Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Local councils › Council of Constantinople under St Photius (879–880)

Council of Constantinople under St Photius (879–880)

Local councils, Greek, Mansi 17, 1902

8. Letter of Pope John VIII to Photius

Ἐπιστολὴ τοῦ μακαρίου Ἰωάννου πάπα Ῥώμης πρὸς τὸν ἁγιώτατον Φώτιον ἀρχιεπίσκοπον Κωνσταντινουπόλεως.

Ἰωάννης ἐπίσκοπος, δοῦλος τῶν δούλων τοῦ Θεοῦ, Φωτίῳ τῷ αἰδεσίμῳ καὶ καθολικῷ ἀδελφῷ, πατριάρχῃ Κωνσταντινουπόλεως, χάριν ἄνωθεν πρὸς ἔργα σωτηριώδη.

Οὐκ ἀγνοεῖν συμβαίνει ἡμᾶς, ὥστινες τῶν αὐτόθι οὐκ εἰρήνης ἄνθρωποι, περὶ τῆς ἐνταῦθα ἐκκλησίας, καὶ αὐτοὶ οὐ πρὸς ἀλήθειαν ὁρῶντες, κακά τινα λέγουσι, καὶ τόσον, ὅτι καὶ τὴν σὴν ἀδελφότητα μικροῦ δεῖν οὐκ ἀγαθὰς ὑπολήψεις ἔχειν εἰς ἡμᾶς καὶ τοὺς ὑφ᾽ ἡμᾶς παραπείθουσι. καὶ ἔστι τούτοις ἡ μὲν ἀφορμὴ τοῦ σκοποῦ τούτου οὐ ψευδής. καὶ αὐτοῖς· εἴποιμι ἂν ἐγὼ, ὡς καὶ ὁ λόγος προϊὼν παραστήσει, καὶ ὁ Θεὸς ἄνωθεν ἡμῖν ἐπιμαρτυρήσει. ἀλλὰ κατὰ τοὺς τὸν οἶνον καπηλεύοντας ὕδατι, παραμιγνύουσι καί τινα ἀφ᾽ ἑαυτῶν ψευδοπληρήσαντες· καὶ θαυμαστὸν οὐδέν. δεῖ γὰρ τὸν ἀπ᾽ ἀρχῆς δημιουργὸν τῆς κακίας, καὶ πρὸς τὸν Θεὸν στήσαντα ἔχθραν, εἶτα καὶ τὸν ἡμῶν προπάτορα τῆς τοῦ κτίσαντος ἀγάπης χωρίσαντα, καὶ νῦν τινας ἔχειν πρὸς ὑπηρεσίαν αὐτοῦ, καὶ διεγείρειν τοὺς τοιούτους, ὅπως ἐκβάλωσι μέσον τῆς ἐκκλησίας σκάνδαλον. ἀλλ᾽ ἐγὼ πρὸς τὸν τὴν εἰρήνην δόντα χριστὸν ἀφορῶν, ὃς καὶ τὴν ἔχθραν τῇ σαρκὶ αὐτοῦ ἔκτεινεν, ὡς ἔχω δυνατὸν, σπουδάσω τὰ στόματα τῶν χαιρεκάκων ἀνδρῶν ἀποφράττειν. καὶ διὰ τοῦτο καὶ πρὸ τοῦ ὅλως τὴν σὴν ἀδελφότητα δηλῶσαί μοι τὶ, προφθάνω αὐτὸς περὶ τῶν τοιούτων γνωρίζειν σοι· ἵν᾽ εἰδὼς ὅπως ἔχει τὰ καθ᾽ ἡμᾶς, μὴ παρέχῃς ὦτα τοῖς θέλουσι λοιδορεῖν. ἀλλὰ μᾶλλον ἀποσοβεῖν αὐτοὺς, καὶ τοὺς ἄλλους ποιεῖς μὴ ἀκούειν τοὺς λόγους αὐτῶν. καὶ γὰρ ἡ σὴ ἀδελφότης ἐπίσταται, ὡς ὅτε παρεγένετο πρὸς ἡμᾶς ὁ μικρῷ πρότερον ἀποσταλεὶς παρ᾽ αὐτῆς, περὶ τοῦ ἁγίου συμβόλου ἡμᾶς ἐδοκίμασεν, εὗρεν ἀπαράτρωτον, καθὼς ἀρχῆθεν παρεδόθη ἡμῖν, διατηροῦντας, καὶ μήτε προστιθέντας τι ἢ ἀφαιροῦντας, ἀκριβῶς εἰδότας, ὡς τοῖς τὰ τοιαῦτα τολμῶσι βαρεῖα καταδίκη ἀναμένουσα ἀπόκειται. καὶ πάλιν οὖν παραδηλοῦμεν τῇ αἰδεσιμότητί σου, ἵνα