Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Nikephoros of Constantinople › Antirrhetics

Antirrhetics

St Nikephoros of Constantinople, Greek, PG 100, 1860

2. Second Antirrhetic: Beginning of Mamonas's Second Inquiry

ΑΝΤΙΡΡΗΣΙΣ ΔΕΥΤΕΡΑ. ΑΡΧΗ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΕΡΩΤΗΣΕΩΣ ΤΟΥ ΜΑΜΩΝΑ.

Ἀπαρτίσας ὁ Μαμωνᾶς ὅπως αὐτῷ ἐδόκει τὰ τῆς προτέρας πεύσεως, μᾶλλον δὲ προστάξεως, καθ᾽ ἢν τὰ ἐπ᾽ ἐξουσίας ὄντως ἀπεφαίνετο, ἐφ᾽ ἑτέραν πεῦσιν μετάγει τὸν λόγον. Ὡσαύτως δὲ τοῖς προλαβοῦσι βατταρίζων καὶ παρατρύζων καὶ περὶ τῶν αὐτῶν ἀδολεσχῶν ματαιοπονεῖ, ὧν τινα εἰς μέσους ἀγαγεῖν δίκαιον εἶναι ᾠήθημεν, ὥστε ἐμφανῆ καὶ ἐν τούτοις γενέσθαι τὴν ἀλαζόνα καὶ ὑπερήφανον αὐτοῦ διάνοιαν· φάσκει δὲ ὧδε· « Ὑπελάβομεν δὲ, καὶ ἕτερον κεφάλαιον ἐρωτῆσαι ὑμᾶς, ἐννοησάμενοι ὅτι ὁ ποιήσας τὴν εἰκόνα τοῦ Χριστοῦ ταύτην, περὶ ἧς τὸν λόγον ἐκινήσαμεν, μὴ εἰσελθὼν εἰς τὸ βάθος τοῦ δόγματος τῆς ἀσυγχύτου ἑνώσεως τῶν δύο φύσεων τοῦ Χριστοῦ. » Ταῦτα ποίας ἀλαζονείας καὶ φυσιώσεως, μᾶλλον δὲ ποίας ἀνοίας καὶ ἐμπληξίας ὑπερβολὴν καταλείπει; Ἐκ πολλῆς γὰρ ἀπονοίας οἴεται αὐτός γε μόνος, μὴ ὅτι εἰς τρίτον οὐρανὸν, ἀλλ᾽ ἤδη καὶ εἰς τέταρτον ἀνηρπάσθαι, καὶ ἀπορρητοτέρων ἢ Παῦλος ἀκηκοέναι ῥημάτων, καὶ ἐν περινοίᾳ θεοῦ γενέσθαι, καὶ πᾶσαν τὴν κτίσιν κατόπιν διαφεὶς μυηθῆναι ἃ μηδεὶς μεμάθηκε πώποτε. Τίς οὐ θαυμάσεται τῆς τοσαύτης ἀναισχυντίας τὸ ὑπέρογκον; Ἀποστόλων νῦν καὶ τῶν ἄλλων τῆς Ἐκκλησίας διδασκάλων οὐ λέγω, οὓς πολλαῖς ὕβρεσι βάλλων, καὶ τὰ τούτων δόγματα πλύνων καὶ διαγραφόμενος διετέλει, οὓς μὲν ἐκ τῶν περὶ τὸ σῶμα συμβεβηκότων, οὓς δὲ ἐκ τῶν νοσερῶν διαθέσεων, ἀποσκώπτων καὶ διαλοιδορούμενος. Τῶν εἰς τὸν βασίλειον θρόνον ἐμπρεψάντων, καὶ ἐπ᾽ εὐσεβείᾳ καὶ δικαιοσύνῃ κεκοσμημένων πῶς οὐ δεδυσώπηται τὸν τρόπον, καὶ τὴν περὶ τὰ θεῖα σπουδήν; Καὶ γὰρ ἀναθήμασι καὶ ἱεροῖς περιβόλοις γεραίροντες τὸ Θεῖον ἐθεράπευον, οἳ μόνον οὐ καθεῖλον τῆς ἱερογραφίας τὸν κόσμον, ἀλλὰ καὶ ᾠκοδόμησαν καὶ ἐφιλοτεχνήσαντο τὰ ἱερὰ ταῦτα ἀναθήματα φιλοτίμως, ἔν τε ναοῖς θείοις, ἔν τε ἱεροῖς σκεύεσι καὶ ὑφάσμασι, κατ᾽ ἴχνος βαίνοντες τῆς ἀποστολικῆς καὶ Πατρικῆς παραδόσεως, ὧν ἡ ἄπειρος πληθὺς μέχρι καὶ σήμερον ἐν ταῖς ἀπάντων ὄψεσι πρόκειται, ἐκείνοις μὲν εὐσεβείας μαρτύριον, ἔλεγχος δὲ καὶ θρίαμβος τούτῳ τῆς ἀβουλίας καὶ δυσσεβείας. Ὧν γὰρ ἔδει ζηλῶσαι τὸν τρόπον καὶ τὴν εὐαγῇ πίστιν τε καὶ εὐλάβειαν, πάντων σοφώτερον καὶ συνετώτερον ἑαυτὸν ἀνεκήρυξε, τοῖς ἑαυτοῦ πανταχοῦ ἐξακολουθῶν πάθεσιν. Ἐκεῖνοι οὐκ εἰσῆλθον εἰς τὸ βάθος τοῦ δόγματος, οἱ κατὰ πάντα τοῖς διδασκάλοις τῆς Ἐκκλησίας ἑπόμενοι, τοῖς τε πρὸ αὐτῶν, τοῖς τε κατὰ τοὺς χρόνους τοὺς περὶ αὐτοὺς συνακμάσασι, τοῦτον δὲ μόνον ὁ καθαρώτατος καὶ ἡγνισμένος βίος εἰς τὰ βάθη τῶν ἀνεξιχνιάστων τοῦ Θεοῦ μυστηρίων ἐξικέσθαι παρεσκεύασεν; Ἀλλὰ φανερὸν ἑαυτὸν καὶ ἐνταῦθα κατέστησεν, ὡς διὰ πάντων καὶ αὐτοῖς καὶ τῇ ἀληθείᾳ σαφῶς ἀντικαθίσταται.

Ἀλλ᾽ ὁ ἐγκαυχώμενος εἰς τὰ ἄμετρα, καὶ τῶν ἀνθρωπίνων ὑπερπτὰς τὸ μέτρον καὶ λόγων καὶ γνώσεων, περὶ τὰ πᾶσιν ἔνδηλα διαπορεῖ, λέγων, ὅτι « Ὁ εἶς ἐκεῖνος ὁ ἐξ ἀμφοῖν εἰς ἓν πρόσωπον λήξας, πῶς ἔχει εἰκονισθῆναι, τῆς μιᾶς φύσεως μὴ περιγραφομένης; » Οὐκοῦν ἡ ἑτέρα περιγράφεται. Εἰς τοῦτο γὰρ αὐτὸν ἡ πολυπραγμοσύνη τοῦ λόγου περιαγαγοῦσα, καὶ μὴ βουλόμενον τὰ παρὰ γνώμην φθέγξασθαι κατηνάγκασεν. Οὕτως ὑπὸ τῆς ἀληθείας αὐτῆς ἀγχόμενος, μικρόν τι τῶν δεόντων γρύξαι καὶ ἀπηχῆσαι κατεβιάσθη, ὅπερ ἕως τοῦ νῦν, οὐδαμοῦ φθεγξάμενος ὥφθη. Ἀποσφάλλεται γοῦν εἰς τὰ καίρια, καὶ διαπέπτωκεν αὐτοῦ τὸ δόγμα. Δύο γὰρ αὐτῷ φύσεων προκειμένων τῷ λόγῳ, τούτων δὲ τὴν μίαν ἀπεφήνατο σαφῶς μὴ περιγραφομένην· λείπεται ἄρα τὴν ἑτέραν περιγραφομένην καὶ οὐκ ἐθέλων διακηρύξαι. Τίς γὰρ τῶν σωφρονούντων δυοῖν ἀνθρώποιν τὸν ἕτερον ἀγνῶτα εἰπὼν, μὴ θάτερον εὐθὺς ἐγνωσμένον ἐκ παντὸς ὀνομάσειε; Γελᾶται οὖν αὐτοῦ τὰ μειρακιώδη νοήματα καὶ κομπάσματα. Ἀλλὰ τοῦτο μὲν ἀπεσιώπησεν· ἔδει γὰρ αὐτὸν προσθεῖναι καὶ τὸ λειπόμενον. Ἀλλ᾽ οὐ τολμᾶ, ἵνα μὴ ἐλεγχθῇ αὐτοῦ ἡ ἐπίνοια, μᾶλλον δὲ ἡ παράνοια. Δέδωκε καὶ τοῖς μὴ εἰδόσι τὴν διαφορὰν τῶν φύσεων, πάροδον ὥστε τὴν ἑτέραν περιγραφομένην εἰσάγεσθαι· καὶ ὃ πολλάκις διέφυγεν, ἀκούσιον ἐνταῦθα τούτου τὴν ὁμολογίαν ὑπηνίξατο. Ὢ τῆς ματαιοφροσύνης καὶ παρανοίας! Πῶς περιτέτραπται τὰ τῆς πολλῆς σοφίας εἰς τὸ ἠλίθιον, καὶ ἐν τῇ πανουργίᾳ τῶν οἰκείων λόγων συμπεριελήφθη παραδειγματιζόμενος; ἵνα τὸ ψεῦδος εὐφώρατον γένηται τῆς ἐκείνου κακοδοξίας, καὶ τὸ φῶς τῆς ἀληθείας ἐκκαλυφθείη. Τί δή ποτε δὲ μὴ προστέθεικε διαπορῶν, ὅτι πῶς παθεῖν ἅπερ ἔπαθεν ἤμελλε, τῆς [μιᾶς] φύσεως μὴ οὔσης παθητῆς; ἢ ὅτι πῶς τέθνηκε, πῶς ἐν μνημείῳ περιεῖρκται, τῆς μιᾶς φύσεως μήτε θνησκούσης μήτε περιειργομένης;

Πλὴν ταῦτα λιπὼν ἐντεῦθεν, ἐφ᾽ ἕτερον μετέρχεται λόγον, καὶ ἄγει εἰς μέσον τὸν ἄρτον καὶ τὸν οἶνον, ἅπερ εἰς τὰ θεῖα παραλαμβάνεται μυστήρια, καί φησιν, ὅτι « Κατὰ τὴν θεότητα αὐτοῦ, προγνοὺς τὸν θάνατον καὶ τὴν ἀνάστασιν αὐτοῦ, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ ἵνα τὸ μνημόσυνον τῆς ἐνανθρωπήσεως αὐτοῦ διηνεκῶς ἔχωμεν οἱ πιστεύσαντες εἰς αὐτὸν, νύκτα καὶ ἡμέραν. » Ἆρα ταῦτα οὐχὶ τῶν πρώην ἀσυνετώτερα; οὐ γὰρ δὴ τοσοῦτον τὴν ἀσέβειαν στηλιτεύει τὴν ἐκείνου, ὅσον τὴν παραπληξίαν καὶ ἄνοιαν· οὔτε γὰρ ὰ λέγει, οὔτε περὶ ῶν διαβεβαιοῦται ἐπίσταται. Τί οὖν εἰπεῖν ἔστιν; Ἡ τοῦ Χριστοῦ εἰκὼν, τινὸς μνημόσυνον φέρει, ἢ οὐχί; Σαφῶς εἰδὼς ὅτι τοῦτον ἡμῖν ἐμφανίζει, μέμηνε κατ᾽ αὐτῆς, καὶ κατὰ Χριστοῦ καὶ τῆς Χριστοῦ κληρονομίας ἐπιλελύττηκεν. Ἐπειδὴ γὰρ βαρὺς αὐτῷ ἦν καὶ ἐν εἰκόνι βλεπόμενος, οὐκ ἐνῆγεν αὐτὸν εἰς ὑπόμνησιν τοῦ Χριστοῦ ἡ τοῦ ὀνόματος ἐπιγραφή. Τίνι γὰρ τρόπῳ ὠργίζετο καὶ ἠμύνετο; Ἡ ὅτι Χριστὸς ὄνομα ταύτῃ ἐπιτέθειται; οὐχὶ τὴν σάρκωσιν αὐτοῦ καὶ τὰ πάθη, ἅπερ ὡς ἄνθρωπος ὑπὲρ ἡμῶν κατεδέξατο, αἱ ἱερογραφίαι αὗται ὑπαγορεύουσιν; Οὐ τὸν σταυρὸν καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν; οὐ τὰ θαύματα καὶ τὰ τεράστια, ἅπερ ὡς Θεὸς ἔδρασεν, ἡμῖν διασημαίνουσιν; Ἀλλὰ πρὸς ταῦτα καὶ ἀντιλέγειν εἰκαῖον, καὶ σιωπᾶν διὰ τοὺς ἀνοήτους οὐκ εὐκαταφρόνητον. Ἐφεξῆς δὲ ἐπάγει· « Ἐκέλευσε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις παραδοῦναι δι᾽ οὖ ἠράσθη πράγματος, τύπον εἰς σῶμα αὐτοῦ· ἵνα διὰ τῆς ἱερατικῆς ἀναγωγῆς, κἂν εἰ ἐκ μετοχῆς καὶ θέσει γίνηται, λάβωμεν αὐτὸ ὡς κυρίως καὶ ἀληθῶς σῶμα αὐτοῦ. » Ὅπως μὲν περὶ τοῦ Κυριακοῦ ἐδόξαζε σώματος, αὐτός τ᾽ ἂν εἰδείη καὶ οἱ ἐκείνῳ μαθητευθέντες. Ὅμως δ᾽ οὖν πρὸς τὰ λεγόμενα οὕτω ἡμεῖς ἀπαντησόμεθα· Ἐπειδὴ τοῦτο ὁ ἔφη ἐκ μετοχῆς καὶ θέσει τελούμενον, διὰ τῆς ἱερατικῆς ἀναγωγῆς κυρίως καὶ ἀληθῶς τοῦ Χριστοῦ σῶμα γίνεται, αὐτῷ τῷ Λόγῳ οἰκειούμενον, πάντως που διωμολόγει ταυτὸν ἐκείνῳ ἀποτελεῖσθαι τῷ σώματι, ὅπερ ἐκ τῆς ἁγίας Παρθένου πεφόρεκε. Τί ποτ᾽ οὖν ἐστι τοῦτο τὸ σῶμα μετὰ τὴν τελείωσιν καὶ τὸν ἁγιασμὸν γινόμενον, ζητεῖν ἐπάναγκες. Περιγραπτὸν ἆρά ἐστιν, ἢ ἀπερίγραπτον; Ἀπερίγραπτον μὲν οὖν οὐδεὶς οὕτω φρενῶν ἔξω καὶ ἀνούστατος, ὃς ὀνομάσαι θαρρήσειεν· οἶμαι δὲ μηδ᾽ αὐτὸν ἐκεῖνόν ποτε φάναι. Πῶς γὰρ τό γε κατ᾽ ὀφθαλμοὺς ἀνθρώπων αἰσθητῶς προτιθέμενον, καὶ χερσὶν ἀνθρωπίναις περιισχόμενον, καὶ ὀδόντων εἴσω κατακλειόμενον, ἐδεστόν τε γινόμενον; Ταῦτα γὰρ τί ἄλλο, ἢ περιγραπτὸν αὐτὸ ἐκ παντὸς εἶναι βεβαιοῖ καὶ παρίστησιν; Εἰ τοίνυν περιγραπτὸν τοῦτό ἐστι, ταυτὸν δὲ ἐκείνῳ τῷ σώματι γίνεται, ὃ παρὰ τὴν ἀρχὴν σαρκούμενος ὁ Λόγος προσείληφεν, ἐπεὶ καὶ ἐπ᾽ αὐτὸ τὴν ἀναφορὰν ἔχει, περιγραπτὸν ἄρα κἀκεῖνο· καὶ ἀλίσκεται κατὰ πάντα ἑαυτῷ ἐναντιούμενος. Ἢ γὰρ καὶ τοῦτο ἀπερίγραπτον δοξάζειν ἔδει, ἵνα μὴ μόνον τὰ τῆς ἀπιστίας καὶ ἀθεΐας αὐτοῦ τέλεον δεικνύηται, ἀλλὰ καὶ γέλως καὶ λῆρος τὰ ἐκείνου πᾶσι νομισθείη φρονήματα, ἢ κἀκεῖνο πάντως περιγραπτόν.

