Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Nicodemus the Hagiorite › Unseen Warfare

Unseen Warfare

St Nicodemus the Hagiorite, Greek, Venice, 1870

Part 2, 84. Τὶ δηλοῦν οἱ ἀριθμοὶ οὗτοι τοῦ ὀνόματος, Ἰησοῦ

ΣΙΒΥΛΛΑ Η ΚΥΜΑΙΑ ΠΕΡΙΛΑΜΒΑΝΕΙ ΕΝΤΑΥΘΑ ΤΟΝ ΑΡΙΘΜΟΝ ΤΟΥ ΟΝΟΜΑΤΟΣ, ΙΗΣΟΥΣ.

Ι 10 / Η 8 / Σ 200 / Ο 70 / Υ 400 / Σ 200 / 888 Δὴ τότε καὶ μεγάλοιο Θεοῦ παῖς ἀνθρώποισι,
Ἥξει σαρκοφόρος, θνητοῖς ὁμοιούμενος ἐν γῇ.
Τέσσαρα φωνήεντα φέρει, τὰ δ᾽ ἄφωνα δύ᾽ αὐτῷ,
Δισσῶν ἀγγέλων, ἀριθμοῦ δι᾽ ὅλον ἐξονομήνω.
Ὁκτὼ γὰρ μονάδας, τοσσὰς δεκάδας ἐπὶ τούτους,
Ἠδ᾽ ἑκατοντάδας ὀκτὼ, ἀπιστοτέροις ἀνθρώποις,
Οὔνομα δηλώσει, σὺ δ᾽ ἐνὶ φρεσὶ σῇσι νόησον.

Τὶ δηλοῦσιν οἱ ἀριθμοὶ οὗτοι τοῦ ὀνόματος, Ἰησοῦ.

Οἱ ἀριθμοὶ δὲ οὗτοι, καθὸ μὲν περιεκτικοὶ ἁπλῶς τοῦ ὀκτὼ, ὅστις κατὰ τοὺς Ἀριθμητικοὺς, πρῶτος, τῶν Κύβων ἐστι, βασιμώτατός τε καὶ ἀκίνητος· δηλωτικοί εἰσιν, ὡς ἂν ἀναλογικῶς ἀνὴρ Ἴποι, τοῦ ἀναλλοιώτου, καὶ ἀκινήτου Ὀγδόου ἐκείνου αἰῶνος, καὶ ἑπομένως συνδηλωτικοὶ, ὅτι ὁ Ἰησοῦς πατήρ ἐστι τοῦ μέλλοντος αἰῶνος, κατὰ τὸν Ἡσαΐαν. Καθ᾽ ὃ δὲ περιεκτικοὶ Μονάδος, Δεκάδος, καὶ Ἑκατοντάδος· ἤτοι, Ἀρχῆς, Μέσης, καὶ Τελειότητος, δηλωτικοὶ ἂν εἶεν, ὅτι ὁ Ἰησοῦς, καθ᾽ ὃ Θεὸς, Ἀρχή ἐστι τῶν ὄντων, καὶ Μέση, καὶ τέλος, ὡς Ποιητὴς, καὶ Προνοητὴς, καὶ τελειωτής· καὶ ἑπομένως συνδηλωτικοὶ, ὅτι καὶ ἡ Πρᾶξις, καὶ ἡ Διδασκαλία, καὶ ὁ Θάνατος· ἤτοι ἡ Ἀρχὴ, καὶ Μέση, καὶ Τέλος τῆς ζωῆς τοῦ Ἰησοῦ, καθ᾽ ὃ ἀνθρώπου, πρὸς μόνον τὸν Ὅγδοον αἰῶνα ἀπετείνοντο. Προοικονίσθησαν δὲ οἱ ἀριθμοὶ οὗτοι τοῦ ὀνόματος, Ἰησοῦς, καὶ διὰ τοῦ ἑλληνικοῦ Ἀλφαβήτου· ὅπερ, ἀπὸ μὲν τοῦ Α, ἕως Θ, ὀκτὼ ἔχει μονάδας· ἀπὸ δὲ τοῦ Ι, ἕως τοῦ Π, ὀκτὼ ἔχει Δεκάδας· ἀπὸ δὲ τοῦ Ρ, ἕως Ω, ὀκτὼ ἔχει Ἑκατοντάδας. Σημαίνει δὲ τὸ ὄνομα Ἰησοῦς, καθ᾽ Ἑβραίους, Σωτὴρ, παραγόμενον ἐκ τῆς ῥίζης τοῦ Ἰαχὰ, ὃ δηλοῖ Ἔσωσεν· ἔστι δὲ τὸ Κύριον ὄνομα τοῦ Μεσσίου, κατ᾽ Αὐγουστῖνον Ἑρμῆν· τῆς ά. καὶ γ΄. Ἰωάννου ἐπιστολῆς· καὶ κατὰ τὸν Κορέσσιον, τοῦτο ἐπιτομὴ ἐστι πάντων τῶν πρὸς τὰ ἔξω ὀνομάτων τοῦ Θεοῦ. Καὶ κατά τινας, τοτοῦ προῦχει καὶ τοῦ Τετραγραμμάτου Ἰεχωβὰ, καθ᾽ ὃ, τοῦτο μὲν περιέχει καὶ τὸ τοῦ Κτίστου, καὶ τὸ τοῦ Σωτῆρος τῆς κτίσεως ὄνομα· ἐκεῖνο δὲ, μόνου τοῦ κτίστου.

· Contents ·