Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Local councils › Council of Constantinople under St Photius (879–880)

Council of Constantinople under St Photius (879–880)

Local councils, Greek, Mansi 17, 1902

2. Act 2 (Πρᾶξις β΄)

ΠΡΑΞΙΣ Β΄.

Τῇ ιζ΄. τοῦ Νοεμβρίου μηνὸς ἰνδικτιῶνος ιγ΄. ἡμέρᾳ γ΄. προκαθεσθέντος Φωτίου τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου ἐν τῷ δεξιῷ μέρει τῶν κατηχουμενείων τῆς μεγάλης ἐκκλησίας· προτεθέντος δὲ καὶ τοῦ ἁγίου εὐαγγελίου ἐν τῷ μέσῳ· καὶ συγκαθεσθέντων αὐτῷ Εὐγενίου καὶ Παύλου, τῶν ἁγιωτάτων τοποτηρητῶν τῆς πρεσβυτέρας Ῥώμης, ἅμα Πέτρῳ τῷ θεοσεβεστάτῳ πρεσβυτέρῳ καὶ καρδηνάλι· καὶ ἠλιοὺ τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ Ἱεροσολύμων. Κοσμᾶ τε καὶ αὐτοῦ πρεσβυτέρου καὶ ἀποκρισιαρίου Ἀλεξανδρείας· συγκαθεσθέντων δὲ καὶ τῶν θεοφιλεστάτων μητροπολιτῶν, Προκοπίου Καισαρείας, Γρηγορίου Ἐφέσου, Ἰωάννου Ἡρακλείας, καὶ καθεξῆς τῶν λοιπῶν ἁπάντων· Φώτιος ἁγιώτατος πατριάρχης Κωνσταντινουπόλεως εἶπε· δόξα καὶ εὐχαριστία καὶ μεγαλωσύνη τῇ τρισυποστάτῳ καὶ ζωαρχικῇ, καὶ ἑνιαίᾳ θεότητι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ τῆς ἁγίας συνόδου ὑποφωνησάσης τὸ ἀμὴν, ἔψαλλον τινὰ οἱ ἁγιώτατοι τοποτηρηταὶ τῇ Ῥωμαίων γλώσσῃ.

Εἶτα μετὰ τὴν συμπλήρωσιν τῆς ψαλμῳδίας, Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις τοῦ ἀποστολικοῦ θρόνου, διὰ Λέοντος βασιλικοῦ πρωτοσπαθαρίου καὶ ἑρμηνέως διελάλησεν οὕτως. ἡ ἐκ Θεοῦ ἐρριζωμένη ἐκκλησία καὶ τῇ χάριτι τοῦ ἁγίου πνεύματος, μεσιτείᾳ τε τῶν εὐσεβῶν καὶ φιλοχρίστων ἡμῶν βασιλέων τὴν εἰρήνην δεξαμένη, ἀκουσάτω τὰ παρ᾽ ἡμῶν λεγόμενα. Βασίλειος, Λέων καὶ Ἀλέξανδρος, εὐσεβέστατοι βασιλεῖς, διὰ τὴν νῦν εἰρήνην καὶ ὁμόνοιαν τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας ἀπέστειλαν εἰς τὴν μητέρα τῶν ἐκκλησιῶν τὴν μεγαλόπολιν Ῥώμην καὶ ἅπαξ καὶ δὶς ἐπιστολάς. οὐ μὴν δὲ ἀλλὰ καὶ Ἀλεξανδρεῖς καὶ Ἱεροσολυμίται, καὶ Ἀντιοχεῖς, παρακαλοῦντες τὸν ἁγιώτατον πάπαν Ἰωάννην βεβαιῶσαι καὶ ἀποδέξασθαι τὴν παρ᾽ ἡμῶν συμφωνηθεῖσαν εἰρήνην. ὃς ἐπικαμφθεὶς ἡμετέραις καὶ αὐτῶν δεήσεσιν, ἐξέπεμψε μὲν ἡμᾶς, ὡς ὁρᾶτε, ἅτε δὴ γνησίους αὐτοῦ ὑπηρέτας, τὰ παρ᾽ ὑμῶν αἰτηθέντα πληρώσοντας ἅμα ὑμῖν. ἀπέστειλε δὲ καὶ ἐπιστολὰς περὶ τῆς εἰρήνης ταύτης καὶ ὁμονοίας, πρός τε τοὺς εὐσεβεῖς βασιλεῖς, καὶ πρὸς Φώτιον τὸν ἁγιώτατον πατριάρχην, ἔτι δὲ καὶ πρὸς τὴν ὑμῶν ὁσιότητα. θέλομεν οὖν πρὸ παντὸς ἄλλου τὴν πρὸς τοὺς εὐσεβεστάτους βασιλεῖς ἀναπεμφθεῖσαν ἐπιστολὴν κατ᾽ ἐνώπιον τῆς ὑμῶν ἁγιωσύνης ἀναγνωσθῆναι.

ἡ ἁγία σύνοδος εἶπεν· ἀναγνωσθήτω. καὶ δὴ λαβὼν τὴν ἐπιστολὴν Λέων ὁ πανεύφημος βασιλικὸς πρωτοσπαθάριος καὶ καθωσιωμένος ἀσηκρῆτις εἰς ἐπήκοον πάντων ἀνέγνω.

Ἰωάννης δοῦλος τῶν δούλων τοῦ Θεοῦ, τοῖς γαληνοτάτοις, ἀγαπητοῖς ἡμετέροις πνευματικοῖς υἱοῖς καὶ Θεῷ ἠγαπημένοις, Βασιλείῳ, Λέοντι καὶ Ἀλεξάνδρῳ, νικηταῖς, τροπαιούχοις, βασιλεῦσι, καὶ αἰωνίοις Αὐγούστοις.

Τὸ καθαρὸν καὶ ὑπέρλαμπρον τῆς ἐν τῇ πίστει ὀρθοδοξίας ὑμῶν, καὶ τῆς σοφίας, καὶ τὸ ἐν τρόποις ὑμῶν κατανοούμενον χρηστὸν καὶ ἐπιεικὲς, ὦ χριστιανικώτατοι καὶ μέγιστοι βασιλεῖς Ῥωμαίων, φωτὸς δίκην ἐν μέσῳ τῆς γῆς ἐκλάμπον πάντα τὰ πέρατα εἰς ἃ ἡ οἰκουμένη παρατείνεται περιαυγάζει· ἀλλὰ γὰρ οὐκ ἐν μόνῃ τῇ πίστει σεμνυνόμενοι, περὶ τ᾽ ἄλλα εἰς ῥαθυμίαν ἀντὶ τῆς σπουδῆς διάκεισθε. ἀλλ᾽ ἐπὶ τῷ ἀμωμήτῳ θρησκεύματι ὑμῶν ἐποικοδομεῖτε οὐ ξύλον, οὐδὲ χόρτον, οὐδὲ καλάμην, ἀλλὰ λίθους τιμίους, χρυσὸν, ἄργυρον, ἁπλῶς εἰπεῖν, πάντα ὑμεῖς μετὰ τῆς ἐν σπουδῇ καλλονῆς ἐξανύετε, ἐν οἷς γινώσκεται τὸ θεῖον θεραπευόμενον. θεραπεύεσθαι δὲ μάλιστα τὸ θεῖον διαγινώσκεται ἐπὶ τῷ τὰς ἐκκλησίας αὐτοῦ πάσας ὅσας ὁ ἥλιος ἐφορᾷ ἐν ὀρθοδόξῳ πίστει, καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ καὶ εἰρήνῃ διατελούσας, εὐχαριστηρίους αὐτῷ φωνὰς καθ᾽ ἑκάστην ἡμέραν ἀναφέρειν. διὸ ταύτην τὴν ὁμόνοιαν καὶ ἐν τῇ καθ᾽ ὑμᾶς ἐκκλησίᾳ ὁρᾶσθαι καὶ πρυτανεύεσθαι ἐπιποθοῦντες, τὴν τῶν Ῥωμαίων ἁγίαν ἐκκλησίαν διὰ τῶν ἀποκρισιαρίων ὑμῶν καὶ θειοτάτων γραμμάτων ὑμῶν κατελάβετε, συνεργὸν εἰς τὸ σπουδαζόμενον ὑμῖν ἐσομένην, καὶ οὐ ῥαθυμοῦσαν πεπιστευκότες. οὐκ αὐτοὶ πρώτως ἀρξάμενοι εἰς τοῦτο τὸ ἐπινόημα ἐλθεῖν· ἀλλ᾽ ἔθει τῶν πρὸ ὑμῶν εὐσεβῶς βεβασιλευκότων εἴκοντες, καὶ κατακολουθοῦντες. ἀλλὰ γὰρ ἐκ ποίου διδασκάλου ταῦτα παρελάβετε ποιεῖν, ἄξιον διερωτῆσαι. ἢ δῆλον ἐκ τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου, ὃν κεφαλὴν πασῶν τῶν ἐκκλησιῶν τέθεικεν ὁ κύριος, εἰπὼν, ποίμαινε τὰ πρόβατά μου· οὐ μόνον δὲ, ἀλλὰ ἐκ τῶν ἁγίων συνόδων καὶ διατάξεων. ἔτι δὲ καὶ ἐκ τῶν ἱερῶν καὶ ὀρθοδόξων καὶ πατρικῶν ὁσίων θεσπισμάτων τε καὶ διαταγμάτων. καθὼς καὶ αἱ θεῖαι καὶ εὐσεβεῖς ὑμῶν συλλαβαὶ μαρτυροῦσι. τοῦτο δὲ ποιεῖτε, ἵνα πλέον τὸ στερῥὸν τῆς πίστεως ὑμῶν διαβοώμενον ἐκλάμψῃ, καὶ ἡ πρὸς Θεὸν ἀγάπη ἀκέραιος καὶ ἀμάραντος ἀναδειχθῇ. οὐδὲν γὰρ πέφυκεν ἄλλο προφυέστερον, ἢ οἰκειότερον εἶναι τοῖς ἐν ἐξουσίᾳ καὶ μεγίσταις ἀρχαῖς καθεστηκόσιν, ἢ τῇ καλλονῇ καὶ ὡραιότητι τῆς ὀρθῆς πίστεως καὶ τῇ πρὸς θεὸν ἀγάπῃ σπουδάζειν τὸ σεμνύνεσθαι· καὶ τὸ πάντας ὁρᾶν τοὺς ἐν τῇ αὐτῇ πίστει τῷ Θεῷ λατρεύοντας τῷ τῆς ἀγάπης συνδέσμῳ περιπλεκομένους τε καὶ συσφιγγομένους. ἐγκύψαντες δὲ τοῖς ὑμῶν γράμμασι καὶ τοῖς ἐν αὐτοῖς μελιρῥύτοις φθέγμασι κατηδυνθέντες καὶ ἐξαφθέντες πυρσοῦ δίκην, καὶ μετὰ πάσης τῆς καθ᾽ ἡμᾶς ἁγιωτάτης τῶν Ῥωμαίων ἐκκλησίας ὁμονοήσαντες καὶ συμφωνήσαντες διανέστημεν, εἰς τὸ τὰ παρ᾽ ὑμῶν ἅπαντα γραφέντα προθύμως καὶ περιχαρῶς πεπληρωμένα δεῖξαι· μάλιστα τοῦ παρόντος καιροῦ ἐπιτηδειοτάτου ἡμῖν καὶ τῆς τῶν πραγμάτων φορᾶς εἰς τοῦτο γεγονότων.

Ἔγραψας ἡμῖν, υἱὲ ἡμῶν ἠγαπημένε, ἵνα ἀποστολικὰ καὶ συμπαθῆ σπλάγχνα ὑπανοίξαντες, πάντας τοὺς τῆς καθ᾽ ὑμᾶς ἐκκλησίας, ὅσοι γεγόνασιν ἢ δι᾽ ἰδιοχείρων ἐν παραβάσει, ἢ ἄλλως πως, κανονικαῖς ὑπέπεσον ἐπιθυμίαις, δεξώμεθα. καὶ τῆς εἰρήνης καὶ ὁμονοίας φροντίδα ποιησώμεθα. οὐ μὴν ἀλλά γε καὶ πρὸ τούτων Φώτιον τὸν θεοσεβέστατον ἀρχιερέα τῆς πρὸς ἡμᾶς κοινωνίας μέτοχον καὶ κληρονόμον καὶ συλλειτουργὸν ποιήσαντες, ἐς τὸ μέγα τῆς ἀρχιερωσύνης ἀξίωμα, καὶ τὴν τιμὴν τῆς πατριαρχείας πάλιν ἀποκαταστήσωμεν. ὡς ἂν μὴ ἡ ἐκκλησία τοῦ Θεοῦ ἐπὶ πολὺν χρόνον ταῖς τῶν θεοστυγῶν χισμάτων καὶ πονηρῶν σκανδάλων τρικυμίαις ταραττομένη διαμένῃ. ἡμεῖς δὲ τῆς ὑμετέρας γαληνότητος τὴν ἱκεσίαν προσδεξάμενοι, ὡς εὔλογον οὖσαν καὶ δικαίαν, καὶ θεάρεστον, τόν τε καιρὸν ἐπιτήδειον ὄντα, οἷον καὶ πρὶν ἐπεζητοῦμεν καὶ ἠυχόμεθα εὑρόντες, καὶ νομίσαντες ἁρμόδιον εἶναι τὴν ἐκκλησίαν τοῦ Θεοῦ εἰρηνοποιεῖν, ἀπεστείλαμεν ἀποκρισιαρίους ἡμῶν ἐκπληροῦντας τὸ θέλημα ὑμῶν. εἰ καὶ ἡ ὑμετέρα εὐσέβεια τὸν ἄνδρα ἐκβιασαμένη ἔφθασεν ἀποκαταστήσασα καὶ πρὸ ὑμῶν, ἤτοι πρὸ τοῦ παραγενέσθαι τοὺς ἡμετέρους τοποτηρητὰς ἐν τοῖς αὐτόθι. ὅμως ἡμεῖς τοῦτο θεραπεύομεν οὐκ ἐκ τῆς ἡμετέρας αὐθεντίας, καίπερ ἔχοντες ἐξουσίαν τοῦτο ποιεῖν· ἀλλ᾽ ἐκ τῶν ἀποστολικῶν διατάξεων καὶ πατρικῶν θεσπισμάτων τὰς ἀποδείξεις φέροντες. οὐ τοὺς θεσμοὺς τῆς ἐκκλησίας τοὺς ἀνέκαθεν παραδεδομένους λύοντες· ἀλλ᾽ ἐν οἷς ἡ τούτων ἀκρίβεια ἀπαράτρεπτος διατηρουμένη, διασπᾷ καὶ λυμαίνεται τὴν ὁλοκληρίαν τοῦ σώματος τῆς ἐκκλησίας, πρὸς τὸ συμφέρον ἄγειν πάντα παρ᾽ αὐτῆς ἐκείνης διδαχθέντες. καὶ γὰρ ὁ τῆς ἐν Νικαίᾳ β΄. κανὼν οὕτω λέγει· ἐπειδὴ πολλάκις εἴτε ἀπὸ ἀνάγχης, εἴτε ἄλλως πως ἐπειγομένων τῶν ἀνθρώπων, παραβαίνεσθαι τοὺς ἐκκλησιαστικοὺς κανόνας συμβαίνει. ἔτι καὶ ὁ πάπας Γελάσιος περὶ τοῦ αὐτοῦ λέγει. ὅτι ὅπου βία οὐ πρόκειται ἀμετάτρεπτοι διαμενέτωσαν οἱ τῶν ἁγίων πατέρων θεσμοί. ὡσαύτως δὲ καὶ ὁ ἁγιώτατος πάπας Λέων ἐν τῷ αὐτῷ διακελεύεται πνεύματι λέγων· ὅπου οὐ προηγεῖται βία, ἀσάλευτοι διαμενέτωσαν οἱ θεσμοὶ τῶν ἁγίων πατέρων. ὅπου δὲ ἀνάγκη καὶ βία εὑρίσκεται, ἐκεῖ πρὸς τὸ συμφέρον ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ὁ τὴν ἐξουσίαν ἔχων οἰκονομείτω· ἐξ ἀνάγκης γὰρ κατὰ τὸν θεῖον ἀπόστολον καὶ νόμου μετάθεσις γίνεται. καὶ Φήλιξ δὲ ὁ πάπας τούτοις συνηγορεῖ λέγων· καὶ περὶ τούτου χρὴ σκέψασθαι ἵνα ὅπου ἀπαντήσῃ ἀνάγκη, πολλάκις αἱ συστάσεις τῶν πατέρων παραβαίνωνται. οὐ μὴν δὲ ἀλλὰ καὶ ἡ ἁγία σύνοδος ἡ ἐν Καρθαγένῃ, λέ. κεφαλαίῳ λέγει· κελεύομεν ἵνα οἱ κληρικοὶ τῶν Δονατιστῶν πάλιν εἰς τὴν ἐκκλησίαν ἀνακάμψωσι, καίπερ πρώην ὑπὸ συνόδου καθαιρεθέντες. καὶ σύνοδος ὁρᾶται σύνοδον λύουσα διὰ τὴν ἕνωσιν καὶ ὁμόνοιαν τῆς ἐκκλησίας. καὶ Ἰννοκέντιος δὲ ὁ πάπας λέγει ἐν τῷ νέ. κεφαλαίῳ· οὗτοι οἱ χειροτονηθέντες ὑπὸ Βονόσου τοῦ αἱρετικοῦ, δεχέσθωσαν, ἵνα μὴ πάλιν σκάνδαλα ἐν τῇ ἐκκλησίᾳ ἀναφύῃ. καὶ οὐ μόνον ἐν τούτοις, καίπερ οὖσι τοιούτοις, καὶ ἐξ αὐτῶν οὖσιν ἐξ αἱρέσεως, ἡ ἀποστολικὴ αὕτη καθέδρα καθαιρεθεῖσι, τῆς ἐκκλησιαστικῆς εἰρήνης φροντίδα ποιουμένη, χεῖρα βοηθείας ὥρεξεν. ἀλλὰ καὶ ὀρθοδόξοις ἱεράρχαις καὶ πατριάρχαις εἰς αὐτὴν καταφυγοῦσιν, ὥσπερ καὶ νῦν ὁ εὐλαβέστατος Φώτιος, καὶ τὴν βοήθειαν αὐτῆς ἐπικαλεσαμένοις ἐπήμυνεν. οἴδατε πάντες τὸν μέγαν Ἀθανάσιον ἐπίσκοπον Ἀλεξανδρείας. Κύριλλόν τε καὶ Πολυχρόνιον Ἱεροσολύμων. Ἰωάννην, ὃν ἡ ἀγάπη ὑμῶν Χρυσόστομον ὀνομάζει· καὶ Φλαβιανὸν τὸν Κωνσταντινουπόλεως. τούτους γὰρ ὑπὸ συνόδου καθαιρεθέντας καὶ ἀποκηρυχθέντας, καὶ τὴν ἁγίαν τῶν Ῥωμαίων ἐκκλησίαν ὑποδραμόντας, ὁ ἀποστολικὸς οὗτος θρόνος συνέστησε, καὶ πρὸς τὴν προτέραν τιμὴν ἐπανήγαγεν. εἰ οὖν οἱ ἐκ τῶν Δονατιστῶν, καὶ οἱ ἐκ Βονόσου τὴν χειροτονίαν δεξάμενοι, καὶ τῶν τῆς ὀρθοδόξου ἐκκλησίας περιβόλων ἀπελαθέντες ὑπὸ συνόδου πολυανθρώπου, ὑπὸ ἑτέρας συνόδου δέχονται, καὶ ἐν τῷ καταλόγῳ τῶν ἱερέων τάττονται, διὰ τὸ τὴν ἐκκλησίαν Θεοῦ ἀδιάσπαστον καὶ σχισμάτων καθαρὰν καὶ ἐλευθέραν παραμένειν. οὐδὲν γὰρ οὕτως βδελυκτὸν καὶ μεμισημένον τοῖς ὀφθαλμοῖς καθορᾶται τοῦ Θεοῦ, ὡς σχισμάτων ἑσμὸς παρυφιστάμενος ἐν ἐκκλησίᾳ Θεοῦ· καὶ οὐδὲν τερπνότερον, ἢ προσφιλέστερον τῇ αὐτοῦ ἀγαθότητι, ὡς ἐκκλησία τὴν αὐτῆς ὁλοκληρίαν ἔν τε τῇ πρὸς θεὸν ἀγάπῃ καὶ τῇ πρὸς τὸν πλησίον ὁμοφροσύνῃ διασώζουσα. πολλῷ μᾶλλον ἄνδρας τοὺς ἐν ὀρθοδόξῳ πίστει διαπρέποντας, βίου τε σεμνότητι καὶ ἀκριβεῖ πολιτείᾳ πεφημισμένους, καὶ σχεδὸν μὴ δὲ ἐπὶ τοσοῦτον, ὥς τε καὶ ἐπιτιμίας ἔργα διαπράξασθαι, οὐ χρὴ παρορᾶσθαι ὡς ὑπευθύνους τῷ τῆς ἐπιτιμίας βαρυνομένους ζυγῷ. ἀλλ᾽ ἐπὶ τὴν προτέραν αὐτοὺς ἐπανάγειν τιμὴν.

