Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Byzantine canonists › Nomocanon in Fourteen Titles

Nomocanon in Fourteen Titles

Byzantine canonists, Greek, RP 1, 1852

Title 3

ΤΙΤΛΟΣ Γ΄.
ΠΕΡΙ ΕΥΧΩΝ, ΚΑΙ ΨΑΛΜΩΔΙΑΣ, ΚΑΙ ΑΝΑΓΝΩΣΕΩΣ, ΚΑΙ ΑΝΑΦΟΡΑΣ, ΚΑΙ ΚΟΙΝΩΝΙΑΣ, Καὶ φορεσίας, καὶ ὑπουργίας ἀναγνωστῶν, ψαλτῶν, καὶ ὑπηρετῶν.
ΚΕΦΑΛΑΙΟΝ Α΄.

ΠΟΙΩΝ ὁ λαὸς εὐχῶν ἀκροᾶται, καὶ διὰ τί πρὸς ἀνατολὰς ὁρῶντες εὐχόμεθα. Συνόδου Λαοδικείας κανὼν έ. καὶ ιθ΄. Βασιλείου ἐκ τοῦ κζ΄. κεφ. τοῦ περὶ τοῦ ἁγίου πνεύματος.

Κείμενον.

Ἡ ιζ΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν λέγει τὴν εὐχὴν τῆς ἁγίας κοινωνίας καὶ τοῦ ἁγίου βαπτίσματος ὀφείλειν ἐξακούεσθαι τῷ λαῷ.

ΚΕΦΑΛΑΙΟΝ Β΄.

Περὶ τοῦ τίνας, καὶ πῶς, καὶ ποῖα δεῖ ψάλλειν, ἢ εὔχεσθαι, ἢ ἀναγινώσκειν. Ἀποστόλων κανὼν ξ΄. πέ. Συνόδου Λαοδικείας κανὼν ιέ. ιζ΄. ιή. ιθ΄. κγ΄. νθ΄. Συνόδου Καρθαγένης κανὼν κδ΄. μϛ΄. ργ΄. Συνόδου ϛ΄. κανὼν λγ΄. ξγ΄. οέ. πά. Συνόδου Νικαίας τὸ β΄. κανὼν ιδ΄.

ΚΕΦΑΛΑΙΟΝ Γ΄.

Περὶ τοῦ χρῆναι κατὰ σάββατον ἀναγινώσκεσθαι εὐαγγέλιον μετὰ ἑτέρων γραφῶν. Συνόδου Λαοδικείας κανὼν ιστ΄.

ΚΕΦΑΛΑΙΟΝ Δ΄.

Περὶ τῆς ἁγίας ἀναφορᾶς καὶ κοινωνίας. Ἀποστόλων κανὼν γ΄. δ΄. λά. Συνόδου Νικαίας κανὼν ιή. Συνόδου Ἀγκύρας κανὼν ά. Συνόδου Νεοκαισαρείας κανὼν ιγ΄. Συνόδου Λαοδικείας κανὼν ιθ΄. μθ΄. Συνόδου Καρθαγένης κανὼν λζ΄. μά. μζ΄. Συνόδου στ΄. κανὼν κά. κγ΄. κή. νζ΄. νή. ξβ΄. καὶ ρά.

ΚΕΦΑΛΑΙΟΝ Ε΄.

Πῶς διδόασι τὴν εἰρήνην οἱ κληρικοὶ καὶ οἱ λαϊκοί. Συνόδου Λαοδικείας κανὼν ἐννεακαιδέκατος.

ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄.

Περὶ τῶν διακρινομένων κοινωνεῖν ἀπὸ πρεσβυτέρων γεγαμηκότων. Συνόδου Γαγγρῶν κανὼν τέταρτος.

ΚΕΦΑΛΑΙΟΝ Ζ΄.

Περὶ τοῦ μόνοις τοῖς ἱερατικοῖς ἐξεῖναι κοινωνεῖν ἐν τῷ θυσιαστηρίῳ, καὶ περὶ τοῦ μὴ εἰσιέναι γυναῖκα εἰς τὸ θυσιαστήριον. Συνόδου Λαοδικείας κανὼν ιθ΄. μδ΄. Συνόδου στ΄. κανὼν ξθ΄. οή.

ΚΕΦΑΛΑΙΟΝ Η΄.

Πότε προσφέρουσι καὶ διδόασι κοινωνίαν οἱ χωρεπίσκοποι. Συνόδου Νεοκαισαρείας κανὼν τρισκαιδέκατος.

ΚΕΦΑΛΑΙΟΝ Θ΄.

