Library › Local councils › Council of Constantinople under St Photius (879–880)
Council of Constantinople under St Photius (879–880)
Local councils, Greek, Mansi 17, 1902
1. Act 1 (Πρᾶξις α΄)
ΠΡΑΚΤΙΚΑ ΤΗΣ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ συγκροτηθείσης ἐν Κωνσταντινουπόλει ὑπὸ Φωτίου τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου, ἐπὶ ἑνώσει τῆς τοῦ Θεοῦ ἁγίας καὶ ἀποστολικῆς ἐκκλησίας.
Προκαθεσθέντος Φωτίου τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου, ἐν τῷ εὐαγεῖ μεγάλῳ σεκρέτῳ· καὶ συγκαθεσθέντος Ἠλία τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ Ἱεροσολύμων, τῶν τε θεοφιλεστάτων μητροπολιτῶν, φημὶ δὴ Προκοπίου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, Γρηγορίου ἀρχιεπισκόπου Ἐφέσου, Ἰωάννου Ἠρακλείας, ἑτέρου Ἰωάννου Ἠρακλείας, Γρηγορίου Κυζίκου, Γρηγορίου Νικαίας, Δανιὴλ Ἀγκύρας, Θεοφυλάκτου Σαρδέων, Γεωργίου Νικομηδείας, Μάρκου Σίδης, Ζαχαρίου Χαλκηδόνος, Κυπριανοῦ Κλαυδιουπόλεως, Ζαχαρίου Αντιοχείας, Γεωργίου Ἀντιοχείας, Ἰγνατίου Ἱεραπόλεως, Εὐστράτου Πισινοῦντος, Σάβα Πατρῶν, Θεοδοσίου Μύρας, Φιλίππου Ἀδριανουπόλεως, Παύλου Λαοδικείας, Νικόλεω Γαγγρῶν, Πέτρου Συνάδων, Συμεὼν Λαοδικείας, Θεοφίλου Ἰκονίου, Νικήτα Σμύρνης, Ανθίμου Κοτυαίου, Νικόλεω Φιλίππων, Βισαρίωνος Ἀμμορίου, Νικηφόρου Γραϊανουπόλεως, Βασιλείου Λαρίσης, Γρηγορίου Σέλγης, Ἀχειλᾶ Νακωλείας, Νικήτα Βρύσεως, Φιλίππου Μεσήνης, Θεοδώρου Νίκης, Λέοντος Ῥηγίου, Λουκᾶ Βοσπέρης, Παύλου Χερσῶνος, Βασιλείου Μύσσου, Ἀθανασίου Λεοντοπόλεως, Σαμουὴλ Χώνης, Βασιλείου Ἀρκαδιουπόλεως, Εὐδοκίμου Ἀμάστριδος, Νεοφύτου Δέρκης, Φωτίου πατριάρχου, Βασιλείου Γαρέλλης, Ἰωάννου Αἴνου, Ἰωάννου Κορίνθου, Θεοδοσίου Πομπηϊουπόλεως,.... Μιτυλήνης, Λεοντίου Ῥόδου, Στεφάνου Κυψέλλων, Σάβα Ἀθηνῶν, Ἀντωνίου Ναυπάκτου, Ἀγάθωνος Μωράβων, Λουκιανοῦ Δυρραχίου, Μάρκου Ὑδροῦντος, Ἀρσενίου Λήμνου, Σάβα Ἀπρω, Τιμοθέου Μεσημβρίας, Φιλίππου Καρπάθου, Νικήτα Γερμίων, Συμεὼν Σηλυβρίας, Κωνσταντίνου Κολωνείας, Λέοντος Νεαπόλεως, Νικήτα Μαρωνείας, Ἐπιφανίου Κίου. Σωφρονίου Ἀπαμείας, Ἰγνατίου Προικονήσου, Τρύφωνος Ῥουσίου, Στεφάνου Γέρμης, Ἰωάννου Ῥιζαίου, Γεωργίου Κελτζηνῆς, Εὐφημιανοῦ Εὐχαίτων, Λεοντίου Θυάνων, Πέτρου Ἰλιάδος, Ἰγνατίου Μιλήτου, Μακαρίου Δέρκων, Πέτρου Βιζύης, Θεοδώρου Θεσσαλονίκης, Νικηφόρου Λιμύρας, Κωνσταντίνου Καδοῦς, Γρηγορίου Μετρῶν, Μιχαὴλ Πισίης, Νικηφόρου Ἀσπόνης, Θεοφυλάκτου Εὐρίπου, Γρηγορίου Ζητουνίου, Στεφάνου Φαρσάλων, Κλήμεντος Βαῆς, Βασιλείου Ἀπείας, Ἀντωνίου Δαφνουσίας, Ἰγνατίου Σωζοπόλεως, Πέτρου Ἐταίνου, Μεθοδίου Ἐρύμνων, Ἰγνατίου Κᾶς, Θωμᾶ Κηδίσου, Βασιλείου Βαῆς, Γαβριὴλ Ἀχρίδης, Φιλίππου Λούλου, ΚωνσταντίνουΒουλγαροφύγης, Μεθοδίου τοῦ Μηδαίου, Νικηφόρου Διδυμοτύχου, Κλήμεντος Δαωνίας, Νικηφόρου Ποιμανινοῦ, Στεφάνου Βαγονειτείας, Εὐγενίου Πραινέτου, Ἀντωνίου Ἀνδράπων, Κωνσταντίνου Τρακύλων, Ἰωάννου Ποδαλείας, Γεωργίου Ξανθείας, Γρηγορίου Ἠρακλείας Λάτρου, Εὐστράτου Οριδάλων, Νικηφόρου Καδάρων, Θεοδώρου Ῥυκάνδων, Εὐσεβίου Λουρναίων, Ξενοφῶντος Δημητριάδος, Δαμιανοῦ τοῦ Ἐζήρου, Λέοντος Νέων Πατρῶν, Πέτρου Δρουγουβιτείας, Ἀθανασίου Σεληναίων, Συμεὼν Ἀρκαδιουπόλεως, Βασιλείου Ἀδριανοῦς, Βασιλείου Ἠρακλείας, Γρηγορίου Καμουλιανῶν, Ἰουλιανοῦ Παλίας, Δαμιανοῦ Δαφνουτίου, Ἀντωνίου Κεφαληνίας, Κηρήκου Νεαπόλεως, Φιλίππου Χρυσοπόλεως, Κωνσταντίνου Κῶ, Αντωνίου Ναυπάκτου, Θεογνώσου Απαμείας, Μεθοδίου Ἐξαμιλίου, Ἰωάννου Μητροπόλεως, Λέοντος Ἐλενοπόλεως, Κωνσταντίνου Μαδύτων, Μεθοδίου Καισαροπόλεως, Νικηφόρου Πορῶν, Εὐστρατίου Ἐλουζῶν, Ἰακώβου Περιθεωρίου, Θεοδώρου Βουκουβᾶ, Ἰωάννου Θεοδωρουπόλεως, Κωνσταντίνου Τροκνάδων, Θεοκτίστου Τιβεριουπόλεως, Γρηγορίου Κοδαδείας, Ἰσαὰκ Σταβαρωτοῦ, Νικόλεω Νικοπόλεως, Στεφάνου Γαγγρῶν, Πέτρου Παμφίλου, Νικήτα Αὐτούδων, Ἐλισαίου Λαγήνων, Δημητρίου Σκυλακίου, Ἀγάθωνος Κερασηνῶν, Θεοδώρου Ἀπαμείας, Νικηφόρου Βασάδων, Νικόλεω Ῥαιλέστου, Θεοδώρου Σπόρης, Σάβα Κινηπόλεως, Σισινίου Συνάου, Θεοδώρου Καβουρκίου, Θεοκτίστου Ἀκρόνου, Σάβα Τεργασοῦ, Κωνσταντίνου Ἀκαρασίου, Ἰωάννου Ἀμπλάδων, Βασιλείου Θνατείρων, Νικηφόρου Ορακῶνος, Εὐσεβίου Συνάου, Δημητρίου Πολυστύλου, Βασιλείου Συνάου, Θεοδώρου Ὀρυκάνδου, Νικόλεω Σωζοπόλεως, Ἰγνατίου