Library › St Nikephoros of Constantinople › Antirrhetics
Antirrhetics
St Nikephoros of Constantinople, Greek, PG 100, 1860
3. Third Antirrhetic
ΑΝΤΙΡΡΗΣΙΣ ΤΡΙΤΗ.
Ἀλλ᾽ οἱ τῆς ἀπιστίας προασπισταὶ, καὶ τῶν παρὰ πᾶσι κατειλημμένων καὶ δεδημοσιευμένων ἀκριβεῖς ἀπαιτοῦντες τὰς ἀποδείξεις, ἐπειδὴ μελέτην τῆς ἀσεβείας αὐτῶν ποιοῦνται, τὰ ὀρθὰ τῆς Ἐκκλησίας παρευθύνειν δόγματα, τὴν ἐκ τοῦ δόξαι δεινούς τινας καὶ δριμεῖς εἶναι δογματιστὰς παρὰ τῶν ἐξαπατωμένων δόξαν θηρώμενοι, ὅταν ὑπ᾽ αὐτῆς τῆς ἀληθείας ἐλέγχωνται καὶ πιέζωνται, πρὸς ἐρεύνας ἀτάκτους καὶ ἀποδείξεις ἀκαίρους περιτρέπονται, βεβήλους τε κενοφωνίας συντιθέασι, καὶ πρὸς ζητήσεις μωρὰς καὶ ἀπαιδεύτους τὴν Χριστομάχον γλῶσσαν προῖενται, περὶ τὴν πίστιν ἀπωσμένην αὐτοῖς ναυαγήσαντες, μηδὲν ἐπιστάμενοι, νοσοῦντες δὲ, κατὰ τὸ Γράμμα τὸ ἱερὸν, περὶ ζητήσεις καὶ λογομαχίας. Ἐξ ὧν διαποροῦσιν ἡμῖν, Πόθεν ὑμῖν ἀνιστορεῖσθαι τὰς εἰκόνας παρείληπται, καὶ ἡ τούτων προσκύνησις παραδέδοται; ἐλπίδι τοῦ, πρὸς τὸ ἀμήχανον ἐντεῦθεν περιωσμένων ἡμῶν, τὴν παρῥησίαν περιαιρήσειν.
Ἐξ οὖν τῆς ἐπαπορήσεως τοῦ λόγου τὸ ἀκόλουθον ἡμῖν ἐνδιδόντος ἀνθυποφέρομεν· Πόθεν ὑμῖν τῶν εὐαγγελικῶν βίβλων ἡ ἐφεύρεσις, καὶ ἡ περὶ ταύτας ἣν ποιεῖσθε προσκύνησις παραδέδεικται, ὅ τε σταυρὸς, καὶ τἄλλα ὁπόσα ἐν τῇ τῶν Χριστιανῶν Ἐκκλησίᾳ τὸ σέβας καὶ τὴν προσκύνησιν ἀποφέρεται; Ἐφ᾽ οἷς ὡς πλεῖστα τραχυνόμενοί τε καὶ χαλεπαίνοντες νομοθετοῦσιν, ὡς οὐκ ἐξὸν τούτων πυνθάνεσθαι ἕνεκεν, μὴ τοῖς αὐτοῖς ἡμῖν περιπέσοιεν λόγοις εὐλαβούμενοι. Εἶτα ὡς οὐκ ἐνὸν αὐτοῖς ἑτέρωσέ ποι προῖέναι, (τί γὰρ ἂν καὶ εἴποιεν ἕτερον;) ἐπὶ τὴν παράδοσιν αὐτομολοῦσι· καθάπερ οἱ τῶν δεσμῶν ἀφιέμενοι, ἐπὶ τὸ ἀνειμένον ἐπείγονται καὶ ἐλεύθερον, καὶ τὸ ἀπ᾽ ἀρχῆς δεδέχθαι τὴν Ἐκκλησίαν τὴν γεγραμμένην ἐν αὐτοῖς καὶ δηλουμένην χάριν, προίσχονται. Εἶπεν ἄν τις πρὸς τὸ ἄπιστον καὶ ἀσύνετον αὐτῶν ἰδὼν, ὡς ἄλλης αὐτοῖς δεήσει συγγραφῆς, ἢ ὁπωσοῦν ἑτέρας ἀποδείξεως, τὸ ἐν ἐκείνοις ἀληθὲς προσμαρτυρούσης καὶ βεβαιούσης, καὶ ταύτῃ ἑτέρας, καὶ ἰέναι ἐπὶ τὸ ἄπειρον.
Ἀλλὰ τοῦτο μὲν ταῖς ἐκείνων ἀβελτηρίαις παρήσομεν. Παράδοσιν προχειρίζονται, ἣν ἐφ᾽ οἷς μὲν ἤδονται κρατύνειν ἐθέλουσιν, ἐφ᾽ οἷς δὲ ἄχθονται, ἀπαγορεύειν σπουδάζουσι. Καίτοι ἐν ἅπασιν ἡ ὑπόθεσις ἡ αὐτὴ, καὶ ὁ χρόνος σύνδρομος, καὶ τὸ γέρας ὁμότιμον. Ἀλλὰ τί ἄν τις εἴποι πρὸς ἀνθρώπους μήτε ἔργῳ μήτε λόγῳ πειθομένους, μήτε ἃ λέγουσι, μήτε ἃ ἀκούουσι συνιέντας, τῆς δὲ ἑαυτῶν ἀπεγνωκότας σωτηρίας; Ὅμως δ᾽ οὖν ὁ τῆς ἀληθείας παρῥησιάσεται λόγος. Πρῶτον δὲ ἐκεῖνο εἰπεῖν ἄξιον, ὅτι μάλιστα ἐν τοῖς περὶ Θεοῦ λεγομένοις τε καὶ ἀκουομένοις, μετ᾽ εὐλαβείας τῆς προσηκούσης προσιέναι χρὴ, φόβῳ θείῳ κατηρτισμένους· εἶτα πίστιν ἐν τούτοις ἡγεῖσθαι, καὶ πίστιν τιμᾶσθαι, καὶ ταῖς ψυχαῖς προενιδρύσθαι, καὶ ἐν εὐθύτητι καρδίας τοὺς περὶ τηλικούτων λόγους ὑποδέχεσθαι, κενῶν δὲ καὶ ματαίων ἐρωτήσεων ἀπέχεσθαι, τούς τε γραώδεις μύθους καὶ τὰς βεβήλους κενοφωνίας εἰς τὸ παντελὲς ἀποτρέπεσθαι, οὐ προσέχειν δὲ γενεαλογίαις, ἀπεράντοις, καθὰ τὸ Γράμμα τὸ ἱερὸν δεδίδαχεν, αἳ ζητήσεις παρέχουσι μᾶλλον, ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει, μηδὲ ζητεῖν τὴν διὰ τῶν σημείων καὶ παραδόξων ἔργων πίστωσιν καὶ ἀπόδειξιν, ἢ γοῦν ἀμφίβολον τὴν γνώμην ἔχειν περὶ τὰ καίρια. Ἰουδαϊκὸν τοῦτο τὸ ἐπιχείρημα, ἀπίστων ἐστὶ τὸ κακύργημα. Τίσιν ἔφη ὁ Κύριος, Ὦ γενεὰ ἄπιστος, σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, ἀλλ᾽ ἢ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου; οὐχὶ τοῖς ἀπειθοῦσιν Ἰουδαίοις, καὶ ἀεὶ τῷ ἁγίῳ διαμαγομένοις Πνεύματι; Μηδ᾽ αὖ πρὸς περιέργους καὶ ἀπαιδεύτους ἐρεύνας ἀπάγεσθαι, αἳ λογομαχίας καὶ λέσχην γεννῶσι μᾶλλον, ἢ λόγον εὔχρηστον καὶ ὠφέλιμον· μήτε μὴν πρὸς ἀποδεικτικὰς ἀνάγκας λογικαῖς μεθόδοις προαγομένους διὰ τῶν ἐντέχνων καὶ σεσοφισμένων λόγων, ἐπὶ τὰς τούτων καταφεύγειν πιθανότητας, βιαίως πρὸς συγκατάθεσιν τοὺς ἀκροωμένους ἐπαγομένας· Ἐλληνικὸν τοῦτο καὶ ἀπίστων παντάπασι τὸ ἐφεύρεμα. Καὶ γὰρ ὥσπερ Ἰουδαῖοι σημεῖον αἰτοῦσιν, οὕτω καὶ Ἕλληνες σοφίαν ζητοῦσιν.
Ἀλλ᾽ ἡμῖν γε, οἷς πίστις τὸ τιμώμενον, πίστις ἀρχὴ καὶ ὑποβάθρα τῆς σωτηρίας ἡμῶν τιθέσθω, ὅθεν ἐπὶ τὸν σκοπὸν καὶ τὸ τέλος τῶν ἐλπιζομένων ἐπειγόμεθα. Ἐπεὶ δὲ ἡ πίστις ἐξ ἀκοῆς, πιστεῦσαι δεῖ πρῶτον τὸν προσερχόμενον ὅτι ἔστι Θεὸς, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται· πιστεῦσαι, οὐ ζυγομαχῆσαι, ἀλλὰ πίστει προσιέναι, τὸν τῆς εὐπειθείας μισθὸν ἀπεκδεχόμενον. Πίστις γάρ ἐστιν ἁπλῆ λογισμῶν καὶ ἀπερίεργος συγκατάθεσις· διὸ πίστει πρόσιμεν τῇ χάριτι, τῇ ἐκ τοῦ θείου Πνεύματος ἐπιπνοίᾳ ἐντικτομένῃ ταῖς τῶν πιστῶν ψυχαῖς· πάσης ἀπιστίας ἐλευθέραν τὴν γνώνην κεκτημένοι, καὶ ἐν ἁπλότητι καρδίας ἁπλῶς καὶ ἀβασανίστως τὰ τῇ καθολικῇ Ἐκκλησίᾳ παραδεδομένα ὡς ἐκ θείας ἐπιλάμποντα χάριτος δεχόμεθα, πάσης τῆς ἐξ ἀμφιβολίας κηλῖδος καὶ ῥύπου καθαρεύοντες. Νόσημα γὰρ ψυχῆς κακῶν κάκιστον ἀπιστία, καὶ ἀσυνεσίας ἀρχὴ καὶ ἀπωλείας παραίτον. Ἐὰν γὰρ μὴ πιστεύσητε, φησὶν, οὐδὲ μὴ συνῆτε. Ἥ τε γὰρ ἀπείθεια πρὸς ὁτιοῦν οὐ συγχωρεῖ καθαρῶς τὸν λόγον τῆς εὐσεβείας παραδέχεσθαι· ἥ τε ἀμφιβολία τὴν αἴγλην τῆς ἀληθείας ἐπισκιάζουσα, καθάπερ τι νέφος ὑποτρέχον τὸν ἥλιον, οὐκ ἐφίησιν εἰλικρινῶς τὴν σύνεσιν τῶν δεόντων αὐγάζεσθαι. Δῆλον οὖν ὡς οὐδὲν τῆς διὰ πίστεως ἀρχῆς βεβαιότερον ἢ ἀσφαλέστερον. Τὸ δὲ ζητεῖν ἀρχῆς ἀρχὴν, καὶ ἀπόδειξιν ἀποδείξεως, τί ἕτερόν ἐστιν ἢ πίστιν ἐπιζητεῖν πίστεως; τούτου δὲ τί ἀνοητότερον ἢ καταγελαστότερον; Οὐ γὰρ ἕξει ποτὲ οὖ στήσεται καὶ ἀπερείσει τὸν λογισμὸν, ἀεὶ τοῦ ἐφευρισκομένου ἐφ᾽ ἑτέραν ζήτησιν ἐπειγομένου· ὥστε ὅσα ἂν κάμοι τις ζητῶν, ἐπὶ τὴν πίστιν ὡς εἰς ἀρχὴν ἀσφαλῆ καταφεύξεται. Τοῖς γὰρ ἀπίστοις εἰς ἀπέραντον ἥξει τὸ μάταιον, καὶ οὐδαμοῦ στήσονται, ἀλλ᾽ εἰς ἑαυτοὺς συντριβήσονται καὶ ἀπολοῦνται, διὰ τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν.
Ἑξῆς δὲ ταῦτα λέγομεν, ὅτι τὸ γράφειν ἤτοι εἰκονίζειν τὸν Χριστὸν, οὐκ ἐξ ἡμῶν τὴν ἀρχὴν εἴληφεν, οὐδὲ ἐν τῇ καθ᾽ ἡμᾶς ἦρκται γενεᾷ, οὐδὲ νεαρὸν τὸ ἐφεύρημα· χρόνῳ τετίμηται ἡ γραφὴ, ἀρχαιότητι διαπρέπει, ἡλικιῶτίς ἐστι τοῦ εὐαγγελικοῦ κηρύγματος· διὸ καὶ αἰδέσιμος καὶ σεβασμία. Καὶ ἵνα συντομώτερον καὶ βεβαιότερον εἴπω, ἐπειδὴ σύμβολα τῆς πίστεως ἡμῶν τῆς ἀμωμήτου τὰ ἱερὰ ταῦτα θεάματα, πάλαι τῇ πίστει καὶ ἐξ ἀρχῆς συνυφέστηκε καὶ συνήκμασεν· ἀποστόλων ἐστὶ τὸ ἐγχείρημα, Πατέρων τὸ ἐπισφράγισμα. Ὡς γὰρ αὐτοὶ τὸν τῆς θεοσεβείας ἡμῖν εἰσηγήσαντο λόγον, οὕτω καὶ ἐν τῷ μέρει τούτῳ, τὸν τρόπον καθ᾽ ὃν ὁ Σωτὴρ ἐπὶ τῆς γῆς ἀνεστράφη πολιτευόμενος, καθὰ καὶ διὰ τῆς εὐαγγελικῆς συγγραφῆς ἐμφανῆ καὶ δῆλα καθίσταται, ταυτὸν τάχα ποιοῦντες, ὅπερ πολλοὶ τῶν πάλαι τὰς ἀριστείας ἀναγράπτους ἐποιήσαντο, οὐ μόνον ἐν βίβλοις ἀναταξάμενοι, ἤδη δὲ καὶ ἐν πίναξιν ἀνιστορήσαντες. Οἷόν τι καὶ παρά τινι τῶν διδασκάλων τῆς Ἐκκλησίας ἀκούομεν, ὅτι « καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες. » Ὥστε ὁ τὴν συγγραφὴν δεχόμενος, ἀναγκαίως δέξεται καὶ τὴν ἱστορίαν· εἰ γὰρ τὸ ἕτερον οὐ δέξεται, οὐδὲ θάτερον δήπου. Καὶ ἐπειδὴ τὸ πᾶν τῆς τοῦ Λόγου κενώσεως οἰκονομία ἦν ἤδη πραττόμενον, εὐδόκησε κἂν τούτῳ δὴ τῷ τρόπῳ φιλανθρώπως τὰ τῆς οἰκονομίας ἐπιδείξασθαι· διὸ καὶ ἐδέησε ταύτης τῆς παχυτέρας γραφῆς, σαφεστέρας δὲ ὅμως, τῶν ἁπλουστέρων τε καὶ ἀγροικοτέρων ἕνεκεν· ἵνα καὶ οἱ μὴ εἰδότες γράμματα, ὅπερ διὰ τοῦ λόγου καθυστερίζονται, διὰ τῆς ὄψεως ἀντεισαγόμενον ἕλοιντο, συντομωτέραν τε καὶ ἐκδηλοτέραν τὴν τῶν πραγμάτων αὐτῶν ἀλήθειαν κατανοῶσιν. Ὅπερ γὰρ πολλάκις ὁ νοῦς οὐχ εἶλε διὰ τῆς τῶν λόγων ἀκοῆς, ἡ ὄψις ἀπλανῶς παραλαβοῦσα, σαφέστερον ἐφηρμήνευσεν. Εἰς ἀνάμνησιν λοιπὸν ὧν δι᾽ ἡμᾶς ὁ Χριστὸς ἔδρασέ τε καὶ ἔπαθε ῥᾳδίως προάγονται, καὶ θᾶττον ἢ διὰ τῆς τῶν λόγων ὑφηγήσεως, ὅσῳ καὶ ὄψις ἀκοῆς θᾶττον εἰς γνῶσιν καὶ πρὸς πίστιν ἐτοιμοτέρα. Οὕτως οὖν κατήχθη ἄχρι καὶ ἡμῶν ἴσον τὸ σέβασμα, τῷ προδιηνυσμένῳ μὲν ἀπείρῳ χρόνῳ βεβαιούμενον, τῇ δὲ τῶν πιστῶν Χριστιανῶν ἀξιοπιστίᾳ καὶ μαρτυρούμενον καὶ πραττόμενον.
Τί δὴ οὖν τὸ λυποῦν ἐστι, τῆς μνήμης τοῦ Χριστοῦ συνεχέστερον ἐντεῦθεν προσγινομένης, καὶ τῶν εὐεργεσιῶν καὶ μεγαλουργιῶν τῶν εἰς ἡμᾶς πεπραγμένων ὁμολογουμένων; Ἀλλ᾽ οἱ τῶν κακῶν τέκτονες βασκαίνουσιν ἀνθρώποις τῆς σωτηρίας, οὐχ ἑαυτοῖς μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις τὴν βασιλείαν κατὰ τοὺς Φαρισαίους ἐκείνους σαφῶς ἀποκλείοντες, ὧν καὶ τὸν τρόπον καὶ τὴν ἀλαζονείαν ἐζήλωσαν. Ἅπαντα μὲν οὖν προσκυνητὰ καὶ σεβάσμια, ὅσα ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παραδέδοται, ἐν γράμμασί τε καὶ ἀγράφως κείμενα, καὶ ἁγιάζει ψυχὰς καὶ σώματα, καὶ οὐδεμία τοῖς πιστοῖς περὶ ταῦτα ἀμφιβολία. Εἰ δέ τις ἰσχνομυθῶν λεπτότερον περὶ αὐτῶν διεξίοι, τοιάδε φήσει· ὡς ἡ μὲν εὐαγγελικὴ συγγραφὴ λόγῳ παραδέδοται παρὰ τοῖς ἐξ ἀρχῆς αὐτόπταις καὶ ὑπηρέταις τοῦ λόγου, τῶν θείων ἐκείνων καὶ ὑπερφυῶν λόγων τε καὶ ἐνεργειῶν καὶ δυνάμεων, ἃ μόνου ἦν καὶ δρᾶσαι καὶ διδάξαι τοῦ ἐνανθρωπήσαντος Λόγου, καὶ παρὰ τοῖς πιστοῖς πιστῶς δεχθῆναι, οὐ λόγῳ ψιλῷ καὶ εἰς ἀέρα προχεομένῳ, καὶ μικρὰ τὴν ἀκοὴν περιηχοῦντι, ὡς παροῦσι δὲ συγγίνεσθαι πράγμασιν, ἐξ οὗ τὸ μακάριον ἀποφέρονται. Ἡ δὲ τῶν ἱεροτυπιῶν τούτων ἱστορία ἐκεῖθεν μὲν ἤρτηται, καὶ ἐκ μιᾶς καὶ τῆς αὐτῆς ἀρχῆς συνυφεστήκασι, πραγμάτων δὲ τῶν αὐτῶν μίμησις οὖσα τυγχάνει, ὑπ᾽ ὄψιν ἄγουσα τῶν πεπραγμένων τὴν δήλωσιν, καθὰ καὶ ἐν ἑτέροις διεξοδικώτερον ἡμῖν εἴρηται, καὶ τὸ ἀπαράγραπτον τῆς γραφῆς σαφῶς παρίστησιν.
Ἀλλὰ καὶ οἱ λόγοι αὐτοὶ εἰκόνες εἰσὶ τῶν πραγμάτων, καὶ ἔπονται αὐτοῖς ὡς αἰτίοις. Καὶ πρώτως μὲν τὴν ἀκοὴν εἰσδύονται· πρότερον γὰρ τὰ ἀπηχήματα τῶν λεγομένων τοῖς ἐνηχουμένοις προσπίπτουσι· δευτέρως δὲ δι᾽ ἀναλογισμοῦ ἐπὶ τὴν τῶν δηλουμένων πραγμάτων κατανόησιν ὁ ἠκουτισμένος ἔρχεται. Ἡ δὲ πρώτως καὶ ἀμέσως ἐπ᾽ αὐτὰ τὰ πράγματα, ὡς παρόντα ἤδη, τὸν νοῦν τῶν ἐνορώντων προσάγει, καὶ ἐκ πρώτης θέας καὶ ἐντεύξεως τρανὴν καὶ ἀπεξεσμένην τὴν γνῶσιν τούτων παρέχεται. Καὶ ἵνα Πατρικῇ φωνῇ προσχρήσωμαι, « Ἅπερ ὁ λόγος τῆς ἱστορίας ὑπέγραφε, ταῦτα γραφὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσι. » Καθόσον οὖν ἔργον λόγου διενήνοχε, κατὰ τοσοῦτον ἡ τοῦ ἔργου μίμησις καὶ ὁμοίωσις τῆς τῶν λόγων ἀπηχήσεως πρὸς τὴν τῶν πραγμάτων διοίσει ἐμφάνειαν. Ὥστε ἐμφαντικωτέρους τοὺς λόγους καὶ σαφεστέρους πολλάκις διὰ τῆς τοιαύτης ἱστορίας γίνεσθαι. Πολλάκις γὰρ διὰ τῶν λόγων καὶ ἀπορίαι τινὲς καὶ διαμφισβητήσεις τίκτονται, καὶ φρονήματα διάφορα ταῖς ψυχαῖς ὡς τὸ εἰκὸς, φύονται· πολλοὶ γοῦν καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς ἑτέρους διαστασιάζουσι καὶ λογομαχοῦσι, περὶ τῶν λεγομένων ἀμφιγνοοῦντες· ἡ δὲ διὰ τῶν ὁρατῶν πίστωσις, ἀναμφίλεκτον πανταχόθεν κέκτηται. Ἐπὶ τοσοῦτον δὲ ἐν ἀμφοτέροις ἡ κοινωνία, ὡς ἐν μιᾷ καὶ τῇ αὐτῇ βίβλῳ, καθὰ πολλαχοῦ ἐν ἀρχαιοτάταις ἰδεῖν ἔστι δέλτοις, παρὰ μέρος γεγράφθαι, ἐντεῦθεν μὲν τὸν διὰ τῶν συλλαβῶν λόγον, ἐντεῦθεν δὲ τὸν διὰ τῆς ἱστορίας ταύτης, καὶ τὸ τὴν αὐτὴν προδείκνυσθαι ὑφήγησιν τῇ ἐν γράμμασιν. Ὡς οὖν τοῦ Εὐαγγελίου ἡ συγγραφὴ αὐτόθεν ἔχει παρὰ Χριστιανοῖς τὸ ἀξιόπιστον, οὐ προσδεομένη ἑτέρας συγγραφῆς ἢ λόγου τοῦ συνηγορήσοντος ἢ προσμαρτυρήσοντος, πρὸς τὸ εἶναι αὐτὴν σεβασμίαν καὶ ἔνδοξον· οὕτω καὶ ἡ τῶν θείων ἀπεικασμάτων γραφὴ, ἡ αὐτὴ τῇ εὐαγγελικῇ τυγχάνουσα, οἴκοθεν τὸ πιστὸν ἐπάγεται, καὶ οὐκ ἂν δεηθείη τῆς τῶν ἔξωθεν ἀποδείξεως, σημᾶναί τε τὰ τοῦ Εὐαγγελίου, καὶ τὴν αὐτὴν ἐκείνῳ τιμὴν ἀπενέγκασθαι. Εἰ γοῦν ἐδεῖτο μαρτυρίας τῆς τῶν ἐκτὸς, τί ἂν ἄλλο τις προεστήσατο, ἢ πάντως τὸν τοῦ Εὐαγγελίου λόγον βεβαιοῦντα εἰσήγαγεν; Εἰ τοίνυν τὸ Εὐαγγέλιον ταῖς ἀκοαῖς τῶν πιστῶν ἐνηχούμενον, τοσούτου τιμᾶσθαι ἄξιον (καὶ γὰρ ἡ πίστις ἡμῶν ἐξ ἀκοῆς), τὰ τῇ θέᾳ αὐτῇ προσπίπτοντα, καὶ δι᾽ αὐτῆς τῆς αἰσθήσεως τὸ ταυτὸν τῆς διδασκαλίας ἡμῖν παριστῶντα, ἢ παρευδοκιμήσει τῆς διδασκαλίας τῷ τάχει, διότι καὶ ὄψις ἀκοῆς μᾶλλον τὸ ἐπαγωγὸν πρὸς πίστωσιν κέκτηται, ἢ πάντως οὐκ ἐν δευτέροις τετάξεται. Καὶ οὕτως ἔσται Εὐαγγέλιον.
Ἀστέριος δὲ (μνήμης γὰρ καὶ τοῦτον ἀξιοῦν τὰ νῦν δίκαιον), εἴτε ὃν αὐτοὶ διδάσκαλον ἐπάγονται, ἢ ὁστισοῦν ἕτερος, Ἀστέριος δ᾽ οὖν ὅμως, ἐν τῷ εἰς τὴν αἱμόῤῥουν ἐγκωμίῳ, τήν τε σπουδὴν καὶ προαίρεσιν τοῦ γυναίου, ἢν περὶ τὴν πίστιν τὴν εἰς τὸν εὐεργέτην ἐπεδείξατο, ὑπεραγάμενός φησιν, ὅτι γε δὴ ὁ παρ᾽ αὐτῆς εἰς τύπον τοῦ Χριστοῦ χαλκουργηθεὶς ἀνδριὰς, εἰς συνηγορίαν τοῦ εὐαγγελικοῦ κηρύγματος ἕστηκεν, ὥστε τοὺς τοῦτο κωμῳδοῦντας καὶ καταχλευάζοντας Ἰουδαίους τε καὶ Ἕλληνας, δι᾽ αὐτοῦ ἀληθῶς τῶν κηρυσσομένων ἐκδηλότερον ἐκφαινομένων, ἡττᾶσθαι καὶ καταισχύνεσθαι. Οὗ τὸν ἔλεγχον οὐ φέροντες, τῶν κατὰ καιροὺς κρατούντων ἀσεβῶν τε καὶ θεομάχων τινὲς, πρὸς καθαίρεσιν τοῦ θείου ἀγάλματος, οὕτω τηνικαῦτα Θεοῦ συγχωρήσαντος, ἐπεχείρησαν· ὅπερ δὴ καὶ ἐφ᾽ ἡμῶν διὰ τὰς ἁμαρτίας ἡμῶν ὁρῶμεν γινόμενον.
Ἐπ᾽ ἀμφοῖν οὖν τῶν γραφῶν μιᾶς καὶ τῆς αὐτῆς ὑπαρχούσης ὑποθέσεως, καὶ τῶν ἀπ᾽ αὐτῶν σημαινομένων πραγμάτων ἑκατέρωθεν τὸ ἀπαράλλακτον κεκτημένων, τίς τῶν νοῦν ἐχόντων καὶ σωφρονούντων, ἐν οἷς τὸ ἀδιάφορον ἐνυπάρχει, τὸ μὲν προσκυνεῖσθαι ἂν ἀξιώσῃ, τὸ δὲ καταπίμπρασθαι; Εἰ γὰρ τὸ ἕτερον τίμιον, καὶ θάτερον ἐξ ἀνάγκης· εἰ δὲ οὐ τοῦτο, οὐδὲ ἐκεῖνο τίμιον· καὶ ἐπειδὴ κατ᾽ οὐδὲν διαφέρουσιν, ὁ τὸ ἕτερον καθαιρῶν, τὸ πᾶν Εὐαγγελίου καθηρηκὼς εἴη. Ὦ τῆς μανίας! ὢ τῆς ἀπονοίας! Χριστοῦ μνήμη καὶ ὄνομα πρόκειται· τίνες οἱ καταστρέφοντες; ἄρα Χριστιανοὺς ὀνομαστέον; Οὐ μὲν οὖν· Ἰουδαῖοι τοῦτο τολμῶσι καὶ Ἕλληνες καὶ βάρβαροι, ἐχθροί γε ὄντες, καὶ τῆς καθ᾽ ἡμᾶς ἱερᾶς θρησκείας ἀλλότριοι, οἷς καὶ οὗτοι ἀτεγνῶς ὡς Χριστομάχοι συντετάξονται· ὡς Ἰουδαῖοι σκανδαλιζέσθωσαν, ὡς Ἕλληνες μωραινέσθωσαν· ἐπειδήπερ ἐσταυρωμένος ὁ Χριστὸς κηρυσσόμενος, ταυτὸν δὲ φάναι καὶ εἰκονιζόμενος, Ἰουδαίοις μέν ἐστι σκάνδαλον, Ἕλλησι δὲ μωρία. Ὥσπερ οὖν ὁ λόγος ὁ τοῦ σταυροῦ καὶ τῶν τοῦ σταυρωθέντος ὑπομνημάτων, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι, καὶ ταῦτά γε ἄρα ὡσαύτως τὸν σταυρὸν τοῦ Χριστοῦ καὶ τὸ πάθος ἡμῖν διαγράφουσιν· εἰ δὲ τἀληθέστερον εἰπεῖν ἐκ περιουσίας, καὶ τὰς θεοσημίας καὶ θαυματουργίας, ἅσπερ τερατουργῶν ἐδείκνυτο· καὶ ἐν ἐπ᾽ ἀμφοτέροις ἐστὶ τὸ τῆς τιμῆς αἴτιον, ἡ τοῦ Χριστοῦ κένωσις.
Οἱ δέ γε φαῦλοι καὶ τῶν φαύλων ἐργάται, ὑπ᾽ ἀναισχύντου γνώμης καταιτιῶνται ἡμᾶς, τῇ ἁπλῇ πίστει καὶ τῇ παραδόσει τῆς καθολικῆς Ἐκκλησίας τῇ ἀγράφῳ ἐπιστηριζομένους· ἀλλὰ ῥητέον αὐτοῖς, ὅτι μάλιστα μὲν ἡ ἄγραφος παράδοσις τὸ ἰσχυρότατον πάντων κέκτηται, καὶ οἷον κρηπίς τις καὶ ἕδρα τῶν ἐν τῇ χρήσει τοῦ βίου ἐστὶν, ἥτις ἐπὶ πλεῖστον διαρκέσασα πεποιωμένον ἔθος καθίσταται· τὸ δὲ ἔθος χρόνῳ μακρῷ βεδαιωθὲν, φύσεως ἰσχὺν λαμβάνει· φύσεως δὲ τί ἂν εἴη ἰσχυρότερον; Εἰ δὲ δεῖ περιεργότερον τούτου διαλαβεῖν εἴνεκεν, ὁρῶμεν ὅτι καὶ τὸ Εὐαγγέλιον αὐτὸ ἀγράφως τὸ ἐξ ἀρχῆς παραδίδοται. Ὁ γὰρ Κύριος καὶ Θεὸς ἡμῶν ἐπὶ τὸ σωτήριον προελθὼν κήρυγμα, οὐκ ἐν γράμμασι τοὺς θείους ἐκείνους καὶ θαυμαστοὺς νόμους ἐξέθετο, ὡς ἴσμεν ἅπαντες, οὐδὲ ἐν χάρτῃ καὶ μέλανι τὴν ὑψηλὴν οὕτω καὶ σωτήριον διδασκαλίαν ἐνέγραψεν, οὐ πλαξὶ λιθίναις ἐτύπωσε, καθάπερ τὸ παλαιὸν ὁ κατὰ Μωσέα νόμος διεκεχάρακτο, ἀλλὰ ψυχαῖς ταῦτα ἐναπέθετο, ἐν πνεύματι κεχαραγμένα καὶ σεσημασμένα, οὐ γράμματι. Τοῦτο καὶ διὰ προφητῶν ἁγίων πάλαι προαναπεφώνητο· Διδοὺς γὰρ, φησὶ, νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς. Ἃ δὴ ὑπ᾽ αὐτῆς τῆς ἀληθείας Χριστοῦ περαινόμενα ἔγνωμεν, χρόνοις δέ τισιν ὕστερον καὶ γραφῇ χαραττόμενα· μάρτυς ὁ θεῖος Λουκᾶς ἀπαράγραπτος, ἂν ἄρα δέχωνται τὴν παράδοσιν οἷα θεμέλιον τοῦ κατ᾽ αὐτὸν ἱεροῦ Εὐαγγελίου προκαταβαλόμενος, δι᾽ ὧν συγγραφῶν φάσκει· Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου.
Ταῦτα μὲν ὁ εὐαγγελιστής· ἔστι δὲ ἰδεῖν κἂν ταῖς ἱεραῖς συνάξεσι, κατὰ τὴν θείαν λειτουργίαν, ἢ καὶ ἐν ἄλλοις καιροῖς ἐπιτελούμενα, οὐκ ὀλίγα ἡμῖν ἀγράφως παραδεδομένα καὶ κρατούμενα, καὶ αὐτῶν τῶν θείων ἀσμάτων τὰ πλεῖστα. Ἐπεὶ πόθεν τῶν ἱερῶν ἡ προσκύνησις, αὐτῶν τε τῶν ζωοποιῶν ξύλων; τὸ σωτήριον Πάσχα πόθεν συμφώνως κατὰ τὴν ἡμέραν τὴν αὐτὴν παρὰ πᾶσι Χριστιανοῖς ἑορτάζεται, καίτοι ἐν τοῖς χρόνοις τῶν ἀρχαιοτέρων οὐχ ὡσαύτως τελούμενον; Τὸ ἱερὸν τῆς πίστεως σύμβολον ὁμοφώνως ὁμολογεῖσθαι ἑκάστοτε, ποία γραφὴ παραδέδωκεν, εἰ μὴ ἀγράφως προενήνεκται; Τί δ᾽ ἂν εἴποι τις περὶ ἁγνισμῶν καὶ νηστειῶν, καὶ ὅσα προεόρτια καὶ μεθέορτα, καὶ ἐν αὐταῖς δεικνύμενα πανηγύρεσι, τοῦ τε τρόπου τῶν θείων μυστηρίων, καὶ τούτων τῆς μεταλήψεως, καὶ σωτηρίου βαπτίσματος, καί τινων ἄλλων ὅσα ὁ τῆς ἱερᾶς εὐταξίας ἐκδεικνύει διάκοσμος; Ἐῶμεν λέγειν τὰ νῦν περί τε λιτῶν καὶ προόδων ἔν τε καθωρισμένοις τόποις, ἢ καὶ ἄλλως γινομένων, ἃ δὴ ἐκ τῆς ἀγράφου καὶ ἄνωθεν μέχρις ἡμῶν κατιόντα συνήθους παρειλήφαμεν παραδόσεως, καὶ πάντα τιμῶμεν καὶ περιέπομεν, καὶ ἀσπαζόμεθα καὶ κατέχομεν οὐδὲν ἔλαττον, ἢ τὰ ἐν γραφαῖς ἡμῖν νομοθετούμενα, ὧν ἀμφοτέρων τὸ ἀσφαλὲς παρὰ τῆς ἀποστολικῆς διδασκαλίας ἡμῖν περιγέγονεν.
