Library › St John the Faster › Canons
Canons
St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome
2. On Denial of the Faith
ΤΑ ΤΟΥ ΛΟΓΙΣΤΙΚΟΥ. ΠΕΡΙ ΑΡΝΗΣΕΩΣ.
Ὁ τοίνυν ἀλογίστως ἠρνημένος ἑκοντὶ τὸν Χριστὸν, κατὰ μὲν τὸν ἑβδομηκοστὸν τρίτον τοῦ μεγάλου Βασιλείου κανόνα, πρὸς τῷ τέλει τοῦ βίου τῆς κοινωνίας ἀξιοῦται· καὶ οὐδεὶς ὁ τοῦτον τῆς τοιαύτης ἐπιτιμίας παραιτούμενος, ἢ συγκαταβάσει τολμῶν οἱαδήτινι χρήσασθαι.
Ὁ δὲ ἅγιος Γρηγόριος Νύσσης, διαιρέσει τὰ τῶν τοιούτων περιλαβῶν, τοὺς μὲν ἑκουσίως τῇ πλάνῃ αὐτομολήσαντας ταῖς αὐταῖς εὐθύναις καθυποβάλλει, μέτρον αὐταῖς ὁρίσας τὸ μέτρον τῆς ἑκάστου ζωῆς· τοῖς δὲ δι᾽ ἀνάγκην τοῦτο παθοῦσι, τῇ τῆς πορνείας ὑποτίθησι δίκῃ, εἰς ἔννατον ἔτος αὐτῷ παρατεινομένῃ. Τὴν αὐτὴν ποιεῖται διαίρεσιν καὶ ἡ ἐν Ἀγκύρᾳ σύνοδος, καὶ ὁ Ἀλεξανδρείας ἱερομάρτυς Πέτρος, καὶ ὁ μέγας Βασίλειος ἐν τῷ ὀγδοηκοστῷ πρώτῳ αὐτοῦ Κανόνι.
Ἥ γε μὴν Ἐκκλησία τὸ τήμερον εἶναι κατά γε τὰ τυπωθέντα καὶ διαγνωσθέντα τῷ ἁγιωτάτῳ πατριάρχῃ Κωνσταντινουπόλεως Μεθοδίῳ, τοὺς διαφόρως ἑαλωκότας τῷ ἐγκλήματι τούτῳ ὡς ἐπίπαν οἰκονομεῖ.
Οὗτος γάρ φησιν, εἰ μέν τις, ὅτε παιδίον ἦν, τοῖς ἀσεβέσιν ἐλήφθη, καὶ τὴν πίστιν ἠρνήσατο φόβῳ, ἢ ἀγνοίᾳ, ἢ ἀμαθείᾳ καθυπαχθεὶς, ἐν ἡλικίᾳ δὲ γενόμενος, ἐπὶ τὰ Χριστιανῶν αὖθις ἐπανέκαμψεν ἤθη, καὶ τῇ καθολικῇ προσιὼν Ἐκκλησίᾳ, μετανοίᾳ χρῆται καὶ ἐξομολογήσει, τὰς τεταγμένας τέσσαρας εὐχὰς πρὸς τοῦ ἱερέως ἀκουέτω καθ᾽ ἑκάστην ἡμέραν ἕως ἡμέραν ἑβδόμην, καὶ τῇ ὀγδόῃ λουέσθω· εἶτα γυμνωθείς, καὶ λεντίῳ περιζωσάμενος, τῷ ἁγίῳ μύρῳ χριέσθω, ὥς γε δὴ καὶ οἱ βαπτιζόμενοι, καὶ οὕτω τῆς θείας μεταλήψεως ἀξιούσθω· εἶτα ἐν ἡμέραις ὀκτὼ ἑτέραις, τῶν ἱερῶν ἐν ταῖς Ἐκκλησίαις συνάξεων μηδόλως ἀπολιμπανέσθω, ὥσπερ δὴ καὶ οἱ βαπτιζόμενοι.
Εἰ δέ τις τέλειος ὢν τὴν ἡλικίαν ἐλήφθη, καὶ βασάνοις ἀναγκασθεὶς τὰ τῆς οἰκείας ἐξωμόσατο πίστεως, τυγχανέτω καὶ οὗτος φιλανθρωπίας. Πλὴν πρῶτον μὲν νηστευέτω δύω τεσσαρακοστὰς ἡμερῶν, κρεῶν ἀπεχόμενος, τυροῦ τε καὶ ᾠῶν· καὶ ἐν ταῖς τρισὶ τῶν ἑβδομάδων ἡμέραις οἶνον καὶ ἔλαιον μὴ προσιέσθω· ἐκτενεῖς τε ποιείτω δεήσεις, καὶ γονυκλισίας ὁπόση δύναμις. Εἶτα, πληρουμένων τῶν δύω τεσσαρακοστῶν, τὰς ἱλαστηρίους εὐχὰς καθ᾽ ἑκάστην ἀκουέτω ἐπὶ ἡμέρας ἑπτὰ, καὶ τῇ ὀγδόῃ παραπλησίως τῷ προτέρῳ λουέσθω τε, καὶ χριέσθω, καὶ τῆς τῶν ἁγιασμάτων μεταλήψεως ἀξιούσθω, καὶ εἰς ὀκτὼ ἑτέρας ἡμέρας ταῖς ἐν ταῖς Ἐκκλησίαις συνάξεσι σχολασάτω.
Τῷ δ᾽ ἐκ προαιρέσεως αὐτομολήσαντι πρὸς τὴν ἄρνησιν κανὼν μὲν ἐπίκειται φοβερὸς, ἀλλὰ διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, συμπαθῶς καὶ τοῦτον θεραπευτέον. Ἐπὶ δύω οὖν ἐνιαυτοὺς νηστευέτω, κρεῶν ἀπεχόμενος, καὶ τυροῦ, καὶ ᾠῶν· ἐν δέ γε ταῖς τρισὶ τῶν ἑβδομάδων ἡμέραις ἐλαίου καὶ οἴνου τὴν μετάληψιν παραιτείσθω, γονυκλισίας ἑκάστης ποιῶν κατὰ τὸ μέτρον τῆς οἰκείας δυνάμεως, ἑκατὸν, ἢ διακοσίας. Πληρωθέντων δὲ τῶν δύο ἐνιαυτῶν ἐπὶ ἑπτὰ καὶ οὗτος ἡμέρας τὰς ἱλαστηρίους εὐχὰς ἀκροάσθω, καὶ τὰ ἑξῆς, ὡς προδεδήλωται, καὶ ἐπ᾽ αὐτῷ γινέσθω.