Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Nicodemus the Hagiorite › Unseen Warfare

Unseen Warfare

St Nicodemus the Hagiorite, Greek, Venice, 1870

Part 2, 85. Prayers

ΕΥΧΑΙ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ ΕΝ ΕΙΔΕΙ ΟΙΚΩΝ, ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, ΚΑΤΑΝΥΚΤΙΚΑΙ ΚΑΙ ΩΡΑΙΑΙ, ΑΡΧΟΜΕΝΑΙ ΜΕΝ ΑΠΟ ΤΗΣ ΘΕΟΛΟΓΙΑΣ, ΚΑΙ ΤΕΛΕΥΤΩΣΑΙ ΜΕΧΡΙ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΠΑΡΟΥΣΙΑΣ, ΠΕΡΙΕΧΟΥΣΑΙ ΔΕ, ΚΑΤΑ ΤΑΞΙΝ, ΔΟΞΟΛΟΓΙΑΣ, ΕΥΧΑΡΙΣΤΙΑΣ, ΕΞΟΜΟΛΟΓΗΣΕΙΣ, ΚΑΙ ΑΙΤΗΣΕΙΣ1.
Κοντάκιον, ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τῷ παντοκράτορι Θεῷ καὶ Πανοικτίρμονι,
Ὡς ἐπὶ θρόνου σου τοῦ θείου παριστάμενος,
Ἀπετόλμησα ὁ δοῦλός σου μετὰ φόβου,
Προσκομίσαι σοι τοὺς Οἴκους τούτους Δέσποτα·
Ὅθεν, δέξαι με ὡς εὔσπλαγχνός σοι κράζοντα·

Ἰησοῦ υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με.

Ἄναρχος ἐξ Ἀνάρχου, τοῦ Πατρὸς πρὸς αἰώνων, ἐνυπόστατος λόγος, καὶ Θεὸς ἀληθινὸς ἐκ Θεοῦ ἀληθινοῦ ὅθεν μου, τὸν νοῦν καὶ γλῶτταν τράνωσον, πρὸς ὕμνον τοῦ σωτηρίου καὶ φοβεροῦ σου Ὀνόματος· καὶ ἀξίωσόν με δοξολογεῖν σε Θεοπρεπῶς καὶ λέγειν.

Ἰησοῦ, ἡ Οὐσία ἡ ὑπερούσιος, δοξολογῶ σε τὸν ὄντα ὑπὲρ πᾶσαν θέσιν καὶ ὑπεροχικὴν ἀφαίρεσιν.

Ἰησοῦ, ἡ ὑπόστασις ἡ ἀκατάληπτος, δοξολογῶ σε τὸν ὄντα ὑπὲρ πᾶσαν κατάφασιν καὶ ἀπόφασιν.

Ἰησοῦ, ὁ τῷ Πατρὶ καὶ Πνεύματι Ὁμοούσιος, εὐχαριστῶ σοι, ὅτι ἐχαρίσω μοι τὸν ἀνεξιχνίαστον πλοῦτον τῆς Θεογνωσίας σου.

Ἰησοῦ, ἡ τελειότης ἡ ὑπερτέλειος, εὐχαριστῶ σοι ὑπὲρ πασῶν τῶν εἰς ἐμὲ δεξιῶν καὶ ἀριστερῶν εὐεργεσιῶν σου.

Ἰησοῦ, ἡ ἀπεριόριστος Θεότης, ἐξομολογοῦμαί σοι, ὅτι ἐγὼ μὲν ὡς ἄνθρωπος ἥμαρτον, Σὺ δὲ ὡς Θεὸς ἐλέησον.

Ἰησοῦ, ἡ ἄπειρος μεγαλειότης, ἐξομολογοῦμαί σοι, ὅτι ἐγὼ ὁ ἀπείρως ἐλάχιστος, ἐλύπησα καὶ λυπῶ τὸ Πνεῦμά σου τὸ Ἅγιον.

Ἰησοῦ, ἡ ἀγαθότης ἡ ὑπεράγαθος, οὐδὲν ἐποίησα ἀγαθὸν ἐνώπιόν σου· ἀλλὰ δός μοι διὰ τὴν ἀγαθότητά σου βαλεῖν ἀρχήν.

Ἰησοῦ, ἡ Δύναμις ἡ ἀπρόσιτος, κραταίωσόν με τὸν ἀσθενῆ ἵνα φοβῆταί με ὁ ἐχθρὸς διὰ τὴν ἐν ἐμοὶ δύναμιν τὴν σήν.

Ἰησοῦ, ἡ Σοφία ἡ ἀνεξιχνίαστος, σόφισόν με, ἵνα ἐκκλίνω ῥᾳδίως τὰ τοῦ σοφιστοῦ τῆς κακίας σοφίσματα.

Ἰησοῦ, ἡ Δικαιοσύνη ἡ προαιώνιος εὔθυνον ἐν τῷ μέσῳ τῆς ἀρετῆς, καὶ μὴ ἐν ὑπερβολαῖς, καὶ ἐλλείψεσι τὰ ἐμὰ διαβήματα.

Ἰησοῦ, Θεὲ ἀνώνυμε, δίδαξόν με τοῦ ποιεῖν τὸ ἀγαθὸν, καὶ εὐάρεστον καὶ τέλειον θέλημά σου.

Ἰησοῦ, λόγε ἀπειρώνυμε, γνώρισόν μοι τίνα δεῖ, καὶ πῶς δεῖ ζητεῖν παρὰ σοῦ τὰ αἰτήματά μου.

Ἰησοῦ υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με.

Βουληθεὶς ἐκ μὴ ὅντων, ὄντα κτίσαι, ὦ λόγε, ὑπέστησας Ἀγνέλους τὸ πρῶτον· καὶ εὐθὺς παρέστησάν σοι δουλικῶς, χίλιαι χιλιάδες, καὶ μύριαι μυριάδες νόων καθαρῶν λεπτοτάτων, αἰνοῦσαί σε σὺν τῷ Πατρί σου καὶ πνεύματι, καὶ ἀκαταπαύστως βοῶσαι· Ἅγιος, Ἅγιος, Ἅγιος, καὶ ἄδουσαι. Ἀλληλούϊα.

Γνώριμον πᾶσαι θεῖναι πλοῦτον, ὦ Θεοῦ λόγε, ἰδίας ἀγαθότητος θέλων, καὶ δεύτερον Κόσμον αἰσθητὸν, τὸν ἐξ οὐρανοῦ καὶ γῆς, καὶ τῶν ἐν μέσῳ συνεστῶτα παρήγαγες, παμμέγιστον ποσότητι ποικίλον δὲ τοῖς εἴδεσι. Δι᾽ ὅ σοι κελαδῶ τοιαῦτα.