Ὁρῶμεν δὲ καὶ ἐν γράμμασι νόμους κειμένους, παρορωμένους δὲ τῷ τὴν παράδοσιν καὶ τὰ ἔθη ἑτέρως ἔχοντα ἐπικρατεῖν. Πάντα γὰρ ἔθος ἐστὶ τὸ βεβαιοῦν, ἐπεὶ καὶ τὸ ἔργον λόγου ἐπικρατέστερον. Τί γάρ ἐστι νόμος, ἢ ἔγγραφον ἔθος; ὡς αὖ πάλιν ἔθος ἄγραφος νόμος· τοῦτο δ᾽ ἂν ῥᾳδίως τις καὶ ἐπὶ τῶν θύραθεν ἴδοι· καὶ γὰρ καὶ γραμματικῶν παῖδες, εἴ που συμβαίη τοῦ κατάρχοντος κανόνος λέξιν τινὰ κατὰ γραφὴν παρατραπῆναι, ἑτέρως δὲ τῷ ἔθει κατακρατήσασαν γράφεσθαι, τὴν παράδοσιν ἂν αἰτιάσοιντο, οἷα κανόνα κανόνος προάγοντες. Τί οὖν ἀποφανοῦνται πρὸς τὸν εἰρηκότα, ὅτι Ἐγὼ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν; Πῶς δὲ οὐκ ἂν διαπτύσειαν, τῶν μαθητευομένων εἰς τὸ Εὐαγγέλιον τοῖς μὲν γράφοντα, Κορίνθιοι δὲ οὗτοι, Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ὅτι πάντα μου μέμνησθε· καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε· Θεσσαλονικεῦσι δὲ, Ἄρα οὖν, ἀδελφοὶ, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν. Ἀναπτύξειε δ᾽ ἂν ταῦτα διαφανέστερον, ὁ τῆς βασιλίδος ἱερομύστης, καὶ τῆς οἰκουμένης φωστὴρ φαεινότατος, Ἰωάννης δ᾽ οὗτός ἐστιν ὁ μέγας· τί λέγων; Ὅτι οὐ πάντα δι᾽ ἐπιστολῆς παρεδίδοσαν οἱ ἀπόστολοι, ἀλλὰ καὶ ἀγράφως· ὁμοίως δὲ κἀκεῖνα καὶ ταῦτά ἐστιν ἀξιόπιστα· ὥστε καὶ τὴν παράδοσιν, φησὶ, τῆς Ἐκκλησίας ἀξιόπιστον ἡγούμεθα. Παράδοσίς ἐστι; μηδὲν πλέον ζήτει. Τούτοις ὅμοια καὶ ὁ θεῖος Βασίλειος τῷ ἱερῷ Ἀμφιλοχίῳ ἐπιστέλλει, ἐν οἷς φησι· « Τῶν ἐν τῇ Ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων, τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέντα ἡμῖν ἐν μυστηρίῳ παρεδεξάμεθα· ἅπερ ἀμφότερα τὴν αὐτὴν ἰσχὺν ἔχει πρὸς τὴν εὐσέβειαν· καὶ τούτοις οὐδεὶς ἀντερεῖ, οὔκουν ὅστις κἂν γοῦν μικρὸν θεσμῶν Ἐκκλησίας πεπείραται· εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθῶν, ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν, παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες τὸ Εὐαγγέλιον· μᾶλλον δὲ εἰς ὄνομα ψιλὸν περιιστάντες τὸ κήρυγμα, καὶ ὁποῖα ταῦτα ὁ ἐντυγχάνων σαφῶς εἴσεται. Ὡσαύτως καὶ ὁ θεῖος Ἐπιφάνιος, ἐν οἷς περὶ τῶν προσφερομένων ὑπὲρ τῶν κεκοιμημένων διαλέγεται, φησὶν, ὅτι « Ἀναγκαίως ἡ Ἐκκλησία τοῦτο ἐπιτελεῖ, παράδοσιν λαβοῦσα παρὰ πατέρων· τίς δὲ δυνήσεται θεσμὸν μητρὸς καταλύειν, ἢ νόμον πατρός; ὡς τὰ παρὰ τῷ Σολομῶντι εἰρημένα· Ἄκουε, υἱὲ, λόγους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· δείξας ὅτι ἐγγράφως τε καὶ ἀγράφως ἐδίδασκεν ὁ Πατὴρ, τουτέστιν ὁ Θεὸς, ὁ Μονογενὴς, καὶ τὸ ἅγιον Πνεῦμα· ἡ δὲ μήτηρ ἡμῶν ἡ Ἐκκλησία εἶχε θεσμοὺς ἐν ἑαυτῇ κειμένους μὴ δυναμένους καταλυθῆναι· »
Ταῦτα δὴ τῶν ἱερῶν διδασκάλων τὰ λόγια· ὦν τί ἂν εἴη σαφέστερον, ἢ πρὸς εὐσέβειαν εὐπειθέστερον; Ἄρ᾽ οὖν οὐκ ἔδει τοῖς ἀποστολικοῖς καὶ Πατρικοῖς εἶξαι προστάγμασιν; οὐκ ἔδει ταῦτα εἰ μή τι ἄλλο ἐπαισχυνθῆναι, ὡς ἐκ πνευματικῆς προερχόμενα χάριτος; οὐκ ἔδει τὴν λιθίνην αὐτῶν καταμαλέξαι καρδίαν, καὶ πᾶσαν ἀπιστίας ἀφορμὴν καὶ κακοίθειαν ψυχῆς ἀπελάσαι; Ἀλλ᾽ οἴ γε ἀλαζονείᾳ καὶ ἀπειθείᾳ συζῶντες, τοὺς τοῦ δικαίου ὅρους παραχαράπτουσι, καὶ τοὺς θεσμοὺς τῆς Ἐκκλησίας παραβραβεύουσι, καὶ ἐν ὀφθαλμοῖς αὐτῶν ἠτιμωμένα τὰ ἅγια. Πόθεν οὖν, φασὶ, καὶ ποῖος νόμος ἡμῖν εἰκόνι Χριστοῦ προσκυνεῖν ἐγκελεύεται; Ὅτι μὲν οὖν παρώσαντο ἠρνημένοι τὰ Χριστιανῶν, τοιαῦτα ἐξερευνῶντες, ἐμφανές· διὸ οὐδὲ ἔδει τοῦ πρὸς αὐτοὺς λόγου· τῆς δὲ τῶν εὐγνωμονεστέρων καὶ εὐπειθείας ἐγγὺς ἡκόντων ὠφελείας τε καὶ οἰκοδομῆς ἕνεκεν, τοιαῦτα πρὸς αὐτοὺς πάλιν λέγομεν· ὅτι γε πρῶτον μὲν ὁ νόμος ὁ κελεύων τά τε θεῖα Εὐαγγέλια καὶ τὸν σταυρὸν, καὶ τἄλλα ὁπόσα ἐν τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ τιμᾶται καὶ δοξάζεται, ὁ αὐτὸς οὗτος καὶ ταύτην προσκυνεῖν παρεγγυᾷ.
Τί δὲ τοῦτό ἐστιν; Ἡ πίστις, καὶ τῶν πιστῶν ἡ οἴκοθεν καὶ αὐτεπάγγελτος περὶ τὰ θεῖα ὁρμὴ, καὶ ἡ περὶ αὐτὰ εὐλαβὴς καὶ εὐθυτάτη προαίρεσις καὶ σπουδὴ, καὶ ἡ παραδεδομένη τῇ Ἐκκλησίᾳ καὶ τῷ μακρῷ χρόνῳ βεβαιωθεῖσα καὶ κρατοῦσα συνήθεια, καθὰ δὴ καὶ μικρῷ πρόσθεν εἴρηται· ἔπειτα δὲ ὅτι καὶ φυσικὸς νόμος ἡμῖν ἐνυπάρχει, καὶ μὲν δὴ καὶ ὁ ἐν γράμμασι κείμενος ἐγκελεύεται, τοῖς τὸ κρεῖττον ἐνεγκαμένοις τὴν πρέπουσαν νέμειν τιμὴν καὶ προσκύνησιν· καὶ τοῦτο μάθοι τις ἂν ἐκ τῆς τῶν προσκυνήσεων διαφορᾶς. Ἡ μὲν γὰρ ἐξῃρημένη καὶ πάντων ἐπέκεινα προσκύνησις, μόνῳ τῷ τῶν ὅλων Θεῷ καὶ πάντων κατεξουσιάζοντι ἐποφείλεται καὶ προσάγεται, οἷα ἡ ἐν λατρείᾳ θεωρουμένη καὶ πνεύματι· τῶν δ᾽ ἄλλων ἡ μὲν καθ᾽ ὑπεροχὴν καὶ τὸ ἀξίωμα, ὡς ἡ τοῖς βασιλεῦσι καὶ τοῖς ἄλλοις ἄρχουσι παρὰ τῶν ὑπηκόων προσφερομένη· οὕτω γὰρ νόμος κεκράτηκεν ἄνωθεν· ἡ δὲ τυραννικὴ καὶ βίαιος, ἡ τοῖς δυσμενέσι καὶ τυραννοῦσι δέει καὶ ἀγωνίᾳ παρὰ τῶν κατηναγκασμένων ἀκουσίως προσαγομένη· ἡ δὲ κατὰ τιμὴν καὶ προαίρεσιν ἐκ πόθου καὶ πίστεως παρὰ τῶν πιστῶν τοῖς ἁγίοις διὰ τὸν τῶν ἁγίων Θεὸν νενεμημένη, ὡς δι᾽ ἐκείνων ἐπ᾽ αὐτὸν ἀναγομένη, ἀγγέλοις τε θείοις, καὶ ἀνδράσιν ἱεροῖς, καὶ ναοῖς τιμίοις καὶ σκεύεσιν· ἡ δὲ σχετικὴ καὶ ἀσπαστικὴ, ἐκ φιλικῆς διαθέσεως καὶ εὐγνώμονος, οἰκείωσιν καὶ εὔνοιαν τοῖς ἠγαπημένοις ἐπαγγελλομένη. Καὶ ὅπως ἂν ὁ τῆς προσκυνήσεως ἔχοι λόγος, καὶ ὡς ἄν τις γενικώτερον εἴποι, τρισὶ τούτοις ἡ προσκύνησις χαρακτηρίζεσθαι πέφυκεν· ἢ γὰρ πόθῳ, ἢ φόβῳ, ἢ νόμῳ γινομένη ὁρᾶται· διὸ καὶ τοῖς προκειμένοις ἡμῖν τῷ λόγῳ εἰς ἐπίσκεψιν, οἷα δόξης λαχοῦσι τῆς κρείττονος, καὶ τὸ σεβάσμιον ὧν εἵνεκεν μνήμην φέρουσι κεκτημένοις, εἰκότως ἐκ πόθου τὴν κατὰ τιμὴν προσκύνησιν νέμομεν, οὐ τὴν κατὰ λατρείαν, ἄπαγε, ὡς οἶ Χριστιανῶν οὐ κατὰ Χριστιανοῦς κατεφλυάρησαν.
Εἰ δὲ δεῖ καὶ τοὺς νόμους εἰπεῖν, νομοθετείτω Παῦλος, Ἀπόδοτε πᾶσι, λέγων, τὰς ὀφειλὰς, τῷ μὲν τὸν φόβον, τῷ δὲ τὴν τιμὴν, καὶ ὅσα τούτοις συγκατηρίθμηται. Εἰ δὲ Παύλῳ οὐ πείθονται, τάχα οὐδὲ Χριστῷ πεισθήσονται, τὴν Καίσαρος εἰκόνα τιμᾶν παρεγγυήσαντι· τοῦ γὰρ νομίσματος παρὰ τῶν πειραζόντων ὑποδειχθέντος, οὐκ εἶπε, Καταπτύσατε, ἢ καταπατήσατε, ἢ ἄτιμόν τι καὶ αἰσχρὸν ἐργάσασθε, καίτοι Θεὸς ὢν καὶ κατὰ πάντων ἀνημμένος τὸ κράτος, ἀλλ᾽, Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Τοῦτο δὲ τί ἄλλο ἐστὶν, ἢ τιμῆς ὑπερβαλλούσης ἔνδειξις; Ἐπίσης γὰρ ἐφ᾽ ἑκατέρου τὸν λόγον ὥσπερ τινὰ νόμον προαγαγὼν, ἀναλόγως τὰ τῷ Θεῷ πρέποντα καὶ τὰ Καίσαρι, ἀποδιδοῦναι προστέταχε, καὶ ταῦτα εἰδωλολάτρῃ καὶ Ἕλληνι· ἀλλ᾽ ὦ τῆς δυσσεβείας καὶ ἀπονοίας τῶν Χριστομάχων! ὁ Χριστὸς τὴν εἰκόνα Καίσαρος οὐκ ἠτίμωσεν, οἱ δὲ λεγόμενοι Χριστιανοὶ τὴν εἰκόνα τοῦ Χριστοῦ, μᾶλλον δὲ αὐτὸν Χριστὸν μυρίαις ὕβρεσι βάλλουσι· καὶ ἅπαν πονηρὸν καὶ ἄτοπον καταπράττονται, καὶ οὔτε εὐαγγελικὸς, οὔτε ἀποστολικὸς λόγος, ἢ πρᾶξις καὶ παραίνεσις, εὖ ποιεῖν αὐτοὺς πέπεικεν.
Αὔξεται δὲ αὐτῶν καὶ ἐντεῦθεν τὸ δυσσεβὲς μάλιστα· εἴ που γάρ τις τῶν εὐσεβούντων, ὡς ἐν τύπῳ προάγοι παραδείγματος, ὅτι καθάπερ ἔθος κεκράτηκεν ἄνωθεν, τὰς βασιλέων εἰκόνας προσκυνεῖσθαι παρὰ τῶν ὑπηκόων, ᾧ δὴ καὶ οἱ καθ᾽ ἡμᾶς ἱερομύσται καὶ διδάσκαλοι, πολλάκις ἐν τοῖς ἑαυτῶν λόγοις συνεχρήσαντο, ἤδη δὲ καὶ ἡ κοινὴ ταύτῃ καὶ δημώδης οἶδε συνήθεια, οὕτω δὴ καὶ τὴν τοῦ βασιλέως τῶν βασιλευόντων καὶ Θεοῦ τῶν ὅλων εἰκόνα τιμᾶσθαι χρὴ, καὶ πολλῷ πλέον εὐγνωμονέστερόν τε καὶ σπουδαιότερον, οὐκ ἀνέχονται ἀκούειν οἱ δείλαιοι, ἀλλὰ περιτραχύνονται πρὸς ταῦτα καὶ ἀντεπεξάγουσιν, ὅτι « Βασιλεῦσι μὲν ἀνθρώποις τοῖς καθ᾽ ἡμᾶς καὶ τῶν ἐπὶ γῆς ἄρχειν λαχοῦσι, τοῦτο προσήκει, Χριστῷ δὲ ὅλως οὐκ ἐφαρμοστέον. » Ἀξιοῦμεν δὲ τίνι τρόπῳ εἰπεῖν· εἰ μὲν ὡς τυραννικὸν ἀπαναίνονται, παυέσθωσαν τῆς τυραννίδος οἱ βασιλεῖς, καὶ ἡμεῖς γε στέρξομεν, τὴν τιμὴν τῷ Χριστῷ καὶ διὰ τῶν ἱεροτυπιῶν προσφέροντες ἑκούσιον καὶ εὐγνώμονα, ἀτυράννητόν τε καὶ ἀνεπηρέαστον, τὴν πίστιν τὴν εἰς αὐτὸν ἐπιδεικνύμενοι· εἰ δὲ δὴ, ὡς οὐδὲν αὐτῷ τῶν ἐνταῦθα καὶ ἐπὶ γῆς μετεῖναι δεδογμένον, αὐτὸν, ὃ καὶ μᾶλλον τῆς σφῶν αὐτῶν ἀποπληξίας ἴδιον, ἀποπέμποιντο, τί φαμεν ἡμεῖς; Ἀπελάκτισαν τῆς Χριστοῦ βασιλείας καθάπερ πάλαι ὁ ἠγαπημένος Ἰσραὴλ, διέῤῥηξαν τὸν δεσμὸν, ἀπέῤῥιψαν τὸν ζυγὸν, τὴν ὑποταγὴν ἀπεσείσαντο, τῆς κατὰ Χριστὸν πίστεως ἀνέδην ἐξάλλονται, ἀπήρνηνται τὴν Χριστοῦ βασιλείαν ὁμοῦ καὶ τὸ τῆς οἰκονομίας μυστήριον, ταῖς Ἰουδαίων ἀθυροστομίαις κατὰ τοῦ Σωτῆρος μαινομένων, ἐφάμιλλον καὶ φίλην τὴν γλῶσσαν διαγυμνάσαντες, οἶσπερ ὡς ὁμογνώμοσι μονονουχὶ συνῳδὰ φθέγγονται· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα· ἐπὶ τούτοις καὶ οὗτοι ἐπιτραχύνονται, ἐφ᾽ οἷς κἀκεῖνοι τὸ πρὶν ἐχαλέπαινον· οὕτω γὰρ Χριστῷ βασκαίνοντες, ἐπειδὴ ἑώρων τὰ τελεσιουργούμενα μεγάλα καὶ ὑπερφυῆ καὶ θεῖα τεράστια, καὶ βασιλία καὶ Θεὸν ὁμοῦ τῶν ὅλων αὐτὸν ἀποφαίνοντα, καὶ κηρύσσοντα, τί ἔλεγον; Πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα, ἀντιλέγει τῷ Καίσαρι.
Τολμήσειαν ἴσως οἱ πάντα τολμηροὶ καὶ ἀναίσχυντοι φθέγξασθαι, ὡς αὐτὸς εἴρηκεν· Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐντεῦθεν· τοῦτο αὐτοῖς τὸ τερπνὸν καὶ χαρίεν, τὸ τῶν ἐπὶ γῆς βασιλεύειν αὐτὸν οὐκ ἀνέχεσθαι, ἵνα κἂν τούτῳ τοῖς διδασκάλοις αὐτῶν, τοῖς ἀπὸ τοῦ Μάνεντος, ὁμογνώμονες φαίνοιντο· ἀρχῇ ἑτέρᾳ τὰ τῇδε προσνέμουσι, τάχα οὐ συνιέντες οἱ ἀνόητοι, τῶν εἰρημένων καὶ οἰκονομουμένων τὴν δύναμιν· τί γὰρ αὐτῷ τὸ βραχὺ τοῦτο ῥησείδιον βούλεται; Ὅτι τοι, φησὶν, οὐ κατὰ τοὺς γηΐνους δὴ τούτους καὶ θνητοὺς βασιλέας, πρόσκαιρον καὶ σμικρὸν κεκτημένους τὸ κλέος, οὕτω καὶ τὰ τῆς ἐμῆς διήρτισται βασιλείας, οὖς μικρᾷ τῇ περικοσμίῳ ταύτῃ καὶ ἄνθεσι χόρτου ἴσα μαραινομένῃ συνησθέντας δόξῃ, φθορὰ τὸ λοιπὸν καὶ θάνατος διεδέξατο· ἔτι δὲ οὓς καὶ φρονήματα πλήθους, καὶ γνῶμαι διαστασιάζουσαι, τῆς τε ἀξίας ἀφείλοντο, καὶ ἀδοξίᾳ καὶ συμφοραῖς ὡς πλείσταις καὶ χαλεπαῖς ὑπηγάγοντο· οὐ γάρ τι τῶν γηΐνων καὶ χαμαὶ ἐρχομένων, ἐπ᾽ ἐμοὶ τεθεώρηται, ὅσα κατὰ τὴν ἐκείνων διαδείκνυται πρόοδον· οὐ δήμων ψηφίσματα καὶ χειροτονίαι, καὶ γνῶμαι ἀνθρώπειοι προερχόμεναι πολλάκις, καὶ ὁ μὴ συνήνεγκε δοκιμάζουσαι, ἀλλὰ τὰ πρὸς ἡδονὴν καὶ τὸ φιλότιμον σπεύδοντες, ἔσθ᾽ ὅτε καὶ τὸν οὐκ ἄξιον εἰς τήνδε τὴν ἀρχὴν ἐγκαθίδρυσαν· οὐδέ τι τῶν ἐπὶ τῷ ἀξιώματι τῷ τοιούτῳ συμβόλων, ἃ δὴ φθαρτά τέ ἐστι καὶ ἐπίκηρα παρ᾽ ἐμοὶ φέρεται, οὐχ ἀλουργόν τι χρῶμα καὶ περιβόλαιον, οὐ στέφανοι λιθοκόλλητοι, καὶ σκῆπτρα καὶ θρόνων ὕψη καὶ λαμπραὶ περιφάνειαι· οὐκ ὀχήματα χρυσοτόρευτα, καὶ τιμαὶ προπόμπιοι καὶ δημόσιαι, καὶ πλῆθος ἀσπιδηφόρων καὶ δορυφόρων, καὶ εὐφημούντων κρότοι, καὶ τῶν μὲν προπεμπόντων, τῶν δὲ παρεπομένων, οὐδ᾽ ὅσα τῶν ῥευστῶν τούτων καὶ ἀνθρωπίνων, οἷα ἐπὶ τῇ περιγείῳ ταύτῃ ἐξουσίᾳ εἰώθει γίνεσθαι· οὐκ ἔστιν οὖν ἐντεῦθεν ἡ ἐμὴ βασιλεία· εὐτελὴς τὸ φαινόμενον, ταπεινὸς τὸ βλεπόμενον, εὐαρίθμητον πλῆθος μαθητῶν ἐπάγομαι, καὶ ταῦτα πενήτων καὶ ἁλιέων τὸ ἀδοξότατον· ὑπερτελὴς δὲ καὶ πάντων ὑπερανεστηκὼς τὸ νοούμενον· τοῦ παμβασιλέως καὶ τῶν ὅλων θεοῦ Υἱὸς ὑπάρχω, καὶ γνησιώτατον γέννημα καὶ ἀπαύγασμα, τὴν αὐτὴν ἐκείνῳ καὶ δόξαν καὶ τιμὴν ἀποφέρομαι· δόξης γάρ εἰμι πατρικῆς κληρονόμος· καὶ ὁμόθρονος ὢν τῷ Πατρὶ, συμπάρεδρον ἔχω τῇ ἐκείνου δόξῃ, τῆς βασιλείας τὸ γέρας· ἐκεῖθέν μοι τὸ βασιλεύειν καὶ κρατεῖν πάντων περιγέγονεν· οὐκ ἔστιν οὖν ἐντεῦθεν, οὐδὲ ὡσαύτως τοῖς ἐνταῦθα τὸ ἐμὸν ἔχει κράτος· οὐ περιγεγραμμένην τὴν ἐξουσίαν κέκτημαι· οὐ τοῦδε τοῦ ἔθνους, καὶ τῶνδε τῶν χωρῶν, καὶ τῆσδε τῆς πόλεως, ἀλλ᾽ ἀγγέλων καὶ ἀνθρώπων καὶ πάντων ὁμοῦ οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων εἰμὶ Δεσπότης καὶ Κύριος· « Καὶ ἐμοὶ κάμπτει πᾶν γόνυ· » καὶ πάντα ὑπὸ πόδας κεῖται τοὺς ἐμοὺς, καὶ οὐκ ἔστιν ὃ τὴν ἐμὴν διαφεύξεται χεῖρα· τῆς γὰρ ἐμῆς βασιλείας οὐκ ἔσται οὔτε ὅρος οὔτε τέλος. Ἀλλὰ ταῦτα μὲν οὕτως καὶ οὐχ ἑτέρως ἔχειν, παρὰ πᾶσι πιστοῖς καὶ πιστεύεται καὶ κηρύσσεται· ἐν τίνι γὰρ τὰ τῆς Προνοίας τῶν ἐπὶ γῆς κείσεται, καὶ ὅπως τὰ ἡμέτερα καὶ τῆς καθ᾽ ἡμᾶς ζωῆς κυβερνηθήσεται διεξαγόμενα, εἰ μὴ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς; οὐχ ὡς Θεοῦ μόνου, ἀλλὰ καὶ ὡς ὑπ᾽ ἀνθρώπου τοῦ αὐτοῦ, ἐξουσιαζόμενα καὶ διοικούμενα, καθὸ εἴρηται· Δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· καὶ, Ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· καὶ, Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῦς, τῇ Ἱερουσαλὴμ εἴρηται, καὶ δίκαιος καὶ σώζων· καὶ, Βασιλεύσει Κύριος ἐν μέσῳ σου· καὶ, Βασιλεύσει Κύριος ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.
Τί δ᾽ ἂν εἴποιεν πρὸς τὸ εἰρημένον, ὅτι Βασιλέα μετὰ δικαιοσύνης ὄψεσθε; Ἀλλ᾽ οἶ γε καὶ Ἰουδαίων ἀπειθέστεροι, οὐκ ἠβουλήθησαν συνιέναι ταῦτα, οἱ τῆς Χριστοῦ βασιλείας ἐκτὸς ἑαυτοὺς καθορίζοντες· οὐδὲ Περσῶν ἡ εὐγνωμοσύνη καὶ ἡ πίστις ἑαυτοὺς κατήδεσεν, ἡνίκα βασιλέα τὸν τεχθέντα Χριστὸν περιεζήτουν· καὶ τὰ ἐπαγόμενα δῶρα ὅστις ποτὲ ἦν ἐδήλου, καὶ οὗ ἕνεκεν ὁδοιπορίαν τοσαύτην καὶ ἐκδημίαν ἐστείλαντο· οἶδε γὰρ καὶ Περσῶν τὸν τρόπον βαρβαρικώτεροι καὶ ἀγνωμονέστεροι. Πέρσαι τὴν πατρώαν δεισιδαιμονίαν καταλιπόντες, ἐπὶ τὸν πάντων Βασιλέα καὶ Κύριον ἀπηυτομόλησαν, καὶ θεὸν τῶν ὅλων καὶ ἐπέγνωσαν καὶ ἐκήρυξαν, ἀστέρι ὁδηγῷ καὶ διδασκάλῳ χρώμενοι· οὗτοι ἀποστόλων καὶ Πατέρων ἐκ τοῦ ἀπείρου χρόνου κεκηρυγμένην καὶ παραδεδομένην πίστιν ὀρθὴν καὶ ἀμώμητον ἠθέτησαν, τῇ καινοτομίᾳ τῇ κατὰ τῆς οἰκονομίας τῆς σωτηρίου προοθέμενοι· οὐδὲ Ἡρώδης αὐτοὺς πέπεικε, τὴν νεολαίαν ἐκείνην πρόωρον ἀποκείρων τῶν νεογνῶν παιδίων· τίνα ζητῶν, ἢ τίνι βασκαίνων, ἢ οὐχὶ τὸν ὑπὸ τῶν Μάγων βασιλέα κηρυσσόμενον, ὥστε ἐν τῷ πλήθει τῶν ἀναιρουμένων καὶ τὸν ζητούμενον συλλαβεῖν φανταζόμενος; τί δεῖ τἄλλα λέγειν, δι᾽ ὧν βασιλεὺς τῶν ὅλων ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις κηρύσσεται Χριστὸς, καὶ παρ᾽ ἡμῶν πιστεύεται; Οὗτοι δὲ πάντα παρωσάμενοι βασιλέα τὸν Χριστὸν καὶ ἀπεκήρυξαν καὶ ἀπεψηφίσαντο· τούτους τί χρὴ καλεῖν Χριστιανούς; πᾶς τις οὖν ἀκούων κρινάτω· τὸ Χριστοῦ ὄνομα δαίμονες ἀκούοντες δραπετεύουσιν, οὗτοι καὶ ἐν εἰκόνι γεγραμμένον, ὢ τῆς τόλμας καὶ ἀνοσιουργίας, οὐ μόνον οὐκ εὐλαβοῦνται κατὰ τοὺς ἀκαθάρτους δαίμονας, ἀλλὰ καὶ τὰ παναίσχιστα δρῶσι· καὶ οἱ μὲν πάλαι τῷ ὄντι Χριστιανοὶ, ἀντὶ παντὸς ποιούμενοι τὴν εὐσέβειαν, καὶ τὰς σκιὰς αὐτὰς τῶν ἀποστόλων πολλοῦ ἠξίουν σεβάσματος, ἃς δὴ καὶ ὑποδραμεῖσθαι, μέγα εἰς εὐεργέτημα καὶ σωτηρίας ἐτίθεντο πρόξενον· οἱ δέ γε ψιλῆς μετεσχηκότες τῆς κλήσεως, τοῦ Κυρίου καὶ διδασκάλου τῶν ἀποστόλων ἀκλεῶς τὸ ἀπεικόνισμα καταβάλλουσιν· ὅσῳ δὲ σκιᾶς εἰκὼν, καὶ μαθητοῦ διδάσκαλος, καὶ δούλων ὁ Κύριος διήνεγκε, τοσούτῳ αὐτοῖς τὸ ἀνόμημα τοῖς ἄλλοις τῶν ἁμαρτημάτων παρεξεταζόμενον διενήνοχεν· ὡς δ᾽ ἂν ὑποκλέπτοιτο αὐτῶν τὸ κακούργημα, καὶ μὴ τὸ δυσσεβὲς περιφανέστερον γίγνοιτο, οὗ τί που τῶν εὐσεβούντων θαρῥήσειάν τινα ἔρεσθαι, ὅπη αὐτῷ ἀνάπτοιτο τοῦ τιμωμένου τὸ σέβασμα, τὴν εἰς Χριστὸν τιμὴν ἀκούειν οὐ φέροντες· μάτην οὖν τῆς Χριστιανῶν προσηγορίας ἀντειλημμένοι, ἐνδίκως νομισθήσονται, τὴν δύναμιν καὶ τὴν πρᾶξιν ὁλοτρόπως αὐτῆς ἠρνημένοι.
Εἴ τις ἴδοι πρὸς τῆς ἀληθείας αὐτῆς, ἐξ Ἰουδαίων τινὰ ἢ Ἐλλήνων ἢ ἑτέρας τινοσοῦν θρησκείας, εἰκόνι Χριστοῦ ἢ τῶν ἁγίων, σταυρῷ τε ἢ Εὐαγγελίῳ ἢ ἑτέρῳ τῶν καθ᾽ ἡμᾶς τιμίων, προσκυνοῦντα καὶ ἀσπαζόμενον, ἆρα οὐκ ἂν εἴποι ὡς τῇ ἡμετέρᾳ πίστει προσέθετο, καὶ Χριστιανὸν λοιπὸν ἀποκαλέσοι; τίς γὰρ ἐπὶ τοσοῦτον κτηνωδίας καὶ ἀπονοίας προελήλυθεν, ὃς μὴ τοῦτο διομολογήσειε; τῶν νομιζομένων δὲ Χριστιανῶν εἰ θεάσοιτό τινα τὸ ἐκμαγεῖον Χριστοῦ ἤ τι τῶν εἰρημένων ἕτερον καταβάλλοντα, τί ἂν ὄνομά σοι; ὡς οὖν ἐκεῖνον εἴποι ταῖς ἀληθείαις ἑπόμενος, ὅτι τὴν πίστιν ἡμῶν ἠρέτισεν, οὕτω καὶ τοῦτον, ὅτι τὴν πίστιν ἡμῶν ἠθέτησεν. ἴσμεν γοῦν ἀκοῇ πολλοὺς μέχρι καὶ σήμερον τὰς ἱστορίας ταύτας, ἀφορμὰς εὐρηκότας τῆς σωτηρίας· τὰ γὰρ τῆς οἰκονομίας τῆς θείας ἐντεῦθεν ἀναμανθάνοντες, καὶ τὸν φωτισμὸν τοῦ Εὐαγγελίου εἰσδεχόμενοι, ἐπὶ τὴν πίστιν ἡμῶν ποδηγοῦνται τὴν ἀμώμητον· καὶ ἄλλους ἐκ βίου αἰσχροῦ ἐπὶ τὸ σῶφρον καὶ Θεῷ φίλον μεταταξαμένους.
Τοιοῦτον ἔγνωμεν καὶ τὸ κατὰ τὴν ὁσίαν ἐκείνην γυναῖκα (Μαρία δὲ αὐτῇ τοῦνομα), ὡς ἑνὸς τούτων χάριν μικρὰ προσθεῖναι οὐκ ἄκομψον. Πρότερον γὰρ ταῖς ἄρκυσι τοῦ πονηροῦ ζωγρηθεῖσα, πάντων παθῶν γέγονε καταγώγιον. Ἱεραῖς δὲ ἰστορίαις ἐντυχοῦσα, καὶ θείᾳ ἐκεῖθεν ἐλλαμφθεῖσα χάριτι ὥφθη, οὐ παθῶν μόνον, ἀλλὰ καὶ αὐτῆς φύσεως ἀνωτέρα. Δηλώσει δὲ ὁ κατ᾽ αὐτὴν ἱστορούμενος ἀγγελικὸς βίος, κρεῖττον ἢ κατὰ ἄνθρωπον πολιτευσαμένην.
Ταῦτα καὶ παρὰ τοῖς ἔξωθεν εὕροι τις ἂν, ὡς ἡ κατὰ Πολέμωνα ἱστορία διασημαίνει, ἧς ἐν τοῖς ἑαυτοῦ ἔπεσι καὶ ὁ μέγας ἐμνήσθη Γρηγόριος.
Ἐξ ἀκολάστου γὰρ εἰς τὸ σωφρονεῖν μεταθέμενος, τοσοῦτον ἐδείχθη τῶν παθῶν ἐπικρατέστερος, ὡς δὴ καὶ θαύματα περὶ αὐτὸν ἄδεσθαι· ὧν ἔν τι ὁ ἐπὶ τῇ ἑταίρᾳ τελούμενον λέγεται. Τί οὖν φησιν; Οὐδὲ εἰκὼν, ἀλλὰ Πολέμων ἐν εἰκόνι ὑπερκύπτων ἐσωφρόνισε τὴν ἀκόλαστον· « ἀλλὰ καὶ σεβασμία, » φησίν. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, πάντες ἄγγελοι, καὶ τῶν ἀνθρώπων οἱ Θεὸν καὶ τὰ Θεοῦ ἐνθέως καὶ εὐσεβῶς τιμῶντες ἀεὶ καὶ δοξάζοντες, ἔκστητε καὶ θαυμάσατε μέγα τι καὶ ἐξαίσιον, ἐπὶ τῇ τῶν ἀνόμων ἀναισχυντίᾳ καὶ ἀθεΐᾳ. Τοῦ Πολέμωνος ἡ εἰκὼν σεβασμία, καὶ ταῦτα παρὰ τῶν καθ᾽ ἡμᾶς θεολόγων ἡμῖν ὑποδεδειγμένη, ἡ δὲ τοῦ Χριστοῦ εἰκὼν τί; πάσης ἀτιμίας καὶ ὕβρεως ἔμπλεως. Ὧν τί δυσσεβέστερον ἢ ἀνοσιώτερον; Ἀλλὰ, φασὶν, Ἕλληνος καὶ παρ᾽ Ἕλλησι. Καὶ πῶς οὐ λίαν ἄτοπον, εἰ μὴ καὶ ἡ Χριστοῦ παρὰ Χριστιανοῖς, εἴπερ Χριστιανοί; ἔπειτα πάλιν ἡνίκα προταθείη αὐτοῖς παρὰ τῶν ὀρθοδοξούντων εἰς συνηγορίαν τῆς ἀληθείας λόγος, ὑπ᾽ ἀναιδείας οἱ δείλαιοι στρεβλοῦσι κατὰ τὸ δοκοῦν τάς τε τῆς θεοπνεύστου Γραφῆς, τάς τε τῶν μυσταγωγῶν τῆς Ἐκκλησίας ῥήσεις, οἰόμενοι τὴν ἑαυτῶν κακοδοξίαν ἐξ ἀθλίων καὶ ψευδῶν σκεμμάτων ἐπικουρεῖσθαι. Τούτων γὰρ τὰ μὲν ἀκρωτηριάζουσι, τὰ δὲ περιξέουσι καὶ ὑποτέμνονται, καθάπερ οἱ τοὺς νόθους τῶν στίχων ὀβελίζοντες, ἢ τὰ περιττὰ τῶν λίθων καὶ ξύλων οἱ τέκτονες.