Ἰσινδοῦ, Θεοδούλου Πατάρων, Σισινίου Τριπόλεως, Ἀθανασίου Μοθόνης, Φιλίππου Σατύλων, Νικόλεω Ἀδρανείας, Γρηγορίου Ὑπαίπων, Γεωργίου Ἀλεοῦς, Θεοφανοῦς Ἀντιοχείας μικρᾶς, Εὐσταθίου Τύχους, Θεοδοσίου Ἐλευθεροπόλεως, Νικηφόρου Ἐρμοκάπου, Βασιλείου Λινόης, Ἰγνατίου Νύσσης, Ἰωάννου Ζαλιχοῦ, Βασιλείου Τζουρουλόης, Χριστοφόρου Δαδύβρων, Πέτρου Μελόης, Κωνσταντίνου Φέλλου, Μακαρίου Κοτένης, Παύλου Ζηλῶν, Βασιλείου Ἀμινσοῦ, Λέοντος Ἀγαλασοῦ, Βασιλείου Γερμανικοπόλεως, Θεοδώρου Ἰτέας, Μαριανοῦ Ἀναστασιουπόλεως, Σισινίου Βεριοπόλεως, Θωμᾶ Ὑψοῦ, Μιχαὴλ Τρωάδος, Εὐστολίου Ἀλδίλου, Παύλου Δομετιουπόλεως, Εὐσχήμονος Εἰρηνουπόλεως, Συμεὼν Κερασοῦντος, Ἀντωνίου Λακεδαιμονίας, Κωνσταντίνου Τρακούλων, Θεοπίστου Τράλεων, Ἰωάννου Παλεμονίου, Λέοντος Προβάνδων, Στρατηγίου.... Λέοντος Βασιλειουπόλεως, Βασιλείου Καδιβοῦ, Ἰωάννου Ἀλαβαρδοῦ, Κωνσταντίνου Λυσιάδος, Κωνσταντίνου Νεαπόλεως, Φιλοθέου Ἀθανάσου, Μιχαὴλ Ὀτροῖς, Στεφάνου Πυργίου, Θεοφίλου Ἀλινδοῦ Μειωνίας, Φιλίππου Μυλάσου, Ἰωάννου Βαργύρων, Ἰωσὴρ Λαρίμων, Φωτίου Κλήρων, Συμεὼν Κεράμου, Παύλου Μέλης, Βαρδανίου Σκοπέλων, Κωνσταντίνου Τραποβιζύης, Ἰωάννου Βουκέλου, Συμεὼν Λεύκης, Ἰσραὴλ Τζόκου, Μανουὴλ Προβάτου, Παύλου Μοσυνοπόλεως, Νικήτα Προύσης, Συμεὼν Ἀτταλείας, Ἰωσὴφ Τυράου, Θεοπίστου Καισαρείας τῆς Βιθυνίας, Φιλίππου Ἀνδροῦ, Νικόλεω Μάκρης, Νικόλεω Ἀγχιάλου, Σάβα Βετουνίου, Γεωργίου Ἀρμενίας, Σάβα Λαρανδοῦ, Ἀντωνίου Κιννᾶ, Ἀρσενίου Ἀτούδων, Δανιὴλ Κενέου, Ἀνθίμου Βασινουπόλεως, Βασιλείου Κρατείας, Εὐστρατίου Φόβου, Σωφρονίου Ἀδριανουπόλεως, Κωνσταντίνου Τυραίου, Παύλου Εὐμενίας, Βασιλείου Ἀδάδων, Βαανοῦς Μαστράβων, Νικόλεω Χωμάτος, Ταρασίου Ἐριστῆς, Ἐπιφανίου Δαλδῆς, Βασιλείου Σινιάνδου, Ἰωάννου Σεργεντζίου, Μιχαὴλ Μετελλουπόλεως, Μεθοδίου Δαδαλείας, Γερμανοῦ Κίτρου, Λέοντος Γορδίας, Θεοδηγήτου Φυτίας, Μιχαὴλ Ἀνάτρου, Νικόλεω Ἠλιοδωρίδος, Νικολάου Οἰνιάνδου, Γερμανοῦ Φιλιτῶν, Εὐσταθίου Λούνδης, Κωνσταντίνου Κωμβᾶς, Μιχαὴλ Ἀγκύρας, Κωνσταντίνου Μοσυνῶν, Νικηφόρου Κλήρου, Ἀναστασίου Τυράου, Ζαχαρίου Ἰωαννίνης, Ἀνδρέα Τλοῦ, Νικηφόρου Συμεωνίου, Μεθοδίου Περγάμου, Κωνσταντίνου Εὐκαρπίας, Εὐσταθίου Ακμονίας, Συμεὼν Δεβελτοῦ, Γερμανοῦ Μουσβάδων, Παύλου Δορυλαίου, Λέοντος Ἀρπασοῦ, Νικόλεω Ἰβόρων, Βασιλείου Ὀρειανίτων, Ἰουλιανοῦ Μείζου, Θεοδώρου Μυλωμνῶν, Ἰγνατίου Συκῶν, Νικόλεω Καλούμνης, Κωνσταντίνου Σώρας, Νικηφόρου Συβλαίας, Εὐστρατίου Τραϊανουπόλεως, Μιχαὴλ Φιλαδελφείας, Ἐπιφανίου Εὐμενείας, Κωνσταντίνου Ἀτάνδρων, Θεοφάνους Ἀζανοῦς, Κοσμᾶ Στεφανιακοῦ, Κωνσταντίνου Λαοδικείας, Στεφάνου Βινδαίου, Κωνσταντίνου Σεβαστῆς, Γερμανοῦ Λιζίκου, Νικόλεω Τεπούτζης, Θεοδώρου Ἱεροκαισαρείας, Μιχαὴλ Νύσσης, Νικόλεω Πάππων, Θεοδοσίου Τυμβριάδος, Ἰωβανεσίου Ἰωαννίτζας, Μεθοδίου Κλεπῶν, Γερμανοῦ Δασκυλίων, Μηνᾶ τῆς ἅγ. Βασιλείου Λαγηνῶν, Γρηγορίου Ἰουνοπόλεως, Ἰωάννου Βαρβούλων, Θεοφάνους Μακροκώμης, Εὐθυμίου Φιλομήλου, Σαμουὴλ τοῦ ἁγίου Κορνηλίου, Ἀνθίμου Παρλαοῦ, Ἐφραίμ Γαργάρων, Μιχαὴλ Μορκᾶς, Θεοφάνους Μελιτοπόλεως, Στεφάνου Γορδοσέρβης, Παύλου Βινδαίων, Παύλου Ζικχίας, Κυρίλλου Λινόης, Ἀντωνίου Δαφνουσίας, Σαμουὴλ Παρσακούτας, Ἀθανασίου Πινάρων, Νικήτα Ζηνόπου, Ἰγνατίου Βασιλειουπόλεως, Γρηγορίου Ἰάσσων, Γεωργίου Βαρατᾶ, Θεοτίμου Ἀργους, Μιχαὴλ Ἀπολλωνιάδος, Εὐσχήμονος Τιτυοῦ, Νικηφόρου Πείρας, Παύλου Στρόμονος, Ἀντιόχου Μάκρης, Μακαρίου Κοτένης, Νικολάου Νικοπόλεως, Συμεὼν Κρεδαμοῦ, Κωνσταντίνου Κάββων, Βασιλείου Ἐβαῆς, Συμεὼν Χαιρετοπῶν, Δημητρίου Πολυστόλου, Γερμανοῦ Λευκάδος, Ἀνδρέου Ναυπλίου, Συμεὼν Τριβενάδος, Κοσμᾶ Χαριουπόλεως, Θεοδοσίου Συνόπης, Μελετίου Πόντο-Ἡρακλείας, Κωνσταντίνου Τίου, Μιχαὴλ τῆς ἁγιουπόλεως, Μιχαὴλ Ἀγκυροσυνάου, Ἀθανασίου Ἀνέας, Εὐσταθίου Ἀλανδοῦ, Σαμουὴλ Λιπάρων, Λουκᾶ Ἀζάρων, Θωμᾶ Αἰγίνας, Ἰωάννου Δαρδάνου, Λέοντος Πλουσιάδος, Βασιλείου Λύστρων, Εὐσταθίου Φλογῶν, Μιχαὴλ τοῦ ἁγίου Ἀγαπητοῦ, Μεθοδίου Ἰκτρῶν, Εὐστρατίου τοῦ Μουκοῦ, Θεοφίλου Μαγνησίας, Στρατηγίου Ὤκης, Συμεὼν τοῦ ἁγίου Δουλᾶ, Γερμανοῦ τοῦ Ἐκτορίου, Συμεὼν Κεράμου, Λουκᾶ Ἀνηλίου Μαγνησίας, Δαβὶδ Ῥοιῶν, Ἰωάννου Ναζιναζοῦ, Γρηγορίου Ἀδριανουθηρῶν, Εὐσταθίου Δερμοχόλχων, Πλάτωνος Ἐσβῶν, Ἀετίου Δόμνων, Στεφάνου Βαρέως, Παύλου Φώκης, Ἰωάννου Δοκιμίου.