Ἰησοῦ, ὁ Ποιητὴς τῶν Ἀγγέλων, δοξολογῶσε· τὸν ὑπὸ τῶν ἐννέα Ταγμάτων ἀκαταπαύστως δοξολογούμενον.

Ἰησοῦ, ὁ Κύριος τῶν ἀύλων Νόων, δοξολογῶ σε τὸν ὑπὸ τῶν νοερῶν οὐσιῶν ἀσιγήτως θεολογούμενον.

Ἰησοῦ, ὁ Δημιουργὸς τῶν ὑπερκοσμίων καὶ ἐγκοσμίων, εὐχαριστῶ σοι, ὅτι δι᾽ ἐμὲ τοὺς δύω Κόσμους ἐποίησας.

Ἰησοῦ, ὁ Καλλωπιστὴς πάντων τῶν κτισμάτων, εὐχαριστῶ σοι, ὅτι διὰ τοῦ λογικοῦ θεωρόν με τούτων ἀνέδειξας.

Ἰησοῦ, Προνοητὴς καὶ Συνοχεὺς, τῶν ὑπὸ σοῦ δημιουργηθέντων, καὶ καλλωπισθέντων, ἐξομολογοῦμαί σοι, ὅτι μόνος ἐγὼ ἀνάξιος τῆς Προνοίας σου διὰ τῆς ἀνομίας μου εὕρημαι.

Ἰησοῦ, ὁ νεύματι τανύσας τὸν οὐρανὸν, ἐξομολογοῦμαί σοι, ὅτι ταῖς πολλαῖς ἁμαρτίαις κατακαμπτόμενος, οὐδὲ τὸ πρόσωπον τοῦ οὐρανοῦ ἰδεῖν δύναμαι.

Ἰησοῦ, ὁ τοὺς δύω φωστῆρας κατασκευάσας, τὸ τριμερὲς τῆς ψυχῆς μου φώτισον.

Ἰησοῦ, ὁ τὸν Πόλον κοσμήσας τοῖς ἄστρασι, τοῖς σοῖς με χαρίσμασι. κόσμησον.

Ἰησοῦ, ὁ τὴν γῆν ζωγραφήσας τοῖς ἄνθεσι, παντοδαπὰς ἀρετάς με βλαστάνειν ἐνίσχυσον.

Ἰησοῦ, ὁ τὰ φυτὰ ποικίλοις καρποῖς ποιήσας κατάκομα, τοῖς καρποῖς με τοῦ ἁγίου σου Πνεύματος καταπλούτισον.

Ἰησοῦ, ὁ τοῖς ζώοις αἴσθησιν ἐνθὺς καὶ ζωὴν, ἀποθανεῖν με τῷ Κόσμῳ, καὶ ζῆσαι ἐν σοὶ ἐνδυνάμωσον.

Ἰησοῦ, ὁ τὰ τέσσαρα στοιχεῖα παραγαγὼν, ταῖς τέσσαρσι γενικαῖς ἀρεταῖς με περίφραξον.

Ἰησοῦ υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με.

Δεῖξαι μείζονα θέλων, Σοφίαν τῆς προτέρας, τὸν ἄνθρωπον διέπλασας, Λόγε, ἐκ τῶν νοητῶν καὶ αἰσθητῶν, ὥσπερ Κόσμον μέγαν ταῖς δυνάμεσιν ἐν τῷ μικρῷ, καὶ ὡς ἐπίλογον τοῦ παγκοσμίου λόγου σου, καὶ ἔθου τοῦτον ἐν τῷ παραδείσῳ, προσκυνητὴν τοῦ Κράτους σου· ὃς παραβὰς τὴν ἐντολήν σου, καὶ μεταγνούς, ἔμαθέ σοι ψάλλειν. Ἀλληλούϊα.

Ἐφάνης Πατριάρχαις, καὶ Μωσεῖ τελευταῖον, Σινᾶ ἐπὶ τοῦ Ὅρους ὁ λόγος, καὶ Νόμον ἔδωκας τὸν γραπτόν· εἶτα καὶ Προφήτας ἀπέστειλας, τὴν ἐπὶ γῆς Παρουσίαν σου προφητεύοντας. Ὅθεν ἐγὼ ταῦτα τῷ νοῖ μελετῶν, τοιάδε προσφωνῶ σοι πόθῳ.

Ἰησοῦ, ὁ Θεὸς τῶν Θεῶν· δοξολογῶ σε τὸ συναΐδιον τῆς Πατρικῆς δόξης ἀπαύγασμα.

Ἰησοῦ ὁ Κύριος τῶν Κυρίων, δοξολογῶ σε τὸν ἀπαράλλακτον τῆς τοῦ Γεννήτορος ὑποστάσεως χαρακτῆρα.

Ἰησοῦ, ὁ Βασιλεὺς τῶν βασιλέων, εὐχαριστῶ σοι, ὅτι κἀμὲ τὸ βδέλυγμα εἰς τὴν οὐράνιόν σου βασιλείαν ἐκάλεσας.

Ἰησοῦ, ὁ Ἅγιος τῶν Ἁγίων, τί ἀνταποδώσω σοι περὶ πάντων, ὧν ἐμοὶ ἀνταπέδωκας;

Ἰησοῦ, Πανθαύμαστε, ἡ Γλυκεῖα ἐλπὶς τῶν προπατόρων, ἐξομολογοῦμαί σοι, ὅτι διὰ τὰς πολλὰς ἁμαρτίας μου οὐκ ἔχω βεβαίαν ἐλπίδα τῆς σωτηρίας μου.

Ἰησοῦ, Παντοδύναμε, ἡ ἐξαίρετος ἐπαγγελία τῶν Πατριαρχῶν, ἐξομολολογοῦμαί σοι, ὅτι ἐκπέπτωκα τῶν ἐπηγγελμένων σου ἀγαθῶν διὰ τὰς ἀνομίας μου.

Ἰησοῦ, ζωαρχικώτατε, ἡ ἔνδοξος τελείωσις τῶν Θεσπισμάτων τῶν νομικῶν, ἐν πᾶσί με ποίησον κατηρτισμένον καὶ τέλειον.

Ἰησοῦ, ὑπέρτιμε, τὸ ποθητὸν πλήρωμα τῶν Προφητῶν· τοῦ Πληρώματος τοῦ Νόμου, τῆς ἀγάπης, δεῖξόν με μέτοχον.

Ἰησοῦ, ὁ Γλυκύτατος Πλάστης μου, τὸν ὑπὸ τῆς ἁμαρτίας συντριβέντα ἀνάπλασόν με.

