Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Byzantine canonists › Nomocanon in Fourteen Titles

Nomocanon in Fourteen Titles

Byzantine canonists, Greek, RP 1, 1852

Title 4

ΤΙΤΛΟΣ Δ΄.
ΠΕΡΙ ΚΑΤΗΧΟΥΜΕΝΩΝ, ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ.
ΚΕΦΑΛΑΙΟΝ Α΄.

ΠΕΡΙ τοῦ μὴ ὀφείλειν μετὰ δύο ἑβδομάδας τῆς τεσσαρακοστῆς δέχεσθαι πρὸς τὸν φωτισμόν. Συνόδου Λαοδικείας κανὼν μέ.

ΚΕΦΑΛΑΙΟΝ Β΄.

Περὶ τῶν ἐπιορκιζόντων. Συνόδου Λαοδικείας κανὼν εἰκοστὸς ἕκτος.

ΚΕΦΑΛΑΙΟΝ Γ΄.

Πῶς δεῖ βαπτίζειν. Ἀποστόλων κανὼν μθ΄. ν΄. Συνόδου ἕκτης κανὼν νθ΄.

ΚΕΦΑΛΑΙΟΝ Δ΄.

Περὶ τοῦ χρῆναι φωτιζομένους ἀπαγγέλλειν τὴν πίστιν. Συνόδου Λαοδικείας κανὼν μϛ΄. μζ΄. Συνόδου ἕκτης κανὼν οή.

Κείμενον.

Ἡ ί. διάτ. τοῦ ή. τίτλου τοῦ ά. βιβλίου τοῦ κώδικος παρακελεύεται τοὺς Ἕλληνας μικροὺς μὲν ὄντας χωρὶς ἀναβολῆς βαπτίζεσθαι, τοὺς δὲ τελείους πρότερον τὰς γραφὰς κατὰ τοὺς ἁγίους κανόνας διδασκομένους. Καὶ ἱστέον ὅτι οὐχ εὑρίσκομεν κανόνα τι τοιοῦτο διδάσκοντα. Ἡ δὲ γ΄. διάταξις τοῦ γ΄. τίτ. τῶν νεαρῶν, β΄. οὖσα περὶ Σαμαρειτῶν, κειμένη δὲ ἐν τῷ ῥητῷ τῶν ἐν τῷ πατριαρχείῳ βιβλίων βιβλ. ρλγ΄. θεσπίζει μὴ προχείρως τοὺς Σαμαρείτας ἐπὶ τὸ ἅγιον εἰσδέχεσθαι βάπτισμα, ἀλλὰ τοὺς μὲν χρηστῆς διδασκαλίας αἰσθανομένους ἐπὶ διετίαν κατηχεῖσθαι, καὶ οὕτω βαπτίζεσθαι, τοὺς δὲ νέους πάνυ, καὶ διδασκαλίας οὐ συνιέντας, καὶ χωρὶς τῆς παρατηρήσεως ταύτης, ἀξιοῦσθαι τοῦ ἁγίου βαπτίσματος.

ΚΕΦΑΛΑΙΟΝ Ε΄.

Περὶ τοῦ βαπτίζεσθαι τοὺς ἀγνοοῦντας εἰ ἐβαπτίσθησαν. Συνόδου Καρθαγένης κανὼν οβ΄. Συνόδου ἕκτης κανὼν πδ΄.

ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄.

Περὶ τοῦ μὴ βαπτίζεσθαι τοὺς τελευτήσαντας. Συνόδου Καρθαγένης κανὼν ὀκτωκαιδέκατος.

ΚΕΦΑΛΑΙΟΝ Ζ΄.

Περὶ τῶν πρὸ τοῦ βαπτίσματος ἁμαρτανόντων, καὶ περὶ κατηχουμένων παραπιπτόντων. Συνόδου Νικαίας κανὼν ιδ΄. Συνόδου Ἀγκύρας κανὼν ιβ΄. Συνόδου Νεοκαισαρείας κανὼν έ. Βασιλείου κανὼν κ΄. Θεοφίλου ἐκ τοῦ ὑπομνηστικοῦ κανὼν έ. Κυρίλλου ἐκ τῶν πρὸς τοὺς ἐν Λιβύῃ καὶ Πενταπόλει ἐπισκόπους ἐπιστολῶν κανὼν δ΄.

Κείμενον.

Ἡ ά. διάτ. τοῦ ιβ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός φησιν ὅτι ἐὰν Ἰουδαῖος διὰ τὸ φυγεῖν ἔγκλημα, ἢ χρέος, θελήσῃ χριστιανίσαι, οὐ δεῖ αὐτὸν προσδεχθῆναι, ἕως ἂν ἀνεύθυνος φανῇ, καὶ τὸ χρέος καταβάλῃ. Ἡ δὲ ί. διάτ. τοῦ ιά. τίτ. τοῦ ά. βιβλίου θέλει τοὺς Ἐλληνας βαπτίζεσθαι, καὶ τὰ τέκνα αὐτῶν χωρὶς ἀναβολῆς μικρὰ ὄντα, τὰ δὲ τέλεια προδιδάσκεσθαι κατὰ τοὺς κανόνας τὰς γραφάς. Ἡ δὲ γ΄. τοῦ γ΄. τίτ. τῶν νεαρῶν ἐπὶ διετίαν θέλει τοὺς τελείους Σαμαρείτας κατηχεῖσθαι.

ΚΕΦΑΛΑΙΟΝ Η΄.

Περὶ ἐπισκόπων, ἢ κληρικῶν δεχομένων βάπτισμα αἰρετικῶν. Ἀποστόλων κανὼν μϛ΄.

ΚΕΦΑΛΑΙΟΝ Θ΄.