Σιγῆς γενομένης Πέτρος ὁ θεοφιλέστατος διάκονος καὶ πρωτονοτάριος στὰς ἐνώπιον τῆς συνόδου, εἶπε. Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καρδηνάλις καὶ τοποτηρητὴς τοῦ ἁγιωτάτου πάπα Ἰωάννου τῆς πρεσβυτέρας Ῥώμης, καὶ οἱ σὺν αὐτῷ Παῦλος, καὶ Εὐγένιος, παραγεγόνασιν. ὧν ὁ εὐλαβέστατος Πέτρος ἅτε δὴ καὶ νῦν παραγεγονὼς, καὶ τιμίας ἐπιστολὰς τοῦ ἁγιωτάτου πάπα Ἰωάννου ἐπικομίζεται.
Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· εὐχαριστία τῷ ἀγαθῷ Θεῷ ἡμῶν διασώσαντι αὐτὸν, καὶ ἀποκαταστήσαντι ἡμῖν αὐτὸν ἐν εἰρήνη τε καὶ ὑγείᾳ. εἰσίτωσαν. εἰσελθόντων δὲ αὐτῶν, Φώτιος ἁγιώτατος καὶ οἰκουμενικὸς πατριάρχης εἶπε· δόξα τῷ Θεῷ ἡμῶν, τῇ ὁμοουσίῳ καὶ ζωαρχικῇ τριάδι, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἡ ἁγία σύνοδος ἐπεφώνησεν, ἀμήν. καὶ τῆς εὐχῆς γενομένης κατὰ τὸ εἰωθὸς, Φώτιος ὁ ἁγιώτατος ἡμῶν δεσπότης καὶ οἰκουμενικὸς πατριάρχης ἐνηγκαλίσατό τε καὶ ἠσπάσατο Πέτρον τὸν θεοσεβέστατον πρεσβύτερον καὶ τοὺς μετ᾽ αὐτοῦ, ἐπειπών. ὁ Θεὸς καλῶς ὑμᾶς ἤνεγκεν. ἀποδέξαιτο Κύριος τὸν κόπον ὑμῶν. εὐλογήσαι καὶ ἁγιάσαι ψυχὰς καὶ τὰ σώματα ὑμῶν. ἀποδέξαιτο δὲ τὴν φροντίδα καὶ μέριμναν τοῦ ἁγιωτάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ καὶ πνευματικοῦ πατρὸς ἡμῶν τοῦ μακαριωτάτου πάπα Ἰωάννου.
Πέτρος ὁ εὐλαβέστατος πρεσβύτερος καρδηνάλις καὶ τοποτηρητὴς τοῦ ἁγιωτάτου πάπα Ἰωάννου εἶπεν· εὐλογητὸς ὁ Θεὸς ὅτι εὕρομεν τὴν ἁγιωσύνην ὑμῶν ὑγιαίνουσαν. ἐπισκέπτεται ὑμᾶς ὁ ἅγιος Πέτρος. Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· Χριστὸς ὁ Θεὸς ἡμῶν διὰ τοῦ κορυφαίου τῶν μαθητῶν Πέτρου, οὗ τὴν μνήμην ἡ σὴ ἐποιήσατο εὐλάβεια, ἐλεήσαι πάντας ἡμᾶς, καὶ τῆς αὐτοῦ βασιλείας ἀξίους ἀναδείξαι.
Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπε· προσκυνεῖ τὴν ἁγιωσύνην ὑμῶν ὁ ἁγιώτατος καὶ οἰκουμενικὸς πάπας Ἰωάννης. Φώτιος ὁ ἁγιώτατος πατριάρχης ἔφη· ἀντιπροσκυνεῖται παρ᾽ ἡμῶν ἐγκαρδίῳ πόθῳ· καὶ αἰτούμεθα Θεὸν χαρισθῆναι ἡμῖν τὰς ἁγίας εὐχὰς καὶ τὴν τιμίαν ἀγάπην αὐτοῦ· καὶ γένοιτο αὐτῷ τῆς πρὸς ἡμᾶς γνησίας ἀγάπης καὶ εἰλικρινοῦς διαθέσεως παρὰ τοῦ κοινοῦ δεσπότου Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν ἀντίμειψις.
Πέτρος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ καρδηνάλις τοῦ ἀποστολικοῦ θρόνου εἶπε· θέλει τὴν σὴν τιμιότητα ἔχειν ἀδελφὸν καὶ συλλειτουργὸν καὶ συνιερέα. Φώτιος ἁγιώτατος ἡμῶν δεσπότης καὶ οἰκουμενικὸς πατριάρχης εἶπεν· ὁ πληρωτὴς πάντων τῶν ἀγαθῶν Χριστὸς ὁ Θεὸς ἡμῶν τελειώσαι τὸ θέλημα αὐτοῦ οὐρανίῳ βουλῇ. καὶ ἡμεῖς δὲ ἐπιγραφόμεθα αὐτὸν ἀδελφὸν καὶ συλλειτουργὸν καὶ πνευματικὸν ἡμῶν πατέρα.
Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις ἔφη· ἀπέστειλε τῇ ἁγιωσύνη ὑμῶν ἐπιστολὴν, ἵνα δι᾽ αὐτῆς γνῶσι πάντες, ὁποίαν φροντίδα καὶ ἐπιμέλειαν κέκτηται εἰς τὴν κατὰ σὲ ἁγίαν τοῦ Θεοῦ ἐκκλησίαν, καὶ ὁποίαν ἀγάπην καὶ πίστιν ἔχει εἰς τὴν σὴν ἁγιωσύνην. Φώτιος ἁγιώτατος πατριάρχης εἶπε· καὶ πρὸ τῶν γραμμάτων δι᾽ αὐτῶν τῶν πραγμάτων ἀκριβῶς τὴν πληροφορίαν ἐλάβομεν. καὶ νῦν οὐ διδασκαλίας τὰ γράμματα γίνεται, ἀλλὰ τῶν προεγνωσμένων προσθήκη καὶ ἐπιβεβαίωσις. διὰ τοῦτο χρέος ἡμῖν καθίσταται ἐν μοίρᾳ πατρὸς καὶ φροντιστοῦ τὴν αὐτοῦ ἀρχιερατικὴν τελειότητα ποιεῖσθαι. ὃς τοσαύτην καὶ τηλικαύτην ἐπιμέλειαν καὶ φροντίδα κατεβάλετο. ὥς τε μὴ ἅπαξ ἀλλὰ καὶ δὶς τῶν γνησίων καὶ πιστῶν αὐτοῦ ἀρχιερέων καὶ ἱερέων πρὸς τὴν ἡμετέραν μετριότητα ἀποστεῖλαι. καὶ ὃς τοσοῦτον καὶ τηλικοῦτον ἀγῶνα ἀνεδέξατο ὑπὲρ τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας, πῶς οὐκοῦν ἄξιος τῶν ἴσων ἀγώνων καὶ φροντίδων τὴν εὐνοιάν τε καὶ καθαρὰν διάθεσιν καὶ εὐχαριστίαν ἀναλαμβάνειν; ἐμιμήσατο γὰρ ὡς ἀληθῶς ἐν τούτῳ Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, τὸν πρῶτον καὶ μέγαν ἀρχιερέα. ὥσπερ γὰρ ἐκεῖνος οὐχ οἷς αὐτὸν τὰ οὐράνια ἐθεράπευε τάγματα, καὶ τὴν ἀγάπην καθαρὰν καὶ ἀνεπιθόλωτον διεφύλαττε, τούτοις ἠρκέσθη. ἀλλὰ ἑαυτὸν κενώσας καὶ μέχρι δούλου μορφῆς τὴν κένωσιν ὑποστὰς, πρὸς ἑαυτὸν εἵλκυσε τὸ πεπλανημένον ἡμῶν καὶ ἠλλοτριωμένον τῶν ἀνθρώπων γένος· οὕτω καὶ ὁ μιμητὴς ἐκείνου ὁ πνευματικὸς ἡμῶν πατὴρ, οὐχ οἷς καθ᾽ ἑαυτὸν ἐκκλησίας τὸ εἰρηναῖον εἶχεν ἠσμένισεν, ἀλλὰ διὰ τῶν αὐτοῦ τιμίων τοποτηρητῶν, πρῶτον μὲν διὰ τῶν ὁσιωτάτων Παύλου καὶ Εὐγενίου· ἔπειτα δὲ καὶ διὰ τῆς ὑμῶν ἱερατικῆς τελειότητος ἐπισκέψασθαι διανέστη τοὺς, εἴ τινες εἶεν, ἀπειθοῦντας τῇ ἀληθείᾳ, καὶ νουθεσίαν τὴν πρέπουσαν εἰσαγαγεῖν· ὡς ἂν ἀποστάντες τῆς προκατασχούσης αὐτοὺς σχισματικῆς πλάνης, ὅλοι Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν τῇ κοινῇ κεφαλῇ κολληθῶσι, καὶ εἰς ἓν ἄρτιον αὐτοῦ ἀποτελεσθῶσι σῶμα. εὐχαριστοῦμεν οὖν πρῶτα μὲν τῷ Θεῷ τῷ ἀνακινήσαντι τὴν ἐκείνην ἀρχιερατικὴν τελειότητα ἐπὶ τῇ τοιαύτῃ σπουδῆ. δεύτερον δὲ καὶ τῷ αὐτῷ τῷ διαναστάντι, καὶ πρὸς τὰς ἄνωθεν ψήφους ἑαυτὸν ἀπροφάσιστον παρασκευασαμένῳ ὑπηρέτην. διὸ κατασπαζόμεθα, καὶ καταγεραίρομεν τὴν αὐτοῦ τιμιότητα. ἀλλὰ γὰρ τὰ μὲν τῆς ψυχῆς οἴδαμεν τοῦ θείου ἀνδρὸς ἐκείνου, ὡς εὖ τε ἔχει καὶ καλῶς διάκειται· τὰ δὲ περὶ τοῦ τιμίου αὐτοῦ σώματος ἀναπυνθανόμεθα ἐν ποίᾳ διατελεῖ καταστάσει.
Πέτρος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ καρδηνάλις ἀπεκρίθη· καλῶς διὰ τῶν ἁγίων εὐχῶν ὑμῶν. Φώτιος ἁγιώτατος ἡμῶν δεσπότης εἶπεν· ἡ κατ᾽ αὐτὸν ἁγία τοῦ Θεοῦ ἐκκλησία, καὶ πάντες ἀρχιερεῖς καὶ ἱερεῖς, πῶς ἔχωσι;
Πέτρος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ καρδηνάλις ἔφη· ὑγιαίνουσι πάντες διὰ τῶν ἁγίων εὐχῶν ὑμῶν. ἀλλὰ τὴν ἀγάπην καὶ τὴν πίστιν ἦν ἔχει ὁ ἁγιώτατος πάπας πρὸς τὴν σὴν ἁγιωσύνην τίς διηγήσεται; ὅμως ἐκ τῶν ἐπιστολῶν αὐτοῦ γνώσονται πάντες τὸν πρὸς σὲ πόθον αὐτοῦ.
Φώτιος ὁ ἁγιώτατος καὶ οἰκουμενικὸς πατριάρχης εἶπεν· ἡ τῶν λόγων ἰχὺς ἐν τῇ τῶν πραγμάτων ἀναφαίνεται περιφανείᾳ. ὁ δὲ ἁγιώτατος πάπας, ὁ πνευματικὸς ἡμῶν πατὴρ, τὰ ἔργα προκατεβάλετο τῶν λόγων. ὅσοις αὐ ἐστι σύνεσις, περιφανὴς ἤδη κατέστη ὁ ἔνθεος αὐτοῦ ὑπὲρ τῆς ἐκκλησίας ζῆλος, καὶ ἡ πρὸς ἡμᾶς τοὺς ταπεινοὺς εἰλικρινὴς αὐτοῦ διάθεσις καὶ ἀγάπη τελεία.
Πέτρος ὁ εὐσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· ἀδελφέ καὶ συλλειτουργοί· πολλὰ προσκυνεῖ καὶ ἐπισκέπτεται ἡμᾶς ὁ ἁγιώτατος πάπας.
ἡ ἁγία σύνοδος εἶπε· καὶ ἡμεῖς προσκυνοῦμεν αὐτὸν καὶ κατασπαζόμεθα.
Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ τοποτηρητὴς τῆς πρεσβυτέρας Ῥώμης εἶπεν· ἀδελφὲ καὶ συλλειτουργοί· ὃν τρόπον φιλόστοργος πατὴρ τὰ ἑαυτοῦ τέκνα ἐπιζητεῖ, ἀλλὰ μὴν καὶ ὁ ἀγαθὸς ποιμὴν τὰ ἑαυτοῦ πρόβατα, οὕτω καὶ ὁ ἁγιώτατος πάπας Ἰωάννης ἀγαπῶν ὑμᾶς οὖ παύεται διὰ τῶν αὐτοῦ ἐπιστολῶν καὶ τοποτηρητῶν νουθετῶν καὶ ὁδηγῶν καὶ ἐπισκεπτόμενος ὑμᾶς· βουλόμενος πᾶσαν τὴν ἁγίαν τοῦ Θεοῦ ἐκκλησίαν ἑνωθῆναι καὶ γενέσθαι μίαν ποίμνην καὶ ἕνα ποιμένα.
Ἰωάννης ὁ θεοφιλέστατος μητροπολίτης Ἠρακλείας εἶπεν· εὐχαῖς ἁγίαις αὐτοῦ προεγένετο μία ποίμνη. καὶ ἔχομεν ἕνα ἀληθῆ ποιμένα ὅσιον καὶ ἄκακον, Φώτιον τὸν ἁγιώτατον ἡμῶν δεσπότην καὶ οἰκουμενικὸν πατριάρχην.