Καθάπερ γὰρ ὁ ἀποστολικὸς θρόνος οὗτος λαβὼν τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν παρὰ τοῦ πρώτου καὶ μεγάλου ἀρχιερέως Ἰησοῦ Χριστοῦ διὰ τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου εἰπόντος πρὸς αὐτὸν· σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃν ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένος ἐν τοῖς οὐρανοῖς· καὶ ὃν ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένος ἐν τοῖς οὐρανοῖς· ἔχει ἐξουσίαν καθόλου δεσμεῖν τε καὶ λύειν, καὶ κατὰ τὸν προφήτην Ἱερεμίαν ἐκριζοῦν καὶ καταφυτεύειν. διὰ τοῦτο καὶ ἡμεῖς τῇ αὐθεντίᾳ τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου χρώμενοι, μετὰ πάσης τῆς καθ᾽ ἡμᾶς ἁγιωτάτης ἐκκλησίας παρεγγυώμεθα ὑμῖν, καὶ δι᾽ ὑμῶν τοῖς τε ἁγιωτάτοις ἀδελφοῖς καὶ συλλειτουργοῖς ἡμῶν πατριάρχαις Ἀλεξανδρείας, Ἀντιοχείας, Ἱεροσολύμων, καὶ τοῖς λοιποῖς ἀρχιερεῦσί τε καὶ ἱερεῦσι, καὶ παντὶ τῷ πληρώματι τῆς ἐκκλησίας Κωνσταντινουπολιτῶν, ὁμονοῆσαι καὶ ὁμοφρονῆσαι ἡμῖν, μᾶλλον δὲ τῷ Θεῷ ἐν πᾶσιν, οἷς ὑμεῖς ἐζητήσασθε· καὶ πρῶτον μὲν ἀποδέξασθαι Φώτιον τὸν θαυμασιώτατον καὶ εὐλαβέστατον ἀρχιερέα Θεοῦ καὶ πατριάρχην ἀδελφὸν ὑμῶν καὶ συλλειτουργὸν, καὶ τῆς κοινωνίας τῆς πρὸς τὴν ἁγίαν τῶν Ῥωμαίων ἐκκλησίαν σύμμοιρόν τε καὶ συμμέτοχον καὶ κληρονόμον· διά τε τὴν ἄλλην ἀρετὴν τὴν προσοῦσαν αὐτῷ, καὶ τὸ τὰ σκάνδαλα ἐκποδῶν γενέσθαι, καὶ τὸ τὴν εἰρήνην τοῦ Θεοῦ καὶ ἀγάπην τὴν εἰς ἀλλήλους ἐν ὑμῖν φυτευθῆναι. δέξασθε δὲ αὐτὸν ἀδιστάκτῳ γνώμῃ καὶ ἀναμφιβόλῳ ἀγάπῃ καὶ πίστει· πάντα κακίας καὶ δολιότητος ἰὸν καὶ διψυχίας καὶ ἀμφιβολίας ἐκ τῶν καρδιῶν ὑμῶν ἀπελαύνοντες, καθὼς αὐτὸν ἀπεδέξατο καὶ ἡ τῶν Ῥωμαίων ἐκκλησία. ἀναμανθάνομεν γὰρ σχεδὸν παρὰ πάντων τῶν πρὸς ἡμᾶς ἐκ τῶν αὐτόθι φοιτώντων τὸν ἄνδρα πᾶσι προτερήμασι τοῖς κατὰ θεὸν κομᾶν. τοῦτο μὲν σοφίᾳ καὶ συνέσει τῇ περὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα πάντων διαφέρειν· τοῦτο δὲ περὶ τὴν ἄλλην πρακτικὴν ἀρετὴν καὶ ἐπιμέλειαν τῶν θείων ἐνταλμάτων ἀνεπαίσχυντον ἐργάτην διαβοώμενον. καὶ οὐ δίκαιον ἐκρίναμεν εἶναι, τοιοῦτον καὶ τηλικοῦτον ἄνδρα ἀργὸν καὶ ἄπρακτον διαμένειν· ἀλλ᾽ ἐφ᾽ ὑψηλοῦ τῆς καθ᾽ ὑμᾶς ἐκκλησίας πάλιν ἀνατεθέντα καὶ ἀναλάμψαντα, τά τε αὐτῷ συνήθη καὶ θεῷ φίλα ἱερεῦσι καὶ ἀρχιερεῦσιν ἔργα διαπράττεσθαι.

Διὸ πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνοντες λόγον, πρὸς ὑμᾶς ἅπαντας λέγομεν· δέξασθε τὸν ἄνδρα ἀπροφασίστως. μηδεὶς προφασιζέσθω τὰς κατ᾽ αὐτοῦ γενομένας ἀδίκους συνόδους. μηδεὶς, ὡς τοῖς πολλοῖς τῶν ἀγελαιοτέρων δοκεῖ, τὰς τῶν πρὸ ἡμῶν μακαρίων ἀρχιερέων, Νικολάου τέ φημι καὶ Ἀδριανοῦ, καταψηφίσεις αἰτιάσθω. οὐ γὰρ ἀπεδείχθησαν παρ᾽ αὐτῶν τὰ κατὰ τοῦ ἁγιωτάτου Φωτίου τυρευθέντα. μηδεὶς τὰς κατ᾽ αὐτοῦ χειρογραφίας ὑμῶν, ἀφορμὴν τῶν πρὸς αὐτόν τε καὶ πρὸς ἀλλήλους σχισμάτων ποιείτω. πάντα γὰρ πέπαυται καὶ ἐξωστράκισται· πάντα τὰ κατ᾽ αὐτοῦ ἠκύρωται καὶ ἠχρείωται. πάντα δι᾽ ἡμῶν τῶν ἐλαχίστων ἐν ταῖς χερσὶ τοῦ κορυφαίου τέθειται, καὶ δι᾽ αὐτοῦ ἐν τοῖς ὥμοις Ἰησοῦ Χριστοῦ τοῦ ἀμνοῦ τοῦ Θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. δέξασθε οὖν αὐτὸν ὑπτίαις χερσὶν ἀδελφὸν ὑμέτερον καὶ συλλειτουργόν. δέξασθε ἀρχιερέα Θεοῦ ἄμεμπτον. δέξασθε πατριάρχην τῆς καθ᾽ ὑμᾶς ἐκκλησίας. κυρώσατε πρὸς αὐτὸν ἀγάπην, πίστιν, καὶ τὴν μετ᾽ εὐλαβείας ὑπακοὴν, καὶ δι᾽ αὐτοῦ πρὸς τὴν ἁγίαν τῶν Ῥωμαίων ἐκκλησίαν. ὁ γὰρ ἐκεῖνον μὴ ἀποδεχόμενος, δῆλον ὅτι οὐδὲ τὰ παρ᾽ ἡμῶν καὶ τῆς ἁγίας τῶν Ῥωμαίων ἐκκλησίας περὶ αὐτοῦ ψηφισθέντα δέχεται. καὶ οὐ πρὸς ἡμᾶς ὁ τοιοῦτος πόλεμον ἀναλαμβάνεται, ἀλλὰ πρὸς τὸν ἁγιώτατον Πέτρον τὸν ἀπόστολον, μᾶλλον δὲ πρὸς Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ, τὸν οὕτω τιμήσαντα καὶ δοξάσαντα τὸν αὐτοῦ ἀπόστολον, ὡς ἔχειν αὐτὸν ἐξουσίαν δεσμεῖν τε καὶ λύειν.

Καὶ τοῦτο δὲ ἀναμιμνήσκεσθαι παρακαλοῦμεν τὴν ὑμῶν εὐσεβῆ βασιλείαν. ἐκ πόσου χρόνου τὰ σκάνδαλα καὶ τὰ σχίσματα ἐν τῇ καθ᾽ ὑμᾶς ἐκκλησίᾳ παρεισελθόντα τὴν ταύτης ὁλοκληρίαν λυμαίνεται. τούτων δὲ τῶν κακῶν αἴτιον οὐδὲν ἄλλο καθέστηκεν, ἀλλ᾽ ἢ τὸ παραδέχεσθαι ὑμᾶς τοὺς βασιλεῖς βλασφημίας καὶ συκοφαντίας κατὰ τῶν ἀρχιερέων καὶ πατριαρχῶν ὑμῶν καὶ τῶν λοιπῶν ἱερέων τοῦ Θεοῦ· καὶ τὸ ὀλιγῶρως ἔχειν ὑμᾶς περὶ τὴν εἰς αὐτοὺς ἀγάπην καὶ πίστιν καὶ τιμὴν καὶ εὐλάβειαν. διὸ ἱκετεύομεν τὸ θεῖον ὑμῶν κράτος ἀπὸ τοῦ νῦν κλεῖσαι τὰ ὦτα τῆς θεοψηφίστου βασιλείας ὑμῶν ταῖς τῶν πονηρῶν ἐκείνων καὶ χαιρεκάκων ἀνθρώπων κατὰ τῶν ἀρχιερέων τοῦ Θεοῦ διαβολαῖς καὶ συκοφαντίαις· καὶ ὡς ἄγος καὶ μύσος καὶ ἀποτρόπαιον αὐτούς τε καὶ τὰς πονηρὰς βολίδας τῶν λόγων αὐτῶν ἀποπέμπεσθαι· τιμᾶν τε τοὺς πατριάρχας ὑμῶν, καὶ εὖ σέβεσθαι, καὶ ὡς πατέρας οἰκείους λογίζεσθαι, καὶ ὡς μεσίτας Θεοῦ καὶ ἀνθρώπων εὐλαβεῖσθαι. αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, τὰ πρὸς σωτηρίαν ὑμῶν ἀεὶ ἐξαιτούμενοι παρὰ Θεοῦ· ἀλλὰ καὶ περὶ τῶν, ὡς εἰκὸς, σφαλλομένων ὑμῖν, ἐν προσκρούσματι Θεοῦ, θυσίας αὐτῷ προσφέρουσιν ὑπὲρ τῆς πρὸς ὑμᾶς καταλλαγῆς, εὐΐλατον ὑμῖν τὸ θεῖον καθιστῶντες. οὐ μόνον δὲ, ἀλλὰ καὶ ὑπὲρ εὐσταθείας καὶ διαμονῆς τοῦ κράτους ὑμῶν, καὶ τῆς κατ᾽ ἐχθρῶν νίκης καὶ τροπαιοφορίας, καὶ σωτηρίας πάντων τῶν χριστιανῶν, αὐτοὶ πρὸς τὸν φιλάνθρωπον Θεὸν ἡμῶν πρεσβεύουσιν. ἀλλὰ καὶ εἰσηγηταὶ καὶ διδάσκαλοι ὑμῶν χρηματίζουσιν ἐν οἷς παραινοῦσι πράττειν ὑμᾶς ταῦτα, ἃ καὶ τὴν ἐν οὐρανοῖς βασιλείαν ὑμῖν προξενοῦσι. πρὸς τούτοις καὶ φιλοῦντες ὑμᾶς ὑπὲρ τοὺς ἄλλους γινώσκονται. οὐ γὰρ τὴν τῶν κολάκων φιλίαν ἐπίστανται φιλεῖν ὑμᾶς. ἀλλ᾽ ἣν ἐδίδαξεν αὐτοὺς Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν ἁγίων αὐτοῦ ἀποστόλων.

Οὐ χρὴ οὖν παρορᾶσθαι τοὺς πατριάρχας ὑμῶν διά τε τὰ ἄλλα, ἃ προείπομεν, καὶ διὰ τὸ οὕτως ὑμᾶς φιλεῖν ὡς ὁ κύριος ἐνετείλατο. καὶ γινώσκετε ὅτι τοῦτο ποιοῦντες καὶ εὐλαβῶς εἰς αὐτοὺς διακείμενοι, οὐκ αὐτοὺς τιμᾶτε καὶ σέβεσθε, ἀλλὰ τὸν ταῖς ἐκείνων χερσὶν ἱερουργούμενον, καὶ ὑπὲρ τῆς τοῦ παντὸς ἁμαρτίας προσφερόμενον τῷ Θεῷ καὶ πατρί. ὁ γὰρ ἐκείνους τιμῶν, τὸν Θεὸν τιμᾷ· καὶ ὁ ἐκείνους ἀποστρεφόμενος, τὸν Θεὸν ἀποστρέφεται. τὰς ψευδεῖς οὖν κατ᾽ αὐτῶν ὁμιλίας καὶ ψιθυρισμοὺς, δι᾽ ὧν τὰ ζιζάνια καὶ σχίσματα καὶ σκάνδαλα ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ παρεισφέρονται, καὶ μερίζουσι τὸν ἄνωθεν ὑφαντὸν χιτῶνα τοῦ Χριστοῦ, ὡς ἰὸν ἀσπίδων, ἡ ὑμετέρα εὐσεβὴς ἐκτρεπέσθω βασιλεία· καὶ μᾶλλον συναγωνιζέσθω τῷ ἁγιωτάτῳ Φωτίῳ τῷ ἀδελφῷ καὶ συλλειτουργῷ ἡμῶν, εἰς πᾶν ὃ συντελεῖ εἰς ἀπαρτισμὸν τῆς ἐκκλησίας. ἀλλὰ καὶ τοὺς ἀτιμάζοντας αὐτὸν ἐπιπλήττειν, ἵνα σωφρονῶσιν. οὓς γὰρ πολλάκις ὁ Θεοῦ φόβος καὶ ἡ πρὸς τὰ θεῖα εὐλάβεια οὐκ ἐσωφρόνησε, βασιλέων καὶ ἡγεμόνων καὶ ἀρχόντων ἀγανάκτησις ἐπελθοῦσα ἐπιεικεστέρους εἰργάσατο. καὶ τοῦτο ποιῶν εὖ ἶσθι προμνηστευόμενος σεαυτῷ τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ τὴν εἰς ἀεὶ τοῦ κράτους ὑμῶν διαμονὴν, καὶ τὴν εἰρηναίαν τῆς βασιλείας ὑμῶν κατάστασιν. ἐπεὶ ἐὰν τοῦτο μὴ ποιεῖτε, γινώσκετε ὅτι οὐδέποτε σχίσματα λήξουσιν ἐν τῇ τῶν Κωνσταντινουπολιτῶν ἐκκλησίᾳ.

Καὶ τοῦτο θεσπίσαι παραινοῦμεν τὴν ὑμῶν θεοφρούρητον βασιλείαν· ἵνα μετὰ τὴν ἀποβίωσιν τοῦ ἁγιωτάτου Φωτίου καὶ συλλειτουργοῦ ἡμῶν καὶ ἀδελφοῦ μηδεὶς ἀπὸ κοσμικῶν ἀξιωμάτων εἰς τὴν ἀρχιερατικὴν τάξιν ψηφίζηται καὶ χειροτονῆται. ἀλλ᾽ ἐκ τῶν πρεσβυτέρων τῶν καρδηναλέων, ἢ ἐκ τῶν ἐγκατατεταγμένων ἐν τῇ καθολικῇ ἐκκλησίᾳ, ἢ ἐκ τῶν ταύτης διακόνων, ἢ ἐξ ἄλλων ἱερέων τῶν τελούντων ὑπὸ τὸν θρόνον Κωνσταντινουπόλεως κατὰ τοὺς θείους καὶ ἱεροὺς κανόνας· ὡς ἂν μὴ ἐναντίως τῇ ἐκκλησιαστικῇ εὐταξίᾳ καὶ τοῖς πατρικοῖς κανόσι τὰ καθ᾽ ὑμᾶς διαπράττηται. προέρχεσθαι δὲ τὸν τοιοῦτον βουλόμεθα, καθέκαστον βαθμὸν τῆς ἐκκλησίας δοκιμαζόμενον. πρῶτον ἀναγνώστην, ἔπειτα ἀκόλουθον, εἶτα διάκονον, αὖθις πρεσβύτερον, μετὰ ταῦτα ἐπίσκοπον. δηλονότι μεμαρτυρημένον ἐπ᾽ εὐλαβείᾳ, καὶ λόγων μελέτῃ. ὅτι ἐν τοῖς ὑποδεεστέροις τάγμασι τοῦ τοιούτου χρονίζοντος δοκιμάζεται ἥτε ἀρετὴ αὐτοῦ καὶ ἡ λοιπὴ καλοκἀγαθία. καὶ τούτῳ τῷ τρόπῳ δεῖ τοὺς καθ᾽ ὑμᾶς πατριάρχας προέρχεσθαι, καὶ μὴ αἰφνίδιον προαρπάζειν ἕκαστον βαθμόν. ἵνα ἐν τῷ οἴκῳ κυρίου μηδὲν εὑρεθῇ ἀσύνθετον, μήτε ἄτακτον. ὁ γὰρ ἐπάνω πάντων τῶν βαθμῶν ἀνερχόμενος ἀκατάγνωστος ἐν πᾶσιν ὀφείλει εὑρίσκεσθαι, μήπως ἐκ τούτου κατάλυσις ἀναφυῇ πασῶν τῶν ἐκκλησιαστικῶν διδαγῶν.

Καὶ μὴ διότι ἡμεῖς πρόνοιαν ποιούμενοι καὶ φροντίδα τῆς ἐν τῇ καθ᾽ ὑμᾶς ἐκκλησίᾳ εἰρηνικῆς καταστάσεως, Φώτιον τὸν θεοσεβέστατον ἀδελφὸν ἡμῶν ἀπεδεξάμεθα, ὥσπερ καὶ ὁ πάλαι Ἀδριανὸς Ταράσιον τὸν αὐτοῦ θεῖον, ἤδη τοῦτο ὑμῖν εἰς συνήθειαν καὶ κανόνα λογιζέσθω. τὰ γὰρ σπάνια ἀγαθὰ οὐ δύναται νόμος εἶναι τοῖς πολλοῖς. ἀπὸ γὰρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σπλάγχνα καὶ αὐτοὶ συμπαθείας δεξάμενοι, συνεπαθήσαμεν ὑμῖν ἐν τούτῳ τῷ μέρει. καὶ τὸ αἴτημα ὑμῶν καὶ περὶ τούτου, ὥσπερ καὶ περὶ τῶν ἄλλων ἱερέων τῶν ἐξ ἑτέρας χειροτονίας ὄντων, ἐπληρώσαμεν. ὅστις δὲ ἀπὸ τοῦ νῦν τολμήσει τοῦτο διαπράξασθαι, ἀσυγχώρητος αὐτῷ ἔσται ἡ ἐκ τοῦ κανόνος καὶ παρ᾽ ἡμῶν ἐπιτιμία καὶ κατάκρισις.

Ἀξιοῦμεν δὲ καὶ τοῦτο τὴν ὑμῶν εὐσέβειαν, μήτε ὁ ἀδελφὸς καὶ συλλειτουργὸς ἡμῶν Φώτιος ὁ ἁγιώτατος, μήτε τις τῶν αὐτοῦ διαδόχων ἀπὸ τοῦ νῦν χειροτονήσῃ εἰς Βουλγαρίαν, μήτε αὐτοχειρίᾳ, μήτε δι᾽ ὡμοφόρου ἀποστελλομένου· μήτε διεκδικῇ τὴν εἰρημένην ἐπαρχίαν τῶν Βουλγάρων, ὡς ἰδίαν αὐτοῦ. ἐπ᾽ ἀλλοτρίῳ γὰρ θεμελίῳ οὐ δεῖ ἐποικοδομεῖν ἄλλους. ὁ γὰρ ἐν μακαρίᾳ τῇ μνήμῃ ὁ προηγησάμενος ἡμῶν Νικόλαος ταῖς δεήσεσι τοῦ ἄρχοντος Βουλγάρων Μιχαήλ ἀποστολικαῖς διδαχαῖς τὸ τοιοῦτον ἐξέθρεψεν ἔθνος, καὶ διὰ τῶν εὐλαβεστάτων αὐτοῦ ἐπισκόπων ἐβάπτισε· καὶ πάντας τοὺς ἐκκλησιαστικοὺς τύπους τε, καὶ κανόνας, καὶ ὅσα εἰς τὴν τῶν Χριστιανῶν θρησκείαν συντελεῖ παραδεδωκῶς ἐτελείωσεν. εἰ καί τινες τολμηρῶς ἀφήρπασαν ἀφ᾽ ἡμῶν τὴν μὴ προσήκουσαν αὐτοῖς ἐπαρχίαν, καὶ χειροτονίας καὶ καθιερώσεις ἐκκλησιῶν, καὶ ἁπλῶς πάντα ὅσα οὐκ ἐχρὴν ἐποίησαν. διὸ πρὸς τοῖς εἰρημένοις καὶ τοῦτο ὑμῖν παρεγγυώμεθα, ἵνα ὅταν ἡμεῖς τοὺς νῦν ἐπισκοποῦντας εἰς αὐτοὺς ἐγκλήματι ἑαλωκότας φωράσωμεν, καὶ κανονικοῖς ἐπιτιμίοις ὑποβάλωμεν, μὴ εὐρίσκωσιν ὑμᾶς καταφύγιον· ἀλλ᾽ ἵνα εὕρωμεν καὶ ὑμᾶς εἰς τοῦτο συμπνέοντας, καὶ κατακολουθοῦντας ἡμῖν, καὶ μὴ διαφωνοῦντας.

Ἔτι δὲ παρακαλοῦμεν τὴν φιλόχριστον ὑμῶν βασιλείαν, ἵνα συνάξητε τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους, καὶ τοὺς οἱουδήποτε τάγματος, εἴτε ἐκκλησιαστικοῦ, εἴτε πολιτικοῦ, τοὺς δοκοῦντας ἀφ᾽ ὑμῶν ἀποδιίστασθαι, ὅπου δ᾽ ἂν ὦσιν ἐντὸς τῶν ὑμετέρων ὁρίων, καὶ ἀγάγητε αὐτοὺς πρὸς ὑμᾶς, καὶ παραινέσητε ἑνωθῆναι αὐτοὺς τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ, καὶ Φωτίῳ τῷ ἁγιωτάτῳ πατριάρχῃ ἀδελφῷ καὶ συλλειτουργῷ ἡμῶν, καὶ ἑνουμένων αὐτῶν, τὰς οἰκείας ἀρχιερατικὰς καὶ ἱερατικὰς τιμὰς καὶ τοὺς βαθμοὺς ἀποδώσετε, σπλάγχνα οἰκτιρμῶν εἰς αὐτοὺς ἀνοίγοντες. ἀλλ᾽ ὥσπερ ἐστὶν εἶς Θεὸς, καὶ ἓν βάπτισμα, καὶ μία πίστις, καὶ αὐτοί ἡμεῖς ἓν ἐσμεν ἐν Χριστῷ, οὕτω καὶ αὐτοὶ διὰ τῆς ὑμετέρας θείας διδασκαλίας καὶ παραινέσεως ἓν σὺν ἡμῖν ἔσονται, καὶ ἐν τῷ πληρώματι τῆς ἐκκλησίας τοῦ Χριστοῦ συναρμολογούμενοι καὶ συμβιβαζόμενοι σὺν ἡμῖν εἰς τὸ τοῦ Χριστοῦ πανάγιον σῶμα· ἵνα ἐν τῷ αὐτῷ νοὶ καὶ ἐν τῷ αὐτῷ θελήματι διατελοῦντες δοξάζωμεν τὸν ἐπὶ πάντων Θεόν. καὶ μηδεὶς τοῦ λοιποῦ λέγῃ· ἐγὼ μὲν εἰμι Κηφᾶ, ἐγὼ δὲ Παύλου, ἐγὼ δὲ Ἀπολλῶ· ἀλλ᾽ ἵνα πάντες τοῦτο λέγωμεν, ὅτι Χριστοῦ ἐσμεν πάντες τοῦ σταυρωθέντος καὶ ἀποθανόντος ὑπὲρ ἡμῶν, τοῦ διὰ τοῦ πάθους αὐτοῦ εἰρηνοποιήσαντος, καὶ καταλλάξαντος τά τε ἐπὶ τῆς γῆς καὶ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ συνάψαντος ἡμᾶς καὶ συνδήσαντος δι᾽ ἑαυτοῦ τῷ Θεῷ καὶ πατρὶ, καὶ τῇ πρὸς ἀλλήλους ἀγάπῃ καὶ κοινωνίᾳ. ἐὰν δὲ ὑμῶν συναγόντων αὐτοὺς καὶ προσκαλουμένων, προτρεπομένων τε καὶ παρακαλούντων εἰς τὴν ἕνωσιν τῆς ἐκκλησίας συμβιβασθῆναι ὑμῖν, οὐχ ἅπαξ καὶ δίς, ἀλλὰ καὶ πολλάκις, μὴ βουληθῶσιν ὑμῖν ὑπακοῦσαι, μήτε τοῖς ἡμετέροις γράμμασι πειθαρχῆσαι, καὶ τὴν οἰκείαν καρπώσασθαι σωτηρίαν· ἀλλ᾽ ἐν τῇ προτέρᾳ αὐτῶν αὐθαδείᾳ καὶ ἀλαζονείᾳ διαμείνωσιν· τούτους κελεύομεν τῆς ἀχράντου μεταλήψεως τοῦ σώματος καὶ αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀλλοτρίους εἶναι, ἕως ἂν ἑνωθῶσι τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ, καὶ Φωτίῳ τῷ ἁγιωτάτῳ πατριάρχῃ τῷ ἀδελφῷ καὶ συλλειτουργῷ ἡμῶν.

