Library › St John the Faster › Canons
Canons
St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome
1. Prologue
ΕΚ ΤΟΥ ΚΑΝΟΝΙΚΟΥ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΝΗΣΤΕΥΤΟΥ.
Ἤμειψε πρὸς σύνοψιν Ματθαῖος ταῦτα.
ΠΡΟΛΟΓΟΣ.
Ἀλλὰ γὰρ καὶ κατὰ τὸν Νηστευτὴν θεῖον Ἰωάννην, τὴν θεραπείαν τῶν ἡμῖν συμβαινόντων θεωρητέον παθῶν, καλῶς ἔχειν δοκιμάσαντα, ὡς οἷόν τε ταύτην ἐπιτεμεῖν.
Τῇ φύσει δὲ τοῦ τριμεροῦς τῆς ἡμετέρας ἀκολουθητέον ψυχῆς, καὶ τὰ ἑκάστῳ τῶν αὐτῆς μερῶν ἐπισυμβαίνοντα πάθη, κεφαλαιωδῶς ἐπισκεπτέον. Καὶ πρῶτόν γε τὰ τοῦ φύσει κρείττονος λογικοῦ.