Τίνα οὖν ἐστι τὰ προτεινόμενα; Ὅτι ἡ γνῶσις τοῦ ἀρχετύπου διὰ τῆς εἰκόνος ἡμῖν ἐγγίνεται. Ἔτι μὴν καὶ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει· ὁποῖόν τι τῷ μεγάλῳ Βασιλείῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ, καὶ πᾶσι τοῖς ἐρρωμένοις τὴν φρένα συνωμολόγηται· καὶ οὐδείς πω τῶν σωφρονούντων, θρασέως ἄγαν καὶ ἀμαθῶς πρὸς τὴν οὕτω λαμπρὰν ἀλήθειαν ἀντωπῆσαι ἀπηναισχύντησεν, ἕως ἂν τὸ ἄθεον τοῦτο καὶ μιαρὸν δόγμα καθάπερ τι λοιμικὸν νόσημα, ταῖς ἀνθρωπείαις ψυχαῖς κατὰ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ εἰσεφθάρη. Ἔχει δὲ τὰ τοῦ Πατρὸς ἐν οἷς πρὸς Ἀμφιλόχιον τὸν τοῦ Ἰκονίου ἐπίσκοπον γράφει, ἐπὶ λέξεως ὧδε· « Θεὸν ἐκ Θεοῦ προσκυνοῦντες, τὸ ἰδιάζον τῶν ὑποστάσεων ὁμολογοῦμεν, καὶ μένομεν ἐπὶ τῆς μοναρχίας, εἰς πλῆθος ἀπεσχισμένον τὴν θεολογίαν μὴ σκεδαννόντες· διὰ τὸ μίαν ἐν Θεῷ καὶ Πατρὶ, καὶ Θεῷ μονογενεῖ τὴν οἱονεὶ μορφὴν θεωρεῖν, τῷ ἀπαραλλάκτῳ τῆς θεότητος ἑνιζομένην· Υἱὸς γὰρ ἐν Πατρὶ, καὶ ὁ Πατὴρ ἐν Υἱῷ· ἐπειδὴ καὶ οὗτος τοιοῦτος οἷος ἐκεῖνος, κἀκεῖνος ὅπερ οὗτος· καὶ ἐν τούτῳ τὸ ἔν. Ὥστε κατὰ μὲν τὴν ἰδιότητα τῶν προσώπων, εἷς καὶ εἶς· κατὰ δὲ τὸ κοινὸν τῆς φύσεως, ἓν οἱ ἀμφότεροι. Πῶς οὖν εἴπερ εἶς καὶ εἶς, οὐχὶ δύο θεοί; ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκὼν, καὶ οὐ δύο βασιλεῖς· οὔτε γὰρ τὸ κράτος σχίζεται, οὔτε ἡ δόξα μερίζεται. Ὡς γὰρ ἢ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία, οὕτως καὶ ἡ παρ᾽ ἡμῶν δοξολογία, μία, καὶ οὐ πολλαὶ, διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. Ὁ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκὼν, τοῦτο ἐκεῖ φυσικῶς ὁ Υἱός. Καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν, κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτως ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις. » Καὶ τὰ μὲν τοῦ Πατρὸς τοιαῦτα· καὶ οὕτω πᾶσιν ἔνδηλα, ὡς μηδὲ τῶν ἀγροικοτέρων ἢ τῶν βαναύσων τινὰς, οἶμαι, διαλανθάνειν. Τὰ δὲ τῶν ἐναντίων ὁποῖα; Φασὶ τοίνυν, ὅτι πρὸς θεολογίαν εἴρηται ταῦτα τῷ Πατρὶ, καὶ οὐδὲν ἡμῖν ἐξῇ παρακερδαίνειν ἐντεῦθεν πρὸς τὸ ζητούμενον· εἰκὼν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς παρὰ τῇ Γραφῇ λέγεται. Ἀλλ᾽ ἀποκριτέον εὐθὺς, ὅτι εἰ οὐδὲν ἀνήκει ταῦτα πρὸς τὴν τοῦ Λόγου σάρκωσιν, τίνος ἕνεκεν καθαιρεῖται; Οἴδατε γὰρ σαφῶς ὅτι οὐ μέχρι τῆς θέας μόνης καὶ τῆς ὕλης ἵσταται τὸ γινόμενον· οὐδὲ γὰρ ἡ τιμὴ διὰ τὴν ὕλην καὶ τὴν θέαν προσάγεται. Ἐπεὶ ἔδει πᾶσαν ὕλην, παρὰ μὲν τῶν τιμᾶσθαι, παρὰ δὲ τῶν ὑβρίζεσθαι, καὶ οὕτως ἂν ἠτιμώσατε πᾶσαν εἰκόνα. Ἀλλὰ δῆλον ὅτι καὶ ἐνταῦθα, κατὰ τὸν αὐτὸν τρόπον ἐκδέχεσθε τὸ προκείμενον. Εἰ γὰρ μὴ ἤδειτε ὅτι ὁ Χριστὸς διὰ τῆς εἰκόνος δηλοῦται, καὶ τὰ γινόμενα εἰς αὐτὸν ἀναφέρεται, οὐκ ἂν τοσαύταις ἐβάλλετε ὕβρεσιν. Ἐπειδὴ βαρὺς ὑμῖν ἐστι καὶ ἐν εἰκόνι βλεπόμενος.
Τί οὖν τὸ ἐντεῦθεν συναγόμενον; Ὅτι ἐπειδὴ οἱ τιμῶντες ὁμολογοῦσιν ἐπὶ τὸ πρωτότυπον ἀναφέρειν τὴν τιμὴν, ἀνάγκη καὶ τοὺς καθαιροῦντας, ἐκ τοῦ ἀκολούθου κατὰ τὸ ἀπαραίτητον λέγειν, ὅτι Τὴν ἀτιμίαν ἐπὶ τὸ πρωτότυπον ἀναφέρομεν. Ἐκεῖνα δὲ λέγουσιν οὐ τῇ θεολογίᾳ συνιστάμενοι, (πῶς γὰρ, ὧν γε μακρὰν τὸ τῆς θεολογίας μυστήριον;) ἀλλ᾽ ἵνα καὶ αὐτὸ τῆς εἰκόνος τὸ ὄνομα ἐκ μέσου ποιήσωσιν· ὡς μηδὲ εἰς μνήμην ὅλως παρὰ τὸν βίον ἴοι· καὶ τοῦτο μάλιστα ἐπὶ πάσης τῆς τὸ ἀνθρώπειον εἶδος φερούσης· διὸ καὶ ψευδωνύμους τὰς εἰκόνας τῶν ἁγίων καλεῖν ἐπεχείρησαν. Τὰ γοῦν ἐν παραδείγματι εἰρημένα τῷ θεοφόρῳ, κακούργως καὶ ἀνοήτως ἀποκρύπτειν μηχανῶνται (τίνα λανθάνειν ἢ παραλογίζεσθαι βουλόμενοι;) ὡς τῷ ἀθέῳ αὐτῶν ἀντιφερόμενα δόγματι. Ἀλλ᾽ ὅτι μὲν θεολογοῦντι τῷ Πατρὶ ἐκεῖνα παρείληπται, καὶ αὐτοὶ συμφήσομεν· ἐκεῖθεν δὲ καὶ ἡμεῖς ὁρμώμενοι τοιαῦτα λέγειν πρὸς αὐτοὺς ἔχομεν, ὅτίπερ ὁ Υἱὸς, καίτοι ἐν πολλοῖς ἑτέροις τῆς θεότητος διαπρέπων αὐχήμασι καὶ δοξαζόμενος, ὅμως ὡς εἰκὼν τοῦ Θεοῦ καὶ Πατρὸς, πολλῷ πλέον τῶν ἄλλων, καὶ οἰκειοῦται τῷ Πατρὶ, καὶ κατ᾽ οὐσίαν ἑνίζεται· καὶ διὰ τοῦτο ἰσοκλεᾶ καὶ ὁμότιμον, καὶ τὴν αὐτὴν τῷ Πατρὶ δόξαν καὶ προσκύνησιν παρὰ πάντων ἀποφέρεται. Καὶ γὰρ ἡ εἰς τὸν Υἱὸν τιμὴ, ἤγουν ἡ εἰς τὴν εἰκόνα, ἐπὶ τὸν Πατέρα ὡς εἰς ἀρχέτυπον ἀναφοιτᾷ. Οὕτω γάρ πού φησιν αὐτὸς πρὸς τὸν Πατέρα· Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς. Καὶ πάλιν· Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Καί· Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. Καί· Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Ὅτι δὲ καὶ διὰ τῆς εἰκόνος γινώσκεται τὸ ἀρχέτυπον, αὐτός που πάλιν πρὸς τοὺς μαθητὰς ὁ Σωτὴρ ἔφη· Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ ἀπάρτι γινώσκετε αὐτόν. Καί· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Καί· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν.
Ἐπεὶ οὖν ταῦτα οὕτως ἔχει, τί δή ποτε καὶ τὸ ἱερὸν τοῦτο ἐκμαγεῖον, ὡς εἰκὼν τοῦ ἐνανθρωπήσαντος Υἱοῦ, τήν τε γνῶσιν καὶ τὴν μνήμην αὐτοῦ ἡμῖν ἐμφανίζον, μὴ κατὰ τὴν οἰκείαν ἀναλογίαν καὶ τὸ ἰδιάζον τοῦ Λόγου (οὐ γὰρ ὡς ταὐτὸν τῇ οὐσίᾳ τῷ Υἱῷ, ἀλλ᾽ ὡς τὸ ἐμφερὲς τοῦ εἴδους αὐτοῦ διασῶζον), τιμηθήσεται καὶ προσκυνηθήσεται; ἓν ὃν αὐτὸ καὶ τὸ τιμιώτατον τῶν εἰς δόξαν καὶ φανέρωσιν τῆς οἰκονομίας αὐτοῦ ἱερῶν συμβόλων· ἵνα καὶ δι᾽ αὐτοῦ διαβαίνῃ πρὸς τὸ ἀρχέτυπον ἡ δόξα. Εἰ μή που διὰ τὴν τῆς εἰκόνος κλῆσιν οἱ ὀνοματομάχοι καὶ τὸν Υἱὸν τῆς Πατρικῆς οὐσίας καὶ δόξης ἀλλοτριώσαιεν· καὶ τὴν λατρείαν καὶ τὴν προσκύνησιν διέλοιντο, μηδεμίαν κοινωνίαν ταῖς εἰκόσι πρὸς τὰ πρωτότοπα διδόντες. Συνηγορίαν οὖν ὁ λόγος, οὐκ ἀναίρεσιν τῶν προκειμένων ἔχει.
Ἐκεῖνο δὲ ἢ οὐ συνῆκαν οἱ ἀνόητοι, ἢ ἑκόντες ἀπέκρυψαν, ὡς τὸ τῆς εἰκόνος ὄνομα, οὐ τῶν ἁπλῶς θεωρουμένων ἐστὶν, ἀλλ᾽ ὁμώνυμος φωνὴ καὶ τῶν πολλαχῶς λεγομένων· ἧς περὶ τῆς διαιρέσεως, λεπτῶς αὐτὸς οὗτος ὁ Πατὴρ ἐν ἑτέροις διαλαμβάνει. Κατὰ μὲν γὰρ τὴν πρώτην ἐπιβολὴν, εἰς φυσικὴν καὶ τεχνητὴν διαιρεῖσθαι· κατὰ δὲ τὴν ἑτέραν, ἤτοι ὑποδιαίρεσιν, τὴν τεχνητὴν εἰκόνα μορφῆς εἶναι, φησὶ, καὶ σχήματος, ἢ εἴδους καὶ χρώματος. Λεγέτωσαν οὖν ἡμῖν τίς ὁ ἀναγκάζων τρόπος, τὸ μὲν ἕτερον τούτων δέχεσθαι, ὃ ἐπὶ τῶν φυσικῶν εἴληπται, καὶ τήν τε οἰκειότητα καὶ σχέσιν ἀκριβῶς διασώζεσθαι ὑπολαμβάνειν, τὸ δ᾽ αὖ ἕτερον μέρος ὃ ἐπὶ τῶν τεχνητῶν εἴρηται, ἀποπέμπεσθαι; τί; μὴ καὶ ταῦτα τὴν σχέσιν καὶ οἰκειότητα κατὰ τὸν ἴδιον λόγον ἀπαράτρωτον κεκτήσεται; καίπερ ὁ τῆς εἰκόνος λόγος, ὡς εἰκόνος ἁπλῶς ἐπ᾽ ἀμφοῖν ἴσως καὶ ὁμοτίμως παραλαμβάνεται παρὰ τοῖς νοῦν ἔχουσι, εἰ καὶ περὶ διάφορα τὰ σημαινόμενα καταγίνεται. Ὡς γὰρ ἐπὶ τῶν φυσικῶν εἰλικρινῶς τὸ ἐοικὸς καὶ ἀπαράλλακτον ἔχει· οὕτως καὶ ἐπὶ τῶν τεχνητῶν, κατὰ τὸ εἶδος καὶ τὴν μορφήν· εἰ καὶ τῇ φύσει τὸ διάφορον ἐν ἑαυταῖς ἐνδείκνυνται· ὅθεν καὶ τῇ προσηγορίᾳ μιᾷ καὶ τῇ αὐτῇ, ὁμωνύμως κεκοινωνήκασιν. Ἀλλ᾽ ἐπειδὴ τοῦτο πρὸς τὴν ἐνσωμάτωσιν τοῦ Λόγου οἰκείως λαμβάνεται, κατασιγάζειν καὶ ἀνατρέπειν πειρῶνται οἱ ἄφρονες. Ἔνθα μὲν γὰρ κατὰ τὸ προφανὲς οὐδὲν αὐτοῖς ἐστι τὸ προσιστάμενον, ὥσπερ ἐπ᾽ αὐτοῖς τυγχάνοντος καὶ ἐπ᾽ ἐξουσίας κειμένου, ἔπεσθαι προσποιοῦνται τῷ διδασκάλῳ· ἔνθα δὲ τῷ ἀντιπίπτοντι περιτύχοιεν, ἀεὶ διακρούονται.
Ἀλλ᾽ ὥρα ἡμῖν ἐπὶ τὴν τοῦ ῥητοῦ χωρεῖν ἤδη ἐπίσκεψιν. Θεολογοῦντι δ᾽ οὖν τῷ διδασκάλῳ, καὶ τὸν Υἱὸν συμφυᾶ τῷ Πατρὶ καὶ τῆς αὐτῆς οὐσίας εἰδότι, ἰδιότητι δὲ μόνῃ τῇ κατὰ τὴν ὑπόστασιν, εἴτουν πρόσωπον, διακρίνεσθαι δογματίζοντι, ἐπειδὴ πολλοὶ καὶ τῶν τηνικάδε θεομαχούντων αἱρετικῶν κατὰ τῆς τοῦ Μονογενοῦς δόξης ἐπεφύοντο, ἐδέησε ταῦτα διὰ παραδείγματος παραστῆσαί τε καὶ δηλῶσαι· καὶ γὰρ ἐκ τῶν καθ᾽ ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς τεκμαιρόμεθα, ὁ δὴ καὶ ἐπὶ τῆς θεοπνεύστου Γραφῆς ἰδεῖν ἔστιν, οὐχ ἤκιστα δὲ καὶ ἐπὶ τῶν διδασκάλων τῆς Ἐκκλησίας. Εἰρηκὼς γὰρ, Πῶς εἴπερ εἷς καὶ εἶς ὁ Πατὴρ καὶ Θεὸς, καὶ ὁ Υἱὸς καὶ Θεὸς, οὐχὶ δύο θεοί; οἱονεὶ ἐν διαλόγῳ τὸν λόγον ποιούμενος, Ὅτι τοι, φησὶ, βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών· καὶ οὐ δύο βασιλεῖς· οὔτε γὰρ τὸ κράτος σχίζεται, οὔτε ἡ δόξα μερίζεται. Εἶτα ὡσεί τινος διαποροῦντος, πόθεν ταῦτα οὕτως ἔχειν δῆλον, ὥσπερ κατασκευάζων τὸν τοῦ παραδείγματος λόγον, διὰ τῶν κοινῶν ἐννοιῶν προερχόμενος καὶ ἅπασι συνομολογουμένων, ἐπάγει· Διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. Τοῦτο γὰρ ἐπὶ πάσης εἰκόνος ὡμολόγηται, καὶ πᾶσι λογικοῖς οὐκ ἐκ διδασκαλίας μόνον, ἤδη δὲ καὶ φυσικῶς, ἡ τούτου γνῶσις ἐμπέφυκεν· οὕτως ἀπαρτίσας τὰ τοῦ παραδείγματος, μετάγει λοιπὸν τὸν λόγον ἐφ᾽ ὃ παρῆκται καί φησιν· Ὁ οὖν ἐνταῦθα μιμητικῶς ἡ εἰκὼν, ἐνταῦθα ποῦ, ἢ δῆλον ὡς ἐν τῇ ἐκ τέχνης τὴν μίμησιν ἐνδεικνυμένῃ εἰκόνι, τοῦτο ἐκεῖ φυσικῶς ὁ Υἱός. Ἔπειτα τῶν τεχνητῶν εἰκόνων τὴν πρὸς τὰ ἀρχέτυπα διαφορὰν καὶ οἰκείωσιν εἰδὼς ὁ Πατὴρ, πάλιν παραδείγματι ἀναλόγως ἔχοντι πρὸς τὴν φυσικὴν εἰκόνα τούτῳ χρώμενος ἐπιφέρει· Καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν, κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτως ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως, ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις. Σημειωτέον δὲ ὅπως ἐπὶ τῶν τεχνητῶν, οὐ τῆσδε ἢ τῆσδε εἴρηκε, τὴν κατὰ τὴν μορφὴν τοῦ πρωτοτύπου ὁμοίωσιν προσδιωρισμένως, ἀλλὰ διὰ τοῦ πληθυντικοῦ ἀριθμοῦ, ἐπὶ πασῶν ἁπλῶς τὸν αὐτὸν εἰσήγαγε λόγον· ὡς εἴπερ μὴ ἀπόσχοιντο τῆς ἀτόπου φιλονεικίας οἱ ἀναισχυντοῦντες, ἐκβιασθήσονται μὴ ἕνα μόνον, ἀλλὰ καὶ πολλοὺς υἱοὺς ἀθέως ἀναπλάττειν καὶ ἀνοήτως.
Τὸ τοίνυν λεγόμενον, ὅτι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει, οἷα δὴ προσεχέστερον τῷ ἐπὶ τῆς βασιλέως εἰκόνος παραδείγματι κείμενον, προηγουμένως ἐπὶ τῶν τεχνητῶν εἰκόνων ἐφήρμοσται, καὶ οὕτως ἐπὶ τὴν φυσικὴν εἰκόνα ἐκεῖθεν μετέρχεται, καὶ πρὸς τὴν θεολογίαν παραδειγματικῶς ἀνάγεται· τοιαύτης δὲ μεταλαχεῖν τὴν τεχνητὴν εἰκόνα τῆς πρὸς τὸ πρωτότυπον κατὰ τὴν μορφὴν κοινωνίας καὶ σχέσεως, οὐδὲν ἧττον ἢ κατὰ τὴν ὁμωνυμίαν ἐνέφηνεν. Ὡς γὰρ οὐ δύο, ἀλλ᾽ ἕνα λέγεσθαι βασιλέα συνήνεκται (τὸ γὰρ ἓν ἐπ᾽ ἀμφοῖν διαφαίνεται), οὕτω δὴ, καὶ ὃ θαυμαστότερον καὶ οἰκειότερον, μηδὲ τὸ κράτος σχίζεσθαι, μηδὲ τὴν δόξαν μερίζεσθαι, ὃ ἐδήλου ἐπὶ τῆς φυσικῆς ἡ κατ᾽ οὐσίαν ἕνωσις εἰκόνος. Πῶς οὖν ἅτιμοι καὶ ἀπηγορευμέναι πρὸς ἐξάπλωσιν καὶ σαφήνειαν τηλικούτου πράγματος, τῆς θεολογίας λαμβανόμεναι; Ὁ δὲ αὐτὸς οὗτος διδάσκαλος, καὶ ἐν τοῖς κατὰ Σαβελλίου λόγοις, τὴν περὶ τῶν εἰρημένων διάνοιαν λευκότερον ἐξαπλοῖ· « Οὐδὲ γὰρ ὁ κατὰ τὴν ἀγορὰν τῇ βασιλικῇ εἰκόνι ἐνατενίζων, καὶ βασιλέα λέγων τὸν ἐν τῷ πίνακι, δύο βασιλέας ὁμολογεῖ, τήν τε εἰκόνα καὶ τὸν οὗ ἐστιν ἡ εἰκών· οὔτε ἐὰν δείξας τὸν ἐν τῷ πίνακι γεγραμμένον εἴπῃ, Οὗτός ἐστιν ὁ βασιλεὺς, ἀπεστέρησε τὸν πρωτότυπον τῆς τοῦ βασιλέως προσηγορίας, μᾶλλον μὲν οὖν ἐκείνῳ τὴν τιμὴν ἐβεβαίωσε διὰ τῆς τούτου ὁμολογίας· εἰ γὰρ ἡ εἰκὼν βασιλεὺς, πολλῷ δή που εἰκὸς βασιλέα εἶναι καὶ τὸν τῇ εἰκόνι παρασχόμενον τὴν αἰτίαν· ἀλλ᾽ ἐνταῦθα μὲν ξύλα καὶ ζωγράφου τέχνη τὴν εἰκόνα ποιεῖ φθαρτὴν φθαρτοῦ μίμημα καὶ τεχνητὴν τοῦ ποιηθέντος, ἐκεῖ δὲ ὅταν ἀκούσῃς εἰκόνα, ἀπαύγασμα νόει τῆς δόξης· τί δὲ τὸ ἀπαύγασμα, καὶ τίς ἡ δόξα, αὐτὸς εὐθὺς ἡρμήνευσεν ὁ Ἀπόστολος ἐπαγαγὼν, Καὶ χαρακτὴρ τῆς ὑποστάσεως. » Τοιαύτης δὲ διὰ πάντων τῆς κατὰ τὰς εἰκόνας θεωρίας παραδεδειγμένης, ὡς τὸ ἐοικὸς ἐν ἅπασι κατὰ τὸν ἴδιον ὅρον καὶ λόγον ἐχούσας· τί τὸ ἄτοπον τὰ τῆς τάξεως ἀντιστρέψαντας εἰπεῖν, ὅτι Ὥσπερ ἡ παρὰ τῶν ἀσεβούντων εἰς τὸν Υἱὸν ὕβρις πρὸς τὸν Πατέρα ὡς εἰς ἀρχέτυπον ἄντικρυς ἀναβαίνει· οὕτω καὶ ἡ εἰς τὴν τεχνητὴν τοῦ Χριστοῦ εἰκόνα παρ᾽ αὐτῶν προσφερομένη ἀτιμία, φανερῶς ὡς ἐπ᾽ ἀρχέτυπον τὸν Χριστὸν αὐτὸν ἀναφέρεται; Τί τούτων σαφέστερον ἢ ἐκδηλότερον πρὸς συνηγορίαν καὶ πίστωσιν τῆς ἀληθείας. καὶ τοῦ ὀρθοῦ λόγου, καὶ τῆς ἐκκλησιαστικῆς καὶ εὐσεβοῦς παραδόσεως; Τίς τῶν ἄγαν ἀσυνέτων καὶ ἀνοήτων οὐ συνήσει, ὅτι τὴν τεχνητὴν εἰκόνα, ἐφ᾽ ἧς καὶ τὸ ζητούμενον πρώτως ὡς ἔναγχος δέδεικται ἀποδέδοται, πρὸς σαφήνειαν καὶ ἀνάπτυξιν τῆς κατὰ τὴν θεολογίαν φυσικῆς εἰκόνος, ὡς οἰκεῖον καὶ ἐμφανέστατον καὶ πρόσφορον ὁ θεοφόρος παράδειγμα προηγάγετο; Ὁ γὰρ μὴ οὕτω ταῦτα ὡς νῦν τετήρηται καὶ ἀποδέδοται ἔχειν οἰόμενος, πόῤῥω που τῆς Πατρικῆς διανοίας καὶ τοῦ σκοποῦ ἀφέστηκε, καὶ τῶν ἀληθῶν αὐτῶν ἀνοηταίνων ὁλοτρόπως διημάρτηκεν.
Ἀλλ᾽ οἱ Χριστομάχοι ταῦτα ἀποκρυψάμενοι, καὶ τοὺς ἁπλουστέρους παραλογίζεσθαι βουλόμενοι, λανθάνειν τὴν ἑαυτῶν πικρίαν καὶ τὴν κατὰ τῆς ἀληθείας μάχην ὑποτοπάζουσι· τοσοῦτον ἐσκοτίσθησαν τὰς ψυχὰς, ὡς τὰ σαφῶς διηγορευμένα, καὶ τὴν τῶν πολλῶν γνῶσιν μὴ διαφεύγοντα ταμιεύσασθαι· ὑφ᾽ ὧν δὴ τὸ κακοῦργον αὐτῶν πλέον δημοσιεύεται. Ἑξῆς δὲ ἡμῖν ὁ τῷ ἱερῷ τούτῳ Πατρὶ ὁμότροπος καὶ ὁμόγνωμος καλείσθω, ἐν ταῖς ἑαυτοῦ θεολογίαις ὁ μέγας Γρηγόριος, τὰ αὐτὰ περὶ τῶν αὐτῶν διεξερχόμενος· « Εἰκὼν δὲ, ὡς ὁμοούσιον· καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ᾽ οὐκ ἐκ τούτου Πατήρ· αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου, καὶ οὖ λέγεται· πλὴν ὅτι καὶ πλέον ἐνταῦθα· ἐκεῖ μὲν γὰρ ἀκινήτως κινουμένου, ἐνταῦθα δὲ ζῶντος καὶ ζῶσα, καὶ πλέον ἔχουσα τὸ ἀπαράλλακτον, ἢ τοῦ Ἀδὰμ ὁ Σὴθ, καὶ τοῦ γεννῶντος παντὸς τὸ γεννώμενον· τοιαύτη γὰρ ἡ τῶν ἁπλῶν φύσις, μὴ τὸ μὲν ἐοικέναι, τὸ δὲ ἀπεοικέναι, ἀλλ᾽ ὅλον ὅλου τύπον εἶναι, καὶ ταὐτὸν μᾶλλον ἢ ἀφομοίωμα. » Ὧδε μὲν ἔχει τὰ τοῦ Πατρός. Ὅτι δὲ τῆς αὐτῆς ἐννοίας ἔχεται, οὕτως εἰσόμεθα· εἰπὼν γὰρ ὅτι τοιαύτη ἡ τῆς εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου, φαίνεται πάσης εἰκόνος ἁπλῶς τὸν λόγον εἰσάγειν, ἵνα διὰ τούτου σχῇ τὸ ζητούμενον· καὶ γὰρ ἐκ τῶν καθολικωτέρων τὰ μερικώτερα δείκνυται· καὶ οὗτος τῆς ἀρίστης καὶ κυριωτέρας ἀποδείξεως ὁ τρόπος· τὰ δὲ ἑπόμενα, δείκνυσι μᾶλλον αὐτὸν πρὸς τὴν αἰσθητὴν ταύτην εἰκόνα καὶ τεχνητὴν ἀποσκοπεῖν· ἐπαγαγὼν γὰρ τὸ, « Πλὴν ὅτι καὶ πλέον ἐνταῦθα,» τὴν ὑπεροχὴν τῶν προκειμένων αὐτῷ ἐπὶ τῇ θεολογίᾳ, διὰ τῆς συγκριτικῆς φωνῆς ἐσήμανε, διακρίνας ἑκάτερον τοῦ ἑτέρου· προσεπενέγκας δὲ τὸ, « Ἐκεῖ μὲν γὰρ ἀκίνητος κινουμένου, ἐνταῦθα δὲ ζῶντος καὶ ζῶσα, » τὴν πρὸς ἀλλήλας παρέστησεν ἣν ἔχουσι διαφοράν· ὡς εἰ ἔλεγεν ὅτι ἴδιον τῆς μὲν τεχνητῆς εἰκόνος, τὸ ἀκίνητον κινουμένου· οἰκεῖον δὲ τῆς φυσικῆς τὸ ζῶντος καὶ ζῶσα· μετὰ ταῦτα καὶ αὐτῶν τῶν φυσικῶν σύγκρισιν ποιεῖται ἐπὶ τῶν ἀσυγκρίτων, τὸν τοῦ Ἀδὰμ καὶ τοῦ Σὴθ παρενείρας λόγον, καὶ ὅσα περὶ τῆς τῶν ἁπλῶν διείλεκται φύσεως· προσεκτέον δὲ κἀνταῦθα, ὡς ὁ θεηγόρος οὗτος τὰ τῆς θεολογίας ἐξαίρων τῷ εἶναι πάντων ἐξῃρημένην, διὰ τῆς τῶν πάντων ἀφαιρέσεως, καὶ ταῦτα δὴ τὰ χειρόκμητα οὐ μόνον οὐκ ἀποπέμπεται, ἀλλὰ καὶ ὥσπερ ἀγάμενος ἀποδέχεται.
Ὁ θεοφόρος Κύριλλος, ὁ τῆς μεγάλης τῆς Ἀλεξάνδρου πρόεδρος, καὶ μέγας διδάσκαλος, τοῖς προάγουσι συνειστρεχέτω καὶ συμφθεγγέσθω· τοιάδε τινὰ περὶ τῶν προκειμένων φάσκων· « Ὥσπερ ἂν εἴ τις εἰκόνα διαγεγραμμένην ἄριστα βλέποι, καὶ ἀποθαυμάζοι μὲν τὸ τοῦ βασιλέως σχῆμα, καὶ ὅσαπερ ἐν ἐκείνῳ φαίνεται, ταῦτα καὶ ἐν τῇ Γραφῇ δυνάμενός τε καὶ ἔχων ὁρᾷν, εἰς ἐπιθυμίαν ἔλθοι τοῦ καὶ αὐτὸν ἰδεῖν τὸν βασιλέα, εἴποι δ᾽ ἂν εἰκότως πρὸς αὐτὸν ἡ γραφὴ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν βασιλέα· καὶ πάλιν· Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν, ὅσον εἰς ὁμοιότητα καὶ ἀκριβεστάτην ἐμφέρειαν· καὶ πάλιν· Ἐγὼ ἐν τῷ βασιλεῖ καὶ ὁ βασιλεὺς ἐν ἐμοὶ κατὰ τὸ τῆς μορφῆς σχῆμα· τὸ γὰρ εἶδος τὸ ἐκείνου πάντως φορεῖ ἡ γραφὴ, καὶ τὸ τῆς γραφῆς εἶδος ἐν ἐκείνῳ σώζεται· οὕτως ἐστὶ καὶ ὁ Υἱὸς λέγων· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καί· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἄρ᾽ οὖν ἕπονται τοῖς σοφοῖς τούτοις λόγοις, ἢ ἔνθα μὲν, ἔνθα δὲ οὔ, καὶ ὡς ἡ τοῦ ἐνεργοῦντος ὑποβάλοι πονηρὰ γνώμη; Εἰ μὲν οὖν βούλοιντο πείθειν ἡμᾶς, ὡς κατὰ τὰ εἰρημένα τῷ διδασκάλῳ, ὁμοούσιον τῷ φύσαντι τὸν Υἰὸν δοξάζουσιν, οἷα εἰκόνα ὄντα Πατρὸς, καὶ βασιλέα μετὰ τῆς καθ᾽ ἡμᾶς ἣν ὑπέδυ μορφὴν, ὁμολογοῦντες τιμῶσι, κατὰ τὸ προκείμενον ἤδη παράδειγμα· προσκυνείτωσαν σὺν ἡμῖν τὴν προσκυνητὴν αὐτοῦ εἰκόνα, μονονουχὶ καὶ αὐτὴν λέγουσαν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν πάντων Βασιλέα καὶ Κύριον Ἰησοῦν τὸν Χριστὸν καὶ Θεόν· εἰ δὲ οὐ τοῦτο δέχονται, οὐδὲ τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ δοξάζουσι, καὶ τῆς βασιλείας ἀποψηφιοῦνται, καὶ ἀλλοτρίους ταύτης τε καὶ τῆς καθ᾽ ἡμᾶς πίστεως ἑαυτοὺς σαφῶς ἀποδείξουσι.
Τούτοις τοῖς θεοσόφοις Πατράσι καὶ ὁ πολὺς τὰ θεῖα καὶ θεοφάντωρ Διονύσιος συνῳδὰ φραζέτω. « Ὅτι καθάπερ ἐπὶ τῶν αἰσθητῶν εἰκόνων, εἰ πρὸς τὸ ἀρχέτυπον εἶδος ἀκλινῶς ὁ γραφεὺς εἰσορᾷ, πρὸς μηδὲν ἄλλο τῶν ὁρατῶν ἀνθελκόμενος ἢ καταμεριζόμενος, αὐτὸν ἐκεῖνον, ὅστις ἐστὶ, τὸν γραφόμενον, εἰ θέμις εἰπεῖν, διπλασιάσει, καὶ δείξει τὸ ἀληθὲς ἐν τῷ ὁμοιώματι, τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι, τὸν ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον· οὕτως τοῖς φιλοκάλοις ἐν νῷ γραφεῦσιν ἡ πρὸς τὸ εὐῶδες καὶ κρύφιον κάλλος ἀτενὴς καὶ ἀπαρέγκλιτος θεωρία, τὸ ἀπλανὲς δωρήσεται καὶ θεοειδέστατον ἴνδαλμα. » Πείθονται τούτοις οἱ τῆς ἀπειθείας υἱοὶ, καὶ τιμῶσι τοὺς θεολόγους; καὶ δέχονται εἶναι καὶ αἰσθητὰς εἰκόνας; καὶ ὁμολογοῦσι περιγραπτὸν τὸν πολλαπλασιαζόμενον; καὶ προσκυνοῦσι τὸν δι᾽ ἑκατέρου ἑκάτερον δεικνύμενον; ὅ ἐστιν ὁ εἰκονιζόμενος καὶ τὸ εἰκονίζον, ὡς νῦν παρ᾽ ἡμῶν δοξάζεται ὁ Χριστὸς καὶ ἡ Χριστοῦ σεβασμία εἰκών; Ἢ ἑκάτερον δι᾽ ἑκατέρου ἐξουθενοῦσι, καὶ ἀτιμάζουσι τὸν Χριστὸν διὰ τῆς εἰκόνος αὐτοῦ; συνατιμάζουσι δὲ καὶ τὸν ἱεροφάντην διδάσκαλον, καὶ ταύτῃ ἡμᾶς βεβαιώσονται, ὡς οὐδενὶ τρόπῳ τοῦ κρυφίου μετέσχον κάλλους, αἰσχροὶ δέ εἰσι καὶ ἀκάθαρτοι, καὶ πάσης θεοειδοῦς ἐμφάσεως ἀμέθεκτοι;
Ὡσαύτως δὲ ἔχειν καὶ τῷ Κλήμεντι ἐκείνῳ τῷ Ἀλεξανδρειάθεν δοκεῖ, ἐν οἷς Περὶ τοῦ νομικοῦ Πάσχα διαλαμβάνων φησίν· « Ὡς εἴ τινος εἰκὼν, μὴ παρόντος μὲν τοῦ ἀρχετύπου, τὴν ἴσην ἐκείνῳ δόξαν ἀποφέρεται, καὶ παρούσης τῆς ἀληθείας, καταλάμπεται ἡ εἰκὼν πρὸς αὐτῆς, τῆς ὁμοιώσεως ἐκείνης ἀποδεκτῆς μενούσης, διὰ τὸ σημαίνειν τὴν ἀλήθειαν. » Καὶ τὰ μὲν τῶν θεοφόρων τοιαῦτα. Ἐπιτηρητέον δὲ, ὅτι οὐ διωρισμένως οὐδὲ ἰδικῶς περὶ τῆς τοιᾶσδε εἰκόνος, ἢ τοῦδε τοῦ εἴδους μόνου, ἐπὶ πάσης δὲ ἁπλῶς εἰκόνος τὴν αὐτὴν ἔννοιαν καὶ δύναμιν παριστάνουσι, καὶ τὴν εἰς τὸ πρωτότυπον σχέσιν τε καὶ οἰκειότητα διασώζειν, συμφώνως διαγορεύουσιν· ὅπερ ἐμφανέστερον δηλοῖ τὰ τῷ θείῳ εἰρημένα Διονυσίῳ· εἰ καί τινες τῶν Πατέρων διὰ τὴν οὕτω τηνικαῦτα ἐπικρατήσασαν συνήθειαν, τὰς βασιλέων εἰκόνας δημοσιεύεσθαί τε καὶ προσκυνεῖσθαι, τῷ κατὰ τὸν βασιλέα συνεχρήσαντο παραδείγματι, ὡς τῶν ἄλλων ἐγγυτέρω τῷ Βασιλεῖ τῶν βασιλευόντων καὶ Κυρίῳ τῶν ὅλων, ἐπεὶ τῶν ἐπὶ γῆς μεῖζον πάντων καὶ ὑπερτεροῦν ἀξίωμα· οὕτω καὶ τοῦ εἰρμοῦ τοῦ λόγου φέροντος· ἐκ γὰρ τῶν ἐγκοσμίων τὰ ὑπερκόσμια, καὶ τῶν ταπεινοτέρων τὰ ὑψηλότερα καθόσον ἐφικτὸν ἐκκαλύπτεται· ὅτι δὲ τὰ δρώμενα ἐν ταῖς εἰκόσιν ἐπὶ τὸ πρωτότυπον ἀναφέρεται, κἀκ τῶν ἱερῶν Γραμμάτων συνιδεῖν ῥάδιον.
