Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Nikephoros of Constantinople › Antirrhetics

Antirrhetics

St Nikephoros of Constantinople, Greek, PG 100, 1860

1. First Antirrhetic

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΓΕΝΟΜΕΝΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΝΙΚΗΦΟΡΟΥ ΑΝΤΙΡΡΗΣΙΣ ΚΑΙ ΑΝΑΤΡΟΠΗ ΤΩΝ ΠΑΡΑ ΤΟΥ ΔΥΣΣΕΒΟΥΣ ΜΑΜΩΝΑ ΚΑΤΑ ΤΗΣ ΣΩΤΗΡΙΟΥ ΤΟΥ ΘΕΟΥ ΛΟΓΟΥ ΣΑΡΚΩΣΕΩΣ ΑΜΑΘΩΣ ΚΑΙ ΑΘΕΩΣ ΚΕΝΟΛΟΓΗΘΕΝΤΩΝ ΛΗΡΗΜΑΤΩΝ. ΑΝΤΙΡΡΗΣΙΣ ΠΡΩΤΗ.

Οὕτως μὲν δὴ τῶν προτέρων ἡμῖν λόγων ἐκπεπόνηται τὸ ἀγώνισμα καὶ ἐξήνυσται. Καὶ γὰρ τὴν Χριστιανῶν θεοσέβειαν, δυσσεβείας εἰδωλικῆς διὰ τῶν ἱερῶν γραμμάτων ὁ λόγος προλαβὼν, καθαρεύουσαν ἀποδέδειχε, τοὺς δὲ ἀδικίαν εἰς τὸ ὕψος λαλήσαντάς τε καὶ μελετήσαντας, στηλιτεύσας ὡς παράφρονας ἀπεῤῥάπισε. Νῦν δὲ αὖθις ἐπὶ τὸ ἕτερον τῆς ἀσεβείας ἀποδυσάμενοι μέτιμεν στάδιον.

Ἐπείπερ, καθὰ δὴ καὶ πρότερον ἡμῖν ἐῤῥήθη, διττὸς παρὰ τῶν τῆς ἀληθείας ἐχθρῶν ὁ κατὰ τῆς εὐσεβείας συνέστηκεν ἀγὼν, κατὰ τὸν ζηλωτὴν Φινεὲς τῷ σειρομάστῃ καθοπλισθέντες τοῦ πνεύματος, καὶ αὐτῇ τῇ ἀληθείᾳ συνεργῷ χρώμενοι, ὑπὲρ ἧς μαχόμενοι συμμαχούμεθα, καὶ ὁ παρὼν ἡμῖν ἐπισυνέστηκε πόλεμος, τὴν Μαδιανῖτιν ἀθεῖαν τῇ Ἰουδαϊκῇ ἀπιστίᾳ, τὴν Μανιχαϊκήν φημι λύτταν τῇ Ἀρειανικῇ μανίᾳ συνεκκεντήσοντες.

Ἐπεὶ οὖν εἴ τις αὐτῶν διαπύθοιτο, ποῦ ποτε ἄρα Χριστιανοὺς εἰδωλικοῖς προσοχθίσμασιν ὡς θεοῖς ἐφώρασαν ὑποκύψαντας, οὐκ ἔχουσι ὅ τι καὶ ἀντιφθέγξαιντο, ἰλιγγιῶσι δὲ μάλιστα ὑπ᾽ αὐτῆς τῆς ἀληθείας στρεβλούμενοι, καὶ τὴν γλῶσσαν δεσμούμενοι, καὶ τὴν ψυχὴν σκότους πληρούμενοι. Καὶ ἄλλως συναισθόμενοι ὡς λίαν ἀσεβοῦσι τὰ πρὸς Θεὸν τοῖς ἱεροῖς ἀθέσμως προσπταίοντες, ἐγνωσμένον αὐτοῖς ὅποι τὰ τῆς ὕβρεως ἀναφέρεται, τηνικαῦτα χωροῦσιν ἐπὶ τὸ ἀπερίγραπτον. Οἰόμενοι γὰρ διαδρᾶναι τὸ τῆς ὕβρεως ὑπέρογκον, κομψὸν ἐπενόησαν ὅπερ ὑπέδυσαν προσωπεῖον, τοῦ ἀπεριγράπτου τὸ πρόσρημα, ὃ δὴ τῷ Χριστῷ ἐπιγράφουσι· ταύτῃ δῆθεν κατασκευάζοντες τὸ ἀπρόσκοπον, ὡς ἂν τῷ μὴ δεῖν εἰκονίζεσθαι, τὰ ἐπὶ τῇ παροινίᾳ τῶν ἁγίων ἄτοπα διαπεφευγέναι δόξαιεν. Ὃ μεῖζον αὐτοῖς εἰς ἀτοπίαν ἐξεύρηται. Σοφίζονται γὰρ λανθάνειν Θεὸν, ἐφ᾽ οἷς εἰς αὐτὸν ἀσεβοῦσιν οἱ ἀσύνετοι· λελήθασι δὲ τῷ ὄντι σφᾶς αὐτοὺς οἱ πλανώμενοι, ὡς τό γε ἑαυτοὺς παραλογίζεσθαι, τῶν ἀνοήτων πάνυ καὶ σφαλερῶν ὑπάρχει τεκμήριον.

Πάλιν οὖν κἂν τούτῳ τῷ μέρει τῆς ἀσεβείας ἑαυτοῖς ἀκολουθοῦντες· οὐ γὰρ δὴ τὴν τῆς ἀληθείας διασκοποῦσιν εὕρεσιν, τὴν τοῦ Μαμωνᾶ πλάνην, κανόνα καὶ δογμάτων ἀκρίβειαν οἱ δείλαιοι ἐξεδέξαντο. Οὕτω γὰρ τοῦ δεόντος παρεκομίσθησαν λογισμοῦ, καὶ τοῖς αἰσχίοσι τὴν ψῆφον ἤνεγκαν, ὅθεν αὐτοῖς τὸ πᾶν τῆς εἰκαίας ταύτης διδασκαλίας ἀνοήτως συνέστηκεν. Ὄντως ἀληθὲς περὶ τῶν ὧδε φρονούντων, φάναι καὶ νῦν, ὡς εἴη ἐξ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας, ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν. Τὸν γὰρ τῆς ἀσεβείας ἐκεῖθεν πικρὸν ὥσπερ ἐκχεάμενοι ἄκρατον, καὶ τοῖς ἐκπεπονημένοις αὐτῷ ψευδομυθήμασιν ἐκμεμεθυσμένοι τὸν νοῦν, πρὸς ἀλλοκότους καὶ ἀλογίστους φλυαρίας τὴν γλῶσσαν ἀτοπώτατα παραφέρονται. Πολλὰ δὴ οὖν καμόντες, καὶ πολλὰς βίβλους διαφθείραντες καὶ νοθεύσαντες, πλείστας τε δόξας τῶν τε ἀοιδίμων Πατέρων ἡμῶν, πρὸς δὲ καὶ τῶν ἐκτὸς καὶ τοῦ τῆς Ἐκκλησίας ἀπεληλαμένων χοροῦ ἐξερευνήσαντες, καὶ ταύτας παρακινεῖν καὶ δολοῦν πειραθέντες· ἤνυσαν πλέον μὲν οὐδέν τι· ἐκεῖνον δὲ ταῖς ἰσοθέοις καθ᾽ Ἐλληνας γεραίρουσι τιμαῖς, τῇ τε δόξῃ τῇ αὐτοῦ καὶ τῷ φρονήματι προστρέχοντες ἀφρονέστατα, ὡς οἰκεῖον περιπτύσσονται καὶ ἀσπάζονται. Καὶ τούτων μάλιστα οἱ ἀνοήτως τῆς ἐκείνου ἀποστασίας προεστηκότες, ἐκ τῆς τοιαύτης αἰσχύνης τὸ περιφανὲς κατακτᾶσθαι οἰόμενοι, καὶ τούτοις ἐρεύνης καὶ ἐξετάσεως ἄνευ συντίθενται· ἐπειδὴ πρόχειρον ἡ κακία, καὶ πολὺς ἐπὶ τὸ χεῖρον ὁ δρόμος, καὶ τὸ πρὸς τὰ περικόσμια τῶν φιλοσάρκων ἐπιῤῥεπές. Ὑφ᾽ ὧν ἐναυξηθέντος αὐτοῖς τοῦ κακοῦ, τὰ τῆς οἰκείας ἀσφαλείας προύδωκαν, ὥσπερ λοιμικοῦ τινος ἐφερπύσαντος καὶ ψυχοφθόρου πάθους. Ἐντεῦθεν τῇ τοῦ ἀπεριγράπτου συνίστανται φωνῇ, δι᾽ ἧς τὴν τοῦ Σωτῆρος ἡμῶν θείαν οἰκονομίαν πανούργως καὶ κακοήθως ἐκ βάθρων αὐτῶν ἀνατρέπειν ἐπιχειροῦσι, καὶ ταύτην κατὰ τῶν εὐσεβούντων προχειριζόμενοι, καὶ ὥσπερ δυσκαταγώνιστον ἐπιτείχισμα κατεξανιστάντες αὐτοῖς, αἱρήσειν οἴονται· ὡς εἰ μὴ δέξαιντο, διαιρήσειν τὴν κατὰ Χριστὸν μίαν ὑπόστασιν ἐκβιασθήσοιντο. Ἀλλ᾽ ἐπειδὴ ποικίλον καὶ πολυσχιδὲς τὸ τοῦ ψεύδους τέχνασμα, ὑποπλάττονται μὲν ταύτην δέχεσθαι, μέχρι ψιλῶν ῥημάτων μόνων περιιστάντες, τὸ ἑτερόδοξον αἰσχυνόμενοι, ἔργῳ δὲ ὅτι μὴ ἀπαναίνονται μόνον, ἤδη δὲ καὶ τοὺς προσιεμένους ὡς δυσμενεῖς ὁρῶντες, πικρῶς ἀπελαύνουσι μηδὲ μιᾶς ἀξιοῦντες φειδοῦς.

Τί δὴ οὖν λοιπὸν τὸ ἐντεῦθεν σκοπεῖν ἔξεστι; Τί δὲ ἄλλο ἢ τοῦτό γε ἀληθὲς ἐννοεῖν καὶ φράζειν, ὅτι δὴ πάλιν ἡ τοῦ Μάνεντος Χάρυβδις πλατὺ χάνασα τοῖς ἐν τῇ ἁπλότητι τοῦ βίου τὸν πλοῦν ἐξανύουσι, στόλους ὅλους ψυχῶν ἀναρπάζουσα, καὶ βρυχίους τῷ βυθῷ τῆς ἀπωλείας ὑπάγουσα, παραδίδωσι;

Πάλιν τῆς Ἀρειανικῆς φλογὸς ἡ χίμαιρα, τῷ ψυχοφθόρῳ πυρὶ τῶν τῆς ἀθεότητος διδαγμάτων, τῶν ἀπροόπτως πως καὶ ἀφυλάκτως παρὰ τυγχανόντων τὸν νοῦν, παραναλίσκει διαφλέγουσα.

Πάλιν ἡ πολυκέφαλος ὕδρα τῶν Ἀκεφάλων καὶ τῆς συγχυτικῆς τῶν Εὐτυχιτῶν, μᾶλλον δὲ Δοκητῶν συμπνοίας, ἐπὶ διαιρέσει καὶ λύμῃ τοῦ τῆς Ἐκκλησίας καλῶς ἡνωμένου σώματος, πολυσχιδεῖς τὰς παραφυάδας τῶν πικρῶν γεννημάτων ἐβλάστησε. Καὶ ὡς ἂν συλλαβών τις εἴποι, ἐκ τῆς Μανιχαϊκῆς ἐχίδνης, καὶ τῆς Ἀρειανικῆς ἀσπίδος, ἕτερός τις ἐκ συμπλοκῆς τούτων οἶον ἑρπυστὴς ἀμφικέφαλος ἐξέφυ· ὁποίαν δὴ καὶ τὴν τῶν Ὑψισταρίων κίβδηλον καὶ βδελυρὰν θρησκείαν ἀκούομεν, ἐξ Ἐλληνικῆς τερθρείας καὶ νομικῆς τερατείας συνισταμένην· καὶ δεινὸν κατὰ τῶν τῆς θείας ἐντολῆς ὑπερορώντων ῥέψας, ὧν καὶ πτέρναν τηρεῖν ἤδη προστέτακται, πικρὸν τὸν ἰὸν καὶ ὀλέθριον ταῖς ψυχαῖς τῶν εὐπαρακόμιστον εἰς τοῦτο τὴν ἀκοὴν ἐχόντων ἐνέχεεν. Ὅτι μὲν γὰρ Ἀρειανοὶ Μανιχαίοις συμφύρονται, ἐν τοῖς μετὰ ταῦτα σαφῶς παραστήσομεν.

Δῆλον δὲ δήπου παντὶ, ὡς βούλεται αὐτοῖς ἡ σπουδὴ, τὰς πολυανθρώπους ἐκείνας καὶ θεολέκτους τῶν ἀοιδίμων Πατέρων ἡμῶν ὁμηγύρεις τέλεον ἠθετῆσθαι· ὑφ᾽ ὧν διὰ τοῦ ἐνεργοῦντος καὶ λαλοῦντος ἐν αὐτοῖς θείου Πνεύματος, πεφοιτηκέναι εἰς ἡμᾶς τὴν τοῦ θείου μυστηρίου ἀληθότητα ἐκφανέστερον καὶ τρανότερον ἀσφαλῶς πεπείσμεθα, τάς τε κατὰ Νίκαιαν τὸ φιλόθεον ἄστυ συγκεκροτημένας φημὶ, ὃ τῶν ἐν Βιθυνοῖς καθ᾽ ὧν τὸ κράτος ἔσχε πόλεων, τὰ πρεσβεῖα οἷα δὴ μητρόπολις φέρεται, καὶ ἣν τὸ Χαλκηδονίων αὐχεῖ μάλιστα πόλισμα, καὶ μὲν δὴ καὶ αὐτὴν ἤπερ ἡ Βύζαντος ἐγκαλλωπίζεται πόλις, ἐπὶ τῷ τελείῳ τῶν ἀριθμῶν ἐνσεμνυνομένη, τῷ εἰς πλείονα τῆς ἀσεβείας ἔνδειξιν διεῤῥίφθαι καὶ ἐκκεκρίσθαι, καὶ οὓς οἱ κατ᾽ αὐτὴν θεσπέσιοι Πατέρες θεσμοὺς καὶ νόμους τῇ ἐπινοίᾳ τῇ ἄνωθεν ποδηγούμενοι ἐκπεφωνήκασιν· ὑφ᾽ ὧν καθορίζεται θεοσόφως μάλιστα καὶ ἐνδικώτατα, τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ σεβασμίαν εἰκόνα κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα, τὸ ἐξ ἐκείνου ἀναστηλοῦσθαι· ὅπερ ἤδη καὶ πάλαι μὲν γεγονὸς διεφαίνετο· καὶ γὰρ ἠλικιῶτις τῆς τοῦ Σωτῆρος ἐπιφανείας, ἡ θεία αὕτη γραφὴ, ὅσον δὲ τὸν ἀμνὸν ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος ἐπιλαμψάσης αὐτῆς μὴ προϊέναι περαιτέρω εἰκονιζόμενον. Δέον γὰρ εἶναι τοὺς παλαιοὺς μὲν τύπους καὶ τὰς σκιὰς ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τιμωμένους, σεπτούς τε καὶ αὐτοὺς ἤδη τυγχάνοντας, περιγεγράφθαι, τὴν χάριν δὲ προτετιμῆσθαι εἰκότως καὶ τὴν ἀλήθειαν. Πρὸ τούτων δὲ καὶ ὑπὲρ ταύτας, τὴν ἐφ᾽ ᾗ ἡ Ἐφεσίων μέγα φρονεῖ, τέλεον ἀποσκευάσασθαι, ἄντικρυς περιγραπτὸν τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν κατὰ τὸ ἀνθρώπειον, μεγαλοφώνως κηρύξασαν, καὶ τοὺς μὴ ταύτην δεχομένους τὴν φωνὴν, φρικτοῖς ἀναθέμασι περιδεσμήσασαν. Καὶ τί χρὴ λέγειν συνόδους ἀνατετράφθαι παρ᾽ αὐτῶν; Τὸ πᾶν τοῦ μυστηρίου τῆς τοῦ Σωτῆρος οἰκονομίας περιυβρίζοντες, ἐκφαυλίζουσιν ἔθη τὰ καθ᾽ ἡμᾶς καὶ θεσμοὺς καὶ σεβάσματα.

Ἐπεὶ οὖν κατὰ τῆς Χριστοῦ Ἐκκλησίας καὶ τῶν θείων ἡμῶν δογμάτων ἀπηναισχύντησαν, πᾶσαν ἱερὰν παράδοσιν διωσάμενοι, καὶ τὰς κατὰ τῆς δόξης τοῦ Μονογενοῦς, παρὰ τοῦ πατρὸς τῆς ἀπιστίας, μᾶλλον δὲ ἀποστασίας εἰπεῖν οἰκειότερον, κενολογηθείσας φωνὰς εἰς βεβαίωσιν τῆς ἑαυτῶν προχειρίζονται ματαιότητος, ἔδει μὲν ταύτας ὡς φληνάφους, ὡς ἀγυρτώδεις, ὡς ἀηδίας καὶ λέσχης πεπληρωμένας, ὡς ἀπαιδεύτους καὶ ἀσυνέτους καὶ ψεύδους ἐμπλέους, ὡς ἑαυτῷ ἀνακολούθους, ὡς τῇ ἀληθείᾳ καὶ ἑαυταῖς μαχομένας, καὶ πλάνης ἁπάσης μεμεστωμένας, καὶ ὡς οὐκ ἂν λόγος πρὸς τὴν αὐτῶν κακίαν ἀφίκοιτο, καὶ τὸ πᾶν εἰπεῖν, ὡς ἐκ πολλῆς κοπρίας καὶ φορυτοῦ ἀπαιδεύτως καὶ ἀμαθῶς συναγηγερμένας, τέλεον ἀπωθεῖσθαι καὶ διακρούεσθαι. Οὕτω γὰρ ἀκόσμως καὶ αὐθαδῶς καὶ ἀσέμνως, κατὰ τῶν φαινομένων καὶ ὑπ᾽ ὄψιν πάντων ἠγμένων καὶ ταῖς ἁπάντων ὁμολογουμένων ὄψεσιν προΐασιν, ὡς εἰς γέλωτα μᾶλλον ἢ ὄνησιν τοῖς σώφροσι ταῖς ἀληθείαις προκεῖσθαι. Πῶς γὰρ οὐκ ἄξιον γέλωτος, τὸ τῇ φύσει τῶν πραγμάτων αὐτῇ, καὶ τοῖς ἐκ πλειόνων χρόνων καὶ γενεῶν πολλῶν ἐπ᾽ εὐσεβείᾳ γνωρίμων καὶ μεμαρτυρημένων, τὸ πιστὸν καὶ τὴν ἰσχὺν, ἀπομάχεσθαι, καὶ αὐτόθεν τὸ ἀσφαλὲς, τῷ παρακεχωρηκότι πάντων τῆς ἐννοίας, πρὸς λόγου πληροφορίαν εἰς ἀπόδειξιν καὶ βεβαίωσιν παραλαμβάνεσθαι;

Ὡς γοῦν ἤδη τοιαῦτα καὶ οὕτως ἔχοντα ἔγνωσται, μηδὲ τὴν ἀρχὴν ἀντιλέγειν ἐχρῆν· ἵνα μὴ ταὐτὸν ἐκείνοις πεπονθέναι ὀφθείημεν, καὶ ἀβελτερίας καὶ ἀπαιδευσίας ὀφλήσαντες γέλωτα, τὴν ἴσην ἀπενεγκοίμεθα γραφὴν, τοῖς μειρακιώδεσιν ἐπιβάλλοντες λόγοις. Ἔοικε γὰρ ὁ ταῦτα ἀνατρέπειν πειρώμενος, τὰς κατὰ παιδιὰν ἐκ ψάμμου παίδων ἀθύρμασι κατεσκευασμένας περιτρέπειν μᾶλλον οἰκοδομίας, ἢ τοῖς παρὰ πᾶσι τοῖς συνιοῦσιν ὡς ἀληθῶς καὶ τὴν ἀλήθειαν τετιμηκόσιν ἐπεγνωσμένοις, συναγορεύειν. Ἀλλ᾽ ἐπειδὴ ὥσπερ ἐξ ἐπιτάγματος σοφοὶ εἶναι βούλονται, μὴ ὅτι τῆς ἀληθείας ἀντέχεσθαι σπουδὴν ποιούμενοι, τοῦ ψεύδους τε ὡς οἷοί τέ εἰσι μεταποιούμενοι, ἐρεσχελίᾳ πολλῇ καὶ φλυαρίᾳ καὶ βατταρισμοῖς χρώμενοι, ἐπὶ τῇ τῶν πολλῶν λύμῃ, συναρπάζουσι δι᾽ αὐτῶν τοὺς ἀκεραιοτέρους, ἐκ πολλῆς ἄγαν ἀποπληξίας καὶ δυσβουλίας αἰχμαλωτίζοντες, εἰς τὸ οἰκεῖον πτῶμα τοὺς πολλοὺς ἕλξειν. Οἷς ἤδη καὶ τῶν λογιμωτέρων δοκοῦντες καὶ περιφανεστέρων τινὲς, σκανδαλίζονται, ἐπειδὴ ἅπτεται ὡς τὰ πολλὰ καὶ τῶν ἀρίστων ὁ μῶμος· καθάπερ γὰρ φθοροποιοῦ νοσήματος πᾶσιν, ὡς ἔπος εἰπεῖν, τῆς ἑαυτῶν μεταδιδόασι λώβης. Τῷ φαινομένῳ γὰρ καὶ κεχρωσμένῳ τῶν τὴν ἀκοὴν περισαινόντων λόγων περιθελγόμενοι, τὸν δὲ κατορωρυγμένον καὶ κεκρυμμένον βόθρον διὰ τὸ ἀνεπιστάτητον οὐ προορώμενοι, ταῖς πάγαις ἐξ ἀπροσεξίας τῆς ἀπιστίας ἀκλεῶς περιπίπτουσιν. Ἐν προσχήματι γὰρ Χριστιανισμοῦ τὸ Χριστιανίζον ἅπαν εὐσεβῶς ὁ ταῦτα συγγεγραφηκὼς δυσμενῶς ἐξεπόρθησε. Ταύτῃτοι καὶ οὐκ ἀκόσμως τι δόξαντες δρᾷν, εἰς τήνδε τῶν λόγων τὴν ἐξέτασιν καθήκαμεν ἑαυτούς. Καὶ οὐκ ἂν ἀποκνήσαιμεν σαθρὰ καὶ κατερρυηκότα καὶ ἀραχνίων ἀσθενέστερα τὰ τούτων ἀποφαίνειν προβλήματα, τοὺς τῆς ἀληθείας ἐλέγχους εὐστόχως ἐπάγοντες, ὡς ἂν δήλης ἅπασι τῆς ἐν αὐτοῖς ἀτοπίας καθισταμένης, ἐπιγνοῖεν οἱ συνετοὶ τὸ ἀπατηλὸν αὐτῶν καὶ κατεπτυσμένον, καὶ τῆς ἑαυτῶν ἀσφαλείας προνοήσαιεν. Ὅτι μὲν οὖν ὡς ἐν ἅπασιν ἀσυνετοῦντες καὶ ἀμαθαίνοντες, κἂν ταύταις ἀποσφάλλονται ταῖς φωναῖς, τῷ ἀγράπτῳ φημὶ καὶ ἀπεριγράπτῳ, ὡς οἶμαι, παντί τῳ σαφές· εἰς ταὐτὸν ἀμφότερα συνενεγκόντες, τὰ ἐν πολλοῖς διαφέροντα, περὶ ὧν εἰς ὕστερον διαληψόμεθα, τήν τε διαφορὰν καὶ τὴν ἀπ᾽ αὐτῶν σημαινομένην δύναμιν ἐπισκεπτόμενοι. Ἐν τῷ παρόντι δὲ, τῇ τούτων ἀπαιδευσίᾳ καὶ ἀμουσίᾳ συγκαθιστάμενοι, πρὸς τὰς τοῦ διδασκάλου αὐτῶν προβεβλημένας φωνὰς, οἰκείως ἁρμοσόμεθα. Φανερὸν δ᾽ ἂν γένοιτο, ὡς εἰ τὰ τοῦ μυσταγωγήσαντος τὴν κακίαν καταβληθείη μηχανήματα, καὶ τῶν ἐκεῖθεν ἐξηρτημένων τὴν μύησιν, συγκαθαιρεθείη τὰ ἐγχειρήματα.

Κοινὸς δὲ ἔσται ἡμῖν ὁ λόγος, πρός τε τὸν εὐρετὴν καὶ πατέρα τοῦδε τοῦ δραματουργηθέντος δόγματος, καὶ τοὺς ὑπασπιστὰς καὶ κενοὺς δογματιστὰς τῆς βωμολόχου ταύτης καὶ ἀπατηλῆς δόξης. Καιρὸς λοιπὸν ἤδη ἐπ᾽ αὐτὴν τῶν προβλημάτων αὐτῶν ἰέναι τὴν ἔρευναν· καὶ ταῦτα εἰς μέσους ἀγαγόντας ὅσα παράλογα ἐν αὐτοῖς, καὶ πρὸς ὑπαγωγὴν καὶ ἀπάτην τῶν πολλῶν σκευωρούμενα, καὶ εἴ τι βλασφημίας ἔμπλεων διαφανείη, διελέγξαι ῥᾳδίως· ἀλλὰ τὸν πολὺν ὕθλον καὶ τὴν ἐγκειμένην φλυαρίαν, καὶ ἄλλως ῥημάτων ὄχλον τοῖς ἀκροαταῖς ἐμποιοῦσαν περιιστάμενοι, ἐπ᾽ αὐτὰ τὰ δοκοῦντα καίρια εἶναι τῆς ματαιότητος αὐτῶν ὁμόσε χωρῶμεν. Οὐδὲν δὲ χεῖρον ἐπιμνησθῆναι καὶ ᾧ τρόπῳ τοῖς τὸ τηνικάδε τὸ τῆς ἱερωσύνης ἐσχηματισμένοις ἀξίωμα τῷ λόγῳ προσάγεται. Ἐν σχήματι γὰρ ἐρωτήσεως προάγων τὸν λόγον, ἐκεῖθεν ὑποπλάττεται τὰς λύσεις τῶν ἠπορημένων ἐπιζητεῖν, καί τοι κατὰ πολλὴν ἐξουσίαν, αὐθαδείᾳ πάσῃ καὶ φιλαυτίᾳ κεχρημένος, τὰ αὐτῷ κεχαρισμένα προδιηνυκὼς ἤδη. Ἔχει δὲ ὧδε τὰ προτεινόμενα.

« Ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ ἡμῶν πάντων τῶν Χριστιανῶν Ἐκκλησία, παρέλαβεν οὕτως ὁμολογεῖν τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ φύσει ἁπλοῦν ὑπάρχοντα, σαρκωθέντα δὲ ἐκ τῆς παναγίας ἀχράντου Δεσποίνης ἡμῶν Θεοτόκου ἀεὶ παρθένου Μαρίας, μὴ τρέψαντα τὴν θεότητα εἰς σάρκα, μήτε τὴν σάρκα εἰς τὴν θεότητα αὖξος ἐμποιησαμένην, ἀλλὰ τῶν δύο φύσεων συνελθουσῶν εἰς ἕνωσιν ἀσύγχυτον μίαν, τήν τε τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, ἕνα τὸν αὐτὸν καθ᾽ ὑπόστασιν μίαν ὑπάρχειν· τουτέστι διπλοῦν ἐν ἐνὶ προσώπῳ ὄντα, κἂν πᾶσα εἰκὼν παράγωγος πρωτοτύπου τινὸς γνωρίζεται. »

Τὰ μὲν δὴ τῶν προοιμίων τοιαῦτα. Τί οὖν πρὸς ταῦτά φαμεν ἡμεῖς; Ὅτι εὐθὺς μὲν καὶ ἐκ πρώτης ἐπιχειρήσεως, ἐπειδὴ πρὸς Χριστιανοὺς ἦν αὐτῷ ὁ λόγος, Χριστιανοῦ πρόσωπον ὑποδύεται, τὸ ὕπουλον καὶ δολερὸν ὥσπερ ἐν ταμείῳ τῇ ἑαυτοῦ ψυχῇ τέως ἀποκρυψάμενος· καταλαζονεύεται δὲ τὴν τῆς Ἐκκλησίας φυλάττειν παράδοσιν, καὶ ἀποσεμνύνειν δοκεῖ τὸ τῆς οἰκονομίας τοῦ Θεοῦ Λόγου μυστήριον· γεραίρειν γε μὴν κατασχηματίζεται τὴν παναγίαν Παρθένον, τοῦ Θεοῦ μητέρα, ἣν ἐν ἑτέροις πολυτρόπως ἠτιμωμένην δεικνύειν ἐβούλετο, καὶ αὐτὰς τὰς πρὸς Θεὸν παρ᾽ αὐτῆς πρεσβείας, δι᾽ ὧν πᾶσι Χριστιανοῖς ὡς σωτηρίας προξένων ἐλπίσιν ἀκλονήτοις ἐρηρεισμένοις τὸ σώζεσθαι περιγίνεται, ἀπαναινόμενος. Καταγοητεύει δὲ τοῖς ἐπιπλάστοις ῥήμασι τούτοις τῶν ἀκροωμένων τὰ ἤθη, ὡς ἂν αὐτοὺς διὰ τούτων ἐπαγαγέσθαι δυνήσοιτο. Ἐντεῦθεν ἀστείως τις μάλα καὶ ἐμμελέστατα ἀποφανεῖται πληροῦσθαι ἐπ᾽ αὐτῷ ἐκεῖνα δὴ τὰ ἱερὰ λόγια φάσκοντα· Βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. Πιθανεύονται μὲν γὰρ τῷ λείῳ καὶ περιχαρεῖ τῶν λόγων μεμορφωμένοι, τὴν ἀκοὴν καταθέλγοντες· τιτρώσκουσι δὲ ὅμως, ὡς ἐν βολίσιν ὀξείαις, τὰς τῶν ἀμαθεστέρων ψυχὰς, ποικίλοις καὶ ἀνιάτοις τραύμασι κατὰ βάθους περιαμύσσοντες. Ἡνίκα γὰρ δυστρόπως καὶ κακοήθως κατὰ τῆς ἀληθείας προσφέρεται, εὐθὺς οὐ παῤῥησιάζεται τὴν ἀσέβειαν· εὐγνωμόνως δὲ περὶ τὸν ὑγιᾶ διατίθεται λόγον, ἀπὸ τοῦ δόξαι ὀρθῶς καὶ ἀμέμπτως δοξάζειν, θηρᾶσθαι τῶν πλειόνων τὴν ἔννοιαν μηχανώμενος, ἵνα ἐν ᾧ μέλλοι τὰ τῆς οἰκείας ἐξερεύγεσθαι πονηρίας, πιθανὸς ὀφθεὶς, ῥᾳδίως ἕλοι τοὺς πειθομένους αὐτοῦ τοῖς πλάσμασιν. Ἀλλὰ γὰρ οὐ χρὴ προσεπιβλέπειν τοῖς ῥήμασιν, ἀλλὰ προσέχειν τοῖς ἐγχειρήμασι. Ταῖς ἀληθείαις γὰρ αἴρεται αὐτῷ κατὰ τῆς τοῦ Μονογενοῦς οἰκονομίας ὁ πόλεμος, ἐντεῦθεν ὁ Τυφὼς τῆς ἀσεβείας διαίρεται καὶ πολὺς ἐπιφύεται, κατὰ τῶν ἱερῶν ἡμῶν δογμάτων τὴν ἑαυτοῦ ἀντεξανιστὰς κακοδοξίαν· καὶ οἷς οὐκ ἐξῆν αὐτῷ ἐγχειρεῖν ἢ προσβλέπειν, τούτοις παρὰ πάντα τὸν τοῦ δικαίου λόγον καὶ τὴν ἱερὰν ἡμῶν θεσμοθεσίαν ἀντικαθίσταται, ἐμβριθέστατά τε καὶ δυσμενέστατα ἑαυτὸν ἐπιῤῥίψας τῇ Ἐκκλησίᾳ. Ἐπείπερ δῆλοι πᾶσι καθίστανται οὓς ὁ Θεὸς ἐν τῇ ἑαυτοῦ Ἐκκλησίᾳ ἔθετο, τῇ τοῦ μεγάλου Ἀποστόλου μυσταγωγίᾳ ἡμῖν φανερούμενοι· παρὸν γὰρ τοῖς δημοσίοις καὶ βασιλικοῖς ἐνασχολεῖσθαι πράγμασιν, ἐπειδὴ τῆς θείας δόξης τὴν οἰκείαν φιλοσαρκίαν καὶ ἐμπάθειαν προτετίμηκε, ταῖς τῶν ἀγόντων ὑπαγόμενος εἰσηγήσεσι, δεινὸν πνεύσας, κατὰ τοῦ εὐσεβοῦντος μέρους τὴν χεῖρα καθώπλισε, καὶ τὴν γλῶσσαν κατὰ τῆς ὀρθῆς καὶ ἀμωμήτου ἡμῶν παρέθηξε πίστεως. Εἴ τις οὖν τὸν νοῦν προσέξει καὶ ἀκριβέστερον ἐπιστήσειε, ῥᾷστα ἂν αὐτὸν ἐπιγνοίη, οὐ μόνον τῇ ἀληθείᾳ προσκρούοντα, ἀλλ᾽ ἤδη καὶ ἑαυτῷ ἀγεννῶς περιπίπτοντα.

« Ἡ ἁγία τοῦ Θεοῦ, φησὶ, καὶ καθολικὴ ἡμῶν πάντων τῶν Χριστιανῶν Ἐκκλησία. » Ποίαν ἐνταῦθα φὴς Ἐκκλησίαν; ἤρετο ἄν τις αὐτόν. Εἰ μὲν ἑτέραν τινὰ καὶ οἰκείαν ἀποτεμόμενος, ἐν τῇ ματαιότητι τῶν λογισμῶν φαντασιούμενος ἀνετυπώσω, σὸν ἂν εἴη τὸ τεχνούργημα. Εἰ δὲ δὴ ταύτην τὴν καθ᾽ ἡμᾶς εἴποις, πῶς ἁγίαν ἐνταῦθα καλεῖς, ἣν ἐναγῇ καὶ ἀκάθαρτον ἐν ἑτέροις διὰ πλείστων ὅσων ἐπινοιῶν καὶ κακουργημάτων, καὶ λάτριν δαιμονίων ἀποφῆναι ἐσπούδασας, καὶ ξοάνοις ἀνοσίοις προσκυνήσασαν, καὶ τοῦτο ἐκ παλαιῶν τῶν χρόνων κατειθισμένην εἰσήγαγες; Ταῦτα γὰρ τῆς σῆς διανοίας τὰ ἀποβράσματα, καὶ τῆς θεομάχου γλώσσης τολμήματα. Οὐ λόγοις μόνον, ἤδη δὲ καὶ ἀνάγραπτον εἰς ἔλεγχον τῆς εἰργασμένης σοι πρὸς Θεὸν καὶ ἀνθρώπους παρανομίας, πανταχοῦ τὴν βλασφημίαν ἀπολιπών. Πῶς οὖν αὐτὴν, ὁπότε μὲν ταῖς οἰκείαις συναγορεύειν βούλοιο δόξαις, καθολικὴν καὶ ἁγίαν ὀνομάζων κατακομψεύῃ; Ἡνίκα δὲ τῶν θείων ἡμῶν κατεξανίστασθαι δογμάτων, εἰς ταὐτὸν ἄγων Θεὸν καὶ δαίμονας, εἰδωλικὴν καταγγέλλεις; Πῶς δὲ οὐχὶ σὺ μᾶλλον εἰδωλολάτρης; Καὶ ἵνα τῶν ἀποῤῥητοτέρων ἀφέξωμαι, ὁ τῷ κόσμῳ προστετηκὼς καὶ δόξῃ τῇ κοσμικῇ ὑπεραιρόμενος, ὁ τῇ σαρκὶ καὶ ταῖς φιληδονίαις κατηνδραποδισμένος, χρόνοις τε καὶ ταῖς παρούσαις εὐημερίαις τὴν εὐδαιμονίαν πᾶσαν μετρῶν, καὶ μηδὲν ὑπὲρ τὰ γήϊνα φανταζόμενος, ἀλλ᾽ οὐχὶ τῇ εἰς Θεὸν ἐλπίδι καὶ τηρήσει τῶν θείων ἐντολῶν δοξάζεσθαι προαιρούμενος, ἐφ᾽ οἷς ὡς πρόσυλος καὶ περιπαθὴς ἀποβουκολούμενος, κληρονομίας τῆς οὐρανῶν βασιλείας ἐκπέπτωκας, τῷ δὲ ἀποτεταγμένῳ σοι τῆς γεέννης τόπῳ τοῖς θείοις δικαιωτηρίοις ἀποπεμφθήσῃ. Διὰ δὴ τοῦτο τῆς θρησκείας τῶν Χριστιανῶν καταγορεύεις, καὶ ἀσθένειαν τῆς πανσθενοῦς τοῦ Θεοῦ καταψηφίζῃ δυνάμεως, ὡς ἂν οὐκ ἰσχύσαντος εἰδώλων πλάνης τὸ γένος ἐξελέσθαι τὸ ἀνθρώπειον, ἵνα τὸ δύστηνον καὶ ἀπηχθημένον τοῦ σοῦ φρονήματος ὑποφθὰς προεκφεύξῃ, καὶ τὴν οἰκείαν κακούργως ἐπικρύψῃ αἰσχύνην. Διὰ τοῦτο τὴν ἄμπελον τοῦ Χριστοῦ, ἣν τῆς νοητῆς Αἰγύπτου μετήγαγε, καὶ τοῦ πηλοῦ τῆς πλινθείας τῶν ἁμαρτημάτων, καὶ τῶν ἀοράτων ἐργοδιωκτῶν ἠλευθέρωσεν, ὡς ὗς ἐκ δρυμοῦ ἐλυμήνω, καὶ ὡς μονιὸς ἄγριος κατενεμήσω· οὐδὲν ἧττον μανεὶς κατ᾽ αὐτῆς, ἢ πάλαι κατὰ τῶν ἐκ φυλῆς Ἰακὼβ, ὁ βαρυκάρδιος καὶ πικρὸς ἐργεπείκτης Αἰγύπτιος, καὶ ὁ τύραννος καὶ σοβαρὸς δυνάστης ὁ Βαβυλώνιος. Καὶ γὰρ οὕτω τῇ Χριστοῦ κληρονομίᾳ ἐπιθέμενος, τῇ μερίδι τῇ ἐκλεκτῇ, καὶ ταύτης μάλιστα τῷ θερμοτέρῳ μέρει, καὶ ὕβρεσιν ἀνυποίστοις ὡς πλείσταις ἐπιὼν, τὰς μέχρι θανάτου αἰκίας ἐπήγαγες· ἓν ἤρχθω δὴ τοῦτο τῆς σῆς ἀπονοίας τεκμήριον.

Εἶτα· « Παρέλαβεν οὕτως ὁμολογεῖν. » Ἐν τούτοις ἢ οὐ συνῆκεν ὅ τι καὶ λέγει ὁ πάντων σοφώτατος εἶναι οἰόμενος, ἢ ἑκὼν πάλιν τινὰς παρακρούεται· καὶ οὐκ οἶδα πότερον παρανοίας ἢ πανουργίας αὐτόν τις γράψαιτο. Ἀκούσεται γάρ· Πάλιν αὐτὸς παράδοσιν εἰσάγεις; Τί δή ποτε; μὴ πρότερον τὴν ἀνέκαθεν καὶ ἐξ ἀρχῆς παρὰ τῶν ἱερῶν ἀποστόλων καὶ τῶν ἀοιδίμων ἡμῶν Πατέρων παραδεδομένην καὶ κεκρατηκυῖαν ἐπὶ τῇ ὄντως καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ, συνήθειαν παραδέχῃ, ὅση τε ἐν γράμμασι καὶ ὅση ἐν λόγοις παραδέδοται; Στήκετε γὰρ, φησὶν ὁ θεῖος Ἀπόστολός τισιν ἐπιστέλλων, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν. Ἐπίσης γὰρ ἐν ἑκατέρῳ τούτων μέρει ἥ τε ἰσχὺς καὶ ἡ ἀπόδειξις πρόσεστιν. Ἄρ᾽ οὐ παράφρονος καὶ παραπλῆγος οἱ λόγοι, πῆ μὲν δέχεσθαι περὶ ἓν καὶ τὸ αὐτὸ πρᾶγμα τὴν τῆς Ἐκκλησίας παράδοσιν, πῆ δὲ ἀποτρέπεσθαι; Ταῦτα δογματίζειν βουλόμενος ὁ συνετώτατος, πῶς οὐκ ἐννενόηκεν, ὅτι γε δὴ τοῦ Χριστοῦ ἡ Ἐκκλησία μετὰ τῶν ἄλλων ἀπάντων ἱερῶν σεβασμάτων, καὶ τὴν τῶν σεπτῶν εἰκόνων ἱστορίαν τε καὶ προσκύνησιν τὴν προσήκουσαν, ἐξ ἀρχῆς καὶ μέχρι τοῦ δεῦρο παραλαβοῦσα διασώζει; Ἀλλ᾽ ἔοικεν ἡ οἴησις, πάθος οὖσα χαλεπόν τι καὶ εὐπερίστατον, ἐν τοῖς καιριωτάτοις αὐτοῖς ἀποσφάλλεσθαι. Κἀνταῦθα γὰρ ἑαυτὸν παραλογίζεται, ἢ οὓς πείθειν ὑπολαμβάνει. Οὐ τοῖς λόγοις οὖν οἷς χρῆται πρὸς ἐξαπάτην τῶν πολλῶν προσεκτέον, τῷ τρόπῳ δὲ καὶ τοῖς ἔργοις, ἃ δὴ κατὰ τῶν ἁγίων ἐβουλεύσατό τε καὶ ἔδρασεν, αὐτὸν κριτέον.

