Library › St Nektarios of Aegina › Christology
Christology
St Nektarios of Aegina, Greek, Athens, 1900
Part 1, Chapter 14
ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄.
Ἡ θεότης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὸ ὁμοούσιον Αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ ἐκ τῶν Ἁγίων Γραφῶν μαρτυρούμενα.
Ἡ Ἁγία Γραφὴ ἀποδίδωσι τῷ Ἰησοῦ Χριστῷ τῷ Υἱῷ τοῦ Θεοῦ πάντα τὰ θεῖα ἰδιώματα καὶ 1) δίδωσιν Αὐτῷ ὀνόματα, ἤγουν καλεῖ Αὐτὸν α΄) Θεόν· «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν..... Καὶ ὁ Λόγος σὰρξ ἐγένετο» (Ἰωάν. α΄. 1. 2. 14)· β΄) Θεὸν ἐνανθρωπήσαντα· «Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὥφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ» (Α. Τιμοθ. γ΄. 16), γ΄) Κύριον καὶ Θεόν· «—ὁ Κύριός μου καὶ ὁ Θεός μου» (Ἰωάν. κ΄. 28)· δ΄) Θεὸν ἀληθινόν, «—οἴδαμεν δὲ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ Αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος» (Α. Ἰωάν. ε΄. 20)· ε΄) Θεὸν μέγαν· «ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως, καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ» (Τιτ. β΄. 11—13) ϛ΄) Θεὸν εὐλογητόν· «ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας» (Ρωμ. θ΄. 5).
2) Θείαν οὐσίαν. Ἐνταῦθα ἀναφέρονται κατ᾽ ἐξοχὴν αἱ ρήσεις τοῦ θείου Ἀποστόλου Παύλου: «μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι κλ.» (Α΄. Τιμοθ. γ΄. 6), «ὅτι ἐν αὐτῷ (τῷ Ἰησοῦ Χριστῷ) κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς» (Κολοσ. β΄. 9).
3) Τελείαν ἰσότητα τῷ Θεῷ καὶ Πατρί. «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι» (Ἰωάν. ε΄. 17), «ἃ γὰρ ἐκεῖνος ποιεῖ ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ» (αὐτοθ. 19,) «ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν Ἑαυτῷ» (αὐτοθ. 26).
4) Τὸ ὁμοούσιον τῷ Θεῷ καὶ Πατρί. Τοῦτο δηλοῦται ἐκ τῶν λόγων τοῦ Σωτῆρος: «ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν» (Ἰωάν. ι΄. 30)· «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε καὶ τὸν Πατέρα..... ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι» (Ἰωάν. ιδ΄. 9—11), «εἰ ἐμὲ ἤδειτε καὶ τὸν Πατέρα μου ἤδειτε ἂν» (Ἰωάν. κ΄. 19), «καὶ τὰ ἐμὰ πάντα σά ἐστι καὶ τὰ σὰ ἐμὰ» (Ἰωάν. ιζ΄. 10), «πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι» (Ἰωάν. ιϛ΄. 15).
5) Θείας ἰδιότητας α΄) αἰωνιότητα· «δόξασόν με Σύ, Πάτερ, παρὰ Σεαυτῷ τῇ δόξῃ ἣν εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ Σοί»· (Ἰωάν. ιζ΄. 5), «ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ἀρχὴ καὶ τέλος, ὁ πρῶτος καὶ ὁ ἔσχατος» (Ἀποκαλ. κβ΄. 13), β΄) αὐθυπαρξίαν· «ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ» (Ἰωάν. ε΄ 26), γ΄.) ἁπανταχοῦ παρουσίαν· «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰμὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ» (Ἰωάν. γ΄. 13), δ΄.) παγγνωσίαν· «αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν Ἑαυτὸν αὐτοῖς διὰ τὸ Αὐτὸν γυνώσκειν πάντας· καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· Αὐτὸς γὰρ ἐγίνωσκε τὶ ἦν ἐν τῷ ἀνθρώπῳ» (Ἰωάν. β΄. 24—25), «ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι» (Κολοσ. β΄, 3), ε΄.) παντοδυναμίαν· «ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ» (Ἰωάν. ε΄. 21), καὶ ϛ΄,) δόξαν· «εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν» (Α΄. Κορινθ. β΄. 8, Ἰακώβ. β΄. 1).
6) Θείας ἐνεργείας καὶ ἐξουσίαν ἐπὶ πάντων τῶν ὄντων· ὁ υἱὸς τοῦ Θεοῦ καλεῖται ἐν τῇ Ἁγίᾳ Γραφῇ α΄.) δημιουργὸς τοῦ κόσμου· «πάντα δι᾽ Αὐτοῦ ἐγένετο, καὶ χωρὶς Αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονε» (Ἰωάνν. α΄. 3). «ὅτι ἐν Αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, τὰ πάντα δι᾽ Αὐτοῦ καὶ εἰς Αὐτὸν ἔκτισται» (Κολοσ. α΄. 16—17)· β΄.) προνοητὴς· «Αὐτὸς ἐστι πρὸ πάντων καὶ πάντα ἐν Αὐτῷ συνέστηκε» (Κολοσ. α΄. 17)· «φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως Αὐτοῦ» (Ἑβραίους α΄. 3) καὶ γ΄.) δεσπότης πάντων, βασιλεὺς βασιλέων καὶ κύριος τῶν κυριευόντων· «τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ οὗτός ἐστι πάντων Κύριος» (Πράξ ι΄. 36), «καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν Αὐτοῦ τὸ ὄνομα γεγραμμένον, βασιλεὺς βασιλέων καὶ Κύριος κυρίων» (Ἀποκαλ. ιθ΄. 16).
7). Θείαν τιμὴν καὶ προσκύνησιν παρὰ τῶν λογικῶν κτισμάτων. «ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα τὸν πέμψαντα Αὐτόν». (Ἰωάν. ιε΄. 23), «ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρὸς» (Φιλιππ. β΄. 10.11).