Καὶ γὰρ ἡ κατὰ τὸν μακάριον Σαμουὴλ ἰστορία τοιοῦτόν τι παραδηλοῦν βούλεται· οὗτος γὰρ καὶ πρὸ ὠδίνων, τῷ Θεῷ παρὰ τῇ φιλοθέῳ ὑποσχεθεὶς μητρὶ, εὐθὺς ἐκ σπαργάνων αὐτῶν ἀνιέρωτο· εἶτα ἱερατεύειν λαχὼν τῷ Θεῷ, εἰκὼν ἦν Θεοῦ καὶ καθὸ ἱερεύς· καὶ τοῦτο ἡμᾶς ἐμπεδοῖ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· καὶ μὲν δὴ καὶ ἡ τοῦ πανσόφου Παύλου διδάσκει φωνὴ, ὅτι Ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Οὗτος οὖν ἱερεύων, εἰκόνιζε Θεόν· ἐπειδὴ δὲ οἱ ἐξ Ἰσραὴλ καταγηράσκοντα ἑώρων, ἐν αἰτίαις τε μεγάλαις ἐποιοῦντο τοὺς παῖδας τοὺς αὐτοῦ, ἧκον πρὸς αὐτὸν ἄνδρες, καὶ δὴ καὶ ἤτουν βασιλέα καταστήσειν αὐτοῖς, καθὰ δὴ κἂν τοῖς ἄλλοις κατεθεῶντο γινόμενον ἔθνεσι. Τί οὖν φησιν ἡ Γραφή; Πονηρὸν μὲν ἤδη καὶ αὐτῷ τῷ προφήτῃ καὶ λίαν ἐνδίκως τὸ αἰτούμενον κατεφαίνετο· τὰ δὲ τοῦ θείου χρησμοῦ τίνα καὶ ὁποῖα; Ἄκουσον, φησὶν ὁ τῶν ὅλων Θεὸς, οἶα δὴ χαλεπαίνων καὶ ὀργιζόμενος, τῆς φωνῆς τοῦ λαοῦ καθὰ ἄν λαλῶσι πρὸς σὲ, ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ᾽ ἢ ἐμέ. Φανερώτατα οὖν καὶ ἐντεῦθεν δείκνυται, ὡς ἡ εἰς τὸν προφήτην ἐξουθένησις, ἅτε θεῖον ἀνάθημα καὶ τὰ θεῖα ἐξεικονίζοντα, ὡς ἐξ εἰκόνος ἐπὶ τὸν Θεὸν ὡς εἰς ἀρχέτυπον διαβέβηκεν· οὕτως γε μὴν καὶ ἐπὶ τῶν εὖ γινομένων γινώσκομεν· ἀκούομεν γὰρ ἐν Εὐαγγελίοις τὸν Σωτῆρα Θεὸν πρὸς τοὺς θεσπεσίους ἀποφαινόμενον μαθητάς· Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· κατὰ ταῦτα δὴ οὖν, τὰ εἰς τὴν Ἐκκλησίαν Χριστοῦ ἀδικήματα, τῶν τε ἱεροτυπιῶν χάριν, καὶ δὴ καὶ τῶν ἀνατεθειμένων καὶ ἱερωμένων αὐτῷ σωμάτων, εἰς αὐτὸν τὸν Χριστὸν μετενήνεκται. Τί οὖν; οὐ χαλεπαίνει καὶ ἀγανακτεῖ ἐν τούτοις Θεός; Πάνυ μὲν οὖν· ἀναβάλλεται δὲ τὴν ὀργὴν, ὥσπερ ἐπὶ τοῖς πάλαι, οὕτω δὴ καὶ ἐπὶ τοῖς νῦν ὑβρισταῖς, κἂν αὐτοὶ τῆς ἀφάτου μακροθυμίας καταφρονῶσι καὶ ἀγαθότητος· ἐκεῖνο δὲ πῶς οὐ συνίασιν οἱ ἀνόητοι, ὅπερ εἰς ἔλεγχον τῆς παρανοίας αὐτῶν πρόκειται; ἐχρῆν γὰρ αὐτοὺς ἐκεῖθεν χειραγωγεῖσθαι ἐπὶ τὴν τῆς ἀληθείας κατάληψιν.
Τί δ᾽ οὖν ἐστιν ῥητέον; Εἰ μὴ ἤδεσαν ταῦτα οὕτως ἔχειν Χριστιανοὶ, πῶς τὸ ἀνέκαθεν τὰ παρ᾽ Ἕλλησι πρὸς σεβασμὸν καὶ θρησκείαν γνωριζόμενά τε καὶ τεκταινόμενα, βδελυκτὰ ἡγοῦντο καὶ κατάπτυστα; ζήλῳ δὲ θείῳ, καὶ σπουδῇ πάσῃ χρώμενοι, καθήρουν τε εὐσθενῶς ἐκ βάθρων αὐτῶν καὶ διέφθειρον, πυρί τε παρεδίδοσαν, καὶ ἄλλως τὸν ὄλεθρον αὐτῶν ἐργαζόμενοι ἦσαν. Τίνος οὖν ἕνεκεν ταῦτα ἔπραττον; ἢ οὐχὶ μίσει καὶ ἀπεχθείᾳ τῶν δι᾽ οὓς ἐκεῖνα γεγόνασι; Καὶ γὰρ Ἕλληνες καὶ ἀνθρώπων τινῶν εἰκόνας διατυποῦν δόξαντες, καθίδρυσαν ἀνοητότατα θεοστυγῶν τινων καὶ μιαρῶν καὶ ἐπ᾽ αἰσχρότητι βεβοημένων, ἢ καὶ ἄλλως γενναῖόν τι καὶ εὐσθενὲς κατὰ τὸν βίον διηνυκότων· ἔστι δὲ ὧν καὶ δαιμόνων τινῶν παρ᾽ αὐτοῖς θεραπευομένων, ἃ δὴ καὶ εἴδωλα καὶ φασματώδη πλάσματα καλεῖν θεμιτὸν, καὶ πλάνης ἀνάμεστα. Εἰ οὖν οὕτω ταῦτα ἔχει, πῶς οὐ δίκαιον τὰ καθ᾽ ἡμᾶς ἅγια διὰ τιμῆς ἁπάσης ἦχθαι, πίστει τῇ εἰς τὰ πρωτότυπα καὶ σεβασμιότητι, εἴπερ ὁμολογοῦμεν αὐτὰ σεβασμοῦ ἄξια; Τί γὰρ τοῦ Κυριακοῦ σώματος τιμιώτερον ἢ σεβασμιώτερον, ὃ καὶ μετεχόμενον τοὺς πίστει δεχομένους καθαγιάζει, καὶ εἰκονιζόμενον ἀποπληροῖ χάριτος; διὸ προσκυνητὰ καὶ τίμια παρὰ Χριστιανοῖς μετὰ τῶν ἄλλων ἁγίων· ἀλλ᾽ οἱ ἀνόσιοι πρὸς τὰ οὕτως ἀναντίβλεπτα, εὐθὺς ἀνθυποφέρουσιν· « Ὅτι Ἕλληνες μὲν τὰ Ἐλλήνων δοξάζουσι· παρ᾽ ἐκείνοις γὰρ τὸ τοιοῦτον ἐφεύρεμα· Χριστιανοῖς δὲ οὐκ ἐξὸν τοῦτο ποιεῖν. » Καὶ οὐ συνῆκαν ὅτι τοῦτο αὐτοῖς μᾶλλον ἀντιτετάξεται, συναγορεύσει δὲ ἡμῖν εἰς τὰ μάλιστα· τί δή ποτε γὰρ μὴ καὶ Χριστιανοὶ τὰ Χριστιανῶν τιμήσουσι; καίτοι ψευδῆ μὲν τὰ Ἑλλήνων καὶ ἀπάτης ἔμπλεα, τὰ δὲ ἡμέτερα ἀληθῆ καὶ ἀληθῶς πεπραγμένα ἐπιγινώσκομεν καὶ πιστεύομεν· καὶ ὅσῳ τὸ ἀληθὲς τοῦ ψεύδους αἱρετώτερον, τοσούτῳ ἔδει τὴν τῶν καθ᾽ ἡμᾶς δόξαν σπουδαιοτέραν εἶναι καὶ θερμοτέραν. Τοσοῦτον οὖν τῶν αἰσθητῶν εἰκόνων ὁ λόγος τὸ ἀξιόπιστον ἢ αὐτόπιστον κέκτηται, ὥστε καὶ εἰς παράστασιν καὶ πίστωσιν ἑτέρων σαφῆ, καὶ ταῦτα θείων καὶ ὑπερφυῶν, καὶ τῆς ἀνωτάτω καὶ πάντων ἐπέκεινα φύσεως, παρὰ τῶν θεολήπτων παραλαμβάνεσθαι. Οὐκοῦν οὐκ ἐπὶ τῆς θεολογίας μόνον ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει, ἀλλὰ καὶ ἐπὶ πάντων ἁπλῶς τῶν εἰκονιζομένων ὡς δείκνυται· καὶ εἰ τοῦτο οὕτως ἔχει, ἀξιολογώτατον ἂν εἴη Χριστιανοῖς μάλιστα καὶ ἐποφειλόμενον, ταῖς Χριστοῦ καὶ τῶν ἁγίων εἰκόσι τὸ σεβάσμιον ὡς σεβασμίαις νέμειν.
Εἰ γὰρ ἐπὶ τῶν ἁπλῶν καὶ ἀσυνθέτων τὸ εἰκονίζεσθαι εἰσενήνεκται, καὶ τοσοῦτον τὸ τῆς εἰκόνος χρῆμά τε καὶ ἀξίωμα, ὡς καὶ ἐπὶ τῆς θείας καὶ ἀποῤῥήτου φύσεως συνεμφαίνεσθαι, καὶ τοῦ Υἱοῦ τὴν υἱικὴν καὶ φυσικὴν σχέσιν καθ᾽ ἣν πρὸς τὸν Πατέρα οὐσιωδῶς εἰκονίζων οἰκειοῦταί τε καὶ συνάπτεται, παριστᾶν καὶ δηλοῦν δύνασθαι, τί ποτε ἄρα μὴ καὶ ἐπὶ τῶν συνθέτων τούτων μάλιστα παραληφθήσεται, τῆς κατὰ Χριστὸν, φημὶ, συνθέτου ὑποστάσεως; ἐξ οὗ δὴ γνωριμώτερον ἡμῖν καὶ οἰκειότερον τὰ τῆς σωτηρίου αὐτοῦ πρὸς ἀνθρώπους ἐπιφανείας κατασταθήσεται, συνθέτοις γε οὖσι καὶ ὑλικοῖς καὶ παχυτέροις, καὶ διὰ τοῦτο δεομένοις τῶν ὑλικῶν ἀναλόγως καὶ αἰσθητῶν, ὡς συνήθων καὶ οἰκειοτάτων ἡμῖν, πρὸς ἐκδηλοτέραν διδασκαλίαν, καὶ τῶν ὑπὲρ ἡμᾶς ἀνατατικὴν χειραγωγίαν. Εἰ δὲ οὐκ ἐξῆν τοῦτο, οὐδὲ πρέπον ᾠήθησαν οἱ κλεινοὶ τῆς Ἐκκλησίας καθηγεμόνες, προσδιέστειλαν ἂν καὶ προσδιωρίσαντο, τούτων μόνων ὑφελόμενοι τὴν προσκύνησιν· καὶ τί δεῖ λέγειν προσκύνησιν; μηδὲ τυποῦσθαι τὸ παράπαν πάντη καὶ πάντως ἐθέσπισαν μίμημα.
Ἀλλ᾽ αὐτῶν γε ἔνιοι καὶ οἴκους ἱεροὺς ἐδείμαντο, καὶ ἱερὰ κειμήλια ἐτεκτήναντο, ἐν οἷς ταῦτα ἐντυποῦντες καὶ διαγράφοντες φαίνονται· ὧν καὶ ὄντων καὶ γινομένων, τὸν τῆς ζωῆς βιοῦντες διετέλουν ἅπαντα χρόνον· ἤδη δὲ καὶ ὅροις καὶ κανόσι θείοις ἀναστηλοῦσθαι τὰ Χριστοῦ ἐτύπωσαν, καὶ μᾶλλον τῷ ἀνθρωπείῳ εἴδει, ὅσῳ καὶ τῇ ἀληθείᾳ προσῳκείωται, ἢ τῷ τοῦ ἀμνοῦ, οἱ ἀρχαιότεροι, οἱ τὴν ἱερὰν καὶ ἁγίαν ἕκτην συγκεκροτηκότες σύνοδον θεόσοφοι πατέρες διδασκέτωσαν· οὓς πάντας παρορῶντες οἱ ἀνόσιοι, ἐπὶ τὸν κορυφαῖον τῆς ἀθεΐας τὸν δυσσεβῆ Εὐσέβιον ἀποτρέχουσι καὶ οὓς παρεπλάσαντο Πατέρας, ταῖς οἰκείαις ὀρέξεσι τῆς ἀσεβείας ἐκκαιόμενοι, ἔκ τε τῆς Μανιχαίων καὶ Ἀρειανῶν λύμης ἐρανισάμενοι φάσματα, καὶ τούτων μέρη τινὰ καὶ τμήματα πάσης βδελυρίας καὶ ἀκαθαρσίας ἀνάμεστα, πόῤῥω που τοῦ τῆς Ἐκκλησίας χοροῦ καὶ τῆς θείας ἐκ πλειόνων χρόνων ἀπεληλαμένους δόξης, οὓς καὶ τὸ ἀπερίγραπτον ἐπὶ Χριστοῦ, ὥσπερ καὶ τὸ ἀλλότριον καὶ ἑτεροούσιον τῆς τοῦ γεγεννηκότος οὐσίας φρονοῦντας, αἱ ἱεραὶ σύνοδοι ἀπεκήρυξαν, φρικτοῖς ἀναθέμασι καταζεύξαντες. Ἔτι δὲ πρὸς τοῖς εἰρημένοις, τὸν ἱεροφάντην Κύριλλον τοῦ καθ᾽ ἡμᾶς λόγου καὶ τῆς ἀληθείας ὑπέρμαχον προστησόμενοι, ἴδωμεν ποῦ ποτε ἄρα ὁ τῆς εἰκόνος αὐτοῖς λόγος ἐκβήσεται· θαυμάζω γὰρ εἰ μὴ ἀποστασίου γραφὴν ἀπενέγκοιντο· ὧδε γάρ φησι, τὴν πρὸς Ῥωμαίους τοῦ θείου Ἀποστόλου ὑπομνηματίζων Ἐπιστολήν· « Τόν γε μὴν ἐκ σπέρματος Δαβὶδ γεγονότα, κατὰ τὴν σάρκα ὡρίσθαι φησὶν εἰς Υἱὸν θεοῦ ἐν δυνάμει, κατὰ Πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν· ὡρίσμεθα μὲν γὰρ καὶ ἡμεῖς εἰς υἱοὺς, ἀλλ᾽ οὐκ ἐν δυνάμει μᾶλλον, ἀλλ᾽ ὡς ἐν χάριτος μοίρᾳ, τῆς κλήσεως ἀξιούμενοι· καὶ ὡς ἐν μόνῃ θελήσει τοῦ Θεοῦ καὶ Πατρὸς τὸ χρῆμα κερδαίνοντες· ὁ δέ γε Ἐμμανουὴλ οὐκ ἂν ὧδε ἔχοι, πολλοῦ γε καὶ δεῖ· ἀλλ᾽ εἰ καὶ γέγονεν ἐκ σπέρματος τοῦ Δαβὶδ κατὰ σάρκα, καὶ ὡς εἷς ἐξ ἡμῶν εἰς Υἱὸν λογίζεται Θεοῦ διὰ τὸ ἀνθρώπινον, ἀλλ᾽ οὖν ἐν δυνάμει καὶ ἀληθείᾳ κατὰ φύσιν Υἱός ἐστι, δι᾽ οὗ καὶ ἡμεῖς υἱοποιούμεθα· εἴπερ ἐστὶν ἀληθὲς εἰπεῖν, ὡς τὸ αὐτοῦ Πνεῦμα πεπλουτηκότες διὰ τοῦ ἁγίου βαπτίσματος, τότε δὴ, τότε καὶ ἀνεπιπλήκτως φαμὲν, Ἀββὰ ὁ Πατήρ. Οὐκοῦν ὡς εἰκόνες πρὸς ἀρχέτυπον, οὕτω καὶ ἡμεῖς οἱ κατὰ θέσιν υἱοὶ, πρὸς τὸν φύσει τε καὶ δυνάμει καὶ ἀληθῶς ἐκ Πατρὸς μεμαρτυρημένον εἰς τοῦτο. »
Ἐπιστατέον οὖν ἀκριβῶς, ὅτι γε τὸ τῆς εἰκόνος παράδειγμα, οὐχ ὥσπερ ἐν τοῖς ἔμπροσθεν ὅπως ἔχει ὁ Υἱὸς πρὸς τὸν Πατέρα, οὕτω κἀνταῦθα παρενήνεκται, ἀλλ᾽ ὅπως ἡμεῖς οἱ θέσει καὶ χάριτι υἱοὶ, πρὸς τὸν φύσει καὶ δυνάμει Υἱὸν ἔχομεν, καὶ ἐν ἀποδείξει τοῦ τρόπου καθ᾽ ὃν ἠξιώμεθα τῆς υἱοθεσίας· ὅτι ὡς αἱ εἰκόνες πρὸς τὰ πρωτότυπα ἁπλῶς καὶ ἀδιορίστως οὐ τοῦδε τοῦ προσώπου εἰκὼν ἢ τῆσδε τῆς ἀξίας, οἷον βασιλικῆς κατὰ τὰ προηγούμενα· τὸ δὲ ὅπως ἔχουσιν αἱ εἰκόνες πρὸς τὰ πρωτότυπα, αἱ κοιναὶ ὑπολήψεις καὶ ἔννοιαι παριστῶσι, καὶ πᾶσι τοῖς σωφρονοῦσι συμπεφώνηται καὶ διωμολόγηται, οἴκοθεν τε καὶ αὐτοδίδακτον τὴν περὶ τούτων γνῶσιν κεκτημένοις. Οὕτως οὖν ἡμεῖς οἱ κατὰ θέσιν υἱοὶ, πρὸς τὸν φύσει καὶ ἀληθείᾳ καὶ δυνάμει· πᾶν γὰρ παράδειγμα ὡς πάντως ὁμολογούμενον παραλαμβάνεται, ἵνα ἐκ τῶν γνωριμωτέρων καὶ σαφεστέρων τὰ διαμφιβαλλόμενα καὶ ἀσαφῆ τὴν πίστωσιν καὶ πληροφορίαν δέξηται· διττὸς οὖν ἐνταῦθα ὁ τῆς υἱοθεσίας πρόκειται τῷ Πατρὶ τρόπος· καὶ γὰρ ὁ μὲν φύσει καὶ ἀληθείᾳ ἔστι τε καὶ λέγεται, ὃς τῷ Θεῷ καὶ Λόγῳ προσῳκείωται, ἢ τάχα οὐδὲ υἱοθεσία, ἀλλ᾽ υἱότης τοῦτο κυριώτερον ἂν λεχθείη· ὁ δὲ θέσει καὶ χάριτι, ἥτις ἐφ᾽ ἡμῶν τῶν πεπιστευκότων εἰκότως ἐφήρμοσται. Πῶς οὖν ἔχει ὁ δεύτερος πρὸς τὸν πρότερον; Ὡς αἱ εἰκόνες, φησὶ, πρὸς τὸ ἀρχέτυπον. Καὶ γὰρ καθὸ τὴν εἰκόνα τοῦ χοϊκοῦ ἐφορέσαμεν, φησὶ τὸ ἀποστολικὸν λόγιον, οὕτω καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου φορέσωμεν. Ὃ δὴ καὶ αὐτὸς οὗτος ὁ μακάριος Κύριλλος ἐν ἑτέροις σαφῶς οὑτωσὶ διαγορεύων φησί· « Διανενευκότος τοῦ ζώου πρὸς τὸ πλημμελὲς, καὶ τὴν εἰσποίητον ἁμαρτίαν ἐκ τῆς εἰσάπαν φιλοσαρκίας ἠρρωστηκότος· τὸ πρὸς θείαν εἰκόνα διαμορφοῦν αὐτὸ, καὶ σημάντρου δίκην ἀπορρήτως ἐντεθειμένον ἀπενοσφίζετο πνεῦμα, φθαρτόν τε οὕτω καὶ ἀκαλλὲς ἀναπέφανται· ἐπειδὴ δὲ ὁ τῶν ὅλων γενεσιουργὸς ἀνακομίζειν ἤθελεν εἰς ἑδραιότητά τε καὶ εὐκοσμίαν τὴν ἐν ἀρχαῖς τὸ διολισθῆσαν, ἐνῆκεν αὖθις αὐτῷ τὸ ἀποφοιτῆσάν ποτε θεῖόν τε καὶ ἅγιον Πνεῦμα, μεταστοιχειοῦν εὖ μάλα πρὸς τὴν ὑπερκόσμιον εἰκόνα, καὶ πεφυκὸς καὶ δυνάμενον δι᾽ αὐτοῦ πρὸς ἰδίαν ἡμᾶς μεταρρυθμίζειν ἐμφέρειαν. » Ὁ δὲ τούτων πάντων ἰσχυρότερον, πάλιν αὐτὸς ὁ διδάσκαλος ἔφησεν, ὅτι ἐν μορφῇ θεοῦ ὑπάρχει ὁ Υἱός. Εἰκόνα τε αὐτὸν καὶ χαρακτῆρα, φησὶν ὁ ἱερὸς λόγος, τοῦ γεγεννηκότος. Αἱ δὲ εἰκόνες ὡς τὰ ἀρχέτυπα. Τί πρὸς ταῦτα εἴποιεν; ἆρα οὐκ ἂν ἀπέλθοιεν ἐντεῦθεν ἐληλεγμένοι καὶ ἠσχυμμένοι; Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸν τῆς θεολογίας λόγον ἀποδέδωκε, φήσας εἰκόνα εἶναι τοῦ γεγεννηκότος τὸν Υἱὸν, κατὰ τὸ λόγιον· ὅσον δὲ εἰς τὸ κοινὸν καὶ καθόλου τοῦ τῶν εἰκόνων τρόπου, τῇ ἐπαγωγῇ ὑποδείκνυσι, τῷ πληθυντικῷ ἀριθμῷ χρησάμενος καὶ εἰπὼν, Αἱ δὲ εἰκόνες ὡς τὰ ἀρχέτυπα. Ἆρα καὶ ταύτην τὴν φωνὴν ἐπὶ τῆς θεολογίας ἐκλήψονται οἱ ἀνόητοι; ἵνα καὶ υἱοὺς πολλοὺς, ἤδη δὲ καὶ πατέρας εἰσαγάγωσι, καὶ πολυθεΐαν πρεσβεύσωσιν; Οὐ γὰρ ἡ εἰκὼν, φησὶν, ἀλλ᾽, αἱ εἰκόνες ὡς τὰ ἀρχέτυπα, δεικνὺς ἐν τούτῳ τήν τε ὁμοιότητα καὶ τὴν οἰκειότητα.
Τί τούτων σαφέστερον ἢ ἐκδηλότερον πρὸς τὰ εἰς ζήτησιν ἡμῖν προκείμενα; εἰ μὴ τοσοῦτον πεπήρωνται τὸν νοῦν, καὶ τὸ τῆς διανοίας αὐτοῖς ἐσκότισται ὄμμα. Τί οὖν φαῖεν πρὸς ταῦτα οἱ τῆς υἱοθεσίας ἀλλότριοι; ἆρα ἀντιβλέψαι δυνήσονται πρὸς τὴν οὕτω λαμπρὰν καὶ διαφανῆ τῆς ἀληθείας αὐγήν; ἆρα ἀνθυπενέγκοιεν τὰ ἐκ τῆς βδελυρᾶς καὶ θεοστυγοῦς αὐτῶν καρδίας ἐξερευγόμενοι εἰκαῖα καὶ μυσαρὰ ληρωδήματα; δέχονται τούτους τοὺς θεηγόρους λόγους, ἢ παραγράφονται τὸν διδάσκαλον; εἰ μὲν οὐ δέξονται, αὐτόθεν αὐτοῖς τὸ τῆς Χριστοῦ ποίμνης ἠλλοτριῶσθαι ὑπάρξειεν· εἰ δὲ δέχονται, δυοῖν ἀνάγκη θάτερον· ἢ τὸν τῶν εἰκόνων λόγον ὡς ἔχουσι πρὸς τὰ ἀρχέτυπα, ὡσαύτως ἡμῖν συμφήσαιεν, καὶ διὰ τοῦτο καὶ τὴν τοῦ Κυρίου εἰκόνα καὶ τῶν ἁγίων μεθ᾽ ἡμῶν προσκυνῆσαι καταδέξονται· ἢ τῆς υἱοθεσίας περιφανῶς ἐκβληθήσονται, ἢν διὰ τοῦ ἁγίου Πνεύματος ἐν τῷ θείῳ λουτρῷ πεπλουτήκαμεν, καὶ μετὰ Ἰουδαίων καὶ Ἐλλήνων τετάξονται, εἴπερ ἢν ἔχουσι πρὸς ἄλληλα κοινωνίαν τε καὶ σχέσιν οὐ διδόασιν· οἴχεται γὰρ αὐτοῖς τὸ θεῖον βάπτισμα, ἀνήρηται τὸ κατ᾽ εἰκόνα εἶναι τοῦ Κτίσαντος, ἔκπτωτοι καὶ ἀπωσμένοι τῆς ἱερᾶς τῶν Χριστοῦ τέκνων ἀγέλης, τὸ λοιπὸν χρηματιοῦσι· τοσοῦτον ἀπώναντο τῆς κατὰ τὰς ἱερὰς εἰκόνας ὕβρεως οἱ ταλαίπωροι· ὑπερθαυμάσαιτο δ᾽ ἄν τις αὐτοὺς καὶ ἐντεῦθεν εἰκότως εἰς ὅσον ἠλιθιότητος καὶ ἀσυνεσίας ἐξέπεσον, ἀκολουθοῦν ταῖς ἀνοσιουργοῖς πράξεσι, καὶ τὸ φρόνημα σχόντες.
Προσποιοῦνται μὲν γὰρ καὶ κατασχηματίζονται τὸν τοῦ σταυροῦ τύπον τιμᾶν· τὸ δὲ πρᾶγμα αὐτὸ, ὅπερ ἐστὶ τὸ σωτήριον τοῦ Χριστοῦ πάθος, ταῖς ἀληθείαις ἀναιροῦσι. Πῶς γὰρ πείσεται ἢ σταυρωθήσεται, κατὰ τὴν ἐκείνων παράνοιαν, ἀπερίγραπτον ἀνειληφὼς σῶμα; τί γὰρ ἂν εἴη τὸ ἐν τῷ σταυρῷ καθηλούμενον, ἢ τοῖς ἤλοις διαπειρόμενον; καὶ ποῖ τῆς αἰχμῆς οἱ ὄγκοι εἰσδύσειαν, εἰ μὴ περιγράφοιτο; ἢ κἀνταῦθα τὸ τῆς δοκήσεως τοῖς ἀδοκίμοις ἐπαχλύσειε σκότος; πῶς γὰρ οὐκ ἀδόκιμοι τὸν νοῦν καὶ τὴν ψυχὴν ἐσκοτισμένοι, λαλοῦντες διεστραμμένα; ἀγαθὰ γὰρ λαλεῖν οὐκ ἴσασι, πονηροί γε ὄντες, καὶ ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας τὰ πονηρότερα προφερόμενοι· ἄρ᾽ οὖν οὐ πεφώραται τὰ τῆς ἀσεβείας αὐτῶν, ὅπως οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, τὰ μὲν τοῦ σταυροῦ πρεσβεύειν ὑποκρίνονται, αὐτὸν δὲ τὸν τύπον τοῦ σταυροῦ τοῖς ἱεροῖς χαρακτῆρσι συνανορύττουσι καὶ συγκαταλύουσι;
Τί οὖν φασιν, οἱ ῥήματα δόλια καὶ διεστραμμένα προβαλλόμενοι; « Τὸν τύπον τοῦ σταυροῦ προσκυνοῦμεν, διὰ τὸν ἐκταθέντα ἐν αὐτῷ. » Δήλη δὲ τούτων ἤ τε παραφροσύνη καὶ ἡ σκαιότης καθέστηκεν, ὡς τὸν μὲν τοῦ ἀγιάζοντος τύπον βδελύσσονται ἤδη καὶ διαπτύουσι, τὸν δὲ τοῦ ἁγιαζομένου τιμᾶν ἔδοξαν· καίτοι πῶς ἡγίασται κατ᾽ αὐτοὺς, μὴ πεπονθότος τοῦ Χριστοῦ σώματι κατὰ ἀλήθειαν; πρὸς μὲν οὖν τὴν τοιαύτην παράνοιαν καὶ φρενοβλάβειαν, οὐδὲ ἀποκρίνεσθαι χρεών· « Μὴ ἀποκρίνου γὰρ ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, » διδασκόμεθα. Δι᾽ αὐτὸ δὲ τοῦ λόγου τὸ ἀληθὲς καὶ ἀκόλουθον, καὶ τὴν τῶν ἐπιεικεστέρων εὐπείθειαν, ταῦτά φαμεν· ὅτι πρῶτον μὲν πάντα τὰ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἱερά τε καὶ ἅγια καὶ ἴσμεν καὶ ὁμολογοῦμεν· καὶ διὰ τοῦτο, προσκυνητὰ καὶ σεβάσμια ὁμοίως παρ᾽ ἡμῖν εἰσι καὶ τίμια, καὶ οὐδὲν ἄδοξον, οὐδὲν ἄτιμον, ὥσπερ δὴ καὶ ἑτέρωθι ἡμῖν λέλεκται· καὶ οὐκ ἐξὸν ἡμῖν τοῖς πιστοῖς· οὐδὲ τὰ παραδεδομένα παρὰ τῶν προεστώτων τοῦ καθ᾽ ἡμᾶς λόγου ἐπαγγέλλεται διακρίσεις τινὰς καὶ ἐξετάσεις ποιεῖσθαι, ὁποῖον δὴ πρότερον ἢ δεύτερον, καὶ ὅτι τιμιώτερον ἢ ἀτιμότερον· ἀπίστων τοῦτο καὶ ἀνοσίων τὸ κακούργημα· ὡς Εἰ τόδε μὲν προσκυνήσω, τόδε δὲ οὐ, σώζομαι ἢ οὐ σώζομαι; κρεῖττον τοῦτο μᾶλλον ἢ ἐκεῖνο; ὃ δὴ καὶ αὐτὸ τῆς ἄκρας ἀμαθίας καὶ ἀσυνεσίας τῶν νῦν τὰ τοιαῦτα ἐκζητούντων τεκμήριον· τί γὰρ φήσουσι πρὸς τὸν εἰρηκότα, ὅτι « Ἐὰν τὸν νόμον ὅλον φυλάξῃ τις, πταίσῃ δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος; » καὶ ταῦτα περὶ πράξεων νομικῶν, ἤπου γε τῆς ἀμωμήτου καὶ ἀκιβδήλου ἡμῶν πίστεως· οὐκ ἔστιν οὖν ἡμῖν περὶ τούτων ζυγομαχεῖν, ὁπότε παραπλησίως ἀλλήλοις τιμᾶσθαι τὰ ἅγια, καὶ Πατέρων ἱερῶν θεσμοὶ θεοπρεπῶς ἐκπεφωνημένοι διαγορεύουσι.
Διὰ δὲ φιλόνεικον καὶ ἀναίσχυντον τῶν ἀνοήτων, περιεργότερον τούτων ἕνεκεν διαλήψεσθαι δεῖν ᾠήθημεν· οὐδενὶ μὲν τὸ ἄδοξον περιτιθέντες, ὅσον δὲ ἐκ τῆς ἐξετάσεως τοῦ ἀκολούθου ἀνήκει, τὸ ὑπερφυὲς κατά τι γοῦν ἐν αὐτοῖς, ὡς ἐν βραχεῖ τῷ λόγῳ παριστῶντες· λέγομεν τοίνυν ἵνα ἐκ τοῦ ὁμοίου τὴν ἀρχὴν ποιησώμεθα, ἐπειδὴ τοῦτο καὶ εἰκών· Α΄) Ὅτι ἡ εἰκὼν τοῦ Χριστοῦ, ὁμοίωμα αὐτοῦ ἐστι, καὶ τῷ σώματι αὐτοῦ προσέοικε, καὶ τὸν τύπον τοῦ σώματος αὐτοῦ ἡμῖν ὑπογράφει, καὶ τὸ εἶδος κατεπαγγέλλεται, καὶ τρόπον πράξεως ἢ διδασκαλίας ἢ πάθους ὡς τὰ πολλὰ ἀπομιμουμένη διασημαίνει· ὁ δὲ τοῦ σταυροῦ τύπος, οὔτε προσέοικεν αὐτοῦ τῷ σώματι, οὔτε οὐδὲν τῶν εἰρημένων ἡμῖν ὑποδείκνυσι· τὸ δέ τινι ὅμοιον, τοῦ μὴ ὁμοίου ἐγγύτερόν ἐστι καὶ οἰκειότερον, ὡς διὰ τῆς ὁμοιότητος γνωριμώτερον ἐκεῖνο ποιοῦν καὶ διὰ τοῦτο καὶ τιμιώτερον· ἡ εἰκὼν ἄρα τοῦ Χριστοῦ, ὡς οἰκειοτέρα καὶ γνωριμωτέρα, τιμίου καὶ σεπτοῦ τοῦ τύπου τοῦ σταυροῦ παρ᾽ ἡμῖν τυγχάνοντος, τιμιωτέρα ἂν εἴη καὶ σεβασμιωτέρα. Β΄) Ἔτι ἡ εἰκὼν τοῦ Χριστοῦ, πρώτως καὶ ἀμέσως εὐθύς τε καὶ ἐκ πρώτης ἐντεύξεως, τὸ εἶδος αὐτοῦ παρ᾽ ἡμῖν ἐμφανίζει, καὶ τὴν μνήμην ἐντίθησιν· αὐτὸν γὰρ τὸν εἰκονιζόμενον ἐν αὐτῇ κατοπτριζόμεθα· ὁ δὲ σταυρὸς οὐχ οὕτως· σταυρὸν γὰρ ἐνορῶντες, πρῶτον μὲν πρὸς τὸ φαινόμενον τὸν νοῦν ἀπερείδομεν· ἔπειτα δὲ, τί ἐστιν, ἐννοοῦμεν, καὶ πῶς ἡγίασται ἀναθεωροῦμεν, καὶ παρὰ τίνος, καὶ οὕτω κατὰ δεύτερον λόγον, ἐπὶ τὸν σταυρωθέντα καὶ ἁγιάσαντα αὐτὸν μέτιμεν· τὸ τοίνυν πρώτως ἐπί τι μεταβαῖνον, καὶ πρώτως αὐτὸ γνώριμον ποιοῦν, τοῦ δευτέρως ταῦτα ποιοῦντος τιμιώτερον· ἡ εἰκὼν ἄρα τοῦ Χριστοῦ, τοῦ σταυροῦ τιμίου ὄντως τιμιωτέρα ὑπάρχει.
Εἶτα Γ΄) παρὰ πᾶσι τοῖς νοῦν ἔχουσιν ὡμολόγηται, ὅτι τὸ ἁγιάζον τοῦ ἁγιαζομένου κρεῖττόν ἐστι· καὶ γὰρ, Χωρὶς πάσης ἀντιλογίας, φησὶ τὸ ἀποστολικὸν λόγιον, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται· εἰ τοίνυν τὸ σῶμα Χριστοῦ τὸν σταυρὸν ἡγίασε προσομιλῆσαν αὐτῷ προσηλούμενον, καὶ ἡμῖν δι᾽ αὐτοῦ τὸν ἁγιασμὸν ἐνῆκεν, ὁ δὲ σταυρὸς δι᾽ αὐτοῦ ἡγίασται· ὧν δὲ τὰ πρωτότυπα τιμιώτερα, καὶ αὐτὰ τιμιώτερα· ἐπειδὴ δὲ ἄμφω τύποι, καὶ ὁ τύπος τοῦ ἁγιασθέντος σταυροῦ τίμιος, ὁ τύπος ἄρα τοῦ ἁγιάσαντος σώματος, μᾶλλον τιμιώτερος. Δ΄) Ἔτι ὁ τύπος τῆς ἐκτάσεως τῶν χειρῶν τοῦ Χριστοῦ καὶ τοῦ σχήματος σεπτός ἐστιν· ὅσῳ δὲ διαφέρει σῶμα σχήματος, τοσούτῳ καὶ τὰ ἀπ᾽ αὐτῶν διοίσει· ὧν γὰρ τὰ ἀρχέτυπα τιμιώτερα, καὶ αὐτὰ τιμιώτερα· καὶ γὰρ τὸ σχῆμα διὰ τὸ σῶμα, καὶ ἡ ἔκτασις· οὐ μὴν ἔμπαλιν τὸ σῶμα διὰ τὸ σχῆμα· καὶ τὸ μὲν σῶμα, οὐσία καὶ ὑποκείμενόν ἐστι· τὸ δὲ σχῆμα συμβεβηκὸς καὶ παρακολούθημα· ὅσῳ οὖν οὐσία συμβεβηκότος κρείττων, τοσούτῳ καὶ σῶμα σχήματος, ἢ ὅσον ψυχὴ ἐπιστήμης· καὶ τὸ μὲν σῶμα ἐσχηματισμένον ἐστί τε καὶ λέγεται· σχῆμα δὲ σεσωματωμένον, οὐδεὶς τῶν σωφρονούντων ἐρεῖ· οὕτω γὰρ καὶ τὸ σῶμα κεχρωσμένον λεχθείη ἂν, οὐκέτι δὲ χρώματος σῶμα, οὐδὲ χρῶμα σεσωματωμένον· κρείττονα οὖν τὰ τοῦ σώματος ἤπερ τὰ τοῦ σχήματος· καὶ εἰ τοῦτο, ἄρα ὁ τύπος τοῦ σώματος, τοῦ τύπου τοῦ σχήματος τιμιώτερος.