Καὶ ταῦτα μὲν οὕτω δεδείχθω. Τί δὲ αὐτῷ καὶ ἕτερον τῶν ἀτόπων ἐντεῦθεν ὑπήντα. Βεβίασται ὅσον ἐκ τῶν οἰκείων λόγων, ἢ συμπεριγράφεσθαι τὸν θεῖον Λόγον τούτῳ τῷ ἐκ μετοχῆς γινομένῳ σώματι λέγειν, ἢ διηρῆσθαι ἀπ᾽ αὐτοῦ διὰ τὴν μίαν ὑπόστασιν· ὥστε ταῖς ἀληθείαις μηδ᾽ ὀπωσοῦν αὐτῷ ἐκεῖθεν ἁγιασμοῦ μετεῖναι καὶ χάριτος. Τί δὲ αὐτῷ συμβαίνειν, ἢ μόνον ἄρτου κοινοῦ καὶ οἴνου μετέχειν, ἐν μηδενὶ τῶν τοῖς ἀνθρώποις ἐσθιομένων διαφερόντων; « Καὶ κἂν ὡς εἰκόνα τοῦ σώματος αὐτοῦ θελήσωμεν λογίσασθαι ὡς ἐξ ἐκείνου παραχθὲν, ἔχομεν αὐτὸ εἰς μόρφωσιν τοῦ σώματος αὐτοῦ. » Ὥσπερ ἀνωτέρω ἔλεγεν ἀπατώμενος ὁ σοφὸς, εἰκόνα καὶ πρωτότυπον εἰς μηδὲν ἀλλήλων διαφέρειν· οὕτω δὴ κἀνταῦθα περὶ αὐτῶν ἀποφαίνεται. Καταπλαγείη δ᾽ ἄν τις αὐτοῦ καὶ ἐν τούτοις τὸ ἀπαγὲς τοῦ νοὸς καὶ ἀστάθερον· ὅτι γε ὅπερ πρὸ μικροῦ κυρίως καὶ ἀληθῶς σῶμα Χριστοῦ διισχυρίζετο λαμβάνειν, τὸ αὐτὸ νῦν εἰκόνα τοῦ σώματος αὐτοῦ καταγράφει. Τοῦ δὲ λέγειν τὸ αὐτὸ κυρίως καὶ ἀληθῶς σῶμα εἶναι, καὶ εἰκόνα αὐτοῦ εἶναι, τί ἂν εἴη καταγελαστότερον καὶ ἀνοητότερον; Καὶ τοῦτο πῶς; ὅ τι ἂν θελήσωμεν· πάντα τῇ θελήσει καὶ τῇ ῥοπῇ τῆς ματαιότητος παραχωρῶν. Ἔνθα γὰρ πίστις ἢ θεῖος φόβος οὐκ ἐνίδρυται, ἐκεῖ τὸ ἐμπαθὲς πρυτανεύει τοῦ θελήματος. Καὶ τοῦτο μὲν ἔχομεν, φησὶν, εἰς μόρφωσιν αὐτοῦ, οὐ διὰ τὴν ἀλήθειαν, ἀλλ᾽ ὡς ἂν ἐθέλοι νομοθετῶν καὶ δογματίζων, κἂν ἔχῃ φύσεως οὕτω τὸ πρᾶγμα, κἂν μή· Ἡμεῖς γὰρ οὔτε εἰκόνα οὔτε τύπον τοῦ σώματος ἐκείνου ταῦτα λέγομεν, εἰ καὶ συμβολικῶς ἐπιτελεῖται, ἀλλ᾽ αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ τεθεωμένον. Αὐτοῦ γάρ ἐστιν ἡ φωνὴ λέγοντος, ὅτι Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Τοῦτο καὶ τοῖς μαθηταῖς παρεδίδου· Λάβετε, φάγετε τὸ σῶμά μου, λέγων, οὐχὶ, Τὴν εἰκόνα τοῦ σώματός μου. Ὡς γὰρ ἐκ τῆς ἁγίας Παρθένου τὴν σάρκα διὰ τοῦ Πνεύματος ἁγίου ἑαυτῷ ὑπεστήσατο· εἰ χρὴ δὲ καὶ ἐκ τῶν καθ᾽ ἡμᾶς τοῦτο δηλῶσαι, ὥσπερ ὁ ἄρτος καὶ ὁ οἶνος καὶ τὸ ὕδωρ, φυσικῶς εἰς σῶμα καὶ αἷμα τοῦ ἐσθίοντος καὶ πίνοντος μεταβάλλεται, καὶ οὐκ ἂν εἴποιμεν ἕτερον σῶμα γίνεσθαι παρὰ τὸ πρότερον· οὕτω δὴ καὶ ταῦτα ὑπερφυῶς ἐπικλήσει τοῦ ἱερεύοντος, ἐπιφοιτήσει τε τοῦ ἁγίου Πνεύματος, εἰς σῶμα καὶ αἷμα τοῦ Χριστοῦ μεταβάλλεται. Τοῦτο γὰρ καὶ ἡ τοῦ ἱερέως αἴτησις ἔχει. Καὶ οὐ δύο ταῦτα νοοῦμεν, ἀλλ᾽ ἓν καὶ τὸ αὐτὸ πιστεύομεν γίνεσθαι· Ἀντίτυπα δὲ εἴ που λεχθείη, οὐ μετὰ τὸν ἁγιασμὸν τοῦτο, ἀλλὰ πρὸ τοῦ ἁγιασθῆναι ἐκλήθησαν. Ἐπεὶ οὖν ἔλεγεν ὅτι ἐὰν περιγράφῃς, μερίζεις τὸν Χριστὸν ἢ καὶ τὸν Λόγον συμπεριγράφεις· ἀκόλουθον ἦν λέγειν αὐτῷ, ὅτι Εἰ θύεις, μερίζεις τὸν Χριστόν· τὸ γὰρ σῶμα ἱερεύεις, οὐ φύσιν θεότητος. Ἀρχιερεὺς γὰρ ἡμῶν ὁ μέγας, ἱερεῖόν τε καὶ ἀμνὸς καὶ θῦμα, καθὸ ἄνθρωπός ἐστι καὶ λέγεται. Ἢ τοίνυν σὺ σφαγιάσεις καὶ τὸν Λόγον, κατὰ τὸν σὸν λόγον, διὰ τὴν μίαν ὑπόστασιν, ἢ χωρίσεις θύων τὸ ἀνθρώπινον. Εἰ δὲ πείθῃ τῷ σῷ διδασκάλῳ Εὐσεβίῳ λέγοντι ὅτι ὅλη διόλου μετεβλήθη ἡ σὰρξ, μὴ μείνασα τοῦθ᾽ ὅπερ ἦν σὰρξ εἰς τὴν τῆς θεότητος ἢν οἷδε φύσιν, μάτην θύων ἁλίσκῃ. Τίνος δὲ ὅλως μεταλήψεται ἄνθρωπος; Ἡ οὐχὶ σαρκὸς Θεοῦ, ἀλλὰ φύσεως θεότητος δόξει μεταλαγχάνειν; Μανιχαϊκῆς ταῦτα φαντασίας. Τὸ πᾶν δὲ τῆς μήνιδος κατὰ τοῦ Κυριακοῦ σώματος ἔχων, τέως περί γε τούτου τοῦ κατὰ μετοχὴν, οὐδὲν λέγειν βλάσφημον παρῥησιάζεται· ἐπάγει δὲ τοιαῦτα· « Τί γάρ; Καὶ εἰκών ἐστι τοῦ σώματος αὐτοῦ καὶ ὁ ἄρτος ὃν λαμβάνομεν, μορφάζων τὴν σάρκα αὐτοῦ, ὡς εἰς τύπον τοῦ σώματος ἐκείνου γινόμενος. » Παραινίττεται ἡμῖν διὰ τοῦ καὶ συνδέσμου, ὡς καὶ ἄλλη εἰκών ἐστι τοῦ σώματος τοῦ Χριστοῦ, καὶ τοῦ ἄρτου δίχα. Μετριάζει δὲ ἐνταῦθα τὴν ἀσέβειαν· εἰ [ἐν] πλείστοις γὰρ ἑτέροις θεομαχῶν, εἴδωλον ταύτην καλεῖν οὐ καταπέφρικεν, οὐ διατρανοῖ δὲ πότερον τούτων ἐκτυπώτερον, ἢ τὸ πλέον εἰς τὴν ὁμοίωσιν τοῦ πρωτοτύπου φέρει, δείκνυται δὲ αὐτῷ κἀνταῦθα τὸ ἀλλόκοτον· ποτὲ μὲν γὰρ σῶμα τοῦτο κυρίως καὶ ἀληθῶς καλεῖ, ποτὲ δὲ εἰκόνα σώματος, ταύτην ὑπομένων τὴν πλάνησιν ἀπὸ τοῦ σπεύδειν αὐτὸν ἐκ μέσου ποιῆσαι τὴν εὐαγγελικὴν ἱστορίαν τε καὶ ὑφήγησιν. Ἀλλ᾽ εἴρητο ἂν καὶ τοῦτο αὐτῷ, ὅτι Κατὰ τὰς σὰς ὑπολήψεις, οὐδὲ σῶμά ἐστι Χριστοῦ, οὐδὲ εἰκὼν τοῦ σώματος αὐτοῦ. Εἰ μὲν γὰρ περιγεγράφθαι εἴποις, ἐπειδὴ χείλεσι καὶ ὀδοῦσιν ἐμπεριείργεται, οὐ Χριστοῦ σῶμα, οὐδὲ ἤνωται τῷ Λόγῳ. Προδιωρίσω γὰρ πολλάκις, ὅτι ἀπερίγραπτον τὸ σῶμα τοῦ Χριστοῦ διὰ τὴν πρὸς τὸν Λόγον ἕνωσιν. Εἰ δὲ εἰκόνα σώματος φήσεις, οὐ μόνον ὡς εἰκὼν ἀπελήλαται, ἀλλὰ καὶ ὡς διαιροῦσα τὸ φύσει σῶμα ἐκ τῆς κατὰ τὸν Λόγον ἑνώσεως. Οὕτως οὐχ ἕστηκεν ἐφ᾽ ἑαυτῆς ἡ πλάνη καὶ ἡ δυσσέβεια. Ἢ τοίνυν καὶ τοῦτον τὸν ἄρτον ἀπερίγραπτον ἀπόφηναι, ἵνα σοι πλέον τὰ τῆς μυθοπλαστίας ἀπηρτισμένα ᾖ· οὐκ ἔστι γὰρ φύσιν ἔχον τοῦτό γε· ἢ εὑρεθήσεται μάτην σοι ὁ πᾶς τοῦ ἀπεριγράπτου ἐκπονηθεὶς λόγος.

Εἶτα μετὰ ταῦτά φησιν· « Οὐ πᾶς ἄρτος σῶμα αὐτοῦ, ὥσπερ οὐδὲ γὰρ πᾶς οἶνος αἷμα αὐτοῦ, εἰ μὴ ὁ διὰ τῆς ἱερατικῆς τελετῆς ἀναφερόμενος ἐκ τοῦ χειροποιήτου πρὸς τὸ ἀχειροποίητον. » Τίνος διαποροῦντος ἢ ἀμφιβάλλοντος, οὕτω δριμέως καὶ θαρραλέως ἀποφαίνεται, ὅτι οὐ πᾶς ἄρτος σῶμα αὐτοῦ, οὐδὲ πᾶς οἶνος αἷμα αὐτοῦ, μηδὲ ἀποδείξεως τῆς περὶ τούτων, ὁπωσοῦν δεηθεὶς, τῆς ἐκείνου σοφίας ἄξιον λέγειν. Ἅπερ ὡς λῆρον καὶ μάτην εἰς ἀέρα χεόμενα καταλιπόντες, ἐκεῖνα λέγομεν· Εἰ περιγέγραπται τὰ ἱερευόμενα ταῦτα, ὁ ἄρτος, φημὶ, καὶ ὁ οἶνος, ἄρα ἐκεῖνο τὸ σῶμα, ὅπερ πεφόρεκεν ὁ τοῦ Θεοῦ Λόγος, οὐδαμοῦ ἱερεύθη παρ᾽ αὐτοῦ, καὶ διὰ τοῦτο ἀπερίγραπτον λέγει· καὶ πῶς καὶ πόθεν τὸ ἱερεῖον ἐκεῖνο, τὸ μέγα καὶ ἄμωμον καὶ σεβάσμιον, τὸ καθάρσιον θῦμα καὶ παντὸς τοῦ κόσμου σωτήριον ἐπιγνωσθήσεται; Εἰ οὖν ἐπίστευεν ὑπὲρ τῆς πάντων αὐτὸ τυθῆναι σωτηρίας, κἂν γοῦν τοῦτο αὐτὸν κατήδεσεν, εἰ μή τι ἄλλο, ὡς καὶ αὐτὸ περιγραπτόν ἐστι· καὶ εἰ μὴ φύσει, ὅπερ λέγειν ἀνόητον, τῇ γοῦν τελετῇ, ὡς κατὰ τὴν ἐκείνου δόξαν εἰπεῖν, περιγεγράφθαι ἐχρῆν. Περιγραπτὸν οὖν τὸ τοῦ Χριστοῦ σῶμα, κἂν μὴ λογίζεσθαι τοῦτο ἐθέλοι ὁ Μαμωνᾶς. Ἔτι οὖν περὶ τῶν αὐτῶν πολλὰ βατταρίσας καὶ φλυαρήσας, ἅπερ ὡς λυσσώντων καὶ μαινομένων καὶ βακχευόντων ἀσήμους καὶ ἀνάρθρους φωνὰς περιιδόντες μυσαττόμεθα, ἐπεὶ τῶν εὐσεβούντων καὶ σωφρονούντων τὰς ἀκοὰς καταχραίνουσι, καὶ τῶν λεγόντων τὴν γλῶσσαν καταμολύνουσιν, αἰσχρότητος καὶ ὕθλου καταγέμουσαι, πρὸς τὸ τέλος τοῦ συντάγματος συμπεραίνων τὸν λόγον, τοιάδε τινὰ διέξεισι. Πρῶτον μὲν κατακρίσει περιδεσμῶν. μηδένα ὧν νῦν ὁ λόγος αὐτῷ γεγένηται, ὑπόληψιν ἐσχηκέναι ὡς ἠλλοτριῶται τοῦ Χριστοῦ. Κἀκεῖθεν μαίνεσθαι κατὰ τῆς εἰκόνος αὐτοῦ, ἐν οἷς ἀπολογίαν προτείνει, ὅθεν αὐτῷ τοῦτο προστέτριπται. Λέγει γὰρ ὅτι ἐξ οὗ αὐτῷ οἱ πρὸς γένους καὶ οἰκεῖοι ἐπαναστάντες ἐνεωτέρισαν, καὶ μὴν καὶ πρὸ τοῦδε, ὁ μῶμος οὗτος περὶ αὐτοῦ εἰς τοὺς πολλοὺς διαπεφοίτηκεν· ὃς ἐδήλου αὐτοῦ τὴν ἐκ Θεοῦ ἀλλοτρίωσιν, καὶ οὕτως αὐτὸν παρὰ τοῖς πλείοσι κρίνεσθαι. Εἶτα ὅρκοις ὡς φοβεροῖς καὶ πλείστοις, ὡς εἰώθει ἀπεναντίας τῶν εὐαγγελικῶν ἔρχεσθαι προσταγμάτων, πείθειν ἐσπούδαζεν, ἢ ἀληθέστερον εἰπεῖν, καταχλευάζειν τῇ ὁρκαπάτῃ, μήτε ἐν λόγῳ, μήτε ἐν πράξει γενέσθαι τοιοῦτον, καὶ τὴν περὶ τοῦ δόγματος αὐτοῦ ψῆφον καὶ κρίσιν τοῖς παροῦσιν ἐπισκόποις ἀναθεὶς, ὡς δέξεται τὰ παρ᾽ αὐτοῖς δεδογμένα, μικρὸν ὑποβὰς, καὶ πάλιν συνήθως ἐκ τῶν πεπλασμένων λόγων εἰς ἑαυτὸν ἐπανελθὼν, οἷα κριτὴς ὁ αὐτὸς καὶ διδάσκαλος ἀποφαίνεται.