Ἰησοῦ, ἡ ψυχὴ τῆς ψυχῆς μου, πάσας τὰς ἐντολάς σου τηρεῖν ἐνίσχυσόν με.

Ἰησοῦ ὁ Ἐπουράνιός μου Πατὴρ, ἀξίωσόν με τῆς υἱοθεσίας σου.

Ἰησοῦ, τὸ πρωτότυπον κάλλος μου, ἀναμόρφωσόν με τὴν εἰκόνα σου.

Ἰησοῦ υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με.

Ζωῆς τῆς ἀθανάτου, ἐκπεσοῦσαν, ὦ λόγε, θεώμενος ἀνθρώπων τὴν φύσιν, εὐσπλαγχνίσθης ἐπὶ αὐτῇ· καὶ πέμψας τὸν Ἀρχάγγελον Γαβριὴλ, εὐαγγελισόμενον τῇ Ἀειπαρθένῳ Μαριὰμ, ἐξ αὐτῆς σάρκα προσείληφας ἀσπόρως καὶ ὑπὲρ ἔννοιαν, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, καὶ τὴν προαιώνιον βουλὴν ἐκπεπλήρωκας, ἀκούων παρὰ πάντων οὗτως. Ἀλληλούϊα.

Ἥκοντος εἰς τὸ πέρας, τοῦ τῆς Κυοφορίας, χρόνου ἐγεννήθης ἀφθόρως, ἐκ τῆς Ἀπειράνδρου σοῦ Μητρὸς, ἐν Πόλει Βηθλεὲμ, τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος, μία ὑπόστασις σύνθετος, γνωριζομένη ἐν δυσὶ τελείας φύσεσι, καὶ ἐνεργείαις, καὶ θελήσεσιν. Ὅθεν, ἐγὼ τοιοῦτο φρικτὸν μυστήριον ἐννοῶν, σὺν θαύματι ἀνακράζω.

Ἰησοῦ, υἱὲ Πατρὸς ἄνευ μητρὸς κατὰ τὴν θεότητα, δοξολογῶ σε τὸν ἐν ἀρχῇ ὄντα ὑπὲρ αἰτίαν καὶ λόγον.

Ἰησοῦ, υἱὲ Μητρὸς ἄνευ πατρὸς κατὰ τὴν ἀνθρωπότητα, δοξολογῶ σε τὸν ἐν τέλει γεγονότα δι᾽ ἡμᾶς ἄνθρωπον.

Ἰησοῦ, Θαυμαστὲ Σύμβουλε, ὁ πεμφθεὶς παρὰ τοῦ Πατρὸς Ἀπόστολος, εὐχαριστῶ σοι διὰ τὴν περὶ ἡμᾶς ἔνσαρκον Οἰκονομίαν σου.

Ἰησοῦ, Ἐμμανουήλ ἀναλλοίωτε, ὁ τῆς μεγάλης Βουλῆς Ἄγγελος, εὐχαριστῶ σοι διὰ τὴν εἰς ἡμᾶς ἄκραν φιλανθρωπίαν σου.

Ἰησοῦ, Ἀμνὲ Θεοῦ ἄκακε, ἐξομολογοῦμαί σοι ἀεὶ, ὅτι ὑπὲρ πάντας ἀνθρώπους σοι ἥμαρτον.

Ἰησοῦ, Καλέ μου Ποιμὴν, ἐξομολογοῦμαί σοι ἀεὶ, ὅτι ἐγώ εἰμι τὸ ἀπολωλὸς πρόβατον.

Ἰησοῦ, εὐσπλαγχνικώτατε Παράκλητε, ἐνεργοῦσαν ἐν ἐμοὶ τὴν χάριν τοῦ Πνεύματός σου ποίησον.

Ἰησοῦ, νέε Ἀδὰμ, ἔκδυσόν με τὸν Παλαιὸν ἄνθρωπον, καὶ σὲ τὸν νέον με ἔνδυσον.

Ἰησοῦ, ὁ καταβὰς ἐπὶ τὴν γῆν, ἐν οὐρανοῖς καὶ μὴ ἐπὶ γῆς ἔχειν μὲ τὸ πολίτευμα καταξίωσον.

Ἰησοῦ, ὁ φύσει γενόμινος ἄνθρωπος, μέτοχόν με χάριτι τῆς σῆς Θεώσεως ἔνδειξον.

Ἰησοῦ, ἡ Ἀνατολὴ τῶν Ἀνατολῶν, τὴν λήθην καὶ ἄγνοιαν καὶ ῥᾳθυμίαν ἀπ᾽ ἐμοῦ δίωξον.

Ἰησοῦ, ἡ ἀνεκλάλητος παντὸς τοῦ Κόσμου χαρὰ, πάσης κοσμικῆς λύπης με ἐλευθέρωσον.

Ἰησοῦ υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με.

Θείῳ νόμῳ ὑπείκων, ὁ τὸν Νόμον δοὺς πάλαι, σαρκὶ περιετμήθης ὡς βρέφος, καὶ ἔλαβες τὸ Ὄνομα Ἰησοῦς, παρ᾽ ὃ οὐκ ἔστιν ὑπὸ τὸν οὐρανὸν ἕτερον, ἐν ᾧ δεῖ σωθῆναι τὸν ἄνθρωπον· καὶ ᾧ κάμπτει πᾶν γόνυ, Ἐπουρανίων, καὶ Ἐπιγείων, καὶ Καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται κράζουσα. Ἀλληλούϊα.

Ἰδών σε ὁ Πρεσβύτης, Συμεὼν προσαχθέντα, ὡς βρέφος ἐν Ναῷ τοῦ Κυρίου, ἠγκαλίσατό σε ταῖς χερσὶ, καὶ νῦν ἀπολύεις με ἀνεβόησε, ζωῆς καὶ τοῦ θανάτου σε Δεσπότην διὰ τούτων κηρύττων ἅπασιν. Ὅθεν ἐγὼ τὴν τοιαύτην σου Συγκατάβασιν ἐκπληττόμενος, ταῦτα προσάδω.

Ἰησοῦ, τὸ Γλυκύ μου καὶ πρᾶγμα καὶ ὄνομα· δοξολογῶ σε, τὸν ἐκ τῶν ὄντων ὅτι εἶ ἀναμφιβόλως πιστευόμενον.

Ἰησοῦ, τὸ πυκνὸν τῆς διανοίας μου μελέτημα, δοξολογῶ σε, τὸν μηδαμῶς τὶς εἶ, ἦ πῶς εἶ, γνωριζόμενον.

Ἰησοῦ, ὅλη ἡ ὑπόθεσις τῆς νοερᾶς προσευχῆς, εὐχαριστῶ σοι, ὅτι τοιαύτης Ἀγγελικῆς ἐργασίας τὸ γένος τῶν ἀνθρώπων ἠξίωσας.