Ζαχαρίας ὁ θεοφιλέστατος μητροπολίτης Χαλκηδόνος εἶπε· τὸ τῆς εἰρήνης πρᾶγμα ἐπὶ τοσοῦτον ἐστὶ σεμνὸν, ὡς καὶ τὸν θεὸν αὐτὸν εἰρήνην καλεῖσθαί τε καὶ νομίζεσθαι, τοῖς ἄλλοις ὁμοίως ἃ καλεῖν ὁμοῦ καὶ ὑπολαμβάνειν θεὸν εἰώθασιν ἄνθρωποι. ἀλλὰ τοῦτο τὸ πρᾶγμα καίπερ ὃν ἐπὶ τοσοῦτον σεμνὸν, χρόνος ἐστὶν οὐ πάνυ πολὺς ἀφ᾽ οὕπερ ἐν τῇ καθ᾽ ἡμᾶς ἐκκλησίᾳ λώβην ὑπέστη. οὐδὲ πρότερον ἀστασιάστου ταύτης οὔσης τῇ τοῦ κρατοῦντος ἁπλότητι. τότε δὴ μάλιστα τοῦ κακοῦ ῥιπισθέντος καὶ πρὸς τοσοῦτον ὕψος τῆς φλογὸς ἀρθείσης. τίς ἡ αἰτία τούτου; πάντες γὰρ ἀπαιτεῖτε μαθεῖν. ἐροῦμεν, εἰ καὶ παράδοξον, ἀληθὲς δὲ ὅμως. θείου ἀνδρὸς ἐπιστήμη ὅση τε περὶ τὰς ἱερὰς καὶ θείας γραφὰς, καὶ ὅση περὶ τὰ ἐγκύκλια μαθήματα. νοῦ καθαρότης, μικροῦ καὶ τὴν ἀνθρωπίνην παρατρέχουσα φύσιν· σύνεσις κατάκρας· συγκράτος ἀγχίνοια· πραότης, ἦθος ἐν πᾶσιν ἐπιεικές τε καὶ μέτριον· τὸ κρείττων πασῶν ὁμοῦ τῶν ἡδονῶν ὁρᾶσθαι. ἐλεημοσύνη πάντας τοὺς πώποτε βεβοημένους ἐπὶ τούτῳ παραδραμοῦσα· ἡ τὸν Χριστὸν ὑποδεικνῦσα ταπείνωσις, ἣν πάντα μὲν Χριστιανὸν ἔχειν προσήκει, μάλιστα δὲ τοὺς ἀρχιερεῖς· ἣν καὶ ἡμᾶς ὁρῶμεν ἔχοντας, καὶ πρέπει, ὡς ἂν μὴ καὶ τὴν κλῆσιν ἐπὶ τῶν ἔργων ψευδώμεθα· τὸ πρὸς τοὺς ἁμαρτάνοντας εὐγνωμονικὸν, ὑπ᾽ ἀπλέτου φιλανθρωπίας· ἀκτημοσύνη. τὸ πολλοὺς μὲν τῶν αἱρετικῶν, πολλοὺς δὲ τῶν ἀπίστων· καὶ τί λέγω ταῦτα; ἔθνη δὲ μᾶλλον ὁλόκληρα εἰς τὴν ἀμώμητον ἡμῶν πίστιν τῶν χριστιανῶν ἐπιστρέψαι παρασκευάσαν· πᾶσά τε, εἰπεῖν ἁπλῶς, ἀρετὴ, ὅση πέφυκεν ἐν ἀνθρώποις ὁρᾶσθαι. ἀλλὰ τίς μὲν ὁ τὴν τοσαύτην καὶ τηλικαύτην ἀρετὴν ἀσκήσας; πῶς δὲ πάλιν ἡ ἀρετὴ καλὸν οὖσα, κακοῦ, τῆς ἐκκλησιαστικῆς ἔχθρας, γέγονε παραιτία, πάντες καὶ τοῦτο ποθεῖτε μαθεῖν. ἤσκησε μὲν τὴν ἀρετὴν ὁ ἁγιώτατος ἡμῶν πατριάρχης οὗτος, ὃν ὁρᾶτε. αὐτὴ δὲ καλὸν οὖσα κακοῦ γέγονε παραιτία, ἐπιστρέψασα πρὸς ἑαυτὴν τὸν φθόνον, ὃς τῶν γεγονότων εἰς ἡμᾶς ἁπάντων ἐχρημάτισεν αἴτιος. ἔχετε τοῦ λεγομένου παράδειγμα τὸν πρῶτον καὶ μέγαν ἀρχιερέα Χριστόν. ὃς τῷ κατ᾽ αὐτοῦ φθόνῳ τὴν Ἰουδαϊκὴν ἀνεκίνησε λύτταν, ὡς καὶ μέχρι σταυροῦ καὶ θανάτου ταύτην μὴ στῆναι. τοιοῦτόν τι συνέβη, καὶ ἐπὶ τούτου κατηνέχθη τοῦ θρόνου. ἔπαθεν ἃ καὶ σιγᾶσθαι καλόν. πάντως δὲ καὶ ὑμῖν ἡ τούτων συμφέρει σιγή. ἀναμάχεται τὴν ἧτταν ἡ ἀρετὴ τοῦ εὐσεβεστάτου βασιλέως ἡμῶν· ἐν πᾶσι μὲν δηλοῦντος ὡς ὑπὸ Θεοῦ τὴν διάνοιαν ἔχει κυβερνωμένην· μάλιστα δὲ σαφὲς ἐν τούτῳ πεποιηκότος. ποιεῖ μὲν γὰρ ἅπασιν οὗτος φανερὰ τὰ παρὰ τῆς ἀνατολῆς ἥκειν ψευδῶς λεγόμένα πλάσματα, καὶ ὡς οὐδὲν ὑγιὲς ἦν ἐκεῖθεν. στοχάζεται δὲ καὶ καλῶς καὶ τῆς τοῦ ἁγιωτάτου πάπα Ἰωάννου γνώμης, ὡς οὐδαμῶς ἐμμένει τοῖς ἐπ᾽ ὀλέθρῳ καὶ καταλύσει γενομένοις τῆς ἐκκλησίας. ἀφορᾷ δὲ πρὸ τούτου καὶ πρὸς αὐτὸν τὸν κανόνα, καὶ τὴν τοῦ δοκίμου φύσιν· πρὸς ἣν τὸ μὲν γιγνόμενον ἅπαν ἰσχὺν ἔχει καὶ στέργεται πᾶσι. τούτων δὲ χωρὶς σαθρὸν εἴτι γίνοιτο καὶ ἔωλον ἀναφαίνεται. καὶ ἀποκαθιστᾶμεν τῆ ἐκκλησίᾳ τὸ ἴδιον, καὶ τὸν νυμφίον αὐτὴ τὸν οἰκεῖον ἀπολαμβάνει. πάντα δὲ τὰ κατ᾽ αὐτοῦ γεγονότα λῆρος μακρὸς, καὶ φλυαρία νομίζεται. τούτου γεγονότος, πολλοὶ μὲν αὐτίκα τοῖς γενομένοις προσέθεντο, πολλοὶ δὲ καὶ μετ᾽ ὀλίγον. ὀλίγοι δέ τινες καὶ λίαν εὐαρίθμητοι, φθονοῦντες τῇ τῆς ἐκκλησίας εἰρήνῃ, κρατούμενοι δὲ καὶ τῷ τῆς φιλαυτίας πάθει, κατάκρας ἐλήφθησαν· κἄν τις αὐτοὺς ἔρηται τὴν αἰτίαν, καὶ ὅτου χάριν σφὰς αὐτοὺς τοῦ κοινοῦ τῆς ἐκκλησίας ἀποτέμνουσι σώματος, πρόχειρος ἡ ἀπολογία· ὅτι ἡ τῶν Ῥωμαίων ἐκκλησία οὕτως βούλεται. ὅμοιόν τι ποιοῦντες, ὡσανεὶ καὶ ἱερόσυλός τις ὢν, ἢ καὶ φονεὺς, ἐγκαλούμενος ἐπὶ τούτοις ἔλεγεν· ὅτι ἐπιτροπῇ τῶν Ῥωμαίων πράττω τὸ κακόν· καὶ ἡ τέως αὕτή τε πρὸς ἑαυτὴν εἰρηνεύουσα, καὶ τοῖς ἄλλοις, εἴπερ δύναιτο, τοῦ αὐτοῦ τούτου αἰτία γενομένη, νῦν ταραχῆς καὶ τῆς ἔχθρας, καὶ τῶν σκανδάλων καὶ ἁπλῶς πάντων τῶν κακῶν, ὅσα τὴν ἡμετέραν κατείληφεν ἐκκλησίαν, αἰτία, εἰ καὶ μὴ τῇ ἀληθείᾳ, ἀλλὰ τοῖς ἐκείνων λόγοις καὶ καλεῖται καὶ ὀνομάζεται. τούτου χάριν ὁ εὐλαβέστατος βασιλεὺς ἡμῶν προσεκαλέσατο ὑμᾶς. καὶ ὑμεῖς παρεγένεσθε, ὡς ὑμᾶς αὐτοὺς αἰτιῶν καὶ μέμψεων ὧν ἔχετε μικροῦ παρὰ πᾶσιν, ἐπὶ τοῖς, ὡς ἐκεῖνοι φασὶν, εἰς ἡμᾶς ἁμαρτηθεῖσιν ἀπαλλάξαντες. ὥς τε εἰ δεῖ τ᾽ ἀληθὲς εἰπεῖν πρὸς ὑμᾶς, ὑπὲρ ὑμῶν ἐστιν ἡ παροῦσα σύνοδος. ὑπὲρ ὑμῶν, ἀδελφοὶ καὶ πατέρες, καὶ τῆς τῶν Ῥωμαίων ἁγιωτάτης ἐκκλησίας· ὑπὲρ τῆς ὑμετέρας τιμῆς· ἵνα μὴ παρὰ τῶν σχισματικῶν λειψάνων διασύρησθε ὡς ἀρχηγοὶ τῶν στάσεων καὶ τῶν ταραχῶν. ἔπειτά γε ἡμετέρου χάριτι Θεοῦ, καὶ ὑπηρεσίᾳ τῇ πρὸς τοῦτο τοῦ φιλοχρίστου βασιλέως ἡμῶν, καὶ προσέτι εὐχαῖς τοῦ δεσπότου ἡμῶν τοῦ ἁγιωτάτου πατριάρχου, καὶ τῶν τριῶν τῆς ἀνατολῆς ἀρχιερατικῶν θρόνων συμπνοίᾳ καὶ ὁμοφροσύνῃ, καὶ πρό γε τούτων ταῖς εὐηκόοις πρὸς θεὸν ἱκεσίαις καὶ δεήσεσι τοῦ ἁγιωτάτου πάπα Ἰωάννου, καλῶς ἔχει τὰ πάντα, μηδενὸς δεόμενα πρὸς διόρθωσιν. καὶ ὅτι οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ κοινὴ φωνή ἐστι πάσης τῆς πολυανθρώπου ταύτης συνόδου, ἀκούειν ὑμᾶς ἔξεστιν.