Καὶ εἶθ᾽ οὕτως τὰ λοιπὰ τῆς δικαίας αὐτῶν καταδίκης ἐν μὲν τοῖς πρὸς ὑμᾶς γράμμασιν οὐκ ἐγράψαμεν, ἵνα μὴ πλέον τοῦ μέτρου μηκυνθῇ· ἀλλ᾽ ἐν κομμονιτορίῳ γράψαντες διὰ τοῦ θεοσεβεστάτου Πέτρου πρεσβυτέρου καὶ καρδηνάλεως καὶ ἀποκρισιαρίου ἡμῶν ἀπεστείλαμεν τοῖς περὶ Εὐγένιον καὶ Παῦλον θεοσεβεστάτοις ἐπισκόποις· ἵνα σὺν αὐτοῖς καθίσας ἅμα τῇ ἐνδημούσῃ συνόδῳ καὶ τῷ ἁγιωτάτῳ πατριάρχῃ Φωτίῳ ἀδελφῷ καὶ συλλειτουργῷ ἡμῶν, τὸν τὰ πάντα ἐφορῶντα ἀνύστακτον ὀφθαλμὸν πρὸ τῶν οἰκείων ὀφθαλμῶν ἔχοντες, καὶ τὴν ἀναπόδραστον παρὰ Θεοῦ διανδίκην, καὶ τὴν συνείδησιν αὐτῶν ἀνεπιθόλωτον καὶ ἀνακρωτηρίαστον συντηροῦντες, πάντα τὰ κατὰ τὴν ἐκκλησίαν Κωνσταντινουπολιτῶν πράγματα, τά τε νῦν ἐπιδεόμενα διορθώσεως, καὶ τὰ ὡς εἰκὸς ἀνακόπτειν μέλλοντα, ἐπὶ τῷ καλῷ καὶ συμφέροντι τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ διαπράξωνται. τὸ εὐσεβὲς κράτος ὑμῶν ὁ οὐράνιος φυλάξαι βασιλεὺς, καὶ πάντων τῶν ἐθνῶν τοὺς αὐχένας ὑμετέροις ποσὶν ὑποτάξαι.

Μετὰ γοῦν τὸ ἀναγνωσθῆναι τὴν ἐπιστολὴν Προκόπιος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· ἡμεῖς, ὡς πολλάκις εἴπομεν, καὶ πρὸ τῆς ὑμετέρας τιμίας ἐλεύσεως, καὶ πρὸ τῆς ἐγκειμένης τῷ τιμίῳ γράμματι παραινέσεως, Φώτιον τὸν ἁγιώτατον πατριάρχην ἀρχιερέα ἡμῶν καὶ ποιμένα καὶ ἀπεδεξάμεθα, καὶ ἀποδεχόμεθα· καὶ ὡς οἰκείῳ ποιμένι καὶ δεσπότῃ ἐκολλήθημέν τε καὶ περιεπτυξάμεθα· καὶ αὐτὸς πατρικοῖς ἡμᾶς σπλάγχνοις ἐνηγκαλίσατο ἀσμενέστατα. τοῦτο δὲ ἀγαθὸν καὶ ἄξιον τῆς αὐτοῦ εὐλαβείας ὁ ἁγιώτατος πάπας Ἰωάννης ἐποίησεν· ὅτι τὸ εὐσεβὲς θέλημα τῶν ὑψηλῶν καὶ μεγάλων βασιλέων ἡμῶν καὶ τῆς ἡμετέρας ταπεινώσεως ἐξεπλήρωσε· καὶ ἀπέστειλε τὴν ὑμῶν ἁγιωσύνην συμφωνοῦσαν ἡμῖν κατὰ πάντα καὶ εὐχαριστοῦμεν τῷ Θεῷ, καὶ ἐπευχόμεθα τοὺς εὐσεβεῖς Βασιλεῖς ἡμῶν, καὶ τὸν ἁγιώτατον πάπαν Ἰωάννην. προσκυνοῦμεν δὲ καὶ ὑμᾶς ὡς τοποτηρητὰς καὶ ὑπηρέτας αὐτοῦ, καὶ τὸν θρόνον ἐπέχοντας τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου.

Ἠλίας ὁ θεοσεβέστατος πρεσβύτερος καὶ τοποτηρητὴς Ἱεροσολύμων εἶπε· χάρις τῷ Θεῷ, ὅτι τὸ τῶν Ἱεροσολυμιτῶν ἀρχαῖον καὶ ἀδιάσπαστον φρόνημα περὶ Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου, νῦν πᾶσα ἡ οἰκουμένη τὸ αὐτὸ στέργει καὶ ἀποδέχεται.

Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· ἐπὶ τούτῳ γὰρ καὶ ἀπέστειλεν ἡμᾶς ὁ ἁγιώτατος πάπας Ἰωάννης, εἰς τὸ τὴν ὁμόνοιαν τῆς ἐκκλησίας καὶ τὴν εἰρήνην ἐπιβεβαιῶσαι· ὅπως ἐν ἑνὶ στόματι καὶ μιᾷ πίστει τὸν Θεὸν δοξάζοντες, τὴν πρὸς τὸν ἁγιώτατον πατριάρχην Φώτιον ἀγάπην ἀδίστακτον διασώζητε. ἐπειδὴ δὲ εὕρομεν ὑμᾶς ἡνωμένους αὐτῷ, ὡς καὶ ὑμεῖς αὐτοὶ μαρτυρεῖτε, εὐχαριστοῦμεν τῷ Θεῷ τῷ καὶ πρὸ ἡμῶν τὴν εἰρήνην βραβεύσαντι. Προκόπιος θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· ἡμεῖς πολλάκις εἴπομεν. περὶ τῆς ὑμετέρας διαθέσεως· ὡς ἀδίστακτον τὴν γνώμην πρὸς τὸν ἁγιώτατον ἡμῶν δεσπότην τὸν οἰκουμενικὸν πατριάρχην τὸν κύριον Φώτιον κεκτήμεθα. καὶ γὰρ ὠφείλομεν προλαβεῖν. οἱ γὰρ ἐγγίζοντες τοῖς πράγμασι τῶν πορρωτέρω μᾶλλον αὐτῶν τὴν ἀκρίβειαν ἐπίστανται. καὶ ὧν αἱ χεῖρες ἐψηλάφησαν, καὶ οἱ ὀφθαλμοὶ ἑωράκασι, τῶν ἐξ ἀκοῆς τὴν γνῶσιν παραλαμβανόντων· οὗτοι τῆς ἀληθείας, καθάπερ εἴπομεν, ὡς ἐγγίζοντες, ἀκριβέστεροι μᾶλλον καὶ κριταὶ, καὶ ἐξετασταὶ, καὶ ἐρασταί. διὸ ἡμεῖς πάντα ἀνερευνήσαντες, καὶ ἀναμαθόντες, κεκρίκαμεν ἐν οὐδενὶ ἄλλῳ τὴν σωτηρίαν ἡμῶν εἶναι καὶ τὸ εὐάρεστον τῷ Θεῷ, ἀλλ᾽ ἐν τῷ ἑνωθῆναι Φωτίῳ τῷ ἀγιωτάτῳ πατριάρχῃ. πλὴν ἐπειδὴ τινὲς, καὶ οὗτοι, ὡς προέφημεν, εὐαρίθμητοι, ἔξω τῆς ἐκκλησίας ἔτι εἰσὶ, χρὴ τὴν ὑμετέραν εὐλάβειαν ἐκείνους νουθετῆσαι καὶ παραινέσαι, οἱ καὶ χρήζουσιν ἀσθενείας, ὡς ἀσθενοῦντες περὶ τὸν τῆς ἀληθείας λόγον. καὶ γὰρ εἰ μὴ τὴν χειρογραφίαν εἶχον καὶ αὐτοὶ οἱ ὑπολειπόμενοι ἀφορμὴν τῆς διαστάσεως αὐτῶν, οὐκ ἂν οὐδεὶς οὐ μικρὸς οὐ μέγας τῆς πρὸς τὸν ἁγιώτατον Φώτιον συναφίας ἀπελείπετο. ἀλλ᾽ οὕτω παρεσκεύασεν ὁ πονηρός, ἵνα τὸ τῆς εἰρήνης καὶ τῆς κοινῆς σωτηρίας σύμβολον ὁ σταυρὸς νῦν τοῖς ἀφρονεστέροις σκανδάλου πρόφασις γένηται.

Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπε· τοῦτο καὶ ἡμεῖς ὅσον ἐστὶν εἰς..... ἐπιμελούμεθα, συναγωνιζομένων ἡμῖν καὶ τῆς ὑμετέρας ὁσιότητος. καὶ γὰρ χρὴ μᾶλλον τοῖς πλανωμένοις χεῖρα ὀρέγειν, ἢ τοῖς τὴν εὐθεῖαν ὁδὸν περιπατοῦσιν, οἱ οὐδὲ χρήζουσι τοῦ ὁδηγήσοντος. διόπερ ποιήσωμεν ὡς τὸ εὐαγγέλιον λέγει· ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. ἐὰν δὲ μὴ, παράλαβε μετὰ σοῦ ἄλλους δύο ἢ τρεῖς· ἐὰν δὲ καὶ τούτων παρακούσῃ, εἰπὲ τῇ ἐκκλησίᾳ. ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. τοῦτο καὶ ἡμεῖς ποιήσωμεν. πρῶτα μὲν παρακαλέσωμεν καὶ νουθετήσωμεν αὐτοὺς ἅμα τῇ ὑμετέρᾳ εὐλαβείᾳ. ἔπειτα εἰ οὐκ ἀνέχονται, ἐλευσόμεθα πρὸς αὐτοὺς δι᾽ ἄλλης ὁδοῦ ἀποτομωτέρας. ἴσως ὅπερ εὔνοια οὐκ ἐποίησεν αὐτοὺς, φόβος ποιήσει. καὶ τούτων γενομένων, εἰ τοῖς αὐτοῖς ἔτι ἐμμένουσι, κατὰ τὴν πρόσταξιν καὶ ἐπιτροπὴν τοῦ ἁγιωτάτου πάπα Ἰωάννου καὶ τὴν πρὸς αὐτοὺς ἐπεξέλευσιν ποιησώμεθα.

Προκόπιος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας εἶπε· μετὰ μακροθυμίας καὶ πραότητος ἡ εὐλάβεια ὑμῶν πρὸς αὐτοὺς διαγενέσθω. καὶ ἐλπίζομεν ὅτι τῇ χρηστότητι ὑμῶν κἀκείνους ἔχετε ἀγαγεῖν. ἐκεῖνοι γὰρ, ὡς ἔφημεν, οὐδένα λόγον, οὐδὲ ἀφορμὴν ἄλλην ἔχουσιν, ἢ ἅπερ οὐκ εὐαγῶς ἐποίησαν ἰδιόχειρα.

ἡ ἁγία σύνοδος εἶπεν· ἡ ἀλήθεια οὕτως ἔχει. καὶ γὰρ καὶ ἐξ ἡμῶν αὐτῶν, εἴτινες ποτὲ ἐν διαστάσει ἦσαν Φωτίου τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου, δι᾽ οὐδὲν ἄλλο διϊστάμεθα, ἀλλ᾽ ἢ διὰ τὰ κακῶς γενόμενα παρ᾽ ἡμῶν ἰδιόχειρα. νῦν δὲ χάριτι Θεοῦ πάντες ἡνωμένοι ἐσμέν.

Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις τοῦ ἀποστολικοῦ θρόνου εἶπε· χαίρομεν καὶ ἡμεῖς, καὶ εὐχαριστοῦμεν τῷ Θεῷ ἐπὶ τῆς ἑνώσεως καὶ ὁμονοίας ὑμῶν, ῆς ἔχετε πρὸς τὸν κύριον Φώτιον τὸν ἁγιώτατον πατριάρχην.

ἡ ἁγία σύνοδος εἶπε· καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ, ὅτι συμφωνεῖτε ἡμῖν κατὰ πάντα, καὶ οὐδεμίαν διάστασιν ἔχετε πρὸς ἡμᾶς.

οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· ἤκούσατε τὴν πρὸς τὸν εὐσεβέστατον βασιλέα παρὰ τοῦ ἁγιωτάτου πάπα πεμφθεῖσαν ἐπιστολήν;

ἡ ἁγία σύνοδος εἶπεν· ἠκούσαμεν.

Πέτρος ὁ θεοφιλέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· ἀποδέχεσθαι αὐτὴν, καὶ πάντα τὰ περιεχόμενα ἐν αὐτῇ κεφάλαια; ἡ ἀγία σύνοδος εἶπεν· ὅσα εἰς ἀποδοχὴν καὶ ἀνακήρυξιν τῆς ἐκκλησίας καὶ Φωτίου τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου, ἀποδεχόμεθα. ὅσα δὲ ἀνήκουσι τῷ βασιλεῖ καὶ ταῖς βασιλικαῖς διοικήσεσιν, ἐκείνῳ καὶ τὸ κῦρος τῆς ἐπὶ αὐτὰ διοικήσεως καὶ τὴν ἐξουσίαν ἀνατίθεμεν. πλὴν εἰ κελεύει ἡ ἁγιωσύνη ὑμῶν, ἀκουσόμεθα καὶ τὴν πρὸς τὸν δεσπότην ἡμῶν καὶ ἀρχιερέα ἐπιστολήν. καὶ λαβὼν Πέτρος ὁ θεοφιλέστατος διάκονος καὶ πρωτονοτάριος εἰς ἐπήκοον πάντων ἀνέγνω.

Ἰωάννης ἐπίσκοπος δοῦλος τῶν δούλων τοῦ Θεοῦ, Φωτίῳ τῷ ἁγιωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ πατριάρχῃ τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας.

Τὴν σοφίαν καὶ φρόνησιν τῆς ἐν ὑμῖν ἀδελφότητος ἐν τοῖς ὑμετέροις ἀνιχνεύσαντες οἷς ἀπεστείλατε γράμμασιν, ὥσπερ βροντὴν ἀπηχοῦσαν ἐξ οὐρανοῦ, πεμπομένην τε ἐκ Θεοῦ, καὶ πάντα τὰ πέρατα τοῦ ἤχου πληροῦσαν, εὐσεβεῖς εὐχαριστίας καὶ ἐπαίνων ὕφος ἀνεπέμψαμεν τῷ Θεῷ, τῷ πᾶσι τοῖς αἰτοῦσι κατὰ τὴν αἴτησιν διδόντι σοφίαν, καὶ κατοικίζοντι ἐν ὁμονοίας οἴκῳ, σκέποντί τε καὶ σώζοντι τοὺς ἐν ἀληθείᾳ τὴν ἑαυτῶν ἐλπίδα ἀνατιθέντας εἰς αὐτόν· τῷ μήτε τοὺς πονηροὺς εἰς τέλος ἀπωθουμένῳ, μήτε τοὺς ἀγαθοὺς ἐμπίπτειν εἰς τυραννίδα ὑπὲρ.... το συγχωροῦντι· ἀλλὰ δικαιοσύνης ὁσιότητι καὶ ζυγῷ κριμάτων τὰ ἀνθρώπινα πάντα διευθύνοντι καὶ κατευοδοῦντι, καὶ μακάριος ὅστις ἂν προθύμως ἐν τῷ νῦν καιρῷ διαμενοίας διανιστῶν τοὺς πεσόντας, ἐν οὐρανοῖς θησαυρίσῃ. οὗτος γὰρ ἐν μακαριότητι διαμένων ἀπολαύσει τῆς εἰς τὰ μέλλοντα αἰώνια ἀναφαινομένης λαμπρότητος. τοίνυν τοῖς προρῥηθεῖσι γράμμασιν ἐπιεικέσιν ὑμῶν ἐπιβάλλοντες, καὶ τὸ ἐν αὐτοῖς ὕφος τῶν ἐπαίνων ὑμῶν καταμαθόντες. τήν τε διάθεσιν, ἢν πρὸς ἡμᾶς φέρεις, ἐπέγνωμεν. καὶ ὅπως πρὸς ἡμᾶς εὐσεβῶς καὶ ὑγιῶς διάκεισαι, εἰ καὶ τὰ ἔργα τῆς πολιτείας ἡμῶν πρὸς τοὺς ἐπαίνους οὓς ἔγραψας, εἰς ἡμᾶς διαφέρονται. ἐν θνητότητι γὰρ καὶ τρεπομένῃ φύσει τὸν βίον ἔχοντες. οὐ πάνυ τὸ βέβαιον ἐν τοῖς ἐπαίνοις τοῖς καλοῖς ἔχομεν· καὶ δειλιῶμεν, καὶ τῷ φόβῳ συνεχόμεθα τοῦ πάντα βλέποντος τὰ ὄντα ὀφθαλμοῦ, καὶ ἐφορῶντος καὶ τὰ κρυπτὰ καὶ τὰ φανερά· μήπως τοῖς ἀνθρώποις ἄλλως νομιζόμενοι, ἐνώπιον αὐτοῦ ἑτέρως ὀφθῶμεν· καὶ ἀντὶ τοῦ τυχεῖν ἐπαίνων ἀληθινῶν καὶ δόξης ἐπιθυμητῆς, αἰσχύνην αἰωνίαν καρπωσώμεθα. ἀλλὰ ταῦτα παραχωρήσωμεν τέως τῷ τὰ πάντα εἰδότι Θεῶκαὶ μηδὲ τῶν ἡμετέρων ἄγνοιαν ἔχοντι. γινώσκομεν γὰρ αὐτὸν λέγοντα· ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται.

Ἔγραψας ἡμῖν, ὅτι ἡ ἁγιωτάτη τοῦ Θεοῦ Κωνσταντινουπολιτῶν ἐκκλησία ἐν σοι συνεφώνησε καὶ συνῆλθέ σοι· καὶ ὅτι τὸν θρόνον, ὃν ἐστερήθης, ἀπέλαβες, ὃς ἦν ἴδιός σου. ὑπὲρ τούτων, λέγω δὴ τῆς ἐκκλησίας καὶ τῆς ἀποκαταστάσεώς σου, ἣν εἰς τὸν ἴδιον θρόνον κατέστης, Θεῷ τὴν εὐχαριστίαν ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως ἀνεπέμψαμεν. ἔτι δὲ περιεῖχε τὸ γράμμα τῆς ὑμῶν εὐλαβείας, ὅτι οἱ ἀποκρισιαρίοι ἡμῶν εὐθέως οὐκ ἠθέλησαν συλλειτουργῆσαί σοι. καὶ λέγομεν τοῦτο συμβῆναι, διὰ τὸ μὴ παραχωρῆσαι ἡμᾶς ἃ προσετάξαμεν ποιῆσαι αὐτούς. ἐπεὶ ἡ ἐντολὴ ἡμῶν προῆλθεν, οὐδεὶς ἂν δισταγμὸς ἐν αὐτοῖς εὑρέθη, οὐδὲ λύπην τινὰ εἶχον ἂν προξενῆσαι τῇ εὐλαβείᾳ σου. πλὴν οὐδὲ ἡμεῖς πληροφορηθέντες περὶ τῆς σῆς ἀδελφότητος, ὅτι τέλεον ὁ Θεὸς ὑπέστρεψέ σε εἰς τὸν θρόνον σου, καὶ ὅτι ἀπέλαβες αὐτόν· ἐπεὶ τὸ καθῆκον ποιοῦντες, ἀπεστείλαμεν ἂν καὶ παραμυθούμενοί σε καὶ συγχαίροντες εἰς τὴν ἀποκατάστασιν τοῦ θρόνου σου. καὶ ἐν τούτῳ μηδὲν ἀγανακτήσης. τὸ γὰρ ὑστέρημα καὶ ὑπὲρ ἐκ περισσοῦ ἀνεπληρώθη.

Ἐμάθομεν δὲ καὶ τοῦτο, ὡς εἰσί τινες σχισματικοὶ ἐν ὑμῖν, καὶ οὐ καθεύδουσιν, ἀλλὰ μοχθοῦσι μόχθον μάταιον, καὶ ἀγῶνα διαβολικὸν καταβάλλονται κατὰ τὸν λέγοντα προφήτην· διεσχίσθησαν, καὶ οὐ κατενύγησαν· ὥστε ἀποσπᾶν καὶ συνδιαστρέφειν ἑαυτοῖς τινὰς τῶν ἁπλουστέρων. καὶ ὅσον εὐφράνθημεν ἐπὶ τῇ ἀποκαταστάσει σου, ἣν ὁ Θεὸς ἀποκατέστησέ σε, καὶ τῇ ἑνώσει τῇ γεγενημένῃ τῆς ἐκκλησίας, τοσοῦτον ἠλγήσαμεν ἐπὶ τῇ ἐκείνων τῶν σχισματικῶν ἀπωλείᾳ.

Ἀλλ᾽ αὐτὸς τῇ ἐνούσῃ σοι σοφίᾳ καὶ συνέσει, καὶ τῷ δοθέντι σοι παρὰ Θεοῦ χαρίσματι, τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; οἴδαμεν ὡς οὐ καυχᾶσαι, ὡς μὴ λαβών· πάντας μετέρχου οἰκειοῦσθαι πρὸς σὲ, καὶ τοὺς ἀπὸ σοῦ μακρυνθέντας καὶ διασκορπισθέντας, φιλανθρωπίας αὐτοῖς ὑπανοίγων σπλάγχνα, καὶ οἰκτιρμῶν χρηστότητι περιλαμβάνων, συναγαγεῖν μὴ ἀπαξιώσῇς· ἵνα ὡς ὁ ἁγιώτατος πάπας Λέων ὁ μέγας γράφει· τοὺς μὲν ζητοῦντας ταπεινωθῆναι ἐνώπιον τοῦ Θεοῦ καὶ ὁμόνοιαν ζητοῦντας πρὸς ἡμᾶς δεχώμεθα· πρὸς δὲ τοὺς σκληρυνομένους τῇ καρδίᾳ σκληρυνώμεθα. ὡσαύτως καὶ τοῖς μετάνοιαν ζητοῦσιν, ἥ τις ἀνιστᾷ τοὺς πεσόντας, χεῖρα βοηθείας ὀρέγωμεν, οὐ γάρ ἐστι κατάγνωσις τοῖς μετανοοῦσι, καὶ τοῖς αἰτοῦσιν ἔλεον οὐκ ἔστιν αἰσχύνη.

