Library › St John the Faster › Canons
Canons
St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome
16. On Theft
ΠΕΡΙ ΚΛΟΠΗΣ.
Ὁ κλέπτης κατὰ τὸν ξά. Κανόνα τοῦ μεγάλου Βασιλείου, εἰ μὲν ἑκουσίως ἐξομολογήσεται, εἰς ἔτος ἓν ἀφορίζεται· εἰ δὲ ἐλεγχθείη, εἰς ἔτη δύο. Ἀλλ᾽ ἡμεῖς τὸν μὲν ἑκουσίως μετανοοῦντα κλέπτην ἕως μ΄. ἡμερῶν τῆς κοινωνίας ἀπείργομεν· τὸν δὲ ἐλεγχθέντα, ἕως μηνῶν ἓξ, μετὰ τὴν θ΄. ξηροφαγοῦντα, καὶ μετανοίας ρ΄. καθ᾽ ἑκάστην ποιοῦντα. Ὁ δὲ δημοσίου κλοπῆς ἑαλωκὼς περὶ τὰ λεγόμενα κεφαλαιώδη κλέμματα, εἰς ἱερωσύνην οὐκ ἔρχεται. Ἀλλ᾽ εἰ καὶ μετὰ ταύτην τῷ πάθει περιπέσειε τούτῳ, τῆς ἱερωσύνης ἀπογυμνοῦται κατὰ τὸν κέ. τῶν ἁγίων Ἀποστόλων.