Ἰησοῦ, τοῦ νοὸς ἡ κίνησις ἡ κυκλικὴ τε καὶ ἀπλανὴς, εὐχαριστῶ σοι, ὅτι δι᾽ αὐτῆς, τῆς πλάνης τοῦ διαβόλου τὸν νοῦν ἐλευθεροῦν ηὐδόκησας.

Ἰησοῦ, τὸ ὕψος καὶ βάθος, μῆκος καὶ πλάτος τῆς γνώσεως, ἐξομολογοῦμαί σοι, ὅτι διὰ τὴν προσπάθειαν τῶν ὑλικῶν, ὁ νοῦς μου ἐν ἀγνωσίᾳ κατάκειται.

Ἰησοῦ, ἡ μνήμη ἡ φωτολαμπὴς, καὶ ἀκόρεστος, ἐξομολογοῦμαί σοι, ὅτι αἱ ἐμπαθεῖς μνῆμαι σκότος ἀεί μοι γίνονται.

Ἰησοῦ, ἡ ἀγαλλίασις τῆς καρδίας, ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου.

Ἰησοῦ, ἡ ῥῶσις τοῦ σώματος, ὑγιὲς, καὶ εὔχρηστον εἰς διακονίαν ποίησον τὸ σαρκίον μου.

Ἰησοῦ, ἡ ἀναπνοή μου, ἐλθὲ εἰς ἐπίσκεψίν μου.

Ἰησοῦ, τὸ ἡδὺ ἐντρύφημα τῆς γλώσσης μου, δός μοι μνήμην τοῦ θανάτου, τῆς κολάσεως, καὶ τῆς κρίσεώς σου.

Ἰησοῦ, ὁ φερώνυμος Σωτήρ μου, δωρεὰν σῶσόν με διὰ μόνον τὸ σωτήριον Ὄνομα σοῦ.

Ἰησοῦ υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με.

Καθαρσίων μὴ χρήζων, ὡς Θεὸς Ἰησοῦ μου, βεβάπτισαι χειρὶ τοῦ Προδρόμου, ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐμοὶ οἰκονομῶν τὴν κάθαρσιν· καὶ υἱὸς ἀγαπητὸς τοῦ Πατρὸς ἐμαρτυρήθης, καὶ Πνεῦμα Ἅγιον, ἐπὶ Σὲ ὡς περιστερὰ κατελθὸν, ἐδίδαξε τοὺς πάντας βοᾶν σοι. Ἀλληλούϊα.

Λαμπρὰν ἦρας τὴν νίκην κατὰ τοῦ διαβόλου, εἰς ἔρημον ἀχθεὶς Ἰησοῦ μου· μετὰ γὰρ Νηστείαν τεσσαρακονθήμερον, οὐδὲν προτιμήσας τῆς ἀγάπης τοῦ Θεοῦ, οὐχ᾽ ἡδονὰς, οὐ δόξαν ἀνθρώπων, οὐ πλοῦτον ῥέοντα, ὑπὸ Ἀγγέλων ὥφθης ὑπηρετούμενος, δι᾽ ὅσοι κράζω.

Ἰησοῦ, ἀγαπητὲ υἱὲ, ἀγαπητοῦ Πατρὸς κατ᾽ αἰτίαν, δοξολογῶ σε, δι᾽ οὗ τὴν πρὸς τὸν Ἀρχίφωτον Πατέρα προσαγωγὴν ἐσχήκαμεν.

Ἰησοῦ, ἀγαπητὲ λόγε, ἀγαπητοῦ Πνεύματος διὰ τὴν συμφυΐαν, δοξολογῶ σε, δι᾽ οὗ τὸ Πανάγιον ζωοποιὸν Πνεῦμα ἐπέγνωμεν.

Ἰησοῦ, ἡ εὐδοκία τοῦ Πατρὸς, ἤτοι τὸ προηγούμενον θέλημα, εὐχαριστῶ σοι διὰ τὸ ὑπερβάλλον τῆς περὶ ἐμὲ εὐδοκίας σου.

Ἰησοῦ, ἐν ᾧ κατοικεῖ πᾶν τὸ τῆς Θεότητος πλήρωμα, εὐχαριστῶ σοι διὰ τὸν εἰς ἡμᾶς κενωθέντα πλοῦτον τῆς χάριτός σου.

Ἰησοῦ, ἡ τοῦ μυστηρίου τῆς Τριάδος φανέρωσις, ἐξομολογοῦμαί σοι, ὅτι ἐπωρώθη ἡ καρδία μου πρὸς τὴν τοιαύτην οὐράνιον Ἀποκάλυψίν σου.

Ἰησοῦ, ἡ πάντων τῶν αἰσθητῶν καὶ νοητῶν ἀνακεφαλαίωσις, ἐξομολογοῦμαί σοι, ὅτι μόνος ἐγὼ ἀλλότριος κατὰ γνώμην εἰμὶ τῆς κοινῆς ταύτης ἑνώσεώς σου.

Ἰησοῦ, ὁ ἐν πολέμοις κραταιὸς, τοὺς νοητῶς καὶ αἰσθητῶς πολεμοῦντάς με πολέμησον.

Ἰησοῦ, ὁ μόνος νικητὴς τῶν πειρασμῶν, ἐν τοῖς πειρασμοῖς ὑπομονήν μοι βράβευσον.

Ἰησοῦ, ὁ τὰς κεφαλὰς τῶν δρακόντων συνθλάσας, τὸν Σατανᾶν σύντριψον ὑπὸ τοὺς πόδας μου.

Ἰησοῦ, ὁ τοῖς νάμασι, τοῦ Ἰορδάνου βαπτισθεὶς, δός μοι δάκρυα, ἵνα ἀπολούσω τὰς ἁμαρτίας μου.

Ἰησοῦ Πανάγαθε, ἐλευθέρωσόν με τῆς φιληδονίας, φιλοδοξίας, καὶ φιλαργορίας.

Ἰησοῦ μακρόθυμε, ἀπάλλαξόν με τῆς μητρὸς πάντων τῶν παθῶν φιλαυτίας.

Ἰησοῦ υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με.

Μέλλων τῆς Βασιλείας, ἐν τῷ Κόσμῳ κηρῦξαι, Χριστέ μου Εὐαγγέλιον θεῖον, ἀπὸ μετανοίας τὴν ἀρχῆν, ἐποιήσω. Καὶ γὰρ ἐλήλυθας, καλέσαι οὐ δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· ἐν ῇ κἀμὲ ἐνίσχυσον τὴν ζωὴν διανύειν, ἵνα κράζω σοι. Ἀλληλούϊα.