Εἶτα ἐπάγει· « Μὴ τρέψαντα τὴν θεότητα εἰς σάρκα, μήτε τὴν σάρκα εἰς θεότητα αὖξος ἐμποιησαμένην. » Ἐντεῦθεν δῆλον ἑαυτὸν πεποίηκε, περὶ τὴν τοῦ Λόγου σάρκωσιν ἀποσφαλλόμενον· καὶ κατάρχεται λοιπὸν κατὰ μικρὸν τὰ τῆς πονηρίας παραγυμνοῦν. Οὐ γὰρ ὥσπερ τῷ Λόγῳ τὸ ἄτρεπτον ἔνειμεν, οὕτω δὲ καὶ τῇ σαρκὶ αὐτὸ δὴ τοῦτο ἀποδέδωκε, κἂν πείθειν τινὰς ἐνόμιζεν, ὡς τὴν σάρκα ἀποδέχεται. Τί γὰρ ἔδει αὖξος τοῦ ἀτρέπτου ἀντιπαραλαμβάνεσθαι; Τὰ γοῦν ἰδιώματα αὐτῆς τέλεον ἀποσκευαζόμενος, τὴν οἰκείαν κακοδοξίαν προανακρούεται. « Ἀλλὰ τῶν δύο φύσεων συνελθουσῶν εἰς ἕνωσιν ἀσύγχυτον, τήν τε τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, ἕνα τὸν αὐτὸν καθ᾽ ὑπόστασιν ὑπάρχειν, διπλοῦν ἐν ἑνὶ προσώπῳ. » Παραλογίζεται ἑαυτὸν κἀνταῦθα, οὐ γὰρ τῶν ἀκροωμένων τοὺς συνετοὺς καὶ νοῦν ἔχοντας. Εἰ γὰρ ὀρθῶς προσέφερε, τί δή ποτε μὴ καὶ ὀρθῶς διεῖλεν, εἰ ἀσυγχύτους μεμενηκέναι τὰς κατὰ Χριστὸν συνελθούσας φύσεις διωμολόγει, καὶ ἀτρέπτους ἂν πάντως ταύτας παρεδέχετο; Ἐπεὶ τίνι τρόπῳ θατέρας μὲν τὰ ἰδιώματα, τουτέστι τῆς τοῦ Λόγου φύσεως διὰ τοῦ ἀτρέπτου διασωζόμενα, εἰσφέρειν προσποιεῖται; θατέρας δὲ, τουτέστι τῆς σαρκὸς, ὥσπερ παρηρημένα, ἀπαναίνεται; Οὐκ ἔστιν οὖν τοῦτο ἀτρέπτους καὶ ἀσυγχύτους τὰς φύσεις δοξάζοντος. Εἰ γὰρ τὸ μὲν πεπονθέναι περὶ τὰς ἰδιότητας ἀξιοῖ, ἀνάγκη καὶ τὸ λοιπὸν πεπονθὸς συνομολογήσειν. Ὥσπερ γὰρ Θεὸς τέλειος πρὸς ἡμῶν πάντων ὡμολόγηται ὁ Χριστὸς ἐν μορφῇ Θεοῦ, ἤγουν ἐν οὐσίᾳ Θεοῦ ὑπάρχων, οὕτω καὶ μορφὴν δούλου λαβὼν τὴν καθ᾽ ἡμᾶς, τέλειος ἂν πιστεύοιτο ἄνθρωπος, ἐν μηδενὶ λειπόμενος. Καὶ γὰρ οὖν καὶ ἡ καθ᾽ ἡμᾶς Ἐκκλησία, κατὰ τὰ θειωδῶς ἡμῖν παραδεδομένα ἔκ τε ἀποστολικῶν κηρυγμάτων καὶ πατρικῶν διδαγμάτων, ἀτρέπτους καὶ ἀσυγχύτους τὰς φύσεις ὁμολογοῦσα, καὶ τὰ ἑκατέρας τούτων ἰδιώματα, τοῦθ᾽ ὅπερ ἐστὶν ἑκάτερον διαῤῥήδην προανακέκραγε. Μάτην οὖν τῇ δόξῃ τῆς Ἐκκλησίας ἐπερείδεσθαι ᾤετο· ἀπεναντίας γὰρ ταύτῃ κἂν τούτοις δοξάζων ἐλέγχεται, τοῖς διδασκάλοις αὐτοῦ τοῖς Ἀκεφάλοις ἑπόμενος, ὧν τινες τὰς φύσεις δοκοῦσι δέχεσθαι, πάντες δὲ τὰ ἰδιώματα αὐτῶν πάντῃ ἀναιροῦσι καὶ παραγράφονται. Ἐντεῦθεν τὸ φλεγμαῖνον τῆς γνώμης, καὶ τὴν ὑποικουροῦσαν ἐν τῷ βάθει τῆς ψυχῆς, κατὰ τῶν χαρακτηριζόντων καὶ ἐμφανιζόντων ἡμῖν τὸ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ ἀνθρώπειον εἶδος δυσμένειαν, ἀτάκτως πως καὶ ἀσυναρτήτως ἐκπομπεύων παραδείκνυσι.

Φησὶ γάρ· « Κἂν πᾶσα εἰκὼν παράγωγος πρωτοτύπου τινὸς γνωρίζεται. » Τίνι ταῦτα παραβλητέον; ἢ ἐκεῖνο ῥητέον, ὅτι χαλκέως ἐν ἴσῳ φυσητῆρι ὑπὸ τοῦ ἐμφωλεύοντος καὶ ὀλέκοντος πνεύματος τὰ σπλάγχνα περιτεινόμενος, κατ᾽ ἐκεῖνον δὴ τὸν Βουζίτην τὸν λάλον, ἡνίκα τῷ Αὐσίτῃ τῷ μεγάλῳ ἐπιπληκτικώτερόν πως προσδιελέγετο. Οὐ γὰρ ἔσθενεν ἔτι κρύπτειν ἐντὸς τὴν κακοήθειαν. Νῦν ὅπερ πάλαι ὥδινε πικρὸν τῆς ἀσεβείας ἐξήμβλωσε κύημα καὶ ἣν πρὶν ὑπὸ παραπετάσματι τῷ πλάσματι κατασκιάζειν ἐδόκει πονηρίαν ἐκρήγνυσι· καὶ ταῦτα μηδὲ τῆς ἀκολουθίας τοῦ λόγου φερούσης, ἀκαταίλήλως ἐκτιθέμενος· δεικνὺς καὶ ἐντεῦθεν, ὅτι βίᾳ κατεῖχεν ἐν ἑαυτῷ, καὶ ἃ προλεχθέντα αὐτῷ παρεπλάσατο. Καὶ δὴ ἂν περιεῤῥώγει αὐτοῦ ἡ γαστὴρ, εἰ μὴ ταύτην ἔῤῥηξε τὴν φωνὴν, καὶ παρὰ τὴν τάξιν, καὶ παρὰ τὴν ἁρμονίαν, καὶ παρὰ τὴν ἀκολούθησιν τῆς τοῦ λόγου ἐκθέσεως. Μικρὰ γὰρ τῇ σκηνῇ προσπαίξας, καὶ τὸ δρᾶμα ὅπερ ὑπεκρίνατο μονονουχὶ διαγελάσας, πρὸς τὴν οἰκείαν ῥοπὴν ἐπανιὼν, ἐφ᾽ ἑαυτὸν γίνεται.

Τὸν μυθολογούμενον κολοιὸν ἐκεῖνον ἡ παλαιὰ εἰσφέρει μυθοπλαστία, ὀθνείοις πτεροῖς ἐγκαλλωπιζόμενόν πως καὶ ἐπαγαλλόμενον· ἐφ᾽ ὃν ἀέριον ποτε προσρῆξαν πνεῦμα, σκεδάννυσι μὲν τὴν ἐπείσακτον εὐμορφίαν, καὶ φροῦδον ποιεῖ τὸ ἀλλότριον, ἐκεῖθεν δὲ αὐτῷ τὸ δυσειδὲς λοιπὸν ἐξελέγχεται. Τάχα τι παραπλήσιον καὶ αὐτός μοι πεπονθέναι δοκεῖ. Ἀλλοτρίοις γὰρ ὥσπερ τῆς εὐσεβείας ἐν βραχέσιν ἑαυτὸν περιμορφώσας λόγοις, ὑπὸ τῆς ἐμπνεούσης αὐτῷ ἐναντίας δυνάμεως, οὐκ εἰς μακρὰν τὸ αἶσχος τῆς ἑαυτοῦ δόξης ἔκδηλον παρεστήσατο. Ἄρα γὰρ οὐ πᾶσίν ἐστι καταφανὴς, τῇ τοῦ Χριστοῦ δόξῃ μεμαχημένος, ἀπειλῶν καὶ βρέμων κατὰ τῆς τοῦ Λόγου σαρκώσεως; ὅτι δὴ πρὶν ἢ κατάρξαι τοῦ περὶ εἰκόνων λόγου, δι᾽ ὧν ἀπέῤῥιψεν ἐν μέσῳ ῥημάτων, τὴν οἰκείαν καὶ πρὸ τῆς ἀρίστης ἐκείνης τοῦ λόγου κατασκευῆς, ὑπαινίττεται γνώμην. Σκοπεῖτε γὰρ ἐνταῦθα, ποίας ἀκολουθίας ἔννοιαν διασώζει ταῦτα πρὸς τὰ προηγούμενα· ἐν γὰρ τοῖς προλαβοῦσι περὶ τε φύσεων καὶ ὑποστάσεως διαλεγόμενος, ἀθρόον ὑπ᾽ αὐθαδείας καὶ ἐμπαθείας ἐκβιαζόμενος, ἐπὶ εἰκόνας ἀκόσμως ἀφάλλεται καὶ πρωτότυπα· ἵνα δείξῃ σαφῶς ὡς πᾶς ὁ κεκινημένος αὐτῷ λόγος, πρότερός τε καὶ ὕστερος, τοῖς ἱεροῖς τῆς πίστεως ἡμῶν συμβόλοις τὴν ὅλην τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ συγκαθυβρίσαι οἰκονομίαν, μᾶλλον δὲ αὐτὸν Χριστὸν ἀθετήσειν ἐξώρμητο. Ἅπαξ οὖν τοιούτου σκοποῦ ἀπαρξάμενος, ἐμφιλοχωρεῖ λοιπὸν, δεινῶς ἄγαν καὶ δριμέως τὰ τῆς διασκευῆς τοῦ λόγου διεργαζόμενος. τῷ καθολικῷ δὲ προσδιορισμῷ κέχρηται, ἀπὸ τοῦ δοκεῖν περὶ πάσης εἰκόνος τὸν λόγον ποιεῖσθαι, ἀνύποπτος τοῖς πολλοῖς ἔσεσθαι, λέγεσθαι δὲ περὶ ὅτου αὐτῷ τὰ τῆς σκέψεως πρόκειται.

Εἰσάγει γοῦν εὐθύς· « Καὶ εἰ καλῶς ὁμοούσιον αὐτὴν εἶναι τοῦ εἰκονιζομένου. » Οὐκοῦν τὸ ἁπλῶς εἰκονίζεσθαι τὸν Χριστὸν οὐ κωλύεις, διὰ δὲ τὸ ἑτεροούσιον τοῦ εἰκονίσματος. Ἕτερον γὰρ ὁ Χριστὸς, καὶ ἕτερον τὸ τῆς ὕλης ἐξ ἧς ἀπεικόνισται. Ταῦτα δὲ εὐθύνειν ἆρα οὐ καταγέλαστον; Ἃ γὰρ οὐδ᾽ ἂν τῶν ἀπὸ τῆς σκηνῆς τις ἢ τῶν ἐκ τριόδων, οὓς ἐπὶ κόῤῥης οἱ πολλοὶ ἐπιτωθάζοντες παίουσι παρεφθέγξατο, οὗτος τῇ μέθῃ τῆς ἀπιστίας ἐκβακχευθεὶς, καὶ τῷ κράτει τῆς ἀσεβείας ἐξοιστρηθεὶς, παραπεφώνηκε· τερθρεία γὰρ ἤδη ταυτὶ, καὶ τηνάλλως ἐκπεπονημένα αὐτῷ. Ἀλλ᾽ εἰσί τινες ἐπὶ τοσοῦτον ἀμαθίας καὶ ἀλογίας ἤκοντες, ὡς οἴεσθαι αὐτοῖς ἐνορᾶσθαι λόγου τι ἄξιον. Διὸ ἀναγκαίαν ποιούμεθα οὐκ ἐπ᾽ ἀναγκαίοις τὴν ἐξέτασιν. Τί γὰρ τῶν εἰρημένων ἀλογώτερον, ἢ ἀδιανοητότερον; Οὐδὲ γὰρ ἂν εἴη ταῦτα τῶν σωζόντων τὸ ἐν διανοίαις ἀκόλουθον. Εἰ μὲν γὰρ περὶ φυσικῆς εἰκόνος, ἤπερ δὴ τῇ τεχνητῇ ἀντιδιαστέλλεται, προύκειτο αὐτῷ ὁ σκοπὸς, ὁποίαν εἶναι τοῦ Πατρὸς λέγομεν τὸν Υἱὸν, εὐώδωτο ἂν αὐτῷ πως ἴσως ὁ λόγος· διέπιπτε δὲ τὸ ἐν τούτοις ἀνοήτως παραλαμβάνεσθαι τὸ ἀπείκασμα· οὐδὲν γὰρ δεήσει ἀπεικασμάτων ἐνταῦθα καὶ στοχασμάτων. Οὐκ ἔστιν οὖν ἐπὶ τούτων ἀπεικάσματα λέγειν· ἀσυνετώτερον γὰρ καὶ ἀσεβέστερον τοῦτο μᾶλλον ἢ ἐκεῖνο. Καὶ δῆλον ποιεῖ ἑαυτὸν ἐξ ἀλλοκότων καὶ ἀσυμβάτων τὸν λόγον προάγων.

Νῦν δὲ ἐπειδὴ περὶ ἀπεικασμάτων καὶ τεχνητῶν εἰκόνων ὁ λόγος αὐτῷ κεκίνηται, ἅπερ ἐξ ὕλης ὑποκειμένης τέχνης τε καὶ τῆς τοῦ μετιόντος ταύτην εὐφυῖας ἀποτελεῖται, τίς τῶν εὖ φρονούντων ἀκούειν ἀνέξεται λέγοντος ὁμοούσιον ἀπείκασμα καὶ εἰκόνα τοῦ πρωτοτύπου γίνεσθαι; Πρῶτον μὲν γὰρ διασφάλλεται, εἰς ταὐτὸν ἄγων οὐσίαν τε καὶ τέχνην, ἅπερ ἀλλήλων παραπολὺ διενήνοχε. Τὴν μὲν γὰρ φύσιν ὁ Δημιουργὸς καὶ τεχνίτης τῶν ὅλων ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε Θεός. Ἡ δὲ τέχνη μιμεῖται τὴν φύσιν, οὐκ αὐτὴ ἐκείνη γε οὖσα, ἀλλὰ τὸ φυσικὸν εἶδος ὡς παράδειγμα καὶ πρωτότυπον παραλαβοῦσα, ἐοικός τι καὶ ὅμοιον ἀπετέλεσεν, ὡς ἔστιν ἐπὶ πλειόνων τοῦτο ἰδεῖν τεχνητῶν. Ἔπειτα δὲ τοῦ εἰκότος καὶ νῦν παρενήνεκται λογισμοῦ, κατ᾽ οὐδὲν διαφέρειν τοῦ ἀψύχου τὸ ἔμψυχον καθοριζόμενος, ἀλλ᾽ εἶναι ἄμφω ὁμοούσια· ἐπειδὴ ὡς φέρε εἰπεῖν ὁ ἄνθρωπος ἔμψυχον, δεῖ καὶ τὴν τούτου εἰκόνα ἔμψυχον εἶναι, καὶ τὸ ἀπείκασμα, καὶ ἀπαραλλάκτως ἔχειν τά τε χρώματα καὶ τὴν ἄλλην ὕλην τὴν ἄψυχον ἐξ ὧν ἡ εἰκὼν συνέστηκε, πρὸς τὴν ἀνθρώπου φύσιν. Ἐχρῆν δὲ, κατὰ τὸν τοιοῦτον λόγον, καὶ ἐπικοινωνεῖν τῷ ὁρισμῷ ἀμφότερα, καὶ τὸν αὐτὸν ἀποσώζειν λόγον τῶν ὁμοουσίων· οἷον ὥσπερ ἄνθρωπος πρὸς ἄνθρωπον τῷ αὐτῷ ὅρῳ ὑποπέπτωκεν, οὕτω καὶ τὸ ἀπείκασμα· καὶ εἰ ὁ ἄνθρωπος ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, καὶ τὴν εἰκόνα ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν ὡσαύτως εἶναι, μηδὲν παραλλάσσουσαν.

Ἀλλ᾽ οὐχ οἷόν τε τῶν εἰκαζομένων οὐδὲν πρὸς πᾶσαν ἐξικνεῖσθαι καθαρῶς τὴν ἀλήθειαν, ἡ ἀλήθεια θεβαιοῖ, καὶ τῶν θεολόγων οἱ ἔκκριτοι. Καὶ ὁ μὲν ἀληθὴς λόγος καὶ τὸν ἄνθρωπον αὐτὸν ἑαυτοῦ διαφέρειν οἶδεν, ἐξ ἑτεροφυῶν συνεστῶτα, ψυχῆς λέγω καὶ σώματος, εἰ καὶ ἕν τι ἐκ τούτων ὁ ἄνθρωπος· ἑκάτερον γὰρ ὁ τὸν οἰκεῖον ὅρον ἀποφέρεται· ἄλλος γὰρ τῆς ψυχῆς λόγος, καὶ ὁ τοῦ σώματος ἕτερος, διαφοραῖς δὲ καὶ συμβεβηκόσι πλείοσι. Σύνθετοι γὰρ ἡμεῖς, ἀλλὰ καὶ ἀντίθετοι καὶ ἑαυτοῖς καὶ ἀλλήλοις. Ὁ δὲ οὐδὲ τὰ ἀπεικάσματα κατά τι γοῦν τῶν ὧν εἰσιν ἀπεικάσματα παραλλάσσειν ἡγεῖτο, ἀλλ᾽ ἀκραιφνῶς ἀποσώζειν πρὸς τὰ ἀπεικαζόμενα τὸ ὁμοφυὲς καὶ ὁμοούσιον· πῶς δ᾽ ἂν ἔτι εἰκὼν καὶ ἀπείκασμα λεχθείη, εἰ μὴ τὸ ἀπεοικὸς ἔχει τῷ ἑτεροίῳ τῶν φύσεων; Ἀπέῤῥηκται οὖν πάντῃ τῆς ἀληθείας ὁ σοφώτατος, καὶ πόῤῥω που τῆς τῶν πραγμάτων καταλήψεως ἀποπέπτωκεν. Ἄξιον δὲ καὶ τοῦτο πρὸς αὐτὸν εἰπεῖν· ὅτι Λέληθας σεαυτὸν κἀνταῦθα, ὦ φιλοσοφώτατε, τοῖς οἰκείοις περιπίπτων ἐπιχειρήμασιν· ἐπειδὴ γὰρ, κατὰ τὸν σὸν λόγον, ὁμοούσιον εἶναι δεῖ τὴν εἰκόνα τῷ πρωτοτύπῳ, ἡ δὲ εἰκὼν ὅτι περιγραπτὴ συμφήσεις πάντως καὶ αὐτὸς, οὐ γὰρ ἂν οὕτω μανείη τις μὴ οὐχὶ οὕτως ἔχειν ταῦτα φάναι, ἔσται καὶ τὸ πρωτότυπον περιγραπτὸν ὡς ὁμοούσιον. Τὰ γὰρ ὁμοούσια διαφέρειν ἀλλήλων, ὅσον κατὰ τὸν τῆς οὐσίας λόγον, οὐδαμῶς οἷόν τέ ἐστιν· ἡνίκα καὶ αὐτὸς τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον εἰς τὸν τῆς οὐσίας παραλαμβάνεις λόγον. Εἴ σοι οὖν τὰ τοῦ δόγματος στήσεται, κατέστραπταί σου ἡ μηχανὴ καὶ καταλέλυται τὰ ἐγχειρήματα τῇ σφενδόνῃ τῆς ἀληθείας καὶ τοῖς ὅπλοις κραταιῶς ἐκπορθούμενα. Ὄντως ἔδει τοιούτων διδασκάλων τοιούτους εἶναι καὶ τοὺς νῦν ἀνακύψαντας φοιτητὰς, καὶ τοιούτων ἐξ ὧν ὅμοια τὰ γεώργια, κακῶν κάκιστα καὶ αἰσχρῶν αἴσχιστα.

Ἔτι τῆς αὐτῆς ἐννοίας, ἢ ἀνοίας εἰπεῖν δικαιότερον, ἐχόμενός φησιν· « Ἵνα τὸ ὅλον σωθῇ, ἐπεὶ οὐδὲ εἰκών. » Τῆς ἐκείνου ταῦτα παρανοίας καὶ τῆς παχύτητος. Οἱ γὰρ ὑγιᾶ τὴν φρένα κεκτημένοι, καὶ ἄρτιον καὶ τὸ ἐν λόγοις καίριον διασώζοντες, ἐκ τοῦ ἐναντίου φήσουσι μᾶλλον, ὅτι εἰ τὸ ὅλον διασώζεται, οὐδὲ εἰκὼν, ἀλλ᾽ αὐτὸ ἐκεῖνό ἐστι τὸ εἰκονιζόμενον, οἷς τὸ ταὐτὸν εἴδει μόνον, ἀλλ᾽ οὐ τῷ ὑποκειμένῳ ἐμφαίνεται. Τῷ δὲ ὑπείληπται ὡς εἰ μὴ καὶ ἔμψυχον εἴη καὶ αὐτοκίνητον, καὶ ὅσα τοῦ ἀρχετύπου οὐδὲ εἰκών. Εἰ δὲ ταῦτα οὐκ εἰκόνος, ἀνήρηται αὐτῷ ὁ τῆς εἰκόνος λόγος παντάπασι. Τί οὖν ἐντεῦθεν; τὸ ἐν καὶ ταύτον, κατὰ ταὐτὸν καὶ ἓν εἶναι καὶ δύο συμβήσεται· ἀλλὰ καὶ ἀλλήλων εἰκόνας γνωρίζεσθαι καὶ ἀρχέτυπα, καὶ ὅμοιον ἐκεῖνο τούτῳ, καὶ ἔμπαλιν τοῦτο ἐκείνῳ. Οὐχ ὥσπερ ἐπί τινος ἀνθρώπου, φέρε εἰπεῖν, ὁμοία μὲν αὐτῷ λέγεται ἡ ἐκείνου εἰκὼν, ἀλλ᾽ οὐκ ἐκεῖνος ὅμοιος αὐτῇ. Καὶ δὴ καὶ ἀντιστρέφουσαν τὴν ἐνυπάρχουσαν αὐτοῖς σχέσιν, ἐπίσης καὶ ἀπαραλλάκτως ἔχειν, καὶ ἄνθρωπον εἰκόνος, μὴ ὅτι μόνον ἀνθρώπου εἰκόνα εἰρῆσθαι· ἐπὶ τούτοις ἤδη καὶ διαπορεῖσθαι, ὁπότερον θατέρου αἴτιον εἶναι καὶ πρότερον. Ταῦτα δὲ τὴν ἐκείνου σαφῶς παρίστησι σύνεσιν. Ἆρα γὰρ οὐ κιβδήλου καὶ παρενηνεγμένης φρενὸς, τὰ τοιαῦτα εὐρήματα; Τοσοῦτον ἀνεπίσκεπτος τῆς τῶν ὄντων φύσεως, καὶ τῶν ἀληθῶν μακρὰν διῳκισμένος κινδυνεύσειε, ταῦτα οὐδὲν ἄμεινον εἶναι τῶν ἐν τοῖς γυναικωνίτισι παρὰ τοῖς κωθωνιζομένοις γραϊδίοις κατὰ τὰς μακρὰς ὁμιλίας ἀδομένων μυθολογήματα.

Ὡς οὖν ἥκιστα αὐτῷ εὐσεβείας προσῆν ἔναυσμα πώποτε, οὐδὲ λογικῆς ἐπιστήμης κἂν βραχὺ γοῦν τι περιγέγονε. Πόθεν γὰρ αὐτῷ αἰτίου καὶ αἰτιατοῦ ἢ τῆς τοῦ ὁμοίου παραθέσεως ὁ λόγος διασωθήσεται, ἢ τὸ μετέχον καὶ μετεχόμενον, ἑτερότης τε καὶ διαφορὰ ἐπικριθήσεται; ἅπερ ἐπί τε τοῦ ἀρχετύπου καὶ τῆς εἰκόνος φυσικῶς ἐνθεωρεῖται, τὰ μὲν τὴν σχέσιν καὶ τὴν ποιότητα τὴν ἐν αὐτοῖς, τὰ δὲ τὸ ἑτεροῖον τοῦ ὑποκειμένου ἡμῖν ὑπογράφοντα. Οὗτος δὲ τὸ ταὐτὸν καὶ ἀπαράλλακτον ἐπ᾽ ἀμφοῖν τιθέμενος, ἀγνοίᾳ τῆς τῶν ὄντων ἐπισκέψεως, τὸν τῆς εἰκόνος λόγον ὁλοτρόπως ἀνεῖλεν, ὅπερ ἐστὶν ἀδύνατον. Οὕτω γὰρ καὶ τῶν πραγμάτων ἡ φύσις αὐτῷ παρακεχάρακται. Ἀλλ᾽ ἔοικα τῇ αὐτῇ ἐκείνῳ ἀπαιδευσίᾳ συμπεριηνεγμένος, τὸν εἰς μνήμην τούτων οὐκ ἀφιγμένον πώποτε καταιτιώμενος. Δόξαιμι γὰρ ἂν ταὐτόν τι ποιεῖν, ὡς εἴ τις τὸν γεωργὸν ἢ τὸν βάναυσον, τῷ θεωρητικῷ διευθύνειν ἐπιχειροίη. Τί γὰρ δεῖ τὸν ἀνδροφόνον καὶ ἄμουσον λογικαῖς ἐφόδοις μετέρχεσθαι, τὸν αἴμασιν ἀνθρωπείοις καὶ ταῦτα Χριστιανῶν χαίροντα, κυσί τε καὶ συσὶν ἐπαγαλλόμενον, οἷς τὸ πλέον τῆς ζωῆς χαριζόμενος ἕνειμεν; ὅθεν αὐτῷ ἡ μελέτη τῶν δογμάτων ἐξήρτηται, καὶ τῆς πολλῆς ἐπιστήμης διὰ τῆς τῶν τοιούτων ἀσκήσεως συναγήγερται ἡ κατάληψις. Ἐῶμεν τἄλλα τοῦ βίου λέγειν τὰ νῦν, ἃ καὶ λέγειν αἰσχρὸν, καὶ ἀκούειν λεγόντων αἰσχρότερόν τε καὶ βλαβερώτερον. Τίς γὰρ ἂν ἴδοι ἄνθρωπον κυνηλατοῦντα καὶ συῶν καὶ ἐλάφων ἴχνη κυσὶ καὶ θηρσὶν ὡσαύτως περιαθροῦντα, καὶ τῆς φίλης ἱππείας ὡς ἡδίστης περιαληλιμμένον καὶ δεδευμένον, καὶ ὡς εὐώδους μύρου ἀντειλημμένον, τοῖς ὑψηλοῖς τῆς εὐσεβείας ἀσφαλῶς καὶ ὑγιῶς προσβαίνοντα δόγμασι; Ῥᾷον γὰρ ἄν τις ἀκούων οἴσειεν, ἐν κώπῃ τὴν κεραμείαν ἢ γεωργίαν, ἀλλὰ μὴ τὴν ναυτιλίαν τινὰ ἐκπαιδεύεσθαι, καὶ θωρακοφοροῦντα θαλαττεύειν μᾶλλον οὐχ ὁπλιτεύειν, ἢ τὸν ἐν κοπρίᾳ καὶ αἰσχρότησιν ἀῤῥήτοις ἐμμολυνόμενον, καὶ χερσὶ καθημαγμέναις, καὶ ἀκολάστῳ γλώσσῃ, καὶ νοὸς σαθρότητι, θείων δογμάτων ἐφάπτεσθαι, καὶ λαλεῖν Θεοῦ μυστήρια, ἃ τοῖς καθαροῖς τὴν καρδίαν, καὶ Θεῷ πλησιάζειν ἠξιωμένοις, παρὰ τῆς ἄνωθεν ἀποκαλύπτεται χάριτος.

Ἀλλὰ ταῦτα μὲν οὕτως οἰχέσθωσαν ἔχοντα. Ἡμεῖς δέ τινα τῶν ἐν μέσῳ διὰ τὸ ἀηδὲς καὶ ὀχληρὸν τῆς λέσχης παραδραμόντες, ἐπὶ τὰ δοκοῦντα αὐτοῖς σπουδαιότερα τῷ λόγῳ μέτιμεν. « Ζητοῦμεν, φησὶ, παρ᾽ ὑμῶν, πῶς δυνατόν ἐστι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐκ δύο φύσεων ἀΰλου τε καὶ ἐνύλου ἑνώσει ἀσυγχύτῳ ἓν πρόσωπον ὄντα, γράφεσθαι, τουτέστιν εἰκονίζεσθαι; » Ὁ πάντα τὰ δεδογμένα προκατασκευάσας κατὰ ἰδίαν ἣν συνεχώρησε Θεὸς ἐξουσίαν, ἐν προσχήματι ἐρωτήσεως τοῖς ἱερεῦσι προσάγεται, οὓς δεσμοῖς τε καὶ εἰρκταῖς, ἀπειλαῖς τε καὶ ἄλλοις δεινοῖς προεκδειματώσας ὡς πλείστοις, εἰς τὸ ἑαυτοῦ ὑπηγάγετο βούλημα· πυνθάνεται οὖν, εἰ τὸν Χριστὸν ἐκ δύο φύσεων ὄντα, ἀΰλου καὶ ἐνύλου, δυνατὸν γράφεσθαι; Δείκνυται δὴ καὶ ἐνταῦθα τὸ ἐν τοῖς λόγοις αὐτοῦ σαθρὸν καὶ ἀνάρμοστον, καὶ ὡς ἐναντία ταῖς οἰκείαις συμπεραίνει θέσεσιν. Ἐχρῆν γὰρ, εἴπερ αὐτῷ τῆς ἀληθότητος τῶν ἱερῶν ἡμῶν δογμάτων ἐμέλησε, κατευθὺ τῆς βασιλικῆς ἰέναι τρίβου, καὶ τοῦ καθ᾽ ἡμᾶς μυστηρίου ἀκριβῇ ποιεῖσθαι τὴν ἔρευναν. Ἐπεὶ οὖν περὶ ἀΰλου καὶ ἐνύλου φύσεως λέγειν ὥρμητο, πραγμάτων πάντη ἀλλήλοις ἀντικειμένων, ἔδει τὰ ἑκατέρῳ μέρει τῆς ἀντιθέσεως τῶν ἐν ταῖς φύσεσι θεωρουμένων ἐπόμενα ὑγιῶς καὶ οἰκείως ἀποδιδόναι. Εἰ γὰρ τῷ ἀΰλῳ ἕπεται τὸ μὴ γράφεσθαι, ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ, καθάπερ ἤδη καὶ τὸ ἀνείδεον καὶ ἀσχημάτιστον, καὶ εἴ τι τούτοις παραπλήσιον καὶ ἀνάλογον, ἀνάγκη πᾶσα καὶ τῷ ἐνύλῳ ὡς πάντη ἀντικειμένῳ τῷ ἀΰλῳ, τὰ τούτοις ἀντιδιαστελλόμενα ἀκολουθεῖν, λέγω δὴ τὸ γράφεσθαι, τό τε εἰδοπεποιημένον, καὶ ἐσχηματισμένον, καὶ τὰ τούτοις ὅμοια, ἵνα ἡ τῆς ἀντιθέσεως ἀκολούθησις ἀμέμπτως καὶ ἀναλόγως παρίστηται. Καὶ οὕτως ἂν ἐπέγνω ὅτι δυνατὸν τὸν Χριστὸν, μᾶλλον δὲ ἀληθὲς καὶ εὐσεβὲς, εἰκονίζεσθαι. Ἀλλ᾽ οὐδὲν αὐτῷ τούτων διὰ φροντίδος ἐγένετο· οὐδὲ λογισμῷ τῷ εἰκότι τὰ λεγόμενα ἔκρινεν, ἐξουσίᾳ δὲ μᾶλλον τῇ τῶν ἀγόντων ἐξαπάτῃ διαπραττόμενος. Ἢ γὰρ ἂν τὸ ἔνυλον γραφόμενον καὶ εἰκονιζόμενον εἴρηκεν. Ἀλλ᾽ ὥσπερ τῷ κρατοῦντι ἀρότρου, παρὰ τῷ σοφῷ προσέῤῥιπται τὸ ἀσόφιστον, οὐδὲν ἧττον καὶ τῷ αὐτουργοῦντι τὸ ἀῤῥητούργημα, τὸ ἀσύφηλον καὶ ἀσύνετον νεμηθήσεται· ἐναντίος οὖν ἑαυτῷ καὶ τῇ ἀληθείᾳ καθέστηκε, μήτε ἃ λέγει, μήτε περὶ τίνων διαβεβαιοῦται νοῶν, ἐξ ἀμαθίας τε ἅμα καὶ μοχθηρίας τὰ τοιαῦτα κατασκευάζων.

Εἶτα τὴν ἕνωσιν τοῦ κατὰ Χριστὸν προσώπου δοκεῖ πρεσβεύειν ἀσύγχυτον, ὅπερ ἐξ ἐναντίων σύγκειται φύσεων, καθὰ καὶ τῶν Πατέρων ἐκδιδάσκει τὰ δόγματα· « Προελθὼν γὰρ Θεὸς, » φασὶν οἱ θεολόγοι, « μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων. » Πῶς οὖν αὐτῷ σωθήσεται τὸ ἀσύγχυτον, ἐπείπερ τὰ τῇ ἑτέρᾳ τῶν φύσεων οὐσιωδῶς ἐφαρμόζοντα ἀμφοτέραις δίδωσι; Τοῦτο δὲ ἀδύνατον. Οὐ γὰρ ἐγχωρεῖ τὰ τῇ θείᾳ καὶ ὑπερτάτῃ φύσει προσόντα, ἐπὶ τὴν καθ᾽ ἡμᾶς γεώδη ταύτην οὐσίαν φυσικῶς μεταπεφοιτηκέναι· οὐδὲ ἡ ἄϋλος τῇ ἐνύλῳ ταῖς ἰδιότησι ταυτίζοιτο, πάντη ἀλλήλων ἀποτετειχισμέναις. Ὁ δὲ τοῦτο ἐκκλίνων, οὐδὲν ἕτερον λέγει, ἢ τὰ ἀντικείμενα καὶ πολλῷ ἀλλήλων διεστηκότα εἰς ταυτὸν τῇ φύσει συνέρχεσθαι καὶ συμφύρεσθαι, συγχεόμενα καὶ εἰς ἄλληλα περιτρεπόμενα· ὡς εἶναι τὰς φύσεις διὰ τὴν εἰς μίαν ὑπόστασιν ἕνωσιν, ἢ ἄμφω ἀγράπτους διὰ τὸν Λόγον, ἢ ἄμφω γραπτὰς διὰ τὴν σάρκα, ἢ ὅπερ ἀληθέστερον εἰπεῖν, οὐδ᾽ ὁπότερον τούτων, ἀλλ᾽ ἕτερόν τι ἀποτελεσθῆναι οὐσίας εἶδος, ὅπερ ἡ σύγχυσις ἀπειργάσατο, καὶ ἡ ἐκείνου εὐχέρεια ἀνεπλάσατο. Τοιοῦτον γὰρ ἡ σύγχυσις, τὰ συνερχόμενα ἐξαφανίζουσα, καὶ μηδὲν τούτων καθαρῶς διασώζουσα, ὡς μήτε θεότητα κατ᾽ αὐτόν γε μεμενηκέναι, μήτε μὴν ἀνθρωπότητα. Οὐκ ἔστιν οὖν ταῦτα τὸ ἀσύγχυτον εἰσφέροντος, εἰ μὴ ἑκατέρᾳ τῶν φύσεων τὸ ἴδιον ὃ κέκτηται οὐσιωδῶς ἐκνεμηθείη ἀφοριζόμενον. Πῶς δ᾽ ἂν καὶ δοίημεν τὸ ἐκ διαφόρων τινῶν συγκείμενον, μιᾷ κλήσει τῇ ἐκ τῶν μερῶν ὀνομασίᾳ προσαγορεύεσθαι ἢ γνωρίζεσθαι; ἡνίκα δόγματος προκειμένου καὶ κυριολεκτεῖν ἀνάγκη, ἵνα ἢ ὅλον ἄγραπτον, ἢ ὅλον γραπτὸν ὀνομάσωμεν. Ταύτῃ γοῦν οὐδὲ ψυχὴ μόνον ὁ ἄνθρωπος καλοῖτο ἂν ἢ φύσις ἀνθρώπου, οὐδὲ σῶμα μόνον, ἀλλὰ τὸ ὅλον τοῦτο ἐξ ἀμφοῖν ἄνθρωπος. Οὕτω γοῦν οὐδὲ οἰκία, λίθος ἢ ξύλον ἤ τι ἄλλο τῶν ἐξ ὧν συνέστηκεν ἰδικῶς καθ᾽ ἑαυτὸ κληθείη ἄν. Παραιτητέον γὰρ νῦν τὰ κατὰ τὸν τῆς ἀντιδόσεως λόγον εἰρημένα, ἤτοι κατὰ συνεκδοχὴν, ἢ καθ᾽ ἕτερον τρόπον λεγόμενα, ὡς οὐ ταῖς κυρίαις τῶν λέξεων σημασίαις προαγόμενα. Ταῦτ᾽ οὖν καὶ ἐπὶ τοῦ Χριστοῦ θεωρηθήσεται. Ὡς γὰρ οὐ Θεὸν μόνον λέγομεν, οὐδὲ ἄνθρωπον μόνον, διὰ τὸ συναμφότερον· οὕτως οὐδὲ ἄγραπτον μόνον διὰ τὸν Λόγον· οὐδὲ γὰρ μόνον Λόγος· οὐδὲ γραπτὸν μόνον διὰ τὸ ἀνθρώπινον· οὐδὲ γὰρ μόνον ἄνθρωπος· ἀλλ᾽ ἀμφότερα κυρίως ἐπ᾽ αὐτοῦ λεχθήσεται. Ὡς γὰρ ὁ αὐτὸς ὁμοῦ Θεὸς καὶ ἄνθρωπος, οὕτως ὁ αὐτὸς γραπτὸς ὁμοῦ καὶ ἄγραπτος. Τοῦτο δ᾽ οὖν ἀληθὲς δείκνυται κἀκ τοῦ ἐναντίου λαμβάνουσιν. Οὐδὲ γὰρ τὰ αὐτὰ κατηγορήματα αἱ διάφοροι φύσεις δέξαιντ᾽ ἄν ποτε· τὸ γὰρ ἀθάνατον ἢ ἀόρατον οὐκ ἄν τις ἐπὶ ψυχῆς ὁμοῦ καὶ σώματος κατηγορήσειεν· οὕτω δ᾽ ἔσται ἐπὶ τῶν ἀντικειμένως ἐχόντων· τὸ θνητὸν γὰρ ἢ τὸ ὁρατὸν, οὐκ ἂν ἐπ᾽ ἀμφοῖν κατηγορηθήσεται. Τῷ αὐτῷ τρόπῳ οὐδὲ τὸ ἄγραπτον ἐπὶ τῶν κατὰ Χριστὸν φύσεων ὁμοῦ λεχθείη ἂν εὐσεβῶς. Διὸ ἐλέγχεται ἀσεβῶν ὁμοῦ καὶ ἀμαθαίνων, τοιαῦτα καὶ φρονῶν καὶ δοξάζων.

