Library › Local councils › Council of Constantinople under St Photius (879–880)
Council of Constantinople under St Photius (879–880)
Local councils, Greek, Mansi 17, 1902
7. Act 7 (Πρᾶξις ζ΄)
ΠΡΑΞΙΣ Ζ΄.
Μηνὶ Μαρτίῳ ιγ΄. ἰνδικτιῶνος ιγ΄. ἡμέρᾳ κυριακῇ. προκαθεσθέντος Φωτίου τοῦ ἁγιωτάτου ἡμῶν δεσπότου ἐν τῷ δεξιῷ μέρει τῶν κατηχουμενείων τῆς μεγάλης ἐκκλησίας. καὶ συγκαθεσθέντων αὐτῷ Παύλου καὶ Εὐγενίου τῶν ἁγιωτάτων ἐπισκόπων· καὶ Πέτρου τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ καρδηνάλεως καὶ τοποτηρητοῦ τῆς πρεσβυτέρας Ῥώμης· καὶ τῶν τῆς ἀνατολῆς ἁγιωτάτων τοποτηρητῶν, ἅμα τοῖς θεοφιλεστάτοις μητροπολίταις καὶ ἐπισκόποις·
Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· τῆς παλαιᾶς ἔριδος καὶ φιλονεικίας, λέγω δὴ τῆς σχισματικῆς πλάνης ἐκποδῶν γεγενημένης, πρῶτα μὲν Θεοῦ νεύσει καὶ φιλανθρωπίᾳ, ἔπειτα δὲ σπουδῇ καὶ ἀγῶνι τοῦ ὑψηλοῦ καὶ μεγάλου βασιλέως ἡμῶν, συνεργίᾳ δὲ καὶ ἐπικουρίᾳ τοῦ ἁγιωτάτου πάπα τοῦ πνευματικοῦ ἡμῶν ἀδελφοῦ καὶ πατρὸς, καὶ τῶν λοιπῶν ἀρχιερατικῶν θρόνων· εἰρήνης δὲ βαθείας, ὡς ὁρᾶτε πάντες, ταῖς ἀπανταχόσε τοῦ Θεοῦ ἐκκλησίαις βραβευθείσης, καὶ τῆς μὲν προτέρας κατηφίας διαλυθείσης, χαρᾶς δὲ καὶ ἀγαλλιάσεως τῷ τῆς ἐκκλησίας ἐμπλατυνομένης πληρώματι· εὔκαιρόν ἐστιν, ὡς οἶμαι, καὶ τὸν χθὲς ἐκπεφωνήμενον ὅρον παρὰ τῆς ἁγίας ταύτης καὶ οἰκουμενικῆς συνόδου, ἅμα δὲ καὶ τὰς βασιλικὰς ὑποσημειώσεις, αἳ τὰς συνοδικὰς ἐπικυροῦσι πράξεις εἰς μέσον προαχθῆναι, καὶ εἰς τὰς ἁπάντων ἀκοὰς ὑπαναγνωσθῆναι· ἵνα ὅσης χαρᾶς καὶ θυμηδίας οἱ παρόντες καὶ ἀκηκοότες τῇ προλαβούσῃ ἡμέρᾳ ἐπληρώθησαν, καὶ οἱ τότε μὲν μὴ παρόντες, νῦν δὲ συνόντες, ἐν ἀπολαύσει γένωνται.
Ἡ ἁγία σύνοδος εἶπε· δίκαιόν ἐστι καὶ τοὺς ἀπολειφθέντας ἀδελφοὺς ἀκροατὰς τούτων γενέσθαι, ἵνα καὶ τῆς εὐφροσύνης κοινωνοὶ γένωνται. καὶ λαβὼν Πέτρος ὁ θεοφιλέστατος διάκονος καὶ πρωτονοτάριος τὸν ἐκφωνηθέντα καὶ ἐπικυρωθέντα ὅρον παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ταύτης συνόδου, ἀνέγνω· δηλαδὴ τὸν ἐν τῇ προτέρᾳ πράξει ἐκκείμενον. καὶ μετὰ τὴν ἀνάγνωσιν ἡ ἁγία σύνοδος ἐβόησεν· οὕτω φρονοῦμεν, οὕτω πιστεύομεν, ἐν ταύτῃ τῇ ὁμολογίᾳ τῆς πίστεως κραταιούμεθα. τοὺς οὕτω φρονοῦντας διδασκάλους καὶ πατέρας ἀνακηρύττομεν. τοὺς παρὰ ταῦτά τι φρονοῦντας ὡς ἐχθροὺς Θεοῦ καὶ τῆς ἀληθείας ἡγούμεθα. εἴ τις παρὰ τοῦτο τὸ ἱερὸν σύμβολον τολμήσειεν ἕτερον ἀναγράψασθαι, ἢ προσθεῖναι, ἢ ἀφελεῖν, καὶ ὅρον ὀνομάσαι ἀποθρασυνθείη, κατάκριτος καὶ πάσης χριστιανικῆς ὁμολογίας ἀπόβλητος. τὸ γὰρ ἀφελεῖν, ἢ προστιθέναι, ἀτελῆ τὴν πρὸς τήν ἁγίαν καὶ ὁμοουσίαν τριάδα μέχρι σήμερον ἀνέκαθεν κατιοῦσαν ὁμολόγησιν ἡμῶν δείκνυσι, καὶ τῆς τε ἀποστολικῆς παραδόσεως καὶ τῆς τῶν πατέρων διδασκαλίας καταγινώσκει. εἴ τις τοίνυν εἰς τοῦτο ἀπονοίας ἐλάσας τολμήσειεν, ὡς ἀνωτέρω λέλεκται, ἕτερον ἐκθέσθαι σύμβολον, καὶ ὅρον ὀνομάσαι, ἢ προσθήτην ἢ ὑφαίρεσιν ἐν τῷ παραδεδομένῳ ἡμῖν παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἐν Νικαίᾳ τὸ πρῶτον μεγάλης συνόδου ποιῆσαι, ἀνάθεμα ἔστω.