Νέαν ἔδειξας πᾶσαν, τῶν ἀνθρώπων τὴν φύσιν, ἀστράψας ἐν Θαβὼρ Ἰησοῦ μου, ὑπὲρ φέγγος τὸ ἡλιακὸν, καὶ συνδοξάσας αὐτὴν τῇ ἀκτίστῳ δόξῃ τῆς θεότητος. Ὅθεν ἐγὼ ἐν σοὶ ἐμαυτὸν καθαρῶν, ἀναλαβόντα τὸ ἀρχαῖον κάλλος μου, ὑπὸ χαρᾶς ἀφάτου τοιάδε σοι ἐν πίστει ψάλλω.

Ἰησοῦ, ἡ ὡραιότης ἡ ἐκστατικὴ καὶ ὑπέρκαλλος, δοξολογῶ σε τὸν τῇ βουλήσει τὴν δύναμιν σύνδρομον ἔχοντα.

Ἰησοῦ, ὁ ἔρως ὁ μανικός τε καὶ παντεπόθητος, δοξολογῶ σε τὸν ἀπείρους Κόσμους ὑποστῆσαι ἰσχύοντα.

Ἰησοῦ, ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωὴ, εὐχαριστῶ σοι, ὅτι ὡδήγησάς με εἰς τὴν ἀλήθειαν τῶν θείων καὶ ζωοποιῶν λογίων σου.

Ἰησοῦ, τὸ ἄκρον ἀντικείμενον τῆς θεωρίας τῶν μακαρίων, εὐχαριστῶ σοι, ὅτι τὴν ἀναξίαν φύσιν ἡμῶν, τῆς τοιαύτης ἠξίωσας δόξης σου.

Ἰησοῦ, τὸ φῶς τὸ ὑπὲρ πᾶν φῶς, ἐξομολογοῦμαί σοι, ὅτι ἐν σκότει τῆς ἁμαρτίας ὁ ἐσκοτισμένος πορεύομαι.

Ἰησοῦ, τὸ ἔσχατον τῶν ἐφετῶν, ἐξομολογοῦμαί σοι, ὅτι οὐδέ ποτε, ὡς δεῖ, τῇ σῇ ἀγάπῃ τέτρωμαι.

Ἰησοῦ, ἡ ζωοποιὸς καὶ Γλυκυτάτη θέρμη, θέρμανόν με τὸν ψυχραθέντα.

Ἰησοῦ, ἡ ἀστεροειδὴς καὶ λαμπροτάτη στολὴ, κόσμησόν με τὸν γυμνητεύοντα.

Ἰησοῦ, ἡ ἀρχὴ καὶ μέση καὶ τέλος μου, καθάρισον τὴν καρδίαν μου, ἵνα σὲ ὀπτάνωμαι.

Ἰησοῦ, ὁ πάντα ὦν, καὶ ὑπὲρ πάντα Θεός μου, ἐπίφανον ἐπ᾽ ἐμὲ τὸ πρόσωπόν σου, καὶ σωθήσομαι.

Ἰησοῦ, τὸ ὑπὲρ νοῦν ἓν, ὅλον ἡνωμένον ἐμαυτῷ δι᾽ ἐπιστροφῆς τοῦ νοὸς καὶ συνεύσεως δεῖξόν με.

Ἰησοῦ, τὸ Μυστήριον τῆς ὑπεραγνώστου σιγῆς, ἀνώτερον παντὸς αἰσθητοῦ καὶ νοητοῦ ποίησόν με.

Ἰησοῦ υἱὲ τοῦ Θεοῦ ἐλέησόν με.

Ξενίζει τὰ σὰ ἔργα, νοῦν βροτῶν καὶ Ἀγγέλων, ἃ ἔδρασας ἐν γῇ Ἰησοῦ μου, οὐχ᾽ ἱκετικῶς ὡς οἱ λοιποὶ, ἀλλ᾽ αὐθεντικῶς ὡς Θεὸς τέλειος, νόσους παντοίας θεραπεύων, καὶ νεκροὺς ἀνιστῶν, ἐξαιρέτως δὲ τὸν τετραήμερον Λάζαρον· ὃς παλινζωΐας τυχῶν, μετὰ φωνῆς αἰνέσεως ἔψαλλέ σοι. Ἀλληλούϊα.

Ὅλος ἄνω ἐν θρόνῳ, σὺν Πατρὶ ἀχωρίστως, καὶ Πνεύματι ὑπῆρχες Χριστέ μου· καὶ ὅλος κάτω ἐν τῇ γῇ, ἐπὶ πώλου ὄνου ὥφθης καθήμενος· ἐκεῖ μὲν τὸ, Γὲλ Γὲλ, καὶ τῶν Ἀγγέλων τὴν αἴνεσιν· ἐνταῦθα δὲ τὸ, ὡσαννὰ, καὶ τῶν Παίδων ἀνύμνησιν προσδεχόμενος· μεθ᾽ ὧν κἀμοῦ τὴν αἴνεσιν πρόσδεξε ταύτην.

Ἰησοῦ, ὁ θησαυρὸς τῶν ἀγαθῶν ἀπάντων ὁ ἀκένωτος, δοξολογῶ σε τὸν ὄντα καὶ προόντα, καὶ ἀεὶ εἰς τοὺς αἰῶνας ὄντα.

Ἰησοῦ, ὁ πλοῦτος τῶν χαρισμάτων ὁ ἀδαπάνητος, δοξολογῶ σε τὸν πανταχοῦ διαφόρως καὶ κατὰ ταὐτὸν ἐνεργοῦντα.

Ἰησοῦ, ὁ τῶν ψυχῶν καὶ σωμάτων Ἰατρὸς, εὐχαριστῶ σοι, ὅτι πολλάκις κατ᾽ ἄμφω Ἰάτρευσάς με.

Ἰησοῦ, ὁ τὰ πάντα εἰδὼς Διδάσκαλος, εὐχαριστῶ σοι, ὅτι διὰ τῶν μακαρισμῶν σου ὁδεύειν ἐδίδαξάς με.

Ἰησοῦ, ὁ τοῖς κρούουσιν ἀνοίγων, ἐξομολογοῦμαί σοι, ὅτι οὐδέποτέ σοι ἤνοιξα ἵνα εἰσέλθῃς, τὴν πεπωρωμένην καρδίαν μου.

Ἰησοῦ, ὁ τοὺς δέκα λεπροὺς καθαρίσας, ἐξομολογοῦμαί σοι ὅτι λεπρός εἰμι, καὶ καθάρσεως χρήζω τῆς ἀπὸ τῶν κρυφίων μου.