Εἶτα ἑξῆς φησιν· « Ἐπειδὴ καὶ ἑτέραν ἄϋλον φύσιν συνηνωμένην τῇ σαρκὶ ἔχει, καὶ μετὰ τῶν δύο φύσεων ἐκείνων εἷς ὑπάρχει, καὶ τὸ πρόσωπον αὐτοῦ, ἤγουν ἡ ὑπόστασις αὐτοῦ, ἀχώριστον τῶν δύο φύσεών ἐστιν, οὐχ ὑπολαμβάνομεν ὅτι δυνατῶς ἔχει περιγράφεσθαι, ἐπειδὴ καὶ τὸ χαρακτηριζόμενον ἓν πρόσωπόν ἐστι, καὶ ὁ περιγράφων τὸ πρόσωπον ἐκεῖνο, δῆλον ὅτι καὶ θείαν φύσιν περιέγραψεν, ἥτις ἐστὶν ἀπερίγραπτος. » Ἧκεν ὁ γεννάδας ἐπὶ τὸ καιριώτατον τῶν λόγων· ἐφ᾽ οἷς ὡς τὸ ἀπαραίτητον καὶ ἀπρόσβλητον ἔχουσι, μέγα κατακομψεύεται καὶ βρενθύεται· καὶ αὐτὴ ἡ πρότασις παρὰ τοῖς ἀσόφοις καὶ ἀνοήτοις, τὸ ἰσχυρὸν καὶ ἀντίβλεπτον κέκτηται, καὶ πανταχοῦ διαθρυλεῖται· ὡς ῥᾷον δι᾽ ἀέρος ἐνεχθῆναι μετάρσιον, ἢ τὰς ἄρκυς τούτων διαδρᾶναι τῶν λόγων· οἴονται γὰρ ἀπροσμάχητον αὐτῶν ἔχειν τὴν δείνωσιν καὶ ἀναντίῤῥητον, καὶ οἷον μορμολύκειον προϊσχόμενοι, καταπτοεῖν τοὺς ἀνεπισκέπτως καὶ ἐξετάσεως ἄνευ προσέχοντας, δεσμοῖς ἀφύκτοις αὐτοὺς περιβάλλοντες· ὡς δὴ καὶ, εἰ μὴ βούλοιντο, τῇ δοκούσῃ ἐν αὐτοῖς πιθανότητι ὑποσυρόμενοι, συγκατάθοιντο. Ὄντως θολερὰν ἀνατροπὴν τὸν πλησίον ποτίζουσι, τὰ ἀπὸ καρδίας λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου φθεγγόμενοι. Ἀλώσονται δὲ κἀνταῦθα τοῖς ἑαυτῶν δικτύοις, ἐκ περιτροπῆς τοὺς ἐλέγχους ὑποδεχόμενοι. Ὑπεράγασθαι δὲ αὐτῶν ἄξιον τῆς ἀπαιδευσίας καὶ ἀνοίας τὸ ἀδρανὲς καὶ κατεῤῥιμμένον, οἴοις ὡς ἰσχυροῖς καὶ εὐσθενέσιν ἐπιθρασύνονται. Ἐπιτηρητέον δὲ αὐτῶν πρότερον τὸ ἀσύνετον, ὅπως παρασυγχέουσι τὰς φωνὰς, τοῦ γραπτοῦ λέγω καὶ περιγραπτοῦ· ὅπερ γὰρ ἐν τοῖς ἀνόπιν γράφεσθαι ὁ ἄμαχος οὗτος καὶ δεινὸς λογογράφος εἴρηκεν, ἐνταῦθα περιγράφεσθαι ἔφησε· μηδεμίαν ἐν αὐτοῖς μήτε εἰδὼς μήτε διδοὺς διαφορὰν, καθὰ καὶ πρόσθεν εἴρηται. Καὶ θαυμαστόν γε οὐδὲν, εἰ καὶ τοῦτο αὐτοῖς ἠγνόηται καὶ διαμαρτάνεται. Τοῖς οὖν σοφῶς ἄγαν καὶ εὐτέχνως εἰρημένοις, οὕτως ἡμεῖς ἀπαντησόμεθα. Ἀλλὰ περὶ μὲν τὸ πρόσωπον καὶ τὴν ὑπόστασιν, ἣν καὶ αὐτοὶ ὁμολογεῖν δοκοῦσιν, ὡς οἶον ὑποβάθραν θέμενοι τοῦ δόγματος τοῦ ἑαυτῶν, καὶ ὥσπερ ἐπ᾽ ἀκλονήτῳ ἑδράσματι ἐπιστηριζόμενοι, ἐφ᾽ ᾗ τὸ θαρσαλέον ἔχοντες, ἐπὶ τὸ δογματίζειν ὡς προθυμότατα ἴενται, σύμφωνοι καὶ ὁμογνώμονες ἡμῖν εἰσι. Περὶ δὲ τῶν φύσεων ἔστω ἡ διαμφισβήτησις, ἃς δὴ λόγῳ μὲν τίθενται, ἀναιροῦσι δὲ ταῖς ἀληθείαις σαφῶς καὶ τοῖς πράγμασι. Τὰ γὰρ προσόντα αὐταῖς φυσικὰ ἰδιώματα, καὶ τὰς διαφορὰς καθ᾽ ἃς αὗται χαρακτηρίζονται καὶ γνωρίζονται, εἴπερ τῆς ἀνθρώπου σαρκὸς καὶ φύσεως τὸ περιγραπτὸν τῶν ἄλλων ἁπάντων οἰκειότερον ἰδίωμα ἀφαιροῦντες, καὶ αὐτὰς ἤδη πως συνεξαφανίζουσιν.

Ὧν παρακεκινημένων, σκοπεῖν ἔξεστι λοιπὸν, εἰ καὶ ἡ ὑπόστασις αὐτὴ ὑγιῶς νοουμένη προεισενήνεκται. Φαμὲν τοίνυν, ὅτι εἰ μὲν ἁπλοῦν τι χρῆμα ἦν καὶ ἀσύνθετον ἡ κατὰ Χριστὸν ὑπόστασις, ὡς παντάπασιν ἀπηρνῆσθαι τὴν σύνθεσιν, ἐξῆν ἂν ὑμῖν τὸ ἀπερίγραπτον ἐπιφημίζειν αὐτῷ· τοιαύτη γὰρ τῶν ἁπλῶν ἡ φύσις· συνηνέσαμεν δ᾽ ἂν καὶ ἡμεῖς, καὶ φροῦδον ἐδείκνυτο τὸ ἀμφήριστον. Εἰ δὲ διπλοῦν καὶ σύνθετόν ἐστιν, ἐξ ἑτεροφυῶν τὴν συνδρομὴν κεκτημένον, ὡς καὶ αὐτῷ εἴρηται, τί ἐροῦμεν πρὸς τοὺς ἀντιδιατιθεμένους τῇ ἀληθείᾳ; Ἔτι εἰ κατὰ τὸν ὑμέτερον λόγον, τῆς ἑτέρας τῶν κατὰ Χριστὸν φύσεων ἀπεριγράπτου ὁμολογουμένης, τῆς θείας, φημι· ἀνάγκῃ διὰ τὸ ἓν πρόσωπον καὶ τὴν εἰς μίαν ὑπόστασιν τῶν φύσεων ἕνωσιν, καὶ τὴν ἑτέραν τούτων, ἤγουν τὴν καθ᾽ ἡμᾶς, εἶναι ἀπερίγραπτον· οὐ γὰρ οὕτω μανείητε, δι᾽ ἑαυτὴν ἔχειν τὸ ἀπερίγραπτον λέγειν· τί τὸ ἐμποδὼν στήσεται, ἵνα καὶ αὐτοὶ τῷ ὁμοίῳ τῶν λόγων ὑμῶν σχήματι προαγόμενοι, ὑγιῶς τῇ τούτων ἀντιστροφῇ χρησώμεθα, ἀνθυπενεγκεῖν τε καὶ φάναι, ὅτι ἐπειδὴ θατέρα τούτων δὴ τῶν φύσεων ἡ ἀνθρωπίνη περιγράφεται, ὃ παρὰ πᾶσι τοῖς νοῦν ἔχουσιν ὡμολόγηται, ἐπεὶ καὶ αὐτοὶ περιγραπτοὶ τυγχάνομεν, καὶ πάντα ὅσα ἡμεῖς πλὴν ἁμαρτίας ὁ Χριστὸς γέγονεν, ἀνάγκη καὶ θατέραν ἤγουν τὴν θείαν καὶ ἀπόῤῥητον φύσιν, διὰ τὸν αὐτὸν λόγον, ἤτοι τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν, συμπεριγράφεσθαι· ὡς εἶναι τὸ ὅλον τοῦτο τὸ ἐκ θεότητος καὶ ἀνθρωπότητος συντεθὲν, περιγραπτόν; Ἐπίσης γὰρ θείας καὶ ἀνθρωπίνης ὁ Χριστὸς κεκοινώνηκε φύσεως, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἐγένετο. Τὸ δὲ ἔν τισι μεσιτεῦον, ἑκατέρου τῶν μεσιτευομένων ἄκρων ἐξ ἀνάγκης ὁμοίως μεθέξει, καὶ οὐδέν τι μᾶλλον τοῦδε ἢ τοῦδε, ἢ ἀπολίποιτο, ἢ τὸ πλέον σχοίη· καθὸ εἴρηται, ὅτι Ἐπεὶ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν. Ὥστε περιγέγραπται ὑμῖν ἡ ἄϋλος καὶ ἄγραφος φύσις, ἐκδηλότερον. Ὁ δὴ ἐπὶ τῆς ἐνύλου καὶ ἐνσάρκου δοῦναι οὐκ ἐβούλεσθε· τοῦτο γὰρ διὰ τῶν λόγων ὑμῶν κατασκευάζεται, ἵνα ὅπερ καθ᾽ ἡμῶν προχειρίζεσθε, τοῦτο ἐφ᾽ ὑμῖν αὐτοῖς ἀντιπεριιστάμενον σχοίητε.

Πῶς οὖν ἐπὶ τοῦ θείου Λόγου τὸ ἀναλλοίωτον διασέσωσται, ἢ ἐπὶ τῆς καθ᾽ ἡμᾶς φύσεως τὸ ἄτρεπτον διατετήρηται, ἃ δὴ κηρύσσει τὰ Εὐαγγέλια, οἱ τε ἱεροφάνται Πατέρες διδάσκουσιν; ὧν τήν τε διδασκαλίαν καὶ ὁποῖον περί γε τούτου φρόνημα κέκτηνται, εἰς ὕστερον παραθέσθαι σπουδάσομεν. Πῶς δὲ καὶ τὸ ἀσύγχυτον, ὃ πρεσβεύειν ὑποκρίνεσθε, ἐν τῇ κατὰ Χριστὸν ὑποστάσει συμφυλαχθήσεται; Σκοπῶμεν δὲ καὶ οὕτως, ὅτι ἐπειδὴ γενητὴ ἡ φύσις, ἣν ὁ Λόγος ἀνείληφε, καὶ μέντοι φθαρτὴ καὶ παθητὴ, τέμνεταί τε καὶ ὀδυνᾶται, καὶ τἄλλα ὑπομένει ὅσα πάσχειν πέφυκε, τί δήποτε διὰ τὴν πρὸς αὐτὴν ὑποστατικὴν ἕνωσιν; μὴ καὶ γενητὸς ὁ Λόγος εἴη, παθητός τε αὖ καὶ φθαρτὸς, καὶ τὰ λοιπὰ ὅσα τῆς τοῦ δούλου μορφῆς καὶ τῆς δούλης φύσεως; Καὶ ἵνα ἐν βραχεῖ τὸ πᾶν τῆς βλασφημίας αὐτῶν ἡ τοῦ λόγου παραστήσῃ ἀκολουθία, διὰ τὸ πρόβλημα αὐτῶν, καὶ σῶμα τὸν Λόγον σωματωθέντα, περὶ ὃ ταῦτα θεωρεῖται οἰκειότερον ὁμολογῆσαι ἐκβιασθήσονται. Ἀλλὰ φήσουσιν, Ἡ σὰρξ τεθέωται ἑνωθεῖσα τῷ Λόγῳ. Ἀλλ᾽ ἀκούσονται, ὅτι Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐπαχύνθη, καὶ ὁ ἀναφὴς ἐψηλαφήθη, ἀλλ᾽ οὐ παρὰ τοῦτο οὔτε ὁ Λόγος τῶν θείων ἐξέστηκε πλεονεκτημάτων, οὔτε ἡ σὰρξ τῶν ἐξ ἀρχῆς συνυφεστώτων μεταβέβληται ἰδιωμάτων, οὐδὲ τοῦ κατ᾽ αὐτὴν οἰκείου λόγου ἐξῆκται. Περὶ γὰρ τῶν μετὰ τὴν θείαν ἀνάστασιν καινοποιηθέντων, τοῦ ἀφθάρτου, φημὶ, καὶ ἀθανάτου, εἴ τις ἐνίσταται, ἐν τοῖς μετὰ ταῦτα εἰρήσεται. Σῶμα γὰρ, ὃ καθ᾽ ἡμᾶς ἀνέλαβεν ὁ Κύριος, καθ᾽ ὁμοιότητα τῶν ἡμετέρων σωμάτων, περιγραπτὸν πάντως ἐστί. Ποῦ γὰρ ἤκουσται ἐκ τοῦ παντὸς αἰῶνος σῶμα ἀπερίγραπτον; ἄλλως τε καὶ τῶν ὧν οὐκ ἄνευ ἡ περιγραφή. Ὡς γὰρ οὐκ ἔστι σῶμα ἄνευ τόπου ἢ χρόνου, οὕτως οὐδὲ περιγραφῆς δίχα. « Καὶ γὰρ ὁ τόπος περιγράφει καὶ περιέχει τὸ σῶμα, εἴπερ τόπος ἐστὶ πέρας τοῦ περιέχοντος ἐν ᾧ περιέχει τὸ περιεχόμενον. » Τὸ οὖν λέγειν μὴ περιγράφεσθαι τὸ σῶμα, ταυτόν ἐστι λέγειν μὴ εἶναι ἐν τόπῳ. Τὸ δὲ μὴ ὃν ἐν τόπῳ, οὐδὲ σῶμα. Τί δ᾽ οὖν ἐκ τούτων συνάγεται, ἢ τὸ σῶμα μὴ εἶναι σῶμα; τοῦτο δὲ τί ἄλλο, ἢ πάσης ἠλιθιότητος καὶ φρενοβλαβείας ἐπέέκεινα τυγχάνει; Ἐάλωκεν οὖν ὁ τῶν τοιούτων δογμάτων πατὴρ τοῖς οἰκείοις πτεροῖς, καὶ περιτέτραπται αὐτῷ εἰς τοὐναντίον τὰ τῆς ἐπιχειρήσεως, καὶ ἐκβέβηκε τὰ τῶν σοβαρῶν καὶ δεινῶν προβλημάτων, ἅπερ ᾤετο ἀδιεξίτητον καὶ ἀναπόδραστον ἔχειν τὴν ἔφοδον, παιδικῶν ψελλισμάτων εἰς μηδὲν διαφέροντα. Νηπιώδους γὰρ ὄντως ταῦτα φρενὸς, καὶ βρεφοπρεποῦς διαθέσεως οὐδὲν βέλτιον διακείμενα.

Ὡς ἂν δὲ ἴδωμεν εἰς ὅ τι αὐτοῖς τὸ περιὸν τῆς σοφίας ἐκβήσεται, κἀκεῖνο τοῖς εἰρημένοις προσθείημεν. Πρὸς πάντων τῶν νοῦν ἐχόντων ὡμολόγηται, ὅτι πᾶν πάθος προσομιλῆσαν ἡμῶν ἤδη τῷ σώματι, παρ᾽ ὁτουοῦν τινι προσγινόμενον, οἶον τὸ μαστίζεσθαι, τὸ τιτρώσκεσθαι, τὸ τέμνεσθαι, τὸ καίεσθαι, καὶ εἴ τι τοιοῦτον ἕτερον, ἃ λυμαίνεται καὶ φθείρει τὸ σῶμα, ὥσπερ προσφυόμενον, ἐπ᾽ αὐτὸν διαβαίνει τὸν πάσχοντα, καὶ ὡς ἄν τις εἴποι οἰκεῖον καὶ ἐντὸς αὐτοῦ γίνεται. Ἡ δὲ ἣν φατε περιγραφὴν, ἤτοι τὸ εἰκονίζεσθαι, οὐδενὶ τούτων ὑποπέπτωκεν, ἅτε περὶ τὰ ἐκτὸς οὖσα καὶ ἥκιστα ἁπτομένη τοῦ σώματος· ὅτι μὴ τῷ εἴδει μόνον κοινωνοῦσα τοῦ γραφομένου, καὶ τῷ σχήματι. Ὅσῳ οὖν ἐγγυτέρω τὸ πάσχειν τοῦ εἰκονίζεσθαι καὶ περιγράφεσθαι, τῶν περὶ τὰ ἐκτὸς ὄντων καὶ οὐδέν τι πρὸς πάθους γινομένων τοῦ σώματος, ἔδει, κατὰ τὸν ὑμέτερον λόγον, τὸν Χριστὸν σαρκὶ πάσχοντα καὶ πάθος ὑπὲρ ἡμῶν φέροντα, μὴ συμπεριγράφεσθαι μόνον τῇ σαρκὶ, ἀλλὰ δὴ καὶ συμπάσχειν αὐτῇ τῇ κατ᾽ αὐτὸν θεότητι. Τῷ γὰρ οἰκειοτέρῳ μᾶλλον καὶ ἐγγυτέρω δικαιότερον, ἢ τῷ μὴ οὕτως ἔχοντι, συμβαίνειν τε καὶ προστίθεσθαι. Τί οὖν σάρκα ἀκούοντες τὸν Κύριον, καὶ Υἱὸν ἀνθρώπου, καὶ εἰδότα φέρειν μαλακίαν, καὶ εἶ τι τούτοις παραπλήσιον ἐν ταῖς θείαις Γραφαῖς περὶ αὐτοῦ λέγεται, ἐπειδὴ ἀχώριστον τῶν δύο φύσεων τὸ ἐν πρόσωπόν ἐστι, μὴ συνταπεινοῦτε μᾶλλον τούτοις, ὅσον κατὰ τὰς ὑμετέρας ὑπολήψεις, καὶ τὴν κατ᾽ αὐτὸν θεότητα; Ἐπὶ πλεῖον γὰρ ὁ ταῦτα λέγων συγκατασμικρύνει τὴν πάντων βασιλίδα φύσιν, ἢ ὁ περιγράφων κατὰ τὴν σάρκα. Καὶ εἰ βούλεσθέ γε οὕτως, καὶ συμπεριτμηθήσεται τῇ σαρκὶ, καὶ συλλιθασθήσεται, ὑπομεῖναι δ᾽ ἂν καὶ σταυρὸν, καὶ συννεκρωθήσεται, καὶ τἄλλα πείσεται, ὅσα κἀκείνη ὑπὲρ ἡμῶν πεπονθέναι πιστεύεται. Ἀλλὰ τίς οὕτως ἐξέστηκε; τίς οὕτως ἄφρων καὶ παραπληξίας εἰς ἄκρον ἐκβεβηκὼς, ὃς τῶν ταῖς ὑμετέραις ὑποθέσεσιν ἑπομένων ἀτόπων καὶ θεομάχων λόγων ἀνέξεται; Τίς ἐνέγκοι τοσαύτην τοῦ Λόγου ὕβριν, θνητὸν καὶ ὑμᾶς αὐτὸν ἀκούειν, καὶ περιγραπτὸν, καὶ χρονικαῖς ὑπαγόμενον, καὶ τῶν θείων ἰδιωμάτων ἀποστερούμενον, καὶ τῆς πατρικῆς οὐσίας καὶ δόξης ἀλλοτριούμενον καὶ σχιζόμενον; Καὶ τί γὰρ ἄλλο, ἢ ὀθνεῖον Θεὸν ἡμῖν ἐπεισάγετε, οἱ καινὴν πίστιν νῦν αὐτοσχεδιάζοντες; Τίς οἴσει τὴν ἑαυτοῦ σωτηρίαν ἐντεῦθεν προδιδοὺς, καὶ εἰς αὐτὸ τὸ κεφάλαιον, ὃ πάντων ἡμῖν ἐστι τὸ καιριώτατον, ζημιούμενος; Εἴπερ οὖν οὕτως εἶχον φύσεως αἱ κατὰ Χριστὸν συνελθοῦσαι οὐσίαι, ἀλλήλαις τοῖς ἰδιώμασιν ἀντιπεριίστασθαι συμφυρόμεναι, ἐπειδὴ ὁ Λόγος ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ καὶ τῷ Πνεύματι, συμπάθοι ἂν καὶ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα, καὶ συντεθήσεταί γε, καὶ συντμηθήσεται, καὶ τἄλλα ὅσα πέπονθεν ὁ Λόγος, ἐπιγραφήσεται. Καὶ τὸ βλάσφημον ἀπεῤῥίφθω εἰς κεφαλὰς τῶν παρασχόντων τῆς ἀσεβείας τὰ σπέρματα.

Ἐροίμην δ᾽ ἂν κἀκεῖνο αὐτοὺς καὶ μάλα προθύμως. Πόθεν ὑμῖν, ὦ οὗτοι, ἡ ἐξουσία αὕτη, τὰ μὲν ἄλλα τοῦ σώματος παρορᾶν ἰδιώματα, τὸ περιγραπτὸν δὲ μόνον τυραννικῶς ὑποσπάσαντας ἀποστερεῖν; οἷον τὸ ἐσχηματισμένον, τὸ τριχῆ διαστατὸν, τὸ ἁπτὸν, τὸ διωργανωμένον, τά τε ἄλλα ἐξ ὧν τὸ περιγραπτὸν εἶναι συνάγεται· ὡς εἴ τις τούτων τι τοῦ σώματος ὑποτέμνοιτο, ἀφῃρηκὼς ἂν εἴη καὶ τὸ εἶναι σῶμα. Τὸ γὰρ ἐν τόπῳ τινὶ εἶναι καὶ περιεῖρχθαι, ἀνέλοιτο ἂν εἰς ταυτὸν ἐρχόμενον τῇ περιγραφῇ· ὃ καὶ λέγειν γελοῖον. Πῶς οὖν τοῦτο μόνον παραπόλλυσθαι τοῦ σώματός φατε, τῶν δὲ λοιπῶν τέως ἕνεκεν ἰδιωμάτων σιωπᾶτε; Ἀλλὰ δῆλοί ἐστε διὰ τῆς μιᾶς ταύτης φωνῆς καὶ τἄλλα ἀπαναινόμενοι· κἂν γὰρ ἕν τι λίποι τῶν γνωρισμάτων τῆς φύσεως, ἀτελὴς ὀφθήσεται. Καὶ γὰρ εἰ μὴ διασώζοιτο τῷ ἀνθρώπῳ τὸ λογικὸν, οὐδὲ ἄνθρωπος· ὡσαύτως δὲ τὸ θνητὸν, ἢ τὸ ὀρθοπεριπατητικὸν, ἢ τὸ κινεῖσθαι ἢ τὸ ἔμψυχον εἶναι, ἤ τι ἄλλο τῶν συντρεχόντων εἰς τὴν ἀνθρώπου φύσιν καὶ τὸν κατ᾽ αὐτὸν ὁρισμὸν, εἰ ἐπιλίποι, οὐκ ἂν εἴη ἄνθρωπος. Καὶ τοῦ ἵππου εἴ τις ἀφέλοιτο τὸ χρεμετιστικὸν, ἢ τοῦ κυνὸς τὸ ὑλακτικὸν, οὔτε ἵππος οὔτε κύων ἔσονται. Οὐκοῦν καὶ ἡ κατὰ Χριστὸν ἀνθρωπότης, εἴ τινος τῶν ἰδιωμάτων ἀμοιρήσει, ἐλλιπὴς φύσις ἐστὶ, καὶ οὐ τέλειος ἄνθρωπος ὁ Χριστός· μᾶλλον δὲ οὐδὲ Χριστὸς, ἀλλὰ τὸ πᾶν οἴχεται, εἰ μὴ περιγράφοιτο καὶ εἰκονίζοιτο. Τοῦτο δὲ τί ἄλλο ἐστὶν, ἢ ὅπερ οἱ καθ᾽ ὑμᾶς διδάσκαλοι Ἀρειανοὶ βούλονται, σάρκα μόνον ψυχῆς ἄνευ εἰληφέναι τὸν Κύριον, καὶ ταύτῃ μηδὲ γεγράφθαι, συνουσιῶσθαι δοκοῦν αὐτοῖς; Οὐκοῦν οὐδὲ σέσωσται τὸ καθ᾽ ἡμᾶς ὅλον φύραμα. Καὶ πῶς ἄρα ὑμῶν οἱ θεολόγοι ἀνέξονται τῶν ληρημάτων, μέγα διακεκραγότες; Εἰ ἤμισυς ἔπταισεν ὁ Ἀδὰμ, ἥμισυ καὶ τὸ προσειλημμένον καὶ τὸ σωζόμενον· εἰ δὲ ὅλος ἤνωται τῷ Θεῷ, ὅλος καὶ σώζεται.

Καὶ ὁρᾶτε οἱ πρόεισιν ὑμῖν ἀτοπίας ὁ λόγος. Εἴπερ γὰρ ἔδει, καθ᾽ ὑμᾶς, ἰδιωμάτων ἄνευ φύσιν ὑπάρξαι, τὸ παραδοξότατον, μηδ᾽ ὁποτέρᾳ τῶν κατὰ Χριστὸν φύσεων ἰδίωμα διδόναι. Τίνι γὰρ τρόπῳ τῇ σαρκὶ μόνῃ, τῷ ἡδομένῳ τῆς ψυχῆς, τοῦτο φιλοτιμεῖσθε, ἀλλὰ μὴ καὶ τῇ ἑτέρᾳ φύσει ἐπιδαψιλεύεσθε; ἵνα πλέον ὑμῖν δεικνύηται ἡ πρὸς τὴν μίαν ὑπόστασιν εὐγνωμοσύνη, ὡς ἐπινοίᾳ μόνῃ ψιλῇ κατὰ πολλὴν ἐξουσίαν καὶ εὐκολίαν τὰ ἐξ ὧν αἱ φύσεις γνωρίζονται καὶ συνίστανται νομοθετοῦσι, καὶ σύγχυσιν καὶ φυρμὸν, κατὰ τοὺς διδασκάλους ὑμῶν τῆς παλαιότητος, ἐπινοοῦσι τῶν φύσεων, καὶ σκιαγραφοῦσι τὸ Χριστοῦ μυστήριον, ὡς ἂν καταφανέστερον καὶ σαφέστερον ἡ ἀναπλασθεῖσα ὑμῖν τραγέλαφος ὑπόστασις συσταίη. Οὐχ ὁρῶ δὲ τίς ἡ ἀποκλήρωσις, τὸ ἀπερίγραπτον τοῦ Λόγου μόνον, ὡς σεμνόν τι καὶ εὔσημον, τῇ σαρκὶ χαρίζεσθαι· καὶ τούτῳ τιμᾶν οἴεσθαι ᾧ μηδὲ τετιμῆσθαι ἀνετὸν, τῶν δ᾽ ἄλλων θείων πλεονεκτημάτων φθονήσαντας ζημιοῦν, καὶ οἷόνπερ ἡμίτμητον καὶ ἀτελῆ καταλιμπάνειν· ὡς μηδὲ τὸ τῆς τιμῆς ἀκέραιον διασώζεσθαι, ἐπεὶ οὐ τοσοῦτον τιμᾶται τῷ κεχαρισμένῳ, ὅσον ἀτιμάζεται τοῖς ἀπεστερημένοις. Οὐ γὰρ ὁ περὶ τὸ ἓν φιλότιμος, οὗτος εὔνους, ἀλλ᾽ ὁ περὶ τὰ πολλὰ μικρολογούμενος, οὗτος δυσγνώμων.

Τάχα δ᾽ ἂν ἀπέχρησέ πως καὶ τοῦτο προσριφὲν αὐτῇ μόνον πρὸς τὴν τοῦ ζητουμένου παράστασιν συναιρόμενον, ἵνα τέλεον καὶ τοῦ εἶναι σὰρξ παρ᾽ ὑμῖν ἐκσταίη. Συναναιρεῖν γὰρ διὰ τούτου ᾠήθητε καὶ τῆς ὅλης οἰκονομίας τὸν τρόπον, ὥσπερ ὅλον ἐκπεπωκότες τῆς φαντασίας τὸν χείμαρον. Τίνος γὰρ χάριν διὰ τὴν πρὸς τὸν Λόγον ἕνωσιν, μὴ καὶ τὸ ἀπαθὲς ἐξ ἀρχῆς καὶ ἄφθαρτον ἐνείματε τῇ σαρκὶ, ἔτι καὶ τὸ ἄχρονον, καὶ ἄναρχον, καὶ ἀόρατον, ἀναφές τε καὶ ἀσχημάτιστον, καὶ ὅσα περὶ τὸν Λόγον ἐστὶ θεωρούμενα; ἐπεὶ καὶ ἕπεται ὡς τὰ πολλὰ ἀλλήλοις· τὸ γὰρ ἀπερίγραπτον, καὶ ἀόρατον· τὸ δὲ ἀόρατον, καὶ ἀόριστον· τοῦτο δὲ, ἄληπτον· τὸ δὲ, καὶ ἀπαθὲς καὶ ἄφθαρτον· τὸ δὲ ἄφθαρτον, καὶ ἀθάνατον· τὸ δὲ ἀθάνατον, καὶ ἀΐδιον, ταύτῃ τοι καὶ ἀτελεύτητον. Ἔσται δὲ ταῦτα καὶ ἡ σὰρξ, ἵνα καθάπερ συμφυεῖσα τῷ Λόγῳ καὶ συνουσιωθεῖσα, καὶ πάντα τὰ ἰδιώματα φυσικῶς κατακληρωσαμένη, ἐξ ὧν αὐτοῦ ἡ οὐσία χαρακτηρίζεται, καὶ ὁμοούσιος αὐτῷ εἴη. Καὶ εἰ χρὴ λογικώτερον ὑμῖν συμπλακέντας εἰπεῖν, ὅτι ἐπειδὴ ὁμοούσιος ἡ σὰρξ, καθ᾽ ὑμᾶς, τῷ Λόγῳ δέδοται, ὁ δὲ Λόγος τῷ Πατρὶ ὁμοούσιος, ἔστω διὰ τὸν ὑμέτερον λόγον καὶ ἡ σὰρξ τῷ Πατρὶ ὁμοούσιος, ὡσαύτως δὲ καὶ τῷ Πνεύματι. Εἰς τοῦτο ὑμᾶς τῆς ἀσεβείας τὸ κεκομψευμένον καὶ ἐκπρεπὲς τοῦ ἀπεριγράπτου ἐξηκόντισε βάραθρον! Ὁποῖον δὲ δή τι κἀκεῖνό φημι, ὡς καὶ ἄλλως εἰς τὴν πασῶν ἐσχάτην ὁ λόγος αὐτῷ δυσσέβειαν ἐξοίχοιτο, καὶ ὅποι ποτε ἀθεῖας ἀπάγει, ἐντεῦθεν εἰσόμεθα. Καθάπερ γὰρ ἐπὶ τῆς οἰκονομίας εἰς αὐτὰ ἀποσφάλλονται τὰ συνεκτικώτατα, τῷ αὐτῷ δὴ τούτῳ τρόπῳ καὶ ἐπὶ τῆς θεολογίας προσπταίοντες, εἰς τὰ καίρια φωραθήσονται, τοῖς ἑαυτῶν βρόχοις ἁλισκόμενοι ἀβουλότατα· ἐπειδὴ ἀντιπεπονθότως τὰ τῶν σχέσεων διὰ τὴν ἐπαλλαγὴν ἐν ἑκατέρᾳ θεωρεῖται.

Ἧ μὲν γὰρ ἑνοῦνται ἐπὶ τῆς οἰκονομίας αἱ φύσεις πρὸς τὴν ὑπόστασιν, ταύτῃ διακέκρινται ἐπὶ τῆς θεολογίας αἱ ὑποστάσεις, διὰ τὰς προσωπικὰς ἰδιότητας· ᾗ δὲ ἥνωνται ἐπὶ τῆς θεολογίας αἱ ὑποστάσεις διὰ τὴν φυσικὴν ταυτότητα, ταύτῃ διακέκρινται ἐπὶ τῆς οἰκονομίας, κατὰ τὰς φύσεις διὰ τὰς οὐσιώδεις διαφορὰς ἰδιούμεναι. Ὥσπερ οὖν οὐ διδόασιν ἐκεῖσε τὰ χαρακτηριστικὰ τῶν φύσεων ἰδιώματα, ἅπερ αὐτὰς τῶν ἑτεροφυῶν διίστησιν, οὐδὲ ἐνταῦθα πάντως τὰ ἀφοριστικὰ τῶν ὑποστάσεων παρέξουσι γνωρίσματα, ἅπερ αὐτὰς περὶ τὴν αὐτὴν καὶ μίαν οὐσίαν θεωρουμένας, ἀπ᾽ ἀλλήλων διακρίνουσι. Καὶ ὅσα λοιπὸν περὶ τὴν ὑπόστασιν ἐκεῖ, τοσαῦτα καὶ διὰ τὴν φύσιν ἐνταῦθα ζυγομαχήσουσιν, εἴπερ ἰδιότητος παρ᾽ αὐτοῖς οὐχ ὁρᾶται διαστολή. Πρὸς οὖν τί ταῦτά φημι; Ὅτι εἰ κατὰ τὰς ὑποθέσεις αὐτῶν, διὰ τὴν πρὸς τὸν Λόγον ἕνωσιν, ἀπερίγραπτον εἶναι τὴν σάρκα δεῖ, ἀνάγκη ἐκ τοῦ ἐναντίου, ἐπειδὴ ἔμπαλιν ἐνταῦθα ἢ ἐπὶ τῆς οἰκονομίας ἔχει, τὰ αὐτὰ περαίνεσθαι ἄθεσμα, ὡς ὁ λόγος ἐφοδεύων παραστήσειεν. Εἰ γὰρ ὁ Πατὴρ ἀγέννητος, ὁ δὲ Υἱὸς γεννητὸς, ἔστω διὰ τὴν μίαν καὶ ταὐτὴν φύσιν, καθ᾽ ἣν τὸ ταυτὸν καὶ ἀπαράλλακτον ἐπ᾽ ἀμφοῖν θεωρεῖται, καὶ ὁ Πατὴρ γεννητὸς, ἢ ὁ Υἱὸς ἀγέννητος· ὁ αὐτὸς δὲ λόγος κρατήσει καὶ περὶ τοῦ ἁγίου Πνεύματος. Τούτων δὲ τί ἂν γένοιτο ἀσεβέστερον ἢ ἀθεώτερον; Ἀλλὰ τῶν οὕτως ἀτόπων ἀφέμενοι, ἐπὶ τὰ ἑξῆς τοῦ λόγου ἴωμεν.

Ἐπάγει γοῦν· « Ἐπειδὴ μετὰ τὴν ἕνωσιν ἐκείνην ἀχώριστος ἡ πραγματεία, ὡς ὁμολογοῦμεν ἐν τῷ δόγματι· εἰ δὲ καὶ τῆς σαρκὸς μόνης εἰκόνα ποιεῖ, λοιπὸν καὶ πρόσωπον ἐπὶ τῇ σαρκὶ ἴδιον δίδωσι· καὶ γίνεται τοῦτο τῇ ὅλῃ θεότητι τέρας, τουτέστι τρία πρόσωπα ἐπὶ τῆς θεότητος, καὶ ἓν τὸ τῆς ἀνθρωπότητος, καὶ ἔστι κακῶς τοῦτο. » Ἄνω καὶ κάτω τὴν ἕνωσιν διαθρυλεῖ, ἣν ἀχώριστόν φησιν ὁ σοφός· ἵνα δι᾽ αὐτῆς δόξῃ κρατύνειν τὸ δόγμα τὸ ἑαυτοῦ, καὶ τὴν κατὰ Χριστὸν ἀνθρωπότητα συσκιάσῃ. Διὰ τοῦτό φησιν, ὅτι εἰ τῆς σαρκὸς μόνον εἰκόνα ποιεῖ. Καὶ ἐνταῦθα τὸ σοφὸν ἐκεῖνο ὑπειπεῖν λόγιον, ὅτι Σοφία ἀνεξέλεγκτος πλανᾶται, καὶ σοφία μωροῦ ἀδιεξίτητοι λόγοι· καὶ, Οὐαὶ οἱ σοφοὶ παρ᾽ ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες· ὅτι ἐμωράνθη ἡ ἀσύνετος αὐτῶν ψυχὴ, καὶ ἐπωρώθη αὐτῶν τὰ διανοήματα. Πρὸς γὰρ τὴν ἀληθότητα τῶν ὀρθῶν τῆς Ἐκκλησίας δογμάτων τέλεον ἀποσφάλλονται· οὔτε τὰς ἐκ τῶν ὑποθέσεων αὐτῶν ἀναφαινομένας ἀτοπίας προειδόμενοι, εἰς οἷον αὐτοὺς ἀπάγουσι κρημνόν· καὶ οὐδὲν αὐτοῖς οὕτως εἰς περιουσίαν φιλοτιμίας, ὡς τῆς ἀμαθίας ἡ μάθησις· τῇ γὰρ ἰδίᾳ αἰσχύνῃ ἐγκαλλωπίζονται· ὧν ὡς ἀληθῶς ἡ δόξα ἐν τῇ ἑαυτῶν αἰσχύνῃ. Ἀλλὰ φαίην ἂν ἔγωγε πρὸς τὸν ὧδε διειληφότα, καὶ ὅστις ταῦτα φρονεῖν προήρητο· Σὺ οὖν δύο φύσεις ἐν τοῖς σοῖς λόγοις ὑποτιθέμενος, ποίαν τούτων ὁμολογεῖς ἐπὶ τῆς κατὰ Χριστὸν μορφῆς, καὶ τοῦ προσώπου τοῦ ὁραθέντος καὶ φανέντος; Εἰ μὲν τὴν θείαν εἴποις, ἐνταῦθα ὁρατὴν ἀπέφηνας τὴν ἄληπτον καὶ ἀόρατον τοῦ Λόγου θεότητα· οὐδὲν δὲ διοίσει εἰπεῖν, καὶ περιγραπτήν. Πᾶν γὰρ τὸ ὁρώμενον, περιγραπτὸν καὶ ὁριστὸν, ὡς τῇ αἰσθήσει ὑποπεπτωκός· καὶ ὅπερ δοῦναι τῇ σαρκὶ οὐκ ἠνέσχου, τοῦτο τῇ θείᾳ φύσει προσέῤῥιψας. Καὶ οὐκ ἐκφεύξῃ τὸ βλάσφημον, οὐδὲ παρανοίας ἐγκλημάτων ἀπέλθοις ἀνεύθυνος· ὅτι δὴ διὰ πλείστης ὅσης σπουδῆς, τὸ ὁρατὸν ἀόρατον, καὶ τὸ περιγραπτὸν ἀπερίγραπτον παραστῆσαι βουληθεὶς, τῇ ματαιότητι τῶν σῶν ἐννοιῶν ἀποβουκολούμενος, εἰς τὸ ἔμπαλίν σοι τὰ τοῦ λόγου περιήγαγες. Τὸ γὰρ ἀόρατον, ἐκ τοῦ ἐναντίου ὁρατὸν, καὶ τὸ ἀπερίγραπτον περιγραπτὸν οὕτως ἂν εἰσήγαγες.

Ἀλλ᾽ εἰ μὴ τοῦτο εἰπεῖν κατατολμήσειας, τὴν ἀνθρωπίνην ἄρα μόνην τὴν ὁρωμένην ἐξ ἀνάγκης δώσεις. Καὶ ἵνα τὴν ὁμοίαν τῷ σῷ λόγῳ ἀπάντησιν ποιησώμεθα, μεμέρισταί σοι ἡ ὑπόστασις, καὶ ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ἐδογμάτισας, καὶ ἀπήρτισταί σοι τρανέστερον καὶ περιφανέστερον ἡ τετράς. Ἴδιον γὰρ πρόσωπον τῇ σαρκὶ ἔνειμας, καὶ πεποίηκας τὸν Χριστὸν κτίσμα μόνον, ὡς τὴν θεότητα μὴ εἶναι εἰς αὐτόν· καὶ περιέγραψας τελεώτερον καὶ ἀσφαλέστερον, καὶ τοῦτο λίαν κακῶς καὶ ἐπισφαλῶς. Ἐάλως οὖν τοῖς οἰκείοις κἀνταῦθα περιπεσὼν μηλανήμασι. Πῶς γὰρ λοιπὸν τῆς Νεστορίου φρενοβλαβείας καὶ διαιρέσεως τὴν ἀτοπίαν διαφεύξῃ; καὶ γὰρ ταύτῃ σαφῶς περιπέπτωκας. Ἐπεὶ οἱ περὶ Νεστόριον τούτου γε εἶνεκεν τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν ὁμολογεῖν ἐπὶ Χριστοῦ παρήτηνται, εὐδοκίῳ δὲ μᾶλλον καὶ σχέσει ταύτην ὑπάρξαι κενοφωνοῦσιν, ὡς δὴ τῆς θείας φύσεως μὴ ἐπιδεχομένης ἕτερον πρόσωπον ἑνώσεως, διὰ τὸ ἀπερίγραπτον. Ἐξ οὗ μηδὲ κυρίως Θεοτόκον τὴν ἁγίαν Παρθένον, ἀλλ᾽ ἀνθρωποτόκον γεγενῆσθαι εἰκαιολογοῦσιν. Εἶτα θαυμάτων ὁμοῦ καὶ παθημάτων περὶ τὸν Χριστόν σοι προκειμένων, καὶ τούτων παραπολὺ διεστηκότων ἀλλήλων καὶ διαφερόντων, τί φής; Ἐπειδὴ ἀπερίγραπτος ὁ Λόγος, ὡσαύτως δὲ καὶ ἡ σὰρξ, ἑκατέρῳ ἀμφότερα πάντως τῷ τε Λόγῳ καὶ τῇ σαρκὶ ἀναθήσεις· οὐ γὰρ ἰδίᾳ καὶ ἀνὰ μέρος, τῷ μὴ παραλλάσσειν κατὰ σὲ τὴν ἰδιότητα, τόν τε Λόγον καὶ τὴν σάρκα, κατὰ τὸ ἀπερίγραπτον. Ταῦτα δὲ, πρὸς τῷ ἀσεβεῖ, καὶ τὸ ἀνόητον ἕξει· οὐδεὶς γὰρ τῶν νοῦν ἐχόντων ἀποφανεῖται, οὔτε τὸν Λόγον παθήματα φέρειν, οὔτε τῆς σαρκὸς τὰ θαύματα ὑπολήψεται. Οὐ γὰρ τῇ δυνάμει τῆς σαρκὸς ταῦτα δείκνυται, ἀλλ᾽ ἡ τοῦ συνημμένου Λόγου πανσθενὴς καὶ δραστήριος ἀποτελεῖ δι᾽ αὐτῆς ἐνέργεια· ἢ οἰχήσεται σοι μετὰ τῶν θαυμάτων καὶ τὰ πάθη. Ἀπερίγραπτος γὰρ εἰ δοθείη ἡ σὰρξ, οὐκ ἔστιν ὃ τοῖς πάθεσιν ὑποκείσεται. Πόθεν οὖν σοι διαδρᾶναι τὸ βλάσφημον περιγενήσεται; Ὡς πανταχόθεν γε μέγα περικέγηνεν ὁ τῆς ἀσεβείας περὶ σὲ βόθρος· καὶ δίκαιον γὰρ καὶ πρέπον, τὰ θαύματα τῷ Λόγῳ ἀνάπτοντα, καὶ ἀπερίγραπτον ὁμολογοῦντα ἀναλόγως καὶ ἁρμοδίως, καὶ τὰ παθήματα τῇ σαρκὶ διδόντα, περιγραπτὴν εἶναι δοξάζειν. Οὕτω γὰρ ἀποδιδόναι χρὴ ἑκατέρᾳ τῶν φύσεων τὰ οἰκεῖα καὶ ἴδια.