« Ὡς ἐὰν εἰς τοῦτο τὸ ἓν εἰκόνισμα πληροφορήσωμεν ὑμᾶς ὅτι καλῶς λέγομεν, τότε καὶ περὶ τῶν ἄλλων εἰκόνων σκοποὺς προαγαγεῖν ἔχομεν ἐνώπιον ὑμῶν, καὶ ὡς κρίνετε καὶ περὶ ἐκείνων. Τῇ γὰρ κρίσει ὑμῶν ἔχομεν ἀσμενίσαι, ὅτε μέλλετε καὶ μετὰ τῶν ἄλλων ἐπισκόπων συμφωνεῖν, καὶ ἐξ εὐλόγων προφάσεων μαρτυρίας παριστᾶν. » Τοιαῦτα μὲν τὰ ἐκείνου, ὧν τινα καὶ αὐταῖς λέξεσι παρεθέμεθα, ἵνα καὶ ἡ ἐκ Θεοῦ ἀλλοτρίωσις αὐτοῦ δειχθῇ, καὶ τῶν ὁμωμοσμένων καὶ παραβεβασμένων τὸ ψεῦδος ἐλεγχθῇ, ἡ τε ὑπόκρισις, καὶ ὁ δόλος, καὶ ὁ πρὸς τοὺς ἀγνοοῦντας φαινακισμὸς, κατάδηλος γένηται. Τί δὲ δὴ τοῦτό ἐστιν, ὅτι καὶ λέγειν περί γε τῶν ἄλλων εἰκόνων βούλοιτο; καὶ ὀποῖοι δὴ, οὓς προάγειν ἐθέλοι σκοπούς; Ὅτι μὲν εἶναι πολλὴν τερατολογίαν καὶ φλυαρίαν κατὰ τῆς τοῦ Θεοῦ Λόγου ἐνανθρωπήσεως ἐξυφάνας, ἐπὶ τὴν παροινίαν τὴν εἰς τὰ τῶν ἁγίων ἱερὰ ὑπομνήματα παρώρμηται δυσσεβῶς, παντί τῳ σαφές· καὶ πρὸ τούτων γε, ἐπὶ τὰ τῆς πρωτίστης τῶν ἁγίων, καὶ πάντων τῶν ἐν τῇ κτίσει τελούντων ὑπερτάτης τῆς παναγίας Δεσποίνης ἡμῶν Θεομήτορος, ἵνα καὶ αὐτὴν τῷ τεχθέντι συγκαθυβρίσῃ. Τίνες δὲ οἱ σκοποὶ τῆς θεοστυγοῦς καὶ ἀθέου ψυχῆς ἐκείνης, εἰδέναι καλόν· μὴ γὰρ δὴ κἀνταῦθα τὸ ἄγραπτον καὶ ἀπερίγραπτον προάγεσθαι ἔδοξεν, ἢ τὸ διπλοῦν τοὺς ἁγίους, ἐκ θεότητος ὑποστὰν καὶ ἀνθρωπότητος; Ἢ τάχα που ἐννενόηκεν, ὅπερ οἱ χρῶντες καὶ ἄγοντες ἐμπνεύσειαν, ὡς δὴ καὶ τῶν ἁγίων ἑκάστου διπλῆ τις ἡ ὑπόστασις, ἐκ ψυχῆς καὶ σώματος οὖσα ἐτύγχανε; καὶ εἴποτε γραφήσονται, καὶ ἡ ψυχὴ συγγραφήσεται καὶ συνεικονισθήσεται ἐξ ἀνάγκης· ἢ διεστήξει τοῦ σώματος ἡ πάλαι ἀπηλλαγμένη τοῦ σώματος. Καὶ οἷς ληρωδήμασι καὶ πλάσμασι περὶ τῆς κατὰ Χριστὸν ὑποστάσεως ἐχρήσατο, καὶ ἐπὶ τῶν ἁγίων κενολογήσει. Ἀλλ᾽ ὅσον ἐξ ὧν ἔλεξέ τε καὶ ἔδρασεν ἐπαισθέσθαι, τοὺς σκοποὺς ἐκείνους διαγινώσκεσθαι οὐ δυσχερές. Ἐπειδὴ γὰρ οὐδέν ἐστι φαῦλον καὶ δυσσεβὲς ὃ μὴ κατὰ τῆς θείας δόξης καὶ τῶν ἁγίων μεμελέτηκε, καὶ οὐδὲν ἀνοσιουργὸν καὶ ἀτοπώτατον ὃ μὴ ἐν τούτοις κατεπράξατο, οὐδὲν ἀκαταιτίατον καὶ ἀδιάβλητον ἐπὶ τῶν τῆς πίστεως ἡμῶν τῆς ἀπλανοῦς καταλέλοιπε, διὰ τοῦτο πρῶτον μὲν ἀποκηρύξαι τολμᾷ τὴν Θεοτόκος φωνὴν καὶ πάμπαν ἐκ τῆς τῶν Χριστιανῶν γλώσσης περιελεῖν. Καὶ γὰρ ἤχθετο λίαν καὶ ἠγανάκτει ἐπὶ τῇ τοῦ ὀνόματος ἐπικλήσει, ὅπερ ἦν Χριστιανοῖς σύνηθες, ἐφ᾽ ᾧ καὶ Ἰουδαίους ὁρῶμεν ἀεὶ δυσχεραίνοντας. Ἔπειτα παραχαράσσει καὶ παραποιεῖται ὅσα ἐπὶ τῷ ὀνόματι αὐτῆς ἐπεκέκλητο, καὶ ἐν λιταῖς πρὸς τὸν τεχθέντα ἐξ αὐτῆς καὶ δεήσεσιν ἐν ἄσμασιν ἀεὶ ἀνεφώνουν ὑπὲρ τῆς τοῦ κοινοῦ παντὸς σωτηρίας οἱ δεόμενοι. Ἐπεὶ ὁμολογοῦμέν τε καὶ κηρύσσομεν, μεσιτείαν αὐτὴν καὶ προστασίαν ἀσφαλῆ πρὸς αὐτὸν κεκτῆσθαι, δι᾽ ἢν μητρικὴν παρρησίαν ἔχει. Καὶ τέλεον τὰς πρεσβείας αὐτῆς ἀπαναίνεται, ἐξ ὧν, τοῖς δεχομένοις αἰκία οὐ μικρὰ ἢ δίκη ἐπήρτητο. Καὶ τί χρὴ τὰ καθέκαστον λέγειν, μηδὲ μνήμην ὁπωσοῦν τοῦ ὀνόματος ἐγγίνεσθαι πώποτε; Περὶ γὰρ τῶν ἄλλων ἁγίων τί δεῖ μακρότερον διεξιέναι τὰ νῦν; Οὐ γὰρ λόγοις ἀνιέροις ἐκφαυλίζειν καὶ ἀποσκώπτειν ὡς αἴσχιστα ἀποχρῆν ἡγήσατο μόνον, αὐτὰ δὲ τὰ ἱερὰ καὶ σεβάσμια τούτων λείψανα, πυρὸς δαπάνην πεποίηκε καὶ ἀνάλωμα.

Ἐπεὶ δὲ ἅπαξ Χριστῷ καὶ Χριστιανοῖς ἅπασι πολέμιος γέγονε, τῶν τε θείων νόμων ὑπερόπτης καὶ τῶν ἱερῶν κανόνων ἀντίθετος, ὅσοι τε ἀποστόλοις καὶ ὁσίοις Πατράσιν ἐκτέθεινται, τεθέσπικε μὴ δεῖν κατὰ τὰς ἐδραιώσεις τῶν θείων τραπεζῶν τοῦ σεβασμίου θυσιαστηρίου, ταῦτα κατὰ τὸ νενομισμένον Χριστιανοῖς ἐναποτίθεσθαι. Καὶ γὰρ τοῖς σέβουσι καὶ περιέπουσιν, ὡς ἐξῆν, φιλοθέοις καὶ φιλομάρτυσι περὶ τῶν ἐσχάτων ὑπῆρχεν ὁ κίνδυνος· ὥστε καὶ οἱ κατὰ τὸν χρόνον τὸν ἐκείνου δομούμενοι ναοὶ, λειψάνων ἄνευ ἁγίων καθιεροῦσθαι ἔδοξαν· ἀντετίθεσαν γὰρ τῶν παρ᾽ αὐτῶν τελουμένων μυστηρίων λείψανα, ἄξια ὡς ἀληθῶς τῶν οἰκείων δογμάτων καὶ τελετῶν πράσσοντες· οὐ γὰρ θεμιτὸν τῇ ἀποστολικῇ παραδόσει τοῦτο. Πῶς γὰρ τιμᾶν ἔμελλεν, ὅς γε καὶ τοὺς ἐπωνύμους αὐτῶν ἱεροὺς οἴκους, αὐθαδείᾳ καὶ θρασύτητι χρώμενος, ἀθεεὶ διώρυξέ τε καὶ περιέτριψεν, οὓς πίστει καὶ σεβάσματι, τὸ ἀνέκαθεν Χριστιανοὶ ἀνεστήσαντο; Καὶ τούτους μάλιστα ἔνθα τὰ ἱερὰ αὐτῶν ἐντετύπωτο ἀποσεβάσματα, καὶ τὰ σεβάσμια ἐναπέκειτο λείψανα. Καὶ ἔργον ἦν αὐτῷ καὶ ἀγώνισμα, μηδὲ τῶν ὀνομάτων αὐτῶν μνήμην εἰς τὸ ἑξῆς τοῖς ἀνθρώποις ὑπολελεῖφθαι.

Ἀλλ᾽ ἄξιον καὶ πρόσφορον ἐν τῷ παρόντι εἰπεῖν, καὶ οἰκεῖον τῆς τῶν ἁγίων τελειότητος, ὅτι ὡς Θεοῦ θεράποντες, καὶ κατὰ τὸν τῇδε βίον τὸν σταυρὸν ἀράμενοι, Χριστῷ ἠκολούθησαν καὶ συνεσταυρώθησαν, καὶ τοῦ ζωοποιοῦ αὐτοῦ πάθους καὶ τοῦ σωτηρίου θανάτου, μιμηταὶ καὶ ὀπαδοὶ γεγόνασι· διὸ καὶ εἰς τὸν αἰῶνα συμβασιλεύουσιν αὐτῷ· οὐδὲν δὲ ἧττον καὶ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν Χριστῷ συνδιώκονται καὶ συμπάσχουσιν. Ὅπερ γὰρ πρότερον τοῖς ἀρχετύποις συνέβαινε, τοῦτο καὶ νῦν ὡσαύτως περὶ τὰ ἱερὰ ὁμοιώματα διαδείκνυται, καὶ διπλοῖς τοῖς ἄθλοις ἐπὶ διπλοῖς τοῖς διωγμοῖς καὶ ταῖς ὕβρεσι παρὰ τοῦ στεφοδότου Χριστοῦ καταστίφονται· καὶ ζῶσι τῷ Θεῷ πάντοτε καὶ εἰσὶν ἐν εἰρήνῃ, κἂν ἔδοξαν ἐν ὀφθαλμοῖς τεθνάναι τοῦ ἄφρονος. Ὅδε γὰρ ἀνομήσας ἀπῆλθε διακενῆς, ἀξίους τὸν πόνων τρυγῶν τοὺς καρποὺς, γέενναν καὶ τὸ ἡτοιμασμένον αὐτῷ πῦρ, τοῖς ἄγουσιν ἅμα, κληρονομίαν ἀπενεγκάμενος. Ὁ μετὰ τοὺς ἀποστάτας ἀποστάτης, καὶ μετὰ τοὺς διώκτας πικρὸς διώκτης καὶ χαλεπότατος, ᾧ οὐκ ἐξήρκεσε κατὰ τῶν ἐν τῷ βίῳ ἔτι περιόντων καὶ κατὰ Θεὸν ζῇν εὐσεβῶς αἱρουμένων ἐπαφεῖναι τοὺς θυμοὺς καὶ τὰς μήνιδας, καὶ τιμωρεῖσθαι ὡς ἀδικώτατα· ἀλλ᾽ ἤδη καὶ τῶν προωδευκότων, καὶ πολλοῖς ἀνδραγαθήμασι καὶ ἀγωνίσμασιν ἐμπρεψάντων, καὶ τῷ μαρτυρικῷ τέλει τὴν ζωὴν παραμειψάντων, ὡς οἶόν τε ἦν αὐτῷ, τὸ δυσκλεὲς καταχέειν καὶ ἄδοξον. Τοιαῦτα ἦν αὐτῷ τὰ κατὰ τῶν ἁγίων νεανιεύματα, τοιαῦτα καὶ τὰ κατὰ τῶν ὁσίων ἀνοσιουργήματα, ταύτην τῆς εἰς τὸν βίον εὐημερίας τὴν εἰς Θεὸν καὶ τοὺς ἁγίους ὕβριν, ἀντίδοσιν ἡγησαμένῳ. Παρίημι λέγειν τὰ νῦν ὅσα καὶ οἷα τοῦ εὐαγγελικοῦ κηρύγματος κατεφλυάρησε, καὶ πᾶσαν εὐαγγελικὴν πολιτείαν διέπτυσε, καὶ πρὸς τὸ οἰκεῖον ἐμπαθὲς καὶ μοχθηρὸν θέλημα τὸν τῶν ἀνθρώπων βίον μεταρρυθμίζειν ἐσπούδαζε· τοιοῦτοί εἰσιν οἱ σκοποὶ, ὡς ἐν βραχεῖ παραστῆσαι, οὓς προάγειν ὑπέσχετο, τά τε διανοήματα καὶ βουλεύματα, ἃ κατὰ τῆς ἀπλανοῦς ἡμῶν πίστεως καὶ ἀγγελομιμήτου τῶν Χριστιανῶν πολιτείας Χριστομαχῶν ἐτέκταινεν. Ἀλλ᾽ ὁ μὲν κατὰ τῶν ἁγίων πόλεμος τῶν ἐπὶ γῆς ἀπ᾽ αἰῶνος δοξαζόντων τὸν Κύριον, ἐνταῦθα καταλυέσθω, καὶ οἱ σκοποὶ οὓς προαγαγεῖν ἀσκόπως καὶ ἀθέως ἔδοξε, παρατηρήσεως τῆς ὁπωσοῦν ἄνευ, καὶ τοὺς θείους αὐτῶν οἴκους, καὶ τὰς ἱερὰς αὐτῶν μνήμας καθυβρίσας, τέλος ἐχέτωσαν. Οὗτος δὲ ὡς μικρὰ κατορθωκὼς τῶν σκοπουμένων, καὶ μεγάλα ζημιωσόμενος, εἰ μέχρι τούτου σταίη, ἐχαλέπαινεν, εὖ οἶδα, εἰ μὴ καὶ τοῖς λειπομένοις ἐπέλθοι.