Διὸ καὶ τὴν σὴν ἀδελφότητα ἀξιοῦμεν, χριστομίμητον ἀναλαμβάνουσαν τρόπον, καὶ τὴν αὐτοῦ ταπείνωσιν, ἣν ὑπέστη διὰ τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, μὴ ἀπαξιῶσαι ἐπὶ τῇ συνόδῳ κηρύξαι τὸ εἰς σὲ τοῦ Θεοῦ ἕλεος, καὶ τὴν βοήθειαν, καὶ τῆς ἁγιωτάτης τῶν Ῥωμαίων ἐκκλησίας τὸν ὑπερασπισμὸν, καὶ τὸν κόπον ὃν ὑπὲρ τῆς ἀγαπητικῆς διαθέσεως καὶ φίλτρου κατεβάλλετο, πληροφορῶν ἅπαντας ἐν τῇ ὁμονοίᾳ τῇ πρὸς ὑμᾶς καὶ τῇ ἡμετέρᾳ συγκαταθέσει. ὅτι καθὼς ἠτήσω παρ᾽ αὐτῆς, καὶ ἔλαβες. καὶ ὡς ἔστιν ἔθος αὐτῇ βοηθεῖν πᾶσι τοῖς ἀδίκως τι πάσχουσιν, οὐδὲ αὐτὰς τῆς παρ᾽ αὐτῆς βοηθείας ἠμοιρήσας· ἀλλὰ τῇ συνεργίᾳ τοῦ Θεοῦ, καὶ τῷ ταύτης μόχθῳ καὶ ἀγῶνι εἰς τὸν θρόνον σου ἀποκατέστης. τῆς δὲ ἐξ ἔθους σοι βοηθείας καὶ συμπαθείας, ἣν δι᾽ αὐτῶν τῶν ἔργων καθ᾽ ἑκάστην ἡμέραν ἐπιδεικνύμενος εἰς πάντας, τὸν ἦχον αὐτῆς ἐκπέμπεις, μὴ ἐπιλανθάνου, ἀλλ᾽ ἔχου αὐτῆς, καὶ μηδὲν ἀζημιωθῆς, μηδὲ ἐκ τῶν σπλάγχνων τοῦ ἐλέους ἐξωθήσῃς, οἵ τινες ἕως τοῦ παρόντος οὐκ ἠθέλησαν τὴν ἕνωσιν τὴν πρὸς τὴν σὴν εὐλάβειαν, οὐδὲ ὁμοφρονῆσαι· μᾶλλον δὲ μόχθον καὶ ἀγῶνα καταβαλοῦ, τοῦτο μὲν διδασκαλίαις, καὶ λόγοις, καὶ μακροθύμῳ παραινέσει, τοῦτο δὲ ἱλαρῷ καὶ προσηνεῖ τῷ ὄμματι· ἵνα κατὰ τὸν ἀπόστολον ἢ τοὺς πάντας, εἰ τούς γε πλείονας σπεύσῃς κερδῆσαι, καὶ σεαυτῷ προσαγαγεῖν, καὶ διὰ σεαυτοῦ τῷ Θεῷ. ἐρχομένων δὲ αὐτῶν πρός σε, καὶ διὰ σοῦ πρὸς τὸν Θεὸν, ἀπολαμβάνειν αὐτοὺς εὐδοκήσας τάς τε ἱερατικὰς τιμὰς καὶ τὰς ἐκκλησίας αὐτῶν. καὶ καθ᾽ ὃν τρόπον ὁ πνευματικὸς ἡμῶν υἱὸς καὶ χριστιανικώτατος βασιλεὺς Βασίλειος περὶ σοῦ ἠξίωσεν ἡμᾶς· καὶ εἴκοντες τῇ εὐλόγῳ καὶ δικαίᾳ καὶ Θεῷ ἀρεσκούσῃ ἀξιώσει αὐτοῦ πεποιήκαμεν μετὰ τῆς εὐλαβείας σου· τὸν αὐτὸν τρόπον καὶ σὲ παρεκαλέσαμεν μὴ μνησικακῆσαι εἰς τοὺς μακρυνθέντας ἀπὸ σοῦ· ἀλλ᾽ ὑποστρέφοντας ὁλοψύχως καὶ ἡ σὴ ἐν τιμῇ γνωριζομένη εὐλάβεια ὑπτίαις χερσὶν ὑποδέξασθαι κατενεύσατο· ἵνα πάντες αἰσίως ὁμονοήσαντες καὶ ὁμοψυχήσαντες εἰς τὴν σὴν ἐπάναστρον καὶ ἀποκατάστασιν τοῦ θρόνου, καὶ ἐπὶ τὸ αὐτὸ συνελθόντες, κοινὴν εὐφροσύνην καὶ ἑορτῆς ἡμέραν, καὶ ἀγαλλιάσεως πανήγυριν ἐκτελέσωμεν.

Καὶ τοῦτο δὲ ἀξιοῦμεν τὴν σὴν ἀδελφότητα σὺν ἡμῖν θεσπίσαι, ἵνα ἀπὸ τοῦ παρόντος ἐκ λαϊκῶν μηδεὶς ἀθρόον ἐπὶ τὸν μέγαν τῆς ἀρχιερωσύνης θρόνον, ὅς ἔστι φοβερὸς, καὶ Θεοῦ μεσιτείαν ἐπέχων, ἀναβιβάζηται· ἀλλὰ κατὰ βαθμὸν καὶ τάξιν εἰς τὴν ὑπηρεσίαν προβαίνων, καὶ τὴν οἰκείαν καθ᾽ ἕκαστον βαθμὸν...... ἐπιδεικνύμενος ἀρετὴν, οὕτως τοῦ ἀρχιερατικοῦ θρόνου τὴν καθίδρυσιν λαμβάνῃ. ὁ γὰρ ἑτέρως ἀγόμενος, ἐναντίον τῶν ἐκκλησιαστικῶν ἡμῶν κανόνων ποιεῖ. καὶ βουλόμεθα τοῦτο τὸ ἔθος, ὅπερ οὐκ ἔστιν αἴσιον ἐξ ἀρχῆς ἐν τῇ καθ᾽ ἡμᾶς ἐκκλησίᾳ εὑρημένον ἀπὸ τοῦ νῦν ἄπρακτον διαμένειν. τοῦτο δὲ λέγομεν κατὰ τὸν κανόνα τὸν ἐκτεθέντα τῇ συνόδῳ ἐν τοῖς καιροῖς Ἀδριανοῦ τοῦ ἁγιωτάτου πάπα, καὶ Ταρασίου τοῦ ἐν μακαρίᾳ τῇ μνήμῃ πατριάρχου Κωνσταντινουπόλεως.

Τὴν δὲ γενομένην κατὰ τῆς σῆς εὐλαβείας σύνοδον ἐν τοῖς αὐτόθι ἠκυρώσαμεν, καὶ ἐξωστρακίσαμεν παντελῶς, καὶ ἀπεβαλόμεθα, διά τε τὰ ἄλλα, καὶ ὅτι ὁ πρὸ ἡμῶν μακάριος πάπας Ἀδριανὸς οὐχ ὑπέγραψεν ἐν αὐτῇ. τὰ δὲ λοιπὰ πάντα τῶν ἐκκλησιαστικῶν πραγμάτων, ὅσα διηγόρευσεν ἡ ἐπιστολὴ ἡμῶν, ἐν κομμονιτορίῳ γράψαντες, ἐν ᾧ καὶ πάντες ὑπεγράψαμεν εἰς τὴν σὴν ἀποδοχὴν, καὶ ἐπιδεδωκότες Πέτρῳ τῷ εὐλαβεστάτω πρεσβυτέρω καὶ καρδηνάλι καὶ τοποτηρητῇ ἡμῶν, ἀπεστείλαμεν τοῖς περὶ Εὐγένιον καὶ Παῦλον θεοσεβεστάτοις ἐπισκόποις καὶ τοποτηρηταῖς ἡμῶν· ἵνα τὸν τοῦ Θεοῦ φόβον ἔχοντες πρὸ ὀφθαλμῶν, καὶ τὴν συνείδησιν αὐτῶν ἀνεπιθόλευτον συντηροῦντες, πάντα πρὸς τὸ συμφέρον τῇ καθ᾽ ὑμᾶς ἐκκλησίᾳ σὺν ὑμῖν διοικήσωσι. Θεός σε διαφυλάξαι εἰς τέλος, ἀδελφὲ ἀγαπητὲ, ὁσιώτατε, καὶ συλλειτουργέ.

Καὶ μετὰ τὸ ἀναγνωσθῆναι τὴν ἐπιστολὴν, Πέτρος ὁ εὐσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις πρὸς Φώτιον τὸν ἁγιώτατον πατριάρχην εἶπεν· ἐρωτῶμεν τὴν ὑμετέραν ἁγιωσύνην, στέργεις πάντα τὰ γεγραμμένα ἐν τῇ ἐπιστολῇ καὶ ἀποδέχῃ;

Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ὅσα τῷ αἰσίῳ καὶ ἐνθέσμῳ λόγῳ περιέχεται, καὶ εἰς τὴν ἡμετέραν μετριότητα τὸ ἔργον αὐτῶν καὶ τὸ τέλος, καὶ στοργῆς καὶ ἀποδοχῆς ἄξια νομίζομεν.

Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπε· θεωρεῖς, ἁγιώτατε πατριαρχῶν, ὅτι ἡ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου ἐπιστολὴ παραινεῖ, ἵνα πάντες οἱ διασπαρέντες ἐπίσκοποι ἐπισυναχθῶσι, καὶ τύχωσιν ἐλέους καὶ συμπαθείας παρὰ τῆς σῆς ἀγιωσύνης. καὶ οἱ μὲν προχειροτονηθέντες ἀπολάβωσι τοὺς οἰκείους θρόνους· σχολαζόντων δηλονότι τῶν ἐχάτως χειροτονηθέντων, καὶ λαμβανόντων ἐκ τῶν αὐτῶν ἐκκλησιῶν διατροφὰς καὶ σκεπάσματα, ἕως ἂν καὶ εἰς τοὺς αὐτοὺς θρόνους, εἴτε εἰς ἑτέρους, διοικηθῶσι. καὶ ὅσοι εἰσὶν ἐν ἐξορίᾳ παντὶ τρόπῳ, ἵνα εἰσέλθωσι, καὶ νουθετηθῶσιν ἑνωθῆναι τῇ ἐκκλησίᾳ.

Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· καὶ ἄλλοτε εἶπον ὑμῖν, ὅτι δύο μόνους ὁ βασιλεὺς ὑπερορίους ἐποιήσατο· καὶ τούτους οὐ δι᾽ ἐκκλησιαστικὰς τινὰς αἰτίας· ἀλλὰ τὸν μὲν, ὡς πολιτικῶν θορύβων καὶ ταραχῶν φωραθέντα αἴτιον· τὸν δὲ, ὡς καὶ αὐτῶν μετάχοντα μὲν τῆς τοιαύτης αἰτίας, τὸ δὲ μέγιστον ἀπυλώτῳ στόματι καὶ ἀχαλινώτῳ γλώσσῃ ἐνυβρίσαντα δημοσίως, καὶ πολλῶν ἐν ὄψει εἰς τὸν ἁγιώτατον πάπαν Ἰωάννην. πλὴν ἐπεὶ κελεύει ἡ ἁγιωσύνη ὑμῶν, ἐκλιπαροῦμεν τὸ ὑψηλὸν κράτος τῶν μεγάλων βασιλέων ἡμῶν, καὶ ἐλπίζομεν ὡς ἐπικλιθῆναι ἔχει ταῖς αἰτήσεσιν ἡμῶν, εἰς τὸ κἀκείνους ἐνταῦθα παραγενέσθαι, καὶ τῆς παρ᾽ ὑμῶν νουθεσίας ἀξιωθῆναι.

Πέτρος ὁ εὐλαβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπε· καὶ τοῦτο δὲ γέγραπται ἐν τῷ κομμονιτορίῳ ἡμῶν, ὅπως ἐν τῇ τῶν Βουλγάρων χώρᾳ μήτε ὡμόφορον ἀποστείλητε, μήτε χειροτονίαν ποιήσητε.

Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ἡμεῖς ἀεὶ τῆς ἀγάπης ὄντες καὶ τῆς εἰρήνης ἐρασταὶ, καὶ ταυτὶ πάντα χαρίζεσθαι, εἰ δυνατὸν, καὶ τὰ οἰκεῖα μέλη προθυμίᾳ καὶ ἐπιμελείᾳ ἔχοντες· καὶ μηδὲν ἐπιῤῥέπως, μηδὲ ἀπερισκέπτως πράττειν εἰωθότες, καὶ πρὸ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου πάπα Ἰωάννου τοῦ ἀδελφοῦ καὶ συλλειτουργοῦ καὶ πνευματικοῦ πατρὸς ἡμῶν, οὔτε πάλαι, οὔτε νῦν, καί τοι δικαιολογίας ἴσως καὶ τῆς πρὸς ἑτέρους μιμήσεως πάντα ἡμῖν εἰς κράτος ἐγχειριζούσης, ἤδη τοσοῦτον χρόνον ἐν τῷ ἀρχιερατικῷ θρόνῳ διανύοντες, οὔτε ὡμόφορον χειροτονίας ἀπεστείλαμεν· οὐ μὴν ἀλλ᾽ οὐδὲ χειροτονίας τινὰς ἐποιησάμεθα, ἀεὶ τῆς ἀγάπης καὶ τῆς εἰρήνης, ὥσπερ ἔφθημεν εἰπόντες, τὸν ἔνθεον συνδιασώζοντες ἔρωτα, καὶ τὰ οἰκεῖα ἕτοιμοι ὄντες, ὅσον εἰς ἡμῶν ἀνῆκε γνώμην, θεσμῶν παλαιῶν οὐ λυομένων, τοῖς φίλοις χαρίζεσθαι. τί γὰρ ἂν εἴη πλατυσμὸς ὁρίων, τῆς θεσμοθεσίας οὐ συναναγκαζούσης, ἀλλ᾽ ἢ αὔξησις φροντίδος, καὶ προσθήκη μείζονος μερίμνης καὶ ἐπιπονωτέρας;

Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπε· καλῶς ἔγνως, καὶ καλῶς ποιεῖς· καὶ διὰ τοῦτο τὴν ἀγάπην συντηρεῖς ἀνόθευτον, ὅτι ἡ ἀγάπη πάντα νικᾷ.

Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ἡμεῖς καὶ πάλαι τῷ μακαριωτάτῳ πάπα Νικολάῳ θρόνους τινὰς καὶ ἐνορίας αἰτησαμένῳ οὕτως ἀντεῖπον τῷ γράμματι· ὅτι τοὺς θρόνους, οὓς ἐπιζητεῖ σου ἡ ἁγιωσύνη, τῇ τῆς βασιλικῆς ἀνατολῇ συμπεριέχονται ἀρχῇ. εἰ δὲ τὸ τῆς ἐμῆς ἐν κυρίῳ ἀγάπης πλάτος, μὴ ταῖς βασιλικαῖς ἐστενοχωρεῖτο ἀνάγκαις, μηδέ τις ἄλλη με κανονικὴ ἀνεχαίτιζε δίκη, εἶχον δὲ καὶ τὸ ὑποτελοῦν ἱερατικὸν συμπνέον ἐπὶ τούτῳ· οὐχ οὕστινας λέγεις ὑπὸ τὸν Ῥώμης θρόνον τελέσαι ποτὲ, ἀλλὰ καὶ οἱ μηδέποτε ὑπ᾽ ἐκεῖνον γεγόνασι, καὶ τούτους ἕτοιμος ἂν κατέστην, ὅσον εἰς φιλίας ἀνήκει διάθεσιν, αἰτουμένῳ σοι παρασχεῖν. καὶ γὰρ ἡ ἀληθὴς φιλία οὐ ζητεῖ τὸ ἑαυτῆς, ὡς τὸ τοῦ πλησίον ἐκτελεῖν θέλημα.

Προκόπιος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· ἐλπίζομεν εἰς τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ καὶ εἰς τὴν ἁγίαν εὐχὴν τοῦ δεσπότου καὶ ἀρχιερέως ἡμῶν, ὅτι πάντα τὰ ἔθνη ὑποταγῆναι ἔχουσι τῷ εὐσεβεῖ κράτει τῶν θεοπροβλήτων καὶ μεγάλων βασιλέων ἡμῶν· καὶ τούτου γενομένου, τότε, ὡς κελεύει ἡ κραταιοτάτη αὐτῶν βασιλεία, ποιεῖ τακτικὰ, καὶ ἀποδίδωσιν ἑκάστῳ τὰς οἰκείας ἐνορίας ἀκαινοτομήτους, τῆς κατὰ καιροὺς ἐπιψηφιζομένης συνόδου, καθὼς ἂν αὐτοὺς ἡ θεία καθοδηγήσειε βουλή.

Γρηγόριος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Ἐφέσου εἶπεν· ὁ περὶ ἐνορίων λόγος οὐκ ἔχει νῦν χώραν, μὴ συγκεφαλαιουμένων εἰς μίαν βασιλείαν ὁμοιότροπον πάντων τῶν ἀρχιερατικῶν θρόνων· τῆς δὲ θείας νεύσεως τοῦτο τελεούσης, ὅπερ ἐλπίζομεν ἐπὶ τοῦ μεγάλου καὶ ὑψηλοῦ βασιλέως ἡμῶν γενέσθαι, τότε καὶ ἡ περὶ τῆς ἐνορίας δικαιολογία χώραν ἕξει, καὶ δωρεῖσθαι καὶ ἀντιδωρεῖσθαι ἑκάστῳ ἀρχιερατικῷ θρόνῷ ἔξεστι, βουλομένῳ τῷ πλησίον.

ἡ ἁγία σύνοδος εἶπε· πάντες οὕτω λέγομεν. οὐκ ἐπὶ τῷ διαστέλλειν ἐνορίας ἡ ἁγία σύνοδος αὕτη συνηθροίσθη. ταῦτα καιρὸς ἕτερος δοκιμάσει.

Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις τοῦ ἀποστολικοῦ θρόνου ἔφη· ὁ ἁγιώτατος καὶ οἰκουμενικὸς πάπας Ἰωάννης ἐρωτᾷ ὑμᾶς δι᾽ ἡμῶν τῶν δούλων αὐτοῦ, πῶς ἀνῆλθεν ὁ κύριος Φώτιος ὁ ἁγιώτατος πατριάρχης νῦν εἰς τὸν θρόνον αὐτοῦ. λέγομεν γὰρ ὅτι οὐκ ἦν καλὸν πρὸ τῆς ἐλεύσεως ἡμῶν ἀνελθεῖν αὐτόν.

Ἠλίας ὁ θεοσεβέστατος πρεσβύτερος καὶ τοποτηρητὴς Ἱεροσολύμων εἶπε· τὰ τρία τῆς ἀνατολῆς πατριαρχεῖα ἀεὶ πατριάρχην αὐτὸν εἶχον· οἱ ἐν Κωνσταντινουπόλει ἀρχιερεῖς καὶ ἱερεῖς μικροῦ πάντες πατριάρχην αὐτὸν ἔχουσι· καὶ τί ἐκώλυε τοῦ ἀνελθεῖν αὐτόν;

Οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· ἀδελφοὶ, εἴπατε ὑμεῖς, πῶς ἀνῆλθεν; ἡ ἁγία σύνοδος εἶπε· συμφωνίᾳ τῶν τριῶν ἀρχιερατικῶν θρόνων, καθάπερ ὁ ἁγιώτατος Ἠλίας ἔφη· ἔπειτα δὲ παραινέσει πολλῇ καὶ παρακλήσει, μᾶλλον δὲ τ᾽ ἀληθὲς εἰπεῖν, βίᾳ μεγάλῃ τῶν ὑψηλῶν καὶ χριστιανικωτάτων βασιλέων ἡμῶν, καὶ πρὸ τῆς βίας, συμφωνίᾳ καὶ ἱκεσίᾳ πάσης τῆς τοῦ Θεοῦ Κωνσταντινουπολιτῶν ἐκκλησίας.

Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπε· μὴ τυραννικῶς ἀνῆλθεν;

ἡ ἁγία σύνοδος εἶπε· τυραννίδος καὶ παρακλήσεως πολὺ τὸ διάφορόν ἐστιν. εἴπομεν ὑμῖν καὶ πρότερον, ὅτι παραινέσει καὶ παρακλήσει πάντων ἡμῶν, καὶ συμφωνίᾳ τῶν ἀρχιερατικῶν θρόνων. καὶ τίνα χώραν ἔχει ἡ περὶ τῆς τυραννίδος ἐρώτησις; τυραννὶς πόθον οὐ ποιεῖ· τυραννὶς ἀγάπην οὐ κραταιοῖ· ἕνωσις εἰλικρινὴς τῆς ἐκκλησίας τυραννίδα οὐ γνωρίζει.

Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· εὐλογητὸς ὁ Θεὸς, ὅτι καθὼς καὶ διὰ τῶν γραμμάτων ὑμῶν ἐδηλώθη τῷ ἁγιωτάτῳ πάπα Ἰωάννῃ, περὶ τῆς ὁμονοίας καὶ συμφωνίας, ἧς ἔχετε πρὸς τὸν κύριον Φώτιον τὸν ἁγιώτατον πατριάρχην, οὕτω καὶ θεωροῦμεν σήμερον τοὺς λόγους διὰ τῶν ἔργων βεβαιουμένους. καὶ τῷ Θεῷ εὐχαριστοῦμεν, ὅτι τῇ ἐκκλησίᾳ ἑνωθέντες ἐν ἑνὶ πνεύματι καὶ μιᾷ πίστει δοξάζεται τὸ πανάγιον αὐτοῦ ὄνομα.

ἡ ἁγία σύνοδος εἶπε· χάριτι Χριστοῦ καὶ συνεργίᾳ τῶν ὑψηλῶν καὶ μεγάλων βασιλέων ἡμῶν, καὶ δι᾽ εὐχῶν τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου Φωτίου, πάντα ῥάδια τὰ καθ᾽ ἡμᾶς ἐγένοντο. μία ποίμνη ἐσμὲν, εἷς ποιμὴν, ὁμόνοια ἐν Χριστῷ μία, ἓν σῶμα πάντες, ἐν Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν συναρμολογούμενοι καὶ συμβιβαζόμενοι· καὶ ὑπὸ τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου Φωτίου ποιμαινόμενοί τε, καὶ εἰς τὰς τοῦ κυρίου ἐντολὰς καθοδηγούμενοι.

Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ἐπεὶ δὴ ἠρώτησεν ὑμῶν ἡ ἁγιωσύνη, πῶς ἀνήλθομεν· προλαβόντες δὲ οἱ ἀδελφοὶ καὶ συλλειτουργοὶ ἡμῶν πρὸς τὴν ἐρώτησιν ἀπέδοντο τὴν ἀπόκρισιν, πλὴν καὶ ἡμεῖς ἐν κυρίῳ λέγομεν, καί μοι μηδεὶς ἀπιστείτω· κριτὴν τῆς ἀληθείας οὐ τὴν ἐμὴν γνώμην, ἀλλὰ τὸ ἑτέρων ποιούμενος βούλημα. ὡς οὐδέποτε τοῦ θρόνου τούτου ἐν ἐπιθυμίᾳ γέγονα, τοῦτο τῶν μὲν παρόντων ἀδελφῶν καὶ συλλειτουργῶν ἡμῶν, ἢ οἱ πάντες, ἢ οἵ γε πλεῖστοι, συνεπίστανται· καὶ ὑμῖν δὲ τοῖς ἁγιωτάτοις τοποτηρηταῖς μὴ καταστῇ τὸ ῥῆμα ἀμφιδοξούμενον. διὰ τοῦτο γὰρ καὶ πρώην μετὰ δακρύων μὲν πολλῶν, ἀναβολῆς δὲ παντοίας καὶ βίας ἀπαραιτήτου εἰς τὸν ἀρχιερατικὸν τουτονὶ ἀνῆλθον θρόνον. τοῦ μὲν κατ᾽ ἐκεῖνον τὸν καιρὸν βασιλεύοντος τὸ τῆς ἀνάγκης ἀδυσώπητον ἐπάγοντος, ἔτι δὲ καὶ τῶν παραδυναστευόντων· οὐ μὴν ἀλλὰ καὶ τῶν ἀρχιερέων καὶ ἱερέων, ἐμοῦ μηδελλὸς ἐν αἰσθήσει τῶν δρωμένων γινομένου, ταῖς ὁμοφώνοις ψήφοις, καὶ ταῖς κοιναῖς χειρογραφίαις τὴν βασιλικὴν συνεπιχυόντων τε καὶ κραταιούντων βίαν. διὸ καὶ φύλαξι παραδοθεὶς ἐτηρόμην, καὶ οὕτως ἐκεῖθεν ἄκων καὶ ἀποδυρόμενος εἰς τουτονὶ τὸν θρόνον ἀνεβιβάσθην.

Ἔτι δὲ λέγοντος ταῦτα Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου, ἡ ἁγία σύνοδος ἐξεβόησε· τοῦτο οἰκείοις ὀφθαλμοῖς ἐθεασάμεθα οἱ πλείονες ἡμῶν· καὶ ὅσοι μὴ ἑωράκασι, ἀπὸ τῶν ἑωρακότων τότε μέχρι νῦν τῆς φήμης ἀκαινοτομήτου διακρατούσης ἀνεμάθομέν τε καὶ ἀκριβῶς ἐπιστάμεθα, ὅτι οὕτως ἐγένετο.

Πάλιν δὲ Φώτιος ὁ ἁγιώτατος πατριάρχης τῶν αὐτῶν ἐχόμενος λόγων ἐπέφερεν· ἀλλὰ τότε μὲν, ὡς ἔφην, οὕτως ἐπράχθη, καὶ ἡ πάντων βία τὴν καθ᾽ ἡμῶν ἐπιστεύθη κρίσιν. μετὰ ταῦτα δὲ οἷς ὁ Θεὸς ἐπίσταται κρίμασιν, ἐξελόντες τοῦ θρόνου οὐχὶ θορυβῶν τινὰς, καὶ ἐμαυτῷ τοῦτον ἀνακαλέσασθαι προειλόμην. οὐδὲ ταῖς ἐμαῖς φροντίσι κατεπίστευσα τὴν ἀποκατάστασιν τούτου. ἀλλ᾽ ἐν εὐχαριστίᾳ τοῦ θείου διατελῶν, ἔστεργόν τε καὶ ἐνεκαρτέρουν οἷς ἐκεῖνος ἔκρινέ τε καὶ διῳκονομήσατο, οὔτε θορύβους ἀνακινῶν, οὔτε βασιλικὰς ἀκοὰς ἐνοχλῶν· καὶ οὔτε ἔρως τις ἐπεφύετο μοι τοῦ θρόνου, πλὴν ἀλλ᾽ οὐδὲ βουλομένῳ τῆς ἐλπίδος ὑπελείπετό τι. ὁ δὲ τῶν παραδελφῶν κύριος, καὶ βασιλεὺς τοῦ ἐλέους, καὶ τῶν ἀνελπίστων πληρωτὴς ἀπερινόητος, αὐτὸς τὸν ὑψηλὸν καὶ μέγαν βασιλέα ἡμῶν, οὐκ ἐφ᾽ ἡμᾶς ἴσως, ἀλλ᾽ ἐπὶ τὸν πολὺν καὶ ἀναρίθμητον τοῦ Χριστοῦ λαὸν σπλάγχνα ἐλέους καὶ οἰκτιρμῶν ἀναλαβεῖν παρασκευάσας· ἤδη πασῶν τῶν καθ᾽ ἡμᾶς ἐλπίδων ἀπειρηκυιῶν, ὡς εἶπον, καὶ μήτε φίλου παρακλήσεως μεσιτευσάσης, μήτε τινὸς ἄλλης μελέτης ἢ σπουδῆς εἰσενηνεγμένης· εὐδόκησε τῆς ὑπερορίας ἐκείνης ἡμᾶς κατενεγκεῖν, καὶ παρὰ πάντα λογισμὸν ἀνθρώπινον, πᾶσάν τε γηγενῆ ἐλπίδα, ἐλέῳ πολλῷ, καὶ μεγάλῃ δεξιώσει εἰσενεγκεῖν εἰς τὴν πόλιν. ἕως μὲν οὖν περιῆν τῷ βίῳ ὁ μακαρίτης Ἰγνάτιος· καὶ γὰρ μακαρίζομεν αὐτὸν, ὅτι φιλίαν πρὸς αὐτὸν ἔτι περιόντα τῷ βίῳ ἐσπεισάμεθα· καὶ οὐκ ἂν ἐξαρνηθείημεν ταύτην ποτέ, μὴ δὲ γένοιτο. ἀλλ᾽ ἕως μὲν, ὡς ἔφην, περιῆν τῷ βίῳ, οὐκ ἠνεσχόμεθα τὸν ἄκοον θρόνον ἀπολαβεῖν, καίτοι πολλῶν ὄντων τῶν εἰς τοῦτο οὐ μόνον προτρεπομένων, ἀλλὰ καὶ ἀνάγκην ἐπαγόντων· καὶ τὸ μεῖζον πάντων, ἡ αἰχμαλωσία, καὶ ὁ διωγμὸς, καὶ ἡ ὑπερορία τῶν ἀδελφῶν καὶ συλλειτουργῶν ἡμῶν. πλὴν τοῦτο οὐχ εἱλόμεθα καταδέξασθαι, ὡς πάντες οἱ συμπαρόντες συνεπίστανται.

Ἡ ἁγία σύνοδος εἶπεν· ἡ ἀλήθεια οὕτως ἔχει.

Φώτιος ὁ ἁγιώτατος πατριάρχης ἔφη· τοὐναντίον δὲ τὴν πρὸς αὐτὸν εἰρήνην πᾶσι τρόποις συσφίγγειν καὶ κρατύνειν διεμηχανώμεθα, ἥτις γέγονεν ἐν τῷ παλατίῳ πρὸς ἡμᾶς παραγεγονότας· ἀλλήλων μὲν τοῖς ποσὶν ἀμφοῖν προσπεσόντων· καὶ εἴτι ἑκατέρῳ πρὸς τὸν ἕτερον διημάρτηται, τῆς συγγνώμης τούτων ἀφ᾽ ἑκατέρου ἀφελομένης. μετὰ τοῦτο νόσῳ κατακλιθέντος, καὶ τὴν ἡμετέραν ἐπιζητήσαντος παρουσίαν, οὐχ ἅπαξ, καὶ δὶς, ἀλλὰ πολλάκις ἐπισκεψόμενος αὐτὸν παρεγενόμην· καὶ ὅσα μὲν ἦν ἐμοὶ δυνατὸν, ἐκείνου τοῦτο ἀξιοῦντος, καταστορέζειν τὴν νόσον συνεβαλόμην. εἴτι δὲ καὶ λόγος παραμυθίας ἐπάγειν ἰσχὺν ἔχει, καὶ τὴν ἀπὸ τούτου προσῆγον αὐτῷ θεραπείαν· ὥστε καὶ πολλὴν αὐτὸν τὰ τελευταία τὴν πρὸς ἡμᾶς πληροφορίαν δεξάμενον, τοὺς οἰκειοτέρους αὐτῷ τῶν ἀνθρώπων εἰς τὰς ἡμετέρας χεῖρας παραθέσθαι· ὡς δὴ μετὰ τὴν ἐκδημίαν ἐκείνου προνοητάς τε καὶ σωτῆρας γενέσθαι, ὃ καὶ θείᾳ γέγονε χάριτι. καὶ οὐδεὶς ἂν μέμψαιτο τῷ αὐτοῦ τὴν ἐκείνου τελευταίαν περὶ αὐτοὺς φροντίδα τε καὶ διοίκησιν. ἐπεὶ δὲ ἐκεῖνος τῶν ἀνθρωπίνων μετέστη, αὐτίκα ὁ φιλόχριστος καὶ μέγας ἡμῶν βασιλεὺς πρῶτα μὲν διά τινων μυστικωτέρων τῆς ἐμῆς ἀπεπειρᾶτο γνώμης, εἶτα δὲ ἐν τῷ φανερῷ διὰ τῶν αὐτοῦ πατρικίων τὰ τῆς αὐτοῦ βουλῆς διεδήλου. ἐπιτιθεὶς, ὡς νῦν μὲν οὐδεμία ἐστὶν ἀφορμὴ, οὐδὲ σκανδάλων τινῶν ὑπολογισμὸς, οὐ δ᾽ ἀθέτησις τῆς μεταξὺ ἀλλήλων εἰρήνης· ὁ τῶν ἐπισκόπων χορὸς ζητεῖ τὴν σὴν ἄνοδον, ἡ τῶν ὑπερορίων ἐλευθερία, οἱ ἀρχιερατικοὶ θρόνοι σύμψηφοι· ἄνελθε εἰς τὸν θρόνον σου, καὶ ποίμαινε τὸ ποίμνιόν σου, ὃ ὁ Χριστὸς ἄνωθεν ἐν σοὶ κατεπίστευσε. τὸ μὲν οὖν βασιλικὸν δήλωμα ἐν τούτοις περιεγράφετο· ἐγὼ δὲ πρὸς τοὺς παραγεγονότας εἶπον· ὅτι μὲν οὐκ ἀναλγήτως ἤνεγκα τὰ συμβεβηκότα πάλαι, οὐκ ἂν τὴν ἐμὴν διαψευσαίμην ἀλήθειαν· πλὴν τὸ μέγα τῶν ἀλγημάτων ἦν, ἡ τῶν ἀρχιερέων Θεοῦ καὶ ἱερέων ταλαιπωρία καὶ φυγὴ ὑπερόριος. γενέσθω οὖν ἐν αὐτοῖς ἅπασιν ἡ πρέπουσα παραμυθία, καὶ ἀνάκλησιν, καὶ τῶν οἰκείων θρόνων ἀποκατάστασιν· ἐρρέτωσαν δὲ καὶ αἱ καθ᾽ ἡμῶν συκοφαντίαι, οὐχ ἡμῶν χάριν, ἀλλ᾽ ἵνα μὴ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ δι᾽ ἐμὲ μῶμος ἐπιτρίβοιτο. ἐγὼ μὲν χρείαν τινὸς οὐκ ἔχω· ἀλλ᾽ ἀντὶ πάντων ἔχω τὸ ἥμερον καὶ τὸ γαληνὸν τῆς τοῦ βασιλέως ἡμῶν τοῦ ἁγίου περὶ ἐμὲ διαθέσεως. ἐπεὶ οὖν ἡ ἀποστολὴ τῶν πατρικίων οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς γενομένη, ἀπεπέμπετο ἄπρακτος, αὐτὸς ἐκεῖνος ὁ φιλάνθρωπος καὶ ἀγαθὸς ἡμῶν βασιλεὺς πρὸς ἡμᾶς παραγεγονὼς πολλοῖς λόγοις τὴν ἀνάγκην ἐπήγαγεν. ἃ μὲν οὖν ἐλαλήθη τότε, καὶ οἷς ἔπεισεν ἡμᾶς κατανεῦσαι, οὐ τοῦ παρόντος λέγειν καιροῦ. πλὴν πάντων συμφωνησάντων καὶ τῶν τριῶν ἀρχιερατικῶν θρόνων ταῖς συνοδικαῖς αὐτῶν ἡμᾶς παρακαλεσάντων ψήφοις· ἔτι δὲ καὶ τῶν ἐμπροτέρων γραμμάτων, ὧν ὁ ἁγιώτατος πάπας Ἰωάννης παραπεμψάμενος πρὸς τὸν φιλόχριστον καὶ ὑψηλὸν βασιλέα ἡμῶν, ἐπὶ πᾶσιν αἰτήσεσιν αὐτοῦ κατανεύειν ὑπισχνουμένων, ἀνήλθομεν εἰς τὸν θρόνον τοῦτον. πρῶτον μὲν ἀφορῶντες εἰς τὸ ἔλεος τοῦ Θεοῦ καὶ τὴν εὐσπλαγχνίαν αὐτοῦ· ἔπειτα δὲ, τ᾽ ἀληθὲς εἰπεῖν, καὶ τῷ παραδόξῳ τῆς μεταβολῆς τῶν γεγονότων ὥσπερ καταπλαγέντες τὸν νοῦν, καὶ θεομαχεῖν τὸ ἀντιλέγειν ἡγούμενοι· δεύτερον δὲ, καὶ εἰς τὴν διάθεσιν τοῦ ἁγιωτάτου πάπα Ἰωάννου, καὶ τὸ φιλάνθρωπον καὶ φιλοδίκαιον· εἰδότες ὅτι χαίρει καὶ στέργει τῇ ἑνώσει τῶν τοῦ Θεοῦ ἐκκλησιῶν καὶ τῇ ὁμονοίᾳ τοῦ χριστιανικοῦ λαοῦ. οὕτω δὴ οὕτω τὰ καθ᾽ ἡμᾶς, ὡς οἱ παρόντες πάντες συνεπίστανται, λέγομεν.

Ἡ ἁγία σύνοδος εἶπεν· οὕτω γέγονεν, ὡς διηγήσατο ὁ τοῦ Θεοῦ ἀρχιερεὺς καὶ ποιμὴν ἡμῶν. καὶ πολλὰς θλίψεις ὑπέμεινεν· ἀλλ᾽ ὁ Θεὸς πάσας διεσκέδασε, καὶ παραδόξως ἀποκατέστησεν ἡμῖν τὸν ἀρχιερέα ἡμῶν.

Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπε· Φλαβιανὸν τὸν Κωνσταντινουπόλεως, Ἰωάννην τὸν Χρυσόστομον, Κύριλλον τῶν Ἱεροσολύμων, καὶ Πολυχρόνιον ὁμοίως, ὡς καὶ ἡ ὑμετέρα ἐπίσταται ἀγιωσύνη, ἡ ἁγία τῶν Ῥωμαίων ἐκκλησία τῶν οἰκείων θρόνων ἀποδιωχθέντας, ἰδίᾳ ἐξουσίᾳ πάλιν ἀποκατέστησε. καὶ ὁ ἅγιος Γρηγόριος ὁ διάλογος τὸν Δαλματίας ἀποδιώξας ἐπίσκοπον διὰ συκοφαντίαν τινὰ, πάλιν εἰς τὸν ἴδιον θρόνον ἀποκατέστησε. καὶ τοῦ πάπα Νικολάου τὸν εὐλαβέστατον Ζαχαρίαν καθελόντος, πάλιν ὁ πάπας Ἀδριανὸς τὸν οἰκεῖον θρόνον ἀπέδωκεν, ὃν καὶ νῦν ὁ ἁγιώτατος πάπας Ἰωάννης βιβλιοθηκάριον ἐποίησεν. οὐκ ἔστιν οὖν οὗτος κατώτερος ἢ τοῦ πάπα Ἀδριανοῦ, ἢ τοῦ πάπα Νικολάου, εἰς τὸ τὰ συμφέροντα τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ οἰκονομεῖν.

Ἡ ἁγία σύνοδος εἶπεν· ἐν τούτῳ γὰρ πλέον δοξάζεται μιμούμενος Χριστὸν τὸν πρῶτον ἀρχιερέα, ὃς ἐλθὼν ἐπὶ γῆς ἔλυσε πάντα σύνδεσμον ἀδικίας, καὶ κατήλλαξε τὸ ἀνθρώπινον γένος, ἐκπεπολεμημένον χρόνοις πολλοῖς, πρὸς τὸν πατέρα αὐτοῦ, ἑνώσας τὰ ἐπίγεια τοῖς οὐρανίοις. οὕτω καὶ αὐτὸς μεσίτης γεγονὼς ἀγαθὸς καὶ χριστομίμητος, προθυμίαν μεγάλην κατεβάλετο καταλλάξαι τῷ οἰκείῳ ἀρχιερεῖ τούς ποτε διάσταντας καὶ πλανηθέντας ἐξ αὐτοῦ. Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπε· τοιαῦτα παραδείγματα ἔχων ὁ ἁγιώτατος πάπας Ἰωάννης ἀπέδωκε τῇ ἁγιωσύνῃ ὑμῶν τὸν οἰκεῖον θρόνον, καὶ ἐναγκαλίζεταί σε ὡς ἀδελφὸν καὶ συλλειτουργὸν, ἀσπαζόμενος καὶ τὴν πρός σε κοινωνίαν. καὶ γνώτω πᾶσα ἐκκλησία, ὅτι ἀδελφὸς εἶ γνήσιος τοῦ οἰκουμενικοῦ πάπα, ὡς οἱ πρὸ ὑμῶν πάντες ὀρθόδοξοι ἀρχιερεῖς τε καὶ ἱερεῖς. Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· χάριν ἀναπέμπομεν τῷ Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, τῷ πρώτῳ καὶ μεγάλῳ ἀρχιερεῖ, καὶ δὴ καὶ τῷ ἁγιωτάτῳ πάπα Ἰωάννῃ, κατὰ πάσης μὲν σχισματικῆς ἱσταμένῳ πλάνης, πᾶσαν δὲ ὁμόνοιαν τῶν ἐκκλησιῶν ἀσπαζομένῳ, καὶ ἀφελόντι τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἀπὸ τοῦ κλήρου τῶν δικαίων.

Καὶ δὴ πάσης τῆς ἱερᾶς συνόδου ἐπὶ τοῖς λαληθεῖσιν ἀσμενισάσης, καὶ εὐφημίας εἰς Φώτιον τὸν ἁγιώτατον πατριάρχην ἀνακηρυξάσης, οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· εἰ δοκεῖ τῇ ὑμετέρᾳ ἁγιωσύνῃ, ἀναγνωσθήτωσαν καὶ αἱ τῶν ἀνατολικῶν θρόνων ἐπιστολαί. ἡ ἁγία σύνοδος εἶπεν· ἀναγνωσθήτωσαν. καὶ δὴ εἰσελθὼν Κοσμᾶς ὁ θεοσεβέστατος πρεσβύτερος καὶ ἀποκρισιάριος Μιχαὴλ τοῦ ἁγιωτάτου πάπα Ἀλεξανδρείας, ἐπιφερόμενος καὶ τὰς δι αὐτοῦ κομισθείσας ἐπιστολὰς, ἐπέδωκε Φωτίῳ τῷ ἁγιωτάτῳ πατριάρχῃ. ἐξ ὧν μίαν λαβὼν Φωτεινὸς ὁ θεοφιλέστατος διάκονος καὶ χαρτοφύλαξ, τὴν πρὸς τὸν εὐσεβέστατον βασιλέα, ἀνέγνω.

Τοῖς θεοπροβλήτοις βασιλεῦσι, Βασιλείῳ, Λέοντι, καὶ Ἀλεξάνδρῳ, Μιχαὴλ ἀρχιεπίσκοπος Ἀλεξανδρείας.