Εἶτά φησιν· « Ὅτι ἐπὶ τῆς σαρκὸς καὶ μόνης ἴδιον πρόσωπον περιγράφει ψιλοῦ ἀνθρώπου. » Εἰ δὲ οὐ περιγράφει, τί σοι συμβήσεται; Ἵνα τῷ αὐτῷ σοι κανόνι τοῦ λόγου χρήσωμαι, καὶ οὕτως ἴδιον πρόσωπον δώσει ἰδικῶς γυμνοῦ μόνου τοῦ Λόγου κεχωρισμένον, καὶ διηρημένον τῆς κατ᾽ αὐτὸν ἀνθρωπότητος, ἥτις ἐστὶ περιγραπτὴ, ὡς τῇ ἀληθείᾳ καὶ πᾶσι τοῖς ὀρθὰ φρονεῖν εἰδόσι δοκεῖ, καὶ διὰ πλειόνων προαποδέδεικται. Καὶ ἤδη σοι καὶ πάλιν ἐντεῦθεν ἡ τετρὰς περιίσταται· ἐπειδὴ κεχώρισται τοῦ Λόγου κατὰ τὸν σὸν λόγον τὸ ἀνθρόπινον, καὶ μεμέρισταί σοι οὐδὲν ἧττον ὁ Χριστὸς, καὶ προστέθειταί σοι πρόσωπον ἐπὶ τῆς ζωαρχικῆς καὶ σεβασμίας Τριάδος. Ἀλλ᾽ οὕτως ἀχάλινον ἐπὶ κατὰ τῆς Χριστοῦ οἰκονομίας ὁ Χριστομάχος διαφεὶς τὴν γλῶσσαν, παλιμφήμους ἀποῤῥίπτει τοὺς λόγους, καινοῖς ἐγχειρήμασιν ἑαυτὸν ὡς πλείστοις παρακρουόμενος, ὅλην τοῦ ψεύδους τὴν ἐξαπάτην εἰσδεδεγμένος, ἐντεῦθεν λοιπὸν τῆς μυθοπλαστίας κατάρχεται, καὶ συμπλάσσει τὴν τερατείαν, βαττολογίας ταύτην ἐξυφαίνων, καὶ φασμάτων πλήρη τὴν ἑαυτοῦ ψυχὴν ἀπεργαζόμενος· ἵνα ἡ μὲν βλασφημία τὴν ἀσέβειαν, ἡ τερατολογία δὲ τὴν παράνοιαν τοῦ τε λογογραφοῦντος, τῶν τε τὸν λόγον ἐκείνου παραδεδεγμένων, σαφῶς ἅπασιν ἐμφανίζοιεν.

Τί γὰρ, φησὶν, ἐν τοῖς ἑξῆς κατὰ τὸ συνεχὲς τοῦ λόγου; « Τουτέστι χαρακτηρίζων πρόσωπον, καὶ ποιῶν τὸν Χριστὸν κτίσμα καὶ μόνον, καὶ τὴν θείαν φύσιν μὴ εἶναι εἰς αὐτόν. » Ταῦτα τῆς ἐξουσίας καὶ τῆς παχύτητος, ἐξ ὧν ἀμφοτέρων φυεῖσα καὶ συγκροτηθεῖσα ἡ ἀσέβεια, κατὰ τῆς ἀμωμήτου ἡμῶν νεανιεύεται πίστεως, καὶ τῶν ὀρθῶν δογμάτων καταγωνίζεται. Ἀλλὰ πρὸς τοὺς τοιούτους ἐμέτους, ἵνα Πατρικοῖς λόγοις ἐγκαλλωπίσωμαι στηλιτεύουσι τοῦ σοφοῦ τὴν ἀπόνοιαν, πῶς οὐκ ἄμεινον ἡ σιωπῇ; Μὴ ἀποκρίνου γὰρ ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, γέγραπται. Ἀλλ᾽ ἵνα μὴ δοκοῖεν οἱ δοκησίσοφοι καὶ τῆς ἀποστασίας ὑπασπισταὶ, ἐρήμην τῶν εὐσεβούντων καταθεῖν ὥσπερ τοῦ λόγου, ἀκαταγώνιστον τὸν ἐκ ψευδομυθίας καὶ εἰκαιότητος αὐτοῖς ἐπικουρούμενον λόγον εἶναι οἰόμενοι, ταύτῃ τοι, εἰ καὶ αἰσχρὸν καὶ ἀκαλλὲς τοῖς οὕτω σαθροῖς καὶ εὐχειρώτοις ἀντιφέρεσθαι, ὅμως ταῖς κοιναῖς ἁπάντων ὑπολήψεσι χρώμενοι, τὰς κατὰ τῆς ἀληθείας αὐτοῖς ἐξευρημένας μηχανὰς καὶ δόλους, οἷς ἀνοήτως καὶ ἀβούλως αὐτῇ ἀντιπαρατάττονται, μάλα εὐσθενῶς ἐκπολιορκήσωμεν. Ἐπ᾽ ἀλογίστους γὰρ καὶ ἀτόπους ἐννοίας ἴενται, ἐφ᾽ ἃ μὴ προσῆκε περιελκόμενοι, καὶ εἰκῆ φυσιούμενοι ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν, καὶ ἃ μηδεὶς οἶδε τῶν εὖ φρονούντων, μηδὲ ἡ φύσις αὐτὴ τῶν πραγμάτων ἐπίσταται, διοριζόμενοι. Πρὸς γὰρ τῷ ἀσεβεῖ, καὶ τὸ ἀπίθανον κέκτηνται· πρὸς ἓν δὲ καὶ μόνον βλέποντες, πᾶσάν τε σπουδὴν τιθέμενοι, καὶ πάντα κάλων, τὸ δὴ λεγόμενον, σείοντες, ἀνατρέπειν, ὡς οἴονται, τὸ τῆς Χριστοῦ οἰκονομίας μυστήριον, ὡς ταύτῃ τῷ τοῦ ἀπεριγράπτου προβλήματι, τὸ ἀφομοίωμα τοῦ σεβασμίου χαρακτῆρος αὐτοῦ ἐξαφανίζοιτο· οὐδὲν δὲ ἄτοπον εἰπεῖν, καὶ ἡ αὐτοῦ Χριστοῦ μνήμη συνοιχήσοιτο. Ἀλλ᾽ εἰκότως φθέγξοιτο πρὸς αὐτοὺς ἡ σοφὴ Παροιμία· Ὃς ἐρείδεται ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους· ὁ δὲ αὐτὸς διώξεται ὄρνεα πετόμενα· συνάγει δὲ χερσὶν ἀκαρπίαν. Συμπλάσσονται γὰρ ὀνειροπολοῦντες τὰ ψευδῆ, ἅπερ αὐτοῖς ἡ σκαιότης τῶν λογισμῶν, καὶ τὰ τῆς βεβήλου ψυχῆς ἕωλα καὶ ἀπατηλὰ ὑποτίθεται φάσματα. Ὅτι μὲν γὰρ τὸν νοῦν περιαλώμενοι, ἀδόκιμον οἷάπερ αὐτὸν ἔχοντες, πόῤῥω που τῆς ἀληθείας καὶ τῆς εὐθὺ ἀγούσης ὁδοῦ ἀπονοσφίζονται· οὐ γὰρ ἀπολήγουσι τερατευόμενοι καὶ τοὺς φληνάφους ἐκείνους μυθουργοῦντες· πᾶς τις, οἶμαι, τῶν εὐσεβούντων καὶ λογισμοῦ κύριος συνθήσεται.

Ἀλλὰ λεγόντων, πόθεν ὁ μέγας αὐτῶν διδάσκαλος ταῦτα λαβὼν ἔχει. Εἰ μὲν παρὰ τῶν θεοπαραδότων λογίων τοῦ Πνεύματος, ἢ τῆς τῶν θεοσόφων Πατέρων ἡμῶν διδασκαλίας, δεικνύτωσαν ποῦ, καὶ ἡμεῖς γε σιγήσομεν· εἰ δὲ ἐκ τῶν ἰδίων λαλεῖ, ἀφ᾽ ὧν καὶ τὸ ψεῦδος ἐξήρτηται, τίς αὐτῷ προσέξει ἀνόητα φράζοντι; Τίς γὰρ οὕτω νοῦ καὶ φρενῶν ἐστέρηται, ὥστε συμφῆσαι ὅτι δὴ ὁ χαρακτηρίζων Χριστὸν, κτίσμα αὐτὸν μόνον ποιεῖ, ἢ τῆς θείας διαιρεῖ φύσεως; Ποῦ γῆς ἢ θαλάσσης ἤκουσταί τις τῶν πάλαι ἢ τῶν καθ᾽ ἡμᾶς, ὃς κἂν γοῦν εἰς νοῦν τὰ τοιαῦτα ἐβάλετο πώποτε, ἢ τὴν πεπλαστουργημένην αὐτῷ ταυτηνὶ τερατείαν, ἣν καινοῖς ἀναπλασμοῖς ματαιούμενος συντέθεικεν, ὑποδέξαιτο; Ποῖος γὰρ λόγος ταῦτα συναναγκάσειε; Ποία συλλογισμῶν ἰσχὺς, καὶ λόγων ἀπατηλῶν πιθανότητες; Εἰ γὰρ δεῖ τὴν ἐκείνων διωσαμένους πλάνην, τῆς ἀληθείας ἐφάψασθαι, φαμὲν ὅτι μᾶλλον ὁ χαρακτηρίζων ἑνοῖ, ὡς μὲν κτίσμα τὸ ὁρώμενον καὶ κατὰ πάντα ὁμοιοπαθὲς ἡμῖν σῶμα ἐξεικονίζων· οὐ ψιλῶν οὐδὲ διιστῶν ἐκ τούτου, συνάγων δὲ τῷ τε λόγῳ καὶ τῇ σχέσει, εἴτε φύσεις τις εἴποι, εἴτε ἄλλο, καὶ ἐπισφίγγει τὴν ἕνωσιν. Οὐ γὰρ δὴ μόνον τὸ κατὰ Χριστὸν ὁρώμενον ἀνθρώπειον εἶδος εἰσάγεται, διά τε τῆς μνήμης καὶ τῆς πρὸς τὸ ἀρχέτυπον ὁμοιώσεως· ἤδη δὲ καὶ ὁ Λόγος, εἰ καὶ μὴ συμπεριγράφεται μηδὲ εἰκονίζεται, ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει, ἀόρατός γε ὢν καὶ πάντῃ ἄληπτος, ἀλλ᾽ οὖν γε ἐπειδὴ εἷς ἐστι τὴν ὑπόστασιν καὶ ἀμέριστος, διὰ τοῦτο καὶ ἡ μνήμη αὐτοῦ συνεισέρχεται. Ἀλλὰ τοῦτο αὐτοῖς ἐστι τὸ φορτικὸν καὶ δυσαχθέστατον· ἐπειδὴ γὰρ βαρύς ἐστιν αὐτοῖς ὁ Χριστὸς καὶ ἐν εἰκόνι μόνον βλεπόμενος. Οὕτω γὰρ κἀκεῖνος τὴν ψυχὴν ἐξοιδαίνων ἐπὶ τῇ μνήμῃ αὐτοῦ, τὸ πᾶν θράσος καὶ τὴν μῆνιν κατὰ τῆς ταύτην φερούσης εἰκόνος ἐξέχεεν. Ἔξεστιν οὕτω περὶ τούτων διακειμένοις, καὶ αὐτὰ τὰ τῶν ἱερῶν Εὐαγγελίων ἀκούουσι λόγια, ἀφ᾽ ὧν δὴ καὶ ταῦτα ἤρτηνται, τὴν ἴσην ἐκείνοις δύναμιν ἔχοντα (εἰς ταυτὸν γὰρ ἐν ἀμφοτέροις τὰ τῆς ὑποθέσεως ἔρχεται, καὶ ἡ αὐτὴ ἱστορία ἀνέκαθεν ὁρᾶται), τοιούτου γὰρ λόγου ἔχονται, εἴ που ταπεινόν τι καὶ ἀνθρώπινον περὶ τῆς κατὰ τὸν Σωτῆρα οἰκονομίας ἡμᾶς ἐκδιδάσκοιεν, τὰ ἴσα λογίζεσθαι, καὶ ὡς κτίσμα αὐτὸν εἰσφέροντα δέχεσθαι· ἢ τοῦ Λόγου διαιροῦντα ὡσαύτως διαγράφεσθαι, καὶ δεῖ καθαιρήσειν τὰ Εὐαγγέλια· αὐτοῦ μάλιστα τοῦ Κυρίου πρὸς τὸν τῶν Ἰουδαίων δῆμον λέγοντος· Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; καὶ, Ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι· διὰ τούτων γὰρ τὸ ταπεινὸν καὶ πτωχὸν αὐτοῦ καταφαίνεται παράστημα· καὶ ὅσα τὰ πάθη καὶ τὸν σταυρὸν αὐτοῦ ἡμῖν εἰσηγοῦνται, διαγελᾶν τε καὶ διαπτύειν· ἀλλὰ μὴν ταῦτά γε οὐδεὶς τῶν σωφρονούντων οὐδὲ ὑπολήψεται, οὐδὲ διαλέξεται, οὐδὲ ἐκεῖνο ἄρα τῆς ἴσης καὶ τῆς αὐτῆς ἀτοπίας ἐχόμενον.

Τί οὖν φαμεν; Ὅτι ὡς πανταχοῦ τῶν ἀληθῶν ὁ κενὸς οὑτοσὶ θεολόγος ἀπονένευκεν, οὕτω δὴ κἀνταῦθα ἐμφανῶς ἀποπέπτωκε. Προσεκτέον γὰρ ὅτι ὥσπερ ἐν τοῖς ἄνω τῷ ψεύδει συγκλωθόμενος, καὶ καθ᾽ ἑαυτοῦ σοφιζόμενος ἔφασκεν, ὅτι εἰ καλῶς, ὁμοούσιον εἶναι δεῖ τοῦ εἰκαζομένου τὸ ἀπεικόνισμα· μὴ εἰδὼς τὴν ἐν αὐτοῖς ἢ διδοὺς διαφορὰν, ὥσπερ οὐδὲ ἐμψύχου καὶ ἀψύχου, ἢ λογικοῦ καὶ ἀλόγου, ἢ τῶν οὕτως ἀντιδιαστελλομένων πρὸς ἄλληλα τὸ διάφορον ἐπιστάμενος, ἐξ οὗ δείκνυται τὸ κατὰ τὴν γνώμην ἀνίδρυτον καὶ ἀστάθμητον· οὕτω δὴ κἂν τούτοις τῇ αὐτῇ διανοίᾳ χρώμενος, τῇ κατ᾽ αὐτὸν θεολογίᾳ τὴν μυθολογίαν ἐκ πολλῆς ἄγαν ἀγχινοίας καὶ νοὸς νήψεως εἰς ἄκρον συντιθεὶς, εἰς ταυτὸν ἄγει πρωτότυπον καὶ παράγωγον. Καὶ ὡς ἀνὰ μέσον ἁγίου καὶ βεβήλου διαστεῖλαι οὐ προείλετο, οὐδὲ τούτων ἀνὰ μέσον διακρῖναι ἠνέσχετο, οὐδ᾽ ὅσον ἐπ᾽ ἄκρᾳ γλώσσῃ τοῦ περὶ αὐτῶν λόγου ἐφάψασθαι. Ὁ γὰρ διὰ τῆς εἰκόνος μερίζεσθαι τὸν Χριστὸν οἰόμενος, οὐδὲν ἕτερον δοξάζει ἢ ὅτι οὐδὲν διοίσει Χριστὸς τῆς ἑαυτοῦ εἰκόνος, ἀλλὰ ταυτὸν εἶναι ἀμφότερα. Ὡς εἴ γε τὴν τούτων κρίσιν διέγνω, οὐκ ἂν τῶν ἱερῶν καὶ σεβασμοῦ ἀξίων κατέγνω. Τῇ γὰρ κενῇ δόξῃ καὶ ματαιότητι τοῦ κόσμου ἠπτώμενος, καὶ φιλαυτίᾳ καὶ ἐμπαθείᾳ καταβαπτιζόμενος, ἐσκοτίσθη τὴν ψυχὴν, καὶ τοῦ τῆς ἀληθείας ἐστέρηται φωτὸς, οὐδὲν πλέον τῶν ὁρωμένων εἰδὼς ἢ φανταζόμενος. Γεώδης γὰρ ὢν καὶ κάτω νενευκὼς, τὴν ἐγκεκρυμμένην τοῖς ἱεροῖς χάριν καὶ ἐναποκειμένην οὐ κατενόησεν, οἷάπερ μέχρι τῆς ὕλης καὶ τῶν κτισμάτων τὸν νοῦν συνιστάμενος.

Ἀλλὰ δὴ ὅ γε ἑλόμενος, οἷα ὁ σοφώτατος καὶ θεωρητικώτατος οὗτος, φρονεῖν τε καὶ προχειρίζεσθαι, ἐρομένοις ἡμῖν ἀποκρινέσθω, καὶ συνδιασκεπτέσθω, ὡς ἂν γνοίη ὅποι τὰ τῶν προβλημάτων αὐτῷ ἐξίοι. Λεγέτω γὰρ ἡμῖν πρότερον, εἰ παρ᾽ ὁτουοῦν Χριστιανῶν οὕτω δόξης ἐπύθετο ἔχοντος. Ἀλλ᾽ οὐκ ἂν εἰπεῖν ἰσχύσειεν, οὐκ ἂν ἔχοι δεῖξαι· τέχνασμα γὰρ καὶ κακούργημα οἰκεῖον προφανῶς αὐτῷ ἤδη προβέβληται. Ὅμως δ᾽ οὖν ποίᾳ δυνάμει καὶ ὅτῳ τρόπῳ συμβαίνειν ταῦτα βούλεται ὁ τῶν καινῶν τούτων δογμάτων εὑρετής; Εἰ γὰρ κτίσμα μόνον ὁ Χριστὸς χαρακτηριζόμενος ἀπολείπεται, τῆς θείας ἀμοιροῦν φύσεως τῷ ταύτην ὑπάρχειν ἀπερίγραπτον, πολλῷ δή που σαρκούμενον, τοῦτο πρότερον πεπονθέναι ἔδει· καθόσον καὶ ἡ ἀνειλημμένη τῷ Λόγῳ σὰρξ, οἰκειοτέρα αὐτῷ τῆς κατ᾽ αὐτὴν εἰκόνος ὡς ἀρχέτυπον. Ἐπειδὴ οὐδαμῶς γε ἡ διὰ τοῦ χαρακτηρίζεσθαι μίμησις καλῶς τηρηθήσεται, εἰ μὴ τοῖς προηγουμένοις ὡς οἷόν τε ἐξομοιωθείη. Πῶς γὰρ τὸ ἐν μιμήσει τινὸς καὶ ὁμοιώσει γινόμενον, δράσαι τι δυνήσεται ἢ πάθοι, εἰ μὴ πρότερον τὸ οὗ ἐστιν ὁμοίωμα, οὕτω πέφυκεν εἶναι; Εἰ δὲ τὸ ταῦτα λέγειν, ἐσχάτης παραφροσύνης καὶ δυσσεβείας ἐστὶ, πῶς οὐχὶ κἀκεῖνα μανίας τῆς ἀνωντάτω; Εἰ γάρ τις φαίη ἀληθῆ ἐκεῖνα εἶναι, πάντως που κατὰ τὸ ἀκόλουθον τοῦ λόγου, ἐπειδὴ ἀληθῶς ὡράθη ἀνθρώποις πεφηνὼς καθ᾽ ἡμᾶς ὁ Χριστὸς, οὐ πέφυκε δὲ ἡ θεία φύσις ὁρᾶσθαι, πολὺ μᾶλλον παρὰ τὸ μὴ ὁρᾶσθαι αὐτὴν, κτίσμα μόνον τὸ θεαθὲν ὑπολελεῖφθαι συμβήσεται, τῆς θείας μὴ οὔσης ἐν αὐτῷ φύσεως, καὶ τοσοῦτον ὅσον καὶ πρώτως ἀνθρώποις ὡράθη, οὕτω τε χαρακτηρισθῆναι ἐδέησεν· εἰ μὴ γὰρ ἐθεάσατό τις, οὐδὲ ἐχαρακτήρισέ που πάντως. Εἰ δὲ ἔγκλημα διὰ τὰς εἰρημένας αἰτίας τῷ γεγραφότι, πόσῳ μάλιστα τῷ θεαθέντι; ὅτι διὰ τοῦτο μάλιστα ἡ μία κατὰ Χριστὸν διέστηκεν ὑπόστασις, καὶ κτίσμα μόνον αὐτὴ καταλέλειπται.

Εἰ δὲ παρά τινι τῶν πιστῶν αἰτηθεὶς ὁ Χριστὸς, τὸν ἑαυτοῦ θεῖον χαρακτῆρα ὀθόνῃ ἐναπεμάξατο καὶ ἐξέπεμψε, τί μάτην ἄλλοι χαρακτηρίζοντες αὐτὸν ἐγκαλοῦνται; Εἶτα ζητεῖν καὶ τοῦτο ἄξιον· Πεφυκὼς ταῦτα πάσχειν ὁ Χριστὸς, πέπονθεν, ἢ οὔ; Εἰ μὲν γὰρ οὐ πέφυκε πάσχειν, πλάνης πλήρης καὶ ματαιότητος γέμων ὁ ταῦτα ἐγκαλῶν, καὶ εἰς ἄκρον σκαιότητος καὶ ἀπονοίας ἐκβέβηκεν ὁ πόνος αὐτῷ. Καὶ γὰρ οὖν, καὶ τῇ τῶν πραγμάτων αὐτῇ φύσει ἀπεναντίας ἐρχόμενος γνωρισθήσεται, καὶ τοῖς τρόποις αὐτοῖς καθ᾽ οὓς τοῖς οὖσιν ἐνυπάρχουσιν. Ὅπερ γὰρ οὐκ ἐνδέχεται γενέσθαι, ἐξ ἀνάγκης αὐτὸς διορίζεται γίνεσθαι· καὶ ὃ οὐ πέφυκε γίνεσθαι, ἐξ ἀκολούθου τινὸς ὑπάρχειν τινὶ βούλεται. Εἰ δὲ οὕτως εἶχε φύσεως ὁ Χριστὸς, μάτην ἐγκαλεῖται ὁ γράφων ἢ ὁ τεθεαμένος· οὐ γὰρ παρὰ τὸ γράφειν ἢ ὁρᾶν, τὸν γράφοντα ἢ τὸν ὁρῶντα, ἐκεῖνα συμβέβηκεν, ἀλλὰ παρὰ τὸν ὁρώμενον καὶ γραφόμενον, καὶ ᾧ ταῦτα πέφυκεν. Οὐκοῦν αὐτὸς ἑαυτῷ μᾶλλον ὁ ὁραθεὶς καὶ γραφεὶς, ὃς περιουσίᾳ φιλανθρωπίας συγκαταβὰς, καὶ ὁρώμενον καὶ γραφόμενον ἡμῖν ἑαυτὸν κενώσας εἰσήγαγε· τῆς τε διαστάσεως καὶ τοῦ κτίσμα καταλελεῖφθαι, ὑπῆρξεν ὁ αἰτιώτατος. Ἐξ οὗ δοκεῖ καὶ κατηγορία τις ξένη τῷ Χριστῷ ἐπιπλέκεσθαι· ἵνα ἀφ᾽ ὧν εὐεργετῶν ἔδει τιμᾶσθαι καὶ προσκυνεῖσθαι, ἀπὸ τούτων μᾶλλον μῶμος αὐτῷ καὶ ὕβρις ἀντεισαχθείη. Καὶ γίνεται ἡ τῆς οἰκονομίας χάρις, ἀδοξίας καὶ ἀτιμίας ὑπόθεσις. Ὡς γὰρ ταῦτα, πλέον ἢ ἐπὶ τοῦ διὰ σταυροῦ πάθους συμβέβηκε κατὰ τὰς ἐναντίων ἐπιχειρήσεις, ἀτιμώτερα καὶ ἀθεώτερα, ἤδη πρόσθεν ἀρκούντως εἴρηται.

Ἀλλὰ κἂν περὶ ταῦτα ἀποκάμοιεν, πρόχειρον αὐτοῖς εἰς βλασφημίαν τὸ ἕτερον, συμπεριγεγράφθαι τῇ σαρκὶ ἐξ ἀνάγκης τὸν Λόγον· ὃ πανταχοῦ περιβομβοῦντες, ἐπόμενον εἰς κακίαν τοῖς προτέροις ἔχουσιν. Ἀλλὰ φατέον καὶ πρὸς ταῦτα· Πότερον κατὰ τὴν οἰκείαν καὶ ἀπόῤῥητον φύσιν περιεγράφη σωματούμενος, ἢ οὔ; Εἰ μὲν περιεγράφη, δεδόσθω καὶ παρὰ τὸ χαρακτηρίζεσθαι· εἰ δὲ μὴ, τίς ὁ ἐκβιαζόμενος λόγος, χαρακτηριζόμενον αὐτὸν σαρκὶ συμπεριγεγράφθαι; Ὁ γὰρ μὴ πέπονθε, προσειληφὼς τὴν περιγραφομένην σάρκα, πῶς τῆς σαρκὸς γραφομένης πείσεται; Καίπερ οὕτως στηλιτευόμενοι, ὡς ἀδιανόητα καὶ δύσφημα κατὰ τῆς εὐαγοῦς ἡμῶν ὁμολογίας μελετῶντες, πλὴν ἐκ μιᾶς τῶν ἀτόπων ἐπιχειρήσεων, τὰ τοῦ εἰκαίου δόγματος κατηρτίσθαι ἔδοξαν· ἵνα ἅπαν σχοῖεν λοιπὸν τὸ ζητούμενον, καὶ ψευδηγορίας ἐμπλέους ἐκ τοῦ ἐμφανοῦς ἐξελέγξειαν τόν τε εἰρηκότα, ὅτι « Ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τόν τε γεγραφότα, ὅτι Ἐπεὶ τὰ παιδία κεκοινώνηκεν αἷματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν. Καὶ τἄλλα ὅσα ἡμῖν παρὰ τοῦ εὐαγγελικοῦ κηρύγματος παραδέδοται. Ἀλλὰ τὰ τοιαῦτα ἄτοπα καὶ παράλογα, ἐκ τῶν ἀτόπων τοῦ γεγραφότος ὑπολήψεων περαινόμενα, τῆς ἐκείνου ὡς ἀληθῶς καὶ τῶν ἐκείνῳ πειθομένων παραπληξίας ἄξια.

Ῥητέον δὲ κἀκεῖνο, ὡς ὅτι ἡ ἱερὰ τοῦ Σωτῆρος ἡμῶν εἰκὼν, κατὰ τὰ ἔναγχος εἰρημένα, τῶν τοῦ ἀρχετύπου μεταλαμβάνει, καὶ δι᾽ ὧν αὐτοὶ δρῶσι, σαφῶς ἐκφαίνεται. Ὥσπερ γὰρ ἃ νῦν παρὰ τῶν Χριστομαχούντων πάσχει ὑβριζομένη τε καὶ καταβαλλομένη, δι᾽ αὐτό γε τὸ ἀρχέτυπον πάσχει· διὰ γὰρ τὴν εἰς Χριστὸν ὕβριν καὶ οὗτοι ταῦτα ποιοῦσιν· οὕτως ἀναλόγως ἐκ τοῦ ἀκολούθου, ὡς ἔστι συλλογισάμενον ῥᾳδίως συνιδεῖν, παρὰ τοῦ ἀρχετύπου χάριτός τινος καὶ δυνάμεως κατὰ ἀντιπερίστασιν εἰκότως μεθέξει. Οὕτως οὖν βαρύς ἐστιν αὐτοῖς ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος. Ὅνπερ γὰρ τρόπον τοῖς πάλαι Ἰουδαίοις βαρὺς ἦν ὁ Χριστὸς ἐν σαρκὶ ὁρώμενος, ὡς ἀχθομένους ἐπὶ τὸν δίκαιον, ποτὲ μὲν λέγειν αὐτῷ· Ἕως πότε αἴρεις τὴν ψυχὴν ἡμῶν; ποτὲ δὲ μυρίαις περιβάλλειν συκοφαντίαις, εἶτα τὸ τελευταῖον θανάτῳ αἰσχίστῳ παραδεδώκασι, τὸν αὐτὸν τρόπον καὶ τοῖς νῦν Ἰουδαίοις, διὰ τοῦ σεβασμίου αὐτοῦ ἐκτυπώματος, ὡς δυσφορώτατος δείκνυται· ὡς γὰρ τὴν Ἰουδαίων εἰκόνα καὶ τὴν μίμησιν φέροντες, ἐπὶ τῇ εἰκόνι Χριστοῦ δυσχεραίνουσι· καὶ ὡσαύτως ἐκείνοις, μυρίαις ὕβρεσι καὶ λοιδορίαις βάλλουσι, καὶ τὸ τελευταῖον καθαιροῦσι πικρῶς οἱ Ἰουδαιόφρονες καὶ παράνομοι.

Ἐπειδὴ δὲ περὶ τῆς τοῦ Κυρίου σαρκώσεως ἡμῖν ὁ λόγος, οὐκ ἄκαιρον ἡγησάμεθα καὶ τοῦτο τοῖς εἰρημένοις προσεπενεγκεῖν, πρῶτον μὲν τὸν δοκοῦντα ἡμῖν καὶ τῇ ἀληθείᾳ λόγον ἐκτιθέμενοι, ἔπειτα δὲ τὸν τῶν ἐναντίων, ὡς ἔχει εὐθύτητος ἢ σκολιότητος, ἐπισκεπτόμενοι. Ἡμεῖς γὰρ, καθὰ παρὰ τῶν θεηγόρων μεμυσταγωγήμεθα, διπλοῦν τὸν ἕνα καὶ τὸν αὐτὸν Χριστὸν καὶ Θεὸν ὁμολογεῖν παρειλήφαμεν, τὸ μὲν ὡς Θεὸν ἀνάρχως καὶ ἀχρόνως καὶ ἀσωμάτως ὑπάρχοντα διὰ τὴν πρὸς τὸν Θεὸν καὶ Πατέρα συμφυῖαν, τὸ δὲ ἐν χρόνῳ καὶ σωματικῶς ὡς ἄνθρωπον τέλειον πεφηνότα διὰ τὴν πρὸς τὴν τεκοῦσαν σωματικῶς τε καὶ ὑπερφυῶς συγγένειαν. Ἐπεὶ οὖν ἀπερίγραπτος ὁ Θεὸς καὶ Πατὴρ, καὶ ὁ Χριστὸς καθὸ Θεὸς καὶ ὁμοούσιος αὐτῷ, καὶ ἀπερίγραπτος ὁμολογεῖται· ἐπειδὴ δὲ ἡ μήτηρ περιγραπτὴ, ἄνθρωπος γὰρ καὶ αὐτὴ καθ᾽ ἡμᾶς, καὶ ὁ Χριστὸς ἄρα καθὸ ἄνθρωπος καὶ ὁμοφυὴς αὐτῇ, περιγραπτὸς ὁμολογηθήσεται. Οὕτω γὰρ τὸ διπλοῦν τῶν φύσεων τῶν ἐν τῇ κατ᾽ αὐτὸν μιᾷ ὑποστάσει ἀληθῶς διαφαίνεται, καὶ ἡ τοῦ Λόγου ἀκολουθία τῇ ἀληθείᾳ συναρτωμένη ἀναγκαίως καὶ ἀμέμπτως διασωθήσεται· Μεσίτης γὰρ Θεοῦ καὶ ἀνθρώπων ὁ Χριστὸς γενόμενος· καὶ προελθὼν Θεὸς μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων, ὡς τὰ τῆς θεολογίας μυσταγωγεῖ, ἐπίσης καὶ ὁμοτίμως ἑκατέρας τῶν ὧν συντέθειται, μετέσχηκε φύσεών τε καὶ ἰδιοτήτων· καὶ διὰ τὴν πρὸς ἑκατέραν κοινωνίαν τε καὶ σχέσιν, εἷς ἐξ ἀμφοῖν ἀποτελούμενος, καὶ πρὸς τὴν ἑαυτοῦ ὑπόστασιν ἑνιζόμενος· καὶ ἐν τούτοις μὲν ὁ τῆς εὐσεβείας ὅρος ἵσταται.

Εἰ δέ τις δοίη τὸν Χριστὸν, καὶ καθὸ ἄνθρωπος, ἀπερίγραπτον εἶναι, ἀποσχίσει τε τῆς κατὰ τὴν τεκοῦσαν φυσικῆς συγγενείας, εἰς ταὐτὸν δὲ φύσιν θείαν καὶ ἀνθρωπίνην συνενέγκοι, ἀδιάφορον δὲ τὴν πρὸς ἄλληλα τῶν ἄκρων ἐναντίωσιν ἀποφήγγειε, καὶ οὐδαμοῦ τὸ διηλλαγμένον Θεοῦ καὶ ἀνθρώπων ἴδοι, ἀλλ᾽ εἰσαγάγοι ταῦτα ὁμοούσια. Καὶ τίς οἴσει τῆς τοσαύτης βλασφημίας τὸ ὑπέρογκον; Ζητοῦμεν λοιπὸν, εἰ κατὰ τὸ πρόβλημα αὐτῶν ἀπερίγραπτον ὑπάρξαι τὴν τοῦ Κυρίου σάρκα ἡ καθ᾽ ὑπόστασιν ἕνωσις παραίτιον γέγονε, πόθεν τοῦτο, καὶ πῶς ἡμῖν φανεῖται διάδηλον. Πότερον γὰρ, ἐπείπερ τὴν καθ᾽ ἡμᾶς ὁ Λόγος ὑπέδυ φύσιν, ἀπεριγράπτῳ σώματι τῆς Παρθένου προσομιλήσας, προῆλθεν ἐξ αὐτῆς καὶ κατὰ σάρκα ἀπερίγραπτος; Καὶ τάχα οἰήσονται τοῦτο αὐτῇ τὴν τοῦ παναγίου Πνεύματος δωρήσασθαι ἐπιφοίτησιν, καὶ μεταστοιχειῶσαι, ἵνα ἅπαξ ἐκστᾶσα τῆς φυσικῆς καὶ ἀνθρωπίνης ἰδιότητος, ἐπιτηδειότερόν πως καὶ οἰκειότερον ἀπεριγράπτως τὸν ἀπερίγραπτον ὑποδέξηται Λόγον; Ἢ τῆς Παρθένου ἐν τοῖς ὅροις μεινάσης τῆς φύσεως, ἅμα δὲ τῶν παρθενικῶν ὁ Λόγος ἐφῆπται σπλάγχνων, καὶ ὃ προσείληφεν εἰς τὸ ἀπερίγραπτον μετεσκευάσατο, τῶν πρώτων ἀρχῶν, τῶν παρθενικῶν αἱμάτων φημὶ, εὐθὺς τῇ παρουσίᾳ καὶ τῇ δυνάμει τοῦ Λόγου εἰς τὸ ἀπερίγραπτον μεταποιηθέτων; ὁποῖα δὴ καὶ τοῖς κατεφθαρμένοις τὴν γνώμην Ἀφθαρτοδοκήταις, περὶ τοῦ ἄφθαρτον ἀνειληφέναι τὸν Κύριον σάρκα δοκεῖ. Τούτοις γὰρ τοῖς Ἀγραπτοδοκήταις περὶ τοῦ ἀγράπτου νῦν παραπλήσια δογματίζεται. Οὕτω γὰρ ἄν τις καλέσας αὐτοὺς, οὐκ ἂν διαμάρτοι τοῦ πρέποντος.

Εἰ μὲν οὖν τῇ προτέρᾳ συντίθοιντο δόξῃ, ἤκιστα ἂν ἡμεῖς ἐκ τῆς τοῦ Λόγου σαρκώσεως ἀπωνάμεθα. Οὐδαμῶς γὰρ τὰ τῆς ἡμετέρας προσείληφε φύσεως, ἐκστάσης τῆς γεννησαμένης τῆς φύσεως, καὶ οὐδενὶ τρόπῳ τοῖς περιγραπτοῖς ἡμῖν ἐπικοινωνούσης τὴν φύσιν. Ἀλλὰ πρὸς τῷ ἀσεβεῖ καὶ τὸ ἀπίθανον ὁ λόγος ἕξει. Πῶς γὰρ ἐνὸν, ἀπερίγραπτον ἀπεριγράπτῳ αἰσθητῶς τε καὶ σωματικῶς ἐνοικῆσαι; Οὐδὲ γὰρ τὸ σῶμα πέφυκεν ἀπερίγραπτον εἶναι, καὶ αἰσθήσεως ἄνευ. Ἀποστερήσουσι δὲ, ὃ πάντων ἐστὶ δυσσεβέστερον, καὶ αὐτοῦ τοῦ τίκτειν τὴν παναγίαν Παρθένον. Εἰ γὰρ ἀδύνατον, ἀπερίγραπτον εἶναι σῶμα, καὶ ἀπερίγραπτον τίκτειν κατά γε τὴν ἀνθρωπείαν φύσιν ἀδυνατώτερον. Οὐ μὴν δὲ, ἀλλὰ καὶ γεραίρειν πλέον ἢ καλῶς ἔχει τὴν Παρθένον ἀποσεμνύνοντας, οὐκ εὔλογον· ἀτιμίας γὰρ οὐδὲν ἀπέοικε τιμὴ ὑπερβάλλουσα. Εἰ γὰρ τοῦτο, καὶ τὸ ἄφθαρτον καὶ ἀθάνατον καὶ ἀπαθὲς αὐτῇ δοθείη ἵνα ὅπερ φύσει τῷ Λόγῳ, τοῦτο θέσει τῇ τεκούσῃ ὑπάρξειεν. Ὧν τί ἀτοπώτερον; Τί γὰρ διοίσει Θεὸς ἀνθρώπων; Εἰ δὲ τῇ δευτέρᾳ πρόσθοιντο, ὅτου δὴ χάριν μὴ πάλιν καὶ τὸ ἄφθαρτον καὶ ἀνώλεθρον καὶ ἀπαθὲς, εὐθὺς ἐκ πρώτης ἑνώσεως, καὶ ἅμα τῇ μητρώα προσψαῦσαι νηδύι τὸν Λόγον τῇ φύσει κεχάρισται; Ὡς εἴ γε τοῦτο ὑπῆρξε, περιττὸς ἦν ὁ τῆς συμπολιτεύσεως ἡμῖν, καὶ τῆς μετὰ ἀνθρώπων ἀναστροφῆς τοῦ Κυρίου τρόπος· οὐδ᾽ ἂν ἐδέησεν αὐτῷ τοσούτων πραγμάτων, ὥστε καὶ πάθη ἐνέγκαι, καὶ τὸ πάντων ἔσχατον, τὸν διὰ σταυροῦ οἴκτιστον ὑπομεῖναι θάνατον, δι᾽ ὧν ἡμῖν τὰ τῆς ἐλευθερίας καὶ σωτηρίας πέπρακται.