Τί γὰρ ἔφησε περὶ τῶν κατ᾽ οὐρανοὺς ἁγίων καὶ ὑπερκοσμίων δυνάμεων; Τίνες καὶ ὁποῖοι αὐτῷ οἱ σκοποὶ οὓς προάγειν ἐβούλετο, δι᾽ ὧν καὶ τὴν τούτοις ἐξεργάσαιτο παρανομίαν; ποίους φληνάφους καὶ τερατολογίας ἐξευρεῖν πρὸς δυσφημίαν αὐτῶν ἐκμηχανώμενος; Ἐπεὶ αὐτῷ καιρὸς ἀνεῖτο διασκώπτειν καὶ περαίνειν, τὸ ἀπερίγραπτον ἐπιγράψαι τοῖς ἀγγέλοις προήγαγε· δῆλον παντὶ ὃ δὴ φίλον αὐτῷ καὶ σύνηθες, καὶ τῇ δόξῃ τῇ δυσσεβεῖ συναιρόμενον. Ἀπεριγράπτους γὰρ ἄν τις αὐτοὺς φαίη, ἀλλ᾽ οὐ πάντη· τῷ ἦρχθαι γὰρ περιγράφονται, ἐπείπερ καὶ αὐτοὶ τοῦ εἶναι ἤρξαντο. Ὃ δὲ τοῦ εἶναι ὁπωσοῦν ἤρξατο, περιγραφῆς οὐ πάμπαν ἐλεύθερον· καὶ κτίσματά γε ὄντες, ὑπὸ τοῦ Κτίσαντος ὁρίζονται. Ἀλλὰ μὴν καὶ καταλήψει περιγράφονται. Καθὸ γὰρ νόες εἰσὶ, κοινωνοῦσιν ἀλλήλοις περὶ τὰ νοήματα, καὶ τὴν φύσιν ἐπὶ ποσὸν ἀλλήλων ἴσασιν· ἓν γὰρ εἶδος περιγραφῆς καὶ ἡ κατάληψις. Νόες δὲ ὄντες, καὶ ἐν τόποις νοητοῖς εἰσιν· οὐ μήν γε σωματικῶς ἢ αἰσθητῶς ὁρίζονται. Σώματος γὰρ οὐκ ὄντος, καὶ διὰ τοῦτο οὐδὲ σχήματος οὐδὲ ὄγκου οὔτε τύπου σωματικοῦ, εἰκότως οὐδὲ ἐν τόπῳ αἰσθητῷ περισχεθήσονται. Ἀλλ᾽ οὐ περὶ τούτου νῦν ἡμῖν τὸ προκείμενον. Οὐ γὰρ εἰ περιγράφονται, ἢ μὴ, τὸ σκοπούμενον, ἀλλ᾽ εἰ γράφονται καὶ εἰκονίζονται. Δέον γὰρ ἐνταῦθα τὰς κυρίας τουτωνὶ τῶν φωνῶν μεταχειρίσασθαι· ὅσῳ γὰρ διαφέρει τῆς ἑτέρας ἑκατέρα, βραχεῖ ὕστερον εἰρήσεται.

Καὶ τούτῳ μὲν ὁ λόγος ἐν σχήματι καὶ ὑπορίσει προήγετο, πλαττομένῳ ὡς ἂν δόξειε τοῖς πολλοῖς ἀξιόλογόν τι περὶ τῶν προκειμένων αὐτῷ θεωρεῖν. Ταῖς ἀληθείαις δὲ τῇ ἐξουσίᾳ καταχρώμενος ἐπέτρεπε, δι᾽ ἧς τὸ πᾶν τῶν δοκούντων κατώρθωτο. Ἡμῖν δὲ τοῖς τοῦ λόγου τῆς ἀληθείας προεστηκόσι, καὶ τὸν περὶ τούτων λόγον ποιουμένοις, ὅτι καὶ γράφονται καὶ εἰκονίζονται οἱ ἅγιοι ἄγγελοι, ὡς ἐν βραχεῖ τὸ πᾶν εἰσενεχθήσεται. Πρῶτον μὲν γὰρ αὐτὰ μαρτυρεῖ τὰ πράγματα, ἅπερ διὰ τῶν ὁρωμένων ἡμῖν καὶ ὑπ᾽ ὄψιν κειμένων ἀσφαλῶς βεβαιοῦται. Πανταχοῦ γὰρ γῆς κατὰ τοὺς ἱεροὺς ναοὺς αἱ ἱστορίαι πλήθουσι τὰ τῶν ἀσωμάτων δυνάμεων ἱερὰ ἀπεικάσματα, καὶ τῆς καθολικῆς Ἐκκλησίας, δι᾽ ἧς τὸ κράτος ἀρχῆθεν κέκτηται ἡ παράδοσις· ὧν ἀπόδειξιν ζητεῖν, πάσης ἐπέκεινα ἠλιθιότητος καὶ ματαιότητος. Ἔπειτα δὲ καὶ ἡ τῶν θεοπαραδότων λογίων σαφῶς ἡμᾶς ἐκπαιδεύει διδασκαλία. Καὶ ἵνα ἀπ᾽ αὐτῆς τῆς πρωτίστης καὶ ὡς ἐγγυτάτω Θεοῦ καὶ τὰ πρῶτα ἐκεῖθεν ἐλλαμπομένης ἀρξώμεθα, ἴδωμεν τί τῶν περὶ τὴν κιβωτὸν ἕνεκεν τάξεως, τῆς ἐν νόμῳ σκηνῆς, φησὶ Παῦλος· Ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον. Χερουβὶμ δὲ δόξης, τὰ δεδοξασμένα, τὰ ἔνδοξα καὶ ὑποκάτω τοῦ Θεοῦ, ὡς ἄριστα τοῖς μυσταγωγοῖς τῆς Ἐκκλησίας δοκεῖ· σημαίνειν δὲ τούνομα, πλῆθος γνώσεως καὶ χύσιν σοφίας ἡ Ἑβραίων οἶδε φωνή. Τίνα δὲ ταῦτα, εἰ ὦτα εἶχε τοῦ ἀκούειν, ἤκουσεν ἂν καὶ ἐπέγνω σαφῶς, ὅτι οὐκ αὐτοὺς τοὺς θειοτάτους καὶ ὑπερτάτους Χερουβὶμ ὁ λόγος παρίστησιν, οἳ γε ἀσώματοί τέ εἰσι καὶ ἀνείδεοι καὶ ἀσχημάτιστοι, νοεροί τε καὶ λογικοὶ τυγχάνουσιν· ἀλλὰ κατ᾽ αὐτοὺς ἱερὰ ἀπεικονίσματα, ἅπερ ἐξ ὕλης τῆς καθαρωτάτης καὶ λαμπροτάτης διεσκεύαστο, τὰ χρυσήλατα, τὰ χρυσοτόρευτα, τὰ χερσὶν ἀνθρωπείαις θεοῦ προστάττοντος διησκημένα, τὰ ἄψυχα, τὰ ἀκίνητα, τὰ ἀναίσθητα, ὁμωνύμως ἐκείνοις προσαγορευόμενα, τῆς τε προσηγορίας μετασχόντα, καὶ δόξης ἠξιωμένα καὶ χάριτος.

Τί οὖν ἐχρῆν; Πείθεσθαι τούτοις, ἢ διαγράφειν Παῦλον ταῦτα διαλεγόμενον; Ἡδὺ τοῦτο αὐτῷ καὶ χαρίεν μακρὰν τῆς ἀποστολικῆς διδασκαλίας ἀποίχεσθαι, καὶ ταύτῃ γοῦν οὐ κἂν Χριστιανὸν χρηματίσαι· εἰ δὲ οὐδὲ Μωϋσῇ ἕπεσθαι τῷ ταῦτα κελευσθέντι τεκτήνασθαι, οὐδὲ Ἑβραῖον ὑπάρξαι, καὶ εἰ δεῖ τὸ τούτων εἰπεῖν ἀπηχέστερον, οὐδὲ αὐτὸν δέξασθαι Θεὸν ταῦτα προστάξαντα. Τί γάρ φησιν ὁ χρηματίζων Θεὸς τῷ οἰκείῳ θεράποντι· Ὅρα ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι· καὶ ἐκεῖθεν γνωσθήσομαί σοι, τῶν Χερουβὶμ λέγων. Ἆρα οὖν οὐ τίμια δοκεῖ καὶ σεβάσμια εἶναι, ὅθεν Θεὸς ἀνθρώποις γινώσκεται; πᾶς τις τῶν τὰ θεῖα σεβόντων συμφήσειεν. Ὁ τούτων δ᾽ ὑβριστὴς ποῦ ποτε κληρωθήσεται, καὶ τίσι συντετάξεται, ῥᾴδιον συνιδεῖν τῷ βουλομένῳ παντὶ, μετὰ τῆς Ἐλλήνων ἀθεότητος, μετὰ τῆς Μανιχαίων ἀνοσιότητος· ὧν τὴν δόξαν καὶ τὴν διδασκαλίαν ἐζηλωκὼς, ἐπὶ τοσοῦτον μανίας καὶ ἀθεῖας ἐξώλισθεν, ὡς ἄρα ἐξεῖναι αὐτῷ καὶ ἕτερα πολλὰ τῆς θεοπνεύστου Γραφῆς ὡσαύτως ἐκείνοις καὶ κακίζειν καὶ διαγράφειν ἀλογώτατά τε καὶ δυσσεβέστατα· ἐπεὶ οὖν τὰς τοῦ Πνεύματος φωνὰς ἐξομνύμενος, ὡς ποῤῥωτάτω τῆς Χριστιανῶν αὐλῆς διεσκήνωται, φέρε τὰς ἡμετέρας ὑπολήψεις, ἃς δὴ περὶ αὐτῶν οἱ περιβόλων εἴσω τῆς εὐσεβείας ἱστάμενοι ἔχομεν, καθὰ οἱ τοῦ Πνεύματος ὑποφῆται πάντες ἐμυσταγώγησαν, καὶ ὁ τῆς καθολικῆς Ἐκκλησίας οἶδε σκοπὸς, ὡς ἐν ὀλίγῳ εἰπεῖν παραστήσωμεν.

Φαμὲν τοίνυν, ὡς αἱ πανάγιαι αὗται δυνάμεις, ὅπως μὲν ἔχουσι φύσεως καὶ ὑπάρξεως, παρ᾽ ἡμῖν ἠγνοημένον πώς ἐστι καὶ δυσεπιχείρητον· καὶ εἴρηταί γε ἡμῖν ἐν ἑτέροις πλατύτερον, τοῖς τῶν ἱερῶν διδασκάλων ἑπομένοις διδάγμασιν. Ἁπλαῖ τε γὰρ οὖσαι παντελῶς καὶ ἀσύνθετοι, καὶ ἀπερίγραπτοι τόπῳ διὰ τὸ ἀσώματον, ὅμως γράφονται καὶ εἰκονίζονται. Καὶ προηγουμένως γε τοῦτο ἴσμεν, διὰ τῶν τοῦ Πνεύματος λογίων, ἅπερ ὁ ἱεροφάντης ἡμῖν Μωϋσῆς τῆς τῶν Χερουβὶμ ποιήσεως ἕνεκεν παραδέδωκεν. Ἔπειτα ἐπειδὴ λειτουργικὰ πνεύματά εἰσιν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, εὐδόκησεν ὁ πάντων κηδεμὼν καὶ Δεσπότης Θεὸς, ὁ πάντα φιλανθρώπως οἰακίζων καὶ πρυτανεύων τὰ ἡμέτερα, ἀναλόγως τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ, διὰ τῆς συντρόφου καὶ συνήθους αἰσθήσεως, τὰς τῶν μακαρίων δυνάμεων ἐπιστασίας γίνεσθαι· ἐξ ὧν ἡμῖν, τὸ κοινωνικὸν ἔχουσαι, τὰ θεῖα δῶρα καὶ τὰς εὐεργεσίας τῶν οἰκονομουμένων καὶ προμηθουμένων διαπορθμεύουσι. Πολλαὶ γοῦν τοῖς τοῦ Θεοῦ θεράπουσιν ἀγγελοφάνειαι γεγόνασιν· οὐ τῆς φύσεως αὐτῶν ἐμφανιζομένης, ἀλλ᾽ εἰς ὅσον ἁγιστείας καὶ καθαρότητος ἧκεν ὁ πρὸς τὴν τοιαύτην θέαν κεκλημένος, ἤ τε τῶν διακονουμένων πραγμάτων ἐκάλει χρεία καὶ ὁ καιρὸς, οὕτως αἱ μορφαὶ καὶ τὰ σχήματα τῶν ἀμορφώτων καὶ ἀτυπώτων, τοῖς τῆς θέας ἠξιωμένοις καθαροῖς νοὸς ὅμμασι, διετυποῦτό τε διαφόρως καὶ διεφαίνετο. Τὰ μὲν οὖν κατὰ τὸν πατριάρχην Ἀβραὰμ τελούμενα, κρείττω ἢ κατὰ ἀγγέλους ἦν· καὶ ὁ τῆς καινῆς ἐκείνης καὶ θαυμαστῆς δεξιώσεως τρόπος, καθ᾽ ἣν τὸ φιλόθεον ὁμοῦ καὶ φιλόξενον τοῦ ἐξενικότος ἀνυμνεῖταί τε καὶ θαυμάζεται, Θεοῦ μᾶλλον ἢ ἀγγέλων παρουσίαν διαδεικνύει. Τὸν δὲ τούτου ἔκγονον Ἰακὼβ, ἡνίκα τὴν τοῦ Θεοῦ Λόγου πρὸς ἀνθρώπους μυεῖσθαι συγκατάβασιν ἔμελλεν, ἀγγέλους ἑωρακέναι σαφῶς ἀναγέγραπται, καὶ κλίμακα δή τινα πρὸς οὐρανὸν αὐτὸν ἐκ γῆς ἀφικνουμένην καὶ ἀνατείνουσαν, καὶ τὸν ὑπὲρ αὐτῆς ἐστηριγμένον τῶν ὅλων Κύριον, καὶ τὴν ἐκεῖθεν τῶν ἀνιόντων καὶ κατιόντων πάροδον, δι᾽ ὧν ἡ καταφοίτησις τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ πρὸς ἡμᾶς, μυστικῶς προετετύπωτο· ὃ δὴ καὶ εἰκόνα Χριστοῦ οἱ τῆς Ἐκκλησίας ἡγεμόνες προδιαγεγράφθαι κηρύσσουσι σαφέστατα.