Ἰησοῦ, ὁ τὴν πόρνην σωφρονεστέραν παρθένου ποιήσας, ἀπὸ τοῦ πολέμου τῆς πορνείας με σκέπασον.

Ἰησοῦ, ὁ τὴν Μαγδαληνὴν τῶν ἑπτὰ Δαιμονίων ἀπαλλάξας, τῶν ἑπτὰ θανασίμων ἁμαρτιῶν με ἐξάρπασον.

Ἰησοῦ, ὁ τῶν πεπλανημένων ὁδηγὸς, εἰς τὸ ὀρθῶς κινεῖσθαι τὰς πέντε μου αἰσθήσεις ὁδήγησον.

Ἰησοῦ, ὁ τοῦ Κόσμου ἐξαλείφων τὰς ἀνομίας, τὰς ἐμπαθεῖς μου προλήψεις ἐξάλειψον.

Ἰησοῦ, ὁ τῶν ἀνθρώπων ἐλευθερωτὴς, ἀπὸ τῶν τῆς γλώττης δυσφυλάκτων πτωμάτων με ἐλευθέρωσον.

Ἰησοῦ, ὁ τὰ πάντα τοῖς πᾶσι γινόμενος, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματά μου πλήρωσον.

Ἰησοῦ υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με.

Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα τῆς σῆς Συγκαταβάσεως ἔργον· πῶς ὁ τῶν ἀπάντων Δεσπότης, ὡς δοῦλος ταπεινὸς, ἔκλινας γόνυ, καὶ ἔνιψας τοὺς πόδας τῶν σῶν Μαθητῶν, καὶ αὐτοῦ τοῦ προδότου σου. Δι᾽ ὃ ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ὑψώθη τὸ Ὄνομά σου ὑπὲρ πᾶν ὄνομα, καὶ παρὰ πάσης γλώσσης ἀκούεις. Ἀλληλούϊα.

Ῥύσιον τοῦ Βροτείου, γένους ὦ Ἰησοῦ μου, Μυστήριον παρέδωκας Μύσταις· τὸν μὲν ἄρτον ἐν τῷ δείπνῳ, εἰς αὐτό σου τὸ Σῶμα μεταβαλὼν, τὸν δὲ οἶνον εἰς αὐτὸ τὸ Αἷμά σου· τοῦτο ποιεῖν αὐτοὶ παραγγείλας εἰς τὴν σὴν ἀνάμνησιν· ἐξ ὧν ἐγὼ ὡς ἀφθάρτων συνεχῶς κοινωνῶν, ἁγιάζομαι· καὶ θεούμενος κράζω σοι ταῦτα.

Ἰησοῦ, Ἀρχιερεῦ αἰώνιε, δοξολογῶ σε τὸν μὴ νοητὸν ἀντικειμένων δεόμενον, ὡς ὑπὲρ τὸ νοεῖν ὄντα.

Ἰησοῦ, Μελχισεδὲκ ἀγενεαλόγητε, δοξολογῶ σε τὸν μὴ τοῖς νοοῦσιν ὑποπίπτοντα, ὡς ὑπὲρ νοεῖσθαι ὑπάρχοντα.

Ἰησοῦ, τῶν εἰσαγωγικῶν ἡ Γλυκεῖα πόσις, εὐχαριστῶ σοι, ὄτι πολλάκις τῷ Αἵματί σου τὸ αἷμά μου καθήγνισας.

Ἰησοῦ, τῶν τελείων ἡ στερεὰ βρῶσις, εὐχαριστῶ σοι, ὅτι πολλάκις τῷ σώματί σου τὸ σῶμά μου συνεκέρασας.

Ἰησοῦ, ὁ Θύτης ὦν ὁ αὐτὸς καὶ τὸ θῦμα, ἐξομολογοῦμαί σοι, ὅτι ἀναξίως μεταλαμβάνειν τολμῶ τῶν φρικτῶν Μυστηρίων σου.

Ἰησοῦ, ὁ ὅλος ἐν ὅλῳ τῷ Μυστηρίῳ, καὶ ὅλος ἐν παντὶ μέρει αὐτοῦ, ἐξομολογοῦμαί σοι, ὅτι οὐ μετὰ τῆς δεούσης προετοιμασίας πλησιάζω τῇ ἁγίᾳ Τραπέζῃ σου.

Ἰησοῦ, ὁ Ἄρτος τῆς ζωῆς, ἔμπλησόν με συνεχῶς τὸν πεινῶντα.

Ἰησοῦ, τὸ πόμα τῆς εὐφροσύνης, πότισόν με συνεχῶς τὸν διψῶντα.

Ἰησοῦ, ὁ μόσχος ὁ σιτευτὸς, θρέψον με ὡς τὸν υἱόν σου τὸν ἄσωτον, καὶ ἄφεσιν τῶν πταισμάτων μου δώρησαι.

Ἰησοῦ, τὸ μάνα τὸ οὐράνιον, γλύκανόν με ὡς τὸν λαόν σου τὸν ἀχάριστον, καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσάγαγε.

Ἰησοῦ, μέχρι τῶν ἐσχάτων ταπεινωθεὶς, τὸν ὑπερήφανον ἐν ἔργοις, καὶ λόγοις, καὶ ἐννοίαις, ταπείνωσόν με.

Ἰησοῦ, ὁ πάντα ποιήσας εἰς ἡμῶν ὑπόδειγμα, ἀκολουθεῖν σου τοῖς ἴχνεσιν ἐνδυνάμωσόν με.

Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με.

Σῶσαι θέλων τὸν Κόσμον, Κοσμοσῶστα Σωτήρ μου, ὑπέμεινας σαρκὶ ἑκουσίως, τὰ φρικτὰ Πάθη, καὶ τὸν σταυρὸν, τὸν ἄτιμον θάνατον, καὶ ταφὴν τὴν θεόσωμον, μείνας ἀπαθὴς τῇ θεότητι. Δι᾽ ὦ ἐγὼ τῆς φθορᾶς ἀπαλλαγεὶς, πόθῳ σοι μέλπω. Ἀλληλούϊα.

Τριήμερος ἀνέστης ἐκ νεκρῶν Ἰησοῦ μου, μὴ λύσας τὰς σφραγῖδας τοῦ τάφου, καὶ εἰσῆλθες κεκλεισμένων τῶν θυρῶν, πρὸς τοὺς μαθητάς σου ὡς Παντοδύναμος, πιστοποιῶν αὐτοῖς τὴν ὑπερένδοξόν σου Ἀνάστασιν· ὑφ᾽ ἧς ἐγὼ ζωοποιηθεὶς, προσφθέγγομαι ἀπὸ καρδίας.