Πᾶσα μὲν ἀνθρώπων διάνοια σοφίᾳ καὶ συνέσει πυκαζομένη, πᾶσά τε γλῶσσα εὔλαλος ὄντως καὶ εὕστροφος, καὶ πρὸς ταχύτητα λόγων πάντα τὸν βίον μελέτην πεποιημένη· νοῦς τε ἀνθρώπων ἀπαθὴς καὶ ἐλεύθερος, καὶ βιωτικῶν φροντίδων ἀμιγὴς καὶ ἀθόλωτος, βασιλέων πραότατε καὶ σοφώτατε, οὐκ ἐξαρκέσουσιν, ἴσμεν σαφῶς, τῷ βουλομένῳ παντὶ τῶν σῶν κατορθωμάτων ἐγκωμιάζειν τὸ μέγεθος, καὶ τοῖς πράγμασιν ἐξισοῦν τὰς εὐφημίας ἐπειγομένῳ. οὐ μόνον ὅτι ἀγρύπνῳ τῷ τῆς ψυχῆς ὄμματι, ἀόκνῳ τε, καὶ ἀκαματῷ ποδὶ ἄνω καὶ κάτω πανταχόσε γῆς καὶ θαλάσσης περινοστῶν, τὰ βάρβαρα καὶ ἔκφυλα ἔθνη, ἃ μὲν δι᾽ ἑαυτοῦ, ἃ δὲ διὰ τῶν σῶν ἀμάχων καὶ ἀνανταγωνίστων ἐκστρατευμάτων ἀνακαθαίρων, πολλὴν ἐντεῦθεν πρυτανεύῃ τῷ ὑπηκόῳ τὴν σωτηρίαν· ὡς καὶ πρὸς ἀγάπην τοῦτο αὐθαίρετον μονιμώτερον ἔχειν αὐτόθεν καὶ ἀσφαλέστερον. οὐ δ᾽ ὅτι ὡς ἱστὸν ἐπ᾽ ὄρους, καὶ ὡς σημαίαν ἐπὶ βουνοῦ, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ῥαθυμίᾳ καὶ ὀλιγωρίᾳ τῶν ὑποβεβασιλευκότων πλανώμενον, καὶ ζητοῦν ἀνάπαυσιν· τοῦτο εὑρὼν καὶ τῆς σῆς ἐπιμελείας δεόμενον, αὐτὸς ἐπὶ τῶν ὤμων τῆς σῆς εὐσπλαγχνίας ἀναλαβὼν, εἰς τόπον χλόης, καὶ ἐφ᾽ ὕδωρ ἀναπαύσεως τῆς σῆς κραταιᾶς ἐπικουρίας κατεσκήνωσας. καὶ πιότατον ἐκ παρειμένου καὶ ἐκλελοιπότος αὖθις ἀπέδειξας. ὡς καὶ ἔχειν πρὸς Θεὸν παρῥησίαν καὶ λέγειν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. καὶ, οὓς ἔδωκάς μοι, ἐφύλαξα. ἀλλ᾽ ὅτι τὸ μέγα καὶ ἀστασίαστον Χριστοῦ σῶμα, τὴν ἐκκλησίαν λέγω, τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, ὑπὲρ οὗ κλίνας οὐρανοὺς κατέβη ὁ ποιμὴν ὁ καλὸς Χριστὸς ὁ Θεὸς, καὶ τὸ ἴδιον αἷμα ἐθελουσίως ἐξέχεε· καὶ τῶν παγίδων ἐκσπάσας τοῦ πονηροῦ, τῷ Θεῷ καὶ πατρὶ δῶρον φέρων προσήγαγε· τοῦτο ὑπὸ φιλαρχίας, εἰπεῖν δὲ μᾶλλον ἐκ βασκανίας καὶ πάλης τοῦ δαίμονος, καὶ ἀνδρῶν τὸν τοῦ Θεοῦ φόβον ἠθετηκότων διασπασθὲν καὶ λελυμασμένον, ὡς ἄλλον ἄλλης δόξης ἀντέχεσθαι, μὴ φέρων ὁρᾷν· αὖθις εἰς μίαν σύμπνοιαν καὶ θέλημα ἓν κατήλλαξάς τε καὶ συνεβίβασας, καὶ εἰς Χριστὸν τὸν ἀρχιποιμένα συνήρμοσας καὶ συντέθεικας. καὶ ἔδειξας σεαυτὸν οὐ μόνον τῶν φθειρομένων, ἀλλὰ καὶ τῶν ἐνεστώτων καὶ μενόντων πλέον ὡς εὐσεβὴς καὶ φιλόθεος ἔχειν τὴν σπουδήν τε καὶ ἐπιμέλειαν. καὶ πλησθῆναι τῶν σῶν καλῶν, οὐ τὴν ὑπὸ Ῥωμαίους μόνον ἀρχὴν, ἀλλὰ σχεδὸν ὅσην ὁ ἥλιος φθάνων ὁρᾷ, καὶ τοῦ οἰκείου φωτὸς φαιδρὰν ἐνίησι τὴν λαμπηδόνα. ἰδοὺ γὰρ καὶ ἡμῖν τοῖς πόρρω που ἀπωκισμένοις τῆς σῆς ἐνθέου γαληνότητος, μετὰ πλείστην ὅσην καὶ χρονίαν διὰ Χριστὸν ἀποδημίαν, ἐπέστη Κοσμᾶς ὁ εὐλαβέστατος μοναχὸς, καὶ πρεσβύτερος, ὁ Μάρκου τοῦ εὐαγγελιστοῦ ζηλωτὴς, καὶ μαθητὴς ἀληθέστατος, εὐαγγελίοις εὐκταίοις καὶ θυμήρεσιν ἀγωγίμοις καὶ ἐφετοῖς ἡμᾶς δεξιούμενος· ὡς ὅτι ἡ παναγία καὶ ὁμοούσιος Τριὰς, ἡ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγοῦσα, καὶ συντηροῦσα ἐν ἡλίοις τρισὶν ὁμοφυέσι καὶ ὁμογνώμοσι, σοὶ τῷ παναγάθῳ βασιλεῖ, καὶ Λέοντι, καὶ Ἀλεξάνδρῳ, τοῖς υἱέσι καὶ ὁμόφροσι τῇ εὐσεβείᾳ, τὸ Ῥωμαϊκὸν φῦλον ἰθύνειν ἐκέλευσε, νίκαις ἀεὶ μεγαλύνουσα, καὶ τοὺς ἀρνητὰς τοῦ παναγίου ὀνόματος αὐτῆς ὑπὸ τοὺς πόδας αὐτῶν τιθεῖσα, τοὺς αὐχένας συμπατεῖσθαι ὑπὸ τῶν τιμίων καὶ ἁγίων ποδῶν αὐτῶν ἐδικαίωσε· ταπεινώσασα εἰς γῆν τὰ φρυάσματα αὐτῶν, καὶ ἀφανίσασα· ἐφ᾽ οἷς ἡσθέντες ἡμεῖς, καὶ τῶν κακῶν περικύκλῳ ἀνιαρῶν ἀναπνεύσαντες, πανάγαθοι καὶ θεόστεπτοι ἡμῶν βασιλεῖς, χεῖρας εἰς οὐρανοὺς ἄραντες ὁμοθυμαδὸν, τῇ ὑπερουσίῳ καὶ παναγίᾳ τριάδι τὴν πρέπουσαν εὐχαριστίαν καὶ κατὰ τοῦτο ἀπονείμαντες, αἰτοῦμεν τὴν αὐτῆς ἀγαθότητα φυλάττειν τὴν βασιλείαν ὑμῶν εἰς αἰῶνα καὶ ἐπ᾽ αἰῶνα, καὶ ἔτι· καὶ ποιῆσαι τὰς ἡμέρας ὑμῶν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ ἐνισχύσαι ὑμᾶς, ὥστε διασκορπίζειν ἔμπροσθεν ὑμῶν καὶ τῶν ἐκστρατευμάτων ὑμῶν ἔθνη τὰ τοὺς πολέμους θέλοντα, χαριζόμενος ὑμῖν μετὰ τῶν ἐπιγείων καὶ τὰ οὐράνια ἀγαθὰ, ἅμα Εὐδοκίᾳ τῇ πανευσεβεστάτῃ Αὐγούστῃ, καὶ τῶν θεοσδότων κλάδων αὐτῆς, τῶν Πορφυρογεννήτων, πρεσβευούσης τῆς ὑπεραγίας θεομητρὸς, τῶν θεοειδῶν ἀγγέλων, καὶ πάντων ἁγίων. ἀμήν.

Ἀγαθὸν δὲ γέγονε μέγιστον, δέσποτα, ὅτι τὸ τέκνον ἡμῶν, ὁ πρεσβύτερος Κοσμᾶς, ἐπιστεύθη τὴν διακονίαν ταύτην, ἄνθρωπος ὢν παντοῖος καὶ διαφόρους γλώσσας πεπαιδευμένος, καὶ εἰδὼς πραγμάτων ἀντέχεσθαι, καὶ ἱκανὸς φυλάττειν βασιλέων μυστήρια. καὶ εἰ ἔδοξε τῇ ἐκ Θεοῦ βασιλείᾳ σου, δέσποτα, δέκα μητροπολίτας ἀποστεῖλαι πρὸς τὴν ἀναξιότητα ἡμῶν, οὐκ ἂν οὕτως προετέθημεν εἰς τὴν ἀγάπην τοῦ ἁγιωτάτου Φωτίου καὶ συλλειτουργοῦ ἡμῶν καὶ οἰκουμενικοῦ πατριάρχου. καὶ πολλὰ βιασάμενοι τὸν πρεσβύτερον, Κοσμᾶν σταθῆναι πρὸς ἡμᾶς, διὰ τὰς συνθήκας τὰς πρὸς τὴν βασιλείαν σου καὶ τὸν οἰκουμενικὸν πατριάρχην τὸν ἁγιώτατον Φώτιον, οὐκ ἠδυνήθημεν πεῖσαι, φυλάττειν τὴν ἀλήθειαν ἀκαινοτόμητον σπουδὴν ποιούμενον. ὅτι μηδὲ ὁμοιοῦσθαι Ἰωσὴφ τῷ ἐπαράτῳ ἠβουλήθη, ψευσαμένῳ ἐνώπιον τῆς ἁγίας βασιλείας σου, ὅτι ἀρχιδιάκονός ἐστι τοῦ κυρίου Μιχαὴλ τοῦ πατριάρχου Ἀλεξανδρείας. καὶ μαθὼν ὁ πατριάρχης τὴν κακίαν αὐτοῦ, ἀνεθεμάτισεν αὐτόν. ὁμοίως δὲ καὶ ὁ δυσσεβὴς Ἠλίας, καὶ αὐτὸς τολμήσας ἐξαπατῆσαι τοὺς ὄχλους, καὶ εἰπεῖν ὅτι σύγκελλός ἐστι Σεργίου τοῦ πατριάρχου Ἱεροσολύμων· καὶ ἐλθὼν ὧδε λεπρωθεὶς, τὴν πονηρὰν αὐτοῦ κατέστρεψε ζωήν. καὶ τούτοις ὁμοιωθῆναι ὁ πρεσβύτερος Κοσμᾶς μὴ θέλων, μεῖναι πρὸς ἡμᾶς οὐκ ἠνέχετο. καὶ ταῦτα μὲν ἐν τούτοις. τὸ δὲ κεφάλαιον τῆς ἡμετέρας εὐχαριστίας, καὶ τὸ ὄφλημα τῆς τοσαύτης περιχαρείας, ἔνθεν ἐροῦμεν. ἐπιστώσατο ἡμᾶς ὁ αὐτὸς εὐλαβέστατος Κοσμᾶς ὁ πρεσβύτερος, δέσποτα, ὅτι ἡ κραταιά σου βασιλεία ἀπέδωκε τῇ ἐκκλησίᾳ τὴν δόξαν αὐτῆς· φαμὲν δὴ Φώτιον τὸν ἁγιώτατον πατριάρχην, τὸν φωτοειδῆ καὶ φωτοποιὸν ἄνθρωπον, τῆς ἱερωσύνης τὴν τελειότητα, τὸν γνώμονα τῆς ἀληθείας τὸν ἀδιάστροφον, τῆς ἀρετῆς τὸν κανόνα τὸν εὐθύτατον. τῆς σοφίας τὸ ἐνδιαίτημα, τὸ κειμήλιον τῶν καλῶν τὸ σεβάσμιον, τῆς ἐλεημοσύνης τὴν χεῖρα τὴν διαρκῆ, τῶν ξένων τὸ καταφύγιον· τοῦτον καὶ αὖθις ἐπὶ τὴν λυχνίαν τῆς ἀρχιερωσύνης ἀναβιβάσασα τέθεικε, τοῦ καταυγάζειν λόγοις σοφίας καὶ γνώσεως τῆς ἐκκλησίας τὸ πλήρωμα. τοῦτον γὰρ ἡμεῖς τοιοῦτον ὄντα πρὸς Μιχαὴλ τοῦ ἐν μακαρίᾳ τῇ λήξει παρειληφότες, ἔχομέν τε καὶ ἔχομεν συμποιμένα τε καὶ συλλειτουργὸν, καὶ ἔχειν εὐχόμεθα μέχρι τῆς ἐσχάτης ἡμέρας καὶ ἀναπνοῆς ἡμῶν. καὶ ὅστις οὐ κοινωνεῖ αὐτῷ, καὶ οὐκ ἀποδέχεται αὐτὸν πατριάρχην ἐννομώτατον, ἔστω ἡ μερὶς αὐτοῦ μετὰ τῶν θεοκτόνων. ἡμεῖς γὰρ παντὶ ἀνδρὶ καὶ πάσῃ ψυχῇ παραινοῦντες συμβουλεύομεν, διὰ τοῦ εὐτελοῦς ἡμῶν γράμματος, καὶ ἐντελλόμεθα κοινωνεῖν τῷ ἀνδρὶ δίχα πάσης κακοβουλίας, καὶ ῥυπαρᾶς συνειδήσεως. ὁ γὰρ αὐτῷ κοινωνῶν, δῆλον ὅτι καὶ ἡμῖν κοινωνεῖ. εἰ δὲ πειραθεῖεν τινές ἀποῤῥῆξαι ἑαυτοὺς τοῦ σώματος τῆς ἐκκλησίας, ἔστωσαν οἱ τοιοῦτοι τῆς Χριστιανῶν ἐλπίδος ἀλλότριοι.

Ἔτι δὲ τοῦτο προσθεῖναι καλὸν, δέσποτα· ὅτι εἰ κλίνοι κύριος ὁ Θεὸς τὴν ἁγίαν σου ψυχὴν, καὶ θελήσειας τινὰ εὐλογίαν ποιῆσαι εἰς τοὺς ἁγίους τόπους τούτους, ὡς καὶ οἱ πρὸ σοῦ βασιλεῖς, μὴ δι᾽ ἄλλου, ἀλλὰ διὰ τοῦ πρεσβυτέρου Κοσμᾶ τὴν τοιαύτην εὐλογίαν ἐξαποστεῖλαι προθυμήθητι, εἰς γὰρ ἄλλον οὗ πληροφορούμεθα. εἰ γὰρ μετ᾽ αὐτοῦ πέμψαι καὶ ἄλλον τινὰ προηρήμεθα, ὑπὸ τοῦ φόβου τῶν ἐθνῶν ἀνεκόπημεν. ὁ δὲ τὰ πάντα δημιουργήσας Θεὸς, καὶ καθιστῶν βασιλεῖς εἰς σωτηρίαν τῶν ὑπὸ χεῖρα, ὁ καί σε τὸν πιστότατον βασιλέα ἀφορίσας ἐκ κοιλίας μητρὸς, καὶ διαδήματι καὶ λίθοις τιμίοις καταστέψας τὴν ἁγίαν σου κεφαλὴν, αὐτὸς κρατῆσαι τῆς χειρὸς τῆς δεξιᾶς σου, καὶ τῶν σῶν υἱῶν καὶ συναυτοκρατόρων· καὶ τῇ ἰδίᾳ βουλῇ ὁδηγήσαι ὑμᾶς, σὺν τῇ θεοστέπτῳ Αὐγούστῃ, καὶ τοῖς πορφυρογεννήτοις, χαριζομένοις ὑμῖν σὺν τοῖς ἐπιγείοις καὶ τὰ οὐράνια. γένοιτο. ἀμὴν.

Καὶ μετὰ τὴν ἀνάγνωσιν τῶν πρὸς τὸν φιλόχριστον ἡμῶν βασιλέα γραμμάτων, ἡ ἁγία σύνοδος ἐξεβόησεν· ἤδειμεν ἡμεῖς, ὡς οἱ τῆς ἀνατολῆς θρόνοι οὐδέποτε διέστησαν τῆς τοῦ ἁγιωτάτου πατριάρχου Φωτίου κοινωνίας. διὸ καὶ τὴν παρ᾽ αὐτῶν προενεχθεῖσαν ψῆφον, καὶ νῦν δὲ ἐπικυρωθεῖσαν ἀσμένως ἀποδεχόμενοι, τοὺς μὴ οὕτω φρονοῦντας ὡς ἀλλοτρίους Θεοῦ ἡγούμεθα. πλὴν ἀκουσόμεθα καὶ τὴν πρὸς τὸν ἁγιώτατον ἡμῶν πατριάρχην ἐπιστολήν. καὶ λαβὼν Πέτρος ὁ θεοφιλέστατος διάκονος καὶ πρωτονοτάριος, ἀνέγνω.

Τῷ τρισμακαρίστῳ συλλειτουργῷ ἡμῶν Φωτίῳ πατριάρχῃ Κωνσταντινουπόλεως, Μιχαὴλ ὁ Ἀλεξανδρείας.

Καὶ λόγοις ἀνέμβατον, καὶ λογισμοῖς ἀνέφικτον, τὸ μεγαλεῖον τῆς τοῦ μεγάλου ποιμένος Χριστοῦ ἀγαθότητος, ἀτρεκῶς οἶδε πᾶσα φιλόθεος ψυχή· ὅτι τε καθ᾽ ἦμαρ καὶ κατὰ μῆνας καὶ κατὰ πᾶσαν λυκαβάντων κυκλικὴν περίοδον ἐπικουρεῖ καὶ οἰκονομεῖ τὸ πλάσμα τῶν ἰδίων αὐτοῦ χειρῶν, καὶ τὰς ἐκκλησιαζομένας αὐτοῦ χριστιανῶν συναγωγὰς θεραπεύει καὶ ἀγαθοποιεῖ, καὶ τοὺς ὀδυνωμένους παραμυθεῖται, καὶ τοὺς ἱδρυμένους οὐ θέλει καταπεσεῖν. ἀντὶ τούτων πάντων οὐκ ἀρκοῦμεν ἐξαγορεύειν τῆς χρηστότητος αὐτοῦ τὸ ὑπερκείμενον μέγεθος. καὶ γὰρ ἀπὸ τῶν φίλων ἡμῖν λογίων τῆς σῆς τελεταρχικωτάτης ἱερωσύνης ταῦτα ἐνηκουτισμένοι ὥσπερ πατρικὸν κλῆρον τοῦ πρὸ ἡμῶν τὴν τελεταρχικωτάτην ἱερωσύνην ποθήσαντες, καὶ ἡμεῖς τὰ αὐτά σοι συνανυμνοῦμεν τὸ θεῖον, καὶ εὐχαριστοῦμεν διὰ σοῦ τὰ εἰς σὲ φθάσαντα τῆς αὐτοῦ ἀγαθότητος τεχνουργήματα. πάντα γὰρ ἀναδιδαχθέντες παρὰ τοῦ ἡμετέρου Κοσμᾶ τοῦ πρεσβυτέρου τὰ περὶ σὲ, τῆς μὲν ἐπικρατούσης ἡμῶν τὴν ζωὴν ταλαιπωρίας ἀπὸ τῶν κύκλῳ μικρὸν ἀνεπνεύσαμεν, ἀντὶ χαρᾶς ἄλλης τὴν σὴν ἡγησάμενοι χαράν· ἀλλ᾽ ὥσπερ ἐν ἡμῖν γέγονεν, οὕτω καὶ ἐν ὑμῖν γενέσθαι παρακαλοῦμεν· ἵνα τῆς χαρᾶς ἐπιγενομένης ἀμνημονήσῃς τῶν συμβεβηκότων σοι λυπηρῶν.

Ἐπιστώσατο γὰρ ἡμᾶς ὁ ἐπιστοληφόρος Κοσμᾶς, ὅτι μετὰ τῶν ἄλλων αὐτοῦ ἀγαθῶν ὁ κράτιστος αὐτοκράτωρ μιμητὴς ὑπάρχων τοῦ χαρισαμένου αὐτῷ τὴν βασιλείαν, ἀπέδωκεν ὡς ἴδιον κόσμον τῇ νύμφῃ Χριστοῦ ἐκκλησίᾳ, καὶ εἰρήνην ἐβράβευσεν, ἐν αὐτῇ πᾶσαν λύσσαν αἱρετικὴν καὶ σχισματικὴν ἀποδιώξας, καὶ τοὺς ἐν μακρᾷ ταλαιπωρίᾳ παραμυθησάμενος· καὶ τὴν ὀλιγοψυχίαν ἐξορίσας, εἰς ἓν συνήγαγεν ἅπαντας. καὶ τίς οὐκ ἐπαινέσει τὸ τοιοῦτον ἔργον ἀληθῶς εἶναι βασιλικώτατον, φωτώνυμε καὶ φωτοέργε, καὶ τῆς ἐκκλησίας Θεοῦ ἀρχιποίμην; σὺ γὰρ ὄντως ὁ φωτοποιὸς ἄνθρωπος, ὁ τῆς ἱερωσύνης τελειωτὴς, ὁ γνώμων τῆς ἀληθείας, ὁ ἀδιάστροφος τῆς ἀρετῆς κανὼν, τὸ τῆς γνώσεως καὶ τῆς σοφίας ἐνδιαίτημα, ὁ κειμήλιον τὸ σεβάσμιον, τῆς ἐλεημοσύνης ἡ χεὶρ ἡ διαρκὴς, τῶν ξένων τὸ καταφύγιον, τῶν ἐν συμφοραῖς ἡ παράκλησις, τὸ πάντων τῶν καλῶν καταγώγιον. τοιοῦτον γὰρ σε ὄντα καὶ αὖθις ἐπὶ τὴν λυχνίαν τῆς ἱερωσύνης ἀναβιβάσας διὰ τοῦ θεράποντος αὐτοῦ βασιλέως ὁ Θεὸς, ἰάσατο τὰ τῆς ἐκκλησίας αὐτῆς συντρήμματα. καταυγάζεις γὰρ λόγοις σοφίας καὶ γνώσεως ταύτης τὸ πλήρωμα. καὶ γὰρ καὶ ἡμεῖς τοιοῦτον ὄντα σε πρὸς Μίχαὴλ τοῦ ἐν μακαρίᾳ τῇ λήξει, πρὸ ἡμῶν τὸν τοῦ παμμακαρίστου Μάρκου τοῦ εὐαγγελιστοῦ ἰθύνοντος θρόνον, παρειληφότες, ἔχομεν καὶ ποιμένα καὶ συλλειτουργὸν, καὶ ἔχειν εὐχόμεθα μέχρι τῆς ἐσχάτης ἡμέρας καὶ ἀναπνοῆς ἡμῶν· καὶ πᾶσι δὲ τοῖς εἰκαίως σκανδαλιζομένοις ἐπὶ τῇ ἀρχιερωσύνῃ ἐξασφαλιζόμεθα, καὶ λαμπρᾷ τῇ φωνῇ κηρύττομεν, ἅπερ ἐνώπιον τῆς καθ᾽ ἡμᾶς συνόδου ἐξεθέμεθα, συναθροισθέντων δηλονότι τῶν ἄγχιστα ἡμῶν μητροπολιτῶν καὶ ἐπισκόπων, ὅσους ἡ ταλαιπωρία ἡμῶν τέως ἠδυνήθη συναγαγεῖν· λέγω δὴ τοὺς περὶ Ζαχαρίαν Ταμιανθίου, καὶ Ἰάκωβον Βαβυλῶνος, Στέφανον Θηβῶν, καὶ Θεόφιλον Βάρη, ἐκκρίτους μητροπολίτας, σὺν καὶ ἑτέροις ἐπισκόποις οὐκ ὀλίγοις. ἅπερ οὖν ἐπὶ τῆς καθ᾽ ἡμᾶς συνόδου ταύτης ἐξεφωνήθη, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, ταῦτα εἰσί. παραινοῦμεν παντὶ ἀνδρὶ, καὶ πάσῃ ψυχῇ, καὶ συμβουλεύομεν, καὶ ἐγγράφως, καὶ ἀγράφως ἐντελλόμενοι, κοινωνεῖν ὑμῖν, δίχα πάσης κακοβουλίας καὶ δυστροπίας καὶ ῥυπαρᾶς συνειδήσεως. καὶ γὰρ ὁ ὑμῖν κοινωνῶν, δῆλον ὅτι καὶ ἡμῖν κοινωνεῖ. εἰ δὲ πειραθεῖεν τινὲς ἀποσχίσαι ἑαυτοὺς τῆς ἁγιωτάτης σου ἐκκλησίας, ἥτις ἐστι σῶμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔστωσαν οὗτοι τῆς χριστιανῶν ἐλπίδος ἀλλότριοι. καὶ εἴτις οὐ κοινωνεῖ σοι, καὶ οὐκ ἀποδέχεταί σε, πατριάρχην εὐδοκίᾳ Θεοῦ προκεχειρισμένον, ἔστω ἡ μερὶς αὐτοῦ μετὰ τῶν θεοκτόνων. ἔτι δὲ καὶ ἐπ᾽ ὄρους ἀναβὰς, ὑψώσω τὴν φωνὴν ἐνώπιον ἁπάντων τῶν ἀκουόντων. ὁ μὴ κοινωνῶν τῷ ἁγιωτάτῳ Φωτίῳ πατριάρχῃ τῆς βασιλίδος Κωνσταντινουπόλεως καὶ συλλειτουργῷ ἡμῶν, ἀνάθεμα καὶ κατάθεμα ἔστω ἀπὸ τῆς ἁγίας καὶ ζωαρχικῆς Τριάδος· ὁ ἀποβαλλόμενος τὴν χειροτονίαν Φωτίου τοῦ συλλειτουργοῦ ἡμῶν, μὴ σχῇ μέρος μηδὲ κοινωνίαν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. ὁ διστάζων τῇ προχειρίσει Φωτίου τοῦ πατριάρχου, ἀλλότριος ἔστω καὶ ἀπόβλητος τοῦ Θεοῦ καὶ πατρός. ὁ κατηγορῶν Φωτίου τοῦ ἀρχιερέως Θεοῦ, ἕνεκεν προχειρίσεως καὶ χειροτονίας αὐτοῦ, ἐπιπέσει ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος· καὶ λεπρωθείη ὡς Νεεμὰν ὁ Σύρος· καὶ κληρονομήσει τὴν κατάραν τοῦ ἀδελφοκτόνου Κάϊν· καὶ ἔστω κλονούμενος καὶ τρέμων ἐπὶ τῆς γῆς.