Ἔτι Ε΄) ὁ σταυρὸς ἁπλοῦν πως καὶ ἀποίκιλον ἡμῖν εἰσφέρει τὸ Χριστοῦ πάθος· τοῖς δὲ ἀγροικοτέροις μόλις ἂν καὶ πάθους σύμβολον νοηθείη· τὰ δὲ ἱερὰ μορφώματα, οὐ τὸ πάθος μόνον ποικίλλουσι καὶ λεπτότερον διαγράφουσιν, ἀλλ᾽ ἤδη καὶ τὰ θαύματα καὶ τὰ τεράστια, ἅπερ ὁ Χριστὸς ἐξειργάσατο, πλατύτερον καὶ σαφέστερον ἡμῖν διασημαίνουσι· τὰ τοίνυν τρανότερον καὶ ἐκδηλότερον ἡμῖν ταῦτα ὑποφαίνοντα, τῶν ἀμυδρότερόν πως τὰ τοιαῦτα δηλούντων, τιμιώτερα καὶ εὐσημότερα. Ϛ΄) Ἔτι ὁ σταυρὸς πάθους σύμβολόν ἐστι, καὶ τὸν τρόπον καθ᾽ ὃν ὁ πεπονθὼς τὸ πάθος διήνεγκεν ὑπαινίσσεται· τί γὰρ ἕτερον βούλεται τὸ, Ἆρον τὸν σταυρόν σου, καὶ ἀκολούθει μοι, ἢ τὸν καθηλωμένον τῷ φόβῳ Κυρίου, καὶ τοῖς τοῦ κόσμου ματαίοις ἀποταξάμενον, εὐτρεπῆ εἶναι πᾶν ὁτιοῦν ὑπὲρ τῆς εἰς αὐτὸν ὑπομένειν ἀγάπης; οὕτω δὴ καὶ ὁ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ φέρων, καὶ μέγα ἐπὶ τῷ πάθει αὐτοῦ φρονῶν, ἐφιλοτιμεῖτο λέγων· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· τὴν σταύρωσιν ἡμῖν διὰ τούτων ὑπογράφων, ἤτοι τὸ Χριστοῦ πάθος· ἡ δὲ εἰκὼν αὐτοῦ τοῦ πάσχοντος ἐκσφράγισμα καὶ ὁμοίωμά ἐστιν, οἰκειότερον δὲ καὶ ἀξιολογώτερον, τὸ αὐτόν τινα διαγράφον, ἢ τὸ τὰ ἐκτὸς καὶ περὶ αὐτὸν ὑποφαῖνον· ἀξιολογωτέρα ἄρα ἡ εἰκὼν, ὡς τὸν Χριστὸν αὐτὸν ἡμῖν ἐμφανίζουσα, τοῦ σταυροῦ τὸν τρόπον τοῦ πάθους ἡμῖν παραδεικνύντος.
Τὸ Χριστὸς ὄνομα Ζ΄) ὁμωνύμως καὶ κατὰ τῆς εἰκόνος αὐτοῦ τοῦ Χριστοῦ κατηγορεῖται· Χριστὸς γὰρ καὶ αὐτὴ λέγεται· ὥσπερ καὶ βασιλεὺς, ἡ τοῦ βασιλέως εἰκών· κατὰ τοῦ σταυροῦ δὲ κατηγορεῖσθαι τοῦτο ἀδύνατον· οὐδεὶς γὰρ ἂν φαίη τῶν σωφρονούντων, Χριστὸν τὸν σταυρὸν οὐδενὶ τρόπῳ, ὁ τοίνυν ἐν μεθέξει καὶ αὐτοῦ τοῦ ὀνόματος γέγονε, καθάπερ ἤδη καὶ τῷ τοῦ σώματος τύπῳ κεκοινώνηκε, τοῦ μηδενὸς τούτων μετασχόντος τιμιώτερον ἡ εἰκὼν ἄρα τοῦ τύπου τοῦ σταυροῦ τιμιωτέρα. Η΄) Τὸ αἴτιον τοῦ αἰτιατοῦ προηγεῖται· καὶ μᾶλλον τὸ ποιητικὸν αἴτιον· τὸ δὲ προηγούμενόν τινος, τιμιώτερον οὗ προηγεῖται· ἐπεὶ οὖν αἴτιον τοῦ τύπου τοῦ σταυροῦ, τὸ πάθος τοῦ σώματος τοῦ Χριστοῦ, καὶ προκαταρκτικὸν τὸ σῶμα τοῦ τύπου, καὶ ἡ εἰκὼν ἄρα τοῦ σώματος τοῦ Χριστοῦ, ὡς ποιητικὸν αἴτιον, τοῦ τύπου τοῦ σταυροῦ τιμιωτέρα. Θ΄) Ἔτι ὃ τινος ἕνεκεν γέγονεν, ἔλαττόν ἐστιν ἐκείνου τοῦ δι᾽ ὃ γέγονεν· εἰ τοίνυν ὁ σταυρὸς τοῦ Κυριακοῦ σώματος ἕνεκεν, ἀνάγκη καὶ ἐν τοῖς τούτων τύποις, τὸ ἔλαττον τὸν τύπον τοῦ σταυροῦ ἀποφέρεσθαι· ὧν γὰρ τὰ προηγούμενα ἐλάττονα, καὶ αὐτὰ ἐλάττονα· δέδεικται οὖν διὰ πλειόνων, ὡς καὶ αὐτοῦ τοῦ τύπου τοῦ ζωοποιοῦ σταυροῦ τιμίου ὄντος παρ᾽ ἡμῖν, ἡ εἰκὼν τοῦ Χριστοῦ, κατὰ τὴν τῶν ἀποδεδομένων λόγων ἀκολουθίαν τε καὶ ἐξέτασιν, τιμιωτέρα ὑπάρχει· ὁ τοίνυν τὸν σταυρὸν τιμᾶν ἐπαγγελλόμενος, τιμήσει ἄρα καὶ τοῦ Κυρίου τὴν εἰκόνα· εἰ δὲ ταύτην οὐ τιμᾷ, οὐδὲ ἐκεῖνον πολλοῦ γε καὶ δεῖ.
Εἶτα Ι΄) ὁρῶμεν ἐν πλείοσι τόποις τὴν τοῦ Κυρίου σταύρωσιν ἐν εἰκόνι διαγεγραμμένην, καὶ ὡς τὸ εἰκὸς ἔχει, ἀνάλογον τῷ τοῦ πράγματος καθ᾽ ὃν πέπρακται τρόπῳ, ἐκκρεμές τε τὸ σῶμα, καὶ τὰς χεῖρας διαπλουμένας, καὶ τοῖς ἤλοις διαπεπερονημένας· ὑφ᾽ ὧν τὸ πάντων θαυμασίων θαυμασιώτερον, καὶ τῶν δι᾽ ὧν σεσώσμεθα τὸ καιριώτατον, πάθος ἡμῖν τοῦ Χριστοῦ τὸ σωτήριον ὑπογράφεται· τί οὖν πρὸς τοῦτο οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ δράσειαν, ἀνάγκη δυοῖν τὸ ἕτερον· ἢ προσκυνοῦντας τὸν σταυρὸν, καὶ τὴν εἰκόνα συμπροσκυνῆσαι, εἴπερ μὴ μέλλοι τὰ τῆς ἐπαγγελίας αὐτῶν διαπεσεῖσθαι· ἢ καθαιροῦντας τὴν εἰκόνα, συγκαταβάλλειν καὶ τὸν σταυρόν· οἱ δέ γε τὸ δεύτερον ἑλόμενοι, τέλεον καὶ τὸν σταυρὸν αὐτὸν καὶ πᾶσαν ὁμοῦ τὴν Χριστοῦ οἰκονομίαν ὡς ἀνοικονόμητοι παραγράφονται, καὶ τῶν ἐπηγγελμένων τὸ ψεῦδος δημοσιεύουσιν· εἰ γὰρ μετῆν αὐτοῖς ὁπωσοῦν ἀληθείας, ἔδει προηγουμένως τὴν εἰκόνα τιμᾶν ὡς ποιητικὸν αἴτιον, καὶ προαγωγικὸν τοῦ σταυροῦ· πᾶν γὰρ ὅ τινος ἕνεκεν εἴρηται, ἔλαττον ἐκείνου τοῦ δι᾽ ὃ γέγονε· καὶ εἰ ὁ σταυρὸς τιμητέος, ὥσπερ οὖν καὶ ἔστι, μᾶλλον ἡ τὸν τοῦ αἰτίου τούτου λόγον ἐπέχουσα εἰκὼν τιμητέα· καὶ γὰρ ὁ σταυρὸς διὰ τὴν εἰκόνα γέγονεν, οὐκ ἔμπαλιν ἡ εἰκὼν διὰ τὸν τύπον τοῦ σταυροῦ· ταύτης γὰρ προηγουμένως διαγραφομένης καὶ τυπουμένης, συνδεγράφη καὶ αὐτὸς, τῇ τε στάσει τοῦ ὀρθίου σώματος, καὶ τῇ ἐφ᾽ ἑκάτερα τῶν χειρῶν ἐκτάσει συναποτυπούμενος· ἐξ ἀνάγκης τε καὶ ἀκολούθως τῷ σχηματισμῷ τοῦ σώματος ὡς παρακολούθημα συνοναφαινόμενος· καὶ οὐκ ἄν τις ἀποσφαλείη τἀληθοῦς λέγων, ὡς ὅ γε τὴν εἰκόνα τοῦ Κυρίου τῷ τοιῷδε τρόπῳ διαχαράσσων, καὶ εἰ μὴ βούλοιτο, καὶ τὸν τύπον τοῦ σταυροῦ συνδιαχαράξειε· πῶς οὖν οὐκ ἔκδηλος διὰ πάντων, τῶν Χριστομάχων ἡ παραφροσύνη καὶ ἡ δυσσέβεια; τὸν μὲν γὰρ ὡς τίμιον σέβειν ὑποκρίνονται, τὸ δὲ μᾶλλον τίμιον τέλεον διαπτύουσιν· ἀλλ᾽ οὐ τῷ σταυρῷ τὸ τίμιον νέμοντες, τοῦτο ποιοῦσι· πῶς γὰρ οἵ γε συγκαταβάλλοντες ἐν πολλοῖς, καὶ καταφλέγοντες καὶ συμπατοῦντες ποσὶ βεβήλοις καὶ ἀκαθάρτοις; ἀλλ᾽ ἵνα μὴ δοκοῖεν πάντα ἐκ πυθμένος παρακινεῖν τὰ τῆς Ἐκκλησίας σεβάσματα, τὸν θεῖον τοῦ Χριστοῦ τύπον εὐκαίρως ἀκαίρως ἐκποδὼν ποιεῖσθαι προελόμενοι, ἐπειδὴ βαρύς ἐστιν αὐτοῖς καὶ ἐν εἰκόνι βλεπόμενος· ὡς γὰρ εἴ τις τὸ φυσικὸν αἶσχος βουλόμενος ἀποτρίψεσθαι, κομμωτικοῖς καλλωπίσμασιν ἐπιμορφίζοιτο, τὸν τοῦ σταυροῦ λόγον ὡς σκῆψιν εὐπρεπεστάτην αὐτοὶ προχειρίζονται.
Τί δὲ δεῖ περὶ τοῦ τύπου τοῦ σταυροῦ λέγειν; αὐτὰ τὰ πρωτότυπα, ὡς ἄν τις φαίη, τοῦ σταυροῦ, τὰ σεβάσμια καὶ παρ᾽ ἡμῖν τοῖς πιστοῖς πιστῶς προσκυνούμενα, τίμια καὶ ζωοποιὰ ξύλα, καθυβρίζουσι καὶ ἀτιμάζουσιν αἰσχρῶς· τὰ γὰρ ἀρχῆθεν καὶ παρὰ Χριστιανῶν ἔν τε χρυσώμασι καὶ ἀργυρώμασι κατεσκευασμένα, καὶ καλούμενα φυλακτήρια, ἃ δὴ καὶ κατ᾽ αὐχένος ἐκκρεμαννύμενα, καὶ πρὸς τὸ στέρνον καθιέμενα φέρομεν Χριστιανοὶ πρὸς φυλακὴν καὶ ἀσφάλειαν τῆς ζωῆς ἡμῶν, καὶ σωτηρίαν τῶν ψυχῶν τε καὶ τῶν σωμάτων ἡμῶν· ἐντεῦθεν γὰρ αὐτοῖς καὶ τοὔνομα ἐπικέκληται, πρὸς ἰατρείαν τε παθῶν καὶ ἀποτροπὴν τῆς τῶν ἀκαθάρτων δαιμονίων προσβολῆς, ταῦτα κεκτῆσθαι πιστεύοντες, ἐν οἷς δὴ καὶ τὰ πάθη Χριστοῦ καὶ τὰ θαύματα, καὶ ἡ ζωοποιὸς ἀνάστασις ὡς τὰ πολλὰ εἰκονιζόμενα δείκνυται, καὶ τούτων πλῆθος ἄπειρον παρὰ Χριστιανοῖς εὑρίσκεται, τί ταῦτα παρὰ τοῖς ἀνοσίοις λελόγισται; βδελυκτὰ τὰ φυλακτὰ, καὶ φευκτὰ τὰ αἱρετὰ ἡγήσαντο· αὐτοῖς οὖν τοῖς τιμίοις ξύλοις, ἃ δὴ παρὰ πυρὶ διαφέροντες, ὕλην ἀργὴν καὶ ἄσημον καὶ μηδενὸς ἐχομένην λόγου, διὰ τῆς χωνείας ἀποφαίνουσι· τοσοῦτον ἐμωράνθησαν καὶ ἐσκοτίσθησαν, ὅτι ἅπερ εἰς φυλακὴν καὶ ἀσφάλειαν τῆς ζωῆς αὐτῶν ἔδει συνέχειν καὶ περιέπειν, ταῦτα προὔδωκάν τε καὶ καταλελύκασι· προσόμοιον τι ποιοῦντες, ὡς εἴ τις τειχίον ἐκέκτητο ἀσφαλέστατον, καὶ φρούριον ἐρυμνότατον, εἶτα τῆς ἑαυτοῦ φυλακῆς ἀλυγήσας καὶ σωτηρίας, ἀνοήτως ἀφρονέστατα καθελὼν, εὐάλωτον τοῖς ἐπιβουλεύουσιν ἑαυτὸν παρεστήσατο· τί οὖν ἐντεῦθεν δείκνυται; ὅτι τῷ συγκαθαιρεῖσθαι τὰ ἅγια ταῦτα ἀλλήλοις, τὸ ἐν αὐτοῖς ὁμότιμον διαφανῶς γινώσκεται· πῶς οὖν εἰ φευκτὰ ἦν τὰ ἱερὰ ταῦτα, τοῖς τιμίοις στελέχεσι συνεφήρμοσαν οἱ Χριστιανοὶ τὸ ἀνέκαθεν, καὶ συγκατεσκεύασαν; ἄξιον δὲ πανταχοῦ τοῖς ἐχθροῖς τοῦ σταυροῦ τοῦ Χριστοῦ ἐπιλέγεσθαι, ὅτι βαρύς ἐστιν αὐτοῖς ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος, καὶ ἡ μνήμη δυσαχθεστέρα καὶ βαρυτέρα παρὰ τοσοῦτον, παρ᾽ ὅσον Ἰουδαίοις καὶ Ἕλλησιν, οἷς εὐκαίρως αὐτοὶ συγκαταριθμηθήσονται.
« Ἀλλὰ τοῖς εἰκόσι Χριστοῦ, φασὶ, καὶ ἕτερά τινα τῶν βδελυκτῶν καὶ ἀπηγορευμένων συνδιαγράφεται, οἶον ὡς ἐπὶ τῆς ἀναστάσεως ὁ ἄδης πατούμενος, καὶ διάβολος καταργούμενος καὶ καταβαλόμενος, καὶ εἴ τι τούτοις προσέοικε· λανθανόντως δὲ καὶ ταῦτα συμπροσκυνεῖται· ὅθεν οὐκ ἐξὸν οὐδὲ τὰς Χριστοῦ προσκυνεῖσθαι εἰκόσιν. » Ἀλίσκονται δὲ καὶ ἐνταῦθα τοῖς οἰκείοις δικτύοις οἱ ἀνόητοι· ὃ γὰρ ἡμῖν ἐγκαλοῦσι, τοῦτο καὶ αὐτοὶ δοξάζοντες δείκνυνται· ὁμολογοῦσι γὰρ καὶ ἄκοντες, ὅτι ἡ τῶν εἰκόνων τιμὴ, ἐπὶ τὰ πρωτότυπα διαβαίνει· εἰ γὰρ διὰ τοῦτο ταῦτα ἀπηγόρευται, πολλῷ μᾶλλον τὰ θεῖα τιμητέα, ἵνα ἡ τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀνέλθοι· ἐκ τούτου οὖν τις καὶ λίαν ἐμμελῶς τεκμήραιτο, ὅτι ὃ περὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ ἔχουσι σκολιὸν καὶ ὕπουλον φρόνημα, καὶ τέως τοῖς πολλοῖς ἀποκρυπτόμενον, ἠρέμα πως παραδηλοῦσι, καὶ τοῖς συνετωτέροις διὰ τούτων ἐκκαλύπτουσι· τὰ γὰρ ἐν χερσὶν ἐξανύοντες, Θεοῦ παρορῶντος καὶ συγχωροῦντος, ἐν τοῖς ἑξῆς, ὡς τὸ εἰκός, καὶ τὸ ἀκόλουθον τῆς ἐννοίας ἔχει, ὅτι οὐδὲ Χριστὸν ἐσταυρωμένον προσκυνήσουσιν, ἀποφανοῦνται, ἐπειδὴ καὶ λῃσταὶ συνεσταύρωνται κακοῦργοι, καὶ ἄνδρες ἀνόσιοι· ἀλλ᾽ ἡμεῖς γε νήφομεν οἱ Χριστιανοὶ, καὶ οὐκ ἀπεκτηνώθημεν κατ᾽ αὐτούς· ὃ γὰρ προσκυνοῦμεν, οἴδαμεν· τὰ γὰρ ἱερὰ σέβομεν ὡς ἅγια, τὰ δὲ αἰσχρὰ ἐκεῖνα, ὡς νεκρούμενα καὶ πατούμενα καὶ βλέπομεν καὶ λογιζόμεθα· οὐ γὰρ τιμὴν αὐτοῖς περιτιθέντες, συμπαρέγραψαν οἱ φιλόθεοι, ἀλλὰ τὸ ἀδρανὲς καὶ τὸ ἐξαίσιον αὐτῶν πτῶμα παριστάνοντες· ὃ καὶ ἡμεῖς ἀναθεωροῦντες, τὸν καταργήσαντα Κύριον δοξάζομεν, καὶ διὰ τοῦτο μᾶλλον αὐτοῦ προσκυνοῦμεν τὸ σεβάσμιον ἐκτύπωμα, τῶν δι᾽ αὐτοῦ γεγενημένων ἡμῖν ἀξιαγάστων εὐεργεσιῶν, καὶ τῆς κοινῆς σωτηρίας τοῦ γένους ἡμῶν, εἰς μνήμην ἐρχόμενοι· θαυμάζομέν τε αὐτοῦ τὰ μεγαλεῖα, καὶ τὴν φιλάνθρωπον ἀνυμνοῦμεν συγκατάβασιν· εἴποι δ᾽ ἄν τις ἐκ τοῦ παρόντος, ἤδη καὶ τοῦ μέλλοντος καταστοχαζόμενος, ὡς ἥξουσί ποτε καὶ ἐπὶ τὴν ἱερὰν τῶν Εὐαγγελίων συγγραφὴν, ὡς δαιμόνων δή τινων καὶ ἄλλων πονηρῶν μνήμην εἰσφέρουσαν αἰτιασόμενοι· ἀλλ᾽ οὐ δι᾽ ἐκεῖνα ταῦτα, διὰ δὲ τὸν θαυματουργήσαντα καὶ ἀπελάσαντα δαίμονας, καὶ νόσους καθάραντα προδήλως συνενήνεκται. Οὐδὲ τῷ Εὐαγγελίῳ συμπροσκυνηθήσεται· καὶ γὰρ ἡ παρ᾽ ἡμῶν προσκύνησις, εἰ καὶ αἰσθητῶς γίνεται πρὸς αἰσθητά γε ὄντα τὰ ἅγια, ἀλλ᾽ οὖν γε ἐντεῦθεν ταῖς νοεραῖς ἐνεργείαις, ἐπὶ τὸν τούτων αἴτιον τὸ σέβας ἀνάπτομεν, καὶ συμβολικῶς ταῦτα ἐπιτελεῖται· ἐπείπερ ἤ γε προσκύνησις ἡμῶν καὶ ἡ λατρεία ἐν πνεύματι καὶ ἀληθείᾳ, κατὰ τὸν τοῦ Σωτῆρος λόγον, κυρίως καὶ ἀληθῶς ἐστιν· ἡμεῖς γὰρ ὃ προσκυνοῦμεν, οἴδαμεν· αὐτοὶ δὲ ὃ προσκυνοῦμεν, οὐκ ἴσασι, τῷ μὴ εἰδέναι αὐτοὺς τῆς θείας οἰκονομίας τὸ μέγα μυστήριον.
Ἔτι φασὶν, ὅτι « Πρὸ μὲν τοῦ πάθους Χριστοῦ καὶ τῆς ἀναστάσεως, Χριστὸν περιγράφεις· τί δ᾽ ἂν εἴποις μετὰ τὴν ἀνάστασιν; ἐπειδὴ οὐκ ἐν τοῖς αὐτοῖς τὰ πράγματα· ἄφθαρτον γὰρ λοιπὸν τὸ σῶμα Χριστοῦ, καὶ τὴν ἀθανασίαν κληρωσάμενον· ποῦ οὖν σοι τὰ τῆς περιγραφῆς χωρήσειε; καὶ πῶς περιγραφήσεται τὸ κεκλεισμένων τῶν θυρῶν πρὸς τοὺς μαθητὰς εἰσιὸν, καὶ μηδενὶ κωλύματι περιειργόμενον; » Ταῖς τολμηρίαις γὰρ τῶν Δοκητῶν ἀναισχύντως ἑπόμενοι, μηδὲ ἐφάψασθαι χερσὶ τὸν μαθητὴν τῆς θείας πλευρᾶς κενολογοῦσι· κελευσθέντα δὲ μόνον παρὰ τοῦ Σωτῆρος μὴ μέντοι καὶ τὸ προσταχθὲν εἰς ἔργον ἐξενέγκαντα· καὶ διὰ ταῦτα μήτε ὀφθῆναι σώματι, μήτε εἶναι σῶμα τὸ παράπαν τὸ σῶμα. Οὖτως αὐτοῖς τὰ τῶν Εὐαγγελίων ἄπιστα! Ἀλλὰ τοῦτο πρῶτον ἀκούσεται ὁ περὶ ταῦτα διαπορῶν, ὅτι Εἰσελθὼν, φήσας, τὸ ἀπορούμενον ἔλυσας· ὅλως γὰρ τὸ εἰσελθεῖν, καὶ ἐξελθεῖν, ἢ μεταβαίνειν ἐντεῦθεν ἐκεῖσε, οὐδὲν ἕτερον ἢ περιγραφῆς ἐστιν ἴδιον· τὸ γὰρ ἐντὸς θυρῶν γεγονὸς, οὐκέτι δὲ καὶ ἐκτὸς ὑπάργον, περιγραπτὸν πάντως ἐστίν· οὕτω καὶ ἐπὶ τῆς σωτηρίου ἀναστάσεως κατίδοι τις ἂν, τοῦ λίθου τῷ τάφῳ ἐπικειμένου, ἐφ᾽ ῷ τὰ σήμαντρα προσετετύτωτο· ἀναστὰν γὰρ τὸ σῶμα, οὐκ ἦν καὶ ἐν τῷ τάφῳ· ἐξ οὖ τὸ περιγραπτὸν εἶναι, ἀκολουθεῖν ἐπάναγκες· τὸ δὲ ἐκ νεκρῶν ἀναστῆναι, καὶ πυλῶν κεκλεισμένων εἴσω γενέσθαι, καὶ εἴ τι τούτοις ἐτελεῖτο παραπλήσιον, οὐ σώματος πρόεισι νόμῳ, οὐδὲ τῆς καθ᾽ ἡμᾶς ἐνύλου καὶ ῥευστῆς φύσεως· ἐπεὶ καὶ πρὸ τοῦ πάθους, κατὰ κυμάτων ὁ Σωτὴρ πεζεύων τεθέαται, ἀφῇ χειρὸς νεκροὺς ἀνίστησι, καὶ τἄλλα ἅπερ ἐθαυματούργει διὰ τοῦ σώματος· καὶ οὐ δή που ταῦτά φαμεν ἴδια σώματος, οὐδὲ ἀσώματον· τῆς γὰρ δραστηρίου καὶ ἀμάχου δυνάμεως ἦν, ῇ πάντα εἴκει· καὶ θαύματος λόγῳ, οὐκ ἰδιότητι ἐπράττετο σώματος· ἀλλ᾽ ἐπειδὴ τῷ κάλλει τῆς ἀφθαρσίας λελαμπρυσμένον μετὰ τὴν ἀνάστασιν γέγονε, καὶ ἀκήρατον, καὶ πάντη καθαρεῦον φθορᾶς καὶ παχύτητος, τῇ συνημμένῃ ἅμα ὑποστατικῶς καὶ ἀδιαστάτῳ φύσει, ἐξ ῆς τῶν ὑπὲρ φύσιν μετέσχε, τὰ ὑπὲρ σῶμα ἐνήργει, καὶ οἷα εἰκὸς οὐχ ἁπλῶς σώματος, ἀλλὰ θείου καὶ ἀφθάρτου σώματος. Ἐωρᾶτο δ᾽ οὖν ὅμως τοῦτο πεφυκώς ὁ Σωτὴρ, οὐ μέντοι καθ᾽ ὃν τρόπον ἐπιχωριάζων τὸ πρότερον ἅπασι· τοῖς γοῦν ἀξίοις τῆς τοιαύτης θέας ἐμφανιζόμενος, τά τε σημεῖα τοῦ σταυροῦ παρεδείκνυ· καὶ τοῦτο ἡμᾶς ὁ μαθητὴς ἐμπεδοῖ, καὶ εὐγνωμόνως γε καὶ πιστῶς δεχόμεθα, τὴν θείαν πλευρὰν ἐπαφώμενος, μέγα τε κεκραγὼς καὶ λαμπρόν· « Ὁ Κύριός μου καὶ ὁ Θεός μου· » καὶ τὰ σεμνὰ γύναια ἀχράντων ποδῶν ἐφαπτόμενα· πρὸς δὲ καὶ οἱ συμπαρομαρτοῦντες, καὶ τὴν καρδίαν ἐκκαιόμενοι, καὶ τοὺς ὀφθαλμοὺς ἐν ταῖς ὁμιλήσεσι κεκρατημένοι περὶ τὴν ἐπίγνωσιν, ὃ δὴ μετὰ τὴν κλάσιν τοῦ ἄρτου λέλυται, βρώσεώς τε καὶ πόσεως ἠνείχετο, κἂν ἄφθαρτον ἦν τὸ σῶμα· ἅπερ οὐ τῷ δεῖσθαι τούτων, ἀλλὰ συγκαταβάσεως τρόπῳ καὶ διὰ τὴν οἰκονομίαν ἐπράττετο, ἵνα ὁ αὐτὸς ἐκεῖνος ὢν πιστευθῇ, ἀληθές τε καὶ μὴ φαντασία νομισθῇ τὸ τῆς ἀναστάσεως μυστήριον· τί δὲ καὶ ἑώρων οἱ θεσπέσιοι μαθηταὶ, ἐκ μέσου αὐτῶν αἰρόμενον, καὶ πρὸς οὐρανοὺς μετάρσιον ἀνιπτάμενον, ὃ συμπάρεδρον δόξης τῆς πατρικῆς ἐγένετο, καὶ πάλιν ὡσαύτως ἐλευσόμενον, κατὰ τὴν τῶν προπεμπουσῶν ὑπερκοσμίων δυνάμεων φωνὴν, εἰ μὴ σῶμα περιγραπτὸν ἦν; ἢ τί ποτε ὅλως ὁ μέγας Στέφανος, ὁ ἐν μάρτυσι πρώτιστός τε καὶ κράτιστος, ἐν μέσῳ τῶν τῆς ἀθλήσεως ἀγώνων ὦν, οὐ πολλῷ ὕστερον τῆς εἰς οὐρανοὺς τοῦ Σωτῆρος ἀνόδου, ἑωράκει καθὸ ἰδεῖν ἔδει τὸν τῆς τηλικαύτης πεπληρωμένον χάριτος, καὶ χωρητὸν ὑπερφυῶς ἦν τῇ φύσει τῇ ἀνθρωπείᾳ; ἢ οὐχὶ ἐν εἴδει τῷ ὀφθέντι ἐπὶ γῆς καθ᾽ ἡμᾶς, τὸν ἐκ δεξιῶν τῆς πατρικῆς δόξης ἑστῶτα θεώμενος; πῶς γὰρ αὐτῷ ἐξῆν λέγειν· « Θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ; » Ταῦτα καὶ τῶν θείων Πατέρων σαφῶς ἐκδιδάσκει τὰ δόγματα, ἅπερ εἰς ὕστερον παραθησόμεθα· κἂν οἱ τῆς ἀληθείας καὶ τοῦ Εὐανγελίου διαπιστῶσιν ὑβρισταὶ, καί που καὶ Χριστὸν αὐτὸν ἀποδιώσονται, σάρκα καὶ ὀστέα τοῖς μαθηταῖς δεικνύοντα, ἐπεὶ πνεῦμα παρ᾽ αὐτοῖς θεωρεῖσθαι ἐδέδοκτο, καὶ ταῦτα ἐκτὸς εἶναι οἰήσονται σώματος· ἀλλ᾽ ἡμεῖς γε τὸ ἀψευδὲς τούτων κηρύσσοντες λέγομεν, ὅτι ᾧ τρόπῳ συγκαταβάσεως ᾠκονόμηται, τούτῳ καὶ περιγράφεται· ὡς ἂν καὶ δι᾽ ὄψεως ἡμῖν τὰ τῆς ἀληθείας γνωρίζηται.
Πῶς οὖν τὰ μὲν ἄλλα μεταβέβληται, τὸ θνητὸν γὰρ ἀθάνατον γέγονε, καὶ τὸ φθαρτὸν ἄφθαρτον ὥφθη, καὶ ἀπαθὲς τὸ παθητὸν, τὸ δὲ περιγραπτὸν οὐχ ὑπῆρξε καὶ ἀπερίγραπτον; Φαμὲν τοίνυν, ὅτι τῇ φύσει τῇ ἀνθρωπείᾳ τὰ μὲν ἐξ ἀρχῆς παρὰ τοῦ Δημιουργοῦ συνέκτισται, καὶ συγκαταβέβληται, οἷον τὸ νοερὸν, τὸ λογικὸν, αἰσθητικόν τε αὖ καὶ ὀρεκτικὸν, καὶ ὃ κρεῖττον εἰπεῖν αὐτεξούσιον, καὶ εἴ τι τούτοις προσόμοιον· καὶ ὁ ἄνθρωπος ἀπὸ γῆς ληφθεὶς σωματικῶς διαπέπλασται, καὶ σῶμα γέγονεν ὅπερ ἐξ ἀνάγκης ὁρατὸν τε ὑπῆρχε πάντως καὶ ἁπτὸν καὶ περιγραπτόν· καὶ οὐδεὶς τῶν λόγου μετεσχηκότων, σῶμα εἶναι φήσειεν ἀπερίγραπτον· τὰ δὲ ἔξωθεν καὶ μετὰ τὴν κτίσιν ἐπισυμβέβηκε, καὶ οἶον ἐπιγενηματικὰ τυγχάνει, ἃ διὰ τὴν ἀθέτησιν τῆς τοῦ Κτίσαντος ἐντολῆς ἐπεισενήνεκται· ἐπειδὴ γὰρ τῷ ἐξ ἀρχῆς πεπλασμένῳ, τοῖς κατὰ γνώμην παρὰ τοῦ πλάσαντος, τὰ τῆς ζωῆς ἀπεκέκριτο, ἑνὶ δὲ νόμῳ τὸ αἱρετὸν αὐτῷ κατ᾽ ἐξουσίαν προὔκειτο, ἢ τηρήσαντα τοῦτον τὴν ἀνωτάτω καὶ ἀγγέλοις ἐφάμιλλον διακληρώσασθαι μακαριότητα, ἢ ἀλογήσαντα τῆς χειρίστης καὶ ἀθλιωτάτης μοίρας ἀποταχθήσεσθαι· ἣν δὴ τῇ ἐξαπάτῃ τοῦ ὄφεως προελόμενος, τὴν φθορὰν εὐθὺς καὶ τὴν θνητότητα φυσικῶς ὑποδύεται, καὶ ὁ λοιπὸς τῶν μυρίων παθῶν ἐσμὸς ἐπεισκρίνεται· οὐ γὰρ συνέκτισται τῷ πρωτοπλάστῳ ἡ φθορὰ καὶ ὁ θάνατος, ἐπεὶ οὐκ ἂν τοῦ τῆς ζωῆς ξύλου ἐδέησεν, ὅπερ ἐν μέσῳ τῷ παραδείσῳ τέθηλεν. Ὁ τοίνυν τοῦ πλάσματος τοῦ ἑαυτοῦ Κύριος, φιλανθρωπίας περιουσίᾳ, δι᾽ οἶκτον ἄφατον τὴν τῷ θανάτῳ ὑπενηνεγμένην φύσιν, φθορᾶς ἀπαλλάξαι βουλόμενος, καὶ εἰς τὸ ἐξ ἀρχῆς τῆς εὐμοιρίας ἐπανασώσασθαι, σῶμα τοιοῦτον ἀνειληφέναι οὐκ ἀπηξίωσεν, ὁποῖον δὴ ὁ κατάκριτος ἔχων ἐφάνη, ἡμεῖς τε πάντες οἱ τῷ αὐτῷ κεκοινωνηκότες συγκρίματι, ὃ δὴ θνητὸν καὶ φθαρτόν ἐστι· σῶμα δὲ ὂν, οὐκ ἂν εἴη περιγραφῆς ἐλεύθερον, ἕως ἂν ᾖ σῶμα· εἶτα θανάτῳ σωματικῷ προσομιλήσας, ᾧπερ οὐχ ὑπῆρχε κατάχρεως, ἀλλὰ τὸ ὑπὲρ ἡμῶν ἀπετίννυε χρέος· ἵνα τὴν ἐν Ἀδὰμ παράβασιν, ἐν ἑαυτῷ ἐξιάσηται, καὶ τὴν ἧτταν ἀνακαλούμενος τῆς φύσεως, ἀναστήσῃ τὸν κείμενον· ἐπειδὴ « Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· » κατήργηκε μὲν τὸν θάνατον, καθεῖλε δὲ τὴν φθορὰν, ζωὴ κατὰ φύσιν ὑπάρχων ἀληθῶς καὶ ἀθανασίας πηγὴ, κρείττων θανάτου καὶ φθορᾶς ὀφθείς· ἡ γὰρ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθορὰν, καταποθεῖσαν εἰς νῖκος καὶ ἀφανισθεῖσαν ὑπὸ τοῦ τὸν κόσμον νικήσαντος, τῇ κρείττονι καὶ πανσθενεῖ τοῦ λόγου δυνάμει συντηρουμένη, κἂν ἦν πεφυκυῖα τοῦ φθείρεσθαι· εἶτα ἀνέστη τριήμερος, καὶ πάντα τὰ ἐκ τῆς ἁμαρτίας ἐγκατασκήψαντα τῇ φύσει αἰτιάματα καὶ προστρίμματα· δι᾽ ἑαυτοῦ ἐκκαθάρας ἀπέσμηξεν, ὥσπερ ἀπαρχὴ καὶ ἀρραβὼν τοῦ καθ᾽ ἡμᾶς χρηματίσας φυράματος, λαμπρόν τε οὕτω καὶ μώμου παντὸς ἄνευ, τὸ ἴδιον ἀποφήνας ποίημα, καὶ τὰ ἐκ τῆς οἰκείας δόξης αὐχήματα δωρησάμενος· οὕτω γὰρ καὶ βαπτιζόμενος, τὴν ἡμετέραν ἐνήργησε κάθαρσιν, ὁ πάσης ἐπέκεινα καθαρότητος· τοῦτο δὲ καὶ πάλαι ἂν πεπλουτήκει, εἴπερ τὸ ἀπαρχῆς κτισθεὶς ὁ ἄνθρωπος τὴν ἐντολὴν τετηρήκει τοῦ Κτίσαντος· καὶ γὰρ ἐπ᾽ ἀθανασίᾳ πρὸς τοῦ Δημιουργήσαντος, καὶ τῇ πρὸς τὸ κρεῖττον ἀναδρομῇ παρενήνεκται.