Ἡ ἁγία σύνοδος ἐξεβόησεν· ἡμεῖς τῷ ἁγιωτάτῳ ἡμῶν δεσπότῃ καὶ οἰκουμενικῷ πατριάρχῃ οἱ μὲν ἀπ᾽ ἀρχῆς ὄντες ἡνωμένοι, οὐδέποτε διέστημεν· ἀλλὰ καὶ τὰ αἵματα ἡμῶν προθύμως ὑπὲρ αὐτοῦ ἐκχέαι τοῖς βουλομένοις ταῦτα ζητεῖν ἐν ἑτοίμῳ γεγόναμεν. ὅσοι δὲ καὶ στάσιν τινὰ πρὸς αὐτὸν ἀνεδεξάμεθα, πολλὰ καταγνόντες τῆς προτέρας ἡμῶν γνώμης καὶ διαθέσεως, νῦν ὁλοψύχῳ καρδίᾳ καὶ ἀκλινεῖ τῶ φρονήματι καὶ ἀρχιερέα καὶ δεσπότην καὶ ποιμένα ἐπιγραφόμεθα. καὶ τοὺς ἐπὶ τούτοις διστάζοντας ἐχθροὺς τῆς ἐκκλησίας καὶ ἀποβλήτους ἡγούμεθα.
Ζαχαρίας ὁ θεοφιλέστατος μητροπολίτης Χαλκηδόνος εἶπεν· ἀξίως ἄρα εἰσὶν ἀπόβλητοι οἵ τινες λοιποὶ ὑπελείφθησαν τῆς σχισματικῆς πλάνης. μετὰ γὰρ τῶν ἄλλων αἰτιαμάτων, ῶν ἐκεῖνοι δημιουργοῖ καθίστανται, καὶ τοῦτο ποιοῦσι παράδοξον, ὃ καὶ ἐννοούμενος σχετλιάζω. τί οὖν ἐστι τοῦτο; αὐτὴν τὴν Ῥωμαίων ἐκκλησίαν τὴν ἐκ πολλῶν χρόνων ἐλευθερίᾳ τετιμημένην, ἀξιώματι δὲ κράτους βεβοημένην, ἀποθρασύνονται πρὸς δουλείαν ἕλκειν, καὶ πρὸς τὴν τῶν ἀργυρωνήτων ταπεινότητα καταγαγεῖν. πῶς καὶ τίνα τρόπον; τὰ τοῦ πάπα Νικολάου, φασὶ, δεχόμεθα. καὶ τὰ τοῦ Ἀδριανοῦ ὁμοίως ἀρέσκει. τὰ δὲ τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου πάπα Ἰωάννου οὐ δεχόμεθα. τίνος χάριν; ὅτι ἐκεῖνοι μὲν τῷ ἡμετέρῳ κατηκολούθουν θελήματι· οὖτος δὲ οὐκ ἃ βουλόμεθα στέργει· ἀλλ᾽ ἅπερ ἐκεῖνος βούλεται, τούτοις καὶ ἡμᾶς κατακολουθεῖν ἐπιψηφίζεται. τοῦτο δὲ τί ἐστιν ἄλλο, ἢ ὡς αὐτοὶ μὲν οὐχὶ τοῖς ἀρχιερατικοῖς τῶν Ῥωμαίων θελήμασιν ἕπονται, ἀλλὰ τοὺς μεγάλους ἐκείνους καὶ θαυμασίους ἀρχιερεῖς τοῖς ἰδίοις θελήμασιν ἐξακολουθεῖν ἀναγκάζουσιν; εἰ γὰρ ἐκεῖνα δέχονται τῶν ὑμετέρων θελημάτων ἅπερ αὐτοὶ προηθέλησαν· ἃ δ᾽ αὐτοὶ μὴ βούλονται, κἂν μυριάκις ὑμεῖς θελήσητε, κἂν τοὺς κανόνας συμψήφους ἔχητε, κἂν τὴν ἄνωθεν προλάμπουσαν ἐπίνοιαν· τότε κατὰ πάντων τούτων τὸ οἰκεῖον θέλημα κρατεῖν ἀλαζονεύονται· τίς αὐτοῖς ὑπερβολὴ μανίας ὑπολείπεται; σπεύσατε τοίνυν, ἀγαπητοὶ, καὶ ἀγωνίσασθε· καὶ τὴν τῶν Ῥωμαίων ἁγίαν τοῦ Θεοῦ ἐκκλησίαν ἀλλοκότου καὶ βαρβαροφώνου ἀπαλλάξαι δουλείας· καὶ τὴν μέχρι τοῦ νῦν ἐπιτριβομένην ὑμῖν ἀτιμίαν τε καὶ μέμψιν ἀποσκευάσασθε· δόξαν τε καὶ εὔκλειαν τῇ συμπνοίᾳ τῆς κοινῆς τῶν ἐκκλησιῶν εἰρήνης ἀνταλλάξασθε.
Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπε· τῷ παντοδυνάμῳ θεῷ ἡμῶν ὑπὲρ πάντων εὐχαριστεῖν ὀφείλομεν. καὶ αὐτὸς ποιήσει τὰ συμφέροντα πᾶσιν.
Ἰωάννης ὁ θεοφιλέστατος μητροπολίτης Ἠρακλείας Θράκης εἶπε· πολλὰ καὶ ηὐχαριστήσαμεν καὶ ἔτι εὐχαριστοῦμεν αὐτῷ, ὅτι τὰ ἐπιφυέντα πρότερον τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ σκάνδαλα καὶ ζιζάνια ἐκ μέσου ἤρθη. καὶ εἰρήνη βαθεῖα ταύτῃ ἐβραβεύθη συμφωνίᾳ τῆς ὑμῶν ἁγιωσύνης, καὶ τῶν τῆς ἀνατολῆς ἀρχιερατικῶν θρόνων, καὶ τῇ ἀγαθῇ μεσιτείᾳ τοῦ ἁγιωτάτου ἡμῶν δεσπότου καὶ ἀρχιερέως.
Προκόπιος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας ἔφη· ἀγαλλιάσθω σήμερον ἡ οἰκουμένη, καὶ σκιρτάτω ἡ ἐκκλησία. ὅτι ἐλάλησε κύριος ἀγαθὰ εἰς τὴν καρδίαν τῶν βασιλέων ἡμῶν τῶν ἁγίων· καὶ διήγειρε τὸ θεοκύρωτον αὐτῶν κράτος τοῦ μετακαλέσθαι τιμίους τοποτηρητὰς ἐκ τῶν τεσσάρων πατριαρχικῶν θρόνων. καὶ νῦν ὁρῶμεν τήν τε ὑμέτεραν τιμιότητα παραγενομένην, καὶ τὸν τοῦ ἁγιωτάτου πάπα Ἰωάννου τοῦ πνευματικοῦ πατρὸς ἡμῶν τόπον ἀναπληροῦντας, καὶ τοὺς ἀπὸ τῆς ἀνατολῆς ὁμοίως ἐλθόντας τῇ ἡμετέρᾳ ὁμονοίᾳ συμφωνοῦντας, καὶ τὴν σχισματικὴν πλάνην ὁμοφρόνως ἡμῖν ἀπελαύνοντας. καὶ νῦν οὖν ἐπ᾽ ἀληθείας προσφόρως εἰπεῖν τὸν προφητικὸν λόγον· ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. ἐνεδύσατο γὰρ ἡ ἐκκλησία δι᾽ αὐτοῦ δόναμιν καὶ περιεζώσατο.
