιν ἀναλαβεῖν, ὁ θέλων, καὶ μάλιστα ὁ τῆς πόλεως, ἐν ᾗ τοῦτο γέγονε, πατὴρ ἢ ἔκδικος ἀπαιτεῖ, καὶ δαπανᾷ εἰς ἔργα τῆς πόλεως. Καὶ ἡ γενομένη ἐπὶ κόττῳ ἀσφάλεια ἄκυρός ἐστι, καὶ ἀποδίδοται. Εἰ δὲ καί τις ἐν σχήματι κόττου ἡττηθῇ θερμίοις ἢ ἑτέρᾳ ὕλῃ, οὐκ ἀπαιτεῖται, τῶν ἐπισκόπων ἄδειαν ἐχόντων ταῦτα ζητεῖν, βοηθούντων αὐτοῖς τῶν ἀρχόντων, καὶ πατέρων, καὶ ἐκδίκων. Μόνον δὲ παίζειν ἔξεστι μονόβολον καὶ κοντομονόβολον, καὶ κυντανὸν κόντακα χωρὶς τῆς πάρπης, καὶ περιχυτὴν, καὶ ἱππικὴν ἄνευ τέχνης καὶ ἐπινοίας. Καὶ οἱ μὲν σφόδρα πλούσιοι νομίσματος ἑνὸς ἑκάστην σύνθεσιν παίζουσιν· οἱ δὲ λοιποὶ, πάνυ ἥττονος· τὸ δὲ πλέον ἀπαίτησιν οὐκ ἔχει, καὶ διδόμενον ἀποδίδοται. Προνοοῦσι τούτων οἱ ἄρχοντες, δέκα λιτρῶν ποινῆς ἐπικειμένης τοῖς παραβαίνουσιν, ἢ συγχωροῦσι παραβαίνεσθαι. Ἡ δὲ β΄. διάτ. τοῦ αὐτοῦ τίτ. φησὶν, ὅτι οὔτε τοῖς καλουμένοις ξυλίνοις ἱππικοῖς, οὔτε ἄλλῃ κυβείᾳ παίζειν ἔξεστι, πλὴν τῶν ἐπιτραπέντων ἐν τῇ προλαβούσῃ διατάξει· καὶ οἱ τύποι, καθ᾽ οὺς ἐν τοῖς τοιούτοις ἱππικοῖς παίζουσι, δημόσιοι γίνονται, καὶ τὰ διδόμενα ἀποδίδονται· ἢ μὴ βουλομένων ἀναλαβεῖν τῶν δεδωκότων, ἀπαιτοῦνται διὰ τοῦ ἐπάρχου καὶ τῶν ἀρχόντων τῶν ἐπαρχιῶν, καὶ προσκυροῦνται τοῖς ἔργοις τῶν πόλεων.
ΚΕΦΑΛΑΙΟΝ Λ΄.
Περὶ δαιμονιζομένων. Ἀποστόλων κανὼν οθ΄. Συνόδου ϛ΄. κανὼν ξϛ΄. ξζ΄. Τιμοθέου κανὼν β΄. γ΄. ιδ΄. ιέ.
Κείμενον.
Εἴρηται βιβλίῳ έ. τοῦ κώδικος τίτ. ό. διατάξει δ΄. ὅτι ἐὰν γυνὴ μαίνηται αὐτεξουσία οὖσα, μόνος ὁ ἀνὴρ δύναται πέμπειν ῥεπούδιον. Ἐν δὲ τῷ κβ΄. διατάγματι τοῦ γ΄. τίτ. τοῦ κδ΄. βιβλίου φησὶν, ὅτι ἐὰν ὁ εἷς τῶν συνοικούντων μανῇ, αὐτὸς μὲν οὐ δύναται στέλλειν διαίσιον· εἰ δὲ φορητή ἐστιν ἡ μανία, εἴτε διηνεκὴς, εἴτε ἐκ διαλειμμάτων, οὐκ ὀφείλει ὁ νήφων τῷ μαινομένῳ στέλλειν διαζύγιον· εἰ δὲ στείλῃ, ὑποπίπτει τοῖς ἐπιτιμίοις τῆς ἀλόγου διαζεύξεως· εἰ δὲ ἀνύποιστός ἐστιν ἡ μανία, καὶ οὐκ ἔστιν ἐλπὶς ἀνανήψεως, ἔξεστι διὰ τὸν ἐντεῦθεν φόβον, καὶ τὴν ἐπιθυμίαν τοῦ παιδοποιῆσαι ῥεπουδίῳ λύειν τὸν γάμον, μηδ᾽ ἑτέρου ζημιουμένου· εἰ μέντοι μὴ λύει τὸν γάμον, ἀλλὰ περιφρονεῖ αὐτὴν, ἀναγκάζεται διὰ τοῦ ἄρχοντος τρέφειν αὐτὴν, καὶ φροντίζειν τῆς ἰατρείας αὐτῆς, καὶ μηδὲν παραλείπειν τῶν ἀνδρὶ πρεπόντων, πρὸς τὸ ποσὸν τῆς προικός. Εἰ δὲ σκορπίζει τὴν προῖκα, μεσεγγυᾶται, ἐφ᾽ ᾧ τὴν γυναῖκα καὶ τὴν φαμιλίαν αὐτῆς ἀξίαν σχεῖν ἐντεῦθεν παραμυθίαν, φυλαττομένων τῶν ἐξ ἀρχῆς συμφωνῶν. Ἀλλὰ ταῦτα σήμερον οὐ προβαίνει, οὔτε διὰ μανίαν εὐλόγως λύεται γάμος, τῆς περὶ ῥεπουδίων ριζ΄. νεαρᾶς ῥητὰς αἰτίας λεγούσης, καὶ ὑποβαλλούσης τὸν παρ᾽ αὐτὰς στέλλοντα ῥεπούδιον τῇ ἐκπτώσει τῶν γαμικῶν ἐπιδόσεων, καὶ ἄλλοις ἐπιτιμίοις.