Ἀλλ᾽ ἴσως φαῖεν ὡς δι᾽ ἄγνοιαν ἢ τὸ ἀδύνατον· καὶ πῶς Θεὸς, εἰ τοιαῦτα πέπονθεν; Ἢ πῶς ὁ τὸ ἐν δράσας, μὴ καὶ τὰ ἄλλα εἰργάσατο; Τίνος οὖν ἕνεκεν τῶν ἄλλων ἀνασχόμενος, ὅσα τῆς φύσεως καὶ τοῦ ἀνθρωπείου συγκρίματος, τὸ περιγραπτὸν μόνον ἀπήρνηται; ὃ μάλιστα οἰκεῖον καὶ πρώτως ὑπάρχει τῷ σώματι, καὶ τὸ ἰδιαίτατον, καὶ οὗ ἄνευ σῶμα οὐκ ἂν ὑποσταίη· ὡς εἶ γέ τις τούτου ἀποστερήσει τὸ σῶμα, οὐδὲ εἶναι τὸ παράπαν σῶμα ὁμολογήσειεν Ἀνάγκη οὖν λέγειν αὐτοὺς, ὡς ἐφ᾽ ἑτέραν δημιουργίαν ἐληλυθέναι, καὶ ἄλλην ἀρχὴν ὑποστήσασθαι φύσεως, καὶ σῶμα οὐδὲν ἡμῖν προσῆκον· ὃ δὴ καινὸν ὑπάρχον καὶ τῆς καθ᾽ ἡμᾶς οὐσίας ἐξηλλαγμένον, ἀποτεμόμενος ἑαυτῷ περιέπλασας· ἐξ οὗ περιγραπτοῖς οὖσιν ἡμῖν, οὐδαμῶς τὰ τῆς σωτηρίας περιέσται, τὸ προσεοικὸς ἐκείνῳ οὐκ ἔχουσι. Τίνι δὲ λόγῳ ὁ καινοποιήσας διὰ τῆς σαρκώσεως αὐτοῦ Λόγος τὴν καθ᾽ ἡμᾶς φύσιν, τὰ μέγιστα δεδωρημένος, τήν τε ἀθανασίαν καὶ ἀφθαρσίαν λέγω, καὶ τἄλλα ὅσα ἡ τῶν μελλόντων ἐλπὶς ἡμῖν ὑποτίθεται, τούτου μόνου φθονήσας ἡμᾶς ἀπεστέρησεν; Οὐδαμοῦ γὰρ ἐν ταῖς ἐπαγγελίαις τὸ ἀπερίγραπτον μεμυσταγωγηκὼς καθυπέσχετο. Οὔτε παρ᾽ ἄλλῃ Γραφῇ, ἢ τὸ τῶν ἱερομυστῶν διδασκάλιον, εἰσηγούμενον φαίνεται. Δεῖ μὲν οὖν τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανοσίαν, φησί που ὁ θεῖος Ἀπόστολος, καὶ ὅ τι σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ. Τὸ περιγραπτὸν δὲ τοῦτο ἐνδύσασθαι ἀπεριγραψίαν, οὐδέπω καὶ σήμερον, οὔτε παρὰ Παύλου, οὔτε παρ᾽ ἑτέρου τῶν τῆς Ἐκκλησίας μυσταγωγῶν τις ἀκήκοε. Τὴν δὲ πολλὴν λέσχην περιιστάμενοι, ἓν τοῦτο φήσομεν· αὐτὸ τὸ ἐνοικῆσαι ἐν τῇ παρθενικῇ μήτρᾳ τὸν Χριστὸν, εἰ μὴ περιγεγράφθαι σωματικῶς ἐν αὐτῇ δέξαιντο ὡς τὸ τῆς ἀληθείας ἐναστράπτει φῶς, τί ἂν ἕτερον εἴποιεν, ἢ τὸ ἐν περιγραφῇ τὸν ἀπερίγραπτον οἴεσθαι Λόγον; Τοῦτο δὲ ποίας δυσσεβείας καὶ ἀθεῖας ὑπερβολὴν καταλείπει; Ἀνάγκη γὰρ δυοῖν θάτερον, ἢ μετεσχηκέναι παρὰ τῆς ἁγίας Παρθένου περιγράπτου σώματος, ἢ πάντως γε κατὰ τοὺς πάντῃ διεστραμμένους, ἀντιστραφείσης τῆς τῶν πραγμάτων σχέσεως, ἀντιδιδόναι τὸ ἀπερίγραπτον αὐτῇ· ἐν γάρ τι τούτων ἡ ἕνωσις καὶ ἡ κατ᾽ αὐτὴν τοῦ Λόγου ἐνοίκησις ἀπειργάσατο. Ἀλλὰ μὴν περιγραπτὴ ἡ Παρθένος, καὶ τὸ τοῦ Κυρίου ἄρα σῶμα περιγραπτὸν, ὡς ἐκ περιγραπτοῦ προελθὸν σώματος.

Εἰ γὰρ οὐδὲν τούτων δοῖεν, ἐκφύγοιεν δὲ τὰ ἄτοπα, λελείψεται αὐτοὺς ἀτοπωτέρῳ περιπεσεῖν πτώματι. Τοῖς διδασκάλοις γὰρ τῆς παλαιωθείσης φαντασίας κἀνταῦθα ἑπόμενοι, ὥσπερ διὰ σωλῆνος τῆς Παρθένου ἄνωθεν σαρκοφοροῦντα διῖχθαι τὸν Λόγον, ἵνα μὴ δ᾽ ὀπότερον θατέρου μετάσχοι, δογματίσουσι. Δικαιότερον δ᾽ ἂν τοῖς κατακρίτοις συναριθμηθεῖεν, τοῖς παρὰ τῶν ἁγίων φρικτοῖς ἀναθέμασι καθυποβαλλόμενοι. Ταῦτα μὲν ἐκβασανίζων ὥσπερ ὁ λόγος οὕτω διέξεισιν. Ὁ γάρτοι θεολογικώτατος καὶ δογματικώτατος οὐδαμῆ σαφῶς διευκρινήσατο· πηνίκα καὶ πότε χαρίζεται τῇ σαρκὶ τὸ ἀπερίγραπτον, πρὸ τῆς ἑνώσεως ἄρα τῆς πρὸς τὸν Λόγον, ἢ μετὰ τὴν ἕνωσιν; Ἀλλὰ πρὸ μὲν τῆς ἑνώσεως, οὐκ ἂν εἰς τοσοῦτον, οἶμαι, παρανοίας ἐξολισθήσας ἔφησεν· ἢ γὰρ ἂν οὐδ᾽ ἀνειλῆφθαι τὸ παράπαν ὡμολόγησε· τὸ γὰρ ἀπερίγραπτον, οὐδὲ ἄνθρωπος, ἀλλὰ Θεός. Οὐδ᾽ ἄγγελος τάχα εἴποι τις τῷ γε κατειλῆφθαι. Ἀλλ᾽ ὅτι μὲν ἀγγέλων οὐκ ἀνείληφε φύσιν, ὁ Παῦλος αὐτῷ ἐκβοάτω μεγαλοφώνως λέγων· Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ἀπερίγραπτον δὲ λέγειν τὸ σπέρμα τοῦ Ἀβραὰμ, τῆς ἐκείνου σοφίας εἰπεῖν· οὐδεὶς γὰρ οὕτω κτηνώδης καὶ ἀνούστατος, ὅστις αὐτῷ τῷ λόγῳ συνθήσοιτο. Ἀνάγκη οὖν αὐτῷ, ὅτε ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἤτοι μετὰ τὴν ἕνωσιν, τὸ ἀπερίγραπτον τῇ σαρκὶ ἐπιγράφειν. Οὕτω δὲ καὶ τὸ ἀπαθὲς, ἀναφές τε καὶ ἀόρατον, καὶ εἴ τι τοιοῦτον, διὰ τὴν ἕνωσιν καὶ τὸν αὐτὸν Λόγον, προσένειμεν ἂν πάντως αὐτῇ ἠρνημένῃ εὐθὺς μετὰ τὴν ἕνωσιν τὸ παθητὸν καὶ ὁρατὸν καὶ ἁπτὸν καὶ τὰ λοιπὰ, οἷς τὸ εἶναι σὰρξ γνωρίζεται. Καὶ ἔσται κατ᾽ αὐτὸν τὸ αὐτὸ καὶ περιγραπτὸν καὶ ἀπερίγραπτον, καὶ παθητὸν καὶ ἀπαθὲς, ἁπτόν τε καὶ ἀναφὲς, καὶ τἄλλα ὁπόσα ἂν ᾖ ἀντικείμενα. Καὶ τὰ μὲν δι᾽ ἑαυτὰ, καὶ πρὸ τῆς ἑνώσεως· τὰ δὲ δι᾽ ἕτερα, καὶ μετὰ τὴν ἕνωσιν· τὸ αὐτὸ δὲ εἶναι κατὰ ταὐτὸν, καὶ ὑπάρχειν τὰ ἀντικείμενα. Οὐδὲ μένειν ἔτι σῶμα ὁμολογηθήσεται· ἐκσταίη γὰρ ἂν ἑαυτοῦ, καὶ τὸν ἴδιον παραιτήσεται ὅρον τε καὶ λόγον· οὗ τί ἂν γένοιτο ἀλογώτερον ἢ ἀφρονέστερον;

Ἐν τίνι γὰρ τὰ τῆς οἰκονομίας καὶ τῆς πρὸς ἀνθρώπους ἐμπολιτεύσεως τοῦ Χριστοῦ φανήσεται; Ἐν τίνι τὸ πεινῇν καὶ διψῇν θεωρηθήσεται; Πόθεν ὁ τῆς ὁδοιπορίας κόπος, τὸ ἱδροῦν τε καὶ δειλιᾶν, καὶ τἄλλα πάσχειν ὅσα τοῦ ἡμετέρου ἐστὶ σώματος; ᾧ τό τε σχῆμα καὶ ἡ ἀντιτυπία καὶ ἡ τρισσὴ διάστασις, καὶ τὸ χρῶμα καὶ ἡ πηλικότης καὶ τὸ βάρος, πρὸς δὲ καὶ τοῦ ἁπτὸν εἶναι, καὶ ὅσα ἄλλα ἴδια τὸ σώματος ἔστι τε καὶ λέγεται. Πῶς οὖν τὸ ἁπτὸν οὐ περιγραπτόν; ἵνα ἐξ ἐνός γε καὶ τἄλλα συμπεριληφθείη, ὅσα διὰ τοῦ προσλήμματος ἐν Χριστῷ τεθεώρηται. Ὡς εἰ μὴ τούτοις ἔθετο, καὶ τὸ σεσωματῶσθαι αὐτὸν τὸν Κύριον ἀπηρνήθη ἂν τελεώτερον. Οὐκοῦν οὐδὲ πεπονθέναι διωμολόγησε· καὶ οἰχήσεται τὰ τῆς ἐλευθερίας ἡμῖν, καὶ τὸ ἀπηλλάχθαι εἰδώλων, ὅπερ ἐκεῖνος ἐσπούδακε· κενὰ τὰ τῆς ἐλπίδος, καὶ ὅσα διὰ τοῦ σωτηρίου ἡμῖν προσγέγονε πάθους· τὰ γοῦν Εὐαγγέλια, ἥκιστα δὴ τὸ ἀληθίζεσθαι διακεκτήσεται, καὶ δὴ καὶ ὀφθῇ αὐτῷ μάταιον τὸ κήρυγμα καὶ ἡ πίστις ἡμῶν.

Ταῦτα μὲν οὖν εἰρήσθω πρὸς αὐτὸν, τὸ ἀπεριγραπτον ἀλόγως κομπάζοντα. Οὐχ ὧδε δὲ ὁ τῆς ἀληθείας ἔχει λόγος, ἀλλὰ καθάπερ ὁ Λόγος, ἐνωθεὶς τῇ σαρκὶ, τὰς φύσεις τελείας καὶ ἀνελλιπεῖς διετήρησε, καὶ τῶν φυσικῶν οὐκ ἐξέστηκεν ἰδιωμάτων, μεμένηκε δὲ κατά γε τὸν τοῦ εἶναι λόγον, ἑτεροίως ἔχων πρὸς τὸ σῶμα, οὕτω καὶ τὸ σῶμα ἐναντίως ἔχει πρὸς τὸν Λόγον, κατά γέ φημι τὴν ἰδιότητα· οὐδαμῶς γὰρ τῶν ἰδίων ἀποπεφοίτηκε γνωρισμάτων. Καὶ ὡς γενόμενον Θεοῦ σῶμα, οὐκ ἀφήρηται τὸ εἶναι σῶμα, εἰ καὶ πρὸς τὸ βέλτιον ὅλον τῇ δυνάμει τοῦ Λόγου μετεστοιχείωται, οὕτως οὐδὲ τῶν φυσικῶν ἰδιωμάτων ἐστέρηται. Ἐπεὶ ποῦ σωθήσεται τὸ τέλειον, κατὰ τὴν ἐκκλησιαστικὴν διδασκαλίαν ἐπὶ Χριστοῦ, ὥσπερ ἐν θεότητι οὕτω δὴ καὶ ἐν ἀνθρωπότητι; Εἰ γάρ τι τῶν εἰς τὴν τελειότητα ἡκόντων ἀφαιρεθείη, οὐ μόνον οὐ τέλειον, ἀλλ᾽ οὐδὲ ὑπάρξειεν ὅλως. Πῶς οὖν σπέρματο Ἀβραὰμ ἐπιλαμβάνεται, εἰ κατ᾽ αὐτό γε τοῦτο οὐ περιγράφεται; Πόθεν ὥφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι ὁ ἐν πολλοῖς ἀδελφοῖς πρωτότοκος, ὁ πεπειραμένος κατὰ πάντα καθ᾽ ὁμοιότητα τὴν ἡμετέραν; Πῶς υἱὸς τοῦ Δαβὶδ χρηματίσειε, καὶ Οἷος τῆς παναγίας Παρθένου, ἢ τὰ τῆς γενεαλογίας ἐκ τοῦ Δαυϊτικοῦ κάτεισι φύλου; Εἰ μή που καὶ αὐτῇ τὸ ἀπερίγραπτον ἐπεφήμισε, ὥσπερ διὰ σωλῆνος διαδεδυκέναι τὸν Λόγον δι᾽ αὐτῆς· ἵνα ὅλον τὸν τῆς φαντασίας καὶ δοκήσεως ἄκρατον, κατὰ τοὺς ἑαυτοῦ διδασκάλους, ἐγχέηται.

Ποῦ τῶν εὐαγγελικῶν κηρυγμάτων σωθήσεται ἡ ἀλήθεια; τοῦ μὲν τῶν εὐαγγελισαμένων τὸ Χριστοῦ μυστήριον λέγοντος· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ· τοῦ δὲ, ὅτι Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Οὐδὲ αὐτὸν Χριστὸν τοῖς λιθάζουσιν ὁ συλλιθάζων ἐδέξατο ἂν λέγοντα· Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; Ποῦ τῶν ἱεροφαντῶν καὶ θεολόγων Πατέρων ἡμῶν ἡ διδασκαλία; οἳ γεγόνασι τῶν Χριστοῦ μυστηρίων ταμίαι καὶ κάτοχοι τῷ ἁγίῳ Πνεύματι, καὶ τέλειον ἡμῖν τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι, διαρῥήδην ἐκδιδάσκουσιν, ὁμοούσιον τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, περιγραπτὸν τὸν αὐτὸν καὶ ἀπερίγραπτον. Τί δὲ ὅλως ἡμᾶς ὥνησε Χριστὸς περιγραπτούς γε ὄντας, εἰ μὴ τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνεκάθηρέ τε καὶ ἐξιάσατο· εἰ μὴ τὸ πᾶν ὅπερ ἐσμὲν πλὴν ἁμαρτίας προσείληφε; Τὸ γὰρ ἀπρόσληπτον, φασὶν, ἀθεράπευτον. Ἐν οἷς γὰρ ἡ φύσις ἐδεῖτο τῆς ἀναπλάσεως, ἀνάγκη κατὰ πάντα ὅμοιον τῇ φύσει γενέσθαι. Ἀλλὰ μή ποτε οἱ νῦν τῆς πλάνης καὶ τῶν ἐκείνου δογμάτων προασπίζοντες εἴποιεν, ὅτι οὐκ ἠκούσαμεν· Μὲν οὖν γε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης, τὰ ῥήματα αὐτῶν. Οὕτω δὲ ἀπετυφλώθησαν τῇ ἑαυτῶν ἀπονοίᾳ, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ πρὸς πᾶν ὁτιοῦν εἰς εὐσέβειαν ἧκον, πεπηρωμένον τὸ ὀπτικὸν τῆς διανοίας κτησάμενοι· οὐκ ἐναυγάζονται τῷ τῆς εὐσεβείας φωτὶ, πρὸς τὰς εὐαγγελικὰς καὶ πατρικὰς φωνὰς ἀπαναισχυντήσαντες, καὶ ἀνερυθριάστως ἀντικαθιστάμενοι. Διὸ οὐδὲ ἀπολογίας αὐτοῖς παρὰ τῷ δικαίῳ κριτῇ τρόπος ὑπολειφθήσεται.

Εἰ δὲ διαιρεῖσθαι ἐδόκει ἀπὸ τοῦ γεγράφθαι τὸν Χριστὸν, καὶ κτίσμα μόνον καταλιμπάνεσθαι, ὁρᾷν ἔξεστι μή ποτε οὐδὲ ἔμψυχον κτίσμα κατὰ τὸν ἑαυτοῦ λόγον τὸν Χριστὸν καταλέλοιπεν. Εἰ γὰρ μὴ τέλεον ἐν αὐτῷ σωζομένας τὰς κατὰ τὸν ἄνθρωπον, ὃν ἀνέλαβε, φυσικὰς διαφορὰς ἐδόξαζεν, οὐδὲ τὸ εἶναι ἄνθρωπον συγκεχώρηκεν. Ἐπεὶ πόθεν αἱ φύσεις συσταῖεν αὐτῷ; Ὥσπερ γὰρ παροῦσαι αἱ φυσικαὶ σώζουσι διαφοραὶ, οὕτω καὶ ἀποῦσαι φθείρουσιν. Ὡς εἴ τις τούτων ἀφέλοιτό τι τὸν Κύριον, οὐ μόνον ψιλὸν ἄνθρωπον εἴποι, ἀλλ᾽ οὐδὲ ἔμψυχον, καὶ ἀνενεργητὸν αὐτὸν καὶ ἀνδριάντα μόνον ἀποσχεδιάσας λοιπὸν ἀπολίποι. Ὄντως δυσσεβείας ταυτὶ τὰ διανοήματα, οὐ Χριστιανῶν δόγματα, ἄπαγε, ἐκείνου δὲ φρονήματα καὶ κυήματα. Τί δ᾽ ἂν εἶπε περὶ τοῦ κατὰ τὸν ἄνθρωπον συγκρίματος, μιᾶς ὑποστάσεως ὄντος τοῦ καθ᾽ ἕκαστον ἀνθρώπου, ἐκ φύσεων δὲ δύο συνεστηκότος, καὶ τῆς μὲν φαινομένης καὶ περιγραφομένης, προσέτι δὲ καὶ εἰκονιζομένης, τῆς δὲ νοουμένης καὶ οὐ γραφομένης; Εἴ τις ἄνθρωπον εἰκονίσειεν, ἆρα ἐδόκει αὐτῷ συνεικονίζειν τῷ ὁρατῷ τὸ ἀόρατον; ἢ διαιρεῖν κατά τε ψυχὴν καὶ σῶμα, ὅπερ οὐδὲν ἕτερόν ἐστιν ἢ θάνατος; Τί γὰρ ἄλλο θάνατος, ἢ χωρισμὸς ψυχῆς ἀπὸ σώματος;

Εἶπεν ἂν τις πρὸς αὐτὸν καὶ λίαν εἰκότως· Σὺ οὖν τὴν πολύχρυσον ἐκπιὼν μέθην, καὶ τῷ χρυσῷ ἡττηθεὶς, καὶ ὑποκύψας κατὰ τὸν Μίδαν ἐκεῖνον τὸν πάλαι ἱστορούμενον, καὶ ἐν πλείοσι χρυσώμασιν ἔτι δὲ καὶ χρώμασι κατὰ διαφόρους τόπους τὴν σεαυτοῦ ἐγχαράξας εἰκόνα, ἤσθου τῶν παρὰ σοῦ δογματιζομένων; συμπεριέγραψας τούτοις καὶ τὴν σὴν ψυχὴν, ἢ κεχώρισται τοῦ σοῦ σώματος; ταὐτὸν δὲ εἰπεῖν τέθνηκας ταῦτα πράσσων, ἢ οὔ; Ὡς ὄφελόν γε ἀπεῤῥάγης αὐτίκα, ὡς ἂν μὴ τοσαῦτα κατὰ Χριστιανῶν δράσειας. Ὁποίαν μὲν οὖν εἶχες ψυχὴν, εἴτε κυνείαν, εἴτε χοιρείαν, ἢ θηρίων τινῶν ἀγρίων, αὐτὸς ἂν εἰδείης· ὅτι δὲ ἐν ᾧ ταῦτα ἔλεγες, τῶν ἀλόγων ἦς ἀλογώτερος, καὶ τῶν θηρίων πικρότερος, τὸν θεῖον ὁλοτρόπως διωσάμενος φόβον, καὶ τὴν Χριστιανῶν ἅπασαν ἐκπολιορκῶν θεοσέβειαν, καὶ σφόδρα ἂν ἰσχυρισαίμην. Οὐκ ἔδει σε οἷς ἔπραττες ἀκόλουθα φρονεῖν τε καὶ λέγειν; καὶ μὴ σαυτῷ τε καὶ τῇ ἀληθείᾳ ἐναντιούμενον, ἕτερα μὲν δρᾷν, ἕτερα δὲ δογματίζειν; Εἰ οὖν σαυτῷ οὐκ ἐπείθου, σχολῇ γε ἂν ἑτέροις ἐπέπεισο· ἀλλὰ καὶ θαυμάζεσθαι καὶ προσχυνεῖσθαι τεθέσπικας ἃ κατεσκεύασας, καὶ κίνδυνος ἦν οὐ μικρὸς ἡ ζημία, ᾧ τὸ θεσπισθὲν οὐκ ἐπράττετο, κατ᾽ ἐκεῖνον τὸν Βαβυλώνιον, τὸν ἀλαζόνα καὶ βάρβαρον, οὗ καὶ τὸν τρόπον ὡς ἀληθῶς καὶ τὴν δυσμένειαν ἐζήλωσας, ὃς τὴν πολυθρύλλητον εἰκόνα ἐκείνην τεκτηνάμενος καὶ ἀναστήσας, προσχυνεῖσθαι διεκελεύετο, καὶ θάνατος ἦν πικρότατος τοῖς ἀπειθοῦσι τοῖς νενομισμένοις ἡ δίκη. Διὸ δὴ καὶ εἰκότως ὁ τὴν Χριστοῦ εἰκόνα καταβαλὼν, τὴν δὲ οἰκείαν καὶ ἀντίθετον ἀντιπαρατιθεὶς, οὐκ ἄλλο τι ἢ Ἀντίχριστος δικαίως ἂν νομισθείη. Πόσους ἂν θανάτους ὑπέστης, ἐπὶ τοῦ σοῦ νομίσματος χαραχτηριζόμενος καὶ τυπούμενος; ἀλλ᾽ ἅπαξ ὑπὸ τῆς ἀσεβείας καὶ παρανοίας ψυχῇ τεθνηκὼς, τῶν ἀπείρων ἐκείνων θανάτων οὐκ εἴληφας αἴσθησιν. Τοιαῦτα μὲν οὖν τῷ οὕτω διανοησαμένῳ καὶ δράσαντι, εἰς δέον ἂν καὶ εὐστόχως, ὡς οἶμαι, λεχθείη. Ἡμῖν δὲ καιρὸς ἐπὶ τὴν τῶν ζητουμένων διαφορὰν μεταβήσεσθαι, καὶ τὴν περὶ αὐτῶν διάσκεψιν ποιήσασθαι, ὡς μὴ ἐπὶ πλεῖον ὁ περὶ αὐτῶν παραδράμοι λόγος.

Φανερὸν οὖν τοῖς νήφουσιν, ὡς ἐπὶ τοῖς νῦν προκεχειρισμένοις ἔστιν εἰπεῖν, ὅτι ἀρχέτοπόν ἐστιν ἀρχὴ καὶ παράδειγμα ὑφεστηκὸς τοῦ ἀπ᾽ αὐτοῦ χαρακτηριζομένου εἴδους, καὶ τῆς παραγωγῆς τοῦ προσεοικότος αἴτιον. Τῆς δ᾽ αὖ εἰκόνος ὁρισμὸς τοιοῦτος, ὡς ἐπὶ τῶν τεχνητῶν τούτων τις εἴποι· εἰκών ἐστιν ὁμοίωμα ἀρχετύπου, ὅλον ἐν ἑαυτῇ τοῦ ἐντυπουμένου τὸ εἶδος διὰ τῆς ἐμφερείας ἐναποματτομένη, τῷ διαφόρῳ τῆς οὐσίας, κατὰ τὴν ὕλην καὶ μόνον παραλλάσσουσα· ἢ μίμησις ἀρχετύπου καὶ ἀπείκασμα, τῇ οὐσίᾳ καὶ τῷ ὑποκειμένῳ διαφέρουσα, ἢ τέχνης ἀποτέλεσμα κατὰ μίμησιν τοῦ ἀρχετύπου εἰδοποιουμένη, οὐσίᾳ δὲ καὶ τῷ ὑποκειμένῳ διαφέρουσα. Εἰ γὰρ μὴ διαφέρει ἔν τινι, οὐκ εἰκὼν, οὐδὲ ἄλλο τι παρὰ τὸ ἀρχέτυπόν ἐστιν. Οὕτω μὲν οὖν ἡ εἰκὼν, ὁμοίωμα καὶ ἐκτύπωμα ὄντων καὶ ὑφεστηκότων ἐστί.

Τὸ δὲ εἴδωλον ἀνυπάρκτων τινῶν καὶ ἀνυποστάτων ἀνάπλασμα, ὁποίας δή τινας Ἕλληνες ὑπ᾽ ἀσυνεσίας καὶ ἀθεῖας, Τριτώνων τινῶν καὶ Κενταύρων καὶ ἄλλων φασμάτων οὐχ ὑφεστώτων, μορφὰς ἀναπλάττουσι. Καὶ ταύτῃ ἀλλήλων εἰκών τε καὶ εἴδωλον ἀποδιαστέλλονται, ὥστε οἱ μὴ δεχόμενοι τούτων διαφορὰν, δικαίως ἂν εἰδωλολάτραι κληθεῖεν. Καὶ αἱ μὲν εἰκόνες, καὶ ἀγαθῶν καὶ φαύλων εἰσὶν εἰκόνες, ὧν καὶ ἡ δόξα διάφορος. Τῶν μὲν γὰρ ἀγαθῶν τιμητέαι, τῶν φαύλων δὲ ἀποπεμπτέαι, καὶ ἐν ἴσῳ εἰδώλοις φευκτέαι· κἀκεῖναι μάλιστα, ὅσαις καὶ εἰδώλων σέβας τῶν παλαιῶν τινες, κακῶς καὶ ἀθέως ἀνέθεσαν, τὸν τῶν ὅλων Θεὸν καὶ τὴν πρώτην αἰτίαν ἀγνοήσαντες. Ὅπερ ἤ τε πρὸς τοὺς οἰκείους τῶν ἐμπαθῶν καὶ ὑλικωτέρων ἀπειργάσατο περιπάθεια, ἤ τε τυραννὶς, τῆς προσηκούσης δόξης τοὺς θεσμοὺς καὶ ὅρους πλεονεκτήσασα. Διὸ εἴδωλον ἐπί τινος τῶν ἀγαθῶν οὐκ ἂν λέγοιτο, τῷ προειλῆφθαι μάλιστα τὴν φωνὴν ἐπὶ τῶν ἐθνικῶν σεβασμάτων, ἃ τοῖς δαίμοσι διὰ τῶν θυσιῶν προσφέρεται, κατὰ τὴν ἀποστολικὴν ῥῆσιν.

Οὐκ ἄκαιρον δὲ οἶμαι ἐν τῷ παρόντι, καὶ τοῦτο προσθεῖναι τῷ λόγῳ, ὅτι ἡ εἰκὼν σχέσιν ἔχει πρὸς τὸ ἀρχέτυπον, καὶ αἰτίου ἐστὶν αἰτιατόν· ἀνάγκη οὖν διὰ τοῦτο καὶ τῶν πρός τι εἶναί τε ταύτην καὶ λέγεσθαι. Τὰ δὲ πρός τι, αὐτὰ ἅπερ ἐστὶν, ἑτέρων εἶναι λέγεται, καὶ ἀντιστρέφει τῇ σχέσει πρὸς ἄλληλα· ὥσπερ ὁ πατὴρ υἱοῦ πατὴρ, καὶ ἔμπαλιν ὁ υἱὸς πατρὸς λέγεται υἱὸς, ὡσαύτως καὶ φίλος φίλου, καὶ δεξιὸς ἀριστεροῦ, καὶ ἔμπαλιν ἀριστερὸς δεξιοῦ· ὁμοίως καὶ δεσπότης δούλου δεσπότης, καὶ ἔμπαλιν, καὶ εἴ τι τούτοις προσόμοιον. Οὕτως οὖν καὶ ἀρχέτυπον, εἰκόνος ἀρχέτυπον· καὶ εἰκὼν, ἀρχετύπου εἰκών· καὶ οὐκ ἄν τις ἄσχετον εἰκόνα τοῦ τινος εἰκόνα φαίη. Ἅμα γὰρ συνεισάγεται καὶ συνεπιθεωρεῖται θατέρῳ τὸ ἕτερον· κἂν που οἴχοιτο τὸ ἀρχέτυπον, ἀλλ᾽ ἤ γε σχέσις οὐ συναπολήγει· οὐ γὰρ ἐπὶ πάντων τῶν τοιούτων ὁ τοῦ συναναιρεῖσθαι διήκει λόγος· ἔσθ᾽ ὅτε γὰρ καὶ αἱ σχέσεις καταλιμπανόμεναι διασώζονται, τῶν πραγμάτων ἀπορφανιζόμεναι καὶ στερόμεναι· ὡς ἐπί τε πατρὸς καὶ υἱοῦ καὶ τῶν ὁμοίων ἔχει. Ὡς παρόντα γὰρ καὶ τὸν ἀποιχόμενον διά τε τῆς ἐμφερείας καὶ μνήμης ἢ μορφῆς ἐμφανίζουσα, συμπαρεκτεινομένην τῷ χρόνῳ διασώζει τὴν σχέσιν· ἡ γοῦν ὁμοίωσις σχέσις τις μέση τυγχάνουσα, μεσιτεύει τοῖς ἄκροις, τῷ ὁμοιουμένῳ φημὶ καὶ τῷ ὁμοιοῦντι, ἑνοῦσα τῷ εἴδει καὶ συνάπτουσα, κἂν τῇ φύσει διήνεγκεν. Εἰ γὰρ ἄλλο καὶ ἄλλο τῇ φύσει ἑκάτερον, ἀλλ᾽ οὐκ ἄλλος καὶ ἄλλος· ἄλλος δὲ αὐτὸς ἐκεῖνος· διὰ τοῦ τύπου γὰρ τοῦ ἐξ ἀρχῆς εἴδους ἡ γνῶσις ἐγγίνεται, καὶ ἐν αὐτῷ τοῦ γεγραμμένου ἡ ὑπόστασις καθορᾶται· ὅπερ οὐκ ἂν ἐπ᾽ ἄλλου τῶν τοιούτων κατιδεῖν ἔνεστιν, οἶον ἐπὶ πατρὸς, ἢ υἱοῦ, ἢ φίλου. Ἐναντίως γὰρ ἢ ταῦτα ἔχει· οὐκ ἄλλο γὰρ καὶ ἄλλο τούτων ἕκαστον, ἐπεὶ οὐσίας τῆς αὐτῆς κεκοινώνηκεν, ἄλλος δὲ καὶ ἄλλος, τῷ ἑτεροίῳ διενηνοχότες τῶν ὑποστάσεων. Καὶ εἴπερ ἐπὶ τούτοις ἡ σχέσις καὶ μεριζομένοις οὐ διόλλυται, πολλῷ μᾶλλον ἐπ᾽ ἐκείνοις συμφυλαχθήσεται. Ἐκ περιουσίας δὲ καὶ τὴν ὁμωνυμίαν χαρίζεται ἡ ὁμοίωσις· μία γὰρ ἐπ᾽ ἀμφοῖν ἡ προσηγορία· βασιλεὺς γὰρ καὶ ἡ βασιλέως εἰκὼν λέγεται· εἴποι δ᾽ ἄν, Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν, δῆλον δὲ ὅτι παρὰ τὸ τῆς οὐσίας διάφορον. Ταῦτα δὲ ἡμῖν εἴρηται, ὥστε παραδεῖξαι τὸν τῆς εἰκόνος τρόπον· καθ᾽ ὃν πρὸς τὸ ἀρχέτυπον θεωρουμένη, τὴν σχέσιν ἔχει· οὐ κατ᾽ οὐσίαν τὸ ταὐτὸν κεκτημένη, οὐδὲ γὰρ ὅσα κατὰ τοῦ ἀρχετύπου ὡς ἀρχετύπου κατηγορεῖται, καὶ τῆς ἀπ᾽ αὐτοῦ εἰκόνος κατηγορηθήσεται πάντως. Τὸ μὲν γὰρ εἰ τύχοι, ἔμψυχον· ἡ δὲ, ἄψυχος· ἢ λογικὸν καὶ κινούμενον, ἡ δὲ ἄλογος καὶ ἀκίνητος· οὐκοῦν οὐ ταὐτὸν ἀμφότερα, ἀλλὰ πῇ μὲν ἔοικεν ἀλλήλοις τῷ εἴδει, πῇ δὲ ἀπέοικε τῇ οὐσίᾳ. Ἐπεὶ οὖν τῶν ἐν σχέσει ἡ εἰκὼν, διὰ τοῦτο καὶ συνδοξάζεται τῷ πρωτοτύπῳ δοξαζομένῳ, καὶ ἔμπαλιν ἠτιμωμένῳ συνατιμοῦται. Τῆς διαφορᾶς οὖν ἐν τούτοις γνωριζομένης ἔκ τε τοῦ λόγου, καὶ τοῦ ὁρισμοῦ, τῆς δὲ γραφῆς τῶν ἔξωθεν οὔσης, καὶ οὐδὲν ἐπικοινωνούσης τῷ ὁρισμῷ τῆς οὐσίας, τί μάτην οἱ δι᾽ ἐναντίας ταράττονται, διαιρεῖσθαι ἐντεῦθεν τὰ φυσικῶς ἡνωμένα δοξάζοντες; Ἐμβρόντητοι οὖν καὶ παραπλῆγες εἰκότως νομισθήσονται.

Εἰ δὲ χρὴ καὶ ὅθεν παρῆκται καὶ ἐσχημάτισται τούνομα εἰπεῖν, κατὰ τὸν τῆς ἐτυμολογίας τρόπον, φαμὲν ὅτι ἀπὸ τοῦ εἴκω ῥήματος, ὃ δὴ καὶ ἕτερα μέν τινα σημαίνει, ἰδιοτρόπως δὲ δηλοῖ τὸ, ὁμοιῶ. Ἐκ τούτου οὖν τοῦ εἴκω προσλήψει τοῦ ν στοιχείου, γέγονεν ἡ εἰκὼν, ἢ σημαίνει τὸ ὁμοίωμα. Διὸ καὶ ὑβρίζεται παρὰ τῶν ἐχθρῶν τῆς ἁληθείας. ἥτις τῷ Χριστῷ ἐστιν ἐμφερής. Ἐκ δὴ τοῦ εἰρημένου ῥήματος, ὥσπερ τινὸς ἀρχῆς καὶ ῥίζης, καὶ τὸ ἕοικε ῥῆμα ἐσχημάτισται, ὁ δὴ καὶ αὐτὸ τὸ ὁμοιοῦν δηλοῖ. Τούτων οὕτως ἐχόντων, τίνι τῶν εὖ εἰδότων οὐκ ἕγνωσται, ὅτι ἕτερόν τί ἐστιν ἡ τοῦ Χριστοῦ εἰκὼν παρ᾽ αὐτόν; Μόνος δὲ ὁ σοφώτατος ἀγνοήσας τὰ πᾶσιν ἐγνωσμένα, ταῖς οἰκείαις ὁρμαῖς καὶ τοῖς ἄγουσιν ἕπεται, ὃν ἔδει, εἴ γε μικρὸν εἰς συναίσθησιν τοῦ συμφέροντος ἵκετο, κἂν γοῦν διὰ τὴν σχέσιν, εἰ μή τι ἄλλο, ἣν ἔχει πρὸς τὸ ἀρχέτυπον ἡ τοῦ Χριστοῦ εἰκὼν, σέβειν ταύτην καὶ κατασπάζεσθαι. Δῆλον οὖν ὡς ἔοικεν ἡ ἀσέβεια καὶ ἀμαθία τὰ τοιαῦτα ἄτοπα καὶ πάσχειν καὶ ἀποφαίνεσθαι. Δέον γὰρ τὴν τοῦ ὁμοίου καὶ ἀνομοίου μεταχειρίζεσθαι φωνὴν, ἃ τοῖς εἰρημένοις ἐνυπάρχει, καὶ πρὸς τὸ ποιὸν ἀνάγεται, ὡς ἂν οἱ περὶ ταῦτα ἐσχολακότες εἴποιεν, ὅθεν ἦν αὐτῷ ποσῶς καὶ κατὰ βραχὺ τοῦ περὶ τούτων ἐφικέσθαι λόγου, τὸ ταὐτὸν ἐνταῦθα προάγει, ᾧ σύζυγον τὸ ἕτερον, καὶ περὶ τὴν οὐσίαν θεωρεῖται. Ὧν οὐδὲ μία πρὸς τὰ προκείμενα χρεία. Τὸν αὐτὸν δέ μοι δοκεῖ. μηδὲ τὸ ἄλλο καὶ ἄλλο, ὃ φύσεις ἀφορίζει, παρητῆσθαι λέγειν ἐπὶ τῶν τοιούτων, τὸ δὲ ἄλλος καὶ ἄλλος εἰσάγειν· ἐπεὶ τὰς ὑποστάσεις χαρακτηρίζει, αἵ περ ἄλλον ἐξ ἄλλου ποιοῦσι, καὶ πολλὰς ἐξ ἀνάγκης ὑποστάσεις διδόναι, καὶ τοσούτους Χριστοὺς, ὅσαι περ καὶ εἰκόνες γίγνοιντο. Καὶ οὕτως ἔσονται υἱοὶ πλείους, ἵνα λοιπὸν καὶ τὸ Μονογενὴς ὄνομα ἐκποδὼν γένοιτο. Τούτους δὲ πότερον τῆς ἀσεβείας τις διαμωμήσαιτο, ἢ τῆς ἀνοίας διαγελάσειε, καὶ ὁπόσον οὐδὲ παραστῆσαι καὶ εἰπεῖν ἔστιν; Ἀλλ᾽ ὁ μὲν περὶ τούτων λόγος ἐνταῦθα ὁριζέσθω· ὅτι δὲ ὁ θεῖος καὶ ὑπερούσιος Λόγος οὐ πέφυκε γράφεσθαι, ἢ περιγράφεσθαι, οὔτε μὴν καθ᾽ ἡμᾶς γεγονὼς ταῦτα πέπονθε (τίς γὰρ οὕτω κτηνώδης καὶ ἀνόητος καὶ τὴν ψυχὴν ἐσκοτισμένος, ὃς τὸ ἀμφίβολον σχοίη; οὐδὲ γὰρ τῆς φυσικῆς ἐξέστηκεν ἰδιότητος), διὰ δὲ τὸν αὐτὸν λόγον, οὐδὲ ἡ σὰρξ ἑνωθεῖσα τῷ Λόγῳ ἀπερίγραπτος γέγονεν, ἐδείχθη, ὡς οἶμαι, ἱκανῶς διὰ πλειόνων, καὶ ὡς τὰ ἀναφανέντα ἐκ τῶν λόγων τῶν δι᾽ ἐναντίας, διὰ τῶν οἰκείων ἐγχειρημάτων τὴν περιτροπὴν καὶ τοὺς ἐλέγχους, τῆς ἀληθείας συναιρομένης, ἐδέξαντο.

Λείπεται λοιπὸν περὶ τῆς διαιρέσεως, ἧς ἀφρόνως καὶ ἀνοήτως παρεπλάσαντο, καὶ τοῦ ταύτης τρόπου διαλαβεῖν. Ἀλλὰ πρότερον ἐκεῖνο διαπορεῖν ἄξιον, ποίῳ δὴ τρόπῳ ὁ τὴν σάρκα περιγράφων ἤτοι εἰκονίζων (συγκεχωρήσθω γὰρ τὰ νῦν τὸ ἀδιάφορον· ταὐτὸν γὰρ παρ᾽ ἐκείνῳ ἀμφότερα ἀλόγως λελόγισται) « τοῦ ἡνωμένου θείου Λόγου διίστησι, καὶ κτίσμα μόνον ποιεῖ τὸν Χριστὸν, καὶ τὴν θείαν φύσιν μὴ εἶναι εἰς αὐτόν, » Ἐπινοίᾳ τοῦτο καὶ λόγῳ μόνον διαιρεῖ, ἢ αἰσθήσει καὶ ἐνεργείᾳ; Ἐν οἷς πολὺ τὸ διάφορον δείκνυται. Τὸν γὰρ τῆς διαιρέσεως λόγον εἰσαγαγὼν, τὸν τρόπον καθ᾽ ὃν διαιρεῖσθαι ταῦτα διωρίζετο, ἥκιστα παρεστήσατο. Εἰ μὲν οὖν ἐπινοίᾳ μόνον ἔλεγε, καὶ αὐτοὶ συμφήσομεν, τοῦτο γὰρ καὶ ὁ καθ᾽ ἡμᾶς λόγος ἔχει, πλήν γε τοῦ περιγράφεσθαι· « Ἡνίκα γὰρ αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, ὁ Θεολόγος φησὶ, συνδιαιρεῖται τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον· Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, Χριστοῦ μὲν Θεὸς, τῆς δὲ δόξης Πατήρ. Εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ᾽ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ. » Πολλοῦ γὰρ ἂν ἄξιος ἐφάνη, εἴπερ ἐπὶ τοῦδε τοῦ μέρους ἔστηκε, καὶ οὐδεὶς ἦν ἡμῖν ὁ περὶ τούτου λόγος· οὐδὲ αὐτὸς τὴν γλῶσσαν καθ᾽ ἡμῶν ἠφίει, ὁπότε ὁμοτίμως τῷ Λόγῳ καὶ τὰ τῆς γραφῆς ἕξει. Ἀλλὰ τοῦτο νῦν οὐκ ἔφη· οὐδαμοῦ γὰρ τοῖς τῶν θεολόγων δόγμασι τὸ οὓς παρατέθεικεν, ἐντραφῆναι τοῖς αὐτῶν διδάγμασιν οὐκ ἀνασχόμενος, τοῖς δὲ τῆς σαρκὸς μόνον ὁρμήμασι καὶ θελήμασιν ἐξανδραποδιζόμενος.

