Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St John the Faster › Canons

Canons

St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome

15. On the Spirited Part of the Soul: On Murder

ΠΕΡΙ ΤΟΥ ΘΥΜΙΚΟΥ ΤΗΣ ΨΥΧΗΣ ΜΕΡΟΥΣ. ΠΕΡΙ ΦΟΝΟΥ.

Τὸν ἀνδροφόνον, ὁ μὲν παλαιὸς νόμος ἀποθνήσκειν κελεύει· ὁ δὲ μέγας Βασίλειος ἐν τῷ νϛ΄. Κανόνι, τὸν ἑκούσιον φόνον εἰς κ΄. ἔτη τῆς κοινωνίας ἐξοστρακίζει· τὸν δὲ ἀκούσιον εἰς ί. Ἡμεῖς δὲ εἰς τριετίαν, εἴγε μετὰ τὴν μέχρις ἑσπέρας νηστείαν ὁ αὐτόχειρ ἀκροτάτῃ χρῆται ξηροφαγίᾳ, καὶ μετανοίας προθυμεῖται καθ᾽ ἑκάστην ποιεῖν τριακοσίας· νωθρῶς δὲ διακείμενος, τῶν Πατέρων τὸν ὅρον πληρούτω.

Ὁ δὲ κβ΄. τῆς ἐν Ἀγκύρᾳ Συνόδου, τοὺς ἀκούσιον φόνον ἐργασαμένους, ὁ μὲν πρότερος ὅρος, φησίν, ἐν ἑπταετίᾳ κελεύει τοῦ τελείου μετασχεῖν· ὁ δὲ β΄. τὸν πενταετῇ χρόνον ἀνύσαι.

Τοὺς ἐν πολέμοις φονεύσαντας, τριῶν ἐτῶν τῆς κοινωνίας ἀπείργει ὁ μέγας Βασίλειος ἐν τῷ ιγ΄. Κανόνι. Ὡσαύτως καὶ τοὺς λησταῖς ἀντεπεξίοντας ἐν τῷ νέ. Κανόνι· κληρικοὺς δὲ καθαιρεῖ.

Τὰς φθειρούσας τὰ ἔμβρυα κατ᾽ ἐπιτήδευσιν, καὶ τὰς διδούσας καὶ τὰς λαμβανούσας φάρμακα, ὥστε ἀμβλωθρίσαι, καὶ ἄωρα τὰ βρέφη ἐκπεσεῖν, φόνου δίκην ὑπέχειν ἐν τῷ β΄. καὶ ή. Κανόνι φησὶν ὁ μέγας Βασίλειος. Ἡμεῖς δὲ μέχρις ἐτῶν πέντε ἢ καὶ τριῶν τὸ πλεῖστον οἰκονομεῖσθαι ταύτας ὁριζόμεθα. Ἡ δὲ ἀκουσίως τὸ βρέφος ἀποβαλοῦσα, εἰς ἓν ἔτος τὴν ἐπιτίμησιν δέχεται.

Ἡ δὲ τῷ βρέφει ἐπικοιμωμένη καὶ ἀποπνίξασα, μετὰ ἔτη γ΄. τῆς κοινωνίας ἀξιοῦται, κρεῶν ῥηταῖς ἡμέραις ἀπεχομένη, καὶ τυροῦ, καὶ τὰ λοιπὰ ἐμπόνως ἐπιτελοῦσα. Καὶ εἰ μὲν ἐκ ῥᾳθυμίας, ἢ ἀκρασίας τῶν γονέων τοῦτο συνέβη, φόνῳ ἑκουσίῳ παρείκασται. Εἰ δὲ ἐξ ἐπιβουλῆς τοῦ ἀντικειμένου, συγγνώμης τὸ πρᾶγμα ἄξιον. Πλὴν καὶ τοῦτο δεῖται μετρίων ἐπιτιμίων· δι᾽ ἕτερα γὰρ πταίσματα ἡ ἐγκατάλειψις αὕτη γέγονεν.

Ἡ καταφρονήσασα τοῦ κυήματος, καὶ τῇ ἁμελείᾳ ταύτης ἀποφθαρέντος, ἑκουσίου φόνου δίδωσι δίκας.

Παιδίου ἀβαπτίστου ἀποθανόντος τῇ τῶν οἰκείων γονέων ἁμελείᾳ, εἰς τρία ἔτη οἱ γονεῖς τῆς κοινωνίας ἐκβάλλονται, ξηροφαγοῦντες ἐν αὐτοῖς, καὶ γονάτων κλίσεσι τὸ Θεῖον ἐξιλεούμενοι, κλαυθμῷ τε καὶ τῇ κατὰ δύναμιν ἐλεημοσύνῃ. Ἑπτὰ δὲ ὄντος τοῦ βρέφους ἡμερῶν, καὶ ἀφωτίστου ἀπελθόντος, ἕως ἡμερῶν μ΄. τῆς τε κοινωνίας ἐκβάλλονται, καὶ ξηροφαγεῖν ἐν ταύταις καταδικάζονται, καὶ μετανοίας ποιεῖν μ΄. καθ᾽ ἑκάστην.

Μοναχὴ, ἑτέραις συνεγνωκυῖα μοιχείαν ἢ παιδοφθορίαν, καὶ μὴ φανεροῦσα τῇ προεστώσῃ, ἶσον ἔχει τὸ ἐπιτίμιον τῇ πραττούσῃ, κατὰ τὸν οά. Καν. τοῦ μεγάλου Βασιλείου.

Τὰς ἐκτιθεμένας τὰ οἰκεῖα βρέφη πρὸς ταῖς εἰσόδοις τῶν Ἐκκλησιῶν, ὡς φονευτρίας ὁ νόμος κολάζει, κἂν τινες ἀνελόμενοι ταῦτα περιποιήσωνται.

Οἱ λησταὶ τῷ κρίματι τῶν ἀνδροφόνων ὑπάγονται· ἐπειδὴ καὶ τὴν μιαιφονίαν εἰς συμμαχίαν τοῦ σπουδαζομένου παραλαμβάνουσι.

· Contents ·