περὶ τοῦ ἄρθρου τούτου, δι᾽ ὃ συνέβη τὰ σκάνδαλα μέσον τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, ἔχης πληροφορίαν εἰς ἡμᾶς, ὅτι οὐ μόνον οὐ λέγομεν τοῦτο, ἀλλὰ καὶ τοὺς πρῶτον θαρρήσαντας τῇ ἑαυτῶν ἀπονοίᾳ τοῦτο ποιῆσαι, παραβάτας τῶν θείων λόγων κρίνομεν, καὶ μεταποιητὰς τῆς θεολογίας τοῦ δεσπότου Χριστοῦ, καὶ τῶν ἀποστόλων, καὶ τῶν λοιπῶν πατέρων, οἱ συνελθόντες συνοδικῶς παρέδωκαν τὸ ἅγιον σύμβολον. καὶ μετὰ τοῦ Ἰούδα αὐτοὺς τάττομεν, ὅτι καὶ ταὐτὸν ἐκείνῳ τετολμήκασιν, οὐ παραδόντες εἰς θάνατον τὸ κυριακὸν σῶμα, ἀλλὰ τοὺς πιστοὺς, οἳ εἰσὶν ὡς μέλη τοῦ σώματος αὐτοῦ, διασχίζοντες καὶ διατέμνοντες ἀλλήλων, καὶ οὕτως αἰωνίῳ παραπέμψαντες θανάτῳ, καὶ μᾶλλον ἑαυτοὺς, ὡς ἐποίησεν ὁ ῥηθεὶς οὐκ ὀρθὸς μαθητὴς, ἀποπνίξαντες. οἰόμεθα δὲ μηδὲ τὴν σὴν ἱερότητα ἀγνοεῖν, ὡς οὖσαν νουνεχῆ τε καὶ πλήρη σοφίας, ὅτι τὸ καὶ τοὺς λοιποὺς ὑμῶν ἐπισκόπους καταπεῖσαι οὕτω φρονεῖν, εἰς δυσχέρειαν ἡμῖν οὐ μικρὰν ἐμπίπτει. ὅτι πράγματι θεότερον οὕτω ταχέως μεταλαβεῖν οὐδεὶς ἂν εὐκόλως δυνηθείη, καὶ βραχεῖ χρόνῳ τὴν ἕναρξιν εἴληφε, καὶ οὐκ ἔστι παγιωθὲν ἐκ πολλῶν ἐνιαυτῶν. καὶ διὰ ταῦτα καλῶς ἔχειν ἔδοξεν ἡμῖν, ἵνα μή μετὰ βίας ἀναγκασθῇ τις παρ᾽ ἡμῖν ἐᾶσαι τὴν προσθήκην, ἣν ἔφθασεν ἐν τῷ συμβόλῳ προσθεῖναι· ἀλλὰ μᾶλλον μετὰ ἐπιεικείας καὶ οἰκονομίας παρασκενάσαι τούτους, κατὰ βραχὺ παροινοῦνται ἀποστῆναι τῆς βλασφημίας. ποιμαίνετε γὰρ τὸ ἐν ὑμῖν ποίμνιον, οὐκ ἀναγκαστῶς, ἀλλ᾽ ἐπιεικῶς· οὐδ᾽ ὡς κατακυριεύοντες τοῦ κλήρου, ἀλλ᾽ ὡς τύποι γενόμενοι, ὁ ἄκρος τῶν ἀποστόλων Πέτρος ἔφη. τοίνυν οὕτως ἡμῶν κατηγοροῦντες, ὡς τοῦτο φρονούντων, οὐκ ἀληθείᾳ πρὸς τὴν κατηγορίαν ταύτην κέχρηνται. ὅσοι δὲ περὶ μὲν τῆς ἐμῆς γνώμης τοῦτο οὐκ ἀμφιβάλλουσιν, ἄλλοις δέ τισι τετολμημένον καὶ νῦν καθ᾽ ἡμᾶς καταγγέλλουσιν, οἱ τοιοῦτοι οὐ ψευδῶς λέγουσι. τῇ σῇ τοίνυν ἀδελφότητι ἁρμόζει, μηδέν τι ἔχειν καθ᾽ ἡμῶν σκάνδαλον, μηδὲ ἐκκόπτειν τοῦ λοιποῦ τῆς ἐκκλησίας ἡμῶν σώματος· ἀλλὰ μᾶλλον συναγωνίζεσθαι ἡμῖν μετ᾽ οἰκονομίας καὶ ἐπιεικείας καὶ τοὺς λοιποὺς, ὅσοι τῆς ἀληθείας ἐξέκλιναν, πρὸς αὐτὴν ἐπανάγειν, ἵνα δὴ καὶ τὸν ὑπὲρ τούτου μισθὸν σὺν ἡμῖν ἡ αὐτὴ ἀπολήψηται. ἔῤῥωσο ἐν κυρίῳ, αἰδεσιμώτατε καὶ καθολικὲ ἀδελφέ.

· Contents