Ἐῶμεν λέγειν τὸν δι᾽ ἀγγέλων λόγον μετ᾽ ἐκεῖνα λαλούμενον, καὶ εἶ τι τούτοις ᾠκονόμηται παραπλήσιον. Οὕτως τῷ τοῦ Ναυῆ παιδὶ, ἐπεὶ πολέμων ἔμελεν αὐτῷ, καὶ πρὸς τοὺς ἀλλοτρίους ἦν ἡ κατὰ τὴν μάχην παράταξις, ὁ ὀφθεὶς θεῖος ἄγγελος, ἐν ἀνθρωπείῳ τῷ σχήματι ἐπεφαίνετο, ἐοικὼς ὁπλιτεύοντι, καὶ τὴν χεῖρα παραδεικνὺς καθωπλισμένην τὴν μάχαιραν. Διὸ καὶ ὡς ὁπλίτην ὁρῶν, καὶ πρὸς τὸ τῆς θέας ἐξηλλαγμένον ἀμηχανῶν, ὅστις ποτὲ εἴη, πότερον τῶν φυλετῶν ἢ τῶν πολεμίων διεπυνθάνετο· ὁ δὲ εἶναι τῆς δυνάμεως Κυρίου ἑαυτὸν στρατιάρχην ἀπεφαίνετο. Καὶ τῶν θείων προφητῶν ὁ μέν τις καὶ αὐτὸν τῆς δόξης τεθεᾶσθαι Κύριόν φησι, καὶ τὰ Σεραφὶμ κύκλῳ περιιστάμενα. Ἐπειδὴ γὰρ ἔμελλε πρὸς τὸν ἀπειθῆ ἐκεῖνον λαὸν καὶ σκληροκάρδιον ἀποστέλλεσθαι, τὴν ἀπόῤῥητον ἐκείνην δόξαν περιαυγάζεται, καὶ τῷ ἄνθρακι τὰ χείλη καθαίρεται· ἵνα καθαρῶς τῷ καθαρῷ προσομιλήσῃ· καὶ θείων λόγων ὑπηρέτης γενόμενος, κἀκ τῆς τοιαύτης θέας καὶ δόξης ἐπιρωννύμενος, καὶ πρὸς οὐδὲν τῶν ἄλλων ταύτην παραμετρεῖν δυνάμενος, πάντων τῶν ἀνθρωπείων καταγνοὺς, θαρραλεώτερον πρὸς τὴν τῶν χρησμῳδουμένων διακονίαν προάγοιτο. Ὁ δὲ τοὺς τῆς διανοίας κεκαθαρμένος ὀφθαλμοὺς, ἐπειδὴ τὴν κατὰ τῶν ἡμαρτηκότων θεόκριτον προενηνεγμένην ἑώρα τιμωρίαν, τοὺς ἐπὶ ταύτῃ τεταγμένους καὶ ὑπηρετουμένους, πελέκεις τεθέαται χερσὶ φέροντας, τὸ ἀναιρετικὸν καὶ ὀλοθρευτικὸν καὶ τομὸν τῆς τῶν ὑπευθύνων πληθύος διαγράφοντας. Ὥσπερ δὴ καὶ ἑωράκει ποδήρη ἐνδεδυκότα, προσταττόμενόν τε διελθεῖν μέσην τὴν πόλιν, καὶ διδόναι τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνοίας ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν, τῆς θείας δικαιοκρισίας διειργούσης τοὺς ἀνευθύνους τῶν ὑποδίκων. Καὶ ἄλλῳ ἱππεύς τις ἐμφανίζεται, ἵππῳ πυῤῥῷ ἐποχούμενος· τάχα τὸ ὀξύῤῥοπον καὶ ταχυπόρον τῶν ἐνεργουμένων ὡς ἱππότης παραδεικνύς. Τὸ δὲ τοῦ χρωτὸς εἶδος, ᾧ τὸ θυμικὸν ὡς αἱμόχρουν καὶ ὑπέρυθρον καὶ πυρίπνουν τῶν μαχομένων τεκμηριοῦται, τὴν κατά τινων πολεμίων ἐθνῶν ὀργὴν ὑπαινίττεται. Καὶ αὖθις ῥήματα καλὰ καὶ λόγους παρακλητικοὺς ἤκουε, τὴν θείαν εὐμένειαν καὶ φιλανθρωπίαν προαγορεύοντας, αἷς περὶ τὴν Ἱερουσαλὴμ χρήσεται ὁ τῶν ὅλων Θεὸς, ἐπὶ τὴν προτέραν εὐδαιμονίαν τε καὶ εὐπάθειαν τοὺς ἠνδραποδισμένους καὶ δοριλήπτους ἐπανάγων, καὶ τὰ κατὰ τὴν πόλιν ὅπως ἕξει οἰκήσεώς τε καὶ εὐετηρίας, ὅτι κατακάρπως οἰκισθήσεται. Καὶ τἄλλα ὅσα αἱ ὄψεις ἐκεῖναι διετύπουν τῷ βλέποντι. Καὶ ἄλλος ἄλλως, καθὸ τὸ μέτρον τῆς ἀξίας ἐπέβαλλε, καὶ τῶν πραχθησομένων οἱ τύποι συμβολικῶς διεσκευάζοντο, καὶ ᾠκονόμει Θεὸς καὶ ἔκρινε τὰ ἐν τούτοις ἐκκαλυπτόμενα. Τί δ᾽ ἂν εἴποι τις περί γε τῶν σεμνῶν ἐκείνων γυναικῶν καὶ ἁγίων, τῶν μυροφόρων λέγω; Οὐχὶ ὀπτασίαν ἀγγέλων ἑωράκεσαν, καὶ τούτους λευχειμονοῦντας καὶ τῇ στολῇ ἐναστράπτοντας, ἡνίκα κατὰ τὸν θεῖον τάφον προσήδρευον, ἐν ᾧ τὸ ζωαρχικὸν τῆς θεαρχίας σῶμα ἐτεθησαύριστο; ὧν τὸ φαιδρὸν τῆς στολῆς καὶ κατηγλαϊσμένον, ἐπείπερ σύμβολον ἦν τῆς κοινῆς τοῦ γένους εὐφροσύνης τε καὶ ἀπολυτρώσεως, πρὸ αὐτῶν μονονουχὶ φωνὴν ἠφίει· ὅτιπερ ὁ ταφεὶς ἐξεγήγερται, συνανιστῶν τοὺς πάλαι ταῖς τοῦ θανάτου σειραῖς ἐνισχημένους. Θάνατος γὰρ καταλέλυται, καὶ τὰ δεσμὰ τοῦ ἅδου διέῤῥηκται, καὶ νενέκρωται διάβολος, καὶ ἁμαρτία κατήργηται. Τοῦτο γὰρ ἦν τὸ εὐαγγελιζόμενον τῶν κηρυσσομένων παραδόξων τὰ μεγαλεῖα.

Ἐπεὶ οὖν ὀφθαλμοῖς σαρκίνοις ἀθέατοί εἰσιν οἱ ἅγιοι ἄγγελοι, ὥφθησαν δὲ διαφόρως κατὰ τὰ σύμβολα τῶν ἐγχειρισμένων αὐτοῖς διακονιῶν σχηματιζόμενοι, οὕτω καὶ εἰκονίσθησαν καὶ ἐγράφησαν, μέχρι γοῦν τῆς σήμερον παρὰ Χριστιανοῖς. Κατὰ ταῦτα καὶ πράσσεται καὶ κηρύσσεται. Καὶ ἐπειδὴ ἅγιοι καὶ θεοειδεῖς εἰσι, καὶ λειτουργοὶ τῆς θείας μεγαλειότητος, καὶ φῶτα δεύτερα τοῦ πρώτου φωτὸς ἀπαυγάσματα, καὶ τῆς σωτηρίας τῆς ἡμετέρας διάκονοι, δι᾽ ἃ δὴ καὶ τὰ τούτων ἀφομοιώματα τίμια καὶ ἅγιά ἐστι, τὴν προσήκουσαν τιμὴν προσφέρομεν αὐτοῖς, καὶ τὰς ἱερὰς πρεσβείας αὐτῶν ἐξαιτοῦμεν· διότι γινώσκομεν καὶ πιστεύομεν, τάς τε δοξολογίας ἡμῶν, καὶ τὰς πρὸς Θεὸν εὐχαριστίας τε καὶ δεήσεις καὶ παρακλήσεις δι᾽ αὐτῶν προσάγεσθαι· εἴπερ ἐστὶν ἀληθὲς τὸ ἐν Εὐαγγελίοις παρὰ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον· Ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Τί πράσσοντες ἢ τί ἐργαζόμενοι, ἢ πάντως γε τὰς αἰτήσεις ἡμῶν εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ἄγοντες, καὶ ἵλεων ἡμῖν αὐτὸν ἐπὶ τοῖς πεπραγμένοις παρασκευάζοντες, καὶ ὃ πρὸς σωτηρίαν ἡμῖν ἐστι μεσιτεύοντες; Ἐνταῦθα οὖν ὁ περὶ τούτων λόγος ὡρίσθω, καὶ ὁ τῆς τοῦ δυσσεβοῦς ματαιότητος λῆρος ἀνείσθω. Ἐπὶ δὲ τὰ πρώην ὑπεσχημένα, τῆς τοῦ γραπτοῦ καὶ ἀπεριγράπτου φωνῆς ἕνεκεν, ὧν τὸ διάφορον ἐξ ἀπαιδευσίας καὶ ἀμαθίας ἠγνοηκότα κατίδοι ἄν τις, καθάπερ δὴ καὶ τοὺς ἐκείνου φοιτητὰς, καὶ τῆς πλάνης ἀκροατὰς, τοὺς νῦν ἀσεβεῖς καὶ ἀπαιδεύτους δογματιστὰς, ἤδη τῷ λόγῳ τρεψώμεθα, τὰ παρ᾽ αὐτῶν ἐπισκεπτόμενοι ληρῳδήματα· ἀλλ᾽ ἐπειδὴ ὥσπερ φύσεων καὶ ἰδιωμάτων διαφορὰν οὐκ ἔγνωσαν, οὐδὲ ἀναμέσον ἁγίου καὶ βεβήλου διαστεῖλαι ἀνοηταίνοντες διέγνωσαν, οὕτως οὐδὲ ὅ τί ποτέ ἐστι γραφὴ καὶ περιγραφὴ, ἢ γραπτὸν καὶ περιγραπτὸν, ἐπέγνωσαν· πάντα γὰρ συγχέοντες καὶ συμφύροντες καὶ ἀδιάκριτα λογισάμενοι, εἰς ταυτὸν ἄγουσιν, ἃ πολὺ ἀλλήλων διέστηκε, τὴν ὁπωσοῦν ἐν αὐτοῖς, οὔτε εἰδότες οὔτε διδόντες διάκρισιν. Ὧν τῇ ἀνοίᾳ συγκαταστάντες ἐν τοῖς ἀνόπιν εἰρημένοις, ὡς ἂν τοῦ λόγου τὸ συνεχὲς μὴ διακόπτοιτο, ὡς ἔτυχε ταῖς φωναῖς καὶ αὐτοὶ κατεχρησόμεθα· ἔνθα μὲν κυρίως, καὶ τὸ ἴδιον τῆς λέξεως τηρήσαντες σημαινόμενον, ἔνθα δὲ πρὸς τὸ ἀδιάφορον ἰδόντες, τὸν λόγον ποιησάμενοι· ἐπηγγέλμεθα δὲ τὴν τούτων παραστῆσαι καὶ διαρθρῶσαι γνῶσίν τε καὶ διάκρισιν, καὶ ὅτῳ πρὸς ἄλληλα διαφέρουσιν, ὡς ἂν εὐκάτοπτος αὐτῶν ἡ ἑρμηνεία καὶ διασάφησις οὐκ εἰδόσι γένηται, καταγέλαστος δὲ καὶ ἀπαιδευσίας πλήρης, τῶν ἀνοήτων ὁ λόγος ἐκδειχθῇ. Ταύτῃ τοι ὡς ἐν βραχεῖ νῦν περὶ αὐτῶν διαλαβεῖν, εὔκαιρον ὑπειλήφαμεν.

Τίς γὰρ τῶν κατὰ βραχὺ λόγου μετασχόντων οὐκ ἐννοήσειεν, ὅτι ἄλλο μέν ἐστι γραφὴ, ἕτερον δὲ περιγραφή; Γραφὴ μὲν γὰρ, ἵνα ἐκ τῶν ἁπλουστέρων ἀρξώμεθα, διττῶς λέγεται· ἡ μὲν γὰρ τοῦ χαρακτῆρσιν τουτωνὶ τῶν στοιχείων ἐν εἱρμῷ καὶ τάξει χαρασσομένη, καὶ συλλαβικῶς προϊοῦσα διὰ τῶν λογογραφουμένων ἐκφέρεται· ἡ δὲ διὰ τῶν ὁμοιωμάτων μιμήσει τῇ πρὸς τὸ παράδειγμα εἰδοποιουμένη καὶ τυπουμένη, ὡς ἐπὶ τῆς ἡμῖν εἰς ζήτησιν προκειμένης δείκνυται. Καὶ ἡ μὲν τῶν συνειρομένων λόγων τὸ ἀπαγγελτικὸν διὰ τῶν ἐκφωνουμένων παρίστησιν· ἡ δὲ τῶν παραδεδειγμένων προσώπων τὸ μιμητικὸν, διὰ τῶν ἐμφαινομένων ὑποδείκνυσιν. Ἄλλως δὲ, εἴπερ εἰδῶν τινων ἔσθ᾽ ὅτε καὶ πραγμάτων ἔμφασιν εἰσφέρει, οὐκ ἀναγκαῖον ἐν τῷ παρόντι διασκοπεῖσθαι. Γραφεῖς δὲ καὶ ἀμφότεροι οἱ ταῦτα μετιόντες τε καὶ ἀποτελοῦντες, κατὰ τὴν ὧδε καλοῦνται συνήθειαν, ὅ τε τὸν λόγον ὑπογράφων, καὶ ὁ τῆς ζωγραφικῆς ἐπιστήμης εἰδήμων. Τὸ γὰρ ἐπὶ τοῦ ξύσαι παρὰ τοῖς παλαιοῖς λεγόμενον γράψαι, οὐ πόῤῥω τῆς τούτων ἐννοίας διῴκισται. Περιγραφὴ δὲ, φασὶ, τούτοις ἀποτελεῖται· ἢ γὰρ τόπῳ περιγράφεται τὸ περιγραφόμενον, ἢ χρόνῳ καὶ τῷ ἦρχθαι, ἢ καταλήψει· τόπῳ μὲν, ὡς τὰ σώματα· τόπῳ γὰρ περιείργεται, εἴ γε τόπος ἐστὶ πέρας τοῦ περιεχομένου, καθὸ περιέχει τὸ περιεχόμενον· χρόνῳ δὲ καὶ τῷ ἦρχθαι περιγραπτόν ἐστιν ὃ μὴ πρότερον ὅν, ἀπὸ χρόνου καὶ τοῦ εἶναι ἤρξατο· καθ᾽ ἃ καὶ ἀγγέλους καὶ ψυχὰς περιγράφεσθαι λέγεται· σωματικῶς μὲν γὰρ ἄγγελοι ἐν τόπῳ οὐ περιέχονται, τῷ μὴ τυποῦσθαι καὶ σχηματίζεσθαι· ἐνεργοῦσι δὲ ἐν τόπῳ κατὰ τὴν οἰκείαν φύσιν, τῷ παρεῖναι νοητῶς νοεροί γε ὄντες, καὶ μὴ εἶναι ἑτέρωθι, ἀλλ᾽ ἐκεῖσε νοητῶς περιγράφεσθαι. Εἴποι δ᾽ ἄν τις καὶ ὑπὸ τοῦ Κτίσαντος αὐτοὺς περιορίζεσθαι. Ἔτι δὲ καὶ τὰ χρόνῳ οὐκ ἠργμένα μόνον, ἀλλὰ καὶ περατούμενα καὶ ὁριζόμενα· ὧν ἐστιν ἡ καθ᾽ ἡμᾶς παριοῦσα ζωὴ, μᾶλλον δὲ εὐπερίγραπτος καὶ πεπερασμένη· θανάτῳ γὰρ ἕκαστος ἡμῶν τὸ τέρμα τοῦ βίου δέχεται, καὶ τοῦδε τοῦ παντὸς τὸ πέρας καὶ ἢ συντέλεια, καθ᾽ ἣν μεταστοιχειούμενον διαμειφθήσεται. Καὶ καταλήψει δὲ περιγραπτόν ἐστιν, ὃ δινοίᾳ καὶ γνώσει καταλαμβάνεται· ἓν γὰρ περιγραφῆς εἶδος λέγεται, καὶ ἡ κατάληψις, καθ᾽ ἣν καὶ ἄγγελοι ἀλλήλων ποσῶς τὴν φύσιν ἴσασιν· ὥστε εἶναι τὴν περιγραφὴν, περίσχεσιν καὶ ὅρον τοῦ ἐμπεριεχομένου καὶ ὁριζομένου, ἢ ἀποπεράτωσιν τοῦ ἠργμένου καὶ κινουμένου, ἢ κατάληψιν τοῦ νοουμένου καὶ γνωσκομένου. Ὁ δὲ μηδενὶ τούτων περιέχεται, ἀπερίγραπτόν ἐστιν. Ὁ Χριστὸς τοίνυν τοῖς εἰρημένοις τούτοις ἀνθρωπίνως περιγέγραπται τρόποις· ἐπειδὴ γὰρ σῶμα πεφόρεκεν ἀληθῶς τὸ καθ᾽ ἡμᾶς, οὐ κατὰ φαντασίαν, ὁ ἀσώματος ἐν τόπῳ περιγέγραπται· καὶ ἀρχὴν χρονικὴν εἰληφὼς ὁ ἄναρχος, χρόνῳ περιεγράφη· καὶ τοῖς ἀνθρώποις σωματικῶς προσομιλήσας, κατελήφθη ὁ ἀκατάληπτος.

