Library › St Nektarios of Aegina › Christology
Christology
St Nektarios of Aegina, Greek, Athens, 1900
Part 1, Chapter 15
ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄
ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΦΥΣΕΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ, ΟΤΙ ΤΕΛΕΙΟΣ ΩΝ ΘΕΟΣ ΕΓΕΝΕΤΟ ΤΕΛΕΙΟΣ ΑΝΘΡΩΠΟΣ
§ 1. Ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔχει τὴν θείαν φύσιν καί ἐστιν ἀληθῶς υἱὸς τοῦ Θεοῦ.
Περὶ τῆς ἀληθείας ταύτης λαμβάνομεν διαβεβαιώσεις α΄) ἐκ τῶν περὶ Μεσσίου Γραφῶν τῆς Π. Διαθήκης β΄) ἐκ τῆς διδασκαλίας τοῦ Χριστοῦ Σωτῆρος περὶ Ἑαυτοῦ· καὶ γ) ἐκ τῆς περὶ Αὐτοῦ διδασκαλίας τῶν Ἁγίων Ἀποστόλων.
α) Ἐν τῇ Π. Διαθήκῃ ὁ Μεσσίας καλεῖται 1) Υἱὸς τοῦ Θεοῦ γεννηθεὶς ἀπ᾽ αἰῶνος ἐκ τῆς οὐσίας τοῦ Πατρός. Ἐν τῷ β΄ ψαλμῷ ὃν ἅπαντες οἱ Ἀπόστολοι (Πραξ. δ΄ 24—28. ιγ΄. 32—34. Ἑβρ. α΄ 5 καὶ ε΄ 5) ἀναφέρουσι πρὸς τὸν Μεσσίαν, ὁ Μεσσίας μαρτυρεῖ περὶ Ἑαυτοῦ: «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε» (στίχ. 7) (δηλοῖ ἐγέννησα, ἢ γεννῶ ἀϊδίως). Ἐν τῷ ρθ΄. ψαλμῷ ἐπίσης ἀναφερομένῳ ὑπὸ τῶν Ἀποστόλων (Πράξ. β΄. 34—36. Ἑβραί. α΄. 13 ζ΄ 17. 21. 24.25) εἰς τὸν Μεσσίαν, αὐτὸς ὁ Θεὸς λέγει πρὸς Αὐτόν: «ἐκ γαστρὸς (τουτέστιν ἐκ τῆς οὐσίας μου) πρὸ ἑωσφόρου (τουτέστι πρὸ παντὸς χρόνου) ἐγέννησά σε» (ψαλμ. ρθ΄ 3).
2) Κύριος, Θεὸς (Ἀδωναΐμ, Ἐλωΐμ), καὶ δὴ καὶ Ἰεχωβᾶ, ὄνομα ἀποδιδόμενον μόνον τῷ Θεῷ. Τοιοῦτοι π.χ. α΄) οἱ λόγοι τοῦ ρθ΄ ψαλμοῦ «κάθου ἐκ δεξιῶν μου» (στιχ. 1) οὓς ἀναφέρει εἰς τὸν Μεσσίαν Αὐτὸς ὁ Χριστὸς Σωτὴρ (Ματθ. κβ΄. 41—46). β΄) ἡ προφητεία ἡ δὶς ἐπαναληφθεῖσα ὑπὸ τοῦ Ἱερεμίου: «Ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν καὶ βασιλεύσει βασιλεύς, καὶ συνήσει καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις αὐτοῦ καὶ σωθήσεται Ἰούδας καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς· καὶ τοῦτο τὸ ὄνομα Αὐτοῦ, ᾧ καλέσει Αὐτὸν Κύριος, Ἰωσεδέκ, ἐν τοῖς προφήταις» (κγ΄ 5, 6.)