Περὶ τῶν ἐν νόσῳ βαπτιζομένων. Συνόδου Νεοκαισαρείας κανὼν ιβ΄. Συνόδου Λαοδικείας κανὼν μζ΄. Συνόδου Καρθαγένης κανὼν μέ. Τιμοθέου κανὼν δ΄.

ΚΕΦΑΛΑΙΟΝ Ι΄.

Περὶ ἐγκύου βαπτιζομένης. Συνόδου Νεοκαισαρείας κανὼν ϛ΄.

Κείμενον.

Καί τοι ἐν τῇ ά. διατ. τοῦ δ΄. τίτ. τοῦ κέ. βιβλίου τῶν διατάξεών φησι, τὸ κυοφορούμενον εἶναι μέρος τῆς ἐγκύου· ἐν δὲ τῇ ί. διατ. τοῦ γ΄. τίτ. τοῦ μά. βιβλίου, καὶ βιβλίου ν΄. τίτ. ιϛ΄. διάτ. κϛ΄. ὅτι τὸ κυοφορούμενον οὐκ ἔστι μέρος τῆς μητρός· καὶ ἄλλα δὲ διάφορα νόμιμα περὶ τούτου συνήγαγον ἐν τῇ γραφείσῃ μοι περὶ ἐναντιοφανειῶν μόνῃ βίβλῳ.

ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄.

Περὶ τοῦ ὀφείλειν μετὰ τὸ ἅγιον βάπτισμα χρίεσθαι. Συνόδου Λαοδικείας κανὼν μή.

ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄.

Περὶ ποιήσεως τοῦ ἁγίου χρίσματος. Συνόδου Καρθαγένης κανὼν ϛ΄.

ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄.

Περὶ τῶν δὶς, ἢ μὴ δεόντως βαπτιζομένων, καὶ τῶν τοὺς ἀσθενεῖς μὴ βαπτιζόντων. Ἀποστόλων κανὼν μζ΄. μθ΄. ν΄.

Κείμενον.

Περὶ τῶν ἀναβαπτιζόντων, καὶ ἀναβαπτιζομένων διαλαμβάνουσιν ἡ ά. καὶ ἡ β΄. διάτ. τοῦ β΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος· ἡ μὲν γὰρ τῷ ἐπισκόπῳ καθαίρεσιν ἐπάγει, ἡ δὲ ἐσχάτην τιμωρίαν καὶ τῷ βαπτίσαντι καὶ τῷ βαπτισθέντι, εἴγε ἡλικίας ἐστὶν ἐγκλήματος δεκτικῆς. Γίνωσκε δὲ ὅτι ὁ τῇ ἥβῃ πλησιάζων ἐπ᾽ οὐδεμιᾷ αἰτίᾳ βοηθεῖται, ὡς βιβλίου κθ΄. τίτ. έ. διάταξις ιδ΄. Ἔστι δὲ καὶ ἥβη ἐπὶ μὲν τοῦ ἄῤῥενος ὁ ιδ΄. ἐνιαυτὸς πεπληρωμένος, ἐπὶ δὲ τῆς θηλείας ἡ συμπλήρωσις τοῦ ιβ΄. ἐνιαυτοῦ, ὡς βιβλίου κή. τίτλου ά. διάταξις έ. καὶ βιβλίου τοῦ κώδικος έ. τίτ. ξ΄. διάταξις γ΄. ἰνστιτουτιῶνος ά. τίτ. κβ΄. Εἰ δέ τισι ληγατευθῇ ἀποτροφὴ ἑωσοῦ εἰσὶν ἄνηβοι, ὁ μὲν ἄῤῥην λαμβάνει ἕως οὗ πληρώσῃ τὸν τή. ἐνιαυτὸν, ἡ δὲ θήλεια τὸν ιδ΄. ὡς βιβλίου λδ΄. τίτ. ά. διάτ. ιδ΄. Ἄνηβος δὲ τὸ πλαστὸν οὐ πλημμελεῖ, ὡς βιβλίου μή. τίτ. ι΄. διάτ. κβ΄. καὶ ἡ μοιχεία μετὰ τὴν ἥβην πλημμελεῖται, ὡς διάτ. λϛ΄. τοῦ έ. τίτ. τοῦ αὐτοῦ μή. βιβλίου. Ἡ δὲ διαλαμβάνουσα περὶ τῶν ἐκκλησιῶν Ἀφρικῆς λζ΄. νεαρά φησιν, ὅτι οἱ ἀναβαπτισθέντες στρατεύεσθαι μὲν οὐ δύνανται, μεταμέλου δὲ χώραν ἔχουσι.

ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄.

Τίνες ἐξ αἱρετικῶν εἰς τὴν ὀρθοδοξίαν μετιόντες βαπτίζονται, καὶ τίνες μόνον χρίονται. Συνόδου Νικαίας κανὼν ιθ΄. Συνόδου Λαοδικείας κανὼν ζ΄. ή. Συνόδου Κωνσταντινουπόλεως κανὼν ζ΄. Συνόδου ϛ΄. κανὼν μέ. Συνόδου Νικαίας τὸ β΄. κανὼν ή. Βασιλείου κανὼν μζ΄.

ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄.

Πῶς ὁ δαιμονιζόμενος, ἡ ἐν νόσῳ παραφρονῶν, βαπτίζεται. Τιμοθέου κανὼν β΄. δ΄.

ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄.

Περὶ τοῦ μὴ χρῆναι γυναῖκας ἐν ταῖς ἡμέραις τῆς καθάρσεως αὐτῶν βαπτισθῆναι. Τιμοθέου κανὼν ϛ΄.

ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄.

Ἐὰν ὁ κατηχούμενος πρὸ τοῦ βαπτίσματος κοινωνήσῃ. Τιμοθέου κανὼν ά.

· Contents ·