Ἐπὶ τὸ ἕτερον οὖν τοῦ λόγου σημαινόμενον ἀνάγκη ἀλόγως καὶ δυσσεβῶς αὐτὸν ἀποκομίζεσθαι, καὶ τοῦτο δογματίζειν, ὅτι δὴ ἐνεργείᾳ καὶ αἰσθήσει τὰ ἀχωρίστως ἡνωμένα διαιρεῖται. Διασαφεῖν δὲ ἡμῖν ἔδει τὸν σοφώτατον, ποίᾳ δυνάμει καὶ ἐνεργείᾳ τὴν ὑπερφυᾶ καὶ θαυμασίαν ἐκείνην ἕνωσιν, καὶ λόγου παντὸς καὶ νοῦ ὑπερέκεινα, καθ᾽ ἣν ὁ Λόγος οὐσιωδῶς ἐνοικήσας ἐν τῇ πανάγνῳ καὶ Θεοτόκῳ Παρθένῳ ὅλον ἄνθρωπον ὅλῳ ἑαυτῷ συνῆψεν ἑνώσει τῇ καθ᾽ ὑπόστασιν, ἣν Θεοῦ μόνου ἦν ἐργάσασθαι, διαιρεῖ ὁ περιγράφων καὶ εἰκονίζων, καὶ διίστησι Θεὸν ἰδικῶς, καὶ ἄνθρωπον ἰδικῶς· ὡς πεφυκότος ἆρα τοῦ Λόγου τοῦτο πάσχειν, καὶ διίστασθαι τῆς ἅπαξ ἑνωθείσης αὐτῷ σαρκὸς, ἢ οὐδαμῶς πεφυκότος ταῦτα; Εἰ μὲν γὰρ τὸ πρῶτον δοθείη, καὶ πάθος ἂν προσῤῥιφείη τῷ Λόγῳ. Εἰ δὲ πάθοι, καὶ περιγραφήσεται δήπου, πέπονθε δ᾽ ἂν τοῦτο καὶ πρὸ τῆς ἑνώσεως. Ἀλλὰ μὴν τοῦτο γε ἀδύνατον· οὐ γὰρ ἂν πάθοι, ἀπαθὴς γε ὢν φύσει· οὐκοῦν οὐδὲ διαστήσεσθαι τῆς συνηνωμένης αὐτῷ σαρκὸς, φύσιν ἕξει. Εἰ δὲ τὸ δεύτερον, καὶ οὐ πέφυκε τοῦτο; Τίς ὁ λόγος ὁ τῶν ὑπὲρ λόγον ἀπτόμενος, καὶ ἃ μήτε νῷ ληπτὰ, μήτε λόγῳ ῥητὰ ἐπιὼν, ὃς τὴν ἀδιάσπαστον ἐκείνην καὶ ἄτρεπτον καὶ φυσικὴν συνάφειαν λυμήνασθαι δυνήσεται;

« Ἀλλ᾽ εἰ οὐ χωρίζεται, συμπεριγραφήσεται πάντως. » Καὶ διὰ τοῦτο δέδοικε περιγραπτὴν λέγειν τὴν σάρκα, ἀγνοῶν ὅτι τῷ ὄντι πάθος περιγραφῆς τῷ Λόγῳ ἐπεισάγει. Τί γὰρ ἄλλο τοῦτο ἢ πάθος; Καὶ περιπέπτωκεν ἐξ οὗ φεύγειν ἔδοξεν, ὡς εἴ γε τοῦτο ἦν, περιεγέγραπτο ἂν ὁ Λόγος, οὕτω πάσχειν πεφυκὼς καὶ πρὸ τῆς ἑνώσεως πρὸς τὸ σῶμα, οὐ δι᾽ αὐτήν γε τὴν ἕνωσιν. Εἰ δὲ φύσει ἀπερίγραπτος, καὶ ἐν σώματι συναπτόμενος διατηροίη ἂν τὸν ἑαυτοῦ λόγον ὡς Θεὸς τῆς φυσικῆς ἀοριστίας καὶ ἀπεριγραψίας πάμπαν ἀπαράτρωτον καὶ ἀμείωτον. Οὐδὲ γὰρ τὰ οἰκεῖα τῷ σώματι πάσχοντι συμπάθοι ἂν ὁ Λόγος οὐσιωδῶς ποθεν, ὡς οὐδὲ ἐκ τοῦ ἀπαθοῦς καὶ ἀναλλοιώτου εἰς τὸ παθητὸν καὶ ἀλλοιωτὸν περιτραπείη ποτ᾽ ἄν· οὐ τοίνυν οὐδὲ τοῦ κατ᾽ αὐτὸν σώματος περιγραφομένου συμπεριγραφήσεται. Ἀτοπον οὖν καὶ ἀνόητόν ἐστι καὶ ἀσεβὲς, τὸ ἀποφαίνεσθαι διαιρεῖσθαι ἐκ τοῦ εἰκονίζεσθαι τὸν Χριστὸν, ἢ συμπεριγράφεσθαι. Τῷ δὲ οὐ περὶ τούτων προηγουμένως ὁ λόγος, ἀλλ᾽ ἐπινενόηται αὐτῷ τὸ ἀπερίγραπτον, οἷον ὄργανόν τι ἐπιτήδειον ὑπηρετοῦν τῷ δυσσεβεῖ θελήματι· ᾧ προσχρησάμενος, χρησιμεῦον πρὸς καθαίρεσιν τῆς τοῦ Σωτῆρος ἡμῶν εὗρεν οἰκονομίας.

Θαυμάσαι δ᾽ ἄν τις αὐτοῦ τῆς σοφίας τὸ μεγαλοφυὲς, πῶς ἐκεῖνο πέπονθε λαθὼν, ἡνίκα αὐτῷ λεπτῶς καὶ ἀπεξεσμένως τὰ τοῦ λόγου ἐξήτασται καὶ διηρεύνηται· τῷ γὰρ ἀπεριγράπτῳ τιμήσας Χριστὸν, καὶ τῷ κεχωρίσθαι τῆς σαρκὸς εἰ περιγράφοιτο, τὸν περὶ τῆς παναγίας αὐτοῦ ψυχῆς λόγον ὑπερθέμενος, ἀγέραστον ταύτην ἐν τοῖς ἑαυτοῦ δόγμασι καταλέλοιπε. Τί οὖν; Ἐδόκει χωρίζειν τὴν ψυχὴν τὸν περιγράφοντα Χριστὸν ἐκ τοῦ σώματος, ἵνα μετὰ τοῦ λόγου, καὶ τὴν ψυχὴν προσαφῃρηκὼς εἴη· ὁπότε γραφομένου τοῦ σώματος ἀφίστασθαι ἔμελλε, καθάπερ ἀμέλει καὶ ὁ θεῖος Λόγος· ἐπείπερ οὐδὲ αὐτὴ φύσιν ἔχει τοῦ γράφεσθαι. Πάλιν γὰρ φιλοπευστοῦσι καὶ λίαν ἀποροῦσιν ἡμῖν, οἱ τοῦ σοφοῦ λόγοι καὶ οἱ ἐκεῖθεν νῦν σοφιστεύοντες, ἢ ἀληθέστερον εἰπεῖν ἀνοηταίνοντες διευκρινείτωσαν (ἔτι γὰρ καὶ τοῦτο τῶν ἀτόπων αὐτοῖς ὑπολέλειπται)· ἔμψυχος ἄρα ἡ κατὰ Χριστὸν ἀνθρωπίνη μορφὴ χαρακτηριζομένη τοῦ προσειληφότος θείου Λόγου, ἢ ἄψυχος ἀπονοσφίζεται; Εἰ μὲν γὰρ οὐκ ἔμψυχος, νενέκρωται πάλιν τὸ κατὰ Χριστὸν ἀνθρώπειον, καὶ πάλιν ἐν νεκροῖς ὁ ἐν νεκροῖς ἐλεύθερος, καὶ πάλιν ἀνασταυροῦται καὶ παραδειγματίζεται, καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις καὶ ἀεὶ, ὅσον καὶ εἰκονίζεσθαι συμβήσεται. Τὸ δὲ ἄψυχον φήσει τις μηδὲ μετοίχεσθαί ποι, ἀκίνητόν γε ὅν, καὶ μεταβαίνειν οὐχ οἷόν τε. Πρὸς δὲ, καὶ ἄδηλον ὅπου ἡ ψυχὴ μεταστήσεται. Εἰ γὰρ τὸν Λόγον ἀναπληροῦν τὸν τῆς ψυχῆς τόπον δώσουσι, σαφῶς τῆς Ἀρειανικῆς μανίας τὸ δόγμα ὑπολείπεται. Εἰ δὲ ἔμψυχος ἀποῤῥήγνυται, ποῦ ποτε ἄρα ἀποιχομένη προσχωρήσειε, τῆς ἐκείνων μανίας εἰπεῖν ἀκόλουθον. Ὡς ἄρα ἔνθα τὸ πάντων οἰκειότατον καὶ ἐγγύτατον ἐναύλισμα παρ᾽ αὐτοῖς νομιζόμενον τυγχάνει.

Τί δὲ τοῦτό ἐστιν; Ἐπειδὴ βούλονται τῷ ἀρχετύπῳ ταὐτὸν εἶναι μάλιστα τὸ ἐξεικόνισμα, καὶ ἀμφότερα ὑπάρχειν ὁμοούσια, καὶ οὐδενὶ τὴν διαφορὰν κεκτῆσθαι δοξάζουσιν, ἢ αὐτὴ ἡ εἰκὼν ἡ ἀφομοιουμένη καὶ ἐναποματτομένη τὸν θεῖον ἐκεῖνον καὶ ἱερὸν χαρακτῆρα, ὡς τῷ ὁμοίῳ τὸ ὅμοιον προσδραμεῖσθαι, καὶ οἰκειωθήσεσθαι καὶ συμφυήσεσθαί γε ὡς ὁμοούσιον. Εἰ δὲ ταῦτα οὕτως, ἔδει κινήσεως καὶ αἰσθήσεως μὴ ἀμοιρεῖν τὴν εἰκόνα, καὶ τὴν ἐκ τόπου εἰς τόπον μεταβατικὴν ἔχειν δύναμιν κατὰ τὴν ἐκείνων πλάνην, καὶ τὸ πᾶν εἰπεῖν ἐνεργεῖν τε καὶ πάσχειν, ὅσα τοῦ ἐμψύχου ἐστὶ καὶ γνωρίζεται, καὶ μηκέτι εἰκόνα, ἀλλ᾽ ἔμψυχον ζῶον λογικὸν αὐτοῖς διομολογεῖσθαι· κατὰ δὲ τὸ ἐξ ἀνάγκης ἑπόμενον, καὶ τὸν θεῖον Λόγον τοῦ ἑαυτοῦ ἐστερῆσθαι σώματος. Πῶς δὲ Χριστῷ ταῦτα συνενεχθήσεται; Ἢ διὰ τίνος ἐνεργήσει ὁ γράφων, καὶ ὅπως ἐξανύσει τὸ βεβουλευμένον; Οὐκ ἄλλως, ἢ ἐκ τῆς τῶν ζωγράφων φιλοτεχνίας. Εὔκαιρον δ᾽ ἂν εἴη θειοτέραν τινὰ καὶ θαυμασιωτέραν τὴν ζωγραφικὴν εὐτεχνίαν ὑπολαμβάνειν, καὶ μαγνήτιδος πλέον τὸ ἑλκτικὸν καὶ δραστήριον πρὸς τὸ γραφόμενον ἔχουσαν· καὶ δὴ δογματισθήσεται τῶν ζωγράφων ἡ τέχνη, τῆς τοῦ Λόγου ἀλκιμωτέρα δυνάμεως· καθὸ ἡ μὲν ἀφείλετο τὴν σάρκα ἡνωμένην αὐτῷ ὁ δὲ ἀφῃρέθη· καὶ λέλυται ὑπόστασις τοῦ Χριστοῦ. Οὐ δοκεῖ ἐντεῦθεν τῷ Λόγῳ πάθος προστρίβεσθαι πάντων παθῶν ἐμπαθέστερον;

Τί τοῦτο τῶν λεγομένων Χριστολυτῶν καὶ τῆς ἐκείνων βδελυρᾶς αἱρέσεως, πρὸς ἀτοπίαν καταδεέστερον; πόθεν οὖν ὁ δυσάντητος καὶ δυσμενὴς ἐχθρὸς καὶ Χριστοῦ πολέμιος, ὁ μικρὸς οὗτος καὶ βίαιος τύραννος, ἡ τέχνη; Ποία ἄρα ἡ ἐν αὐτῇ δύναμις καὶ ἐνέργεια, ὥστε κατισχύσαι Θεὸν τῶν οἰκείων ἀποστερεῖν καὶ διαρπάζειν; καὶ ταῦτα οὐ τῶν περὶ αὐτὸν, ἀλλὰ τῶν κατ᾽ αὐτῶν, καὶ τῶν καθ᾽ ὑπόστασιν ἡνωμένων, οὐ τῶν ἔξωθέν τινων, καὶ αὐτὴν μᾶλλον κελύσθαι τὴν ὑπόστασιν; Καὶ ὃ ἑκὼν ὁ Λόγος προσέλαβεν, ἄκων ἀπέβαλε; Ταῦτα δὲ ποίαν ἀσεβείας ὑπερβολὴν οὐχ ὑπεραίρει; Εὑρεθήσεται δὲ οὕτω γε ἡ τέχνη, καὶ θανάτου ἐπικρατεστέρα· ὅπερ γὰρ τῷ θανάτῳ, ἡνίκα τὸν σταυρὸν πηξάμενοι τὸν Χριστὸν ἀπεκτόνασιν οὐκ ἐξεγένετο, τοῦτο τῇ τέχνῃ εὐπρεπῶς μάλα κατώρθωται. Κατ᾽ οὐδένα γὰρ τρόπον ὁ Λόγος τῆς παναγίας καὶ ζωοποιοῦ αὐτοῦ σαρκὸς καὶ ψυχῆς κεχώρισται, οὐδὲ κατ᾽ αὐτὸ τὸ ἀκαριαῖον τοῦ χρόνου καὶ βραχύτατον, κἂν τὸν ὑπὲρ ἡμῶν εἴλετο θάνατον· ὡς φύσει ὑπεράγαθος καὶ φιλάνθρωπος, καὶ εἰς ἄδου πορευθεὶς, τοῖς ἐν φυλακῇ πνεύμασι τὴν ἐλευθερίαν κηρύξας ἐχαρίσατο, καὶ τῶν δεσμῶν ἀνῆκεν οἷς ἐκεκράτηντο. Πῶς οὖν ἃ τῷ θανάτῳ κατ᾽ ἰσχὺν οὐ περιγέγονε, τῷ ζωγράφῳ διήνυσται; καὶ ὁ δήσας τὸν ἰσχυρὸν, ὑπὸ τῆς τέχνης ἀσθενοῦς οὕτω καὶ εὐτελοῦς ἀντιδέδεται; Δέδοκτο ἂν αὐτὸ τομώτερόν τε καὶ διαιρετικώτερον τοῦ θανάτου, τὸ εἰκονίζειν καὶ γράφειν, ἵνα μηδὲν εἰς ἀσεβείας ἀφορμὴν ἀπολίποιτο.

Ἀλλὰ τί δεῖ πλειόνων τῶν οὕτω φευκτῶν καὶ ἀπηχθημένων, παρὸν πρὸς τὸν γεννήτορα τούτων εἰπεῖν, ὅτι Σε τοιαύταις χάρισι τὰ σὰ στεφανοῖ νοήματα· τοιαύταις ἀμοιβαῖς σε κατακροτοῦσι τὰ τῶν σῶν λόγων τῶν σοφῶν καὶ ἐντέχνων προβλήματα· οὕτως σοι τῶν σῶν δογμάτων τὸ ἐν θεωρίᾳ ἐπηρμένον καὶ ὑψηλὸν, εἰς φιλοτιμίαν μέγιστον; Ἆρα οὐ μεθυόντων ἐκφρονέστερα ταυτὶ τὰ ληρήματα; ἅρα τῶν μελαγχολούντων ἢ βακχευόντων οὐκ ἀλογώτερα; Τοιαῦτα τῶν κατὰ τὸν λαιμὸν καὶ τὴν γαστέρα μαργαινόντων τὰ ἀπηχήματα· τοιαῦτα τῆς φίλης καὶ ἡδίστης κοπρίας αὐτῷ τὰ γεώργια· τοιαῦτα τῶν ἀμέτρων ἐμέτων καὶ τῆς κυνώδους ἐκείνης καὶ χοιρείας ζωῆς καὶ τοῦ θηριώδους τρόπου, τὰ δόγματα· τοιαῦτα τῶν ἀλόγων ζώων ἰχνηλατούντων τὰς διεξόδους· τοιαῦτα τῶν τοῖς αἵμασι τῶν Χριστιανῶν βαπτιζόντων τὰς χεῖρας, καὶ τῶν κατὰ Χριστοῦ δεξιὰν ὁπλισάντων· τοιαῦτα τῶν καταξαινόντων τὰς ἀνθρωπείας σάρκας τὰ εὑρήματα. Ἀλλ᾽ ἁρμόσει γε τοῖς οὕτω φρονεῖν ἑλομένοις τὸ ἱερὸν ἐκεῖνο λόγιον, ὅτι Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ λαλεῖν πρὸς Κύριον πλάνησιν. Τὸ γὰρ οὕτω νοεῖν ποίας νοὸς ἀκεραιότητος; οὐδ᾽ ἂν οἱ τὸν νοῦν παρενηνεγμένοι οὕτω ποτὲ ἐννοήσειαν ἢ λέξειαν.

Ὁ Σωτὴρ ὑπερβλύσει φιλανθρωπίας φέρων, ὑβριζόμενος, λιθαζόμενος, τῶν κακῶν τὴν κορωνίδα τὸν θάνατον ἀνατλὰς, οὐ πέπονθε ταῦτα· εἰκονιζόμενος πάθοι ἄν ποτε; Ὡς γὰρ ἐκεῖ οὐδὲν πέπονθεν, ὅσον ἐπὶ τὴν οἰκείαν φύσιν ὁ Λόγος οὐ κεχωρισμένος τῆς σαρκὸς, ἡνωμένως δὲ καὶ ἀδιαστάτως συνυπάρχων αὐτῇ καὶ πασχούσῃ, οὐδὲ ἐνταῦθα δή που τούτων πάθοι τι εἰκονιζόμενος. Πανταχοῦ γὰρ ἐπίσης ἡμῖν ὁ αὐτὸς Λόγος τὸ ἀληθὲς ἔχων συμφυλαχθήσεται· εἴποι δ᾽ ἂν πρὸς αὐτὸν καὶ ὁ φορέσας τὴν εἰκόνα τοῦ χοϊκοῦ, καὶ χοϊκὸν φύραμα, ὡς Οὐκ εἰμὶ κατ᾽ αὐτὸ τοῦτο ἀπερίγραπτος, ἀλλὰ περιγραπτός. Ὡς οὖν ἐδέξατο τὸ κτίσμα τὰς ὕβρεις καὶ τὰς αἰκίας, οὕτως δέξαιτ᾽ ἂν καὶ τὴν ἐν τόπῳ περιγραφὴν, καὶ τὴν γραφὴν, καὶ τὸ εἰκονίζεσθαι, μηδαμῶς τοῦ συνηνωμένου καὶ συνυπάρχοντος Λόγου χωριζόμενον.

Ἀλλ᾽ εἰ τούτων ὁ τρόπος καὶ ὁ τοῦ μυστηρίου σκοπὸς οὐκ ἔγνωσται αὐτῷ, ἐξὸν ἦν πυθέσθαι τοῦ γράφοντος, καὶ ἤκουσεν ἂν παρ᾽ αὐτοῦ, ἄν περ τὸν νοῦν ἐρρωμένον ἔσχε καὶ τὰ αἰσθητήρια τῆς ψυχῆς μὴ παρενήνεκτο, καὶ ἔμαθε λέγοντος· ὅτι ἅπερ παρὰ τῶν ἱερῶν παρειλήφαμεν Εὐαγγελίων, τῇ ἀρχαίᾳ καὶ πατρικῇ παραδόσει ἑπόμενοι, παῖδες παρὰ πατέρων διαδεξάμενοι, ταῦτα καὶ γράφομεν καὶ ἱστοροῦμεν, καὶ οὐδὲν πλέον τῶν θεολέκτων λογίων ἔχομεν. Καὶ εἰ ἐκεῖνα τίμια, καὶ αὐτὰ ἤτω ἢ συμφυλαττόμενα, ἢ συγκαθαιρούμενα, ὡς ἑνὸς καὶ τοῦ αὐτοῦ λόγου ἐχόμενα. Ἐπείπερ παρ᾽ αὐτῶν ἐμυήθημεν, ὅτι ἄνθρωπος καθ᾽ ἡμᾶς γέγονεν ὁ τοῦ Θεοῦ ἐνυπόστατος Λόγος, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ μετέσχεν ἡμῖν παραπλησίως αἵματος καὶ σαρκὸς, καὶ κτίσμα γέγονεν ὁ ἄκτιστος, καὶ ὁ Λόγος ἐπαχύνθη καὶ σὰρξ ἐγένετο, καὶ ὡράθη ὁ ἀόρατος, καὶ πάθη δι᾽ ἡμᾶς ὁ ἀπαθὴς κατεδέξατο ὡς φιλάνθρωπος. Ταῦτα πιστεύομεν ὥσπερ ἑωρακότες οἱ ἀκούσαντες· ἵνα καὶ τοῦ μακαρισμοῦ τύχωμεν· Μακάριοι γὰρ, φησὶν, οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Ὃ οὖν ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν διὰ πίστεως, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, τοῦτο καὶ γράφομεν καὶ εἰκονίζομεν· οὐ διαιροῦντες οὐδὲ ἀποδιιστάντες ἰδικῶς καὶ ἀναμέρος τὴν ἅπαξ ἑνωθεῖσαν σάρκα τῇ θεότητι· τοῦτο γὰρ καὶ λέγειν ἄτοπον, καὶ ἐννοεῖν τῆς ἀνωτάτω παραπληξίας· ἀλλὰ κἀκεῖνα πράσσομεν, καὶ ταῦτα ὁμολογοῦμεν φυλάττεσθαι, κατὰ τὴν ἄνωθεν κεκρατηκυῖαν ἔνθεον καὶ ἔνθεσμον συνήθειαν.

Εἰ δέ σοι τὰ τῶν Εὐαγγελίων ἄπιστα, πεπαύμεθα τῆς συνηγορίας καὶ ἀποδείξεως. Ἢ κἀκεῖνα γοῦν δέξαι, ἢ καὶ ταῦτα διάγραψον. Ἡμῖν μὲν οὖν τῶν ἐν χερσὶ καὶ ὑπ᾽ ὄψιν ἠγμένων, οὐδὲν ἧττον βέβαια τὰ κατὰ πίστιν παραδεδομένα ἐγκαθίδρυται· σὺ δὲ οὐδὲ τούτων ἐπαισθήσῃ, ἵνα σοι τὴν περὶ ἐκείνων πιστώσηται ἀλήθειαν, ὅλῳ σαρκικῷ γε ὄντι καὶ κάτω βρίθοντι καὶ οὐδὲν ὑψηλὸν περὶ τῶν καθ᾽ ἡμῖν μυστηρίων ὑπολαμβάνοντι. Ἢ γὰρ ἰδὼν ἡλιακὴν ἀκτῖνα δένδρῳ τυχὸν ἢ ἑτέρᾳ ὕλῃ προσβαλοῦσαν, εἶτα τμηθέντι τῷ δένδρῳ, δόξεις πάντως συναποτετμῆσθαι καὶ τὴν ἀκτῖνα, ὅπερ πάσχειν ἡ ἀκτὶς οὐ πέφυκεν, οἰήσῃ; τάχα δὲ, καὶ εἴ τις τὸ τοῦ ἡλίου σῶμα διαγράφοι, ἀποσχίζειν καὶ διαιρεῖν τοῦ φωτὶς τὸν ἥλιον; ἢ πεπυρακτωμένον σίδηρον ὁρῶν, ἄν πέρ τις καταχέοι ὕδατι, ὑπολήψῃ συναπεσβέσθαι καὶ συνεφθάρθαι τῷ πυρὶ καὶ τὸν σίδηρον, ὃς οὐδαμῶς φύσιν ἔλαχεν ὑπὸ τοῦ ψυχροῦ καὶ ὑγροῦ παραβλάπτεσθαι, τοὐναντίον δὲ μᾶλλον στομοῦσθαι καὶ ῥώννυσθαι; Ἀλλ᾽ ἐχρῆν οἱ, καὶ τούτοις ἐπιστημονικῶς καὶ ἐμφρόνως ἐπιβάλλειν, καὶ ὡς ἔχουσι φύσεως ταῖς ἀληθείαις ἑπόμενον δοξάζειν, εἶτα ὡς ἐξ ἀμυδρῶν ἐμφάσεων τῶν παραδειγμάτων τούτων, καὶ περὶ τῶν προκειμένων ἐννοεῖν, ὅτι οὔτε συμπεριγραφήσεται ὁ Λόγος τῇ σαρκὶ, οὔτε γραφομένης ὁ πάντα πληρῶν διαιρεθήσεται. Φανερὸν οὖν ἐκ πλείστων, ὡς τὰ παρ᾽ αὐτῷ δογματιζόμενα, ληρήματα μᾶλλον ἢ δόγματα φαίνεται. Κολοιῶν γὰρ καὶ βατράχων ἀσημότερα φθέγγεται, καὶ ἰχθύων ἀφωνίᾳ καὶ δρυῶν ἀναισθησίᾳ παραπλήσια τοιαῦτα καὶ τοσαῦτα δεδυσφημηκὼς κατὰ Χριστοῦ τε καὶ τῆς καθ᾽ ἡμᾶς πίστεως ἐπιφέρει·

« Ἀδύνατον γάρ ἐστιν εἰκόνα εἶναι τὴν μὴ δηλοῦσαν τὴν μορφὴν χαρακτῆρος τοῦ πρωτοτύπου αὐτῆς προσώπου ὁποῖόν ἐστιν. « Οὐκοῦν εἰ μὲν ἔχοι μορφὴν ὁ Χριστὸς καὶ χαρακτῆρα, εὐλόγως δὴ μάλα καὶ εὐσεβῶς χαρακτηρίσει αὐτὸν ἡ ἰδία εἰκών· εἰ δὲ οὐ χαρακτηρίσει, ἄμορφος καὶ ἀχαρακτήριστος καὶ ἀπρόσωπος· ταὐτὸν δὲ εἰπεῖν, καὶ ἀνυπόστατος ὁ Χριστός. Τοῦτο γὰρ αὐτῷ ὁ λόγος συνάγειν βούλεται· ἐξ οὖν τῶν λόγων αὐτοῦ δικαιωθήσεται, καὶ ἐκ τῶν λόγων αὐτοῦ κατακριθήσεται. Εἰ γὰρ ἀδύνατον καὶ εἰκόνα εἶναι τὴν μὴ δηλοῦσαν τὴν μορφὴν καὶ χαρακτῆρα τοῦ πρωτοτύπου αὐτῆς προσώπου, ἡ τὸν Χριστὸν ἡμῖν ἐμφανίζουσα εἰκὼν καθ᾽ ὁμοίωσιν αὐτοῦ καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ παρὰ Χριστιανοῖς γεγενημένη, καὶ ἡ ἐπιγραφὴ κατασφραγίζει τὴν ἀλήθειαν ἐξ ἅπαντος, τὴν μορφὴν καὶ τὸ πρόσωπον αὐτοῦ ὡς πρωτοτύπου, πρὸς αὐτὸ γὰρ τετύπωται, ἡμῖν δηλοῦσα. Ἤδη δὲ καὶ ἡ περὶ αὐτὰ θεωρουμένη σχέσις, κρατύνει τοῦ λόγου τὸ ἀληθές. Καὶ εἰ μὴ τὸν Χριστὸν ἡ εἰκὼν αὐτοῦ χαρακτηρίσει, οὐδὲ ἄλλου μορφὴν δηλώσει, πολλοῦ γε δεῖ. Πῶς γὰρ ἂν τὸν, οὖπερ οὐκ ἔστιν εἰκὼν, χαρακτηρίσειεν; Οὐδὲ γὰρ ἄλλου εἰκὼν ἄλλῳ ἀφομοιωθήσεται· ὡς οὐδὲ ἡ ἐν τῷ κηρῷ σφραγὶς ἀλλοτρίᾳ γλυφῇ ἐναρμοσθήσεται. Οὗτος τοίνυν, ἡνίκα περιεῖλε τὴν Χριστοῦ εἰκόνα, πάντως δή που ὡς οὐκ ἔχουσαν ὃ παραστήσει καὶ δηλώσει πρόσωπον, οὐδὲ πρωτότυπον ὃ χαρακτηρίσει, τοῦτ᾽ ἔδρασεν. Ἀνάγκη οὖν καὶ μὴ βουλόμενον ὁμολογεῖν ἐκ τῶν οἰκείων ὁρμώμενον λόγων, ἀπρόσωπον καὶ ἄμορφον καὶ ἀχαρακτήριστον εἶναι τὸν Χριστόν. Οὕτω δὲ καὶ ἀνυπόστατον· διὸ καὶ τὸν γράφοντα ἐν αἰτίαις ποιῶν κατῃκίζετο, ὡς οὐ προκειμένην μορφὴν, οὐδὲ ὑποστὰν πρόσωπον εἰκονίζοντα. Διὰ δὴ τοῦτο καὶ εἰδώλου προσηγορίαν τοῖς ἱεροῖς τοῦ Χριστοῦ ὁμοιώμασιν ἀπονεῖμαι τετόλμηκεν ἀνοσιώτατα, ταύτῃ τὸ ἀπρόσωπον, μᾶλλον δὲ τὸ ἀνυπόστατον αὐτοῦ καθοριζόμενος. Εἴ γε εἴδωλόν φασιν εἶναι, τῶν μηδαμῶς προϋφεστώτων ἀνάπλασμα οὐχ ὁμοίωμα, οὐ γὰρ ἔχει σχέσιν πρὸς ὃ ἀφομοιωθείη, πλάσμα δὲ φασματῶδες καθὰ δοκεῖ τῷ πλαστογραφοῦντι διαμορφούμενον ἀλογώτατα.

Ἀλλὰ τὰ μὲν τοιαῦτα δόγματα τῆς ἐκείνου ἠρτήσθω φρενὸς, ὅς οὐδ᾽ ὁπωσοῦν ἐνταῦθα ἐπὶ Χριστοῦ διδόναι μορφὴν ἔδοξεν. Ὁ δέ γε θεσπέσιος Ἀπόστολος τὸ κατὰ Χριστὸν μυστήριον διασαφῶν, πρὸς τῇ μιᾷ τουτέστι τῇ θείᾳ καὶ ἑτέραν μορφὴν τὴν τοῦ δούλου ἡμῖν εἰσκεκόμικε, καὶ ἐν ὁμοιώματι ἀνθρώπου τὸν Χριστὸν γενόμενον, καὶ σχήματι εὑρισκόμενον ὡς ἄνθρωπον. Διόπερ οἱ πειθόμενοι Παύλῳ, καὶ ὁμολογοῦντες δύο μορφὰς ἐπὶ τοῦ Χριστοῦ, δι᾽ ὧν αἱ κατ᾽ αὐτὸν φύσεις δηλοῦνται, καὶ τὸν ὁμοιοπαθῆ ἡμῖν ἄνθρωπον καὶ ὡσαύτως ἐσχηματισμένον, περγραπτὸν ἐπιστάμεθα. Τὸν δὲ, οὐδὲ τὸ σχῆμα τὸ ἀνθρώπειον εἰς περιγραφῆς ἔννοιαν ἤγαγεν, οὐδὲ τῷ θείῳ Πέτρῳ προσέσχε λέγοντι· Ὅτι ὁ Θεὸς τὸν παῖδα αὐτοῦ Ἰησοῦν ἐδόξασε· καὶ δεδογμάτισται αὐτῷ καὶ παῖς ἄμορφος καὶ ἀπρόσωπος. Τί δὲ αὐτῷ ὁ νῶτος αἵ τε σιαγόνες ἐνομίσθησαν, ὁ μὲν εἰς μάστιγας, αἰ δὲ διδόμεναι εἰς ῥαπίσματα, ἤ τε διαιρεθεῖσα θεία πλευρὰ, καὶ τῶν ἤλων αἱ διατρήσεις; Ἀλλὰ ταῦτα μὲν λῆρος αὐτῷ καὶ μάτην εἰρημένα. Τάχα γὰρ κἂν τούτοις τὸν αὐτοῦ Εὐσέβιον ἔσχε διδάσκαλον, κενολογοῦντα ὅλην διόλου μεταβεβλῆσθαι τὴν κατὰ Χριστὸν ἀνθρωπείαν μορφὴν, καὶ μηδαμῶς ἐν τῇ καθ᾽ ἑαυτὴν μένουσαν ἰδιότητι. Ἐπεὶ δὲ ἔγνω ὡς οὐδεὶς τῶν εὐσεβούντων τῶν εἰκαίων αὐτοῦ ἀνέξεται ληρημάτων, τοῖς λόγοις χαίρειν φράσας, ἐπὶ τὸ ἔργον ἐχώρει, φανερὸν ἑαυτὸν καταστήσας τὴν πρὸς τὸν Χριστὸν ἀνελόμενον μάχην, ἐξ οὖ διὰ πάσης μηχανῆς καὶ πείρας ἤχθη, καὶ αὐτὸ τὸ ἀρχέτυπον τῇ εἰκόνι συνεξυβρίσειν τε ἅμα καὶ συγκαθαιρήσειν, καὶ τὴν μνήμην περιαιρήσειν· ἐπειδὴ βαρὺς αὐτῷ ἦν ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος. Εἶτα ὥσπερ συναισθόμενος ἑαυτοῦ, ὡς ἀπρόσωπον καὶ ἀνυπόστατον ἀποφαίνει τὸν Χριστὸν, οἷα οἱ ἐκ φρενίτιδος ἀνενέγκαντες, καὶ οἱ ἐκ μανίας καταστάντες, εἰς ἑαυτὸν ἐπάνεισι, καὶ ἐπὶ τὸν ἴδιον ἔμετον ἐπανέρχεται καὶ πάλιν ἐπὶ τὸ πρόσωπον χωρεῖ καί φησιν·

« Οὐ δυνατὸν γὰρ ἐπὶ τοῦ ἐκ δύο φύσεων ἐν ἑνὶ προσώπῳ ὄντος, ἐπὶ τῆς μιᾶς φύσεως πρόσωπον εἰκονίζειν, καὶ ἐπὶ τῆς μιᾶς ἀπρόσωπον τυγχάνειν. Ἐτι τοῖς ἑαυτοῦ συνίσταται δόγμασιν, οὐκέτι κατὰ τὸν προλαβόντα τρόπον· ἐντεῦθεν γὰρ ἀποδύεται τὸ τῆς πεύσεως σχῆμα, καὶ ὥσπερ ἐπιλαθόμενος ἑαυτοῦ, τῶν μὲν προτέρων ὑπερορᾷ πλασμάτων, ἀποφαίνεται δὲ λοιπὸν τὰ δοκοῦντα· οὐ κατὰ λογικὴν μέθοδον προερχόμενος, οὐ κατὰ γραφικὴν ἢ πατρικὴν ἀπόδειξιν τὸν λόγον ποιούμενος, ἀλλ᾽ ἅπερ αὐτῷ ἡ ἐξουσία ἐπέτρεπε, καὶ ἡ τοῦ νοὸς σαθρότης, καὶ τῆν γαστρὸς ἡ παχύτης, καὶ τῶν ἐμέτων ἡ ἀκαθαρσία, καὶ τῆς κοπρίας ἡ ὑπάλειψις, ἔτι καὶ τῶν ἐγκοσμίων καὶ χαμαὶ ἐρχομένων ἡ ἄμετρος προσπάθεια, ἐφ᾽ οἷς δοξάζεσθαι καὶ ἐντρυφᾶν ᾤετο, θαῤῥούντως δογματίζει. Ὡς μὲν οὖν εἰκαίους καὶ λέσχης ἐμπλέους ἡμῖν ἐπαντλεῖ λόγους, παντί που δῆλον. Ὅμως οὐκ ἀποοκνητέον τῇ τούτων ἀπαιδευσίᾳ εὐκαίρως καὶ ἀκαίρως ἀντικαθίστασθαι. Οὐδὲν γὰρ κωλύει καὶ νῦν ἐκ τῆς τῶν λόγων αὐτοῦ ὑποθέσεως ὡρμημένους, πάλιν εἰς ἀντίφασιν αὐτὸν περιάγειν, καὶ ἑαυτῷ προφανῶς ἀντικαθιστάμενον δεῖξαι. Ῥητέον γὰρ, ὅτι ἐπειδὴ προσώπου ἑνὸς ὄντος, ἔφησεν ἀδύνατον εἶναι εἰκονίζεσθαι τὸν Χριστὸν, κατὰ τὴν ἑτέραν τῶν φύσεων, καὶ βεβαιοῖ τοῦτο φάσκων μετὰ βραχέα· « Ὅτι ἡ εἰκὼν, προσώπου ἐστὶν εἰκὼν, καὶ ταύτῃ τὴν θείαν φύσιν ἀπρόσωπον ὡς ἀπερίγραπτον τυγχάνειν, » πάντως ἵνα ἡ ἀκόλουθος τῷ λόγῳ ἀντίθεσις φυλαχθῇ, καὶ ἐκ τοῦ ἀνεικόνιστον δοξάζειν τὸν Χριστὸν, ἀπρόσωπον ὡσαύτως ἐπὶ τῆς ἑτέρας τῶν φύσεων αὐτὸν εἰσαγάγοι. Καὶ τοῦτό ἐστι πάλιν ἀδύνατον. Ἔλεξε γὰρ ἂν βιασθεὶς κἀνταῦθα, ὅτι οὐ δυνατὸν ἐπὶ τοῦ ἐκ δύο φύσεων ἐν ἑνὶ προσώπῳ ὄντος, ἐπὶ τῆς μιᾶς φύσεως πρόσωπον ἀνεικόνιστον εἶναι, καὶ ἐπὶ τῆς μιᾶς ἀπρόσωπον τυγχάνειν, καὶ ψιλὸν μόνον Θεὸν νοεῖσθαι τὸν Χριστὸν, καὶ ἐπὶ τῆς θεότητος αὐτοῦ μόνης πρόσωπον διδόναι, καὶ μὴ εἰκονίζειν αὐτόν· καθὸ τὸ ἀνεικόνιστον, προσώπου ἐστὶν ἀνεικόνιστον· καὶ ἡ σάρξ ἐστι περιγραπτή. Οὕτως οὖν ἐπὶ τοῖς προειρημένοις αὐτῷ ἀτόποις, ὁμοίως καὶ τὰ νῦν ἀναφαινόμενα ἄτοπα. Καὶ γὰρ τὸ ἀμφίκρημνον οὐκ ἐξέκλινε, ταῖς τῶν οἰκείων λόγων συνδούμενος ἄρκυσιν· ἐπεὶ ἐδέησέ γε καὶ μὴ βουλομένῳ αὐτῷ, καίτοι πολλὰ περὶ τοῦ ἀπεριγράπτου καμόντι, καὶ κενολογήσαντι πλείονα, περιγραπτὸν ὁμολογῆσαι τὸν Λόγον, ἵνα μὴ πρόσωπον ἰδικῶς ἐπὶ τῆς θεότητος αὐτοῦ εἰσάγοι μόνης, καὶ ἡ σὰρξ καταλειφθῇ ἀπρόσωπος. Ἢ πάντως γε λελείψεται ἀόρατον αὐτὸν οἴεσθαι καὶ ἀναφῇ καὶ ἀπαθῆ, καὶ τὸ ὅλον εἰπεῖν μηδὲ σάρκα ἀνειληφέναι. Καὶ πῶς ἐκφεύξεται τὸ τῆς δοκήσεως καὶ φαντασίας βλάσφημον; Τοῦτο δὴ τὸ πρόσωπον καὶ τὴν ὑπόστασιν ἁπλῆν μὲν τέως οὐ λέγει εἶναι· ἢ γὰρ ἂν τὸ πᾶν τῆς οἰκονομίας ἀνεῖλεν, ὅπερ νῦν ἄντικρυς εἰπεῖν δέδοικεν, ὡς ἂν ἐκφανείη πάντα κυκῶν καὶ κατασείων τὰ καθ᾽ ἡμᾶς μυστήρια. Τὸ γὰρ φύσει ἁπλοῦν, οὔτε ὁρᾶσθαι, οὔτε εἰδοποιεῖσθαι, οὔτε πάσχειν τι καθ᾽ ὀντιναοῦν τρόπον πέφυκεν· ἀπαθὲς γὰρ καὶ ἄφθαρτον καὶ πάντη ἄληπτον καὶ ἀπερινόητον. Τοῦτο δὲ τί ἂν εἴη ἄλλο ἢ θεός; Τοῦτο οὖν οὐ λέγει, σύνθετον δὲ καὶ αὐτὸς αὐτῆς ὡμολόγησεν, εἰπὼν ἐκ δύο φύσεων γεγενῆσθαι, κἂν ταμιεύηται νῦν ὃν δοκεῖ τρόπον συνθέσεως. Τεχνάζεται γὰρ διὰ τῆς μιᾶς τοῦ ἀπεριγράπτου φωνῆς, καὶ τἄλλα πάντα ἀνελεῖν ἰδιώματα.