Ἠλίας ὁ θεοσεβέστατος πρεσβύτερος καὶ τοποτηρητὴς Ἱεροσολύμων εἶπε· καὶ νῦν εὐχαριστεῖν ἄξιον τῷ θεῷ, ὅτι ὁρῶμεν πάντας ἡνωμένους. εὐχαριστῶ δὲ πλέον ἐγὼ ὁ ταπεινὸς, ὅτι τὴν σχισματικὴν ταύτην πλάνην ἐν τῇ καθ᾽ ἡμᾶς ἁγίᾳ τοῦ Θεοῦ τῶν Ἱεροσολύμων ἐκκλησίᾳ οὐδέποτε παρεδεξάμεθα, ἀλλ᾽ ἀεὶ καὶ διαπαντὸς, ἀφ᾽ οῦ ὁ ἁγιώτατος ἡμῶν δεσπότης Φώτιος τοῦ ἀρχιερατικοῦ τούτου θρόνου ἐκράτησε· καὶ τὸν τῆς πίστεως αὐτοῦ λιβέλλον ἀπέστειλε πρὸς Θεοδόσιον τὸν ἁγιώτατον πατριάρχην Ἱεροσολύμων, ἡνωμένοι αὐτοῦ καὶ ἀδιάσπαστοι μέχρι τοῦ νῦν μεμενήκαμεν. καὶ τοὺς ἐναντίον τι ἐπὶ τῇ ἀρχιερωσύνῃ αὐτοῦ φρονήσαντας οὐδέποτε παρεδεξάμεθα.
Δανιὴλ ὁ θεοφιλέστατος μητροπολίτης Ἀγκύρας εἶπεν· ὁ ἁγιώτατος ἡμῶν δεσπότης καὶ οἰκουμενικὸς πατριάρχης Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν μιμούμενος, καὶ τοὺς περὶ ἑνδεκάτην ἐλθόντας συναριθμίους ποιεῖται τοῖς πρώτοις· καὶ τοὺς πρώτους τῆς ἀξίας τιμῆς ἀπολαύειν παρέχει, καὶ ἑνοποιεῖ τὰ πάντα, καὶ πρὸς πάντας κοινὰ καὶ πατρικὰ διανοίγησι σπλάγχνα.
Πέτρος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διαφύλαξαι πάντας. ἀλλὰ καὶ ὁ κύριος ἡμῶν ὁ ἀποστολικὸς καὶ οἰκουμενικὸς πάπας Ἰωάννης ἀπέστειλεν ἡμᾶς πρὸς τὸν ἁγιώτατον πατριάρχην κύριον Φώτιον ἵνα τὰ ἐπιφυέντα σκάνδαλα τῇ αὐτοῦ ἐκκλησίᾳ ἐκριζώσωμεν. καὶ ὥσπερ ἔστιν εἷς Θεὸς εἰς πάντας, καὶ ἓν βάπτισμα, καὶ μία πίστις, οὕτως γένηται καὶ μία ποίμνη καὶ εἷς ποιμήν. ὅτι δὲ ἔχει αὐτὸν τὸν κύριον Φώτιον τὸν ἁγιώτατον πατριάρχην ὡς τὴν ἑαυτοῦ ψυχὴν ὁ κύριος ἡμῶν ὁ ἀποστολικὸς, καὶ ἔστι μετ᾽ αὐτοῦ ἓν πνεῦμα καὶ ἓν σῶμα, καὶ ἔχει αὐτὸν ἀδελφὸν καὶ συλλειτουργὸν, καὶ αὐτὴ ἡ ἀποσταλεῖσα παρ᾽ αὐτοῦ ἱερατικὴ στολὴ προσμαρτυρεῖ. διὰ τοῦτο γὰρ αὐτῶ ταύτην ἀπέστειλεν, ἵνα πᾶς ἄνθρωπος πληροφορηθῇ, ὅτι ἀδελφὸν καὶ συλλειτουργὸν αὐτὸν ἔχει. καὶ ταῦτα εἰπὼν, ἀναστὰς ἀπέδωκε τῷ δεσπότῃ ἡμῶν τὴν πεμφθεῖσαν παρὰ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου ἀρχιερατικὴν στολὴν, ὡμόφορον, στιχάριν, φελώνιον, καὶ σανδάλια.
Ἠ ἁγία σύνοδος εἶπεν· εἰ κελεύει ἡ ἁγιωσύνη ὑμῶν, ἴδωμεν αὐτὰ καθ᾽ ἓν. καὶ δὴ λαβὼν Πέτρος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ καρδηνάλις ἅμα τοῖς συνοῦσιν αὐτῷ θεοφιλεστάτοις ἐπισκόποις, καὶ τοῖς λοιποῖς Ῥωμαίοις ἥπλωσε κατενώπιον τῆς ἐνδημούσης συνόδου.
Φώτιος ἁγιώτατος καὶ οἰκουμενικὸς πατριάρχης εἶπε· Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ νεφέλαις τὸν οὐρανὸν περιβάλλων, καὶ τὴν ἡμετέραν φύσιν ἀνεχωνεῦσαι καὶ καθᾶραι στολισάμενος, αὐτὸς τὸν ἀδελφὸν καὶ συλλειτουργὸν καὶ πνευματικὸν ἡμῶν πατέρα, καὶ ἐν τῷ παρόντι βίῳ φρουρὰν ἄσυλον καὶ σωτηρίαν ἀσφαλῆ στολίσαι· κἂν τῷ μέλλοντι αἰῶνι τὸν νυμφικὸν περιβαλὼν χιτῶνα, ἄξιον τοῦ μακαρίου ἐκείνου νυμφῶνος ἀναδείξαι.
Εὐγένιος ὁ θεοφιλέστατος ἐπίσκοπος καὶ τοποτηρητὴς τῆς πρεσβυτέρας Ῥώμης εἶπεν· ἀδελφὲ καὶ συλλειτουργέ· ὃ πρὸ πολλοῦ ἐλέγομεν ὑμῖν ἃ νῦν θεωρεῖτε· ὅτι ἡ ψυχὴ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου μετὰ τῆς ψυχῆς Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου ἡνωμένη ἐστί; καὶ ἓν εἰσιν ἀμφότεροι. καὶ ὥσπερ ἐπιθυμεῖ τις εἶναι μετὰ τοῦ Θεοῦ, οὕτως ἐπιθυμεῖ καὶ ὁ ἀποστολικὸς πάπας Ἰωάννης εἶναι μετὰ τοῦ ἁγιωτάτου πατριάρχου. τί οὖν; ἔστι καθὼς εἴπομεν; ναὶ, ἢ οὕ; ἡ ἁγία σύνοδος ἀπεκρίθη· δι᾽ αὐτῶν τῶν πραγμάτων ἐναργῶς ἐπληροφορήθημεν.
Πέτρος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· γινώσκετε πάντες οἱ ἀρχιερεῖς καὶ ἱερεῖς, ὅτι διὰ τὴν εἰρήνην καὶ ὁμόνοιαν τῆς ἐκκλησίας ἀπέστειλεν ἡμᾶς ὁ κύριος ἡμῶν ὁ ἀποστολικὸς καὶ τῆς Ῥωμαίων ἐκκλησίας πρόεδρος ἐπικομιζομένους καὶ ἐπιστολάς. καὶ ἄλλην μὲν ἐπιστολὴν ἀπέστειλε πρὸς τὸν ἁγιώτατον πατριάρχην κύριον Φώτιον, ἄλλην δὲ πρὸς τὴν ὑμετέραν ἁγιωσύνην, καὶ ἑτέραν πρὸς τοὺς ἀποχίζοντας τὴν ἐκκλησίαν. τὴν οὖν πρὸς τὴν ὑμετέραν ἀγιωσύνην πεμφθεῖσαν ἐπιστολὴν ἐν τῷ τέως οὐκ ἠγάγομεν, διὰ τὸ μὴ εἶναι πάντας ὑμᾶς συνηθροισμένους. ἐν ῇ δ᾽ ἂν ἡμέρᾳ συναχθείητε, θεοῦ εὐδοκοῦντος, ἅπαντες, ἐλευσόμεθα καὶ ἡμεῖς, ἐπιδιδόντες ὑμῖν τὴν τοῦ ἁγιωτάτου πάπα ἐπιστολήν.