β΄.) Συνῳδὰ ταῖς προφητείαις τῆς Π. Διαθήκης καὶ Αὐτὸς ὁ Χριστὸς Σωτὴρ ἐπιφανεὶς ἐπὶ τῆς γῆς ἐδίδαξε περὶ Ἑαυτοῦ, ὡς περὶ ἀληθοῦς Υἱοῦ τοῦ Θεοῦ, ὡς περὶ Θεοῦ. Ἐκ τῶν πολυαρίθμων παραδειγμάτων τῆς διδασκαλίας ταύτης παραθησόμεθά τινα. Ὅτε ὁ Ἰησοῦς ἐθεράπευσε τὸν παραλυτικὸν καὶ οἱ «Ἰουδαῖοι ἐζήτουν Αὐτὸν ἀποκτεῖναι ὅτι ταῦτα ἐποίει ἐν Σαββάτῳ» (Ἰωάν. ε΄. 16), οἱονεὶ πρὸς ἀπολογίαν Ἑαυτοῦ εἶπεν «ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι» (—17). Τὴν ἀπόκρισιν ταύτην, ἐν ᾗ ὁ Κύριος Ἰησοῦς ποιεῖ Ἑαυτὸν ἴσον τῷ Θεῷ Πατρὶ κατὰ τὸ δίκαιον καὶ τὴν ἐξουσίαν, ἐνόησαν καὶ οἱ Ἰουδαῖοι ἐν τοιαύτῃ ἀκριβῶς ἐννοίᾳ, καὶ «διὰ τοῦτο μᾶλλον ἐζήτουν Αὐτὸν ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ Σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον Ἑαυτὸν ποιῶν τῷ Θεῷ» (—18). Τότε ὁ Ἰησοῦς οὐ μόνον οὐκ εἶπε τοῖς Ἰουδαίοις, ὅτι οὐκ ὀρθῶς ἐννόησαν Αὐτόν, ἀλλὰ τοὐναντίον προσέθηκεν: «Ἀμήν, ἀμὴν λέγω ὑμῖν οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾽ Ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ» (—19)· «ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα· ὁ μὴ τιμῶν τὸν Υἱόν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα Αὐτόν» (—21—22—23)· «ὥσπερ γὰρ ὁ Πατὴρ ζωὴν ἔχει ἐν Ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν Ἑαυτῷ» (—26). Ἐνταῦθα δίδωσιν ὁ Σωτὴρ Ἑαυτῷ τὴν αὐτὴν ἀκριβῶς αὐτεξουσιότητα τοῦ ποιεῖν θαύματα, τὴν αὐτὴν θείαν τιμήν, τὴν αὐτὴν ἐλευθερίαν, ἣν καὶ τῷ Θεῷ Πατρί. Ἀλλὰ δὴ, καὶ ἵνα ἔτι μᾶλλον πείσῃ τοὺς Ἰουδαίους περὶ τῆς ἀληθείας τῶν λόγων Αὑτοῦ, καὶ ἑπομένως περὶ τῆς ἀληθείας τῆς θεότητος Αὑτοῦ, ἐπάγεται αὐτοῖς περαιτέρω ἄλλας μαρτυρίας περὶ Ἑαυτοῦ: 1) τὴν μαρτυρίαν Ἰωάννου τοῦ βαπτιστοῦ, ὃς ἐκάλεσεν Αὐτὸν Υἱὸν τοῦ Θεοῦ, ἄνωθεν ἐλθόντα, ἐπάνω πάντων. (—32—33. Πρλ. γ΄ 31—36). 2) τὴν μαρτυρίαν τῶν θαυμαστῶν Αὐτοῦ ἔργων, ἃ οὐδεὶς ἄλλος πεποίηκε (—36 πρλ. ιε΄, 24). 3) τὴν μαρτυρίαν τοῦ οὐρανίου Πατρὸς εἰπόντος περὶ Αὐτοῦ: «Οὗτός ἐστιν ὁ Υἱὸς μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.» (—37 Πρβλ. Ματθ. γ΄. 17.) καὶ 4) τὴν μαρτυρίαν τῶν Γραφῶν τῆς Π. Διαθήκης: «Ἐρευνᾶτε τὰς Γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ Ἐμοῦ» (—39). 2) Ἑτέρα ὁμοία μὲν ἀλλὰ πολλῷ μᾶλλον ἐκπληκτικὴ μαρτυρία ἐδόθη πρὸ τοῦ θανάτου τοῦ Σωτῆρος. Αὐτὸν δεδεμένον ἀπήγαγον εἰς τὸ δικαστήριον πρὸς τὸν Πιλάτον. Ἐνταῦθα ἀκροασάμενος πολλῶν ψευδομαρτύρων κατὰ τοῦ Ἰησοῦ ὁ ἀρχιερεὺς ἀνέστη τέλος καὶ δημοσίᾳ ἠρώτησεν Αὐτόν: «Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ» (Ματθ. κϛ΄. 63 Πρβλ. Μαρκ. ιδ΄. 61)· καὶ ὁ Ἰησοῦς σαφῶς καὶ ἀπεριφράστως ἀπεκρίνατο: «Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ» (Μάρκ. ιδ΄. 62.). «τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὑτοῦ, λέγων, ὅτι ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων, ἴδε νῦν ἠκούσαμεν τὴν βλασφημίαν αὐτοῦ, τί ὑμῖν δοκεῖ, οἱ δὲ ἀποκριθέντες εἶπον, ἔνοχος θανάτου ἐστί» (Ματθ. κϛ΄. 65—66.). Καὶ ἀπαγαγόντες ἔπειτα τὸν Ἰησοῦν πρὸς τὸν Πιλάτον οἱ Ἰουδαῖοι εἶπον Αὐτῷ: «ἡμεῖς νόμον ἔχομεν καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν ὅτι Ἑαυτὸν Υἱὸν Θεοῦ ἐποίησε» (Ἰωάν. ιθ΄. 7). Τοιούτῳ τρόπῳ ὁ Σωτὴρ ἐν ἐπισήμῳ ὥρᾳ καὶ ἐνώπιον τοῦ συνεδρίου τῶν Ἰουδαίων ἐπισήμως ὡμολόγησεν ὅτι Αὐτός ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ.