Σύνθετον δὲ ἐκ τῶν ἐναντίων αὐτήν φαμεν ἡμεῖς, καθὰ δὴ οἱ θεηγόροι διδάσκουσι φάσκοντες· « Προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκός τέ φημι καὶ πνεύματος. » Ἀδύνατον γὰρ δύο φύσεις εἰς ἑνός τινος ὕπαρξιν συνερχομένας, μὴ εἶναι ἐναντίας καὶ διαφόρους, ὧν τὸ διάφορον, καὶ ὁ ἀριθμὸς παρίστησιν· οἷς γὰρ συντεθεῖσιν ὁ ἀριθμὸς ἐπιφημισθείη, τὸ ἑτεροφυὲς τῶν ἠριθμημένων εἰσήγαγεν. Εἰ γὰρ ταὐτὸν εἶεν, οὐ δύο ἂν εἶεν, ἀλλὰ μία. Πῶς γὰρ ἐπὶ τῆς μιᾶς καὶ τῆς αὐτῆς σύνθεσιν γενέσθαι δυνατόν; Ἡ γὰρ σύνθεσις, τὸ διάφορον τῶν συντρεχόντων, ἃ δὴ καὶ ἑτεροούσια εἶναι δηλοῖ. Καὶ πειθέτω ταῦτα ὁ λέγων· « Οὔπω ἦν κρᾶμα ἐξ ἀμφοτέρων, οὐδέ τις μίξις τῶν ἐναντίων, περὶ τοῦ ἀνθρωπείου φιλοσοφῶν συγκρίματος, καὶ τῆς κατὰ τὸν ἄνθρωπον δημιουργίας, ἐξ ἀοράτου καὶ ὁρατῆς φύσεως διαπλασθέντα, τῶν ἐναντίων ἀλλήλοις κειμένων προδήλως. Τί δὴ οὖν σύνθετον λέγων τὴν ὑπόστασιν, μὴ καὶ τὰ πρόσφορά τῶν ἐν αὐτῇ θεωρουμένων, εὐγνωμόνως καὶ οἰκείως ἀποδέδωκεν; Εἰ γὰρ ἐναντίον τὸ ὁρατὸν τῷ ἀοράτῳ, καὶ τὸ ἀπτὸν τῷ ἀναφεῖ, καὶ τὸ φθαρτὸν τῷ ἀφθάρτῳ, καὶ τὸ παθητὸν τῷ ἀπαθεῖ, καὶ εἴ τι τούτοις ὁμοίως ἀλλήλοις ἀντίκειται, καὶ περὶ ἓν καὶ τὸ αὐτὸ πρόσωπον τοῦ Χριστοῦ θεωροῦνται, ὅτου δὴ χάριν μὴ καὶ ἡ ἑτέρα ἀντίθεσις ἐπ᾽ αὐτῷ θεωρηθήσεται· τὸ περιγραπτὸν λέγω καὶ ἀπερίγραπτον; Ἀπερίγραπτον γὰρ εἰσφέρων τὴν σάρκα, οὐδὲν ἕτερον λέγει ἢ ὅτι οὐδὲν διοίσει ἡ θεία φύσις τῆς ἀνθρωπίνης, ἢ τὸ ἄκτιστον τοῦ κτιστοῦ· εἰς ταὐτὸν γὰρ φέρει ἀμφότερα, καὶ περισσὸν αὐτῷ καὶ ἄκαιρον τῶν δύο φύσεων τὸν λόγον προχειρίζεσθαι. Εἰ μὴ γὰρ ἑκατέρᾳ τῶν φύσεων τὰ οἰκεῖα καὶ ὃ πέφυκεν αὐτὴ, ἀποδοθείη γνωριζομένῃ ταῖς ἰδιότησι, ποῦ ἡμῖν φανήσονται αἱ ἐναντίαι καὶ φυσικαὶ διαφοραὶ καὶ οὐσιώδεις ποιότητες; Καὶ εὑρεθήσεται ἓν καὶ ταὐτὸν τὰ ἐναντία, ὅπερ ἀδύνατον.

Ἀρειανῶν ταῦτα καὶ Ἀπολιναρίου καὶ Εὐτυχοῦς, καὶ τῆς συγχυτικῆς καὶ ἀκεφάλου μοίρας τὰ φάσματα καὶ σοφίσματα, ὧν τινα παρατεθέντα, ὅσον διοίσει τῶν ἐκείνου, ἐμφανιεῖ. Ὧδε γὰρ ἔχει· « Ὥστε σάρκα λέγοντες, οὐ τὸ οἰκεῖον ἔχουσαν πρόσωπον ἀλλὰ τὸ τοῦ Θεοῦ, Θεὸν ἐν τῇ θεϊκῇ δόξῃ κηρύσσομεν. » Καὶ αὖθις· « Εἰ γὰρ ὁ ἐκ τῆς Παρθένου εἶς Κύριος ὠνόμασται, καὶ αὐτός ἐστι δι᾽ οὗ τὰ πάντα γέγονε, μία φύσις ἐστὶν, ἐπειδὴ πρόσωπον ἓν οὐκ ἔχον εἰς δύο διαίρεσιν· ἐπεὶ μὴ δὲ ἰδία φύσις σώματος, καὶ ἰδία φύσις ἡ θεότης κατὰ τὴν σάρκα· ἀλλ᾽ ὡς ἄνθρωπος μία φύσις, οὕτως καὶ ὁ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος Χριστός. » Ἐπεὶ οὖν τούτοις συμφθέγγεται, ἀκόλουθον ἦν αὐτῷ καὶ μίαν φύσιν λέγειν συγκειμένην ἐξ ἀμφοῖν ἐπὶ τοῦ Χριστοῦ, ἵνα συνεξαμαρτάνων αὐτοῖς τῇ ἀσεβείᾳ μὴ καθυφῇ· τούτων γὰρ τὸ ἄθεον ὄντως καὶ βλάσφημον νοσῶν, τὴν μεγάλην ἐκείνην καὶ πολυάνθρωπον ἱερὰν σύνοδον ἀθετῆσαι ἐσπούδασεν, ἥτις τὸν περὶ τῆς κατὰ Χριστὸν ὑποστάσεως καὶ τῶν κατ᾽ αὐτὸν φύσεων λόγον, θείῳ Πνεύματι κεκινημένη διετράνωσε, σαφέστερον καὶ ἐκδηλότερον τὸ τῆς θείας οἰκονομίας μυστήριον ἡμῖν διακηρύξασα.

Προσεκτέον γὰρ πρότερον, ὅτι ἐκ δύο μὲν φύσεων ἐνταῦθα δογματίζει τὸν Χριστόν· οὐκ οἶδ᾽ ὅπως, ὁ μηδεμίαν αὐτῷ μορφὴν πρὸ μικροῦ συγχωρῶν. Ἐν δυσὶ δὲ αὐτὸν φύσεσιν, οὐδαμῶς τέως εἰπὼν φαίνεται. Μή ποτ᾽ οὖν κἀνταῦθα κατὰ τοὺς διδασκάλους αὐτοῦ, διὰ τὴν μίαν ὑπόστασιν, καὶ τὰς φύσεις συγχεῖ; τὸ γὰρ περιγραπτὸν περιελὼν, δηλοῦται καὶ τὰς λοιπὰς τῆς σαρκὸς ἀπαναινόμενος διαφοράς. Ὁ δὲ τοῦτο λέγων, οὐδὲ τὰς τῆς θείας φύσεως φυλάξει ἰδιότητας, καὶ οὔτε περιγραπτὴν οὔτε ἀπερίγραπτον τὴν τοῦ Κυρίου ὑπόστασιν δέξεται· τοιοῦτος γὰρ ὁ τῆς συγχύσεως τρόπος· οὐδ᾽ ὁπότερόν τι τῶν ἡνωμένων δείκνυσιν εἰλικρινῶς ὅν, ἕτερον δέ τι ἀποτελῶν ὡς τὰ συνεφθαρμένα· καθὰ τοῦτο ἴδοι τις καὶ ἐπὶ τῆς τῶν τηκτῶν λεγομένων συγχύσεως, καὶ τῆς τῶν μεταλλικῶν ἐνώσεως· οὐχ ἧττον δὲ καὶ ἐπὶ τῶν κατὰ τὴν ἰατρικὴν συντιθεμένων φαρμάκων, ἔτι καὶ ἐπὶ τῆς τῶν στοιχείων κατὰ τὰ σώματα συνδρομῆς· ὡς οὐδὲν καθαρῶς ἐστιν, οὔτε γὰρ μόνον πῦρ ἐστιν, οὔτε γῆ, οὔτε τι τῶν ἄλλων. Τὰ παραπλήσια δὲ καὶ περὶ τῶν διπλῶν ἐνεργειῶν τῶν κατὰ Χριστὸν θεωρουμένων πεφρόνηκέ που πάντως. Διὰ τὴν μίαν γὰρ ὑπόστασιν, καὶ μίαν ἐνέργειαν ἐδίδου ἄν· δειχθείη δὲ καὶ οὕτως τοῖς τῆς συγχύσεως καὶ δοκήσεως καθηγησαμένοις ἑπόμενος διδασκάλοις. Καθάπερ γὰρ ἐκεῖνοι τῆς τοῦ ἀριθμοῦ δυάδος δυσσεβῶς καὶ κακοήθως ἐπιδραξάμενοι, ὃν οἱ τῆς εὐσεβείας καὶ τοῦ ὀρθοῦ προεστηκότες λόγου, ἐπὶ τῶν δύο φύσεων εὐσεβῶς ἐπρέσβευον, καὶ εἶτα ὡς αἴτιον διαιρέσεως τῆς κατὰ Χριστὸν ὑποστάσεως προάγοντες, ὡς ἢ δύο πρόσωπα διὰ τὰς φύσεις εἰσάγεσθαι, ἢ διὰ τὸ ἓν πρόσωπον, μίαν ἐξ ἀνάγκης φύσιν δίδοσθαι, οὕτω καὶ οὗτος τῇ τοῦ ἀπεριγράπτου προσπλεκόμενος λέξει, δοκεῖ βαθέως καὶ ἄγαν κατασκευάζειν, ὡς ἢ διαιρεῖσθαι διὰ ταύτην καὶ τὴν τοῦ Χριστοῦ ὑπόστασιν, ἢ καὶ τὸν λόγον τῇ σαρκὶ συμπεριγράφεσθαι. Ἔχει γὰρ τὰ ἐπαγόμενα οὕτως·

« Ἀλλ᾽ ἢ καὶ τὸ θεῖον συμπεριγράφεσθαι ἔχει ἐν τῇ εἰκόνι ἐκείνῃ, καθώς ἐστιν ὁ Χριστὸς ἐκ διπλότητος, ἢ ψιλὸν μόνον ἄνθρωπον νοεῖσθαι τὸν Χριστὸν, καὶ εἰκονίζειν αὐτὸν οὕτως, καθὸ ἡ εἰκὼν προσώπου ἐστὶν εἰκὼν, καὶ τὸ θεῖόν ἐστιν ἀπερίγραφον. » Πῶς τοῦτο λέγει, κἂν ἔχῃ φύσεως οὕτω τὸ πρᾶγμα, κἂν μή; Ἀλλὰ ταῦτα μὲν, ὡς δοκεῖ τῇ ματαιότητι, τυραννικῶς ἀποφαίνεται, οὐδενὶ λόγῳ τῆς ἀληθείας συνηγόρῳ χρώμενος. Ἡμῖν δὲ καὶ μικρῷ πρόσθεν περὶ τούτου σὺν ἀληθείᾳ εἴρηται ἤδη, ὡς ὁ θεῖος Λόγος μηδὲν πεφυκὼς πάσχειν, καὶ ἐν σώματι γενόμενος, ἀπαθής γε οὐδὲν ἧττον μεμένηκε, καὶ τῶν εἰκῆ πεφλυαρημένων ὁλοτρόπως ἀπείρατος. Καὶ νῦν δὲ διὰ βραχέων εἰρήσεται. Λεκτέον γὰρ, ὅτι οὐ μόνον περιγραφομένῳ τῷ σώματι ὁ Λόγος οὐ συμπεριγραφήσεται, ἀλλ᾽ οὐδὲ ἐν αὐτῷ τῷ σώματι γεγονὼς περιγέγραπται, καίτοι οὐσιωδῶς, καὶ ἀδιαστάτως αὐτῷ συνημμένῳ. Καὶ τοῦτο οἶμαι μηδενὶ ἠγνοῆσθαι, εἴ τι πειστέον τοῖς εὐαγγελισαμένοις ἡμῖν τὰ ἐπὶ τῇ θείᾳ πεπραγμένα συγκαταβάσει. Πῶς γὰρ ἀληθεύσει ὁ μέγας Ἰωάννης τῇ ἀληθείᾳ μαρτυρῶν καὶ λέγων· Μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, τὸν οὔπω παρόντα σωματικῶς αἰνιττόμενος; Αὐτός τε ὁ Σωτὴρ ἡ Ἀλήθεια· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε, τῷ Ναθαναὴλ προσφθεγγόμενος, καὶ τοῖς μαθηταῖς πόρρω τῆς Βηθανίας σωματικῶς συναυλιζόμενος· τόν γε Λαζάρου θάνατον ἀνακοινούμενος· συνεῖναί τε αὐτοῖς μετὰ τὴν ἀνάστασιν ἕως τῆς συντελείας τοῦ αἰῶνος ἐπαγγελλόμενος. Τί χρὴ ἀπαριθμεῖσθαι τὰ πλείονα; Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματι αὐτοῦ, ἐκεῖ εἶναι ἐν μέσῳ αὐτῶν καθυπισχνεῖται. Πανταχοῦ δὲ οἱ συνηγμένοι, πανταχοῦ ἄρα καὶ αὐτὸς ἔσται· καὶ ὅπως εἰς προϋπτον ἅπασι πρόκειται, ὡς κατὰ τὴν ἀνέκφραστον καὶ ἀπόῤῥητον θείαν φύσιν, καθ᾽ ἣν πανταχοῦ καὶ ὑπὲρ ταῦτα νοεῖται. Καὶ γάρ που διαγορεύει τὰ λόγια· Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος; Καὶ αὖθις· Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόρρωθεν· καί· Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην· καί· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Καὶ αὐτὸς μὲν πᾶσι πάρεστιν, οὐ πάντα δὲ αὐτῷ πάρεστιν, οἱ θεολόγοι φασίν. Ἐξ ὧν ἁπάντων δηλοῦται τὸ θεϊκῶς πᾶσι παρεῖναι· οὐ γὰρ δὴ σωματικῶς πανταχοῦ παρῆν συνηγμένοις αὐτοῖς· οὐδὲ ἐν ῷ ἔφασκον οἱ μαθηταί· Ἐν τῷ ὀνόματί σου τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται. Ἐτέρωθι γὰρ ἐν τινι τόπῳ τὸ σῶμα ἐφαίνετο. Σαφὲς οὖν ὅτι οὐ περιγέγραπτο ἐν τῷ σώματι, ἡ δὲ τοῦ ὀνόματος παναλκὴς καὶ ἀκατάληπτος δύναμις ἐνήργει πανταχοῦ τὰ τεράστια. Οὐ προφητικῇ δὲ προγνώσει καὶ χάριτι (ἄπαγε) τοιαῦτά τε ἔπραττε καὶ τοῖς μαθηταῖς προύλεγεν· ὥσπερ βλέπων τὰ ἔμπροσθεν, ὡς Θεὸς δὲ παρὼν ἅπασιν, οὐδὲ ἐνεργείᾳ ψιλῇ, κατά τινας τῶν πάλαι τὰ τοιαῦτα ληρωδησάντων, κενῶσαι μὲν τοὺς οὐρανοὺς τῆς ἑαυτοῦ ὑποστάσεως κατὰ τοὺς καιροὺς τῆς θείας σαρκώσεως, εἶναί τε οὐσιωδῶς σὺν ἡμῖν, ἐνεργείᾳ δὲ καὶ ἀξίᾳ μόνῃ πρὸς τὸν Θεὸν καὶ Πατέρα· ἐπεὶ ἕτερον οὐσίαν καὶ ἄλλο ἐνέργειαν ὥσπερ ἐπὶ τῶν σωματικῶς θεωρουμένων, οὕτω δὴ καὶ ἐπὶ τοῦ θείου Λόγου ἐτίθεντο· ὅπερ τοῖς εὐσεβέσιν ἀπείρηται· ἐπὶ γὰρ τῶν ἁπλῶν καὶ ἀσωμάτων ἐν οὐδενὶ διαφέρειν ἴσασιν· οὐ γὰρ διοριστέον ταῦτα ἀλλήλων, ἵνα μὴ σύνθετον τὸ ὑπὲρ πᾶσαν ἁπλότητα νοοῖτο· οὔτε γὰρ ἡ θεία οὐσία ἀνενέργητος εἴη ἄν ποτε, οὔτε ἀνούσιος ἡ ἐνέργεια· ὁ πατήρ μου γὰρ, φησὶν, ἕως ἄρτι ἐργάζεται, καὶ ἐγὼ ἐργάζομαι. Ἡ μὲν γὰρ, τὸ ὑπερουσίως εἶναι αὐτὸν καὶ ἀεὶ ὡσαύτως εἶναι, καὶ ἀπαρεγκλίτως ἐπὶ τῆς ἑαυτοῦ μονιμότητος καὶ ἰδρύσεως ἵστασθαι, δηλοῖ. Ἡ δὲ, τὰς ἐν τοῖς οὖσι προνοητικὰς προόδους καὶ ἀρρήτους οἰκονομίας παρίστησι, καθ᾽ ἃς ἀνεκφοιτήτως τῆς οἰκείας ἁπλότητος προϊὼν, πρακτικεύεται, τὴν τῶν ὅλων ἐργαζόμενος πρόνοιαν. Ἀλλ᾽ εἰ καὶ μετὰ ἀνθρώπων κεχρημάτικεν ὡς ἀληθῶς ἄνθρωπος, τῶν πατρικῶν οὐκ ἀπελείπετο κόλπων, καὶ ὁ Πατὴρ ἦν ἐν αὐτῷ, καὶ αὐτὸς ἐν τῷ Πατρί.

Εἰ τοίνυν, καθάπερ ὁ τῆς ἀληθείας ἐφοδεύων συμπεραίνει λόγος, ἐν τῷ ἰδίῳ οὐ περιγέγραπται σώματι, ποίας ἀνοίας καὶ ἀλογίας ἔτι καὶ δυσσεβείας οὐχ ὑπεροίσει μέτρον, τὸ λέγειν συμπεριγράφεσθαι περιγραφομένῳ τὸν Λόγον τῷ σώματι, ἀπεριγράπτου δὲ τοῦ θείου ὄντος Λόγου; Συμπαραληφθῆναι γὰρ δεῖ καὶ τῶν ζητουμένων τὸ σύστοιχον· καὶ ἐν ἅπασι παρόντος, τῆς μείζονος ἂν εἴη μανίας καὶ τῆς ἐσχάτης παραφροσύνης τὸ φράζειν, χωρίζεσθαι τὸν Λόγον τοῦ σώματος, ἡνίκα περιγραπτὸν ὡμολόγηται. Εἰ γὰρ οὐδενὸς ἅπεστι, καὶ οὐδαμόθεν ἀπολιμπάνεται, πόσῳ λέγειν ἀληθέστερον, ὅτι ἐν τῷ σώματι τῷ οἰκείῳ καὶ καθ᾽ ὑπόστασιν αὐτῷ ἡνωμένῳ, καὶ περιγραπτῷ γε ὄντι, ἀεὶ πάρεστιν, ἵν᾽ ἅμα καὶ κατὰ ταὐτὸν ἡ ἐπ᾽ ἀμφοῖν τῶν ἀσεβῶν ἄτοπος καὶ παράλογος διελέγχηται φιλονεικία; Εἰ μὲν γὰρ ἡ κτίσις ἡ σύμπασα ᾗ πάρεστιν ὡς Θεὸς ἀπεριγράπτως, ἦν ἀπερίγραπτος, ἐξήνυεν ἄν τι ἴσως ὁ λόγος αὐτῷ. Εἰ δὲ πάντα περιγραπτά ἐστι, τίνος ἕνεκεν ἡ ἀνούστατος αὕτῃ καὶ ψυχρὰ ἕνστασις, τοῦ οἰκείου μόνον ὑπερορίσθαι τὸν Λόγον σώματος; Ὄντως ἱστὸν ἀράχνης ὑφαίνουσιν οἱ ταῦτα φρονοῦντες καὶ λέγοντες.

Τούτων δὲ οὕτως εἰρημένων, ἐπὶ τὰ λοιπὰ τοῦ λόγου τρεψώμεθα. Εἰ ἐκ διπλότητος πρεσβεύει εἶναι τὸν Χριστὸν, εἰ ἐβούλετο σεσῶσθαι αὐτῷ ὃ περιθρυλεῖ εὔφημον καὶ κομψὸν τῆς διπλότητος ὄνομα, περιγραπτὸν κατὰ τὴν ἑτέραν τῶν φύσεων ὁμολογεῖν τὸν Χριστὸν ἔδει. Ἐπειδὴ δὲ τοῦτο οὐ δίδωσιν, ἐξήπλωται αὐτῷ τὸ συνεπτυγμένον καὶ θαυμαστὸν τῆς διπλότητος· καὶ γεγύμνωται τῆς διπλότητος τοῦ τρόπου καὶ τῶν πανούργων αὐτοῦ σοφισμάτων. Τοιαύτη δὲ ἡ ἀλαζονεία καὶ φιλαυτία, τὰ πέρα τοῦ μέτρου κενεμβατοῦσα περιαθρεῖν· ὧν δὲ ἐφεῖται διατεκμαίρεσθαι καὶ διασκοπεῖσθαι, διαμαρτάνειν περιφανῶς. Ἐχρῆν γὰρ ἐξ ὧν αὐτὸς προῆγε λόγων, προαισθέσθαι γε καὶ συνιέναι, ὅτι αὐτῷ ἐκεῖθεν ἐκβήσεται. Ἐκ διπλότητος δοξάζει τὸν Χριστόν; Ταύτῃ γοῦν καὶ σύνθετος ἔσται πάντως. Εἰ γὰρ τὸ ἁπλοῦν ἀσύνθετον, τὸ ἐκ διπλότητος σύνθετον. Τί οὖν τὸ περιιστάμενον; Εἰ ἀπερίγραπτον τὸ Θεῖον, διότι ἁπλοῦν καὶ ἀσύνθετον, τὸ ἐκ διπλότητος καὶ σύνθετον, τί ἔσται; Ἔφησεν ἂν πάντως καὶ μὴ βουλόμενος περιγραπτόν· ἄλλως τε δὲ αὐτὴ ἡ τῆς συνθέσεως ἔννοια, τὴν περιγραφὴν ἡμῖν ἐκ παντὸς ὑποτίθεται. Οὕτως πανταχοῦ καὶ τῷ ὀρθῷ λόγῳ καὶ ἑαυτῷ ἀπομαχόμενος δείκνυται. Καὶ ταῦτα μὲν πρὸς τοὺς ἐκείνου λόγους λελέχθω. Δοκεῖ γὰρ κατειληφέναι τὸ Χριστοῦ μυστήριον, μηδὲ τὰ ἐν ποσὶν εἰδὼς ἢ βλέπων. Καθάπαξ γὰρ τῆς εὐθείας καὶ βασιλικῆς ἀπονενευκὼς τρίβου, ἐπὶ τοὺς ἐφ᾽ ἑκάτερά πως ἀποκεκλικότας κρημνοὺς ἴεται.

Βούλεται οὖν τοὺς ἀκροωμένους ὑπὸ τῆς ἀνάγκης τῶν λόγων ἠγμένους, δυοῖν ἑλέσθαι τὸ ἕτερον. Ἢ γὰρ γράφοντας τὸν Χριστὸν, ἀναγκασθῆναι διπλῷ τῷ δοκοῦντι περιπεσεῖν ἁμαρτήματι· ἤτοι συμπεριγράφειν τὸ Θεῖον τῇ εἰκόνι, διὰ τὸ ἐν πρόσωπον, ὅπερ ἐκ διπλότητος, ὥς φησιν, ἐστίν· ἤτοι ψιλὸν μόνον ἄνθρωπον νοεῖσθαι τὸν Χριστὸν, καὶ τῇ Νεστορίου συμφέρεσθαι φρενοβλαβείᾳ. Ἢ ταῦτα διαφυγεῖν αἱρουμένους, μὴ γράφειν αὐτὸν, ἵνα τῇ ἐκείνου κακοδοξίᾳ περιπέσοιεν· ταὐτὸν δὲ εἰπεῖν, τῇ φαντασιώδει καὶ ἀντιπάλῳ μοίρᾳ, τῶν ἐκ διαμέτρου λέγω τῆς ἀληθείας ἀποσφαλέντων, ἧς ὅλος θερμῶς περιεχόμενος γίνεται, τὸ μὲν ἐκ διπλότητος λέγων, τὸ δὲ ἐν διπλότητι, ἤγουν ἐν δυσὶ φύσεσι τὸν Χριστὸν εἶναι, πανταχοῦ παραιτούμενος. Καὶ οὕτως ἐξ ἑνός γε τοῦ τρόπου ὁ τῆς θείας σαρκώσεως παραβλάπτοιτο λόγος. Ὧνπερ ἡ Ἐκκλησία διαφυγοῦσα τὰ ἄτοπα, καὶ τὴν ἐπὶ θάτερα θεοπρεπῶς παρατροπὴν ἐκκλίνασα, καὶ τὴν μέσην ὥσπερ καὶ κατ᾽ εὐθὺ ἰοῦσα ὁδὸν, μόνης ἔχεται τῆς ἀληθείας, ὀρθοδόξως καὶ εὐσεβῶς τὴν κατὰ Χριστὸν οἰκονομίαν ὁμολογοῦσά τε καὶ περιέπουσα. Ἀλλὰ ταῦτα δογματίζων δῆλός ἐστιν ὅμοιόν τι ποιῶν, ὡς εἴ τις ἰδὼν δακτυλίῳ χρυσῷ, φέρε εἰπεῖν, ἐκσφραγίσματα πλείονα ἐν κηρῷ ἀποτυπούμενα, ἐνίστατο λέγων, ἢ τὸν χρυσὸν τῷ κηρῷ συνανακεκρᾶσθαι καὶ συναναμεμίχθαι ἐναποματτόμενον τὰ χαράγματα, ἢ πάντως γε τὴν ἐγκεχαραγμένην ἐν τῷ δακτυλίῳ γραφὴν διίστασθαι ἀπ᾽ αὐτοῦ καὶ μερίζεσθαι. Ἢ ὡς ἄν τις τὸ πῦρ εἰκονιζόμενον θεάσοιτο, καθὰ πολλάκις ὁρῶμεν τροχούς τινας πυρώδεις, καὶ φλόγας πυρὸς ἀναπτομένας, καὶ τοῖς χερουβὶμ συνδιαγραφομένας· καθ᾽ ἃς οἱ θεολόγοι ἀγγελοφανείας εἶδον, πάντως καὶ τὴν ἐμπύριον συμπεριγεγράφθαι τῇ ὕλῃ δόξει θερμότητα, ἢ κεχωρίσθαι τὸ πῦρ τῆς οἰκείας καὶ οὐσιώδους ποιότητος εἰκονιζόμενον. Ὡς οὖν ταῦτα φρονεῖν καὶ λέγειν ἀνόητον καὶ ἀδύνατον, ἀνοητότερον ἐκεῖνο καὶ ἀδυνατώτερον· ἀσυνέτου γὰρ ταυτὶ καὶ ἐξεστηκυίας φρενὸς ἀποβράσματα. Εἰ γὰρ οὐδὲν τὰ εἰρημένα εἰς τὴν ἑαυτῶν φύσιν πάθοιεν, πῶς ὅ γε ὑπερφυὴς καὶ ἀπαθὴς Λόγος, ἢ συμπεριγραφήσεται τῇ ἰδίᾳ σαρκὶ, ἢ γραφομένης διαστήσεται, ἢ ἕτερόν τι τοιοῦτον πείσεται, εἴπερ οὐδὲ ἐν τῇ παναγίᾳ αὐτοῦ σαρκὶ ᾗ, οὐσιωδῶς ἤνωται, περιγέγραπται; Ἐχρῆν δὲ συνιδεῖν καὶ πεπεῖσθαι τὸν σοφὸν τοῖς Χριστιανῶν ἐπόμενον δόγμασιν, ὅτι περ ὁ θεῖος Λόγος σῶσαι τὸ καθ᾽ ἡμᾶς γένος διὰ τῆς σωτηρίου αὐτοῦ ἐπιφανείας βουλόμενος, ἐν τῇ ἑαυτοῦ ὑποστάσει ἀρρήτως καὶ ὑπὲρ λόγον, ὅλην ὅλῳ ἑαυτῷ τὴν περιγραπτὴν δὴ ταύτην καὶ γραπτὴν ἡμῶν φύσιν καὶ εἰκονιζομένην προσειληφῶς ἤνωσεν, ἥτις καὶ μετὰ τὴν πρόσληψιν περιγραφομένη καὶ γραφομένη εἰς ἀεὶ διασώζεται. Εἰ γὰρ τὸ περιγραπτὸν τοῦτο σῶμα οὐ προσείληπται, οὐδὲ σέσωσται. Τὸ γὰρ ἀπρόσληπτον, ἀθεράπευτον, φασὶν οἱ θεολόγοι. Εἶτα ἐπιφέρει τοιαῦτα.

« Λέγει δὲ ὁ ποιήσας τὴν εἰκόνα ἐκείνην, ὅτι εἰκὼν τοῦ Χριστοῦ ἐστι. Καὶ τὸ Χριστός ὄνομα γινώσκεται, ὅτι οὐ μόνον ἄνθρωπον δηλοῖ, ἀλλὰ καὶ Θεόν. » Ἔδει αὐτὸν κἂν γοῦν τοὺς οἰκείους δυσωπηθέντα λόγους, συναισθέσθαι τῆς ἀτοπίας τῶν παρ᾽ αὐτοῦ προαγομένων. Ἀλλ᾽ ἔοικεν ἡ πλάνη καὶ τὸ ψεῦδος καὶ ἑαυτῷ καὶ τῇ ἀληθείᾳ ἀνθίστασθαι. Εἰ μὲν γὰρ ἓν ἦν τὸ ἐκ τοῦ ὀνόματος δηλούμενον, τὰς περὶ τὸ ἓν ζυγομαχούσας τῶν ἐναντίων δόξας, ὁ βραβεύων τὸ ἀσφαλὲς ἐπιὼν λόγος, καὶ γνωμῶν ταλαντεύων τὸ ἀμφίῤῥοπον, δέδωκεν ἂν τὴν νικῶσαν τῷ κρείττονι· ἢ τέλεον περιγραπτὸν ἀποφαίνων τὸ ἓν, ἢ τέλεον ἀπερίγραπτον. Ἐπεὶ δὲ τῶν δύο φύσεων ὑπάρχει παραστατικὸν, καθὰ καὶ αὐτὸς ἔφησε, τίς ὁ κωλύσων λόγος, μὴ ἑκατέρᾳ τούτων τὰ οἰκεῖα καὶ προσήκοντα ἀποδίδοσθαι; ὥστε καὶ ἡνῶσθαι ἀλλήλαις, καὶ μηδετέραν ἐξεστηκέναι τῶν οὐσιωδῶς ἐν αὐταῖς θεωρουμένων, καὶ ἀτρέπτως ἐνυπαρχουσῶν φυσικῶν ἰδιοτήτων, μηδ᾽ αὖ διαιρεῖσθαι τῷ εἰς ἀλλήλας ἀσυγχύτως περιχωρεῖν. Εἰ γὰρ περὶ ταυτὸν ἄμφω, ἀλλ᾽ οὐκ ἄμφω ταῦτα, ὥσπερ οὐδὲ ψυχὴ καὶ σῶμα. Οὐ γὰρ εἴ τις δοίη τὸν αὐτὸν χρυσοχόον εἶναι καὶ λιθοξόον, ἤδη τὴν χρυσοχοϊκὴν εἰς τὴν λιθοξοϊκὴν περιαγάγοι. Ἀλλὰ τὸν ἀριθμὸν τῆς δυάδος, εἰς μέθοδον τῆς ἑαυτοῦ δυστροπίας προχειρίζεται, καὶ κακουργεῖ περὶ τὰς φύσεις· ἵνα καὶ τὸ ἀπ᾽ αὐτῶν συντεθὲν πρόσωπον, τέλεον παραγράψηται, καὶ ἣν περὶ αὐτὸ δόξαν ἔσχεν ἀποπλήσῃ ῥᾳδίως. Ὁ οὖν ποιῶν τὴν εἰκόνα ἐκείνην, καὶ λέγων ὅτι Χριστοῦ ἐστιν, οἶδε μὲν καὶ τὰ ἀπὸ τοῦ ὀνόματος δηλούμενα· οἶδε δὲ καὶ τὰ ἀπὸ τοῦ προσώπου γνωριζόμενα· οὐκ ἀγνοεῖ δὲ, ὅτι καὶ ἐναντία ἀλλήλοις τὰ συνελθόντα, ὧν μία ἡ ἐπιστήμη, καθὰ λέγεται. Εἰδὼς τοίνυν ὅτι τὸ μὲν τούτων ἀόρατον καὶ πάντη ἄληπτον, καὶ διὰ τοῦτο ἄγραπτον καὶ ἀπερίγραπτον, εἴσεται καὶ θάτερον ὅτι ὁρατὸν καὶ καταληπτόν· ὥστε καὶ περιγραπτὸν ἐξ ἀνάγκης καὶ γραπτὸν, διὰ τὴν τῶν ἐναντίων ἀντίθεσιν. Οὐ πρὸς τὸ ὅλον οὖν ἓν ὡς ὅλον ἀποβλέπων, τὸ ἐξ ἀμφοῖν τοῖν μεροῖν συγκείμενον· ἢ γὰρ ἂν ἴσως καί τινα ἀφορμὴν εἶχεν ὁ λόγος, ἀλλὰ τὸ ὁρώμενον μόνον ἀναθεωρῶν, ταύτῃ ποιεῖ. Ἐπίσταται δὲ ὅτι ἐκ τοῦ γράφειν, οὔτε συμπεριγραφήσεται καὶ θάτερον ἐξ ἀνάγκης, οὔτε αὖ τὸ ἓν ὅλον μερισθήσεται. Οὐδεὶς γὰρ λόγος ὁ δρᾶσαι τοῦτο δυνάμενος. Ὡς γὰρ οὐ παρὰ τὸ εἰδέναι τὸν γράφοντα, τὰ δηλούμενα διαστήσεται, οὕτως οὐδὲ παρὰ τὸ γράφειν τὸ ἕτερον, καὶ θάτερον συγγεγράψεται. Ἤδη τοῦτο καὶ ἐπὶ τοῦ κατὰ τὸν ἄνθρωπον παραδείγματος εἴρηται· τὸ τοιοῦτο δ᾽ ἂν καὶ ἐν ἄλλοις ῥᾳδίως εὕροι τις ἄν. Εἰ γάρ τις οἶδε πράγματός τινος διάφορα τὰ δηλούμενα, ἕλοιτο δὲ τούτων τὸ ἕτερον, ἄρα καὶ τῷ λοιπῷ συγχρήσοιτο;

Οἷον τί λέγω· ἴσμεν ὡς τὸ πῦρ διττὴν ἔχει τὴν ἀπ᾽ αὐτοῦ προϊοῦσαν ἐνέργειαν, τὴν μὲν φωτιστικὴν, τὴν δὲ καυστικήν. Εἴπερ οὖν τις τοῦ φωτισμοῦ τον ἀπὸ τοῦ πυρὸς προσδέοιτο, βιασθήσεται ἄρα, καὶ οὐχ ἑκὼν, καὶ τῆς ἐκεῖθεν φλογώσεως εἰς πεῖραν ἰέναι. Ἢ ἐάν τις πρὸς κάθαρσιν ῥύπου, ὕδατι θερμῷ προσχρήσοιτο, καὶ ψυχθήσεται πάντως ἀπ᾽ αὐτοῦ, διότι ῥυπτικὴν καὶ ψυκτικὴν κέκτηται τὴν ἐνέργειαν. Ἀλλ᾽ οὐδεὶς ἂν τῶν νοῦν ἐχόντων ταῦτα συμφήσειεν. Ἐπεὶ οὖν πρὸς ἓν ἐκεῖνος τὸ ὅλον τοῦτο τὸν Χριστὸν διασκοπῶν, ἐβούλετο καὶ τὰ ἐξ ὦν αὐτὸς, ὡς ἐν τῇ τοῦ ὅλου μνήμῃ, συνεισάγεσθαι ὁμοῦ, καὶ μηδὲν τούτων καθ᾽ ἑαυτὸ θεωρεῖσθαι· ὡς τὰ ἑτέρῳ συμβαίνοντα, πάντως καὶ θατέρῳ ἐξ ἀνάγκης ὑπάρξαι.

Εἴ ποτε Παύλου ἀκήκοεν· Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, τί αὐτῷ ἐντεῦθεν ἀπήντα; Ἐπειδὴ κοινὸν ἀμφοῖν τῶν συνδραμουσῶν φύσεων ὄνομα Χριστός· ἐβιάσθη ἂν καὶ οὐκ ἐθέλων κατὰ τὰ ἴδια προβλήματα, ἐπειδὴ καὶ Θεὸς δηλοῦται διὰ τοῦ ὀνόματος, ὡς ἂν μὴ διέλοιτο ἕν, καὶ τὸν Λόγον αὐτὸν φύσει συνεσταυρῶσθαι ταῖς ἀληθείαις λέγειν, καὶ τὴν θείαν καὶ ἀπόῤῥητον οὐσίαν τῇ ἀνθρωπίνῃ συμπεπονθέναι. Καὶ εἴ τις αὐτῷ καὶ τὸν θεῖον καὶ ζωοποιὸν τάφον ὑπέδειξεν, ἵνα τὴν περιτομὴν καὶ τὰ ἄλλα πάθη νῦν παρήσωμεν. εἶπεν ἂν τεθνηκέναι τὸν Λόγον, καὶ τὴν θείαν καὶ ἀθάνατον φύσιν τῇ ἀνθρωπίνῃ καὶ θνητῇ πάντως συγκατορωρύχθαι. Ταῦτα γὰρ αὐτῷ βούλεται, ὡς ἂν μὴ διαιρεθεῖεν αἱ φύσεις, τῷ τὴν μίαν τούτων, εἰς τὰ ἐν οἷς πάθοι, καὶ τὴν ἑτέραν δηλαδὴ συνεπάγεσθαι πάσχουσαν. Τί δὲ αὐτῷ ἐδήλου τό Ἡμῖν δὲ εἶς Θεὸς, ὁ Πατὴρ, ἐξ οὖ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ ὁ Κύριος Ἰησοῦς Χριστὸς δι᾽ οὖ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ; Ἐκ γὰρ τοῦ ἐναντίου τὰ ὅμοια αὐτῷ ἀπαντήσεται ἄτοπα. Ἐπειδὴ πρὸς τῷ ἑνί ἐστι τὰ δηλούμενα, ἐφαίνετο αὐτῷ ἅρα συνδημιουργὸς τῷ Λόγῳ, καὶ ἡ καθ᾽ ἡμᾶς φύσις ἐπὶ τῇ τῶν ὅλων παραγωγῇ, καὶ ἔσται ὁ ἄνθρωπος αὐτὸς ἑαυτοῦ δημιουργός. Καὶ πάλιν τοῦ θείου Πέτρου λέγοντος· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, διὰ τὸ αὐτὸ πρόβλημα εὑρεθήσεται καὶ ἡ σὰρξ τὸ τῆς θεότητος διὰ τῆς υἰικῆς σχέσεως, φύσει φερομένη ἀξίωμα. Οἷς παραπλήσια καὶ ἕτερα πλείονα ἀναλεγόμενός τις παρὰ τῶν θείων Γραφῶν εὕροι ἄν, ἃ τὴν βλασφημίαν τὴν ἐκείνου ἐξελέγξει καὶ ἀτοπίαν. Τοιαῦτα δὲ καὶ νοεῖν αὐτὸν καὶ φρονεῖν, αἱ τῶν οἰκείων λόγων ἀρχαὶ, καὶ περίεργοι καὶ σφαλεραὶ ζητήσεις, ἡμῖν ὑποτίθενται. Καὶ ταῦτα ἀτέχνως καὶ ἁπλῶς, οὐ τρόπῳ τινὶ οἰκειώσεως ἢ ἀντιδόσεως δογματίζοντα, κατὰ τὸν διδασκαλικὸν τῆς καθολικῆς Ἐκκλησίας λόγον, περὶ ὦν μετὰ μικρὸν εἰρήσεται.