Περὶ τοῦ μὴ προσφέρειν διάκονον, μήτε διδόναι πρεσβυτέρῳ κοινωνίαν. Συνόδου Νικαίας κανὼν ιή.

ΚΕΦΑΛΑΙΟΝ Ι΄.

Περὶ φορεσίας καὶ ὑπουργίας ἀναγνωστῶν, ψαλτῶν, καὶ ὑπηρετῶν, καὶ ὅτι οὐ δεῖ ὑπηρέτην ἄρτον διδόναι, ἢ ποτήριον εὐλογεῖν. Συνόδου Λαοδικείας κανὼν κά. κβ΄. κγ΄. κέ. μγ΄. Συνόδου στ΄. κανὼν κζ΄. Συνόδου Νικαίας τὸ δεύτερον κανὼν ιδ΄. ιστ΄.

ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄.

Περὶ τῶν διαγόντων ἐν πόλει, καὶ ἐπὶ τρεῖς ἑβδομάδας μὴ κοινωνούντων. Συνόδου Σαρδικῆς κανὼν ιά. Συνόδου στ΄. κανὼν ὀγδοηκοστός.

ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄.

Περὶ τῶν ἀκουόντων τῶν γραφῶν, καὶ μὴ προσκαρτερούντων ἐν τῇ τελευταίᾳ εὐχῇ, καὶ μεταλαμβανόντων. Ἀποστόλων κανὼν ή. θ΄. Συνόδου Ἀντιοχείας κανὼν β΄.

ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄.

Περὶ δαιμονιζομένων πῶς κοινωνοῦσιν. Ἀποστόλων κανὼν οθ΄. Τιμοθέου κανὼν γ΄.

ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄.

Περὶ τῶν ἔξωθεν ἐκκλησίας προσφερόντων, ἢ ἐκκλησιαζόντων. Ἀποστόλων κανὼν λά. Συνόδου Γαγγρῶν κανὼν στ΄. Συνόδου Ἀντιοχείας κανὼν β΄. έ. Συνόδου Λαοδικείας κανὼν νή. Συνόδου ἕκτης κανὼν λά. νθ΄.

Κείμενον.

Ἡ ζ΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν, καὶ ἡ γ΄. τοῦ β΄. τίτ. φασὶν, ὅτι δεῖ τὸν θέλοντα εὐκτήριον, ἢ ἐκκλησίαν κτῖσαι, διαλέγεσθαι περὶ τούτου τῷ τῆς πόλεως ἐπισκόπῳ, καὶ δωρεῖσθαι τὰ ἀρκοῦντα πρὸς τὴν λυχνοκαίαν, καὶ τὴν ἱερὰν λειτουργίαν, καὶ τὴν ἀδιάφθορον τοῦ τόπου τήρησιν, καὶ τὴν ἀποτροφὴν τῶν προσεδρευόντων, καὶ τότε τὸν ἐπίσκοπον τὸ πρᾶγμα πᾶσι φανεροῦντα, δημοσίᾳ ἐκεῖσε προϊέναι, καὶ σὺν εὐχῇ πηγνῦναι σταυρὸν, καὶ τότε τὸ ἔργον ἄρχεται· καὶ ὅτι ὁ ἀρξάμενος νέον κτίζειν ἢ παλαιὸν ἀνανεοῦν, ἀναγκάζεται μετὰ κληρονόμων αὐτοῦ, παρὰ τῶν οἰκονόμων, καὶ τοῦ ἐπισκόπου, καὶ τοῦ ἄρχοντος τὸ ἀρχθὲν πληρῶσαι.

Κείμενον.

Εἰ δέ τις ἐν ἰδιωτικῷ οἴκῳ, προαστείῳ, ἢ χωρίῳ, ἱερὰν ἐκτελέσῃ λειτουργίαν, ἤ τισιν ἐκτελεῖν συγχωρήσῃ, ἢ δίχα κληρικῶν ἀφοριζομένων παρὰ τοῦ τῶν τόπων ἐπισκόπου, ὁ τόπος ἐν ᾧ τοῦτο γέγονεν ἐν εἰδήσει τοῦ δεσπότου προσκυροῦται τῇ ἐκκλησίᾳ διὰ τοῦ ἐπισκόπου, καὶ τοῦ οἰκονόμου, καὶ τοῦ ἄρχοντος κατὰ τὸ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν. Ἡ γὰρ στ΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν εἶπεν αὐτὸν φισκοῦσθαι, καὶ ἡ ιέ. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος. Εἰ δὲ ἠγνόησε τὸ γινόμενον ὁ δεσπότης, οὐ ζημιοῦται, ἀλλ᾽ οἱ γινώσκοντες φροντισταὶ, καὶ μισθωταὶ, καὶ ἐμφυτευταὶ, ἐξορίζονται τῆς ἐπαρχίας, τῶν πραγμάτων αὐτῶν προσκυρουμένων τῇ ἐκκλησίᾳ, οἱ δὲ ὕπαρχοι ταῦτα παρορῶντες ἐν εἰδήσει ν΄. λίτρας ζημιοῦνται, καὶ ἡ τάξις ν΄. ἔξεστι μέν τοι τοῖς ἔχουσιν ἐν τοῖς οἴκοις αὐτῶν εὐκτήρια, εὔχεσθαι, οὐ μὴν καὶ λειτουργίας παρὰ τὰ εἰρημένα ποιεῖν.

ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄.

Περὶ ἐπισκόπων, ἢ κληρικῶν συγκοινωνούντων, ἢ συνευχομένων αἱρετικοῖς, ἢ Ἰουδαίοις, ἢ ἐπιτρεπόντων αὐτοῖς ἐνεργεῖν, ἢ δεχομένων αὐτῶν θυσίας. Ἀποστόλων κανὼν ί. μέ. μϛ΄. Συνόδου Ἀντιοχείας κανὼν β΄. Συνόδου Λαοδικείας κανὼν λγ΄.

Κείμενον.

Ἡ δ᾽. διάταξις τοῦ στ΄. τίτλου τῶν νεαρῶν φησιν ὅτι συνάγοντες οἱ αἱρετικοὶ, καὶ οἱ πρὸς αὐτοὺς συναγόμενοι, τὰς ἀπὸ τῶν διατάξεων ποινὰς ὑπομένουσι, καὶ οἱ οἶκοι, ἐν οἷς ἁμαρτάνεται τοῦτο, τῇ ἁγίᾳ ἐκκλησίᾳ προσκυροῦνται.

ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄.

Περὶ τοῦ μὴ δεῖν τὰ ἅγια, λόγῳ εὐλογιῶν, εἰς τὰς παροικίας πέμπεσθαι. Συνόδου Λαοδικείας κανὼν ιδ΄.

ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄.

Περὶ τοῦ μὴ διδόναι τοῖς σώμασι τῶν τελευτώντων κοινωνίαν. Συνόδου Καρθαγένης κανὼν ιή. Συνόδου ἕκτης κανὼν πγ΄.

ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄.

Περὶ τοῦ μὴ χρῆναι γυναῖκα ἐν ταῖς ἡμέραις τῆς καθάρσεως αὐτῆς κοινωνεῖν. Διονυσίου ἐκ τῆς πρὸς Βασιλείδην ἐπιστολῆς κεφ. β΄. δ΄. Τιμοθέου κανὼν στ΄. ζ΄.

ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄.

Πῶς ὁ ὀνειρασθεὶς κοινωνεῖ. Διονυσίου ἐκ τῆς πρὸς Βασιλείδην ἐπιστολῆς κεφ. δ΄. Τιμοθέου κανὼν ιβ΄.

ΚΕΦΑΛΑΙΟΝ Κ΄.

Περὶ τοῦ μὴ γίνεσθαι ἀναφορὰν παρόντων αἱρετικῶν. Τιμοθέου κανὼν ἔννατος.

ΚΕΦΑΛΑΙΟΝ ΚΑ΄.

Πότε δεῖ τῆς γαμετῆς διὰ τὴν κοινωνίαν ἀπέχεσθαι. Διονυσίου ἐκ τῆς πρὸς Βασιλείδην ἐπιστολῆς κεφ. γ΄. Τιμοθέου κανὼν έ. ιγ΄.

ΚΕΦΑΛΑΙΟΝ ΚΒ΄.

Πῶς γίνεται προσφορὰ ὑπὲρ τοῦ ἑαυτὸν ἀνελόντος. Τιμοθέου κανὼν τεσσαρασκαιδέκατος.

Κείμενον.

Ὁ πολιτικὸς νόμος τὸν ἑαυτὸν ἀνελόντα, ἢ ἀνελεῖν ἐπιχειρήσαντα διὰ φόβον ἐγκλήματος, οὐ μὴν διὰ νόσον, ἢ μῖσος ζωῆς, τιμωρεῖται ὡς τὸν ἕτερον ἀνελόντα, καὶ δημεύει τὴν οὐσίαν αὐτοῦ· ὡς βιβλίον μή. τίτ. κά. καὶ βιβλίον θ΄. τοῦ κώδικος τίτ. ν΄.

· Contents ·