ΚΕΦΑΛΑΙΟΝ ΛΑ΄.
Περὶ λαϊκοῦ ἀφορισθέντος, καὶ δεχθέντος ἐξ ἑτέρου παρὰ γνώμην τοῦ ἀφορίσαντος. Ἀποστόλων κανὼν ιβ΄. ιγ΄. Συνόδου Ἀντιοχείας κανὼν στ΄.
ΚΕΦΑΛΑΙΟΝ ΛΒ΄.
Περὶ τῶν ἐν κυριακῇ ἢ σαββάτῳ νηστευόντων. Ἀποστόλων κανὼν ξϛ΄. Συνόδου Γαγγρῶν κανὼν ιή. Συνόδου ϛ΄. κανὼν νέ. νϛ΄.
ΚΕΦΑΛΑΙΟΝ ΛΓ΄.
Περὶ τῶν διδασκόντων τὸν οἶκον τοῦ Θεοῦ, καὶ τὰς συνάξεις εὐκαταφρονήτους. Συνόδου Γαγγρῶν κανὼν έ. κ΄.
ΚΕΦΑΛΑΙΟΝ ΛΔ΄.
Περὶ λαϊκῶν πειρωμένων ἀθετεῖν τὰ τῆς ἐν Ἐφέσῳ συνόδου. Συνόδου Ἐφέσου κανὼν ϛ΄. Ἀνάγνωθι τὰ παραγραφέντα ἐν τῷ ϛ΄. κεφ. τοῦ ιά. τίτ. τοῦ παρόντος συντάγματος.
ΚΕΦΑΛΑΙΟΝ ΛΕ΄.
Περὶ τῶν ἀκροωμένων τῶν γραφῶν, καὶ μέχρι τέλους μὴ προσκαρτερούντων, ἢ μὴ κοινωνούντων. Ἀποστόλων κανὼν θ΄. Συνόδου Ἀντιοχείας κανὼν β΄.
ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ΄.
Περὶ τῶν ἰδίᾳ ἐκκλησιαζόντων. Συνόδου Γαγγρῶν κανὼν ϛ΄. Συνόδου ϛ΄. κανὼν λά. νθ΄. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ ιδ΄. κεφ. τοῦ γ΄. τίτ. τοῦ παρόντος συντάγματος.
ΚΕΦΑΛΑΙΟΝ ΛΖ΄.
Περὶ τοῦ ἐπιθυμήσαντος συγκαθευδῆσαι γυναικὶ, καὶ μὴ πράξαντος. Συνόδου Νεοκαισαρείας κανὼν δ΄.
ΚΕΦΑΛΑΙΟΝ ΛΗ΄.
Περὶ μὴ νηστευόντων τὴν τεσσαρακοστὴν, καὶ τετράδα, καὶ παρασκευήν. Ἀποστόλων κανὼν ξθ΄.
ΚΕΦΑΛΑΙΟΝ ΛΘ΄.
Περὶ τῶν ἀφαιρουμένων τῆς ἐκκλησίας κηρὸν ἢ ἔλαιον. Ἀποστόλων κανὼν οβ΄.
ΚΕΦΑΛΑΙΟΝ Μ΄.
Περὶ λαϊκῶν δι᾽ ἀδικίαν ἀκοινωνήτων γενομένων. Θεοφίλου ἐκ τῆς πρὸς Μηνᾶν ἐπίσκοπον ἐπιστολῆς.
ΚΕΦΑΛΑΙΟΝ ΜΑ΄.
Περὶ τοῦ μὴ διδάσκειν λαϊκούς. Συνόδου στ΄. κανὼν ξδ΄.