Ἰησοῦ, ὁ Μεσίτης Θεοῦ καὶ ἀνθρώπων, δοξολογῶ σε τὸν παντὸς νοήματος σημαντικοῦ ἀπειράκις ὑπέρτερον.

Ἰησοῦ, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, δοξολογῶ σε τὸν παντὸς λόγου προφορικοῦ ἀπειράκις ἀπείρως ἀνώτερον.

Ἰησοῦ, ὁ σαρκὶ τὰ πάθη καταδεξάμενος, εὐχαριστῶ σοι, ὅτι τοῖς πάθεσί σου ἠλευθέρωσάς με τῆς ἐμπαθείας, ἡδυπαθείας, καὶ προσπαθείας.

Ἰησοῦ, ὁ μείνας ἀπαθὴς καθ᾽ ὃ Θεὸς, εὐχαριστῶ σοι, ὅτι τὴν παθητήν μου φύσιν ἀνάγαγες εἰς τὸ ἀξίωμα τῆς ἀπαθείας.

Ἰησοῦ, ὁ σταυρὸν ὑπομείνας, ἐξομολογοῦμαί σοι, ὅτι ἀνάξιος εὑρέθην τοῦ διπλοῦ σταυροῦ τῆς πράξεως καὶ θεωρίας.

Ἰησοῦ, ὁ διὰ τοῦ Αἷματός σου ἐξαγοραστὴς τῶν ἁμαρτωλῶν, ἐξομολογοῦμαί σοι, ὅτι εἰσέτι πεπραμένος εἰμι τῇ δουλείᾳ τοῦ ἐχθροῦ καὶ τῆς ἀμαρτίας.

Ἰησοῦ, ὁ τὸν λῃστὴν αὐθημερὸν μετανοοῦντα προσδεξάμενος, πρόσδεξαι κἀμὲ τὸν μετανοοῦντά σοι.

Ἰησοῦ, ὁ τοῖς ἤλοις ἐπὶ τοῦ ξύλου καθηλωθεὶς, καθήλωσον τὰς σάρκας μου ἐν τῷ φόβῳ σου.

Ἰησοῦ, ὁ ὑπὲρ τῆς ἀγάπης ἡμῶν ἀποθανὼν, ὑπὲρ τῆς ἀγάπης τῆς σῆς, καὶ τῶν ἀδελφῶν, ἑτοίμως ἔχειν με ἀποθανεῖν ἐνδυνάμωσον.

Ἰησοῦ, ὁ τῇ Ταφῇ σου τὸν Ἅδην σκυλεύσας, διὰ τῶν ἀγαθῶν λογισμῶν τοὺς πονηροὺς, καὶ αἰσχροὺς, καὶ βλασφήμους μου λογισμοὺς ἐνταφίασον.

Ἰησοῦ, ἡ τῶν πεπτωκότων Ἀνάστασις, ἀνάστησόν με τὸν καθ᾽ ἑκάστην ὀλισθαίνοντα.

Ἰησοῦ, ἡ ζωὴ τῶν νεκρῶν, ζωοποίησόν με τὸν νεκρωθέντα.

Ἰησοῦ υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με.

Ὑψωθεὶς ἐν νεφέλῃ, οὐρανοῦ Ἰησοῦ μου, ἀνῆλθες μετὰ σώματος δόξης, καὶ ἐκάθισας ἐκ δεξιῶν τοῦ Πατρὸς, ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως· εἰς ὃ ἦς πάλιν ἐπανελθὼν, καὶ ὑπὸ πάντων Ἀγγέλων, καὶ πάσης τῆς Κτίσεως προσκυνούμενος, καὶ ἀκούων ὡς Θεὸς τὸν ὕμνον. Ἀλληλούϊα. Φῶς ὑπάρχων τοῦ Κόσμου, Ἰησοῦ φωτοδότα, φῶς ἄλλο ἐξαπέστειλας μύσταις, ἐν ἡμέρᾳ τῆς Πεντηκοστῆς, τὸ παράκλητον Πνεῦμα, τὸ ἐκ τοῦ Ἀγεννήτου φωτὸς, τοῦ Πατρὸς μόνου ἐκπορευόμενον, καὶ σοὶ ὃν ὁμοούσιον· ὃ καὶ ἐφώτισεν αὐτοὺς, καὶ Πυρίνους ἀνέδειξε δι᾽ ὧν ἐγὼ, ἓν καὶ τρίτον φῶς ἐλλαμφθεὶς, ζέοντι πόθῳ ἀναμέλπω.

Ἰησοῦ, ἡ μόνη Κεφαλὴ πάσης τῆς Ἐκκλησίας, δοξολογῶ σε τὸν Πρωτότοκον πάσης τῆς κτίσεως.

Ἰησοῦ, ὅλη ἡ ἀπόλαυσις τῆς οὐρανῶν Βασιλείας, δοξολογῶ σε τὸν Πρωτότοκον τῆς ἐκ νεκρῶν Ἀναστάσεως.

Ἰησοῦ, ἡ Πίστις τῶν Ὀρθοδόξων ἡ ἀνίκητος, εὐχαριστῶ σοι, ὅτι ἐν τῇ Ὁρθοδόξῳ ταύτῃ Πίστει γεννηθῆναί με ηὐδόκησας.

Ἰησοῦ, ἡ Ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς ἡ ἀκαταίσχυντος, εὐχαριστῶ σοι, ὅτι ἐλπίδας βεβαίας ἡμῖν τῆς εἰς οὐρανοὺς ἀποκαταστάσεως δέδωκας.

Ἰησοῦ, τὸ μέγα καὶ ἀτελεύτητον ἔλεος, ἐξομολογοῦμαί σοι, ὅτι ἀνάξιον ἐμαυτὸν ἑκουσίως τοῦ τοιούτου σου ἐλέους ἐποίησα.

Ἰησοῦ, ἡ ζωὴ τοῦ Κόσμου ἡ αἰώνιος, ἐξομολογοῦμαί σοι, ὅτι ἐγὼ οὐκ ἀγαπῶ τὴν ζωὴν, ἀλλὰ τὸν αἰώνιον θάνατον.

Ἰησοῦ, ὁ ὑπὲρ ἡμῶν Ἱλασμὸς πρὸς τὸν Πατέρα γενόμενος, ἱλάσθητι ἐπὶ ταῖς ἁμαρτίαις μου, καὶ συγχώρησον πᾶν ἄτοπον ὅρμημα τῆς καρδίας μου.

Ἰησοῦ, Ἄρχων εἰρήνης, ὁ εἰρηνοποιήσας οὐράνια καὶ ἐπίγεια, εἰρήνευσόν με πρὸς σὲ, πρὸς ἐμαυτὸν, καὶ πρὸς τὸν πλησίον μου.