Ἡμεῖς δὲ, ὦ ἱεροκεφαλὴ, καὶ ἀρχιποίμην τῶν λογικῶν προβάτων τοῦ Χριστοῦ, ἀκολούθως τῷ πρὸ ἡμῶν τῆς Ἀλεξανδρείας ἱεραρχήσαντι μακαρίτῃ Μιχαὴλ, καὶ συναινοῦμεν καὶ συνευδοκοῦμέν σοι ἐν πᾶσι, καὶ ἀποδεχόμεθά σου τὴν ἀρχιερατικὴν τελειότητα, καὶ τετυπωμένον ἔχομεν τὸ ὄνομα σου ἐν τοῖς ἱεροῖς διπτύχοις μέχρι αἰῶνος. χαρίσαιτο οὖν Θεός σοι τὸν θῶκόν σου χρόνοις μακροῖς, καὶ ἑνώσαι τὰς ἐκκλησίας σου ἐν ταῖς ἡμέραις σου, καὶ διασκεδάσαι τὰς βουλὰς τῶν κατ᾽ αὐτῶν πονηρὰ βουλομένων. καὶ χαρίσαιτό σοι κύριος ὁ Θεὸς μακρότητα ἡμερῶν, ὑποταγὴν, ὑπακοὴν, διδαχὴν, καθαριότητα, ἁγνείαν, καὶ χάριν. αὐτὸς γὰρ καθιστᾷ ποιμένας εἰς σωτηρίαν τῶν ὑπὸ χεῖρα. ὁ καὶ σὲ τὸν ἀρχιποιμένα καὶ ἱεράρχην ἀφορίσας ἐκ κοιλίας μητρὸς σου. αὐτὸς οὖν κρατήσαι τῆς χειρὸς τῆς δεξιᾶς σου, καὶ ἐν τῇ βουλῇ αὐτοῦ ὁδηγήσαι σε, καὶ δοξάσαι σε. οἱ δὲ κατὰ σοῦ λυσσήσαντες, ἀδελφὲ καὶ συλλειτουργὲ ἡμῶν, Ἠλίας, φημὶ, καὶ Ἰωσὴφ ὁ μάταιος, ἐναπέθανον τῇ ἀνοσιουργῷ γνώμῃ αὐτῶν θάνατον αἰώνιον· τῆς θείας, οἶμαι, δίκης αὐτὸν ἐπεξελθούσης, [ὡς ἐρωτῶν ἀναμαθεῖν δυνήσῃ.] ἐπειδὴ τοῦ οἰκείου σφάλματος οὐκ ἤτησαν συγγνώμην. ὁ δὲ ἕτερος αὐτῶν Θωμᾶς ὁ Βηρυταῖος ἐπέγνω τὸ πταῖσμα ἑαυτοῦ, καὶ αἰτήσαντα συγγνώμην κατηξιώσαμεν αὐτὸν συγχωρήσεως. ὑπὲρ οὗ καὶ νῦν πρεσβεῦσαι παρεκλήθημεν πρὸς τὴν σὴν ἀδελφότητα, μεσίτας ἡμᾶς τοῦ ἀνδρὸς ἑαυτοῦ προβαλλομένου, ἀμνημονῆσαι σοῦ τὴν ἔνθεον γνώμην τῶν παρ᾽ αὐτοῦ εἰς σὲ ποτὲ πεπαρῳνημένων, ὡς αὐτὴ ἡ τοῦ ἀνδρὸς πρεσβευτικὴ μετάνοια δηλοῖ. ἣν ταῖς παρούσαις ἡμῶν συλλαβαῖς ὑπετάξαμεν.

Τὰ δὲ ἀποσταλέντα ἡμῖν παρὰ τῆς σῆς περιβοήτου ἁγιότητος διὰ τοῦ πολλάκις ῥηθέντος μαθητοῦ ἡμῶν ἱερατικὰ, κατὰ τὴν ποιότητα ἥνπερ ἐσήμανας, ἀπεδεξάμεθα. γένοιτό σοι κύριος ὁ Θεὸς ὁ φιλέτης ὑπὲρ τῆς τοιαύτης διακονίας. γίνωσκε γὰρ, ἀδελφὲ, ὅτι τῷ πλείστῳ μέρει τὸν ἅδην οἰκοῦμεν, ζῶντες ὡς οἱ νεκροὶ, διὰ τὴν τῆς τυραννίδος ἐπικράτειαν. εἰ γὰρ καὶ λόγῳ διαγράψαι τὰς καθεκάστην συμφορὰς βουληθείημεν, οὐκ ἰσχύσομεν. πλὴν τέως κἂν μικρὰ τινὰ διηγούμενοι, τῷ καὶ ἑτέρους ἔχειν συνίστορας τῶν καθ᾽ ἡμᾶς συμφορῶν τῆς πλείστης ὀδύνης κουφιζόμεθα. ἑνὶ γὰρ μόνῳ εἰπεῖν ἀληθῶς καὶ ζῶμεν καὶ ἀναπνέομεν Χριστῷ, τῷ καθεκάστην ἐπιῤῥωνύντι καὶ ἀνδρειοῦντι, ἀνθίστασθαι γενναίως κατὰ πάντων ἐπιπιπτόντων ἡμῖν κακῶν· τοῖς δὲ ἄλλοις ἅπασι μικροῦ λείποντος ἀποτεθνήκαμεν. καὶ εἴποτε εὐάρεστον τῇ σῇ ἁγιωσύνῃ γένηται εὐλογίαν ἀποστεῖλαι ἐν τοῖς ἁγίοις τόποις τούτοις, ὡς καὶ οἱ πρὸ σοῦ ἱεράρχαι· μὴ διὰ τῶν τυχόντων, ἀλλ᾽ ἢ διὰ τοῦ πρεσβυτέρου Κοσμᾶ, ἢ διὰ τοιούτου πιστοῦ τινὸς τὴν εὐλογίαν ἐξαποστεῖλαι προθυμήθητι. ἠβουλήθημεν δὲ πέμψαι σὺν αὐτῷ καὶ ἕτερον ἀποκρισιάριον ἡμῶν, ἀλλὰ διὰ τὸν φόβον τῶν ἐθνῶν ἐκωλύθημεν. θέλοντος δὲ καὶ αὐτοῦ πάλιν ὑποστρέψαι πρὸς ἡμᾶς, εὐδοκησάτω ἡ ἁγιωσύνη σου ἀκώλυτον αὐτὸν γενέσθαι.

Ἐμάθομεν δὲ διὰ στόματος αὐτοῦ τὰς ἀρετὰς τῶν ἀνάκτων. ὡς εἰσὶ συμπαθεῖς, ἐλεήμονες, σεμνοὶ, φιλόξενοι, φιλομόναχοι, πραεῖς, εἰρηνικοὶ, πάσας τὰς ἡμέρας αὐτῶν ἐν νηστείᾳ καὶ ἀγρυπνίᾳ καὶ καθαρότητι ἀναλίσκουσι· καὶ ὑπὲρ τούτων ἁπάντων τεθαυμάκαμεν καὶ ὑπερυψώσαμεν αὐτοὺς, καὶ τρεῖς ὑπὲρ αὐτῶν συνάξεις πεποιήκαμεν, καὶ τῷ Θεῷ δεήσεις καὶ ἱκετηρίας προσηνέγκαμεν, ὑπὲρ τῶν ἀνδραγαθημάτων αὐτῶν. περισσοτέρως δὲ Θεὸς παράσχοι αὐτοῖς τὰ ἀγαθὰ, καὶ φυλάξαι τὴν βασιλείαν αὐτῶν αἰωνίζουσαν, καὶ σὺν τοῖς ἐπιγείοις ἀγαθοῖς χαρίσαιτο αὐτοῖς καὶ τὴν βασιλείαν τὴν οὐράνιον, καὶ ποιήσαι τὰς ἡμέρας αὐτῶν, ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, διασκορπίζων ἔμπροσθεν αὐτῶν ἔθνη τὰ τοὺς πολέμους θέλοντα, ἀποδιδοὺς αὐτοῖς τοὺς ὅρους τῆς βασιλείας αὐτῶν, καὶ καταβάλει τὰ ἔθνη ὑποκάτω τῶν ποδῶν αὐτῶν· καὶ χαρίσαιτο αὐτοῖς κύριος ὁ Θεὸς μακροημέρευσιν, ὑγείαν, κατάπτωσιν πάντων τῶν ἐθνῶν, λιταῖς τοῖς θεόμητρος καὶ πάντων τῶν ἁγίων, καὶ δι᾽ εὐχῶν τοῦ ἁγίου πατρὸς ἡμῶν Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ.

Καὶ μετὰ τὴν συμπλήρωσιν τῆς ἐπιστολῆς ἡ ἁγία σύνοδος εἶπε· τὸ μὲν ἡμέτερον φρόνημα ὅπερ εἰς Φώτιον τὸν ἁγιώτατον ἡμῶν πατριάρχην ἔχομεν, πολλάκις φανερὸν πεποιήκαμεν· μᾶλλον δὲ αὐτοῖς ἔργοις ἐβεβαιώσαμεν. καὶ τοὺς μὴ οὕτω φρονοῦντας, ἀποβλήτους καὶ κατακεκριμένους ἔχομεν. ἐπειδὴ δὲ ἡ ἐπιστολὴ Μιχαήλ τοῦ ἁγιωτάτου πάπα Ἀλεξανδρείας μετάνοιαν τοῦ Τυρίων προέδρου Θωμᾶ ἐμνημόνευσεν, ἀκουσώμεθα καὶ αὐτῆς. Φωτεινὸς ὁ χαρτοφύλαξ ἀνέγνω.

Πρᾳότατε τοῦ Θεοῦ ἀρχιερεῦ καὶ γαληνότατε. τὸ μηδὲν ἁμαρτεῖν Θεοῦ ἐστι μόνου, καὶ τῆς πρώτης καὶ ἀνάρχου φύσεως· τὸ δὲ ἁμαρτάνοντας ἐπιστρέφεσθαι, καὶ ὁμολογίᾳ τοῦ πταίσματος εἰς διόρθωσιν ἐπανάγεσθαι, ἀνθρώπων, ἀλλ᾽ ἐπιεικῶν καὶ φοβουμένων τόν κύριον ἰδιώτατον. ἐγὼ γοῦν ὁ μάταιος καὶ ἠλίθιος. ὡς ἡ ὑμετέρα ἁγιότης μᾶλλον ἐπίσταται, Ἠλίᾳ καὶ Ἰωσὴφ ἀνδράσι βεβήλοις καὶ ἀπατεῶσι καταπεισθεὶς. ἀμφοτέραις ἐχώλανα ταῖς ἰγνύαις, μακρὰν τῆς εὐθείας σὺν αὐτοῖς ἀποσκιρτήσας. καὶ πολλὰ τῇ ἀληθείᾳ ἐξυλακτήσαντες, καὶ κατὰ σοῦ τοῦ ἀρχιερέως Θεοῦ, μέγιστε πνευματιάρχα Φώτιε, ἐξαμαρτήσαντες. διὸ καὶ ἀμφότεροι δίκας ἀξίας τῆς οἰκείας φρενολαβείας εἰσπραχθέντες παρὰ τῆς δίκης. ἄλλος ἄλλῳ πονηρῷ τέλει τὴν ἑαυτῶν κατέστρεψεν ἐχθίστην ζωήν. ὁ μὲν γὰρ λέπρᾳ ἀθεραπεύτῳ ἀπέῤῥηξε τὴν ζωήν. Ἰωσὴφ δὲ ὑπόδικος τῷ πράκτορι γεγενημένος, καὶ πληγαῖς ἀνηκέστοις βεβιασμένος, καὶ μικράς τινας καὶ πονηρὰς ἡμέρας ἐπιβιοὺς καὶ αὐτὸς διαπνεύσας ἔστη, τοῦ παραχάραττον τὴν εὐσέβειαν, καὶ καταλαλῶν κατὰ τοῦ δικαίου ἀδικίαν· ἴσον δὲ εἰπεῖν καὶ κατὰ τοῦ Θεοῦ τοῦ ποιήσαντος. ἐγὼ δὲ μόνος ἀνοχῇ Θεοῦ τοῦ μὴ βουλομένου τὸν θάνατον τοῦ ἁμαρτωλοῦ περιλειφθεὶς, ἀνέπτυξα τὴν οἰκείαν συνείδησιν, καὶ ζητῶ τοῦ σφάλματος τὴν ἰατρείαν. καὶ αὕτη μὲν ἡ τοῦ τῆς Τύρου Θωμᾶ μετάνοια, ἣν καὶ πρὸς ἡμᾶς μετὰ συντριμμοῦ καρδίας ἐποιήσατο. δεχθήτω οὖν καὶ παρὰ τῆς σῆς ἀδελφικῆς ἀγάπης, ὡς καὶ παρὰ ἡμῶν. ὀφείλομεν γὰρ τοὺς μετανοοῦντας καὶ δέχεσθαι, καὶ ἀποδέχεσθαι. ἡ χάρις τοῦ κυρίου διαφυλάξαι τὴν σὴν ἀρχιερατικὴν ἀδελφότητα, καὶ κατευοδῶσαι τὰ ἔργα τῶν χειρῶν σου, καὶ ἀποδῴη σοι τὰ ἀγαθὰ, ἀντιμισθίαν τῶν εἰς ἡμᾶς εὐεργεσιῶν. πρεσβείαις τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Μάρκου. ἀμήν.

Καὶ μετὰ τὴν ἀνάγνωσιν, ἡ ἁγία σύνοδος ἐξεβόησε· γένοιτο· ἀμήν. καὶ κατευθύναι κύριος τὴν ἀμώμητον ἀρχιερωσύνην Φωτίου τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου. καὶ ἀντὶ τοῦ μεγίστου κατορθώματος τούτου τῆς κοινῆς εἰρήνης, συμμέτοχον τῆς αὐτοῦ δόξης, ὡς ἄξιον, ἡ αὐτοειρήνη ὁ Θεὸς ἡμῶν ἀναδείξαι. ἔδει γὰρ τὸ περιβόητον ἀγαθὸν τοῦτο ἐπὶ τῆς κραταιᾶς βασιλείας τοῦ εὐσεβεστάτου καὶ εἰρηνοποιοῦ βασιλέως ἡμῶν γενέσθαι, διὰ τῆς συμπαθείας τοῦ ἁγιωτάτου καὶ μεγίστου ἡμῶν ἀρχιερέως τοῦ τὴν ἀσθένειαν ἡμῶν χριστομιμήτως ἀναλαβομένου, καὶ τὰ εἰς αὐτὸν ὀλισθήματα ἡμῶν χρηστότητι τρόπων καὶ πατρικῇ στοργῇ εὐμενῶς συγχωρήσαντος. ἐπειδὴ τοίνυν οὐδενὶ τῶν πάντων θύραν μετανοίας ἀπέκλεισεν, ἀλλ᾽ ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ ὡς οἰκεῖα τέκνα προσεδέξατο, παρακαλοῦμεν καὶ περὶ Θωμᾶ τοῦ Τυρίων προέδρου. συγγνώμην αἰτουμένου τοῦ παραπτώματος, ἀφεῖναι, καὶ τῆς μετὰ πάντων συγχωρήσεως ἀξιῶσαι.

Οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· τὸ μὲν ἀποκλείειν τὴν μετάνοιαν τοῖς εἰλικρινῶς ἐπιστρέφουσιν οὐδὲ ἡμεῖς ἀποτρέπομεν. μὴ γένοιτο. ἐπειδή δὲ τὸ ἁμάρτημα χαλεπὸν κατανοοῦμεν, καὶ πρὸς Θεόν τὴν ὕβριν ἀναφερομένην, ἀνατίθεμεν τοῦτο τῷ ἁγιωτάτῳ καὶ οἰκουμενικῷ πάπα Ἰωάννῃ, καὶ τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιησάτω· ἡ ἁγία σύνοδος εἶπεν· εἰς Θεὸν μὲν οἴδαμεν ὅτι ἀνατρέχει τὸ ἀμάρτημα· πλὴν, κατὰ πρῶτον λόγον, εἰς τὸν ἀρχιερέα ἡμῶν ἐγένετο· καὶ αὐτὸς πρὸ πάντων μᾶλλον, διὰ τὸ εἰς αὐτὸν γενέσθαι τὸ ἁμάρτημα, τὴν ἐξουσίαν ἔχει τοῦ λῦσαι αὐτόν.

Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ὅσον τὸ ἐφ᾽ ἡμῖν, ἀδελφοί, μάλιστα δὲ ὅτι καὶ οἱ τῆς ἀνατολῆς ἀρχιερατικοὶ θρόνοι τὴν δέησιν ὑπὲρ αὐτοῦ ἐποιήσαντο, λελυμένον αὐτὸν ἀπὸ τοῦ εἰς ἡμᾶς παραπτώματος καὶ πλημμελήματος ἔχομεν. εἰ δὲ καὶ ὁ ἁγιώτατος πάπας Ῥώμης Ἰωάννης ὁ πνευματικὸς ἀδελφὸς καὶ συλλειτουργὸς καὶ πατὴρ ἡμῶν συνεπιψηφεῖται τῇ λύσει τούτου, ἄμεινον.

οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· οὐδὲ ἐν τούτῳ ὁ ἁγιώτατος καὶ οἰκουμενικὸς πάπας Ἰωάννης ἔχει πρὸς τὴν ὑμετέραν ἁγιωσύνην διαφρονῆσαι, ἀλλὰ κἂν τούτῳ τὴν ἡμετέραν ψῆφον ἐπικυρῶσαι ἔχει.

Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· τὰ ἀπὸ τοῦ ἁγιωτάτου πατριάρχου Ἱεροσολύμων Θεοδοσίου σταλέντα γράμματα δι᾽ Ἀνδρέου τοῦ εὐλαβεστάτου μοναχοῦ, καὶ γνησίου ἀδελφοῦ Ἠλία τοῦ ὁσιωτάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ, εἰ καὶ ἐν ταῖς ἐμπρότερον συνελεύσεσιν ἀνεγνώσθησαν· καὶ οἱ πλείους τῶν νυνὶ παρόντων ἀκροαταὶ τῆς τούτων διδασκαλίας καὶ παραινέσεως γεγόνασιν· ἀλλ᾽ οὖν, εἰ δοκεῖ τῇ ὑμῶν ἁγιότητι, ἐνταττέσθωσαν κἀκεῖνα τοῖς νυνὶ πραττομένοις. οἱ ἁγιώτατοι τοποτηρηταὶ εἶπον· δίκαιόν ἐστιν ἐνταγῆναι τῇ πράξει ταύτῃ τὰ τοῦ ἁγιωτάτου πατριάρχου Ἱεροσολύμων γράμματα. ἵνα πανταχόθεν ἡ τῆς ἀληθείας βεβαίωσις ἀκριβεστέρα τε καὶ τελειοτέρα πᾶσι φαίνηται. καὶ λαβὼν τὴν προκομιζομένην ἐπιστολὴν Φωτεινὸς ὁ ῥηθεὶς χαρτοφύλαξ ἀνέγνω, περιέχουσαν, οὕτως.

Θεολέκτῳ, ὁσίῳ, καὶ ἀοιδίμῳ συλλειτουργῷ ἡμῶν κυρίῳ Φωτίῳ πατριάρχῃ Κωνσταντινουπόλεως, Θεοδόσιος ἐλάχιστος πατριάρχης Ἱεροσολύμων, χαίρειν.