γ΄.) Ὡς ἐδίδασκε περὶ Ἑαυτοῦ ὁ Σωτήρ, οὕτως ἐπίσης ἐδίδασκον ἔπειτα περὶ Αὐτοῦ τῇ ἐμπνεύσει τοῦ Ἁγίου Πνεύματος καὶ οἱ Μαθηταὶ Αὐτοῦ. π. χ. 1) Ὁ Ἅγιος Ἰωάννης ὁ Θεολόγος ἄρχεται τοῦ Εὐαγγελίου Ἑαυτοῦ ταῖς λέξεσιν: «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος, οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι᾽ Αὐτοῦ ἐγένετο καὶ χωρὶς Αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονε» (Ἰωάν. α΄. 1—3). Περαιτέρω γράφει: «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, (καὶ ἐθεασάμεθα τὴν δόξαν Αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός). πλήρης χάριτος καὶ ἀληθείας... ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο» (—14—17). Περαίνων δὲ τὸ Εὐαγγέλιον Αὑτοῦ λέγει, ὅτι σκοπὸς τῆς συγγραφῆς Αὐτοῦ ἦτο τὸ ἀποδεῖξαι τὴν θεότητα τοῦ Ἰησοῦ Χριστοῦ: «ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι Αὐτοῦ» (κ΄. 31). Ὁ αὐτὸς Ἀπόστολος ἐν τῇ α΄. αὑτοῦ ἐπιστολῇ καλεῖ τὸν Ἰησοῦν Χριστὸν Σωτῆρα Λόγον τῆς ζωῆς (Α΄. Ἰωάν. α΄ 1) καὶ ζωὴν αἰώνιον, ἥτις ἔστι πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν (—2). Ἐν δὲ τῷ τέλει τῆς ἐπιστολῆς λέγει: «οἴδαμεν δὲ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ Αὑτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεός, καὶ ἡ ζωὴ ἡ αἰώνιος» (—ε. 28), ὀνομάζων ἐνταῦθα ἀληθινὸν Υἱὸν τοῦ Θεοῦ καὶ ἀληθινὸν Θεὸν Ἐκεῖνον, Ὃν πρότερον ἐκάλεσε Ζωὴν αἰώνιον. Τέλος ἐν τῇ Ἀποκαλύψει οὐχ ἅπαξ παράγει τοὺς λόγους τοῦ ἐπιφανέντος Σωτῆρος: «Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος» (α΄ 11—17—18 β΄. 8. κβ΄. 12—13), καὶ λέγει, ὅτι ὁ Χριστός ἐστιν ἄρχων τῶν βασιλέων τῆς γῆς (α΄. 5) Βασιλεὺς βασιλέων καὶ Κύριος κυρίων (ιθ΄. 16). 2) Ὁ Ἅγιος Ἀπόστολος Παῦλος καλεῖ τὸν Σωτῆρα ἐν ταῖς ἐπιστολαῖς αὑτοῦ Θεὸν φανερωθέντα ἐν σαρκὶ (Α. Τιμοθ. γ 6). Κύριον τῆς δόξης (Α΄. Κορινθ. β΄. 8) Θεὸν (Ρωμ. θ΄. 5) Υἱὸν τοῦ Θεοῦ ἴδιον (Ρωμ. η΄. 32), «ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ» (Φιλιπ. β΄. 6)· ἀποδίδωσιν Αὐτῷ θείας ἰδιότητας: τὴν αἰωνιότητα (Ἑβρ. β΄. 6), τὸ ἀναλλοίωτον (—α΄. 10—12), τὴν Παντοδυναμίαν (—α΄. 3. Φιλιπ. γ΄. 21.) καὶ θείας ἐνεργείας: τὴν δημιουργίαν καὶ τὴν πρόνοιαν (Κολ. α΄. 16—17)1
§ 2. Περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ὢν τέλειος Θεὸς ἐγένετο καὶ τέλειος ἄνθρωπος.
Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὢν τέλειος Θεὸς ἐστι συνάμα τέλειος ἄνθρωπος καὶ ὁμοούσιος τῷ Πατρὶ κατὰ τὴν Θεότητα, ὁμοούσιος ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, ὡς υἱὸς τῆς ὑπεραγίας Παρθένου Μαρίας (ὀρθόδοξος ὁμολογία Μέρος α΄. εἰς τὴν λη΄. ἐρώτησιν).
Ἡ ἀλήθεια αὕτη ἀποκαλύπτεται ἐν τῇ Ἁγίᾳ Γραφῇ μετὰ μεγίστης λεπτομερείας καί ἐστι πρόδηλος. 1) Ἐκ τῶν περὶ Μεσσίου ἐπαγγελιῶν καὶ Προφητειῶν, τῶν ἐν τῇ Π. Διαθήκῃ. Ἐνταῦθα ὁ Μεσσίας καλεῖται σπέρμα τῆς γυναικὸς (Γεν. γ΄. 15) σπέρμα τοῦ Ἀβραάμ, (—ιβ΄. 2—3 κβ΄. 18) τοῦ Ἰσαὰκ (κϛ΄. 4) καὶ τοῦ Ἰακώβ (κη΄. 14) ἀπόγονος τοῦ Δαβὶδ (Ἱερεμ. κγ΄. 5—6). Προλέγονται ἐπίσης ὅ τε τρόπος καὶ ὁ τόπος τῆς τοῦ Μεσσίου παρὰ τῆς Παρθένου γεννήσεως (Ἡσαΐου ζ΄. 14. Μιχ. ε΄. 2). 2) Ἐκ τῶν γενεαλογιῶν τοῦ Χριστοῦ Σωτῆρος τῶν φερομένων ἐν τοῖς βιβλίοις τῆς Κ. Διαθήκης, ἀπὸ τῶν Εὐαγγελιστῶν Ματθαίου καὶ Λουκᾶ, ὧν ὁ μὲν πρῶτος ἀποφαίνει τὴν γενεαλογίαν ταύτην ἐν τῇ συνεχείᾳ τῇ καταβαινούσῃ ἀπὸ τοῦ Ἀβραὰμ μέχρι τοῦ Ἰησοῦ Χριστοῦ, ὁ δὲ δεύτερος ἐν τῇ συνεχείᾳ τῇ ἀναβαινούσῃ ἀπὸ τοῦ Ἰησοῦ Χριστοῦ μέχρι τοῦ Ἀδάμ. 3) Ἐκ τῆς διηγήσεως τῶν Εὐαγγελιστῶν περὶ τῶν περιστατικῶν τῆς γεννήσεως τοῦ Ἰησοῦ Χριστοῦ, οἱ Εὐαγγελισταὶ διηγοῦνται α΄) πῶς ὁ ἄγγελος εὐηγγελίσατο τῇ ὑπεραγίᾳ Παρθένῳ, ὅτι συλλήψεται ἐν γαστρὶ καὶ τέξεται υἱόν, ὃν καλέσει Ἰησοῦν (Λουκ. α΄. 30—31) β΄) ὅτι ἔτεκεν υἱὸν πληρωθέντος τοῦ εἰθισμένου χρόνου τῆς κυοφορίας (Λουκ. β΄. 7) γ΄) ὅτι οἱ Ποιμένες τῆς Βηθλεὲμ κατὰ τὴν διδασκαλίαν τοῦ ἀγγέλου «ἦλθον σπεύσαντες καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ (Λουκ. β΄. 16) δ΄) ὅτι, πληρωθεισῶν τῶν ὀκτὼ ἡμερῶν ἀπὸ τῆς γεννήσεως, περιετμήθη καὶ ἐκλήθη τὸ ὄνομα Αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι Αὐτὸν ἐν τῇ κοιλίᾳ» (Λουκ. β΄. 21) κλ.
4) Ἐξ ἁπάσης τῆς κατόπιν εὐαγγελικῆς ἱστορίας περὶ τοῦ ἐπιγείου βίου τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. 5) Ἐκ τῶν ὀνομασιῶν τοῦ Ἰησοῦ Χριστοῦ, καὶ 6) ἐκ τῶν παθημάτων Αὐτοῦ.2
Notes
- Ἴδε ἐγχειρίδιον Δογματικῆς Θεολογίας Μακαρίου Μητροπολίτου Μόσχας μεταφρασθ. ὑπὸ Νεοφύτου Παγίδα Ἀρχιμανδρίτου. Ἐν Ἀθήναις 1883.
- Ἐκ τοῦ Ἐγχειρίου Δογματικῆς Μακαρίου.