Ἰησοῦ, ὁ τῇ ἐπιπνοίᾳ τοῦ Ἁγίου Πνεύματος τὴν Οἰκουμένην εὐωδιάσας, κἀμὲ τὸν δυσωδέστατον εὐωδίασον.

Ἰησοῦ, ὁ τοὺς σοὺς Μαθητὰς ναοὺς ἀναδείξας τοῦ Πνεύματος, ναὸν κἀμὲ τῆς αὐτοῦ δωρεᾶς καὶ χάριτος ποίησον.

Ἰησοῦ, ὁ τὴν ἐξ ὕψους Δύναμιν ἐνδύσας τοὺς Ἀποστόλους σου, Πνεύματι ἡγεμονικῷ τὸ τῆς διανοίας μου ὀλισθηρὸν στήριξον.

Ἰησοῦ υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με.

Χάριν τοῦ παρακλήτου οἱ σοὶ μῦσται λαβόντες, ἐσπάρησαν εἰς πάντα τὸν Κόσμον, καὶ τὰ ἔθνη εἰς τὸ Ὄνομα τῆς Ἁγίας Τριάδος βαπτίσαντες, ἐδίδαξον αὐτὰ πιστεύειν εἰς ἕνα Θεὸν Τρισυπόστατον, καὶ εἰς σὲ τὸν ἐκ Θεοῦ ἀποσταλέντα Κύριον Ἰησοῦν Χριστὸν, καὶ ψάλλειν σοι ὡς Θεῷ τὸν ὕμνον. Ἀλληλούϊα.

Ψάλας σου τὴν Προτέραν Παρουσίαν Χριστέ μου, νῦν ψάλλω σοι ᾠδαῖς τε καὶ ὕμνοις, καὶ τὴν Δευτέραν καὶ φρικτὴν, Παρουσίαν ἐν ῇ ἐρχόμενος, κρινεῖς τὸν Κόσμον ἅπαντα, ὡς Θεὸς μετὰ δόξης, καὶ ἀποδώσεις ἑκάστῳ καθ᾽ ἃ ἔπραξε. Δι᾽ ὅσοι μετὰ πόθου κράζω.

Ἰησοῦ, ὡραιότατε, τὸ Κήρυγμα τῶν Ἀποστόλων, δοξολογῶ σε, δι᾽ οὗ τὰ πάντα γεγόνασιν.

Ἰησοῦ, Παμπόθητε, τὸ στερέωμα τῶν μαρτύρων, δοξολογῶ σε, εἰς ὃν τὰ πάντα ἐπιστρέφουσιν.

Ἰησοῦ, θεαρχικώτατε, ἡ παρηγορία τῶν Ὁσίων, εὐχαριστῶ σοι· ὅτι ἐκ τοῦ Κόσμου χωρίσας με, τοῦ μοναδικοῦ σχήματος κατηξίωσας.

Ἰησοῦ, Ἱλαρώτατε, ἡ δόξα τῶν Ἱεραρχῶν, εὐχαριστῶ σοι, ὅτι διὰ τῆς θεολογίας αὐτῶν ἀσφαλῆ μοι τὴν πίστιν παρέδωκας.

Ἰησοῦ, Φιλανθρωπότατε, ἡ χαρὰ τῶν δικαίων, ἐξομολογοῦμαί σοι, ὅτι ἐγὼ οὐχὶ τοὺς Δικαίους, ἀλλὰ τοὺς ἀδίκους ὡς ἄφρων ἐζήλωσα.

Ἰησοῦ, Πολυέλεε, ὁ ἐπιθυμητὸς Μεσσίας ὑπὸ πάντων τῶν Ἐθνῶν, ἐξομολογοῦμαί σοι, ὅτι μετὰ νόμον καὶ χάριν ἁμαρτάνων, καὶ τοὺς Ἐθνικοὺς αὐτοὺς τῇ κακίᾳ ὑπερβέβηκα.

Ἰησοῦ, Χριστὲ, ἡ Ἐπουράνιος Κλῆσις τῶν χριστιανῶν, ἀνάξιον ταύτης ἐπὶ τῶν ἔργων μοι δείξῃς με.

Ἰησοῦ, ἀναμάρτητε, ἡ Σωτηρία τῶν ἁμαρτωλῶν, εἰ καὶ ἐγὼ ἐγκατέλιπόν σε, ἀλλὰ σὺ μὴ ἐγκαταλείπῃς με.

Ἰησοῦ, ἡ ἀνάπαυσις τῶν κοπιώντων, ᾧδε καὶ ἐκεῖσε ἀνάπαυσόν με.

Ἰησοῦ, ὁ Κριτὴς τῶν Νεκρῶν καὶ τῶν ζώντων, κατὰ τὰ ἔργα μου μὴ κρίνῃς με.

Ἰησοῦ, ὁ μόνος ἔχων τὰς κλεῖς τοῦ Ἅδου καὶ τοῦ θανάτου, τῆς αἰωνίου Κολάσεως ῥῦσαί με.

Ἰησοῦ, ὁ μόνος ὦν ἀπὸ Συλλήψεως Μακάριος, κληρονόμον τῆς Βασιλείας σου δεῖξόν με.

Ἰησοῦ υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με.

Ὦ Πρῶτε καὶ Ἔσχατε· Ἀρχὴ καὶ τέλος· Ἄλφα καὶ Ὠμέγα Ἰησοῦ, ὁ παρὰ τῶν ὑπερκοσμίων, καὶ Ἐγκοσμίων παγκοσμίων ὑμνούμενος, καὶ πάλιν μένων ὡς Θεὸς, ἀεὶ ὑπερύμνητος. Δέξαι μου τὴν μικρὰν ταύτην ὑμνῳδίαν, ὡς τῆς χήρας τὰ δύω λεπτά· καὶ σῶσον ἐμὲ, καὶ πάντας τοὺς Ὀρθοδόξους· ἵνα πάντες εἰς δόξαν τοῦ Ὀνόματος σου, ψάλλωμεν αἰωνίως. Ἀλληλούϊα.

Notes

  1. Ἐπεὶ, κατὰ τὸν μέγαν Βασίλειον τὰ τέτταρα ταῦτα ἐν τῇ Προσευχῇ, φυλάττεσθαι δεῖ, ά. Δοξολογίαν· β΄. Εὐχαριστίαν· γ΄. Ἐξομολόγησιν, καὶ δ΄. Αἴτησιν. Διὰ τοῦτο καὶ ἡμεῖς ἐνταῦθα ἐν ἑνὶ ἑκάστῳ οἴκῳ, ταυτὶ τὰ τέτταρα κατὰ σειρὰν συνηρμόσαμεν.

· Contents ·