Προκόπιος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· ἀφορισθήτω, εἰ κελεύετε, καὶ ἡ ἡμέρα.
Πέτρος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· εἰ κελεύει ἡ ἁγιωσύνη τοῦ ἁγιωτάτου πατριάρχου, τῇ δευτέρᾳ, ἵνα συνέλθωμεν πάντες ἐπὶ τὸ αὐτό.
ἡ ἁγία σύνοδος ἔφη· ἀρέσκει.
Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· οἱ τιμιώτατοι τοποτηρηταί οἱ ἀδελφοὶ καὶ συλλειτουργοὶ ἡμῶν κόπον οὐ τὸν τυχόντα ὑποστάντες ἀνέσεως δέονται. καὶ γὰρ ὅτε καὶ νῦν τὸν ἀπὸ τῆς ὁδοιπορίας πόνον λελῦσθαι νομίζουσι, κόπον ἄλλον οὐ μικρὸν τὴν ἐν τοῖς λόγοις τριβὴν ὑπομένουσι. λοιπὸν ἄμεινον ἐστὶ νῦν διαλυθῆναι τὴν σύνοδον. καὶ ὕστερον ἐπὶ τοῖς ὑπολοίποις συναθροισθῆναι.
Πέτρος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· ἀκουσάτω πάλιν ἡ ἁγία αὕτη σύνοδος. ἡμεῖς τὸν τόπον σήμερον τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πάπα ἔχομεν, καὶ λέγομεν ὑμῖν· εἴτις ἐστιν ἐν μέσῳ ὑμῶν ἀνὴρ μάχιμος καὶ σκανδαλοποιὸς, σχίζων τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἀφορισθήτω ἐξ ὑμῶν, καὶ τὴν αἰτίαν τῆς διαστάσεως εἰπάτω.
ἡ ἁγία σύνοδος ἔφη· ἐκ τῆς πολυανθρώπου ταύτης πληθύος, ῆς ὁρᾶτε, οὐδείς ἐστιν ἐν καρδίᾳ δόλον ἢ φιλονεικίαν ἔχων. πάντες Φώτιον τὸν ἁγιώτατον πατριάρχην ἀποδεχόμεθα. καὶ τοὺς μὴ ἀποδεχομένους αὐτὸν, καθὼς ἀπεδέξαντο οἱ τρεῖς πατριάρχαι τῆς ἀνατολῆς θρόνοι, καὶ πρὸ τούτων καθὼς ἀπεδέξατο αὐτὸν ὁ ἁγιώτατος πάπας Ἰωάννης, ὡς ἐχθροὺς τῆς ἐκκλησίας καὶ ἀλλοτρίους τῆς πίστεως ἀποβαλλόμεθα.
Πέτρος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· εἰ καὶ μὴ ἐνταῦθα πάρεισιν, ἀλλ᾽ οὖν ἐὰν ὦσι τινες ἔτι πρὸς τὴν ἐκκλησίαν στασιάζοντες, νουθετήσατε αὐτοὺς, ὅπως καταφύγωσιν εἰς τὰ σπλάγχνα τοῦ ἁγιωτάτου πατριάρχου· καὶ ἐναγκαλίσηται αὐτοὺς, ὡς πατὴρ φιλόστοργος.
ἡ ἁγία σύνοδος εἶπεν· εὐαρίθμητοι μέν εἰσι παντελῶς τέως, ὅσους ἡμεῖς γινώσκομεν, καὶ νουθετοῦμεν, ὡς ἐπηγγείλασθε. ἀλλὰ καὶ ὑμεῖς, ἐὰν κατὰ πρόσωπον ὑμῶν παραστῶσι, νουθετήσατε αὐτούς.
Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· ἀκούσατε πάντες τί λέγει Φήλιξ ὁ ἁγιώτατος πάπας γεγονὼς τῆς τῶν Ῥωμαίων ἐκκλησίας· εἴτις εὑρίσκεται ἐναντιούμενος τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ· ὁ τοιοῦτος ἀποδεικνύμενος καὶ φανερούμενος, πρῶτον μὲν νουθετείσθω παρὰ τοῦ προέδρου αὐτοῦ, καὶ τῶν ἐπισκόπων αὐτοῦ. καὶ εἰ μὴ πείθεται, τότε διδότω κατ᾽ αὐτοῦ ἡ ἁγία σύνοδος τὴν ἀπόφασιν. οὕτως οὖν καὶ ἡμεῖς ἔχοντες ποιῆσαι ταύτην τὴν ἐξουσίαν παρὰ τοῦ ἀποστολικοῦ, πρῶτον νουθετῆσαι αὐτοὺς ἔχομεν καὶ παρακαλέσαι. καὶ εἰ μὴ βουληθῶσιν ὑπακοῦσαι ἡμῖν, τότε ἐκκόψαι αὐτοὺς ἔχομεν ὡς σεσηπότα μέλη, ἵνα μὴ καὶ τὸ ὑγιὲς σῶμα δι᾽ αὐτῶν ἀπόληται.
Ἠλίας ὁ θεοσεβέστατος πρεσβύτερος καὶ τοποτηρητὴς Ἱεροσολύμων εἶπε· πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, τοῦ μεγάλου Ἰακώβου ἀκούομεν λέγοντος· ὅτι καὶ ὃν ὁ θεὸς δοξάσει, οὐδεὶς δύναται ἀτιμίαις ἐνδιαβάλλων βλάψαι. ὃν δὲ ὁ θεὸς ἄτιμον ἔχει, ἡ δόξα τῶν ἀνθρώπων οὐδὲν ὠφελεῖ. ὁ οὖν θεὸς ἐτίμησε Φώτιον τὸν ἁγιώτατον πατριάρχην καὶ ἐνέπνευσεν εἰς τὴν καρδίαν κατὰ τὸ τοῦ αὐτοῦ θέλημα τοῦ τε ἁγιωτάτου πάπα Ἰωάννου καὶ τῶν λοιπῶν τῆς ἀνατολῆς τριῶν μεγάλων ἀρχιερέων, καὶ ἠγάπησαν αὐτὸν καὶ ἀνεκήρυξαν τὴν αὐτοῦ θεοψήφιστον ἀρχιερωσύνην. καὶ οἴδαμεν ἀκριβῶς, ὅτι οὕτως ἀρέσκει τῷ θεῷ. διὸ καὶ μεγαλυνθήσεται τὸ ὄνομα αὐτοῦ ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἀπὸ γενεῶν εἰς γενεάς. οἱ δὲ ἀντικείμενοι αὐτῷ, εἴπέρ τινες εἶεν, τῷ θεῷ ἀντιτασόμενοι, τῇ αὐτοῦ εἰρήνῃ, εἰ μὴ μεταμεληθέντες ἑνωθῶσι τῇ ἐκκλησίᾳ, καὶ ἐν τῷ νῦν αἰῶνι ἀφανισθήσονται, καὶ ἐν τῷ μέλλοντι μετὰ τῶν ἠλλοτριωμένων ἀπὸ Θεοῦ καταταγήσονται.
Ἡ ἁγία σύνοδος ἐξεβόησεν· οὕτως πάντες εὐχόμεθα, οὕτως πάντες φρονοῦμεν. ἐπισφραγίσαι κύριος τὰς εὐχὰς ἡμῶν τῷ βουλήματι αὑτοῦ. πολλὰ τὰ ἔτη τῶν βασιλέων. Βασιλείου, Λέοντος, καὶ Ἀλεξάνδρου, μεγάλων βασιλέων καὶ αὐτοκρατόρων πολλὰ τὰ ἔτη. Εὐδοκίας τῆς εὐσεβεστάτης Αὐγούστης πολλὰ τὰ ἔτη. Στεφάνου τοῦ Πορφυρογεννήτου καὶ θεοπροβλήπου συγκέλλου πολλὰ τὰ ἔτη. Ἰωάννου καὶ Φωτίου τῶν ἁγιωτάτων πατριαρχῶν πολλὰ τὰ ἔτη.