Κατὰ τὴν καρδίαν τοῦ πάντων προνοητοῦ χρηματίσας ὁ θεῖος Δαβὶδ, τὸ συνοῖκες ἐν ὁμονοίᾳ καὶ οἴκῳ Θεοῦ καὶ ἀδελφικῇ διαθέσει δεικνύμενος· κύριος, ἔφησε, κατοικίζει μονοτρόπους ἐν οἴκῳ. ὁ ἐκεῖνον οὖν ἐκ ποιμνίου προβάτων ἐκλεξάμενος προνοίᾳ εἰς βασιλέα τε καὶ προφήτην, ὁ αὐτὸς ἐν τῇ γενεᾷ ἡμῶν εἰς πέρας ἤνεικε τὸ προφητευθέν. χάριτι γὰρ θείᾳ ἡ ἐν ἀσυγκρίτῳ ἁγιότης σου, ὦ θεσπέσιε ἱεράρχα, καὶ τῶν ἐκκλησιῶν βάσις, ἀρετῶν ὁμόνοια, εὐσέβειά τε καὶ ἀδελφικὴ συμφωνία, πανταχοῦ ἐξακούεται βεβαιούμεναι ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ ὑπὸ τῆς σῆς θεοκυβερνήτου ἐπιμελείας καὶ ποιμαντικῆς ἐγρηγορεύσεως, φαιδρυνούσης τε καὶ τερπούσης ἡμῶν τὰς ἀκοὰς, καὶ τῶν κατὰ τόπων ἱερῶν συστημάτων, καὶ παρεχούσης ἀγαλλιάματα τοῖς αὐτῶν προέδροις, καὶ πνευματικὴν κοινὴν εὐφροσύνην ἑορταστικὴν ἐκτελεῖσθαι. ἐπεὶ γὰρ ἓν σῶμά ἐσμεν οἱ πάντες, καὶ ἀλλήλων μέλη, ὅταν ἓν μέλος εὐρωστῇ, μεταδίδοται ἡ ῥῶσις αὐτοῦ καὶ ἐν τοῖς λοιποῖς. καὶ αὖθις ὅταν ἓν μέλος πάσχῃ, ὅλον τὸ σῶμα πάσχει. τοῦτο δὴ συμβαίνει καὶ ἐν τοῖς ψυχικοῖς μέλεσι τοῖς τῆς καθολικῆς ἐκκλησίας συνηρμοσμένοις. καὶ ἡμεῖς οὖν μέρος ὄντες τῆς ἐκκλησίας, εἰ τὸ ἕτερον μέρος ἑτέρως ἔχει, ἀλλ᾽ οὖν συμμετέχομεν τῆς τοῦ πάθους ταυτότητος. τοιγαροῦν, ὦ θεσπέσιε, καὶ τῆς τοῦ Χριστοῦ ἐκκλησίας μέγα πρόβολε, καὶ ἡμῶν τῶν ἐν βρόχοις ὄντων ἀνόμων, καὶ πασχόντων τὰ ἄστεκτα ὑπ᾽ αὐτῶν, ἔν τε ζημιώσεσι προσόδων ἐκκλησιῶν, καὶ ἁρπαγαῖς τῶν προσόντων ἡμῖν εὐτελῶν, προνοοῦ ταῖς εἰς Θεὸν εὐχαῖς καὶ δεήσεσιν, ὦ ἱερὰ κεφαλὴ τοῦ τῆς ἐκκλησίας σώματος, καὶ ὡς πόλις ὢν Θεοῦ ἔμψυχος ὑπὲρ ἑτέρας πόλεως, πρὸς τοὺς εὐσεβεῖς καὶ νεολέκτους μεσιτεύων βασιλεῖς, ἐλεῆσαι καὶ κατοικτειρῆσαι τὴν ἁγίαν ἐκκλησίαν τῆς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως, καὶ τὴν ἁγίαν Σιών· καὶ μὴ ἀποκάμης τούτου ἕνεκεν· ὅτι καιρὸς χαλεπὸς ἐφέστηκεν, ἐφ᾽ ᾧ δέονται ἐλέους. ἱστορῆσαι δὲ καθ᾽ ἓν τὰ εἴδη καὶ τὰ νεμόμενα τοὺς ἐλεεινοὺς ἡμᾶς κακὰ, ἄσεμνον ἡγοῦμαι τῇ ἀκραιφνεστάτῃ ἁγιότητί σου. ὅμως οὖν ἐκ τῆς ἀφορήτου καὶ πολυσχεδοῦς τῶν ἐπικειμένων ἡμῖν ποικίλων κινδύνων συνοχῆς, γοερῶς ἠξιώσαμεν τὸν εὐλαβέστατον μονάζοντα κύριον Ἀνδρέαν, πιστὰ φυλάττοντα ὡς ἄλλος οὐδεὶς, ὁμαίμονα ὄντα τοῦ ὁσίου τοποτηρητοῦ ἡμῶν κυρίου Ἠλία, τοῦ καὶ στυλίτου, τοῦ τῇ ἁγιότητί σου συναθλοῦντος, μέχρι τῆς ὑμῶν ἁγιότητος σκυλῆναι. πρὸς ἐποικοδομὴν μὲν τῶν κανονικῶν κηρυγμάτων, ἀπόπαυσιν δὲ τῶν ἀναφυομένων σκανδάλων. ὃς καὶ σαφῶς διηγήσεται μᾶλλον τὰ καθ᾽ ἡμῶν φθοροποιὰ ἐμπτώματα τῶν ἐθνῶν. διόπερ ἡ θεοκίνητός σου διάθεσις κινηθήτω εἰς οἶκτον ἡμῶν, καὶ παρασχέτω τὴν προσήκουσαν κηδεμονίαν. ἐγὼ δ᾽ ἐκ τῆς ἀνηκέστου ταύτης, ὡς προεῖπον, παρακινηθεὶς βίας, εὐτελές τε γράμμα ἱκετικὸν μετὰ τοῦ προκριθέντος ἐν ἀποστολῇ κυρίου Ἀνδρέου τῷ φιλοικτείρμονι κράτει τῶν ἁγίων βασιλέων ἀνέπεμψα, ἐν ᾧ δηλοῦται συλληπτικῶς τὰ καθ᾽ ἡμῶν πάνδεινα κακά. ἐκλιπαρῶ οὖν τὴν σὴν ἁγιότητα, φιλανθρωπευθῆναι ἡμῖν συμπαθῶς, καὶ συνεργῆσαι τὰ ὑφ᾽ ἡμῶν παρακληθέντα παρὰ τῆς θείας αὐτῶν βασιλείας πέρας λαβεῖν. θαμινῶς οὖν ἐπικούρει ἡμῖν ταῖς ἀμέσοις πρὸς Θεὸν εὐχαῖς τῆς θεολέκτου ἱεραρχίας σου. εἴ τις δὲ οὐ δέχεταί σε, ὁσιώτατε, ἀρχιερέα Θεοῦ, καὶ πατριάρχην τῆς βασιλίδος πόλεως, εἴη ἀνάθεμα ἀπὸ πατρὸς, καὶ υἱοῦ, καὶ ἁγίου πνεύματος, καὶ καθῃρημένος ἀπὸ πάσης ἱερωσύνης. οὕτω γὰρ καὶ ἡ σὺν ἡμῖν ἁγία σύνοδος ὥρισεν.

Ἡ ἁγία σύνοδος εἶπε· τοῖς ὁρισθεῖσι παρὰ τῆς γενομένης συνόδου ὑπὸ τοῦ ἁγιωτάτου πατριάρχου τῆς ἀνατολῆς καὶ ἡμεῖς συμφωνοῦμεν· καὶ εἴτις οὐκ ἀποδέχεται Φώτιον τὸν ἁγιώτατον ἡμῶν πατριάρχην ἐννομώτατον ἀρχιερέα, ἔστω ἀνάθεμα.

Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· εἰ κελεύει ἡ ἁγία σύνοδος ἡμῶν, ἀναγνωσθήτωσαν καὶ τὰ ἀπὸ τοῦ ἁγιωτάτου πατριάρχου Ἀντιοχείας, διὰ Κοσμᾶ τοῦ πρεσβυτέρου νυνὶ γράμματα.

οἱ ἁγιώτατοι τοποτηρηταὶ εἶπον· ἀναγνωσθήτωσαν. προτραπεὶς οὖν Φωτεινὸς ὁ πολλάκις ῥηθεὶς χαρτοφύλαξ ἀνέγνω, περιέχοντα οὕτως.

Τῷ ἁγιωτάτῳ πατριάρχῃ Κωνσταντινουπόλεως, Θεοδόσιος ἁμαρτωλὸς πατριάρχης Ἀντιοχείας.

Ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ὁ ἐλεήμων Θεὸς ἔστω μετὰ σοῦ, πάτερ ἡμῶν, εἰς αἰῶνα τῶν αἰώνων. γνωρίζω σοι, πάτερ ἡμῶν εὐλογημένε, ὅτι ἔφθασεν ἡ ἀγγελία σου ἡ ἀγαθὴ διὰ τοῦ ἀββᾶ Κοσμᾶ, τοῦ μαθητοῦ τοῦ ἀββᾶ Μιχαὴλ, τοῦ πατριάρχου Ἀλεξανδρείας. οὗ χαρίσαιτο ἡμῖν κύριος ὁ Θεὸς τὰς εὐχάς. εὐφράνθην οὖν ἐπὶ τούτῳ μεγάλην εὐφροσύνην, ὅτι ὁ Θεὸς ἤνεγκέ σε εἰς τὸν θρόνον σου, ἤγουν προηγήσατό σου ἐν καλοῖς. καὶ ἀπεδεξάμεθα τὴν ἁγιότητά σου, καὶ ἰδοὺ γέγονας ὡς εἷς ἐξ ἡμῶν καὶ ἐν ἡμῖν. συνέβη δὲ ἡμῖν συμφορὰ παρὰ τοῦ Ἐβιντακλούμ. παρακαλοῦμεν δὲ τὸν Θεὸν, τοῦ ἀποκρούσασθαι τὰς κακώσεις αὐτοῦ. ὅτι ἐζημίωσε τὴν ἐκκλησίαν Ἀντιοχείας χρήματα πολλά. ἀλλὰ διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν ταῦτα πάντα. ὅτε δὲ διέσωσεν ὁ Θεὸς τὸν ἀββᾶν Κοσμᾶν τὸν ἱερέα μέχρις ἡμῶν, ἐχάρημεν. ὅτι ὁ Θεὸς ἐσκέπασεν αὐτὸν ἐν τῇ ὁδῷ αὐτοῦ. καὶ ἐκάλυψε τὰς ἀγγελίας σου καὶ τὰ μανδάτα τοῦ βασιλέως, μέχρις οὗ ἐξεκαλύφθησαν ἡμῖν. ἦν δὲ πρός με ὁ ἀββᾶς Θωμᾶς ὁ μητροπολίτης παραγενόμενος ἐκ Τύρου, ἕνεκεν τοῦ παραμυθήσασθαι ἡμᾶς ἐπὶ τῇ συμφορᾷ τῇ λαχούσῃ ἡμῖν· καὶ ἦλθεν εἰς μετάνοιαν, καὶ ᾐτήσατο συγγνώμην· καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὸν Μιχαὴλ τὸν Ἀλεξανδρείας πρόεδρον ἐξαγορεύων τὸ πταῖσμα αὐτοῦ· καὶ ἵνα γράψωμεν τῇ ἀρχιερωσύνῃ σου ὑπὲρ αὐτοῦ. καὶ αὐτὸς ἐξωμολογήσατο ἐγγράφως. καὶ μὴ κλείσης, πάτερ ἅγιε, τὰ σπλάγχνα σου, καὶ τὸ ἔλεός σου ἐξ αὐτοῦ. δόξα τῷ Θεῷ τῷ ἀναγαγόντι σε εἰς τὸν θρόνον σου· οἱ δὲ τρεῖς θρόνοι τὰ ἰδιόχειρα γεγράφασί σοι, ὅτι ἐδέξαντό σε. καὶ οὐ μόνον νῦν, ἀλλὰ καὶ πάλαι, Θεοῦ εὐδοκίᾳ. καὶ ἰδοὺ λέγομεν καὶ γράφομεν, ὅστις οὐκ ἀποδέχεταί σε πατριάρχην, ἐπικατάρατός ἐστιν ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. φυλάξαι σε ὁ Χριστὸς, πάτερ ἡμῶν ἅγιε, καὶ τὴν ποίμνην σου. καὶ προσθείη σοι δόξαν ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι, λιταῖς τοῦ ἁγίου Πέτρου τοῦ κορυφαίου, καὶ πάντων τῶν μαθητῶν.

Μετὰ δὲ τὴν τοῦ τοιούτου γράμματος ἀνάγνωσιν ἡ ἁγία σύνοδος εἶπεν· ἐλθέτω δὴ καὶ τὸ τοῦ ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν Ἀβραμίου Ἀμιδῶν τε καὶ Σαμοσάτων μητροπολίτου γράμμα, καὶ ἀναγνωσθήτω. λαβὼν οὖν καὶ τοῦτο ἐπὶ χεῖρας ὁ ἀνωτέρω μνημονευθεὶς Φωτεινὸς χαρτοφύλαξ, ἀνέγνω περιέχον οὕτως.

Τῷ ὑπὸ τοῦ ἁγίου πνεύματος ἐλλαμπομένῳ πατρὶ πατέρων κυρίῳ Φωτίῳ πατριάρχῃ Κωνσταντινουπόλεως, Ἀβράμιος ἁμαρτωλὸς, μαθητής σου, μητροπολίτης Ἀμιδῶν τε καὶ Σαμοσάτων Ἀρμενίας.

Μακροημερεῦσαι σε, πνευματικὲ πάτερ ἅγιε, ὁ Θεὸς, καὶ μονίμην τὴν τιμιότητά σου ἀναδείξαι· καὶ ἐκπληρώσειέ σοι τὴν αὐτοῦ θέλησιν, καὶ προσθείη σοι εὐποιῶν τὴν σὴν ἁγιωσύνην· καὶ δωρήσαιτό σοι βίον ἐπιμήκιστον, χαριζόμενός σε τῇ αὐτοῦ ἁγίᾳ ἐκκλησίᾳ, διὰ τῶν εὐπροσδέκτων εὐχῶν σου, τῇ τοῦ ἁγίου πνεύματος ἐνεργείᾳ. γέγραφα πρὸς τὸν ὑπὸ τοῦ ἁγίου πνεύματος κεκαθαρμένον πατέρα ἅγιον κἀγὼ σὺν πάσῃ μου τῇ ποίμνῃ, καὶ βελτίστῃ τῇ ὑπὸ Θεοῦ χορηγουμένῃ μοι διαγωγῇ ὑπάρχων· καὶ ὑπὲρ ταύτης αὐτῷ τῷ Θεῷ δόξα. οὐκ ἐπαυσάμεθα δὲ διερωτῶντες ἀκριβῶς, ἕως ἀνεμάθομεν περὶ τῶν ἀγγελιῶν σου, ὡς ἐκ Θεοῦ ἐποφείλεται ἡμῖν. χαίρομεν οὖν ἐν τῇ χαρᾷ σου, ὡς καὶ ἐν ταῖς λύπαις ἠνιώμεθα. καὶ γὰρ πληροφορούμεθα περὶ τῆς ἁγιότητός σου καὶ πνευματικῆς διαθέσεως, καὶ φιλοπτωχίας, καὶ τῆς τῶν ἀπόρων συμπαθείας. ἐν οἷς τερπόμεθα καὶ ἀγαλλιώμεθα· καὶ παρακαλοῦμεν τὸν φιλόδωρον καὶ ἐλεήμονα Θεὸν, ἐν πολλοῖς σε διαμένειν ἔτεσιν ἐν γενεᾷ ἀγαθῇ, καὶ μεγαλύνειν ἐν περιουσίᾳ τὰς αὐτοῦ ἁγίας ἐκκλησίας τε καὶ μονὰς διὰ τῶν χειρῶν σου· καὶ ἐν ταῖς ἡμέραις σου ἀποδιώξαι ἐξ αὐτῶν πᾶσαν βλάβην καὶ σκάνδαλον· ἐπιστρέψαι τε καὶ πάντα τὰ πεπλανημένα πρὸς τὴν αὐτοῦ ὑπακοὴν, πρεσβ. εἰ τῆς μητροφώτου δεσποίνης ἡμῶν, καὶ τοῦ ἁγίου Ἰωάννου τοῦ Βαπτιστοῦ, καὶ πάντων τῶν ἁγίων. ἀμήν.

Ἀπεστάλη δέ μοι, πάτερ ἅγιε, γράμματα παρὰ τοῦ ἁγίου πατρός ἡμῶν Θεοδοσίου τοῦ πατριάρχου Ἀντιοχείας, μετὰ καὶ γράμματος τοῦ ἀββᾶ Μιχαὴλ τοῦ πάπα Ἀλεξανδρείας διὰ τοῦ ἀββᾶ Κοσμᾶ. περιεῖχον δὲ τὰ γράμματα περὶ τῆς αὐτῶν καὶ τῆς ποίμνης αὐτῶν εἰρηνικῆς διαγωγῆς, ἦν κύριος διατηρήσαι αὐτοῖς τε καὶ ἡμῖν. περιεῖχον δὲ τὰ γράμματα καὶ περὶ Θωμᾶ τοῦ τῆς Τύρου, καὶ Ἠλία, καὶ Ἰωσήφ. τοῦ προσαγορεύσαντος ἑαυτὸν ἐν ᾧ οὐκ ἦν βαθμῷ. πλὴν ὁ Θεὸς ἀνταπέδωκεν αὐτῷ, καθὼς ἦν ἄξιος. καὶ τῷ συμμετόχῳ αὐτοῦ Ἠλίᾳ. ὁ δὲ τῆς Τύρου πρόεδρος ἐξηγόρευσεν αὐτοῦ τὸ πταῖσμα ἐνώπιον τῶν πατριαρχῶν, περὶ τῆς αὐτῶν παραβάσεώς τε καὶ πράξεως· ὁ δὲ Θεὸς αὐτῶν ἐστι κριτής. αὐτὸς ἐκλιπαρεῖ, καὶ αἰτεῖται συγχώρησιν. γενέσθω κριτὴς ὁ Θεὸς τῶν σχισάντων τὴν ἁγίαν αὐτοῦ ἐκκλησίαν. καὶ ἐπισκέψεται ἡμᾶς ἐν ἐλέει, διὰ τῶν ἁγίων εὐχῶν σου.

Ἔγραψαν δὲ πρός με, πάτερ θεσπέσιε, οἱ πατριάρχαι, δηλοῦντές μοι ὅτι πᾶς ὁ μὴ κηρύσσων τὸν κύριον Φώτιον πατριάρχην Κωνσταντινουπόλεως, ἔστω ἀνάθεμα ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. καὶ ἡμεῖς οἱ ταπεινοὶ αὐτῶν μαθηταὶ ἀναθεματίζομεν τῷ αὐτῷ ἀναθέματι, καὶ ἀποδεχόμεθα ὃ αὐτοὶ ἀποδέχονται· εἴ τις οὐκ ἀποδέχεται, λέγοντες, τὸν ἁγιώτατον πατέρα ἡμῶν τὸν κύριον Φώτιον πατριάρχην Κωνσταντινουπόλεως, καὶ κηρύσσει αὐτὸν ἐμφανῶς καὶ πανδημεῖ, εἰ μέν ἐστι μητροπολίτης. ἢ ἐπίσκοπος, ἢ ἄρχων, ἢ ἄλλος τις τοῦ ἐπιλοίπου ἡγεμονικοῦ καὶ ψιλοῦ λαοῦ, ὁ τοιοῦτος γνώτω, ὅτι ὑπὸ ἀνάθεμα ἐστί καὶ ἀφορισμὸν ἐκ τῆς ἐκκλησίας τοῦ Θεοῦ. καὶ ἡ μερὶς αὐτοῦ μετὰ Ἰούδα τοῦ Ἰσκαριώτου. καὶ πᾶς ὁ ἀκούων εἴποι· γένοιτο, γένοιτο. παρακαλοῦμεν τὸν εὐεργετοῦντα τοὺς δούλους αὐτοῦ, εὐεργετῆσαι ἡμῖν τὴν μακροβίωσίν σου. καὶ πληθύναι ὁ Θεὸς τοῦ ἀγαθοῦ βασιλέως τοὺς χρόνους, καὶ τῶν υἱῶν αὐτοῦ· καὶ ἀξιώσαι ἡμᾶς τῆς ἐνδόξου θέας τοῦ προσώπου ὑμῶν· καὶ μεγαλύναι τὸν χριστιανισμὸν ἐν ταῖς ἡμέραις ἡμῶν. ἐκλιπαρῶ δὲ τὸν Θεὸν, πάτερ ἅγιε, διαφυλαχθῆναί σε καὶ σκεπασθῆναι τῇ αὐτοῦ συμπαθείᾳ· ἀποδιωχθῆναί τε ἀπὸ σοῦ πᾶσαν πονηρίαν καὶ σκάνδαλον. καὶ ἐκ τοῦ ἀγαθοῦ βασιλέως, καὶ τῶν τέκνων αὐτοῦ. μεγαλύναι αὐτοὺς κύριος ὁ Θεός. ἄσπασαι σεαυτὸν, πάτερ ἅγιε, τῇ ἠδυτάτῃ εἰρήνῃ καὶ ἀσπασμῷ. ὑπαγορεύομεν δὲ καὶ τῇ θεοφιλεστάτῃ σου ποίμνῃ. καὶ ὅλῳ τῷ κλήρῳ· ἔλεος καὶ εἰρήνη Θεοῦ ἔσται ὑμῖν.

Γνῶθι δὲ, ὦ πανάγιε πάτερ, ὅτι τῷ πνεύματι ἡμῶν ἐν Ἀντιοχείᾳ συνέβη συμφορὰ ἐκ τοῦ Ἐβιντακλούμ. οὐκ ἔνι δὲ ταῦτα διηγήσασθαι τῷ γράμματι. ὁ δὲ ἀββᾶς Κοσμᾶς πάντα διηγήσεται. ὁ πατριάρχης Ἱεροσολύμων ἐκοιμήθη ἐν εἰρήνῃ· χαρίσαιτο ἡμῖν κύριος τὰς εὐχάς αὐτοῦ. διεδέξατο δὲ τὸν θρόνον ὁ ἀββᾶς Ἠλίας ὁ Δαμασκηνός.

Ἡ ἁγία σύνοδος εἶπε· περὶ μὲν τῆς συγχωρήσεως προείπομεν, ὅτι εἰς τὸν ἁγιώτατον ἡμῶν δεσπότην κεῖται ἡ ἐξουσία τοῦ συγχωρεῖν· ἐπειδὴ καὶ πρὸς αὐτὸν προηγουμένως ἐπεγένετο πλημμέλημα. τὰ δὲ σχίσματα τῆς ἐκκλησίας παρεχωρήθη, ὡς ἔοικεν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. ὁ Θεὸς φυλάξαι τὸν δεσπότην ἡμῶν τὸν ἅγιον. ὁ Θεὸς μακροημερεῦσαι αὐτόν· ὅτι πᾶν σκάνδαλον ἐκ τοῦ μέσου ποιησάμενος, καὶ τὰς αἰτίας πάσας καταργήσας τῶν σχισμάτων, τὴν εἰρήνην καὶ ὁμόνοιαν ἡμῖν καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ ἐβράβευσεν.

Οἱ ἁγιώτατοι τοποτηρηταὶ τῶν τῆς ἀνατολῆς ἀρχιερατικῶν θρόνων εἶπον· εἰ μὴ τὰ τραύματα μεγάλα ἐγένοντο, οὐκ ἂν ἡ τοῦ ἰατροῦ ἐθαυμάζετο σοφία καὶ τέχνη. νῦν δὲ ὅσον ὁ πονηρὸς ἠβουλήθη διαρῥῆξαι καὶ τραυματίσαι τὴν ἐκκλησίαν τοῦ Θεοῦ, τοσοῦτον ἡ σοφία καὶ τέχνη τοῦ ἁγιωτάτου ἡμῶν ἀρχιερέως διεφάνη· ὃς διὰ τῆς θεραπευτικῆς καὶ θείας μεθόδου πάντας τοὺς μώλωπας ἐξιασάμενος, ὁλόκληρον καὶ ὁλοτελὲς τὸ σῶμα τῆς ἐκκλησίας τοῦ Χριστοῦ πολλαῖς καὶ παντοδαπαῖς ἐπιμελείαις εἰργάσατο.

Οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· εὐχαριστία τῷ Θεῷ, καὶ τῷ μεγάλῳ καὶ ὑψηλῷ βασιλεῖ, τῷ τε κυρίῳ ἡμῶν τῷ ἁγιωτάτῳ καὶ οἰκουμενικῷ πάπα Ἰωάννῃ· ὅτι δι᾽ αὐτῶν ἡ ἐκκλησία τοῦ Θεοῦ τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν ἔλαβεν.

ἡ ἁγία σύνοδος εἶπε· πάντες ὀφείλομεν ὑπὲρ τῆς τοιαύτης μεγίστης καὶ παντελοῦς ὁμονοίας καὶ εἰρήνης εὐχαριστεῖν τῷ Θεῷ, πάντες δοξάζειν. ταύτην ὁ Θεὸς ἀσάλευτον διατηρήσαι, αἰωνίως διαφυλάξαι. πολλὰ τὰ ἔτη τῶν βασιλέων.

· Contents ·