Καὶ ταῦτα ἡμᾶς οἱ ἡμέτεροι διδάσκαλοι ἐκπαιδεύουσιν· εἴρηκε γάρ που ὁ θεῖος Ἀπόστολος· Διὰ τοῦτο, ὥσπερ δι᾽ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάτατος· καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθε· ταῦτα καὶ ἀρχαίων τινῶν σοφαὶ περιέχουσι ῥήσεις, καθ᾽ ἃς γέγραπται, ὅτι « Ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλ᾽ ἔκτισεν εἰς τὸ εἶναι τὰ πάντα· καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου· » καὶ, ὅτι « Ὁ Θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπ᾽ ἀφθαρσίᾳ, καὶ φθόνῳ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθε· » τούτοις συνῳδὰ καὶ τῶν ἱερομυστῶν Πατέρων αἱ φωναὶ διαγορεύουσιν· ὅπερ οὖν ἐδεῖτο βοηθείας τῆς κρείττονος, τοῦτο καὶ τυγχάνει· οὐ γὰρ τὸ σῶμα ἔδει γενέσθαι ἀσώματον, ἵνα ᾖ καὶ ἀπερίγραπτον, ἐπείπερ οὐκ ἄνευ σώματος ὁ ἄνθρωπος δεδημιούργηται, οὐδὲ εἰς ὕστερον διὰ τὴν ἁμαρτίαν αὐτῷ τὸ σῶμα προσγέγονεν· ἢ γὰρ ἂν οὐδὲ ἄνθρωπος, οὐδὲ παράβασις· ἐν τίνι γὰρ ὅλως τὰ τῆς ἁμαρτίας ἐπέπρακτο, ἀλλὰ τὰ περὶ τὸ σῶμα, ἅπερ ἤδη διὰ τὴν εἰσποίητον αὐτῷ ἁμαρτίαν εἰσέφρησεν; οὐκοῦν καινίζεται μὲν ἡ φύσις ἐν Χριστῷ καὶ ἀνασώζεται· καὶ ὃ προσείληπται τῷ Θεῷ σῶμα, τεθέωται μὲν ὅλον, ἐπὶ τὸ βέλτιον μεταστοιχειούμενον, καὶ ταῖς ἀῤῥήτοις εὐκλείαις καταστεφόμενον, πνευματικόν τε ἦν λοιπὸν, καὶ πᾶσαν ὑπερβαῖνον ὑλαίαν καὶ γεώδη παχύτητα· τὸ δὲ εἶναι σῶμα οὐ παρήτηται, σῶμα δὲ μεμενηκὸς κἂν ὁποιονοῦν καὶ ὅπως ἔχον, καὶ περιγράφεσθαι πέφυκεν· οὐ γὰρ ἔξωθεν καὶ ἐκ τῆς ἁμαρτίας ἡ περιγραφὴ, ὥσπερ ἡ φθορὰ καὶ τἄλλα πάθη ἐπεισῆκται, ἀλλ᾽ αὐτόθεν· καὶ ὡς ἂν εἴποι τις ἡ τοῦ σώματος περίστασις καὶ ὁ κατ᾽ αὐτὸ ὅρος τε καὶ λόγος· εἰ γάρ τις ὁρίσαιτο τὸ σῶμα εἶναι τριχῆ διαστατὸν, ἢ φυσικὸν, ὀργανικὸν, δυνάμει ζωὴν ἔχον, ἢ τὸ ἐσχηματισμένον καὶ πέρασι διειλημμένον, ἅπερ οἰκείως ἐπὶ τοῦ καθ᾽ ἡμᾶς λαμβάνεται σώματος, οὐδὲν ἕτερον ἢ τὸ περιγραπτὸν αὐτὸ εἶναι κατασημήνειε.
Μετὰ γοῦν τὴν ἐκ νεκρῶν ἀναβίωσιν, τὸ τοῦ Χριστοῦ σῶμα, καίτοι θεοειδέστατον ὅλον πεφηνὸς, μεμένηκεν ὅμως σῶμα· οὐ γὰρ εἰς τὴν τῆς θεότητος οὐσίαν μετακεχώρηκε· τὸ γὰρ μηκέτι Χριστὸν κατὰ σάρκα γινώσκεσθαι, οὐ τοῦ σώματος ἡμῖν ὑπαγορεύει τὴν παραίτησιν ἢ τὴν ἀπόθεσιν, Μανιχαϊκὸν τοῦτο τὸ σκότος, ἀλλ᾽ ὅτι τῶν σωματικῶν ἀναγκῶν ἐξήρηται, καὶ τῶν σαρκικῶν παθῶν καὶ τῆς ἡμετέρας ἀσθενείας ἐκβέβηκεν, οἶον τοῦ ἐκ τῆς ὁδοιπορίας κόπου δίψης τε καὶ πείνης καὶ δειλίας, καὶ εἴ τι τούτοις παραπλήσιον. « Οὐκέτι μὲν γὰρ σάρκα, οὐκ ἀσώματον δὲ, ἀλλ᾽ οἷς οἶδε λόγοις θεοειδεστέρου σώματος, » καὶ ὁ μέγας κηρύσσει Γρηγόριος. Εἶτα « Ὅτι τὸ μὲν φθαρτὸν τοῦτο ἐνδύσασθαι δεῖ ἀφθαρσίαν, καὶ τὸ θνητὸν ἀθανασίαν, » ὁ μέγας μυσταγωγεῖ Ἀπόστολος· τὸ δὲ σῶμα ἀσωματότητα ἐνδύσασθαι, ἢ τὸ κτιστὸν γενέσθαι ἄκτιστον, ἢ τὸ περιγραπτὸν εἰς ἀπεριγραψίαν μετατεθήσεσθαι, οὔπω μέχρι καὶ σήμερον ἤκουσται· τούτων δέ τινα καὶ ἀσωμάτων ἴδια, ἐπεὶ καὶ ἄγγελοι κτίσμα Θεοῦ, καὶ τῷ ἦρχθαι ἔσχον τὸ περιγράφεσθαι.
Ῥητέον τοίνυν ὡς ἡ Χριστιανῶν ὁμολογεῖ θεοσέβεια, ἤτοι τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἐκδιδάσκει τὸ κήρυγμα, ὅτι δὴ ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ τὴν ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς καθέδραν καὶ ἵδρυσιν, τὴν προσληφθεῖσαν τετήρηκε φύσιν ἀμείωτον, καὶ οὐδὲν τῶν ἐξ ὧν αὕτη χαρακτηριζομένη συνέστηκε μερῶν ἀποβέβληκεν· αὐτό τε γὰρ τὸ σῶμα ἐν αὐτῷ διασώζεται, ἤ τε ψυχὴ, ᾗ ἐψύχωτο, λογικὴ καὶ νοερὰ, θελητική τε καὶ ἐνεργητικὴ, καθ᾽ ἣν θέλει καὶ ἐνεργεῖ τὴν τῶν ὅλων πρόνοιαν καὶ συντήρησιν, ὥσπερ θεϊκῶς, οὕτω δὴ καὶ ἀνθρωπικῶς· παράκλητος ὑπὲρ ἡμῶν πρὸς τὸν Πατέρα γινόμενος, καὶ τὴν ἡμετέραν οἰκονομῶν σωτηρίαν, καὶ τὴν τῶν συμφερόντων ἡμῖν περιποίησιν· μνήμῃ τε αὖ τῇ παναγίᾳ ἐκείνῃ καὶ θείᾳ ψυχῇ τετήρηται, τῶν ὅσα ἐπὶ γῆς ἀναστραφεὶς ὁ Χριστὸς καὶ ἀνθρώποις προσομιλήσας ὑπὲρ τῆς ἡμετέρας ἐλευθερίας ἔδρασέ τε καὶ ἔπαθε· καὶ γινώσκει, ὅτι καθ᾽ ὑπόστασιν ἤνωται τῷ θείῳ Λόγῳ, καὶ ὁρᾷ ὡς συνδοξάζεται καὶ συμπροσκυνεῖται αὐτῷ ὡς Θεοῦ ψυχὴ, καὶ οὐχ ἁπλῶς ψυχὴ, ὑπὸ πάσης λογικῆς τε καὶ νοερᾶς κτίσεως· ἔτι τε, ὅτι ἐκ γῆς πρὸς οὐρανοὺς ἀνελήλυθε, καὶ πάλιν μετὰ τῆς πατρικῆς δόξης ἐλεύσεται· τὸ οὖν ἀνιέναι εἰς οὐρανοὺς, καὶ πάλιν ἰέναι, ὃ δὴ τὴν τοπικὴν ἐκ παντὸς ὑπογράφει μετάστασιν, καὶ τὴν πορευτικὴν παρίστησι κίνησιν, σώματος ἐνέργειαι περιγραφομένου γνωρίζονται· τὸ δὲ καθέζεσθαι αὐτὸν ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρὸς μετὰ τοῦ σώματος, οὐ τὴν ἐν τόπῳ δεξιὰν ὑποληπτέον· οὐδὲ γὰρ ἂν σχοίη τὸ ἀπερίγραπτον πώποτε δεξιᾶς ἢ ἀριστερᾶς ἔμφασιν· ἀλλὰ τὴν δόξαν καὶ τὴν τιμὴν ὁμολογοῦμεν, καθ᾽ ἣν ὁ Λόγος ὥσπερ Υἱὸς Θεοῦ καὶ Θεὸς προαιώνιος καὶ τῷ Πατρὶ ὁμοούσιος, οὕτω καὶ μετὰ σαρκὸς τιμᾶται καὶ συνδοξάζεται, καὶ μίαν καὶ τὴν αὐτὴν μετὰ τοῦ σώματος παρὰ πάντων προσκύνησιν δέχεται, ἐπεὶ καὶ μία ἡ ὑπόστασις. Τεφρούσθωσαν λοιπὸν τῶν Χριστομάχων αἱ γλῶσσαι, καὶ ξηραινέσθωσαν αὐτῶν αἱ καρδίαι! καὶ ἐμφραττέσθω πᾶν στόμα λαλοῦν κατὰ τῆς ἀληθείας πᾶσι διαφανῶς προκειμένης ἄδικα!
Ἔτι τοῖς εἰρημένοις προστιθέασι, ὅτι Γέγραπται· « Οὐ ποιήσεις παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. Καὶ διὰ τοῦτο οὐκ ἐξὸν εἰκονίζειν τὸν Χριστόν. » Τούτων δὲ τῶν ῥητῶν τὰ προηγούμενα καὶ ἑπόμενα· τὸ, Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· καὶ, Οὐ ποιήσεις σεαυτῷ εἴδωλον· καὶ τὸ, Μὴ προσκυνήσῃς αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς, οὐκ οἶδα ὅπως παρακρατοῦντες, ἑκόντες ἢ ἄκοντες ἀποκρύπτουσιν, ἴσως τοὺς ἐλέγχους τῆς βλασφημίας διαδιδράσκοντες· οὐδὲν δὲ ἧττον τῇ ἴσῃ βλασφημίᾳ καὶ οὕτως ἁλίσκονται· ἐπεὶ γὰρ ἐξῆρται ὁ τοῦ Θεοῦ φόβος ἐξ ὀφθαλμῶν αὐτῶν, καὶ ἡ πρὸς τὴν εὐαγῆ καὶ ἀμώμητον ἡμῶν θρησκείαν αἰδὼς καὶ εὐλάβεια, οὐ δεδίασι τοῖς τῶν ἐν οὐρανῷ καὶ γῇ καὶ ὕδασιν ὁμοιόμασι τὸ τοῦ Χριστοῦ παρεξετάζοντες συγκαταριθμεῖσθαι ὁμοίωμα, οὐδενὶ τρόπῳ ὁμοιώματος Δεσπότου καὶ Κτίστου πρὸς ὁμοίωμα κτισμάτων καὶ δούλων διάκρισιν διδόντες· ἀλλ᾽ ἐκείνοις μὲν αἱρετὸν καὶ πρόχειρον τὸ φιλόνεικον· ἡμεῖς δὲ τοῖς οὕτω δυσσεβῶς προτεινομένοις ἀνθυπενέγκωμεν, ὅτι πρότερον ἤδη πρὸς τοὺς πάλαι Ἰουδαίους ταῦτα νενομοθέτηται· οὕτω γὰρ δὴ πρὸς τοὺς ἀρτιφανεῖς Ἰουδαίους τὸν λόγον ποιήσασθαι εὔλογον· ἐπὶ γὰρ τηνικαῦτα τὴν Αἰγυπτιακὴν μοχθηρίαν θείοις νεύμασι καὶ παραδόξοις θαύμασιν οἱ ἐξ Ἰσραὴλ ἀπεδίδρασκον, Αἰγυπτίων δὲ ἡ πλάνη ἐθνῶν ἁπάντων κακοδαιμονίαν ὑπερέσχεν· ὧν ἐντραφέντες τοῖς ἔθεσι, τὸν μακρὸν ἐκεῖνον χρόνον τῆς δουλείας διήνυον.
Ἔμελε δὲ ἄρα Θεῷ τῆς τῶν μετανισταμένων ἐλευθερίας καὶ σωτηρίας, διὰ τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας· ταύτῃ τοι θεοπρεπῶς τῆς ἀθεῖας ἐκείνης καὶ βδελυρίας ἀπάγων, καὶ πρὸς τὴν ἑαυτοῦ γνῶσιν ἐπανάγων καὶ τὸ σέβας, ἐκεῖνα νομοθετεῖ, ἵνα μόνον αὐτὸν γινώσκωσι τῶν ἁπάντων Θεὸν καὶ Κύριον, καὶ τὴν πρέπουσαν λατρείαν ἀνάπτωσι, καὶ μὴ τῶν κατειθισμένων μεμνημένοι ἐπὶ τὴν εἰδωλομανοῦσαν γῆν παλινδρομήσειν ἔλοιντο· οἵ γε ὑπ᾽ ἀνοίας, τῶν ἀξιαγάστων ἐκείνων τερατουργιῶν καὶ ἐξαισίων ὧν εἶδον θαυμάτων, ἐκεῖθεν ἐξαίροντες οὐκ εἰς μακρὰν ἀλογήσαντες, μοσχοποιοῦσι κατὰ τὴν ἔρημον· ἀπείργει οὖν αὐτοὺς ὁ νόμος, μηδενός που ποιεῖσθαι τῶν ἀπειρημένων ὁμοίωμα, καὶ τῶν μὲν ἐν τῷ οὐρανῷ, ἡλίου τε καὶ σελήνης καὶ τῆς ἄλλης σὺν αὐτοῖς ἀστρώας χορείας, τῶν δὲ ἐπὶ γῆς κτηνῶν καὶ θηρίων καὶ ἑρπετῶν καὶ πετεινῶν καὶ κνωδάλων, τῶν ἐν τοῖς ὕδασι δὲ ὅσα ἐν θαλάσσῃ καὶ ποταμοῖς διανηχόμενα τὴν δίαιταν ἔλαχεν, ἅπερ ἅπαντα κατὰ τὴν βάρβαρον ὄντες, σεβόμενά τε καὶ προσκυνούμενα ἤδεσαν· τὸν γὰρ ὄντως ὄντα καὶ τῶν ὅλων Θεὸν ἠγνοηκότες ἄνθρωποι, ἀπάτη δὲ τοῦ Πονηροῦ δελεαζόμενοι, τῇ κτίσει παρὰ τὸν Κτίσαντα ἀνοσίως ἐλάτρευον· ἐφ᾽ οἷς κατεγνωσμένους, καὶ πολλοῖς ὕστερον ἔτεσι κατονειδίζει Θεὸς διὰ προφητικῆς φωνῆς, Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, λέγων, ὁ στερεῶν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ· καὶ οὐ παρέδειξά σοι τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν. Ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ Θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ ὁ σώζων οὐκ ἔστι πάρεξ ἐμοῦ. Διὰ τούτων γὰρ αὐτοὺς εἰς μνήμην ἐνάγει τῶν ἄνωθεν νενομισμένων αὐτοῖς· ἀπαγορεύει οὖν τέως τὴν τῶν φαινομένων καὶ βλεπομένων ἔν τε οὐρανῷ, καὶ γῇ, καὶ τοῖς ὕδασι, ποιεῖσθαι ὁμοίωσιν, ἵνα μὴ ἀγνοίᾳ τοῦ κρείττονος, ἢ ἀθετήσει τοῦ Κτίσαντος, ἐκείνοις νέμωσι τὴν προσκύνησιν.
Τὸ οὖν προσταττόμενον, ὅτι Τόδε οὐ ποιήσεις, δυνάμει πως καὶ κατὰ τὸ σιωτώμενον, ποιήσεις, ἐστὶ, καὶ προαγγελτικόν ἐστι τῶν μελλόντων ποιεῖσθαι προστάττεσθαι· τοιοῦτον γάρ τι ἡμῖν ὁ λόγος ὑπαινίσσεται· ὁ γὰρ λέγων, ὅτι Τούτων οὐ ποιήσεις ὁμοίωμα, ἑτέρων τινῶν ποίησιν τῷ λόγῳ προανακρούεται· καὶ βεβαιοῖ τοῦτο τὰ ὅσον οὔπω προσταχθησόμενα, μονονουχὶ τοιαῦτα ἐπισκήπτων, ὅτι Μηδενὸς ὧν ἐγὼ οὐ προστάξω ποιήσῃς ὁμοίωμα, ἀλλὰ τῶν ἀλλοτρίων ἀποστάντες σεβασμάτων, οἷς ἐγὼ ἀπεχθάνομαι καὶ ἀποστρέφομαι, τοῖς παρ᾽ ἐμοῦ συνταχθησομένοις προσέχετε, οἷς χαίρω καὶ δοξάζομαι· πρότερον γὰρ ἀπείρξας αὐτοὺς τῶν ἀπηγορευμένων διὰ τῶν νομοθετουμένων, ὕστερον τὰ κατὰ τὴν ποίησιν τῆς σκηνῆς ἐπήγαγεν· ὥσπερ γὰρ εἴ τις ἐθέλοι τῶν ἑαυτοῦ οἰκετῶν εἰς τὸ μέλλον τινὶ τῶν δοκούντων ἐπιτρέπειν ἢ ἐγχειρεῖν, τί παρεγγυᾷ; Σήμερον τόδε μὴ πράξειν, μηδὲ ἀπαίρειν πώποτε, οἷον εἰς ἀγρὸν μὴ ἀπελθεῖν, μηδὲ εἰς ἀγορὰν παρεμβαλεῖν· βούλεται γὰρ αὐτὸν εὐσταλῆ τε καὶ εὐτρεπῆ τοῖς ἐπιταχθησομένοις ὑπάρχειν, ἐπειδὴ μέλλει κατὰ τὴν ὑστεραίαν εἰς τήνδε τὴν πόλιν τυχὸν ἢ τήνδε τὴν χώραν ἐκπέμπειν· τοιοῦτόν τι ὑποτίθεται ἡμῖν καὶ ὅδε ὁ λόγος ἐννοεῖν, ὅτι Οὐ ποιήσεις τι ἄνευ τῆς ἐμῆς προστάξεως, ἵνα ἅπερ αὐτὸς ἐντέλλομαι, ταῦτα ποιῇς καὶ περιέποις· προστάττει γοῦν μετὰ ταῦτα τῷ ἱεροφάντῃ Θεὸς τήν τε τῆς σκηνῆς ποίησιν, καὶ ὅσα τὰ περὶ αὐτήν· ἡ δὲ ἦν τῶν παραπετασμάτων ἡ διασκευὴ, Χερουβὶμ ἐργασία ποικίλως ἐξυφασμένων, Τὰ δὲ ὑπὲρ τὴν ἐνταῦθα κιβωτὸν, τίνα ποιήσεις, φησὶ, Χερουβὶμ χρυσᾶ τορευτά. Καὶ οὐδὲ εἰκόνας Χερουβὶμ προσαγορεύει, ἀλλὰ Χερουβὶμ ὁμωνύμως ταῖς θειοτάταις καὶ ὑπερκοσμίοις οὐσίαις· καὶ ὃ δὴ θαυμαστότερον, ὅτι Ἐκεῖθεν, φησὶ, γνωσθήσομαί σοι. Τί δὲ ἐνδοξότερον ἢ τιμιώτερον, ὅθεν θεία ἐπιφάνεια γίνεται; δεδοξασμένα δὲ καὶ ἦν καὶ ἐλέγετο μετὰ τῶν ἄλλων τῶν ἐν τῇ σκηνῇ τοσοῦτον, ὅτι οὐ παρὰ Μωσεῖ μόνον καὶ Ἰουδαίοις τηνικαῦτα δεδόξασται, ἀλλὰ καὶ Παύλῳ αὐτῷ τῷ τῆς χάριτος κήρυκι· καί γε καὶ σεμνότερόν πως καλεῖ Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν ἐν ἑτέροις πλατύτερον εἴρηται. Πρὸς δέ γε τοῖς εἰρημένοις, καὶ ἀλλαχόθι κατὰ τοὺς ἱεροὺς καὶ παλαιοὺς νόμους, τῷ ὁμοίῳ σκοπῷ καὶ τρόπῳ ἐκφερόμενα τοῖς ἐπιμελέστερον διερευνωμένοις ἐξευρεῖν ἔστιν, ἐν οἷς τῶν μὲν ἀλλοτρίων καὶ τῷ ἀλιτηρίῳ ἀνακειμένων δαίμονι, τοῖς ἐξ Ἰσραὴλ ἡ ποίησις ἀπηγόρευται, ἐπεὶ φευκτά τε ἦν καὶ βδελυρώτατα· τῶν δὲ ὅσα εἰς ἀνάθημα Θεῷ ἔμελλεν ἔσεσθαι, ὅτι τε αἱρετὰ εἰς μνήμην αὐτῷ καὶ τιμὴν ὑπάρξει, ταῦτα συντέτακται· ὡδὶ γὰρ ἐν τῷ Λευϊτικῷ γέγραπται· Οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς χειροποίητα, οὐδὲ γλυπτὰ, οὐδὲ στήλην ἀναστήσετε, οὐδὲ λίθον σκοπὸν στήσετε ἐν τῇ γῇ ὑμῶν, προσκυνῆσαι αὐτῷ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν· ταῦτα δὲ ὡς ἀνάλογόν ἐστι τῷ, Οὐ ποιήσεις πᾶν ὁμοίωμα τῶν ἀπηγορευμένων τοῖς ἀνόπιν εἰρημένοις νόμοις, ἐξ ῶν δὴ καὶ ἀπείργει τὸν νέον πρὸς εὐσέβειαν ποδηγούμενον λαὸν, τίς; οὕτως ἀνούστατος ὃς διαμφισβητεῖν ἐπιχειρήσοι;
Ἐν δὲ τῷ Δευτερονομίῳ, τοιάδε περὶ ὦν τῷ Θεῷ ἀνιεροῦσθαι χρὴ προστέτακται· Ἧ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν, ἢν Κύριος ὁ Θεὸς δίδωσί σοι, καὶ στήσεις σεαυτῷ δύο λίθους μεγάλους, καὶ κονιάσεις αὐτοὺς κονίᾳ, καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου. Εἶτα βραχὺ ὕστερον· Καὶ οἰκοδομήσετε ἐκεῖ θυσιαστήριον ἐκ λίθων· οὐκ ἐπιβαλεῖς αὐτοῖς σίδηρον, λίθοις ὀλοκλήροις οἰκοδομήσεις τὸ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου, καὶ ἀνοίσεις ἐπ᾽ αὐτὰ τὰ ὁλοκαυτώματα Κυρίῳ τῷ Θεῷ σου, καὶ θήσεις ἐκεῖ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου. Καὶ μετὰ ταῦτα ἔτι· Καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα. Ταῦτα ὡς τῷ, Ποιήσεις τὴν σκηνὴν καὶ τὰ κατὰ τὴν σκηνὴν, ἀκόλουθα, οὐδένα ἂν τῶν σωφρονούντων ἀντερεῖν οἶμαι. Καὶ ἄλλοθι γοῦν περί γε τῶν ἐν ἔθνεσι σεβασμάτων, οὕτω πάλιν νενόμισται· Πρόσεχε σεαυτῷ, μή ποτε διαθῇ διαθήκην τοῖς ἐγκαθημένοις ἐπὶ τῆς γῆς, εἰς ἢν σὺ εἰσπορεύῃ εἰς αὐτὴν, μή ποτε γένηται πρόσκομμα ἐν ὑμῖν· τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· οὐ γὰρ μὴ προσκυνήσητε Θεῷ ἑτέρῳ. Ἀλλὰ τούτων οὕτως ἀπειρημένων ὁ Ναυίδης Ἰησοῦς, ἰσαρίθμους τῶν φυλῶν Ἰσραὴλ λίθους, περαιούμενος τὸν Ἰορδάνην, αἴρειν τοὺς ἀνειλημμένους ἀφ᾽ ἑκάστης φυλῆς, παρὰ Θεοῦ κελεύεται, οὐκ ἀσήμους οὐδὲ ἀποπτύστους, ἐπισήμους δὲ ἐσομένους καὶ περιόπτους· Ἵνα ὑπάρχωσιν ὑμῖν, φησὶν, εἰς σημεῖον κείμενοι· καὶ οἷον ἄγγελοι ταῖς μετέπειτα εἶεν γενεαῖς, τῶν τῇδε γεγενημένων ἄνωθεν αὐτοῖς τεραστίων διασημαίνοντες τὸ μεγαλεῖον, καὶ τὴν μνήμην δι᾽ αἰῶνος φυλάσσοντες· ἀλλὰ καὶ Μωσῆς αὐτὸς λιθίνας πλάκας λαξεύειν, νόμον Θεοῦ δεξομένας, προστάττεται· ὡς δ᾽ οὖν τίμιαι καὶ μεθ᾽ οἵας δόξης, τί χρὴ καὶ λέγειν; Ἔνθα καὶ καταβεβηκέναι τὸν Κύριον, ἥτις ποτέ ἐστι Θεοῦ κατάβασις λέγεται· ἐξ ὧν καὶ τὸ Μωσέως δοξάζεται πρόσωπον, ὡς μηδὲ προσιτὸν λοιπὸν τοῖς ὁρῶσι γινόμενον, ἐφ᾽ ᾧ δὴ καὶ ἐντυποῦσθαι ἔδει ἅπερ ἐν ταῖς πλαξὶ ταῖς προτέραις ἐγέγραπτο, ὁποῖαι δὴ ἐκεῖναι ὑπῆρχον αἱ πρὸς τῷ ὄρει σχεδιασθεῖσαι καὶ θείῳ δακτύλῳ γραφόμεναι, ἃς δὴ μὴ ἄξιον εἶναι λαὸν παρανομοῦντα καὶ πάροινον ὑποδέξασθαι κρίνας ὁ νομοθέτης, χειρῶν ἀπορρίψας συνέτριψεν· ἤδη δὲ καὶ θυσιαστήριον ἐκ γῆς τε ἢ λίθων ἀτμήτων τῷ Θεῷ ποιηθήσεσθαι ἐπιτέτραπται, ἐφ᾽ ᾧ ἀναφέρειν τὰ ὀλοκαυτώματα ἐνομίζετο. Τί δὲ ὁ μέγας Ἡσαίας μεγαλοφώνως ἐν Πνεύματι ἀνακέκραγε; Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ.
Ἀλλ᾽ ἐνταῦθα γενομένοις διασκοπεῖσθαι ἄξιον, ὅ τι ἂν ἡμῖν ταῦτα κατασημήνειε· φαμὲν τοίνυν, ὡς ἐπειδὴ πάλαι δυσσεβῶν μάλιστα ὑπῆρχον Αἰγύπτιοι δυσσεβέστεροι, καὶ δαιμονίων ἀκαθάρτων θεραπευταὶ, τὸν φύσει καὶ ἀληθῶς ἠγνοηκότες Θεόν· ἀνθρώπων γὰρ μορφὰς, καὶ μὴν καὶ ἀλόγων ζώων ποικίλους ἀνεστήλουν τύπους, καὶ ὡς θεοῖς προσεκύνουν ἀνοηταίνοντες· κεκαθαρμένοις τε καὶ νοητοῖς ὄμμασιν ὁ θεσπέσιος προφήτης προορώμενος, ἅπερ αὐτοῖς ἐπιφανέντος τοῖς ἐπὶ γῆς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ συμπορισθήσεται, φησὶν, ὅτι τοῦ θείου καὶ εὐαγγελικοῦ κηρύγματος ἐπανθήσαντος, τὸ τῆς θεογνωσίας αὐτοῖς ἐπιλάμψει σέλας· κἀκεῖνα μὲν τὰ ἐναγῇ πάντα καθαιρεθήσεται καὶ ἀφανισθήσεται, ἀντεισαχθήσεται δὲ καὶ ἀναστήσεται θεῖα θυσιαστήρια καὶ ἱεροὶ σηκοὶ, ἐν οἷς ὅ τε τοῦ ζωοποιοῦ σταυροῦ τύπος, καὶ τοῦ ἀχράντου Χριστοῦ σώματος ὁ θεοειδὴς χαρακτὴρ, ἐμπρέποντες ἐνιδρυθήσονται, διακοσμοῦντες ταῦτα καὶ περιστέφοντες· καὶ δὴ εἰς τοῦτο αὐτοῖς εὐκληρίας τὰ προηγορευμένα ἤδη ἐκβέβηκεν· ὡς οὖν ἀντὶ ξύλου ξύλον, καὶ ἀντὶ τεμένους τέμενος, καὶ ἀντὶ θυσιῶν θυσίαι, καὶ ἀντὶ πάντων τῶν ἀκαθάρτων καὶ βδελυκτῶν τὰ καθ᾽ ἡμᾶς ἀνατέταλκεν ἅγια, οὕτως ἀντὶ τῶν ματαίων ἐκείνων καὶ μυσαρῶν στηλῶν, ὡς οἰκειότερον καὶ προσφυέστερον τοῖς προφητικοῖς ἁρμόσασθαι λογίοις, αἱ πάνσεπτοι τοῦ Σωτῆρος στῆλαι, ἤτοι τὰ προσκυνητὰ εἰκονίσματα ὁμοῦ τοῖς ἄλλοις ἱεροῖς, κατ᾽ Αἴγυπτον ὅλην, καθὰ καὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην, κομῶσι νῦν πληθυόμενα καὶ τιμώμενα· οὕτω τοίνυν καὶ οἱ ὅσιοι ἄνδρες, οἱ τὰ τοῦ θεοφόρου ὑπομνηματίζοντες, τὰς προκειμένας ἐξειλήφασι ῥήσεις.
Ἐντεῦθεν ἐπὶ τοὺς παλαιτέρους τῶν χρόνων ὁ λόγος ἄνεισιν· ὡς ἂν κατοψόμεθα τί τῷ πατριάρχῃ Ἰακὼβ εἰς Χαῤῥὰν ἀπιόντι πεπραγμάτευται, ὅς γε ἐπεὶ ἡλίου καταδύνοντος πρὸς ὕπνον ἐτράπετο, τοῦ ἀπηντηκότος χώρου λίθον ἑλὼν, πρὸς τῇ κεφαλῇ τίθεται, ἔνθα τὰ τῶν ἐφυπνίων τεθέαται ὄψεων. Καὶ εἶτα τοῦ ὕπνου ἀνενέγκας, Κύριος εἶναι ἐνταῦθα, καὶ μὴ εἰδέναι, ἔφασκε· φοβερόν τε ἐκάλει καὶ οἶκον Θεοῦ, καὶ πύλην οὐρανοῦ ἐφαντάζετο· καὶ δὴ στήλην τὸν λίθον στησάμενος, ἔλαιον κατὰ τοῦ ἄκρου ἐπιχέει. Ἄρ᾽ οὖν ἀποπέμπεται ταῦτα Θεὸς, ὡς τοῖς ἐξαγίστοις δοκεῖ; Οὐδαμῶς, ἀλλὰ καὶ λίαν προσίεται· καὶ δῆλον ἐξ ὧν αὐτῷ κεχρημάτικε μετὰ ταῦτα· Ἑώρακα γὰρ, φησὶν, ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ. οὖ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι εὐχήν. Πρὸς ταῦτα τῶν καθ᾽ ἡμᾶς ἱερομυστῶν ὁ μέγας τί φησι Γρηγόριος; « Ἰακὼβ δὲ κλίμακα μὲν ἐφαντάσθη τινὰ, καὶ ἀγγέλων ἄνοδον, καὶ στήλην ἀλείφει μυστικῶς· ἴσως ἵνα τὸν ὑπὲρ ἡμῶν λίθον παραδηλώσῃ, καὶ εἶδος Θεοῦ τόπῳ τινὶ προσηγορίαν δίδωσιν, εἰς τιμὴν τοῦ ὀφθέντος. » Καὶ ἄλλα ὅσα ἐγκώμια ἐνταῦθα διέξεισι· ταῦτα τίνι οὐκ ἐναργῆ καθίσταται, ὡς περὶ τὴν αὐτὴν ὕλην, τῶν λίθων, φημὶ, τῶν θεσπιζομένων τὸ διάφορον ἐκδιδάσκει, ὡς τὰ μὲν τῷ Θεῷ οἰκεῖα καὶ τίμια, τὰ δὲ τοῖς ἐναντίοις ἀνημμένα, φευκτὰ καὶ ἀπόπτυστα;
Ὁποῖα δὲ καὶ ὅσα ἡ Σολομῶντος σοφία καὶ δυναστεία ἐξείργασται, καὶ ἅπερ ὁ περιώνυμος ἐκεῖνος εἶχε ναὸς τῶν ἀσωμάτων μορφώματα, τοῖς βουλομένοις φιλοπόνως ἐξερευνᾶν παρήσομεν, ἐπεὶ καὶ ἡμῖν λεπτότερον ἐν ἑτέροις περὶ τούτων διείληπται· προσέτι γε μὴν καὶ οἷα τῷ θεσπεσίῳ Ἰεζεκὴλ ὦπται καὶ κεχρημάτισται, τὰ θεοπαράδοτα διασαφεῖ λόγια· κατά τε γὰρ τοὺς τοίχους κύκλῳ τοῦ διαγραφομένου καὶ παραδεικνυμένου νεῷ, καὶ τὰ θυρώματα Χερουβὶμ ἦν τὰ γεγλυμμένα, καὶ φοίνικες, ἃ δὴ κατὰ τὰς ἀψευδεῖς ἐκείνας ὄψεις, ἐτετύπωτό τε καὶ προῖστόρητο· ἐν οἷς καὶ Ἅγια ἁγίων, καὶ πλήρη δόξης Κυρίου τὸν οἶκον τεθέαται, ὅτε καὶ πρηνὴς ἐκεῖθεν κατέπιπτεν· ἤκουέ τε πρὸς τὸν παραπικραίνοντα οἶκον τοῦ Ἰσραὴλ, ἐμβριθέστερον ἀποφαίνεσθαι, ἀπολήγειν εὐθὺς τῶν ἀνομιῶν αὐτῶν, καὶ τῶν ὅσα τὴν διαθήκην Κυρίου παραβαίνοντες ἐβεβήλουν τὰ ἅγια· καθάπερ δὴ καὶ νῦν ὁρῶμεν παρὰ τῶν ἀνομούντων πικρότερον, καὶ βεβηλούντων τὰ τῶν ἁγίων ἐκείνων ἁγιώτερα ἀθέως τελούμενα. Ἐκ τούτων δὲ πάντων συνάγεται, ὡς οὔτε πάντα τὰ γεγραμμένα περὶ τῶν οὕτω νομοθετουμένων ἀποπεμπτέον ἁπλῶς, οὔτε πάντα προσδεκτέον· οὔτε γὰρ πάντα ἐναγῇ καὶ ἀπόπτυστα, οὔτε πάντα ἅγια καὶ σεβάσμια· ἀλλὰ δῆλα ἅτινα καὶ ὧν ἕνεκεν ὡς σαφέστερον ἐκδιδάξει, ἃ τῷ Γεδεὼν τῷ εἰς κριτὴν ἐπὶ τὸν Ἰσραὴλ κεχειροτονημένῳ κεχρησμώδηται ἄνωθεν· καθαιρήσειν μὲν γὰρ τὸ πατρῷον τοῦ Βάαλ θυσιαστήριον καὶ τὸ ἐπ᾽ αὐτῷ ἄλσος, ἕτερον δὲ δείμασθαι τῷ Θεῷ, καὶ ἀνοίσειν θυσίας μόσχων ἐκ τοῦ διακοπέντος ἄλσους τῶν ξύλων ἐπετρέπετο· κατὰ ταῦτα δὲ καὶ παρ᾽ ἡμῖν τοῖς τὴν θειοτέραν καὶ σεβασμιωτέραν νομοθεσίαν δεδεγμένοις, εἰ μέν που ἀλλότριον τῆς καθ᾽ ἡμᾶς δόξης φωραθείη σέβασμα, οἷα τὰ παρὰ Ἰουδαίοις, εἰ τύχοι, καὶ βαρβάροις, ὡς ἐβδελυγμένα καὶ στυγητὰ, πάντως ἂν σπουδῇ πάσῃ χρωμένοις, καθαιρεῖν ὡς ἀλλότρια ἐπάναγκες· ἃ δὲ εἰς δόξαν ἀνήκει Θεοῦ, καὶ δήλωσιν τῆς σωτηρίου οἰκονομίας πρόκειται, ἐπεὶ ἡμῖν διαφέρουσι, σεβάσματος καὶ τιμῆς ἄξια κρίνειν, οὐχ ὥσπερ παρὰ τῶν ἐναγῶν τὰ ἅγια διαπτύεται ἀθέως καὶ καθυβρίζεται· οἳ δὴ πάντα συγχέοντες καὶ συμφύροντες, τοῦ καθαροῦ τὸ ἀκάθαρτον, καὶ τοῦ ἁγίου τὸ βέβηλον διορίζειν οὐ βούλονται· Εἰς γὰρ κακότεχνον ψυχὴν, σοφία Θεοῦ οὐκ εἰσελεύσεται. Ἀνάγκη γὰρ αὐτοῖς ἢ πάντα διὰ τὸ, Οὐ ποιήσεις πᾶν ὁμοίωμα, τὰ τῷ Θεῷ φίλα καὶ οἰκεῖα ἀποπέμπεσθαι, ἢ διὰ τὸ ποιήσεις, τὰ νομοθετούμενα πάντα, καὶ τὰ τῶν ἀθέων καὶ ἀπίστων σέβειν καὶ ἀσπάζεσθαι, οὐδεμιᾶς αὐτοῖς ὑπολήψεως ὑγιοῦς ὑπούσης καὶ κρίσεως ἢ ὅπερ αὐτοῖς οἰκεῖον καὶ ἐραστὸν, πᾶσαν παλαιὰν καὶ νέαν νομοθεσίαν, κατὰ τοὺς ἑαυτῶν διδασκάλους, ἀθετεῖν.