Τοσαυταχῶς οὖν λεγομένης τῆς περιγραφῆς, πολλὴν ἔστιν εὑρεῖν ἐν τούτοις τὴν διαφοράν· οὐδὲ γὰρ ὁ γράφων ἤγουν εἰκονίζων ἄνθρωπον, ὡς ἐφ᾽ οὖ νῦν πρόκειται λέγειν, τὸν αὐτὸν ἅμα καὶ κατὰ ταυτὸν περιγράψει. Ὡς οὐδ᾽ εἴ τις περιορίζοι τινὰ, καθ᾽ ὃν ἂν περισχεθῇ τόπον ἐγκαθείργνυσι, καὶ τὸν μὴ παρόντα γε μάλιστα· καὶ γὰρ ἐν μὲν τῇ περιγραφῇ ἐξ ἀνάγκης πάρεστιν· ἐν δὲ τῷ γράφεσθαι οὐ πάντως πάρεστιν· ἀλλ᾽ οὐδὲ περιγράψει προγουμένως, κἂν τις οἴηται τοῦτο δρᾷν. Ὅλως γὰρ τὰ σωματικῶς περιγραφόμενα, τόπος ἐστὶν ὁ προσεχῶς περιγράφων· καὶ τί ποτέ ἐστι τόπος, εἴρηται. Οὐδ᾽ αὖ πάλιν εἴ τις σωματικῶς περιγράφοι, ἵνα καὶ τούτῳ συγχρησώμεθα τῷ λόγῳ, τινὰ, τὸν αὐτὸν πάντως καὶ γράφει, ἤτοι εἰκονίζει· οὐδεὶς γὰρ ὁ συναναγκάζων λόγος, ἐπεὶ οὐδὲ ἀλλήλοις ταῦτα ἕπεται, ὡς εἰρήσεται καὶ αὖθις. Ἐν τῷδε μὲν γὰρ τῷ τόπῳ, οἷον ἐν τοίχῳ τινὶ ἢ πίνακι, φαμὲν γράφεσθαι ἄνθρωπον· ἐν αὐτῷ δὲ τῷ τόπῳ οὐδεὶς τῶν νηφόντων καὶ λελογισμένων εἴποι ἂν αὐτὸν περιγράφεσθαι ἤτοι περιορίζεσθαι. Ἄνθρωπος γὰρ ἐν τῇ ἰδίᾳ εἰκόνι γράφεται μὲν, οὐ περιγράφεται δὲ ἐν αὐτῇ, εἰ μὴ ἐν τῷ οἰκείῳ τῆς περιγραφῆς τόπῳ. Καὶ ὁ τρόπος δὲ τούτων παρὰ πολὺ διήνεγκε· γράφεται μὲν γὰρ ἄνθρωπος διὰ χρωμάτων καὶ ψηφίδων, ἂν οὕτω συνενεχθείη, καὶ ταῦτα ποικίλως καὶ πολυειδῶς σχηματιζόμενος, καὶ διηλλαγμένοις τοῖς ἄνθεσιν· οὐδαμῶς δὲ ἔνεστι διὰ τούτων αὐτὸν περιγράφεσθαι, ἐπεὶ ἑτέρως ἔχειν τὸ περιγράφεσθαι εἴρηται.

Ἔτι ἡ γραφὴ τὸ σωματικὸν εἶδος τοῦ γραφομένου παρίστησι, σχῆμά τε καὶ μορφὴν αὐτοῦ ἐντυπουμένη καὶ τὴν ἐμφέρειαν. Ἡ δὲ περιγραφὴ, ἐν οὐδενὶ τούτων ἐπικοινωνοῦσα τοῖς εἰρημένοις τρισὶ τρόποις, τὰ ἐμπεριειλημμένα ὁρίζει· καὶ ἡ μὲν ἐν τῷ ὁμοίῳ τὴν σχέσιν ἔχουσα πρὸς τῷ ἀρχετύπῳ ἐστὶ, καὶ ἀρχετύπου γραφὴ ἔστι τε καὶ λέγεται, κεχώρισταί τε αὐτοῦ, καὶ ἰδίᾳ ὑφέστηκε, καί ποτε ἔστιν· ἡ δὲ, οὔτε ὅμοιον, οὔτε ἀνόμοιον γίνεται, οὔτε εἰδοποιεῖται, οὐδὲ ἀρχετύπου περιγραφὴ λέγεται, οὐδὲ πρὸς τὸ ἀρχέτυπον φέρεται· ἀχωρίστως δὲ καὶ αὐτόθεν, οἷς συμπεριείληφε συνυφίσταται, καὶ ἀεὶ αὐτοῖς πρόσεστιν. Ἀεὶ γὰρ ἐν τόπῳ ὁ ἄνθρωπος, καὶ ἐν χρόνῳ, καὶ ἐν καταλήψει ἐστὶ, καὶ περιγραπτῇ γε οὔσῃ τῇ φύσει, ἐξ ἀνάγκης ἕπεται, οὐδενὶ κενῷ διειργομένῃ· ὡς ἴδοι τις ἐπὶ τῆς τοπικῆς περιγραφῆς, τὸ συνάπτειν ἀμφοῖν πρὸς τῇ ἐπιφανείᾳ ἀλλήλων τὰ πέρατα· ἔνθα γὰρ ὄγκος καὶ μέγεθος, ἐξ ἀνάγκης καὶ τόπος συνεπινοηθήσεται. Ἡ γραφὴ δὲ ἐκκεχώρηκε πολλῷ· καὶ ἡ γραφὴ μὲν, εἰ καὶ διαφόροις τόποις, ὅμως ὡρισμένως τυποῦται. Ἡ περιγραφὴ δὲ ὁρίζουσα, ἁπλῶς καὶ ἀορίστως πᾶσιν ἃ πέφυκε περιγράφεσθαι συμπεριῆκται. Οὐ γὰρ ἐν τῷδε μὲν περιγράφει, ἐν τῷδε δὲ οὔ. Καὶ ἡ μὲν ἐν αἰσθήσει καὶ δεῖξει τὸ πᾶν ἔχει, ἡ δὲ τὸ πλέον ἐννοήσει· τάχα γὰρ τὸν περιγράφοντα τόπον τις αἴσθοιτο μόνον. Καὶ ἁπλὼς εἰπεῖν, οὔτε ἡ γραφὴ περιγράφει τὸν ἄνθρωπον κἂν περιγραπτός ἐστιν, οὔτε ἡ περιγραφὴ γράφει κἂν γραπτός ἐστιν· ἑκάτερον γὰρ τὸν ἑαυτοῦ λόγον ἕξει. Καὶ ἔτι ἡ μὲν γραφὴ περιέχεται ὑπὸ τῆς περιγραφῆς, ἡ δὲ περιγραφὴ οὐ περιέχεται ὑπ᾽ αὐτῆς, ἀλλὰ περιέχει αὐτήν· διὸ οὐδὲ ἀντιστρέφει. Ἐπὶ πλέον γὰρ ἡ περιγραφή· εἴ τι μὲν γὰρ γραπτὸν, ἤτοι τὸ εἰκονιζόμενον, ὁ ἄνθρωπος λέγω, καὶ αὐτὴ ἡ γραφὴ, ἤγουν ὁ τετυπωμένος χαρακτὴρ, φήσειεν ἄν τις τάχα που καὶ περιγραπτὸν, περὶ οὗ νῦν ἡμῖν λέγειν πάρεστιν, ὃ πανταχοῦ ἐπισημαίνεσθαι χρή. Οὐ γὰρ περὶ τοῦ ἑτέρου τρόπου διέξιμεν· οὐ μὴν ἔμπαλιν εἴ τι περιγραπτὸν, τοῦτο καὶ γραπτόν.

Οἷον τί φημι· Ὁ ἐνιαύσιος καλούμενος κύκλος ἵνα καὶ οὕτως ὁ λόγος ἡμῖν ἵοι, μέτροις τισὶ καὶ διαστήμασι χρονικοῖς τέτρασι περιστρέφεται· διόπερ δὴ καὶ περιγράφεσθαι λέγεται, οὐ γράφεται δὲ, ἤτοι εἰκονίζεται. Πῶς γὰρ ἂν καὶ εἰκονισθείη ὅ γε μήτε εἰδοποιόμενος, μήτε σχηματιζόμενος, καὶ διὰ τοῦτο μηδὲ ὑπ᾽ ὄψιν ἐρχόμενος, ἀλλ᾽ οὐδὲ ὑπομένων; Συνεχὴς γὰρ ὤν, τὰ οἰκεῖα πέρατα τοῖς τοῦ ἐφεξῆς ἀρχὰς ἀεὶ ποιούμενος ἐπισυνάπτει. Ἀπλῶς γοῦν τῷ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ σημεῖον κυκλικῶς περιδινούμενον τὸν ἥλιον ἀποκαθίστασθαι, ὀπωσοῦν περιγράφεσθαι λέγεται. Καὶ οὕτως ἀλλήλων τὰς διαδοχὰς, ὥσπερ ἐν ἀτόμῳ καὶ ἀκαρεῖ καὶ σχεδὸν ἀνεπαισθήτως διανύουσιν. Ἵνα γὰρ μὴ ῥέων ὁ χρόνος ἐπ᾽ ἀδήλῳ τὰ τῆς ζωῆς τῆς ἀνθρωπίνης περιστήσειε, σύγχυσίς τε τῶν καθ᾽ ἡμᾶς πραγμάτων καὶ ἀταξία καὶ ἀνωμαλία ἐπικρατοίη, μηδενὸς χρονικοῦ σημείου τούτοις ἐμφαινομένου, ἡμέραις καὶ ὥραις καὶ ἑβδομάσι καὶ μησὶ καὶ ἐνιαυτοῖς μετρεῖται, ὀλυμπιάσι τε τὸ παλαιὸν καὶ ὑπατείαις, καὶ ἑτέροις μέτροις κοσμούμενος, ἵνα σαφὴς καὶ τετρανωμένη τῶν πραττομένων ἡ μνήμη διασώζηται, καὶ τὰ ἐν τῷ βίῳ διευθετῆται πράγματα. Οὕτως οὖν καὶ ὁ κατὰ Μωσέα νόμος μέχρι τοῦ εὐαγγελικοῦ καὶ σωτηρίου κηρύγματος προϊὼν, χρόνῳ ἔστη καὶ περιεγράφη. Καὶ ἡ εἰδωλολατρία, ἐπιφηνέντος τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὡσαύτως κατήργηται καὶ περιγέγραπται, εἰς τὸ λοιπὸν μήτε προϊοῦσα μήτε ἐνεργοῦσα πώποτε. Ἀλλ᾽ οὔτε ὁ νόμος καίτοι περιγραπτὸς ὦν, εἰκονίζεται, αὐτό γε καθ᾽ αὐτὸ τοῦνομα ψιλὸν, εἰ καὶ τὰ νομιζόμενα συλλαβικῶς γράφεται, καὶ ἐν Βίβλοις ἱεραῖς ἀεὶ διαφέρεται. Οὔτε ἡ εἰδωλολατρία γράφεται, πρᾶγμα περὶ ἀνυπόστατα ματαιοπονούμενον, ἀνείδεόν τε ὃν καὶ ἀσχημάτιστον.

Ὡσαύτως δὲ καὶ αἱ ἀρχαὶ καὶ ἐξουσίαι τῶν ἐθνῶν, περιγεγραμμέναι εἰσί τε καὶ λέγονται, ὅροις τισὶ καὶ πέρασι διειλημμέναι. Ἐν τόποις γὰρ ἀφωρισμένοις ἑκάστῳ ἔθνει τὰ τῆς οἰκείας ἀρχῆς καὶ ἐξουσίας παρὰ Θεοῦ ἐκνενέμηται, κατὰ τὸ εἰρημένον· Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Οὐ μὴν αὐτό γε τούνομα τῆς ἀρχῆς καὶ τῆς ἐξουσίας εἰκονισθήσεται· πρᾶγμα γὰρ καὶ σύμβολον ἀξιώματος ὃν τυγχάνει. Ὁμοίως καὶ ἡ ἀνθρωπίνη ζωὴ, καίτοι περιγεγραμμένη οὖσα, καὶ ὑπὸ τοῦ δημιουργοῦ τῶν ὅλων Θεοῦ καθοριζομένη, ὅμως οὐ γράφεται. Καὶ τὰ συμπίπτοντα ἐν ἡμῖν νοσήματα περιγραπτά ἐστι· χρόνῳ γὰρ περιγράφεται· καὶ μάλιστα πυρετοὶ ἐφήμεροι· ἄχρι γὰρ μιᾶς ἡμέρας ὡς ἐπὶ τὸ πλεῖστον περιγράφονται, ἰατρῶν παῖδες φασιν, ἀλλ᾽ οὐδείς γέ ποτε πυρετὸν γραφόμενον ἢ εἰκονιζόμενον τεθέαται. Ἤδη δὲ καὶ τῶν ἀνθῶν αἱ ποιότητες, αἳ τοῖς ὑποκειμένοις ἐνυπάρχουσι σώμασιν εὐωδιάζουσαι, ἐν τῷδε τῷ τόπῳ τυχὸν πεφυτευμένοις ἢ ἐναποτεθειμένοις, καὶ τὸ εὐῶδες ἀποπέμπουσαι, ἄχρι τοῦδε περιγραφήσονται. Καθ᾽ ἑαυτὰς δὲ ὅτι μὴ ὑφίστανται, οὐ γράφονται, ὅτι μηδὲ εἰδοποιοῦνται τὸ σύνολον. Τί δὲ ἡ ἐπ᾽ Αἴγυπτον τοῦ Ἰακὼβ καὶ τῶν ἐξ Ἰακὼβ κάθοδος, ὑπὲρ τὰ τετρακόσια διαρκέσασα ἔτη; ἤ τε εἰς Βαβυλῶνα τῶν ἐκεῖθεν Ἰουδαίων ὑπὸ Χαλδαίων αἰχμαλωσία, ἐν ἑβδομήκοντα ὅλοις ἔτεσι καθωρισμένη παρὰ τοῦ τῶν ὅλων Θεοῦ, ἢν ἐπὶ τῆς ἀλλοδαπῆς οἱ δοριάλωτοι, πρὸς παιδείαν τῶν πεπλημμελημένων, διατελέσαι κατεδικάσθησαν; Οὐχὶ περιγραπταὶ ὑπῆρχον, καὶ πάλαι τῇ ἐπανόδῳ λέλυντο, φησὶν ὁ θεῖος Γρηγόριος; Πρᾶγμα δέ ἐστιν ἡ μὲν κάθοδος τῶν μετωκηκότων ἢ μετανάστασις· ἡ αἰχμαλωσία δὲ τῶν μὲν ἑλόντων, πλεονεξίας ἀπόδειξις καὶ γνώμη τυραννικὴ, τῶν δὲ ἀλόντων ἐλευθερίας ἀφαίρεσις, ἀνδραποδισμός τε καὶ ἀκούσιος ἀπαγωγή. Ἀλλ᾽ οὐκ ἄν τις κάθοδον ἢ αἰχμαλωσίαν αὐτὸ καθ᾽ αὑτὸ τὸ πρᾶγμα γράψειεν· οὐ γὰρ τοὺς κατιόντας αὐτοὺς ἢ τοὺς ἠχμαλωτισμένους εἰρῆσθαι νῦν οἰητέον· ἕτερον γὰρ ἐκείνων ταῦτα· ὥσπερ δὴ τῶν σωμάτων, τὰ πράγματα. Φήσειε δ᾽ ἄν τις περιγραφόμενον καὶ τὸ πνεῦμα αὐτὸ τὸ ἀέριον, ἅτε δὴ ἐν τῷδε μὲν τῷ χωρίῳ πνέον, ἐν τῷδε δὲ ἀπολειπόμενον, οὐ γραφόμενον δὲ, ἐπεὶ οὐ διήρθρωται οὐδὲ εἰδοπεποίηται.