Ἐπεὶ δὲ ἀδολεσχοῦντι καὶ ταυτοεποῦντι, συναδολεσχεῖν προὐθέμεθα τοῖς ἐπιφερομένοις αὐτῷ, καὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διεξιόντι, οὕτω πάλιν προσαπαντήσωμεν· ἔχει γὰρ ὧδε· « Καὶ πῶς τοῦ Θεοῦ καὶ ἀνθρώπου ὄνομα, τὴν θείαν φύσιν σημαῖνον καὶ ἀνθρωπίνην, ἐπὶ τῇ εἰκόνι ἐκείνῃ ἔχομεν καλέσαι, τῇ δυνατῶς ἐχούσῃ ἀνθρώπου μόνου φύσιν χαρακτηρίζειν, καὶ τὴν θείαν καὶ ἀκατάληπτον φύσιν μή; » Τὸ πῶς, ἵνα ὡς παρόντι διαλεχθῶ, εἰ σοι τὰ τῆς ψυχῆς ὦτα μὴ κεκώφωτο, εἴ σοι τὰ νοητὰ ὅμματα μὴ ἐπεπήρωτο, εἴ σοι τὰ τῶν φρενῶν μὴ ἠλλοίωτο, καὶ τὰ τῶν λογισμῶν μὴ παρετέτραπτο, εἴ σοι τῆς θεοσεβείας οἱ ὅροι ἄτρωτοι διεφυλάσσοντο, καὶ τῆς καθολικῆς Ἐκκλησίας ἡ παράδοσις συνετετήρητο ἀλώβητος, εἰ σπινθῆρα γοῦν τινα πίστεως ἐν τῇ σεαυτοῦ συνέσχες καρδίᾳ, ἀλλὰ μὴ ἐλύττας κατὰ τῆς ἀμωμήτου καὶ ἀπλανοῦς ἡμῶν ὁμολογίας, τοῖς ἄγουσί σε ἐπὶ τὸν κρημνὸν τῆς ἀπιστίας καὶ ἀπωλείας πειθόμενος, ἐδείχθη ἄν σοι καὶ ἐκδηλότατα τὸ ζητούμενον, εἴπερ ζητούμενον ἦν, ἀλλὰ μὴ ὥσπερ ἐνέδρα τις ἢ πανουργία, ταμιευόμενον.

Καὶ ἵνα τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἀναλαβόντες εἴπωμεν, ὥσπερ ἡ σταύρωσις καὶ τὰ πάθη, Χριστοῦ λέγεται, ὡς ὁ τάφος, καὶ τὰ λοιπὰ, ἵνα μὴ ἐπὶ πλεῖον ἀεὶ λέγωμεν, τὸ μέτριον ὑπερτρέχοντες, καὶ τῶν προσεχόντων τὰς ἀκοὰς ἀποκναίωμεν, καὶ οὐ δή πού φαμεν κατὰ σὲ, διὰ τὴν ἐκ τοῦ ὀνόματος τοῦ Χριστοῦ τῆς δυάδος τῶν φύσεων δήλωσιν, τὰ τῇ μιᾷ προσνεμόμενα, καὶ τῇ ἑτέρᾳ πάντως ἀπαντήσεσθαι. Ὁ σταυρὸς γὰρ δυνατῶς ἔχει τὴν ἀνθρώπου φύσιν μόνην κολάζειν, ἀλλὰ Χριστοῦ σταυρὸς λέγεται. Καὶ πειθέτω σε ὁ λέγων· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἡ περιτομὴ τὴν ἀνθρώπου σάρκα διαιρεῖν δύναται· καὶ ὁ τάφος ταύτην ἐμπεριγράφειν καὶ περικλείειν καὶ ἀποκρύπτειν οἶδεν. Ἀλλὰ ταῦτα πάντα, Χριστοῦ μὲν λέγεται· οὐ μὴν δὲ τούτων τι καὶ κατὰ τῆς θείας καὶ ἀνεκφράστου φύσεως, κυρίως καὶ οὐσιωδῶς εἰρήσεται, ἀκηράτου γε οὔσης καὶ ἀπαθοῦς, καὶ τῆς κατά τι γοῦν τοιαύτης ἐννοίας, ἀπηλλαγμένης παντάπασιν. Εἰ γάρ που τοιοῦτόν τι ὀφθείη λεγόμενον, τῷ τῆς ἀντιδόσεως ἢ οἰκειώσεως τρόπῳ λέγεται, ὅπερ σοι νῦν οὐ δέδοται, ὁλοτρόπως ἠγνοημένον. Πεπονθέναι δὲ Χριστὸς λέγεται, οὐχ ᾗ Θεὸς, ἀλλ᾽ ᾗ ἄνθρωπος· καίτοι εἶς καὶ ὁ αὐτὸς ὑπάρχων, ἡνωμένος καθ᾽ ὑπόστασιν. Ἐπεὶ οὖν καὶ τὸ σῶμα, ὅπερ ἐξ ἡμῶν ἀνείληφε, Χριστοῦ σῶμα λέγεται, ἐν ᾧ καὶ πάντα πεπονθέναι πιστεύεται, τοῦτο δὲ τὸ σῶμα πάντη καὶ πάντως χαρακτῆρα εἶχεν, οὐ γὰρ ἦν ἀχαρακτήριστον, ἐπεὶ οὐδὲ σῶμα, ἀνάγκη καὶ τὸν τοῦ σώματος χαρακτῆρα καὶ τὴν ὁμοίωσιν, Χριστοῦ λέγεσθαι. Ὡς γὰρ ἐκεῖνο οἰκεῖον Χριστοῦ, οὕτως καὶ τοῦτο οὐ πρὸς τὴν τοῦ Λόγου φύσιν τὴν σχέσιν ἔχον, ἴσμεν γὰρ αὐτὸν ἀνείδεον καὶ ἄσχετον καὶ ἀσχημάτιστον, ἀλλὰ πρὸς τὸ τοῦ Λόγου σῶμα καὶ τὴν ἀνθρωπείαν φύσιν καὶ τὸ εἶδος αὐτὸ, ἐξ ὦν ὁ Χριστός· διὸ καὶ ὁμωνύμως αὐτῷ προσαγορεύεται, κατὰ τὴν ὁμοίωσιν αὐτοῦ ἐμφαινόμενον.

Ἀλλὰ σὲ μὲν τὸ παραληφθὲν ὄνομα, δύο ὑπάρχον δηλωτικὸν φύσεων, ἐπὶ τοῖς σοῖς παρώτρυε δόγμασι μέγα φρονεῖν καὶ βρενθύεσθαι, οἵεσθαί τ μηδ᾽ ἕτερον τῶν κατὰ τοῦνομα θεωρουμένων, θατέρου ἄνευ προσαγορεύεσθαι, ἔν τινι πράγματι ἢ δόγματι, ἢ ὁπωσοῦν παραλαμβάνεσθαι, ἢ πάντως γε μονούμενον τοῦ ἑτέρου, διαστήσεσθαι μακρῷ. Ἡμεῖς δὲ τί πρὸς ταῦτά φαμεν; Ὁπηνίκα ἄν σοι προταθείη, ἄνθρωπον μόνον τὸν Χριστὸν, ἢ υἰὸν ἀνθρώπου λέγεσθαι, καὶ τοῦτο ψιλῇ τῇ κλήσει προσαγορευόμενον. Καὶ εἰ μή τινι ἄλλῳ, αὐτῷ γε τῷ Χριστῷ, εἴπερ βούλοιο, πεισθήσῃ, πρὸς τὸν δῆμον τῶν Ἰουδαίων λέγοντι· Τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; καί· Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· καί· Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου· καί· Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι· καί· Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός· καί· Υἱὸν Δαβὶδ ὠνόμαζον. Καὶ πολλὰ τούτοις εὑρεθήσεται ἐν τοῖς Εὐαγγελίοις τὰ παραπλήσια, εἴπερ σοι μὴ παιδία καὶ λῆρος τὰ εὐαγγελικὰ νενόμισται λόγια. Ἐπεὶ οὖν τὸ δηλούμενον ἐκ τῆς ψιλῆς τοῦ ἀνθρώπου προσηγορίας, ἓν ἐστιν, οὐ δύο, καθάπερ ἐπὶ τοῦ Χριστός ὀνόματος, μίαν γὰρ ἡμῖν φύσιν ἡ φωνὴ τὴν ἀνθρωπίνην χαρακτηρίζει, τί σοι συμβήσεται καὶ τί προστεθήσεται, ὡς καινόν τι καὶ μέγα καὶ θαυμάσιον οἷον; Ἔξεστι γάρ σοι χριστομαχοῦντι μᾶλλον ἢ ὀνοματομαχοῦντι, ψιλὸν ἄνθρωπον καὶ τῶν καθ᾽ ἡμᾶς ἕνα κηρύσσειν τὸν Κύριον, ὅ σοι καὶ πάλαι καὶ νῦν κακῶς διεσπούδασται, καὶ τοῦτον κατάκριτον, καὶ ὑπὸ δίκην ἀγόμενον, καὶ τὰ τῶν κακούργων οἴσοντα, καὶ βιαίῳ θανάτῳ καταδικαζόμενον. Καὶ τἄλλα ἑκὼν παραλείψαι μὲ δέει τῆς βλασφημίας. Ἴσως εἴποις ὅτι ὁ ἄνθρωπος οὗτος καὶ Θεός ἐστιν. Ἔλυσας τὸ ζητούμενον, καὶ ὁ Θεὸς γὰρ οὗτος ἄνθρωπός ἐστιν. Εἰ δὲ ἐκ τοῦ ἐναντίου, ὅταν Θεὸν μόνον ἀκούοις· —Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· καί· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· καί· Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε· καί· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ πρὸς τὸν ἐκ γενητῆς τυφλὸν λέγεται· Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; καὶ ὅσα τούτοις ὅμοια· — Θεὸν μόνον ὑπολαμβάνεις καὶ τῆς καθ᾽ ἡμᾶς γεγυμνωμένον οὐσίας, πάντως που καὶ σώματος αὐτὸν ἀπαλλάξειας, καὶ πάντα ἀφέλοιο τὰ ἀνθρώπου· ὡς ἐξεῖναί σοι λοιπὸν καὶ πᾶσαν τὴν οἰκονομίαν σαφῶς ἀποσκευάζεσθαι.

Τί λέγεις; Προσέχεις ταῖς ἰδιαζούσαις τῶν φύσεων φωναῖς, καὶ ταῖς μὲν ταπειναῖς συνταπεινοῖς Χριστὸν, ἀποστερῶν τῶν θείων καὶ ὑψηλῶν, καὶ συμφθέγγῃ τοῖς σοῖς διδασκάλοις, τὴν Ἀρειανικὴν μανίαν νοσήσας. Ταῖς ὑψηλαῖς δὴ ἐξαίρεις τῶν ταπεινῶν, καὶ νέμεις μόνα τὰ ὑψηλὰ, καὶ συνάδεις τοῖς σοῖς ὑποφήταις, τὴν τῶν βδελυρῶν Εὐτυχιτῶν, ἢ οἰκειότερον εἰπεῖν, Μανιχαίων ληρώδη καὶ φασματώδη μυθοπλαστίαν ζηλώσας. Ἀλλὰ σοὶ μὲν ῥάδιον, ἅπαξ πρὸς ὕβριν καὶ καθαίρεσιν τῆς σωτηρίου οἰκονομίας καταντήσαντι, τοῖς τοιούτοις ἐντρυφᾶν ἀτοπήμασιν. Ἐπειδὰν δὲ ἀντιπεπονθότως ἐν τούτοις θεωρεῖται, οἷον ἡ μὲν προσηγορία, οἰκεία καὶ ἰδικὴ τῇ καθ᾽ ἡμᾶς οὐσίᾳ· τὰ δὲ περὶ αὐτὴν ἐκφαινόμενα, τῇ ὑπὲρ ἡμᾶς ἁρμόδια, τί ὑπολήψοιο; Οὐ γὰρ δὴ ὥσπερ τὸ Χριστός ὄνομα κοινὸν καὶ δηλωτικὸν τῶν δύο φύσεών ἐστιν, οὕτω καὶ ἐνταῦθα· ἀλλὰ διὰ τῆς ἰδιαζούσης καὶ φυσικῆς ὀνομασίας, καὶ τὰ τῆς συνυφεστώσης συνεισφέρεται οὐσίας πλεονεκτήματα, διὰ τὴν περὶ ταὐτὸν ἐπαλλαγὴν, τῶν ἰδιωμάτων κιρναμένων ἀλλήλοις, ὥσπερ δὴ καὶ τῶν φύσεων, κατὰ τὸ ἐκκλησιαστικὸν φρόνημα. Τί γὰρ φήσεις πρὸς τό· Ἐὰν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον· καί· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου· καί· Εἰσί τινες τῶν ὧδε ἑστηκότων οἴτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ· καί· Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων;

Ἆρα οὖν προσέχεις ψιλοῖς τοῖς ὀνόμασι, καὶ νοεῖς βασιλείαν ἀνθρώπου αἰώνιον καὶ ἀκατάλυτον; καὶ ἄνθρωπον εἰς τὸν οὐρανὸν προϋπάρχοντα; καὶ ἐξ οὐρανοῦ κατιόντα καὶ πάλιν εἰς οὐρανὸν ἀνιόντα; καὶ ἀνθρώπου ὀνομαζομένου πατέρα εἶναι τὸν Θεὸν καὶ Πατέρα; Ἢ ἀποσκοπεῖς πρὸς τὴν τῶν πραγμάτων φύσιν καὶ αὐτὴν τὴν ἀλήθειαν, καὶ ἀποσεμνύνεις ἐκπληττόμενος τὸ μέγα τῆς οἰκονομίας μυστήριον, καὶ τὰ περὶ αὐτῆς λεγόμενά τε καὶ νοούμενα κατὰ τὴν διδασκαλίαν ἐκδέχῃ τῆς καθολικῆς Ἐκκλησίας, οὐ προσέχων ψιλαῖς ταῖς φωναῖς καὶ τοῖς ὀνόμασιν, ἵνα μὴ καὶ τῆς σωτηρίας αὐτῆς ἀποτεύξοιο· ἀλλὰ τούτοις ἐῤῥῶσθαι φράσας, τοῖς χρησμῳδοῦσι δὲ καὶ ἄγουσιν ὑπείκων, ἐπὶ τὸ καταγορεύειν τῆς ἀληθείας καὶ τῆς τοῦ Χριστοῦ οἰκονομίας ἀνοήτως καὶ δυσσεβῶς προελήλυθας; Ἡμεῖς δὲ τοὺς ὀνοματομάχους ἐπὶ τῆς τῶν ὀνομάτων ψιλῆς ἵστασθαι ἀπαγγελίας καταλιπόντες, καὶ προσπαλαίειν ταῖς συλλαβαῖς καὶ τῷ γράμματι ὑπενδόντες, ἐπὶ τὴν τῆς ἀληθείας καὶ τῶν πραγμάτων αὐτῶν δύναμιν ἀπευθυνόμεθα καὶ ἀνανεύομεν, ὡς ἐν βραχεῖ τὰ τοιαῦτα διεξερχόμενοι.

Λεκτέον τοίνυν ὡς τὸ Χριστός ὄνομα, ὁμολογουμένως μὲν τὴν δυάδα τῶν φύσεων ἡμῖν παρίστησιν ἐν τῇ μιᾷ ὑποστάσει, ὡς πολλάκις ἐν τοῖς προλαβοῦσι πλατύτερον εἴρηται· ἡ δὲ θεόπνευστος Γραφὴ, καὶ τῶν Πατέρων οἱ ἕκκριτοι, τὰ ἐπὶ τῷ ὀνόματι μεγαλοφυῶς θεωροῦντες, διαφόρως τὰ δηλούμενα ἐξειλήφασι, τῷ τε τῆς ἀντιδόσεως τρόπῳ καὶ οἰκειώσεως, εἰς τὰ περὶ αὐτοῦ συγχρησάμενοι. Ὅτε μὲν γὰρ τὰς κατὰ Χριστὸν φύσεις καθ᾽ ἑαυτὰς θεωροῦσιν, ἤτοι θεότητα καὶ ἀνθρωπότητα, ταῦτα γὰρ τῶν οὐσιῶν ἐστι δηλωτικὰ, τὰ οἰκεῖα καὶ προσόντα φυσικῶς ἑκατέρᾳ, κυριολεκτοῦντες ἐκνέμουσιν· οὐ μὴν ἅπερ καθ᾽ ἑτέρας λέγεται φύσεως, καὶ θατέρας ἀντικατηγοροῦσιν. Οὔτε γὰρ θεότητα κτιστὴν ἢ παθητὴν εἴποιεν· οὐδ᾽ αὖ πάλιν ἀνθρωπότητα ἄκτιστον, ἢ ἄφθαρτον, ἢ ἀπαθῆ φήσαιεν, συμπέσχειν τε ἀλλήλαις ὡς ἤκιστα, ὥσπερ τοῖς νῦν δογματισταῖς ὑπείληπται. Ὅταν δὲ τὴν ἐκ τούτων συντεθειμένην ὑπόστασιν ὡς ἕν τι λαμβάνωσι, Χριστὸν μὲν ἐκ τοῦ συναμφοτέρου προσαγορεύουσι· τὰ παρ᾽ αὐτῶν δὲ τῶν συνδραμόντων ἰδιώματα, ἅμα αὐτῆς κατηγοροῦσιν· ἐπειδὴ καὶ Θεὸς ὁμοῦ καὶ ἄνθρωπος ὁ Χριστὸς, καὶ Θεὸς σεσαρκωμένος, κτιστός τε ὡσαύτως καὶ ἄκτιστος, καὶ ἀπαθὴς καὶ παθητὸς ὁ αὐτός. Ὁπόταν δὲ ἐκ τῶν συνελθόντων αὐτῇ μερῶν ἐπισκέπτωνται, ἔσθ᾽ ὅτε μὲν ἐκ μόνων τῶν θείων καὶ ὑψηλῶν, Θεὸν καὶ Θεοῦ Υἱὸν ὀνομάζουσιν. Ἔστι δ᾽ ὅτε ἐκ τῶν ἀνθρωπίνων μόνων καὶ ταπεινῶν, ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου καλοῦσι.

Τηνικαῦτα δὲ καὶ τὰ ἐφ᾽ ἑκατέρου τῶν μερῶν λεγόμενα ἰδιώματα, καὶ θατέρου τοῦ συνυφεστῶτος καὶ συνυπάρχοντος ἀντικατηγοροῦσι, διὰ τὴν εἰς ἄλληλα τῶν μερῶν περιχώρησιν. Οὕτω γὰρ Θεὸς παθητὸς λέγεται, καὶ Κύριος τῆς δόξης ἐσταυρωμένος, οὐχ ᾗ Θεὸς ἀλλ᾽ ῇ ᾗ Καὶ ἐκ τοῦ ἐναντίου, ἄνθρωπος ἄναρχος καὶ ἀπαθὴς καὶ ἄκτιστος καὶ οὐράνιος καὶ παιδίον προαιώνιον, οὐχ ᾗ ἄνθρωπος, ἀλλ᾽ ᾗ Θεός. Διὰ γὰρ τὴν ἄκραν τῶν φύσεων ἕνωσιν, καὶ τὸ ἑνιαῖον τῆς ὑποστάσεως, καὶ τοῦ προσώπου τὴν ταυτότητα, εἷς ὑπάρχει, καὶ ὁ αὐτὸς ὁμοίως ἐστὶν ἀμφότερα, τὸ μὲν, ὢν ἀναιτίως ἐκ τοῦ Πατρός· τὸ δὲ, ὕστερον διὰ φιλανθρωπίαν γενόμενος. Καὶ τούτῳ τῷ λόγῳ ἑκατέρα τῶν φύσεων, τὰ παρ᾽ ἑαυτῆς ἰδιώματα τῇ ἑτέρᾳ ἀντιδίδωσι, διὰ τὸ μοναδικὸν καὶ ταὐτὸν τῆς ὑποστάσεως, οὐκ ἐξισταμένου τοῦ οἰκείου λόγου τῆς περὶ ταὐτὸν θατέρας ἰδιότητος· καθὸ καὶ οἰκειοῦσθαι λέγεται τὸν Λόγον τὰ τῆς ἰδίας σαρκὸς οἰκονομικῶς πάθη. Καίτοι γὰρ οὐδὲν πάσχων ὅσον ἧκεν εἰς ἰδίαν φύσιν, ὅμως αὐτὸς πεπονθέναι λέγεται, ἵνα καὶ Σωτὴρ πάντων μόνος πιστεύηται· καὶ ὥσπερ τοῦ εἶναι καὶ ὑπάρξαι ἡμᾶς αἴτιος ὡμολόγηται, οὕτω καὶ τὸ εὖ εἶναι ἡμᾶς, ἐπ᾽ αὐτὸν ἀναφέρηται.

Καὶ τοῦτο ἡμᾶς ἐκπαιδεύει τῶν θεολόγων ἡ ἀκρώρεια, ὁ θεῖος Πέτρος λέγων ὅτι, Χριστὸς ἅπαξ περὶ τῶν ἁμαρτιῶν ἡμῶν ἀπέθανε, δίκαιος ὑπέρ ἀδίκων· ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι. Καὶ πάλιν· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε. Συνυπηχήσει τούτοις καὶ ὁ τῶν ἀποῤῥήτων μυσταγωγὸς Χριστὸν ἐσταυρωμένον κηρύσσων· Καὶ τὸν Κύριον τῆς δόξης ἐσταυρῶσθαι. Ταύτῃ θεοκτόνους καὶ κυριοκτόνους ἀποκαλοῦσι τοὺς Ἰουδαίους αὐτοί τε καὶ οἱ θεσπέσιοι Πατέρες ἡμῶν, οἱ περὶ τοῦ τρόπου τῆς οἰκειώσεως, τοιάδε διεξίασιν. Ὁ μὲν θεῖος Κύριλλος ἐν τῇ πρὸς Νεστόριον τρίτῃ ἐπιστολῇ· « Καὶ ἦν ἐν τῷ σταυρωθέντι σώματι, τὰ τῆς ἰδίας σαρκὸς οἰκειούμενος πάθη. » Ἐν δὲ τῇ πρὸς τοὺς ἀνατολικοὺς οὕτως· « Ἀπαθῆ δὲ πρὸς ταῦτα τὸν τοῦ Θεοῦ Λόγον ὁμολογοῦμεν ἅπαντες, κἂν εἰ πανσόφως αὐτὸς οἰκονομῶν τὸ μυστήριον, ἑαυτῷ προσνέμων ὁρῷτο, τὰ τῇ ἰδίᾳ σαρκὶ συμβεβηκότα πάθη. » Ταύτῃτοι καὶ ὁ πάνσοφος Πέτρος· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί· καὶ οὐχὶ τῇ φύσει τῆς ἀρρήτου θεότητος· ἵνα γὰρ αὐτὸς τῶν ὅλων Σωτὴρ εἶναι πιστεύηται, κατ᾽ οἰκείωσιν οἰκονομικὴν εἰς ἑαυτὸν, ὡς ἔφην, τὰ τῆς ἰδίας σαρκὸς ἀναφέρει πάθη. Ὁ δέ γε ἱερὸς Ἀμφιλόχιος πρὸς Σέλευκον γράφων, οὕτω φησίν· « Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει· οἰκειοῦται δὲ ὁ Θεὸς τὰ τοῦ ἰδίου ναοῦ ἀνθρώπινα πάθη, σταυρόν φημι καὶ θάνατον, καὶ τἄλλα ὅσα περὶ αὐτὸν οἰκονομικῶς θεωρεῖται· οἰκειοῦται δὲ αὐτὸς πάσχων οὐδέν. » Οὕτω καὶ ὁ θεῖος Γρηγόριος ὁ Νυσαεὺς κατὰ Ἀπολιναρίου γράφων· « Ἐπειδὴ τοίνυν ἄλλο τὸ ἀνθρώπινον θέλημα, καὶ ἄλλο τὸ θεῖον, φθέγγεται μὲν ὡς ἐκ τοῦ ἀνθρώπου, τὸ τῇ ἀσθενείᾳ τῆς φύσεως πρόσφορον, ὁ τὰ ἡμέτερα πάθη οἰκειωσάμενος. Ἤδη δὲ ὃ καὶ παράδοξον, οὐ μόνον τὰ τῇ καθ᾽ ἡμᾶς φύσει οὐσιωδῶς τε καὶ ἐξ ἀρχῆς ἐνυπάρχοντα πάθη, ἀλλὰ καὶ τὰ τούτων ἀπηχέστερα· κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ κατηγορούμενα ταῖς ἱεραῖς Γραφαῖς εὑρίσκεται· καὶ οἰκειοῦσθαι ταῦτα λέγεται, ὁποῖόν τί ἐστι τὸ κατάραν ὑπὲρ ἡμῶν καὶ μέντοι καὶ ἁμαρτίαν αὐτὸν γεγονέναι· κατὰ τό· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Καὶ τό· Οὐκ εἰδότα ἁμαρτίαν, ὑπὲρ ὑμῶν ἁμαρτίαν ἐποίησε. Τό τε ἡμέτερον στασιῶδες ἀνειληφέναι καὶ ἀνυπότακτον. Οὕτω γὰρ οἰκειοῦται τὰ τοῦ προσλήμματος, ἵνα ἐν ἑαυτῷ δαπανήσῃ τὸ χεῖρον, ὡς κηρὸν πῦρ, καὶ ὡς ἀτμίδα γῆς ἥλιος, καὶ ἡμεῖς μεταλάβωμεν τῶν ἐκείνου διὰ τὴν σύγκρασιν· » ὁ μέγας φησὶ Γρηγόριος.

Ἀλλ᾽ οὐ τούτοις ἕπονται οἱ τῆς ἀληθείας ἀντίπαλοι· ἀσεβοῦντες γὰρ ὁμοῦ καὶ ἀνοηταίνοντες, καὶ τοῖς τῆς σαρκὸς αἰχμαλωτιζόμενοι θελήμασι, τάναντία σαφῶς δογματίζουσιν. Ἡμεῖς δὲ τὰ παρὰ τῶν διδασκάλων τῆς Ἐκκλησίας παιδευόμενοι, ἐντὸς τῶν ὅρων τῆς εὐσεβείας ἱστάμεθα, οὐ τὴν τοῦ Λόγου φύσιν εἰς τὰ τῆς σαρκὸς συγκαθέλκοντες πάθη, οἰκειούμενον δὲ ταῦτα οἰκονομικῶς αὐτὸν πεπονθέναι λέγομεν· κατὰ μηδὲν ἐν τούτοις τοῦ ὀρθοῦ λογισμοῦ παρεκπίπτοντες, ἐπείπερ εἶς ἐστι καὶ ὁ αὐτὸς ὁ καὶ δόξης κεκοινωνηκὼς, καὶ τῶν ὕβρεων. Ὡς οὖν τὰ τοῦ σώματος πάθη οἰκονομικῶς ᾠκειώσατο, καὶ ὥσπερ τὸ σῶμα τοῦ Θεοῦ Λόγου λέγεται, οὕτω δὴ καὶ ἡ εἰκὼν τοῦ παναγίου σώματος αὐτοῦ καὶ τὸ ἀφομοίωμα, ὡς οἰκεῖον ἐπ᾽ αὐτὸν ἀναφέρεται· καὶ οὕτως οἰκειωθεῖσα καὶ τῷ κοινῷ τῶν φύσεων ὀνόματι προσχρωμένη, ὁμωνύμως τῷ ἀρχετύπῳ προσαγορεύεται. Οἱ δὲ τῇ τοῦ Μονογενοῦς οἰκονομίᾳ μεμαχημένοι, εἴποιμι ἂν πρὸς ὑμᾶς, Τί πρὸς ταῦτά φατε; Τί πρὸς ὕβριν ὑμῖν τοῦ Χριστοῦ πεπρᾶχθαι δοκεῖ ἡ περὶ τὸ θεῖον μυστήριον, τῶν ὀρθοδοξούντων ἀκλινὴς πίστις καὶ ὁ διάπυρος πόθος; Οἳ τὴν ἐντεῦθεν προσγινομένην εὐεργεσίαν ὁμολογοῦντες, τὰ ὑπὲρ τῆς ἐλευθερίας ἡμῶν τελεσιουργηθέντα μεγαλουργήματα ἀνιστοροῦσι καὶ ἀναγράφουσιν· ἵνα ὡς ὑπ᾽ ὄψιν ἔχοντες, ἀεὶ νεάζουσαν καὶ ἀκμάζουσαν καὶ διηνεκῆ τὴν τούτων μνήμην, καθὰ τῇ Ἐκκλησίᾳ Χριστοῦ τὸ ἀνέκαθεν παραδέδοται, ἐν ταῖς ἑαυτῶν ψυχαῖς φέρωσι. Δεῖται γὰρ τὸ βραδὺ καὶ νωθρὸν τῆς φύσεως, ὥσπερ κέντρου τινὸς ὑπονόσσοντος καὶ διεγείροντος πρὸς τὴν τῶν λυσιτελούντων σπουδήν. Ἢ τὸ κατάραν γεγενῆσθαι καὶ ἁμαρτίαν αὐτὸν, καὶ ἐσταυρῶσθαι καὶ τεθνάναι, καὶ τὰ τῶν κακούργων ὑπομεῖναι, καὶ ὅσα παθεῖν ἑκὼν ὑπὲρ τῆς σωτηρίας κατεδέξατο τῆς ἡμετέρας, οὐ πιστευτέα ὑμῖν; Εἰ δὲ ταῦτα ἤνεγκεν ὑπὲρ ἡμῶν ὡς φιλάνθρωπος, πόσῳ μᾶλλον ἐκεῖνα δέξεται παρ᾽ ἡμῶν, ὡς ὑπεράγαθος, τὴν πίστιν καὶ εὐγνωμοσύνην τῶν σπουδαζόντων μετρῶν;

Ἀλλ᾽ ὑμεῖς γε προφάσεις ἐν ἁμαρτίαις προφασίζεσθε, περιγραπτὰ καὶ ἀπερίγραπτα δυσσεβῶς ἅμα καὶ ἀμαθῶς οἱ τῇ γλώσσῃ ἀκολασταίνοντες προϊσχόμενοι, καὶ τὴν ἰδίαν αἰσχύνην· οὐ γὰρ τὴν δόξαν συνιστάνειν βουλόμενοι, κατεξανίστασθε τῆς τοῦ Θεοῦ μακροθυμίας καὶ ἀνοχῆς, καὶ ἀθετοῦντες τὴν σωτήριον οἰκονομίαν συκοφαντεῖτε, τέλεον αὐτὴν ἀποσβέσαι πειρώμενοι. Εἰ μὴ γὰρ οὕτως ἦτε παρασκευῆς τε καὶ σκέψεως, παρῆν δὲ σκιᾷ γοῦν φιλοθεΐας ὑμῖν, οὐδὲν ἂν νῦν ἐδέησε τῶν κενῶν τούτων καὶ νεωτέρων δογμάτων, τῆς Χριστοῦ Ἐκκλησίας ἀπεναντίας ἰοῦσιν. Εἴπερ γὰρ μετῆν ὑμῖν εὐσεβείας φροντὶς, ὀρθήν τε καὶ ἀδιάβλητον τὴν ἐπὶ τῇ οἰκονομίᾳ Χριστοῦ διεσώζετε δόξαν, μὴ κατεσχηματισμένην ἡμῖν καὶ πεπλασμένην τὴν κατὰ Χριστὸν δυάδα τῶν φύσεων προχειριζόμενοι, δικαίως ἂν μάλα καὶ τὰ ἐπί γε ταύτης οἰκεῖα καὶ ἁρμόδια ἀπεδίδοτε· καὶ διπλᾶς τὰς ἐπὶ Χριστοῦ γεννήσεις ὁμολογοῦντες, τήν τε προαιώνιον καὶ ἄναρχον ἀσώματόν τε καὶ αἴδιον, ἐκ τοῦ ἀνάρχου καὶ ἀϊδίου Πατρὸς, καὶ τὴν πρὸς ταῖς δυσμαῖς τῶν καιρῶν ἐκ τῆς παναχράντου Θεοτόκου, τῆς σωτηρίας τοῦ γένους ἕνεκα τοῦ ἡμετέρου ὑπὸ χρόνον γεγενημένην, ἐνείματε ἂν ἑκατέρᾳ τὰ δι᾽ ὧν τὸ ἑτεροφυὲς αὐτῶν χαρακτηρίζεται, καὶ τὸ ἀσύγχυτον καὶ ἀσύμφυρτον αὐτῶν γνωρίζεται, καὶ τὰς προσφυεῖς ἐνεργείας τε καὶ θελήματα, τὰ θεῖα φημὶ καὶ ἀνθρώπινα. Ὧν γὰρ αἱ φύσεις διάφοροι, τούτων δή που καὶ αἱ ἐνέργειαι· ὥσπερ καὶ ὧν αἱ ἐνέργειαι αἱ αὐταὶ, τούτων ἤδη καὶ αἱ φύσεις ὁμότιμοι, διὰ τὴν τῶν συνελθόντων ἐναντίωσιν κατὰ τὸ ἐκκλησιαστικὸν δόγμα καὶ φρόνημα. Οὕτως γὰρ εὐσεβῶς νοηθείη ἡ μὲν θεία ἐνέργεια ἀΐδιος, μᾶλλον δὲ αὐτενέργεια, τῷ μὴ διωρίσθαι τῆς οὐσίας τὴν ἐνέργειαν, ἀλλὰ τὸν αὐτὸν λόγον ἐπιδέχεσθαι, διὰ τὴν τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως ἰδιότητα, καὶ ταὐτὸν δὲ ἐν παντὶ διαφόρως προϊοῦσα, καὶ ὡς ἂν εἴποι τις ἀπεριγράπτως. Οὐ γὰρ δυνάμει πρότερον οὖσα, ὕστερον εἰς τὸ ἐνεργείᾳ ἐκ τοῦ δυνάμει κατέστη.

Οἷόν τι εἴρηται ὑπὸ τοῦ Κυρίου· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται καὶ ἐγὼ ἐργάζομαι· οὐ τὴν ἐξ ἀρχῆς ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τῶν ὄντων πάροδον μόνον, ἤδη δὲ καὶ τὴν περὶ αὐτὰ συντήρησίν τε καὶ πρόνοιαν, ὡς τὸ, ποιεῖν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· καὶ, ἐκτείνειν τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν· καὶ, στεγάζειν ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ· καὶ, θεμελιοῦν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· ἅπερ ἅπαξ ὑποστάντα, καὶ τὸ συνεχὲς τῆς διαμονῆς ἐνεργούμενον κέκτηται. Ἡ δὲ ἀνθρώπειος οὐκ ἀΐδιος, ἀλλὰ πεπερασμένη, καὶ οἰκειότερον εἰπεῖν περιγεγραμμένη. Διέκοψε γὰρ ἡ σιωπὴ τὸν διαλεγόμενον καὶ ὁ ὑπνώσας, οὐχὶ καὶ ἐγρήγορε; Καὶ ἠρεμία τὴν κίνησιν περιέγραψε. Καὶ ἁπλῶς ὁ τί ποτε δρῶν οὐ δή που καὶ ἕτερον ἐν ταὐτῷ δράσειεν. Ὡσαύτως καὶ ἡ δύναμις διττή· ἡ μὲν γὰρ θεία, ἀΐδιος καὶ αὐτοδύναμις καὶ ἀπειροδύναμις κατὰ τὸ ὑπεραῖρον τῆς μεγαλειότητος καὶ δυνάμεως· Ἥ τε γὰρ ἀΐδιος αὐτοῦ δύναμις, φησὶ, καὶ θειότης. Ἡ δὲ ἀνθρώπειος, εὐόριστος καὶ ἀσθενής. Ἡ γὰρ σὰρξ ἀσθενὴς, κἂν τὸ πνεῦμα, φησὶ, πρόθυμον. Καί· Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν. Καί· Εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως. Οὕτω καὶ τὰ θελήματα, τὸ μὲν θεῖον, καὶ ἀγαθόν· ἀεὶ γὰρ ὁ Θεὸς θέλει ἡμᾶς καὶ εὖ εἶναι καὶ σώζεσθαι, καὶ τοῦ ἁμαρτωλοῦ τὴν ἐπιστροφὴν ἐκδέχεται καὶ τὴν μετάνοιαν. Τὸ δὲ καθ᾽ ἡμᾶς, τρεπτὸν καὶ πεπερασμένον· οὐ γὰρ ἀεὶ ταὐτὸν θέλομεν, ἀλλὰ νῦν μὲν οὕτως, νῦν δὲ ἑτέρως· ποτὲ μὲν βαδίζειν, ποτὲ δὲ ἠρεμεῖν· καὶ ποτὲ μὲν θεωρεῖν καὶ σκέπτεσθαι, ποτὲ δὲ οὔ· καὶ ποτὲ μὲν ἐνεργεῖν, ποτὲ δὲ σχολάζειν. Καὶ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου ἀνθρώπου τὸ θέλημα οὐκ ἦν τῷ θείῳ ὑπεναντίον θελήματι, θεωθὲν ὅλον. Οἷα δὴ τὰ τῆς τρεπτῆς καὶ ἀλλοιωτῆς καὶ ῥευστῆς φύσεως, ἄλλοτε ἄλλως μεταβαλλόμενα καὶ μεταπίπτοντα, καὶ τὸ σταθερὸν καὶ ἑδραῖον οὐκ ἔχοντα.

Τί δέ; Οὐχὶ καὶ ἡ γνῶσις διττὴ ἐπὶ Χριστῷ; Ὡς μὲν γὰρ Θεὸς πάντα οἶδε καὶ πρὸ γενέσεως, οὕτω πόῤῥω που διεσκηνωμένος τὴν τοῦ φίλου τοῖς μαθηταῖς ὡς Θεὸς προεδήλου κοίμησιν· παρὼν δὲ καὶ πελάζων τῷ τάφῳ πυνθάνεται· Ποῦ τεθείκατε αὐτόν; τὰ τῆς φύσεως ἡμῶν ἐνδεικνύμενος μέτρα. Καί· Ὁ Ἰησοῦς ἤδει τὰς διανοίας αὐτῶν, ὅτι ἔμελλον αὐτὸν ἐρωτᾶν. Ἐπεὶ καθὸ ἄνθρωπος, πάντων εἶχε τὴν γνῶσιν, τῷ ἡνῶσθαι τῷ Λόγῳ καθ᾽ ὑπόστασιν, ὥσπερ καὶ τῶν λοιπῶν πεπλουτηκὼς καλῶν. Καὶ πάλιν προσεποιεῖτο ἀγνοεῖν τὴν ἡμέραν καὶ ὥραν, καθ᾽ ἢν τοῦδε τοῦ παντὸς ἥξει τὸ πέρας, τὸ οἰκεῖον τῷ προσλήμματι νέμων. Ἅπερ ἅπαντα διὰ τὴν οἰκονομίαν εἰς ἑαυτὸν ἀναλαβὼν, τέλειος ἄνθρωπος κατὰ πάντα ὥσπερ καὶ Θεὸς τέλειος χρηματίζων παρ᾽ ἡμῶν δοξάζεται καὶ κηρύσσεται. Κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ κτιστὸς καὶ ἄκτιστος ὁ αὐτὸς ὁμολογεῖται, καὶ θνητὸς καὶ ἀθάνατος, καὶ τἄλλα ὅσα περὶ τὸν ἕνα καὶ τὸν αὐτὸν ἀντικειμένως θεωρεῖται διὰ τὴν διπλόην τῶν φύσεων. Ἀλλὰ τούτων οὕτως κηρυσσομένων, τίς ὁ κωλύσων λόγος εὐσεβῶς δογματίζοντας, μὴ καὶ τὴν λοιπὴν συζυγίαν ὁμοιοτρόπως τῷ αὐτῷ νέμειν προσώπῳ, ὃ δὴ τοῖς Χριστομάχοις ἀπείρηται δυσσεβῶς; καὶ ὅσον μὲν εἰς τὴν τοῦ Λόγου φύσιν ἀνῆκεν, ἀποδιδόναι τὸ ἀπερίγραπτον· ὅσον δὲ εἰς τὴν τοῦ δούλου μορφὴν, τὸ περιγραπτὸν ἀνατίθεσθαι. Τίς οὕτως κτηνώδης καὶ ἄλογος τὴν ψυχὴν, καὶ φρενῶν ἔξω καθεστὼς, τὰ μὲν ἄλλα πάντα, διττὰ ἐπὶ διτταῖς ταῖς γεννήσεσιν ὁμολογεῖν ἢ φύσεσιν, περὶ δὲ τὸ ἓν μόνον ζυγομαχεῖν; Εἰ γάρ τις τὰ οἰκειότατα καὶ ἀκριβῆ τῶν φύσεων ἀφέλοι γνωρίσματα, μηδὲ φύσιν εἶναι ἀπολίποιτο ἄν. Τί γὰρ ἐντεῦθεν τὸ ὕποπτον ἢ βλαβερώτατον; Ὡς γὰρ τὸ ἐνεργεῖν καὶ θέλειν, καὶ ἀγνοεῖν ἔτι καὶ πάσχειν ἀνθρωπίνως τὸν Κύριον, κατ᾽ οὐδένα τρόπον τὸν τῆς κατ᾽ αὐτὸν θεότητος ἐλωβήσαντο λόγον, οὐδὲ διαίρεσιν κατὰ τὴν αὐτὴν καὶ μίαν ὑπόστασιν συνεισηνέγκαντο, οὕτως οὐδὲ τὸ σαρκὶ αὐτὸν γράφεσθαι, καθὸ τοῖς ἀνθρώποις ὥφθη καὶ συνανεστράφη, καθ᾽ ὀντιναοῦν τρόπον ὕβριν προστρίψαιτο, ἢ περὶ τὴν μίαν ὑπόστασιν κατά τι γοῦν διάστασις ὀφθήσεται. Ἐρρέτωσαν οὖν εἰκῆ φλυαροῦντες οἱ τῷ λόγῳ τῆς θείας οἰκονομίας βασκαίνοντες, καὶ τῆς καθ᾽ ἡμᾶς εὐαγοῦς ἀλλοτριούμενοι πίστεως.

Contents ·