« Εἶτα ἔστω μὲν ταῦτα οὕτως ἔχειν, φασὶ, ποῦ δέ σοι ἐνταῦθα νενομοθέτηται ποιεῖν Θεοῦ ὁμοίωμα; » Πρὸς οὖν τὸ σκαιὸν καὶ ἀπόπληκτον τῆς ἐρωτήσεως, τοιαῦτά φαμεν· πρῶτον μὲν, ὅτι Ἐοίκατε ταῦτα πυνθανόμενοι, προκάλυμμα τῆς ἑαυτῶν ἀπιστίας καὶ δυσσεβείας προῖσχεσθαι· οὐχ ὅπως τι ἀξιόλογον περὶ Θεοῦ λέγειν δόξητε, ἀλλ᾽ ἵνα τὴν θείαν τοῦ Σωτῆρος οἰκονομίαν συκοφαντήσητε· οὐδεὶς γὰρ ὑμῖν ἐνταῦθα σαρκώσεως λόγος παρείληπται· ἔπειτα δὲ, ὅτι τὸ ἀλλόκοτον καὶ παραφροσύνης ἐπίμεστον ὑμῶν, ἐν τούτοις τεκμηριοῦται· μάτην γὰρ Χριστιανοῖς διαλοιδορεῖσθε, καὶ ἃ μήτε αὐτοὶ ἐδόξασαν, μήτε ὑμεῖς ἀκηκόατε πώποτε καταπτύοντες, ἐπίκλημα προσεπάγετε, ὡσεὶ καὶ Θεὸν ψιλὸν σαρκὸς γεγυμνωμένον εἰκονίζειν ἐπαγγελλομένοις· τίνι γὰρ τῶν λογικῆς μετεχόντων φύσεως οὐ διωμολόγηται σαφῶς, ὅτι Θεοῦ ποιεῖν ὁμοίωμα ᾗ Θεὸς, ἀδύνατον ὡς ἀληθῶς καὶ ἀνεπιχείρητον; ἐπεὶ οὐδὲ ὁρατὸν τὸ θεῖον οὐδὲ ληπτόν· Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε. Οὐκοῦν οὐδὲ Μωσῆς αὐτὸς ὁ τοῖς θείοις νόμοις ὑπηρετούμενος, καίτοι κάτοχος τῷ τῆς θείας ἐπιφανείας γενόμενος ἕρωτι τεθέαται, ὅτι μὴ μόνον δόξαν Θεοῦ, ἥτις αὐτῷ παραδέδεικται ἡνίκα τὸ δεδοξασμένον πρότερον παρελήλυθε, καὶ ταῦτα τῇ πέτρᾳ καλυπτόμενος, καὶ μόλις καθορᾷ Θεοῦ τὰ ὀπίσθια· τάχα τῶν μελλόντων τῆς ἐν σαρκὶ θεοφανείας τοὺς τύπους μυσταγωγούμενος· τί γάρ φησιν ὁ χρηματίζων Θεός; Οὐ μὴ ἴδῃ τὸ πρόσωπόν μου ἄνθρωπος, καὶ ζήσεται. Ἡ οὐχὶ καί τισι τῶν πάλαι, καθάπερ ἀνέγνωμεν, τὸ τοῦ πάντων κατεξουσιάζοντος Θεοῦ ἀκοινώνητον ὄνομα τοῖς παρ᾽ αὐτῶν σεβομένοις ξοάνοις ἐπιγράψασι, καὶ τὴν προσήκουσαν αὐτῷ μόνῳ ἀναθεῖσι λατρείαν, διὰ φωνῆς τοῦ μεγάλου Ἡσαΐου ἐπιπλήττει Θεός; Τίνι ὡμοιώσατε τὸν Κύριον, λέγων; καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων; ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτό; Καὶ σφόδρα γε δικαίως ἀπειλεῖ τὰ ἀνόσια δρᾶν τετολμηκόσιν· οὐ γὰρ θεμιτὸν οἶεσθαί τι τῶν ἐν κτίσμασι τελούντων, ᾧ κατὰ φύσιν ἢ δόξαν ἢ ἀλκὴν ἢ κατά τι γοῦν ἀπεικασθήσεται· Τὴν γὰρ δόξαν μου, φησὶν, ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Τίνι γὰρ προσεοικὼς εἴη ὁ πᾶσιν ἀθέατος, παντός τε νοῦ καὶ πάσης ὑπερέκεινα καταλήψεως; Τίσιν ὁμοιώμασι χειροτεύκτοις, ἀνθρωπίνοις σοφίσμασι καὶ φιλοτεχνήμασιν ἐκμεμηχανημένοις, παραβληθήσεται;
Χριστιανοὺς γοῦν ταῦτα εἰδότας, ἐρρωμένους τε περὶ τὰ θεῖα, καὶ ὑγιᾶ τὴν διάληψιν περὶ τὴν ἀπόῤῥητον καὶ ἀνέκφραστον φύσιν κεκτημένους, μαινομένων ἐστὶν εἰκόνισμα θείας φύσεως γράφεσθαι· ὑμῖν μὲν οὖν τοῖς τῆς ἀπιστίας καὶ τοῦ νέου Ἰουδαϊσμοῦ ὑπασπισταῖς τὸ μὲν, Θεὸν οὐδεὶς ἑώρακε πώποτε, διὰ γλώσσης καὶ προχειρότατον· τὸ δὲ, Ἑωράκαμεν τὸν Κύριον, καὶ ὅτι συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ, καὶ τἄλλα ὅσα τῆς ἄκρας συγκαταβάσεως ἡμῖν κεκήρυκται, λεγόντων ἀκούειν ἢ πιστεύειν, οὐδ᾽ ὁπωσοῦν ἀνέχεσθε, ὡς ἀλλοτρίαν δὲ καὶ ἀπηχεστάτην ὑμῖν τὴν φωνὴν ἀπαναίνεσθε· ἀλλ᾽ εἰ ἔξεστι πυθέσθαι καὶ ἡμᾶς, ἀποκρίνασθε· ποῦ ὑμῖν καὶ πόθεν νενομοθέτηται, ἔκ τε νομικῶν θεσπισμάτων, εὐαγγελικῶν τε κηρυγμάτων, ἢ ἀποστολικῶν διδαγμάτων, ἀπερίγραπτον ὁμολογεῖν τὸν Χριστὸν, καθὸ πεφανέρωται καθ᾽ ἡμᾶς ἄνθρωπος; μήτε ποιεῖν, μήτε μὴν γινομένην εἰκόνα αὐτοῦ προσκυνεῖν, καθάπερ νῦν δογματίζετε; ἀλλὰ τοῦτο οὐκ ἂν εἰπεῖν ἔχοιτε· οὐδαμοῦ γὰρ ὑμῖν ἐνταῦθα δειχθήσεται· ὥστε τὴν περιστοιχίζουσαν ὑμᾶς ἀπορίαν, τῆς ἡμετέρας νίκης γίνεσθαι περιουσίαν· εἰ μὲν οὖν μὴ προὔκειτο ὑμῖν ἡ τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἄνωθεν καὶ ἐξ ἀρχῆς κεκρατηκυῖα παράδοσις, ὃ πάντων ἐστὶ τὸ ἰσχυρότατον καὶ ἀσφαλέστατον, αἱ τε ἀποστολικαὶ καὶ Πατρικαὶ φωναὶ, αἳ δὴ κρατεῖν ἡμᾶς τὰς παραδόσεις, ὅσαι τε ἔγγραφοι ὅσαι τε ἄγραφοι διακελεύονται, οἷα ἐπ᾽ ἀμφοτέραις τὴν αὐτὴν θεωρεῖσθαι δύναμιν. Τὸ γοῦν εὐσεβέστερον τῶν ἐν ἀμφιβόλοις κειμένων κρατήσει πάντως, καὶ τὸ διαφερόντως εἰς πίστιν καὶ ἀγάπην τὴν εἰς Χριστὸν, ἣν ζῆλος ἔνθεος καὶ πόθος θερμὸς παρίστησι, τὴν οἰκείωσιν ἐνδεικνύμενον· εἰ δὲ κατ᾽ ἄμφω τὸ κράτος τῇ Ἐκκλησίᾳ Χριστοῦ καὶ τὸ εὐδόκιμον πάρεστιν, ἡμῖν ἄρα τὴν νικῶσαν ἐκ πολλοῦ τοῦ περιόντος ἀποίσεσθαι περιέστηκεν· ἐπεὶ οὖν νοῆσαι μὲν Θεὸν πάντη ἀδύνατον καὶ ἀνεγχώρητον, εἰκονίσαι δὲ ἀμήχανον ἔτι καὶ ἀδυνατώτερον, ὁπότε οὐδὲ φύσιν Θεοῦ ὁμοιοῦν, φύσιν ἔχον ἐστὶν, εἴδους τε καὶ μορφῆς ὑπούσης ὡς ἤκιστα· πρὸς ὅ τι γάρ τις καὶ ἀποβλέψας παράδειγμα ὁμοιώσειε; νῦν δὲ Θεὸν σωματωθέντα κυρίως καὶ ἀληθῶς ἔγνωμεν, πρόκειται τοῖς εὐσεβεῖν ἐθέλουσι μορφὴ εἰς ὁμοίωσιν, ἣν προσείληφεν ὁ τὴν τοῦ δούλου εἰκόνα μορφούμενος· εἰ γὰρ τὸ ἀθέατον καὶ ἄμορφον τῷ ὄντι, ὡς ἄληπτον ἀνόμοιόν τε καὶ ἄγραπτον, ἀνάγκη τὸ μορφωθέν τε καὶ θεαθὲν, ὡς καταληφθὲν ὁμολογείσθαι γραπτὸν καὶ ὁμοιούμενον, ὃ εἰκονίζειν οὐκ ἀναμένομεν πρόσταξιν· οὐ γάρ ἐστι τοῦτο τοῖς πιστοῖς ἴδιον, πάντα ἐκ προστάγματος πράττειν· ἔστι γὰρ ἃ καὶ παρ᾽ ἑαυτοῖς συνεισφέρειν, ὅσα τοῖς θερμοτέροις προσήκει μάλιστα καὶ σπουδαιοτέροις εἰς φιλοθεῖαν τε καὶ εὐσέβειαν· ἐπεὶ πόθεν τὸ πιστὸν ἐν αὐτοῖς ὀφθήσεται;
Εἰ δὲ καὶ νόμον τις ἐπιζητοίη, τοῦ λόγῳ προστάξαι, τὸ ἔργῳ κατάρξαι, πρὸς ἀξιοπιστίαν ἀσφαλέστερον· καὶ τοῖς εὐλαβῶς περὶ τὰ θεῖα διακειμένοις οὐκ ἀπιστηθήσεται τὸ λεγόμενον· ἱστόρηται γὰρ ὡς Αὔγαρος ὁ τῶν Ἐδεσηνῶν βασιλεὺς, τὰ παρὰ Χριστοῦ γινόμενα θαυματουργήματα ἐκπληττόμενος, πόθῳ τε πολλῷ καθελκόμενος, καὶ ἐν εἰκόνι αὐτὸν μόνον θεάσασθαι, ἀποστέλλει τινὰ ζωγράφον, ὥστε τὸ εἶδος ἐκεῖνο τὸ θεῖον διαχαράξαντα, παρ᾽ αὐτὸν κομίζειν ὡς τάχιστα· τοῦ δὲ διαμαρτόντος τοῦ σκοποῦ, διὰ τὴν ὑπερβάλλουσαν τοῦ προσώπου χάριν τε καὶ λαμπρότητα, αὐτὸς τῷ οἰκείῳ προσώπῳ ὀθόνην ἐπιθεὶς, ἐναπομάττει τὸ ἑαυτοῦ ὁμοίωμα, καὶ ἀποστέλλει τῷ ἐρῶντι τὸ ποθούμενον.
Ἰστόρηται δὲ καὶ τοῦτο, ὅτι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ ἐν Βηθλεὲμ τεχθέντος, ὁ τοῦ Περσῶν ἔθνους τηνικαῦτα ἡγεμονεύων, εὐφυῆ τινα ζωγράφον ἐκεῖσε ἐξέπεμψεν, ὅστις τήν τε τοῦ τεχθέντος καὶ τῆς τεκούσης εἰκόνα διαγράψας, ὡς αὐτὸν ἤγαγεν. Εἰδέτω καρδία ἄπιστος! Οὐδὲ Πέρσας παραδέξεται τοσαύτην στειλαμένους ὁδὸν, δῶρα τῷ τεχθέντι βασιλεῖ οἷα προσῆκε κομίσοντας, ὑπὸ ἀστέρος τε ὁδηγουμένους, καὶ ὅπερ τῷ ὄντι περιδεὲς καὶ εἰς προῦπτον ἐμβάλλον κίνδυνον, βασιλέα κηρύσσειν λαμπρῶς τὸν γεννηθέντα, ἐπὶ τῆς ἀλλοδαπῆς γενομένους· εἰ δὲ οὐ πάντα ἀναγέγραπται κατὰ τὴν εὐαγγελικὴν ἱστορίαν, οὐ πάντα παρὰ τοῦτο ἄπιστα· οὐδὲ γὰρ τὰ ἄλλα σημεῖα ἃ ἐποίησεν ὁ Ἰησοῦς ἀθετητέον, πολλά γε ὄντα, ὡς μηδὲ χωρεῖν τὸν κόσμον καθὲν γραφόμενα, ἐπειδὴ οὐκ ἀναγέγραπται, φησὶν, ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης· περὶ μὲν οὖν τῆς ἀοράτου καὶ ὑπερουσίου καὶ ἀλήπτου φύσεως, καὶ ἣν ὁμοιοῦν ἀδύνατον λέγεται, ὅτι Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε· καὶ, Θεὸν οὐδεὶς ἑώρακε πώποτε, οὔτε τις ἀνθρώπων εἶδεν, οὔτε ἰδεῖν δύναται· διὰ τὸ οὕτως ἔχειν αὐτὴν, καὶ μὴ ὁρᾶσθαι μηδὲ ἀκούεσθαι, ἀλλ᾽ ἐξῃρῆσθαι ταύτην καὶ εἴδους παντὸς καὶ φθόγγων· καὶ μέν γε καὶ ὅτι οὐ πεινάσει οὐδὲ κοπιάσει· Οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Περὶ δὲ τῆς ἐν σαρκὶ θεοφανείας τοῦ Λόγου, ὅτι Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· καὶ ὅτι Ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πέμψαντά με. Τί δὲ οἱ θεσπέσιοι μαθηταὶ, φασίν; Ὅτι Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἑωράκαμεν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Καὶ ὅτι Ἑωράκαμεν τὸν Κύριον, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ, ὃ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν γέγονεν· ἀλλὰ καὶ ἐκοπίασε καὶ ἐπείνασε καὶ ἐδίψησε νόμῳ σώματος, καὶ ὅτι Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός· καὶ Θεὸς ἐφανερώθη ἐν σαρκὶ, καὶ πέπονθε τῷ προσλήμματι, καὶ ἀνέστη καινοποιήσας τὴν παλαιωθεῖσαν ὑπὸ τῆς ἁμαρτίας φύσιν.
Οὕτως οὖν καὶ ἡμεῖς ὁμοιωθέντα ἡμῖν τὸν αὐτὸν κατὰ πάντα χωρὶς ἁμαρτίας, κατὰ τὸ φανὲν ζωοποιὸν καὶ πανάγιον εἶδος, ἀφομοιοῦμεν καὶ εἰκονίζομεν καὶ προσκυνοῦμεν πιστῶς καὶ θεοπρεπῶς, ὡς μέγα βοᾷ ἡ ἄνωθεν ἡμῖν ἐν τῇ Ἐκκλησίᾳ ἔνθεος παραδεδομένη συνήθεια· πῶς οὖν οὐ προσκυνητέα καὶ τιμητέα ταῦτα τὰ ὁμοιώματα; Διὰ τὸν χρόνον, φασὶν, ὅτι οὐκ ἀρχῆθεν ἡ τούτων προσκύνησις παραδέδεικται· ἀλλ᾽ εἴ γε διὰ τὸν χρόνον οὐ προσκυνητέα, διὰ τοῦτο μᾶλλον προσκυνητέα· τοῦτο γὰρ ἐξ ἀρχῆς ἐνορῶντες γινόμενον Μανιχαῖοί τε καὶ Ἀρειανοὶ, οἱ τῶν νῦν δογματιζομένων ἔξαρχοι, καὶ περιελεῖν σπουδάζοντες, τῶν προσκυνούντων ἅτε εὐσεβούντων κατεψηφίζοντο, καὶ τὴν τούτων ἐχειρογράφουν καθαίρεσιν· καὶ μαρτυροῦσιν αἱ βίβλοι, ἃς μετὰ χεῖρας οἱ τούτων μύσται φέρουσιν· εἰ δὲ οὔτε τοῖς ἑαυτῶν διδασκάλοις, οὔτε τοῖς ἡμετέροις τῆς ἀληθείας πείθονται κήρυξιν, οὔτε ἅπερ οἰκείοις ὀφθαλμοῖς καθορῶσι παραδέχονται, τίσι λοιπὸν συγκαταριθμηθεῖεν, οὐκ ἄδηλον· ἀλλὰ καὶ ἐν τούτοις ἀποῤῥαπτόμενοι τὰ στόματα οἱ ἀνόσιοι, τῆς ἀναισχύντου γνώμης οὐ καθυφιᾶσιν· ἕτερα δὲ ἀλογώτερα καὶ ἀνοητότερα τούτων ἐπάγουσιν.
Ἡνίκα γὰρ τῶν εὐσεβούντων τις αὐτοῖς, διαλεγόμενος φήσει, ὅτι ἄξιον τιμᾶσθαι τὰ θεῖα σύμβολα, ἐπειδὴ καὶ ἐν τοῖς ἱεροῖς οἴκοις ἀνακείμενα ἱερά εἰσιν, ὡσαύτως καὶ ἐν τοῖς κατὰ τὴν θείαν τράπεζαν καὶ ἑτέρωθί που τοῦ ἱεροῦ ὑφαπλούμενα, κατά τε τὴν ἐσθῆτα καὶ ἐν ἐτέρᾳ ὕλῃ συνδιαγραφόμενα, ὡς ἅγια καὶ συμπροσκυνούμενα αὐτοῖς, παρὰ Χριστιανοῖς τὸ ἐξ ἀρχῆς συνεξειργάσθησαν· τί φασιν οἱ ἀναμέσον ἁγίου καὶ βεβήλου διαστεῖλαι οὐ βουλόμενοι; « Ὅτι καὶ θηρίων καὶ κτηνῶν καὶ ὀρνέων καὶ ἑτέρων ζώων εἰκόνας ἐν αὐτοῖς θεώμεθα· καὶ τὰ μὲν ἱερὰ ὡς ἱερὰ προσκυνοῦμεν, ἀλλ᾽ οὐχὶ καὶ ταῦτά γε δι᾽ ἐκεῖνα· οὕτω κἂν εἰκόνα Χριστοῦ ὁρῶμεν, τὸ ἱερὸν, οὐ τὴν εἰκόνα προσκυνοῦμεν, καὶ διὰ ταῦτα οὐδὲ ἐκτὸς τούτων προσκυνητέα ἡ εἰκών. » Εἴποι δ᾽ ἄν τις ὅτι οὐχ ὁ αὐτὸς λόγος ἐν ἅπασι θεωρεῖται· τῶν μὲν γὰρ ἄλλων ζώων αἱ μορφαὶ, οὐ προηγουμένως πρὸς τὸ εἰς θυσιαστήριον ἀναχθῆναι καὶ προσκυνεῖσθαι γεγόνασιν, εἰς κόσμον δὲ καὶ εὐπρέπειαν τῶν ἐν οἷς συνεξειργάσθησαν ὑφασμάτων· εἶτα οὕτω συμβὰν τρόπῳ θεοφιλεῖ, καὶ σπουδῇ τῇ περὶ τοὺς θείους οἴκους τῶν εὐσεβούντων, ἀνάθημα ἱερὸν προσηνέχθησαν· εἰ γὰρ προσκυνεῖ τις τὸ ἱερὸν, οὐ πρὸς τὸ κτῆνος ἢ τὸ θηρίον προσέχων τοῦτο δρᾷ· οἶδε γὰρ οὐδὲν ἀπ᾽ αὐτῶν ὀνήνασθαι· πρὸς δὲ τοῦ ἱεροῦ τὴν τιμὴν ἀφορῶν, οὐδὲν πλέον τῆς ὄψεως ἐκείνους νέμων· ὁ δὲ τῶν σεπτῶν μορφωμάτων σκοπὸς οὐχ οὕτως ἔχει· πόθεν; ἀλλὰ δι᾽ αὐτὸ τὸ ἅγια εἶναι, καὶ εἰς μνήμην τῶν ἀρχετύπων προϊέναι ἁγίων, ὡς ἱερὰ τοῖς ἱεροῖς συμπροσκυνοῦνται, καὶ οὐ σὺν αὐτοῖς μόνον, ἀλλὰ καὶ ἐκτὸς τῶν ἁγίων οἴκων τιμηθήσονται· σὺ δὲ τοῦ μὲν ὄνου καὶ τοῦ κυνὸς καὶ τοῦ χοίρου ἐν τῷ ἱερῷ προσκυνῶν τὰς εἰκόνας, οὐ δυσχεραίνεις, τὴν δὲ Χριστοῦ εἰκόνα αὐτῷ ἱερῷ καταπιμπρῶν γέγηθας, καὶ οὐ φρίττεις τοιαῦτα τολμῶν, δεικνὺς μάτην σεαυτῷ τὸ Χριστιανός ἐπιγράφων ὄνομα· τί οὖν εἴποιεν οἱ τὴν διάνοιαν λελωβημένοι, καὶ τὴν νοερὰν ἐνέργειαν πεπηρωμένοι, περὶ τῶν ἐν ταῖς ἱεραῖς κιγκλίσι καὶ ταῖς καλουμέναις σωλίαις, τῶν τε ἐν τοῖς κίοσι καὶ πυλῶσιν αὐτοῖς, τῶν τε πρὸ τοῦ θείου θυσιαστηρίου ἰδρυμένων; ἄρα κόσμου καὶ εὐπρεπείας χάριν ταῦτα οἱ Χριστιανοὶ ἐτεκτήναντο, ἢ τὰ οἰκεῖα τοῖς οἰκείοις ἐφαρμόζοντες· εἰδότες ὅτι οἱ τόποι οὗτοι προσκυνήσεώς εἰσι τόποι, καὶ τοῦ προσκυνεῖσθαι ἕνεκεν τούτοις ἑνετυπώσαντο.
Ἀλλὰ καὶ δικαίως μάλα ὁ προφητικὸς λόγος τὴν τούτων παραφροσύνην καὶ τὴν παράνοιαν προλαβὼν ἐστηλίτευσεν, ὅτι Ἔδωκεν αὐτοῖς ὁ Θεὸς, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσι. Καὶ Ἐπαχύνθη αὐτῶν ἡ διάνοια, καὶ ἐσκοτίσθησαν καὶ ἐμωράνθησαν τοῖς διαλογισμοῖς. Ἐξερευνῶντες ἐξερευνήσεις, ὧν οὔτε ἔρευνα οὔτε ἀμφιβολία παρὰ Χριστιανοῖς γέγονε πώποτε· καὶ οὕτως ἐναργοῦς ὑπαρχούσης καὶ δεδημοσιευμένης τῆς ἀληθείας πάσῃ τῇ ὑφ᾽ ἡλίῳ, τοῖς οἰκείοις ὀφθαλμοῖς καὶ τῇ ἐναργείᾳ αὐτῇ ἀπομάχονται οἱ ἀνόητοι, καὶ ἀποδείξεις τῶν βλεπομένων παρ᾽ αὐτοῖς καὶ ὑπ᾽ ὄψιν ἠγμένων ἐπιζητοῦσι· ταὐτόν τι ποιοῦντες, ὥσπερ εἰ τὸν ἥλιον καθορῶν τις ἄρτι τῶν ἑώων τερμάτων ἀναθρώσκοντα, καὶ τῶν ἡλιακῶν ἀκτίνων πανταχοῦ τὰς βολὰς κατασπείραντα, διαποροίη ὡς ἄρα ἡμέρα ἐνισταῖτο· ἢ θάλασσάν τις ναυτιλλόμενος, ἢ ποταμὸν περαιούμενος, κατὰ τοὺς διάπλους ἀπόδειξιν ἐπιζητοίη, καὶ διαμφισβητοίη· εἰ ἅρα ἐστὶν ὕδωρ ἐν θαλάσσῃ καὶ ποταμῷ· καὶ ἃ οὐδ᾽ ἂν οἱ τοῦ φωτὸς τούτου πάμπαν ἄπειροι διαμφιβάλλοιεν, οὐδὲ οἱ ἄγαν ἐκ κραιπάλης καρηβαροῦντες καὶ κατενηνεγμένοι πάθοιεν· πολλάκις καὶ τὰ ἑστῶτα καὶ μηδαμῶς κινούμενα ἐν κύκλῳ περιδινεῖσθαι οἰόμενοι· οὗτοι ἐκμεμεθυσμένοι τῷ οἴνῳ τῆς ἀπιστίας, καὶ κεκαρωμένοι τὴν ψυχὴν τοῖς ὑλικοῖς οἷα κατασυρέντες πάθεσι, καὶ ταῖς περικοσμίοις καὶ ἀπατηλαῖς δόξαις καὶ σαρκικαῖς ἡδυπαθείαις αἰχμαλωτιζόμενοι, τὰ πάντων πεπόνθασιν ἀθλιώτερα καὶ χαλεπώτερα.
Ἔτι μικρὸν τοῖς εἰρημένοις προσθέντες εἰς τὴν τοῦ λόγου ἐξέτασιν, γνοίημεν εἴ γε ἄρα προσηκόντως αὐτοῖς τὸ τοῦ Χριστιανισμοῦ ἐπιφημίζεται ὄνομα· ἴσμεν γὰρ ἅπαντες ὅτι ὥσπερ ἡ τοῦ Χριστοῦ εἰκὼν ἐκ παραγωγῆς, τοῦ Χριστοῦ τό τε εἶδος κέκτηται, καὶ τὴν προσηγορίαν αὐτὴν ἐπιφέρεται, οὕτω δὴ καὶ ὁ Χριστιανὸς, ὡς ἐκ πρωτοτύπου ὀνόματος τοῦ Χριστοῦ, τήν τε κλῆσιν ἔλαχε καὶ τὸν τρόπον, καθ᾽ ὃν δὴ χαρακτηρίζειν αὐτὸν διὰ μιμήσεως καὶ πολιτείας ὡς οἷόν τέ ἐστιν ἐνδείκνυται· ὡς ἐκ μιᾶς οὖν ἀρχῆς ἀμφότερα ὁρμώμενα, καὶ οἷον ῥίζης τῆς αὐτῆς προῖόντα τοῦ Χριστοῦ, κονωνίαν τε καὶ σχέσιν τὴν πρὸς ἄλληλα διασώζουσι· κἂν τῇ οὐσίᾳ καὶ τῷ τρόπῳ τῆς ὑπάρξεως, τὸ διάφορον ἐν αὐτοῖς ἐμφαίνηται, ὅμως δ᾽ οὖν τοῦ αὐτοῦ μετέσχον ὀνόματος, καὶ ὁμωνύμως ἐπ᾽ ἀμφοῖν ἡ τοῦ Χριστοῦ κατηγορεῖται προσηγορία· εἰ τοίνυν ἡ τοιαύτη κοινωνία καὶ ὁ αὐτὸς εἱρμὸς παρὰ τούτοις πεφύλακται πρὸς τὸ ὁμόστοιχον, καὶ ἡ πρὸς τὸ ὁμώνυμον τιμὴ ἐκνενέμηται, κατακληρούσθω καὶ ἐπ᾽ αὐτοῖς τὸ Χριστιανοῦ ὄνομα· εἰ δὲ ἀπεναντίας τούτων πάντα πράττουσι, καὶ πάσης ἀτιμίας καὶ ἀδοξίας ἀποπληροῦσι τά τε Χριστοῦ καὶ ἑαυτοῖς ὁμώνυμά τε καὶ ἐν σχέσει τῇ αὐτῇ θεωρούμενα, πῶς ἂν αὐτοὶ τῆς Χριστιανῶν μεθέξουσι κλήσεως;
Ὅτι δὲ διὰ τοῦτο καὶ ἡ πρὸς τὸ ἀρχέτυπον αὐτοῖς ἀθέτησις γίνεται, τὸ τοῦ λόγου ἀκόλουθον καὶ ὁ τῶν φαινομένων σκοπὸς ἐννοεῖν δίδωσι· διΐστησι γὰρ αὐτῶν τὴν οἰκειότητα τὴν πρὸς αὐτὸ καὶ τὴν τῆς κλήσεως κοινωνίαν, ἡ τοῦ συστοίχου καὶ ὁμωνύμου παραίτησις καὶ ἐξουδένωσις· παραπλήσιον γάρ τι πεπόνθασιν, ὡς εἰ καὶ δύο τινὲς παῖδες ἐξετάζοιντο, εἰ ἑνὸς καὶ τοῦ αὐτοῦ προστετυχήκασιν· ὧν ὁ μὲν ἕτερος ἀσινεῖς τοὺς πατρώους διασώζων χαρακτῆρας, καὶ ἀπαραχάρακτον φέρων τοῦ φύσαντος τὴν ἐμφέρειαν, εἰκότως ἂν νομισθείη ὁ γνησιώτατος· ὁ δ᾽ αὖ ἕτερος μηδὲν τούτων ἐπαγόμενος, εὐλόγως ἂν νόθος κριθείη καὶ ἔκφυλος· νόθοι οὖν καὶ αὐτοὶ Χριστιανοὶ ἐν δίκῃ νομισθήσονται, καὶ τῆς Χριστοῦ κληρονομίας καὶ ποίμνης ἐκκήρυκτοι· μάτην γὰρ μεταποιοῦνται, οὐδὲν αὐτοῖς προσῆκον ἤδη, τοῦ ὀνόματος· ἀλλ᾽ εἰς μὲν ἀθέτησιν τῆς τοῦ Χριστοῦ οἰκονομίας, μᾶλλον δὲ εἰς ὄλεθρον τῶν ψυχῶν αὐτῶν, σκῆψις ἡ τοῦ ἀπεριγράπτου πρόκειται φωνή.
Τί οὖν ἀποφανοῦνται περὶ τῶν ἄλλων ἱερῶν ἐκτυπωμάτων, αὐτῆς τε τῆς πανάγνου Παρθένου καὶ Θεομήτορος, καὶ τῶν ἄλλων ἁγίων τῶν ἀπ᾽ αἰῶνος τῷ Θεῷ εὐαρεστησάντων; μήτι γε ἄρα καὶ ἐνταῦθα τὸ ἀπερίγραπτον αὐτῶν προστήσεται; ἢ ἐκ θεότητος καὶ ἀνθρωπότητος ὑποστάντας αὐτοὺς νομοθετήσουσιν; οὐκ ἔστιν ὧδε εἰπεῖν συμπεριγράφεσθαι τὴν θεότητα, ἢ τὴν σάρκα διίστασθαι, καὶ τὴν μίαν διηρῆσθαι ὑπόστασιν, καὶ τὰ ἡνωμένα ἐκ τῆς γραφῆς ἢ περιγραφῆς διαλύεσθαι. Ἐφ᾽ ἑτέρας εὐρεσιλογίας καὶ ἀλλοκότους ἐρεσχελίας οἱ ἁμαρτοεπεῖν εἰδότες, ἐκπεπορισμένας αὐτοῖς τετράψονται· οὐδὲν γὰρ οὕτω φίλον αὐτοῖς καὶ προχειρότατον, ὡς εἰς ἐκτόπους ἐννοίας καὶ ἀθεμίτους ἀποίχεσθαι, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀδοκίμων καὶ Θεῷ μὴ ἀρεσκόντων ἐκφέρεσθαι.