Καὶ ὁ λόγος δὲ εὐπερίγραπτος μὲν λέγεται, οὐδαμῶς δὲ εἰκονίζεται· οὐ γὰρ σῶμα οὐδὲ εἶδος αὐτῷ ἢ σχῆμα περίεστι· πῶς γὰρ ὅ γε κατὰ τὴν προφορὰν χεόμενος καὶ λυόμενος; Εἴρηται δὲ ἐφ᾽ οὗ τὸ γράφεται ἐπὶ πάντων τούτων ἐκληπτέον. Κατὰ γὰρ τὸν ἕτερον τῶν σημαινομένων τρόπον, ἤγουν συλλαβικῶς, πάντα γραφήσεται· καὶ πολλὰ ἄν τις ἐνερευνῶν εὕροι, ἐφ᾽ ὧν ἡ διαφορὰ τουτωνὶ τῶν λέξεων διαφαίνεται. Οὐδὲν οὖν τῶν εἰρημένων γράφεται, εἰ μὴ καθάπερ ἔνιοι τὰς ἀρετὰς σχηματίζοντες καὶ διαπλάσσοντες, οἷον δικαιοσύνην καὶ ἀνδρείαν καὶ τὰς λοιπὰς σωματοποιοῦσιν, ὡς ἐν τισιν εἴδομεν, ὰ οὐ κυρίως εἰκονίζεσθαι λέγεται οὐδὲ γράφεσθαι, ὡς ἀρχετύπων ἡμοιρηκότα, καὶ μηδαμῶς τισιν ὑπόστασιν ὅμοια. Αἱ γὰρ εἰκόνες πρὸς ἀρχέτυπα διαγράφονται καὶ χαράσσονται καὶ τῶν πρός τί εἰσι, καθὰ δὴ καὶ πρώην ἡμῖν εἴρηται. Ταῦτα δὲ πλάσματά ἐστιν, ἐξ ἐπινοίας καὶ κατ᾽ ἐξουσίαν τοῦ τυποῦντος ἀναπλασσόμενα. Οὐδενὸς οὖν προϋφεστῶτος ταῦτα φέροντα δείκνυται, οὔτε εἶδος, οὔτε σχῆμα, οὔτε μορφήν· οὐκοῦν οὐ κυρίως οὐδὲ ἀληθῶς εἰκονισθήσεται. Καὶ ὅλως τὰ ἐν τόπῳ περιειργόμενα, καὶ πρὸς τὴν αἴσθησιν τὴν ἡμετέραν ἐρχόμενα, οἷς σῶμά τε καὶ εἶδος καὶ σχῆμα περιτίθεται, ταῦτα ὡς ἐπὶ τὸ πλεῖστον εἰκονίζεται· τὰ δὲ καθ᾽ ἕτερον τρόπον γινόμενα, ἢ οὐδ᾽ ὅλως, ἢ ἐν καταχρήσει, ἢ ὅτῳ τρόπῳ ἑτέρῳ, σπανιάκις γραφήσεται. Τοσαύτης οὖν ἐμφαινομένης ἐν τούτοις τῆς διαφορᾶς, ἔκ τε τοῦ ὁρισμοῦ καὶ τοῦ λοιποῦ περὶ αὐτῶν λόγου, πλὴν οἵ γε ἐμπαθεῖς καὶ ἀνόητοι, μέχρι τῆς ζωῆς τῆς παρούσης τὴν ἐλπίδα περιγράφοντες, ἵνα καὶ τοῦτο αὐτοῖς προστεθείη, καὶ οὐδαμῶς πρὸς τὸν μέλλοντα διὰ τὸ ἐμπαθὲς τῆς ψυχῆς καὶ πρὸς τὴν ὕλην ἐπιρρεπὲς βλέποντες, ὁρμαῖς δὲ ἀπαιδεύτοις καὶ αὐθαιρέτοις κινούμενοι, ὥσπερ ἐξ ἐπιτάγματος τὰ δεδογμένα νομοθετοῦσιν ἀπερισκέπτως καὶ λίαν ἀφρονέστατα, ἃ μηδὲ αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐπίσταται. Δέον γὰρ λέγειν, γράφειν καὶ εἰκονίζειν, περιγράφειν φασὶ, μήτε τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ, μήτε μὴν τῇ τῶν πραγμάτων ἀκολουθίᾳ προσανέχοντες. Οὐδὲ τὰ ἐν τῇ κοινῇ ταύτῃ δὴ καὶ δημώδει χρήσει, ἐπιγνῶναι αὐτοὺς τὴν τούτων διαφορὰν πέπεικεν, οἷά εἰσι τὰ λεγόμενα ἐν τοῖς συμβολαίοις γραμματεῖα ἐμπερίγραφα, ἀντιδιεσταλμένως τοῖς ἐπὶ τοῖς διηνεκέσι συναλλάγμασι νενομισμένοις ὀνομαζόμενα.

Ὁ δὲ πάντων αὐτῶν μάλιστα καταισχύνει τὴν ἄνοιαν, οὐ συνῆκαν οἱ δείλαιοι. Πανταχοῦ γὰρ αὐτοὶ ἀνὰ στόμα ἔχοντες, προ[σ]φέρουσι τὸν διδάσκαλον Ἀστέριον προστάσσοντα, τί; « Μὴ γράφε τὸν Χριστόν· » οὐ μὴν, Μὴ περίγραφε, διακελευόμενον. Οὕτω δὲ καὶ ὁ καθ᾽ ἡμᾶς Ἀστέριος ἐν τῇ κατὰ τὴν ἁγίαν μάρτυρα Εὐφημίαν ἐκφράσει· « Εἶδον ἐκεῖ γραφήν τινα, » τὴν ἱερὰν ἱστορίαν τῆς θεομάρτυρος ἡμῖν ὑποδεικνύς· οὐ περιγραφὴν, εἴρηκε· καὶ γραφικὴν, οὐ περιγραφικὴν κατωνομασμένην. Οἶδε τὴν τέχνην, καὶ τῶν ζωγράφων τοὺς ἀρίστους ὑπεράγασθαι, καὶ εἰς μέγα ἦρθαι παρ᾽ αὐτοῖς, καὶ ἅμα θαυμάζεσθαι τῶν φιλοτεχνουμένων τοὺς πίνακας. Τί χρὴ λέγειν περί γε τῶν ἄλλων ἱερῶν Πατέρων ἡμῶν; ὧν ὁ μὲν τοῖς πίναξιν ἐγχαράσσοντας τοὺς ζωγράφους παρατίθεται· ὁ δὲ, ὅτι Ἅρα μετρίως ὑμῖν τὸν ἄνδρα ὁ λόγος ἔγραψε; φάσκων. Καὶ πάλιν· Ἀρα οὐ σαφῶς ὑμῖν τὸν δμώνυμον ἐμοὶ καὶ ὁμόψυχον ὁ ζωγράφος λόγος ἀνετυπώσατο; Οὐδεὶς δέ πω, περιέγραψεν, εἴρηκεν. Οἱ δὲ οὐδὲ τοῦνομα αὐτὸ, ὃ τοῖς πεπειραμένοις τὴν τέχνην ταύτην ἐπικέκληται, ἐπήσθοντο. Τοσοῦτον κατεφθαρμένοι τὸν λογισμὸν καὶ τὸ ἀσύνετον νενοσήκασι! Ζωγράφοι γὰρ, οὐ ζωοπεριγράφοι κικλήσκονται. Καὶ ἵνα μὴ λόγων λαβύρινθον διεξίοιμεν, καὶ ἄλλως ῥημάτων ὄχλον ἀδιεξίτητον ἐπεισκρίνωμεν, εὐπερίγραπτον τὴν περὶ τοῦ γραπτοῦ καὶ περιγραπτοῦ γραφὴν ἐνταυθοῖ περιγράψωμεν.

Πῶς οὖν οὐκ ἐγκαλύπτονται οἱ Χριστομάχοι καὶ καταδύονται, τὰ ἀσώματα καὶ ἀσχημάτιστα οἷον ἄγγελον καὶ ψυχὴν, ὅσον κατὰ τὸν ἴδιον λόγον, ἀκούοντες περιγράφεσθαι, Χριστὸν δὲ σεσωματωμένον, καὶ ἐν οὐσίᾳ τῇ καθ᾽ ἡμᾶς πεφηνότα, καὶ ἐνυπόστατον ὄντα, καὶ εἶδος καὶ σχῆμα καὶ μορφὴν ἀνθρωπείαν ἀνειληφότα, καὶ διασώζοντα ἐν πᾶσι τὸ ἐν ἀνθρώποις τέλειον, μὴ δοξάζειν περιγράφεσθαι καὶ γράφεσθαι, ἤτοι εἰκονίζεσθαι; Ἀμφότερα γὰρ ἐπ᾽ αὐτοῦ δείκνυται· ἐπεὶ καὶ ἐφ᾽ ἡμῶν ταῦτα καθ᾽ οὓς γέγονεν, οὐδενὸς τῶν καθ᾽ ἡμᾶς πλὴν ἁμαρτίας ἀπολειπόμενος. Ὅλον γὰρ τὸν παλαιὸν Ἀδὰμ ὁ νέος Ἀδὰμ ἔφερεν, ἵνα πεσόντα ὑπὸ τὴν ἁμαρτίαν διὰ τὴν τῆς θείας ἐντολῆς παράβασιν, ἀναστήσῃ ἐν ἑαυτῷ ὡς ἀναμάρτητος χάριτι. Ἢ καὶ ἑαυτοὺς τοῦ αὐτοῦ γε ὄντας φυράματος, περιγεγράφθαι ἀπιστήσουσιν, ἵνα καὶ τὸ εἶναι ἄνθρωποι προσαπολέσωσιν; Ἡμεῖς γὰρ πεπιστεύκαμεν καὶ διαγγέλλομεν, ὡς διὰ περιουσίαν φιλανθρωπίας, τὸ ἴδιον πλάσμα ἐπὶ τὴν ἀρχαίαν εὐγένειαν ὁ θεῖος Λόγος ἀνακαλούμενος, πρῶτον μὲν ἐν τῇ νηδύι τῆς παναγίας Μητρὸς καὶ ἀληθῶς θεοτόκου οἰκήσας, σάρκα ἀψευδῶς τὴν ἡμετέραν ἐκ παρθενικῶν αἱμάτων προσείληφεν. Ἐπεὶ καὶ αὐτὴ, ἄνθρωπος καὶ τῆς ἡμετέρας φύσεως ἀπαραλλάκτως οὖσα ἐτύγχανεν, ἁγιωσύνῃ δὲ καὶ καθαρότητι μόνον πάντων ὑπερέχουσα, καὶ ἄνθρωπος τέλειος, οὐ κατὰ φαντασίαν, οὐ κατά δόκησιν χρηματίσας ἑαυτὸν κατὰ τὸ ἀνθρώπινον περιέγραψεν. Ἐκ τοῦδε γὰρ ταῖς κυρίαις καὶ ἰδικαῖς σημασίαις τῶν φωνῶν τούτων χρηστέον. Καίτοι ὡς Λόγος μὲν ὢν ἀεὶ, τοῦθ᾽ ὅπερ ἐστὶν, ἀπαθὴς, καὶ ἀπεριγραψίας καὶ ἀοριστίας ἁπάσης περιγραφὴ καὶ ὅρος ὦν, ἔπειτα δὲ προελθὼν ἐκεῖθεν ὡς εὐδόκησεν, ἐν σπηλαίῳ καὶ φάτνῃ κατακλιθεὶς, καὶ σπαργάνοις ἐνειληθεὶς, περιεγράφη καὶ περιωρίσθη σαρκί. Ἐφ᾽ οἷς καὶ τὰ ἑξῆς τοῦ περιγραπτοῦ σώματος, περιετμήθη, ἐβαπτίσθη, περιεγράφη σωματικῶς ἐν τοῖς ὕδασι, καὶ ὑπὸ δούλου χειροθετούμενος, ὑψώθη ἐν σταυρῷ, ἐτρήθη τὴν πλευρὰν, τὸν ὑπὲρ ἡμῶν ἀνέτλη θάνατον, τέθαπται ἐν μνημείῳ ἐν ᾧ περιεγράφη σωματικῶς. Εἶτα ἀνεβίω τριήμερος, ὡς Θεὸς πατήσας τὸν θάνατον, καὶ νεκροῖς τὴν ἐλευθερίαν καὶ ζωὴν χαρισάμενος.

Τί οὖν φατε ὑμεῖς οἱ τὸ ἀπερίγραπτον πρεσβεύοντες, καὶ τῆς δοκήσεως δοξάζοντες τὸ ἀδόκιμον; Ὁ ἐν σπαργάνοις ἐνειλούμενος, ἢ ἐν φάτνῃ κατακλινόμενος, καὶ εἴσω σπηλαίου γινόμενος περιγράφεται, ἢ οὐ; Τί δέ; ὁ περιτεμνόμενος, καὶ βαπτιζόμενος, καὶ σταυρούμενος, καὶ τὸ πάντων ἔσχατον ἐν μνημείῳ κατακλειόμενος, περιορίζεται ἐν τούτοις καὶ περιέχεται, ἢ οὔ; Τὸ γὰρ μὴ περιγραφόμενον, οὐδὲ ἐν τόπῳ ἐστίν· εἰ δὲ οὐκ ἐν τόπῳ, οὐδὲ σῶμα· εἰ δὲ οὐ σῶμα, πολλῷ πρότερον οὐδὲ ἄνθρωπος. Οὐκοῦν οὐδὲ ἐνηνθρώπησεν, οὐδὲ ἀνείληφε τὴν πεσοῦσαν φύσιν, καὶ οἶον τὸ καθ᾽ ἡμᾶς σῶμα, ὃ ταῦτα πάσχειν πέφυκε, καὶ τοῖς τοιούτοις ὑποπέπτωκε πάθεσιν. Εἰ δὲ χρὴ πρὸς τὴν ὑμῶν ἀπαιδευσίαν καὶ ἀναισχυντίαν μικρόν τι προσπαίξαντα εἰπεῖν, περιγράφεται ὁ περιγραφόμενος, ἢ οὔ; Τοῦτο τῆς ὑμετέρας ἐμβροντησίας καὶ φρενοβλαβείας εἰπεῖν ἄξιον. Ἴσως γὰρ οὐδὲ τούτῳ συνθήσεσθε. Οὐ γὰρ παρὰ Χριστιανοῖς ταῦτα ἀπιστηθήσεται ἢ παιχθήσεται. Ὅπου γε καὶ μετὰ τὴν θείαν ἀνάστασιν, τῷ αὐτῷ σώματι, καίτοι τὴν ἀφθαρσίαν καταπεπλουτηκότι, θυρῶν κεκλεισμένων εἴσω γίνεται, καὶ τοῖς μαθηταῖς ἐμφανίζεται ψηλαφώμενος, καὶ τὰς ὡτειλὰς τῆς θείας πλευρᾶς καὶ τῶν ἤλων τῶν ἐν χερσὶν, οἷς διαπεπερόνηται, παραδείκνυσιν· οὐδὲ προσέξετε τοῖς λέγουσιν, « Οἴτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ.» Καὶ τὸ ἔτι τούτων παραδοξότερον, καὶ εἰς οὐρανοὺς σεσωματωμένος ἄνεισι, καὶ ὡς σῶμα φέρων ὁρώμενος. Καὶ δηλοῦσι τὰ τοῖς παραπέμπουσιν ἀγγέλοις λεγόμενα, καὶ παρὰ τοῖς μαθηταῖς ἀκουόμενα, ὅτι Ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀνερχόμενον εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται· καὶ, Ἐν δεξιᾷ τοῦ Θεοῦ καθεζόμενον, καὶ πάλιν ἤξοντα μετὰ τῆς πατρικῆς δόξης δορυφορούμενον τῷ αὐτῷ κεχρημένον σώματι, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντησάντων, καὶ πιστευθῇ ὑπὸ τῶν ἀπειθησάντων. Καὶ ὅλως ἵνα συνοπτικώτερον εἴπωμεν, τὸ ἀναβεβηκέναι αὐτὸν, τί ἄλλο ἢ σώματος ἴδιον, καὶ τόπου ἐξ οὖ καὶ εἰς ὃν μεταβέβηκε; Σώματος οὖν ταῦτα περιγραπτοῦ, καὶ τοῦ καθ᾽ ἡμᾶς, εἰ καὶ ὑπὲρ ἡμᾶς, κἂν μὴ βούλοιντο οἱ παράνομοι. Εἰ καὶ μηκέτι Χριστὸν κατὰ σάρκα γινώσκομεν. Ὧ δηλοῦται κόπων αὐτὸν ἀπηλλάχθαι, καὶ πείνης καὶ δίψης, καὶ ὅσα σαρκὸς πάθη καὶ ἀσθενείας, καὶ πλὴν ἁμαρτίας, ἡμέτερα. Οὐ γὰρ ἔτι τοῖς αὐτοῖς περιπεσεῖται πάθεσι, τὴν ἀφθαρσίαν ἅπαξ ἐνδεδυκώς.