Πλὴν ἀκουσώμεθα καὶ τῆς τῶν εὐσεβῶν καὶ φιλοχρίστων ἡμῶν βασιλέων ὑπογραφῆς. καὶ δὴ προτραπεὶς Πέτρος ὁ θεοφιλέστατος διάκονος καὶ πρωτονοτάριος, ἀνέγνω καὶ ταύτας.
καὶ μετὰ τὴν ἀνάγνωσιν, Προκόπιος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· ἡ πάντων συνεκτικὴ Θεοῦ σοφία καὶ δύναμις, ἡ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας τὴν τῶν ἀνθρώπων φύσιν θεμένη σοφώτατα διϊθύνεσθαι, αὕτη προκατιδοῦσα τὸ καθαρὸν καὶ ἀθόλωτον τῆς διανοίας τοῦ βασιλέως ἡμῶν τοῦ ἁγίου, ἀνήγαγέ τε καὶ ἐνίδρυσεν εἰς τὸν περίβλεπτον καὶ ὑψηλότατον θρόνον τῆς βασιλείας, χαρισάμενος ἡμῖν καὶ τὸν δεσπότην ἡμῶν τὸν ἅγιον τὸν κύριον Φώτιον πατριάρχην, καὶ δι᾽ αὐτοῦ ἑνώσας τὰ διεστῶτα μέρη τῆς ἐκκλησίας εἰς μίαν ποίμνην τοῦ μεγάλου ἀρχιποίμενος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. ἐκκόψας καὶ τοὺς ἀντιθάσσους λύκους ἐκ τῆς λογικῆς τοῦ Χριστοῦ μάνδρας, τοὺς τῷ κωδίῳ τὴν ἑαυτῶν κακίαν περικαλύπτοντας, καὶ τὴν εἰρήνην καὶ ὁμόνοιαν μὴ ἀσπαζομένους. ὅθεν καὶ ἡμεῖς οἱ ἀνάξιοι δοῦλοι αὐτοῦ ὑπερευχόμεθα τῆς βασιλείας αὐτοῦ τῆς ἁγίας, ὅπως χαρίσηται ἡμῖν αὐτὴν κύριος ὁ Θεὸς εἰς ἔτη πολλὰ καὶ καλά. ὑποτάξαι κύριος πάντα τὰ ἔθνη τὰ τοὺς πολέμους θέλοντα, ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ μέτοχον αὐτὸν ἀναδείξειε τῶν αἰωνίων ἀγαθῶν, ὢν ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτὸν, πρεσβείαις τῆς ὑπεραγίας θεοτόκου, καὶ τῶν ἁγίων καὶ κορυφαίων ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ εὐχαῖς τοῦ ἁγιωτάτου ἡμῶν δεσπότου Φωτίου τοῦ οἰκουμενικοῦ πατριάρχου. γένοιτο. ἀμήν.
Οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· εὐλογητὸς ὁ Θεὸς, ὅτι ἡ ἀγαθὴ φήμη τοῦ ἁγιωτάτου Φωτίου τοῦ πατριάρχου, οὐ μόνον εἰς τὴν καθ᾽ ἡμᾶς χώραν, ἀλλὰ καὶ εἰς ἅπαντα τὸν κόσμον ἐξελήλυθεν. οὐ τοσοῦτον λόγοις τὸ βέβαιον ἔχουσα, ὅσον ἔργοις τὰ πέρατα περιλαβοῦσα· καὶ οὐ μόνον ἐν Γαλλίᾳ καὶ Ἰταλίᾳ διήχθη, ἀλλὰ καὶ ἐν πάσῃ τῇ ὑφ᾽ ἥλιον γῇ· καὶ τοῦτο μαρτυροῦσιν οὐχὶ μόνοι οἱ τὴν ἑλλάδα μετιόντες γλῶσσαν, ἀλλὰ καὶ αὐτὸ τὸ βαρβαρικὸν καὶ ὠμότατον γένος, ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐν σοφίᾳ καὶ γνώσει, οὔτε ἐν ἐλεημοσύνῃ καὶ σύμπαθείᾳ, οὔτε ἐν χρηστότητι, καὶ ταπεινοφροσύνῃ, καὶ ὅτι πάντοτε τὰ ἔργα αὐτοῦ πλείονα τῶν λόγων εἰσίν. ὁ κύριος ἡμῶν ὁ ἀποστολικὸς ταῖς τοῦ βασιλέως παρακλήσεσι, καὶ ὑμετέραις δεήσεσιν ἐπικαμφθεὶς, ἀπέστειλεν ἡμᾶς τοὺς ἐλαχίστους, ἵνα μεθ᾽ ὑμῶν τὴν ἐκκλησίαν τοῦ Θεοῦ εἰς ἓν συναγάγωμεν. ὃ διὰ τοῦ πνεύματος τοῦ ἁγίου γέγονε. καὶ ἓν σῶμα καὶ μία ποίμνη ὑφ᾽ ἑνὶ ποιμένι ἐγενήθητε.
Προκόπιος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας εἶπε· τοιοῦτον ἔπρεπεν ἐπ᾽ ἀληθείας εἶναι τὸν τοῦ σύμπαντος κόσμου τὴν ἐπίστασιν λαχόντα, εἰς τύπον τοῦ ἀρχιποίμενος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. ὃ καὶ προλαβὼν ὁ μακάριος ὑπεζωγράφησε Παῦλος εἰπών· ἔχοντες οὖν ἀρχιερέα διεληλυθότα τοὺς οὐρανούς. τολμήσει γάρ μοι ὁ λόγος καὶ μέχρι τούτου προβῆναι, ἐπειδὴ οἶδεν ἡ γραφὴ Θεοῦ καλεῖν τοὺς κατὰ χάριν βιοῦντας.
Οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· ἀληθές ἐστιν ὅπερ εἴρηκας. καὶ ἡμεῖς οἱ εἰς τὰ ἔσχατα τῆς γῆς κατοικοῦντες, ταῦτα ἀκούομεν.
Προκόπιος ὁ Καισαρείας εἶπε· τοῦτο εἰδότες οἱ ὑψηλοὶ καὶ μεγάλοι βασιλεῖς ἡμῶν διάπυρον πίστιν καὶ πόθον ἔχουσιν εἰς τὸν ἀρχιερέα ἡμῶν. οὐ μόνον δὲ αὐτοὶ, ἀλλὰ καὶ πᾶς ἀρχιερεὺς καὶ ἱερεὺς, μοναχοί τε καὶ οἱ ἐν λαϊκῇ καταστάσει, ὁπαδοὶ αὐτοῦ ἐσμὲν καὶ μαθηταὶ, καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν, ὥσπερ οἱ πανεύφημοι ἀπόστολοι ἐκ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. χαρισθείη ἡμῖν εἰς ἔτη πολλά. καὶ τὰς ἁγίας εὐχὰς αὐτοῦ καὶ πρεσβείας κύριος ὁ Θεὸς δωρήσαιτο ἡμῖν, ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι.
Παῦλος καὶ Εὐγένιος οἱ ἁγιώτατοι ἐπίσκοποι καὶ τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης, ἔτι δὲ καὶ Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπον· εἴ τις αὐτὸν οὐκ ἔχει πατριάρχην ἅγιον, καὶ τὴν μετ᾽ αὐτοῦ κοινωνίαν οὐκ ἀσπάζεται, ἔστω ἡ μερὶς αὐτοῦ μετὰ τοῦ Ἰούδα, καὶ μὴ συγκαταταγείη ὅλως μετὰ χριστιανῶν. καὶ ἡ ἁγία σύνοδος ἐξεβόησεν· ἅπαντες τὸ αὐτὸ φρονοῦμεν καὶ δοξάζομεν. καὶ εἴ τις αὐτὸν οὐκ ἔχει ἀρχιερέα Θεοῦ, μὴ ἴδοι τὴν δόξαν τοῦ Θεοῦ. καὶ ταῦτα εἰπόντες, ἐπευφήμισαν. πολλὰ τὰ ἔτη τῶν βασιλέων.