Ἀμέλει ἐπὶ τῆς γῆς ὢν, καὶ τοῖς ἀνθρώποις ὀπτανόμενος καὶ συναναστρεφόμενος, ἡνίκα ἐντὸς τοῦ ἱεροῦ σωματικῶς ὑπάρχων ἐδίδασκε, περιεγέγραπτο. Ἐνταῦθα δὲ παρὼν, οὐκ ἦν κατὰ ταυτὸν καὶ ἐν τῇ Γαλιλαίᾳ σωματικῶς· καίτοι πάντα πληρῶν, καὶ πανταχοῦ, καὶ ὑπὲρ τὸ πᾶν ὡς Θεὸς ὦν, καὶ ὡς ἐξὸν ὧδε εἰπεῖν ἀπερίγραπτος. Ἐπεὶ πῶς καὶ πόθεν ἐπὶ τὴν Βηθανίαν μετάγεται, ὁ λέγων τοῖς μαθηταῖς, Χαίρω δι᾽ ὑμᾶς ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ; τὸ μέγα ἐπιτελέσων ἐκεῖνο μυστήριον, τὰ τῆς κοινῆς καὶ καθολικῆς ἀναστάσεως προτέλεια, σαφῶς ὧδε πιστούμενος· ὀδωδότα τὸν τετραήμερον ἐκ τῶν μυχαιτάτων καὶ ἀφανῶν τοῦ ἄδου χωρίων ὡς ζῶντα προκαλούμενος, καὶ τοῖς ζῶσι τὸν ἤδη πρὸς φθορὰν ἐπειγόμενον καὶ λυόμενον ἐγκαταριθμῶν, ἐναργῶς τοῦ θαύματος τὴν δύναμιν τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς διαδεικνύντος. Ἀλλ᾽ οὐδὲ ἐνταῦθα ὢν, ἤδη καὶ ἐν Καπερναοὺμ ἢ ἐν ἑτέρῳ τόπῳ κατὰ ταυτὸν σωματικῶς ἐφαίνετο· καὶ ὅλως ἐν τῷδε ὢν τῷ χωρίῳ, οὐκ ἦν καὶ ἀλλαχόθι· τὸν γοῦν εἰς οὐρανοὺς ἀνιόντα οὐκ οἶδα εἴ τις φαίη, καὶ νῦν ἔτι σωματικῶς ἀνθρώποις προσομιλοῦντα συναναστρέφεσθαι, εἰ καὶ ἄλλως σὺν ἡμῖν ὡς πιστοῖς καὶ οἰκείοις διαιωνίζων ἐστὶ, κατὰ τὸ ἐπάγγελμα· εἰ μὴ μέλλοιεν καὶ πρὸς ταῦτα περιτραχύνεσθαι οἱ ἀλλότριοι. Καὶ ἵνα μὴ τὰ πολλὰ διεξιόντες μακρὸν ἀποτείνωμεν λόγον, εἴπερ ἐνσώματος ἦν, ἐν τόπῳ ἦν καὶ περιεγέγραπτο. Τόπος γὰρ πέρας ἐστὶ τοῦ περιέχοντος, καθὸ περιέχει τὸ περιεχόμενον, καὶ πέρασι διείληπται καθ᾽ ἃς ὁρίζεται σχέσεις.

Δῆλον οὖν, ὡς καὶ ὁ Χριστὸς, σῶμα ἀληθῶς, καὶ οὐ κατὰ δόκησιν, φορῶν τὸ ἡμέτερον, ἔν τινι τόπῳ ὢν, οὐκ ἦν σωματικῶς πανταχοῦ· ἐξ ὧν πάντων φανερὸν, ὅτι περιεγέγραπτο. Καὶ εἰ μὴ τοῦτο ὁμολογήσαιεν, τὸν ἕτερον τρόπον δώσουσι, τῇ κακοδαίμονι τῶν Δοκητῶν πλάνῃ μαινόμενοι συμπεριενεχθέντες, ἐν φαντασίᾳ τὴν τοῦ Κυρίου σάρκωσίν τε καὶ σταύρωσιν ὀνειρώσσοντες. Μηδὲ γὰρ εἶναι Χριστὸν τὸν σταυρούμενον ἐφαντάζοντο, ἀλλ᾽ αὐτὸν μὲν ἐπὶ τοῦ ὅρους καθέζεσθαι, διαγελᾶν δὲ Ἰουδαίους ὡς Σίμωνα σταυροῦντας, δόξαι Χριστὸν ἐσταυρῶσθαι. Οὐκ ἐξ ἡμῶν οὖν ἔσχε Χριστὸς τὸ περιγράφεσθαι, οὐδὲ παρὰ τὸ εἰκονίζειν ἡμᾶς αὐτὸν, περιγραπτός ἐστι. Μακρὰ οὖν ληροῦσιν οἱ ἀνόητοι, καὶ ἀπαίδευτοι, καὶ πάσης ἠμοιρηκότες συνέσεως, καὶ οὐδὲν τῶν μεμηνότων βέλτιον ἔχοντες. Οὐκοῦν οὐ περιγράφομεν αὐτὸν ἡμεῖς· πῶς γὰρ τόν γε σωματικῶς μὴ παρόντα; ἀλλὰ γράφομεν, οὐ καθὸ περιγράφεται, ἀλλὰ καθὸ γράφεσθαι πέφυκε σωματικῶς, ἵν᾽ ἐκδηλότερον φανῇ τὸ τῶν φωνῶν σημαινόμενον. Οὕτως καὶ αἱ εἰκόνες, οὐ καθὸ περιγραπτὸς, ἀλλὰ καθὸ γραπτὸς, γνωρίζουσι πᾶσιν αὐτόν. Καί γε καὶ ἡμεῖς εἰκονίζομεν, οὐχ ᾗ Λόγος καὶ Θεὸς (ἀόρατος γὰρ καὶ ἀναφὴς καὶ ἀσχημάτιστος, ἅπαγε· παραφροσύνης γὰρ τοῦτό γε, καὶ τῆς ἁπασῶν ἐσχάτης ἀπονοίας ἀνάμεστον), ἀλλ᾽ ᾗ ἄνθρωπος κατὰ πάντα πεφανέρωται. Οὐχ ὥσπερ τῷ Ἀβραὰμ ὥφθη καὶ τοῖς προφήταις ἐν εἴδει ἀνθρώπου, ἀλλ᾽, ὅτι Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Καὶ, « Ὁ Λόγος παχύνεται, » ὅ ἐστι, τὴν καθ᾽ ἡμᾶς σάρκα πεφόρεκε· καὶ, « Ὁ ἄναρχος ἄρχεται· » καὶ, « Ὁ ἀναφὴς ψηλαφᾶται· » καὶ ὅσα τοιαῦτα ἡμῖν παρὰ τοῦ Πνεύματος παραδέδοται καὶ πιστεύεται. Ὥστε τὸ μὲν, περιγράφεσθαι, οὐχ ἡμῶν ἕνεκεν, ἀλλὰ τοῦ συγκατελθόντος, καὶ διὰ τὴν οἰκονομίαν τὴν ἡμετέραν πτωχείαν ἐνδύντος, τὸ δὲ εἰκονίζεσθαι, ἐξ ἡμῶν τῶν ταύτῃ πεπιστευκότων, καὶ δεχομένων καὶ ἀσπασαμένων, καὶ τὴν ἐντεῦθεν ἡμῖν γεγενημένην εὐεργεσίαν καὶ σωτηρίαν διαρῥήδην κηρυσσόντων, καὶ θείῳ πόθῳ καὶ Πνεύματι ἀγομένων, καὶ εἰς τὴν τῶν οἰκονομηθέντων ὑπὲρ ἡμῶν μνήμην ἐρχομένων.

Ἀπόπληκτον οὖν κομιδῇ ἀληθῶς σῶμα μὲν λέγειν, οὐ περιγραφόμενον δὲ, οὐδὲ εἰκονιζόμενον, οἷον τὸ Χριστοῦ σῶμα πλαστογραφοῦντες ταῖς σφῶν αὐτῶν ἀβουλίαις, ὡς ἂν τὸ πεπαχύνθαι καὶ σεσαρκῶσθαι τὸν Λόγον ἀναιρεθείη. Εὔκαιρον δὲ αὐτοῖς καὶ πλάνον ἀποκαλεῖν, κατὰ τοὺς ὁμόφρονας αὐτῶν Ἰουδαίους, καὶ εἴ τι τούτου ἀνοσιώτερον, ὅτι ὅπερ οὐχ ὑπῆρχεν αὐτῷ, ὡς ὑπάρχον παρεδείκνυ καὶ μετεδίδου. Συκοφαντείτωσαν λοιπὸν καὶ τὴν ἀνάστασιν, καὶ τἄλλα ὅσα τῆς οἰκονομίας ὑπὲρ ἡμῶν ἐξειργάσθη μυστήρια, πάντα ἐν δοκήσει πεπρᾶχθαι φαντασιούμενοι. Ἐκ δὴ τούτων τί συμβαίνει; Ὅτι ἔδει αὐτοὺς [μὴ] σεσαρκῶσθαι τὸν Λόγον δοξάζειν, ἢ σαρκωθέντα μὴ περιγεγράφθαι· ἵνα ἐν ἐκείνῳ τὰ τῆς ἀπιστίας αὐτῶν δεικνύηται, ἀλλ᾽ οὐκ ἐν τούτῳ τὰ τῆς ἀνοίας μετὰ τῆς ἀπιστίας. Τί γὰρ ἀνοητότερον ἢ κτηνοπρεπέστερον τοῦ λέγειν, σεσαρκῶσθαι μὲν τὸν Λόγον, μὴ περιγεγράφθαι δὲ ἢ εἰκονίζεσθαι; Αὐτοὶ δὲ πρὸς ἔνδειξιν τῆς ἀσεβείας αὐτῶν, τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν προχειρίζονται· πρὸς ἕτερον δὲ τὸ πᾶν τοῦ σκοπουμένου αὐτοῖς ἀφορᾷ. Μίσει γὰρ τῷ εἰς τὸ ἀρχέτυπον τὰ τοιαῦτα δρῶσιν· ὡς ἂν ἀναιρουμένης τῆς εἰκόνος, συναπόλοιτο κἀκείνου ἡ μνήμη· ἐπειδὴ τῷ ὄντι βαρύς ἐστιν αὐτοῖς ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος.

Δίκαιον δὲ, ὡς οἶμαι, κἀκεῖνο ἂν ἔρεσθαι τοὺς τὸ ἱερατικὸν κατεσχηματισμένους ἀξίωμα, ὅτι Εἰ διὰ τὴν μίαν ὑπόστασιν ἀπερίγραπτόν φατε ἣν προσέλαβεν ὁ Χριστὸς σάρκα, τὸ δὲ ἀπερίγραπτον, ὡς πάντες οἷς τὰ αἰσθητήρια τῆς ψυχῆς ἔῤῥωται συμφωνοῦσι, καὶ ἀόρατόν ἐστι· τὸ δὲ ἀόρατον, καὶ ἀναφὲς καὶ ἀπερίληπτον, καὶ τὸ πᾶν εἰπεῖν, ἀσώματον· τί δή ποτέ ἐστιν ὅπερ ἐπὶ τῶν τελετῶν τῶν παρ᾽ ἡμῖν μυστηρίων ἱερουργεῖτε, οἱ ποσὶν ἀνίπτοις, ὃ δὴ λέγεται, τοῖς ἱεροῖς ἐπιβαίνοντες; Εἰ γὰρ οὐχ ἁπτὸν, πῶς σφαγιάζεται; καὶ τί θύεται; ὃ γὰρ μή ἐστιν ὁρατὸν, οὐδὲ πέφυκε θύεσθαι, οὐδὲ σφαγιάζεσθαι. Καὶ τίνος ἅπτεσθε ἀναφοῦς, καὶ ὁποίου σώματος; Ποῖ δὲ χωρήσει ὑμῖν τὸ μετὰ χεῖρας φερόμενον, καὶ χειλέων εἴσω κατακλειόμενον καὶ περιγραφόμενον· ὃ καὶ ὀδοῦσι λεπτύνεται, καὶ ἐδεστὸν γίνεται, εἴ γε ἄψαυστον ὃν οὐδὲ τέθυται; οὐ γὰρ τὸν Λόγον αὐτὸν καθ᾽ αὑτὸν ἐδεστὸν εἶναι εἴποιτε.

Πῶς δὲ καὶ τὸν θάνατον Χριστοῦ καταγγέλλετε, ἢ τὴν ἀνάστασιν ὁμολογεῖτε, καὶ τὰ παραδεδομένα τοῖς μύσταις τοῦ λόγου κατὰ τὴν ἱερὰν ἐκείνην νύκτα, καθ᾽ ἢν κεκοινώνηκεν αὐτοῖς τῶν τοιούτων μυστηρίων; Ἐξ ὧν δείκνυσθε ὡς παράφρονες, λέγοντες ὅτι οὐδὲ ὁ Χριστὸς ἀληθῶς ἑαυτὸν τέθυκε, σώματος περιγραπτοῦ μὴ ὑπάρχοντος· οὐκοῦν ἑαυτοὺς πλανῶντες παραλογίζεσθε, θύειν ὑπολαμβάνόντες ἃ μὴ λέγετε θύεσθαι. Πῶς γὰρ ἂν τυθείη τὸ ἀπερίγραπτον, καὶ ἁπτὸν ἔσται ἢ ἐδεσθήσεται; Ἐξ οὗ δῆλον ὅτι καὶ τὰ ἐπὶ τῶν μυστηρίων τούτων ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις παραδεδομένα, καὶ τἄλλα πάντα διαγράφετε καὶ ἀθετεῖτε, οἱ εἰς τὸ σῶμα Χριστοῦ ἀνέδην προσκόπτοντες· εἴ γε οὐδὲ σῶμα κυρίως, ἀλλ᾽ εἰκόνα σώματος κατὰ τὸν διδάσκαλον ὑμῶν δογματίζετε. Διὸ κατὰ τὸν τῆς εἰκόνος λόγον ὃν αὐτοὶ εἰσηγήσασθε, ἐξ ἀνάγκης ἢ συγκαταθύεσθαι τὸν Λόγον ὁμολογήσετε διὰ τὴν μίαν ὑπόστασιν, ἢ διὰ τὸ ἀπερίγραπτον εἶναι, κεχωρίσθαι τοῦ σώματος, καὶ οὐδὲν πλέον ἄρτου κοινοῦ καὶ οἴνου ἱερουργήσετε ἢ μεταλήψεσθε· σωτηρίας δὲ ἢ ἁγιασμοῦ μετέχειν, οὐδὲ ὑπονοεῖν ἄξιον· ὁ δὲ πιστὸς οὐκ ἀποπλανᾶται· Πιστεύει γὰρ ὅτι σῶμα Χριστοῦ ἐστι τὸ παρὰ τοῖς ἀξίοις ἱερουργούμενον· καὶ ἐν χερσὶ συνέχων περιγεγραμμένον οἶδεν, ἐδηδοκώς τε ἁγιάζεται, καὶ ἁμαρτιῶν καθαίρεται, καὶ βασιλείας οὐρανῶν ἐπιτεύξεσθαι διὰ τούτων ἀσφαλῆ τὴν ἐλπίδα κέκτηται.

· Contents ·