Ὁποία δὲ ἡ περὶ τούτων παρ᾽ αὐτοῖς διάληψις; Ἐπειδὴ οὐδαμόθεν τὸ λυσιτελοῦν συνιδεῖν δεδύνηνται, ἢ ὁντιναοῦν λόγον ἐκμηχανήσασθαι, τῆς οἱκείας μοχθηρίας καὶ κακουργίας συνήγορον ἐπὶ τὸ αὐτόνομον, καὶ τῆς ἀλογίας αὐτῶν χωροῦσι τὸ ἰδιαίτατον, καί φασιν ὅτι « Ἐπειδὴ τὰ τοῦ Χριστοῦ διέῤῥιπται καὶ διαπέπτωκεν, ἀκόλουθον ἂν εἴη καὶ ταῦτα δὴ τὰ τῶν ἁγίων συνοιχήσεσθαι, καὶ μηδὲ μνήμης τὸ λοιπὸν ἠξιῶσθαι πώποτε. » Καιρὸς νῦν εἰπεῖν· « Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; » Τοιαῦτα γὰρ οἱ νῦν Ἰουδαῖοι τοῖς πάλαι τὰς γλώσσας δανείσαντες ἀποφαίνονται· εἰ γὰρ τὰ Χριστοῦ οὕτω διέθηκαν, τί οὐκ ἂν κατὰ τῶν ἁγίων αὐτοῦ πονηρὸν δράσειν ἔμελλον; ἄξιον μὲν ὡς ἀληθῶς τῆς ἐκείνων παρανομίας, καὶ τῆς εἰς τοὺς ἁγίους τόλμης τε καὶ θρασύτητος· αὐτῶν δὲ τῶν ἁγίων τῆς εἰς Χριστὸν ἀφάτου ἀγάπης τεκμήριον ἱκανώτατον, καθ᾽ ἣν αὐτῷ ἀνεκράθησαν, οὔποτε χωριζόμενοι· καὶ γὰρ οὖν καὶ κατὰ τὴν ἐνθάδε βιοτὴν περιόντες, μάρτυρες τῶν παθημάτων, καὶ κοινωνοὶ τοῦ ζωοποιοῦ αὐτοῦ θανάτου γεγόνασι, μέχρις αἴματος ἀντικαταστάντες πρὸς τὴν ἁμαρτίαν. Καὶ νῦν δὲ τῶν τῇδε ἀπαλλαγέντες, μέτοχοι ὥφθησαν τοῦ ἐφεστηκότος ἄρτι κατὰ Χριστοῦ διωγμοῦ καὶ τῆς ὕβρεως· ἤδη γὰρ καὶ τηνικαῦτα σώμασιν αὐτοῖς ὑπὲρ τοῦ παθόντος δι᾽ ἡμᾶς σώματι, διηγωνίσαντο καὶ ἠνδρίσαντο· ὃν ὑπὲρ τῆς κοινῆς πάντων ἡμῶν σωτηρίας ἀνέτλη θάνατον μιμησάμενοι. Καὶ αὖθις ὅμοια ἐφ᾽ ὁμοίοις πάσχουσιν· ἀνάλογον γὰρ τοῖς ἀρχετύποις τὰ ἐκμαγεῖα, τὰ τῆς κοινῆς ἀτιμίας καὶ παροινίας συνδιαφέρουσι· καὶ πάλιν συμπάσχουσιν, ἵνα καὶ συνδοξασθῶσιν αὖθις· καὶ πάλιν τιμῶνται τῇ κοινωνίᾳ τῆς ἀτιμίας. Καὶ ἵνα τῇ μνήμῃ τῶν μαρτύρων συνησθέντες οἱ φιλομάρτυρες ἐγκαλλωπισώμεθα, βραχύ τι περὶ τὸν λόγον προσδιατρίψωμεν· καθάπερ οἱ φιλοθεάμονές τε καὶ φιλακροάμονές τε ἐπὶ τῶν τερπνῶν καὶ ἡδίστων αὐτοῖς θεαμάτων καὶ ἀκουσμάτων, ὧν οὐκ ἂν ῥᾳδίως ἀπόσχοιντο, ἔσθ᾽ ὅτε καὶ τῶν ἀναγκαίων αὐτῶν καταφρονήσαντες· φιλοῦσι γάρ πως τὰ τὴν ὄψιν καὶ ἀκοὴν ἐστιῶντα, τὰς τῶν ἐρώντων αἰσθήσεις ἐφέλκεσθαι, δυσαπόσπαστον τὴν περὶ αὐτὰ ὁμιλίαν ἐργαζόμενα.
Οὗτοι τοίνυν οἱ ἅγιοι Χριστοῦ μιμηταὶ γενόμενοι, καὶ τῇ εἰς Χριστὸν ἀγάπῃ τὴν ψυχὴν τετρωμένοι, καὶ κατ᾽ ἴχνος αὐτοῦ ὅσον ἐφικτὸν ἀνθρώποις, ἰέναι προθυμούμενοι, πίστει τε ἐρηρεισμένοι καὶ τὴν ἐλπίδα κεκτημένοι ἀπλάνητον, καὶ τῶν μελλόντων ὡς παρόντων ἤδη ἀντειλημμένοι, τῶν ἐπὶ γῆς ἁπάντων ὡς ἐπικήρων καὶ φθαρτῶν κατεφρόνησαν· χρημάτων τε αὖ καὶ σωμάτων αὐτῶν ὑπερόπται γεγόνασι· τῶν ἐπουρανίων γὰρ καὶ ὑψηλοτέρων ἐγλίχοντο, πολιτείαν οὐράνιον ἀσπασάμενοι· διὸ πάντα σκύβαλα διὰ τὴν εἰς τὸν Κτίσαντα ἀγάπην, κατὰ τὸν μαρτύρων ἔξαρχον ἤγηνται· οὕτω τὸν σταυρὸν ἀράμενοι, καὶ τὴν πανοπλίαν ἀναλαβόντες τοῦ πνεύματος, τῷ θώρακί τε τῆς πίστεως φραξάμενοι, καὶ τοῦ θυρεοῦ τῆς ἐλπίδος δραξάμενοι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου περιβαλόμενοι· ὡς δὴ τὴν ἐξ ὕψους δύναμιν δεξάμενοι, καὶ τὰ πάθη Χριστοῦ ζηλώσαντες, εὐσθενῶς ἀριστεύοντες, ἀήττητοι στρατιῶται τοῦ μεγάλου βασιλέως ἀνεδείχθησαν, καὶ ἀθληταὶ γενναιότατοι· οὕτω κατὰ τῆς πλάνης ἔστησαν τρόπαια, καὶ πᾶσαν μὲν μηχανὴν τοῦ ἐχθροῦ ἐξεπόρθησαν, πᾶσαν δὲ αὐτοῦ τὴν δύναμιν καταλελύκεσαν, πάντα τὰ πεπυρωμένα βέλη αὐτοῦ κατέσβεσαν, καὶ τὸ κράτος καθεῖλον νεανικῶς· πάσας δὲ τῶν ὑπηρετῶν τοῦ πονηροῦ τὰς ἐπινοίας καὶ ἀπειλὰς διέπτυσαν· πάσης αὐτῶν ὡμότητός τε καὶ ἐπηρείας κατεφρόνησαν, γενναίως καὶ ἀνδρικῶς ἄγαν πρὸς πάσας τὰς μεθοδείας αὐτῶν ἀντικαθιστάμενοι· ἐδραῖον εἶχον ὄντως πρὸς Θεὸν καὶ ἀκλινὲς τὸ φρόνημα, καὶ τὰς ἐπαγομένας αἰκίας ὡς ἐπ᾽ ἀλλοτρίοις σώμασι διαγωνιζόμενοι, καὶ ὥσπερ τῆς φύσεως ἐκλαθόμενοι, τοὺς πόνους διήνεγκαν· τὸ στάδιον τῆς εὐσεβείας κατὰ τῆς πολυθέου πλάνης ἐξανύοντες, πρὸς τὸ πῦρ ὥσπερ εἰς δρόσον ἐναλλόμενοι, θηρῶν φοβερωτάτων μύλας καὶ θυμοὺς οὐ δειμαίνοντες, ἀκμὴν σιδήρου καὶ ὀνόχων ὀξύτητας, σαρκῶν τεμνομένων καὶ ξεομένων ἠφειδηκότες, οὐκ ἐτεθήπεσαν, ἐπὶ τὰ ὄργανα δὲ τῆς τιμωρίας αὐθαίρετοι ὥσπερ ἐπὶ τρυφὴν ἵεσαν, πάντα στέγοντες, πάντα φέροντες, πρὸς ἓν ἀποσκοποῦντες, καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπειγόμενοι, οὐκ ἄξια τὰ παθήματα τοῦ παρόντος καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν ἡγούμενοι· ἀλλὰ τούτων ἁπάντων κατατολμήσαντες, καὶ θανάτου κρείττους γενόμενοι, ὑπεραθλοῦντες τῆς πίστεως, τῶν ἀπειλῶν τῶν τυράννων καθυπέρτεροι ὤφθησαν· ἐπεὶ ἐν τῷ τοῦ Θεοῦ ὀνόματι ἐκρατύνοντο, ὅπερ ἐνώπιον ἐθνῶν καὶ βασιλέων ἐβάστασαν.
Οὕτω ταῖς βασάνοις ἐγκαρτεροῦντες, ἐπὶ τὸ ῥωμαλεώτερον μετερρυθμίζοντο· οὕτω τοῖς διωγμοῖς καὶ κινδύνοις ἐρρώννυντο· ἐντεῦθεν ἐνεδυναμοῦντο τοῖς πειρασμοῖς καὶ ταῖς θλίψεσιν, οὐδὲν τῶν ἀπειλουμένων ἢ προσαγομένων δεινῶν κατεπτηχότες· ἐξήλεγξαν τὴν τῶν διωκόντων μανίαν εὐτολμότατα, καὶ κεφαλὰς ἀνόμων διέκοψαν, καὶ τὴν ὀφρὺν τῶν ἀθέων κατέσπασαν, τοὺς τῶν δυσμενῶν αἰκισμοὺς ὡς θησανροὺς πολυτίμους δεχόμενοι, τρυφὴν μᾶλλον ἢ κόλασιν τούτους λογιζόμενοι. Οὕτω τῆς πλάνης καθαιρέται γεγόνασι, καὶ τὴν στενὴν καὶ τεθλιμμένην τρίβον ἐλάσαντες, τὴν πολλοῖς ἀστιβῇ καὶ ἀνέμβατον, πρὸς τὴν εὐρύχωρον καὶ πανολβίαν, ἣ αὐτοῖς ἀπεκεκλήρωτο, καταλύουσι λῆξιν. Οὗτοι οἱ καλλίνικοι μάρτυρες ἐν τῇ τῶν βασάνων πυρωθέντες καμίνῳ, καὶ ὡς χρυσίον δόκιμον εὑρεθέντες καὶ λαμπρυνθέντες, ὑπὲρ ἥλιον λάμπονσιν, ὑπὲρ ἀστέρας αὐγάζουσιν· οὗτοι τῇ κατὰ Χριστὸν ὁμολογίᾳ τελειούμενοι, θύματα λογικὰ καὶ τέλεια αὐτῷ ἀνεδείχθησαν, καὶ θυσία τῷ Θεῷ φιλαιτάτη καὶ εὐάρεστος, καὶ δεκτὸν καλλιέρημα εὐωδιάζον τὴν ὀσμὴν τοῦ πνεύματος, εἰς ὁλοκάρπωσιν προσηνέχθησαν· τούτων τὴν παρρησίαν καὶ ἄγγελοι κατεπλάγησαν· τούτων τοὺς ἄθλους αἱ ὑπερκόσμιοι δυνάμεις ὑπερηγάσθησαν· ὅτι γε ἐν σώματι θνητῷ τοὺς ἀοράτους δυσμενεῖς ἐτροπώσαντο, καὶ τὴν κατ᾽ ἐχθρῶν νίκην ἤραντο, τὰς παρατάξεις καθελόντες τὰς ἀοράτους, καὶ τρόπαια λαμπρὰ κατὰ τῶν ἀντιπάλων στησάμενοι· ἐν τούτοις Θεὸς μὲν εὐφραίνεται καὶ δοξάζεται, ἄγγελοι δὲ ἐν οὐρανοῖς συγχαίρουσι καὶ συνήδονται· διάβολος δὲ ταῖς ἀποστατικαῖς ὁμοῦ δυνάμεσι τραυματιζόμενος καταισχύνεται, τὸ πτῶμα καὶ ἤττημα ἑαυτῶν ἀποδυρόμενοι.
Οὗτοι δὴ οἱ σοφοὶ καὶ πανεύφημοι μάρτυρες, τροπαιοφόροι κατὰ τῆς πλάνης ἀναδειχθέντες, πύργοι τῆς καθ᾽ ἡμᾶς πίστεως ὥφθησαν ἀκατάσειστοι, στύλοι τῆς Ἐκκλησίας καὶ ἑδραίωμα, κρηπὶς τῆς εὐσεβείας καὶ θεμέλιος ἀκαθαίρετος, κλέος μέγα ἡμῶν τῶν πιστῶν καὶ ἐγκαλλώπισμα, ὡς φωστῆρες λαμπροὶ καὶ νοεροὶ, φωτίζουσι τὰ πέρατα· ταῖς ἀκτῖσι τῶν ἀγώνων καὶ τῆς πίστεως ἐναπαστράπτοντες. Ὦ πίστεως ἀκλινοῦς καὶ ἀγάπης ἀνεκφράστου, καὶ ἐλπίδος ἀνενδυάστου! ὦ ψυχῆς γενναίας ἀγγελικοῦ παραστήματος! ὦ φρενῶν ὑψηλῶν τε καὶ οὐρανίων, καὶ προθυμίας καὶ σπουδῆς, νικώσης τὴν φύσιν καὶ ὑπεριπταμένης τὴν κτίσιν! Τί πρότερον θαυμάσομεν ὑπερεκπληττόμενοι; Τοῦ ἐνισχύσαντος τὴν δύναμιν Θεοῦ, ἢ τῶν ἐλομένων τὴν προαίρεσιν; τῶν θείων δωρεῶν τὰ παράδοξα, ἢ τῶν ἁγίων τὸ μεγαλόψυχον; Ἀμφότερα γὰρ καὶ φύσιν καὶ λόγον νικῶσιν ὑπερβαλόμενα. Μετὰ τοῦ Προφήτου βοήσωμεν· Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος· πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς· ἐπειδὴ καὶ οὗτος θαυμαστὸς ἐν αὐτοῖς ἐστιν, ὅτι τῆς κτίσεως πάσης ὑπεραρθέντες, μόνῳ τῷ κτίστῃ καὶ δημιουργῷ συνανεκράθησαν· οὕτω δὴ οὖν γεγόνασιν ἔσοπτρα Θεοῦ ἀκηλίδωτα, καθαρώτατα, διειδέστατα· τὴν θείαν δὲ ἀκτῖνα καθαρῶς ταῖς ἑαυτῶν καθαρωτάταις ψυχαῖς εἰσδεχόμενοι, τὸ θεομίμητον κατεκτήσαντο· καὶ ὅπερ Θεὸς φύσει, τοῦτο αὐτοὶ μεθέξει καὶ χάριτι ἀπηνέγκαντο, καὶ ὑπῆρξαν Θεοῦ καταγώγια, καὶ ναοὶ ἔνθεοι καὶ λαμπροὶ, κατὰ τὴν φάσκουσαν προφητικὴν προαγόρευσιν· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν.
Οὗτοι τοίνυν τὸν ἀγῶνα τὸν καλὸν καλῶς ἀγωνισάμενοι, τὴν πίστιν τηρήσαντες, τὸν δρόμον τελέσαντες, κόσμον καὶ κοσμοκράτορα νικήσαντες καὶ πατήσαντες, τὴν καλήν τε πραγματείαν ἐμπορευσάμενοι, καὶ ἀλλαξάμενοι τῶν οὐχ ἐστώτων καὶ ῥεόντων τὰ εἰσαεὶ διαμένοντα, τοσούτοις ἀνδραγαθήμασι καὶ τηλικούτοις παλαίσμασι τῶν ἀμαραντίνων στεφάνων οἱ ἀξιόνικοι τῆς ἀληθείας μάρτυρες παρὰ τοῦ ἀθλοθέτου Θεοῦ κατηξίωνται, καὶ Χριστῷ εἰς αἰῶνα συμβασιλεύουσι· Χριστῷ συγκληρονομοῦσι, καὶ τὸν τῆς ἀθανασίας διαλαχόντες κλῆρον, ζῶσιν ἐν αὐτῷ ζωὴν τὴν ἀκατάλυτον καὶ ἀμήρυτον, φωτὶ ἀϊδίῳ ἐναστραπτόμενοι, τῷ θείῳ κάλλει ἐναγλαϊζόμενοι, ταῖς ἄνω δυνάμεσι συγχορεύοντες· καὶ τί γὰρ πλέον ἢ Θεῷ συνεῖναι καὶ τῆς ἐντεῦθεν κατατρυφᾷν μακαριότητος ἠξιωμένοι τῆς ἄνω δόξης τε καὶ λαμπρότητος; εἰ γάρ πως καὶ δοκεῖ κεκρύφθαι αὐτῶν νῦν τὴν ζωὴν, Ὅταν ὁ Χριστὸς, φησὶ, φανερωθῇ ἡ ζωὴ ἡμῶν, τότε καὶ αὐτοὶ σὺν αὐτῷ φανερωθήσονται ἐν δόξῃ. Ὁ γάρ τοι τῶν μαρτύρων Θεὸς, Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, οὐ νεκρῶν, ἀλλὰ ζώντων Θεός ἐστιν, ὡς γέγραπται. Τοιγαροῦν αἱ τῶν ἁγίων ψυχαὶ ἐν χειρὶ Θεοῦ εἰσι, καὶ οὐ μή ποτε αὐτῶν ἅψηται βάσανος, κἂν ἔδοξαν ἐν ὀφθαλμοῖς τουτωνὶ τῶν ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾽ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ· οὐ τεθνήκασι γὰρ, ἀλλὰ ζῶσι, καὶ ὕπνος μᾶλλον τίμιος ἢ θάνατος, ὁ θάνατος αὐτῶν ἐστιν· οὐκ εἰς γῆν ὑποδύντες, ἀλλ᾽ εἰς οὐρανοὺς ἀναπτάντες. Τῶν γὰρ φθαρτῶν μεταναστάντες καὶ ἐπικήρων, ἐφ᾽ ἑτέραν βιοτὴν μετετάξαντο τὴν ἀγήρω τε καὶ μακραίωνα· διόπερ ἐν τοῖς ὁσημέραι παρ᾽ ἡμῖν ἀδομένοις, κατ᾽ ἐκεῖνο δὴ τὸ ἀκροτελεύτιον τοῦ ἐφυμνίου μέλους, ἐναρμόνιον τι μέλποντες οἷα πρὸς ζῶντας ἐν Θεῷ τοὺς ἁγίους, Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν Κύριον, λέγομεν, καὶ τὰ τούτοις ἑπόμενα. Ἐκεῖνοι γὰρ οὐκ ἂν τὴν ᾠδὴν Κυρίου ᾄσαιεν ὡς ἐπὶ γῆς ἀλλοτρίας, καὶ τῆς καθ᾽ ἡμᾶς ἱερᾶς ὁμηγύρεως ὡς πορρωτάτω ἱστάμενοι, εἴπερ αὐτοῖς τεθνεῶτες οἱ ἅγιοι ἐλογίσθησαν.
Ἀλλ᾽ ἐκεῖνα μὲν πρότερον. Καὶ νῦν δὲ διὰ μέσου τῶν ἱερῶν ἀπεικασμάτων αὐτῶν, τοῖς αὐτοῖς τῷ Χριστῷ συμμετέχοντες κοινωνοῦσι διωγμοῖς καὶ τοῖς πάθεσι συμμορφούμενοι, ὡς ἐπὶ διπλοῖς τοῖς παθήμασι καὶ ὀνείδεσι, διπλοῖς καὶ τοῖς βραβείοις στεφθήσονται. Καὶ αὖθις συνδοξασθήσονται τὸ δεύτερον, καὶ ἐν ζῶσι μάρτυρες, καὶ ἐν εἰκόσι μάρτυρες, τοιγάρτοι καὶ ὡς οἰκείους Θεοῦ καὶ θεράποντας εἰδότες· πρὸς αὐτοὺς γὰρ ὁ τῶν ὅλων εἴρηκε Θεός· Οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους. Καὶ, Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· ὑπεραγάμεθα μὲν τῆς εἰς Θεὸν ἀγάπης καὶ πίστεως αὐτοὺς, στεφανοῦμεν δὲ ταῖς ἀνωτάτω τιμαῖς· γεραίρομεν αὐτῶν τοὺς ναοὺς, τιμῶμεν τοὺς ἄθλους, προσκυνοῦμεν τὰ ἱερὰ λείψανα, κατασπαζόμεθα αὐτῶν τὰ τίμια εἰκονίσματα· ἐπειδὴ ταῖς ἀληθείαις ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει, καὶ ἡ πρὸς τοὺς εὐγνώμονας τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν Δεσπότην εὐνοίας, φασὶν οἱ τῆς Ἐκκλησίας διδάσκαλοι· ἐντεῦθεν ἡμῖν ἀδιστάκτως ἐλπίζεται καὶ πιστεύεται, ἁγιασμόν τε προσγίνεσθαι, καὶ ἁμαρτιῶν συγχώρησιν, καὶ λύσιν εὑρίσκειν τῶν δυσχερῶν· ἐνταῦθα ὀρῶμεν ὡς δαίμονες ἀπελαύνονται, καὶ νόσοι θεραπεύονται, καὶ πάντα δραπετεύει τὰ πάθη τῶν πίστει προσιόντων, ὅσα τε ψυχῆς καὶ ὅσα σύματος· ἐπείπερ δέδωκεν αὐτοῖς ὁ τῶν ἁπάντων κατεξουσιάζων τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ πᾶσαν νόσον θεραπεύειν καὶ πᾶσαν μαλακίαν. Διὸ τὴν ἐνέργειαν λαβόντες τοῦ Πνεύματος, ἐν θαύμασι καὶ δυνάμεσι διαλάμπουσι, τὴν πηγὴν ἐν ἑαυτοῖς τῆς χάριτος φέροντες βλύζουσαν πᾶσι δαψιλῶς τὰ ἰάματα. Τί οὖν πρὸς ταῦτά φατε, οἱ τῶν ἁγίων ἐχθροί; Ἄξιοι διὰ τούτους δὴ τοὺς ὑπὲρ νοῦν καὶ λόγον ἀγῶνας, καὶ οὓς κρεῖττον ἢ κατὰ τὴν ἀνθρωπείαν φύσιν γινώσκομεν, τιμᾶσθαί τε καὶ δοξάζεσθαι, ὡς ἂν καὶ αἱ περὶ αὐτοὺς ἐπαγγελίαι, πόρρωθεν προϋποσχεθεῖσαι τὸ ἀψευδὲς ἔχοιεν· Τοὺς δοξάζοντάς με γὰρ, φησὶ, δοξάσω, ὁ ἀληθὴς ἔφησε λόγος· τίνα τρόπον; καὶ δι᾽ ἕτερόν γε, ὡς πλείστων καὶ ἄγαν ὑψηλῶν καὶ λόγων καὶ ἔργων, τὸ ἀξιόχρεων τῶν ἐπαίνων καὶ τῆς δόξης αὐτοῖς παριστώντων· οὐ μὴν ἧττόν γε, καὶ τούτων δὴ τῶν ἱεροτυπιῶν ἕνεκεν, ὅπερ ἡμῖν σπουδάζεται τοῖς εὐσεβέσι καὶ φιλομάρτυσιν· αἰδεῖσθε τούτων τοὺς ἄθλους καὶ τιμᾶτε τὴν μνήμην, τὰς ἀοιδίμους ἐκείνας ἀριστείας ὑπερεκπληττόμενοι, οὓς καὶ θῆρες ἠδέσθησαν, καὶ τὸ πῦρ πολλάκις καταπλαγὲν ὑπεχώρησε, καὶ σίδηρος περιθραύεταί τε καὶ ἀπαμβλύνεται, καὶ τὰ κολαστήρια περιάγνυται μηχανουργήματα, στοιχεῖα δὲ ὥσπερ ἐν αἰσθήσει γινόμενα, τὴν πρὸς τὸν κοινὸν Δεσπότην εὐγνωμοσύνην οἷα ὁμόδουλα δεδυσώπηται.
Ἡ τοῦτο μὲν ὑμῖν οὐ δοκεῖ; βδελύττεσθε δὲ τὰς τῶν ἁγίων πρεσβείας, διασκάπτετε δὲ τὰς τῶν θείων θυσιαστηρίων ἱερὰς τραπέζας, ἵνα τῆς φλογὸς τῶν λειψάνων αὐτῶν, καθάπερ ὁ διδάσκαλος ὑμῶν Μαμωνᾶς ἔδρασέ τε καὶ ἐδίδαξεν, ἐμφορηθῆτε; Καὶ καταχραίνετε αὐτῶν τοὺς σεβασμίους οἴκους, καὶ πάσης δυσωδίας καὶ αἰσχρουργίας ἀποπληροῦντες, καταμολύνετε καὶ βεβηλοῦτε τὰ ἅγια, ἅμα τοῖς ἱεροῖς αὐτῶν ἐκτυπώμασι, δι᾽ ὧν αἵ τε ἀριστεῖαι καὶ οἱ ἀοίδιμοι ἄθλοι αὐτῶν, ὥσπερ ταῖς βίβλοις, οὕτω κἀν ταῖς ἐκκλησίαις καὶ τοῖς πίναξιν ἐμπρέποντες ἀνάγραπτοι παραδέδονται· ὥστε τοὺς ἀναθεωροῦντας, πρὸς ζῆλον τῆς θεομιμήτου αὐτῶν πολιτείας διανίστασθαι· καὶ τῶν βίβλων αὐτῶν τινας τῷ πυρὶ παραδιδόντες, κόνιν καὶ τέφραν ἀποδεῖξαι διηγωνίσασθε, ἵνα καὶ διὰ τούτων τὴν μνήμην αὐτῶν τέλεον ἀποσβέσητε· οἱ οὕτω τῶν ἁγίων κατανεανιευόμενοι, ὡς ἐκ τῶν παρόντων τὰ τοῦ ἀληθοῦς τεκμήρασθαι τῷ βουλομένῳ παντὶ καὶ συνιδεῖν ἔξεστι· τί οὐκ ἔμελλον τῶν δεινῶν καὶ ἐκτόπων εἰς αὐτοὺς δράσειν, εἴπερ αὐτοῖς συνήκμασαν καθ᾽ ὃν χρόνον ἐν τῇδε τῇ ζωῇ ἐβιότευον; ἆρα οὐχὶ τῶν παρόντων πολλῷ χείρω τε καὶ χαλεπώτερα, ὅσῳ καὶ μείζων αὐτοῖς ἡ ὑπὲρ τῆς εὐσεβείας ἔνστασις διεδείκνυτο;
Ἀλλ᾽ ὑποπλάττονται μὲν οὐκ ἀσεβεῖν εἰς τοὺς ναοὺς, παραλογίζονται δὲ ἑαυτοὺς, λέγοντες, ὅτι «Ἅγιοί εἰσιν οὗτοι, διὰ τὰς τελουμένας θυσίας, καὶ τὰς ἱερὰς εὐχὰς καὶ ἐπικλήσεις, τὰς ἐπὶ τῶν ἐδραιώσεων αὐτῶν ἱερολογουμένας. » Εἶτα πῶς οὐκ ἀσύνετοι καὶ ἀπόπληκτοι πάμπαν, οὐ συνιέντες ὡς καθ᾽ ὅλον τὸν ναὸν τοῦ ἁγιασμοῦ διαφοιτᾷ χάρις, καὶ ἡ τοῦ ἁγίου παρουσία Πνεύματος; οὐ γὰρ ἐκ μέτρου δίδοται τὸ Πνεῦμα· οὐδὲ τὸ μὲν τοῦ ναοῦ μέρος τὴν χάριν προσάγεται, τὸ δὲ ταύτης ἀπολιμπάνεται· ἢ γὰρ ὅλος ἱερός τε καὶ ἅγιος, ἢ ὅλος ἐναγής τε καὶ ἀκάθαρτος. Ἀλλὰ σύ γε, ὦ φιλαπερίγραπτε καὶ μισόμαρτυς, περιγράφων τὸν ἁγιασμὸν, τὸ πᾶν ἀποστερεῖς ἀνοήτως, ᾧ τὸ πλέον, εἰ χρὴ παρρησιασάμενον εἰπεῖν, πρόσεστιν, ὑφαιρούμενος· ἐπειδὴ ταῦτα καὶ ἄλλως μετέχουσι χάριτος· ὥσπερ γὰρ οἱ ναοὶ τὴν τῶν ἁγίων ἐπωνυμίαν δέχονται, οὕτω καὶ τὰ τούτων ἀπεικονίσματα, τὴν κλῆσιν αὐτῶν διὰ τῆς ἐπιγραφῆς φέρουσι, καὶ ταύτῃ ἁγιάζονται· εἰ δὴ πιστός σοι ὁ Χριστὸς καὶ ἀψευδέστατος μάρτυς, τὴν ἐκ τοῦ ὀνόματος ἰσχὺν καὶ χάριν διασαφῶν. Ἐν τῷ ὀνόματί μου, λέγων, δαιμόνια ἐκβαλοῦσι. Καὶ ἃ τούτοις ἴσμεν ἐπόμενα. Καὶ ὁ δεχόμενος προφήτην ἐν ὀνόματι προφήτου, μισθὸν προφήτου λήψεται. Καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται. Ὁ τοίνυν τῷ ναῷ προστρέχων τοῦ μάρτυρος, καὶ τῇ εἰκόνι ὡσαύτως πρόσεισι· κτίσμα καὶ ταῦτα κἀκεῖνα, καὶ ἐπ᾽ ἀμφοῖν ἡ χάρις ἡ αὐτή· πλέον δὲ ὁ πιστῶς προσιὼν ἕξει κατὰ τὴν οἰκείαν πίστιν τὸ ἁγιάζεσθαι. Εἴπερ οὖν οἱ ναοὶ ἅγιοι, καὶ τὰ ἐν αὐτοῖς πάντα ἅγια καὶ σεβάσμια, ἀνάγκη καὶ τὸν τοῦ ἁγίου χαρακτῆρα ἅγιον εἶναι καὶ σεβάσμιον, καὶ οὐδὲν ἐνταῦθα ἐναγὲς καὶ ἀκάθαρτον· εἰ δὲ ταῦτα καλεῖς ἐναγῆ, οὐκοῦν καὶ αἱ Ἐκκλησίαι ἐναγεῖς· κοινὸς γὰρ καὶ διὰ πάντων φοιτῶν δέδεικται ὁ ἁγιασμός. Δεήσονται λοιπὸν καὶ ἑτέρου ἁγιασμοῦ, ἐδραιώσεων τε καὶ εὐχῶν καὶ ἐγκαινισμῶν ἑτέρων, καὶ ἄλλου ἐπιφοίτησιν ἐκδέξονται Πνεύματος· εἰ δὲ διὰ τοῦ ἐνὸς καὶ τὸ ἕτερον καταστρέφεις, φανερὸν σεαυτὸν κατέστησας, ὅτι ἐχθρὸς εἶ τῶν ἁγίων, καὶ ἐχθρῶν ὁ δυσμενέστατος καὶ πικρότατος, ἐπειδὴ βαρύτατοί σοί εἰσιν οἱ ἅγιοι καὶ ἐν εἰκόνι βλεπόμενοι· ἀλλὰ διὰ τοῦτο ἀνορύττεις, διὰ τοῦτο καταβάλλεις, διὰ τοῦτο ἀποκοσμεῖς, ὅτι ἅγιοί εἰσιν οἱ ναοί· ἢ οὐχὶ σεαυτοῦ καταμαρτυρεῖς τῶν ἁγίων εἶναι δυσμενῆ καὶ πολέμιον; Δεικνύεις γὰρ καὶ μὴ βουλόμενος, ὅτι τοσαύτη ἡ σχέσις καὶ οἰκείωσις τούτων πρὸς ἄλληλα, τοῦ τε ἱεροῦ οἴκου, φημὶ, καὶ τῶν θείων εἰκονισμάτων, ὅτι καὶ συγκαθαιροῦνται ἀλλήλοις καὶ συνδιώκονται, καθάπερ καὶ τὸ πρὶν παρὰ Χριστιανοῖς συγκαταρτιζόμενα ἤδη καὶ ἐδοξάζοντο ἅμα.
Ὁπηνίκα οὖν ὥφθης Χριστοῦ καὶ τῶν ἁγίων ὁ ἔχθιστος, ἀκόλουθον ταῦτα καὶ περὶ τῶν συμβόλων τῶν οὐρανίων καὶ ἀσωμάτων φρονεῖν καὶ λέγειν δυνάμεων· ὅτι ἐπειδὴ τὰ τοῦ Χριστοῦ καταλέλυται, καὶ ταῦτα συγκαταλελύσθαι καὶ συγκαταβεβλῆσθαι ἄξιον· ἵνα κατάφωρος γένῃ κἀνταῦθα τὴν Μαρκίωνος καὶ Μάνεντος νοσῶν ἀπιστίαν καὶ ἀθεῖαν, Παλαιάν τε καὶ Νέαν Γραφὴν καταμωμεῖσθαί τε καὶ ἀποσκώπτειν εἰδὼς, ἀθετεῖν τε τούτων πολλὰ καὶ ἀποσκορακίζειν, καὶ τὸν ἐν αὐταῖς λαλήσαντα Θεὸν δυσφημεῖν· καὶ εἰ μή τι ἄλλο, τά γε χερουβὶμ ἐκεῖνα, ἂ δὴ χρυσίῳ καθαρῷ διήλασταί τε καὶ πεποίηται, Θεοῦ μὲν τοῦ πάντων δεσπόζοντος προστεταχότος, Μωσέως δὲ θεοκλυτήσαντος συμπηγνύμενα, δεδοξασμένα μὲν καὶ σεβάσμια καὶ Ἅγια ἁγίων, καὶ τηνικαῦτα καὶ ὄντα καὶ προσαγορευόμενα, οὐδὲν δὲ ἧττον, καὶ παρὰ τῷ ἀποστολικῷ λόγῳ τιμώμενα, καὶ δικαιώματα λατρείας μετὰ τῶν ἄλλων καὶ ὡς σύμβολα καὶ θεσμοὶ ταύτης κατονομαζόμενα, περὶ ὧν πλατύτερον καὶ ἐν ἑτέροις ἡμῖν διείληπται.
Νῦν δὲ τοῦτο μόνον προστεθὲν ἀποχρήσει σοι· ὅτι ἐπειδὴ καὶ Ἰουδαίων εἶ ἀγνωμονέστερος καὶ ἀπειθέστερος, τὰ θεῖα προστάγματα καταπατῶν καὶ ὡς παιδιὰν λογιζόμενος, Χριστιανόν σε γινώσκειν ἢ καλεῖν οὐ θεμιτόν. Οὓς γὰρ μήτε ἀποστολικὴ διδασκαλία πέπεικε, μήτε νομοθετῶν καὶ προφητῶν θεσμοὶ ἐπηγάγοντο, μήτε αὐτοῦ Θεοῦ προστάξεις ἐκδειματοῦσι καὶ ἐντάλματα, πῶς ἂν τῆς Χριστιανῶν μοίρας τις ὑπολήψοιτο; Εἰ μὲν οὖν ἐξεγένετό τινι Χριστιανόν σε πεῖσαι γενέσθαι, οὐδὲν ἂν ἐδέησε τοῦ περὶ εἰκόνων Χριστοῦ καὶ τῶν ἁγίων λόγου· ἐπίστευσας γὰρ ἂν, ὅτι καὶ ἐσαρκώθη καὶ ἐσωματώθη ὁ τοῦ Θεοῦ Λόγος, καὶ ἐνηνθρώπησεν ἐν ἀληθείᾳ, καὶ οὐ δοκήσει καὶ φαντασίᾳ· ἐκήρυξας δ᾽ ἂν καὶ περιγραπτὸν αὐτοῦ τὸ σῶμα, καὶ οὐδεμία σοι περὶ τῶν τῆς πίστεως ἡμῶν ἱερῶν συμβόλων ἀμφιβολία· ἀλλὰ λόγῳ μὲν καὶ ἐπ᾽ ἄκρῳ γλώττης, τὸ τοῦ Χριστιανοῦ σεαυτῷ περιπλάττων ἐπιχρωννύεις ὄνομα, ἔργῳ δὲ ὅτι παντάπασι τὴν τοῦ Χριστοῦ οἰκονομίαν ἀπαναίνῃ, τὰ διὰ τῶν χειρῶν σου πραττόμενα μεγαλοφώνως μαρτυρεῖ· ἡμῖν δὲ καὶ πᾶσιν ἀνθρώποις, οἷς ὁ φόβος Κυρίου ἐμπεφύτευται, καὶ τὰ θεῖα σέβειν καὶ τιμᾶν μεμαθηκόσι, καὶ ἐκ τῶν Μωσαῖκῶν Συγγραμμάτων, μᾶλλον δὲ τῶν θεοπνεύστων ῥημάτων, ἐμφανὲς καθίσταται, ὅτι καὶ οἱ ἅγιοι ἄγγελοι γράφονται καὶ εἰκονίζονται· καὶ διὰ τῶν εἰκόνων αὐτῶν ὡς ἱερῶν Θεὸς ἐμφανίζεται. Ἐκεῖθεν γὰρ, φησὶν, γνωσθήσομαί σοι. Διὸ προσκυνηταί εἰσι καὶ ἅγιαι· εἰ δὲ αἱ ὑπέρτατοι οὐσίαι καὶ Θεῷ πλησιάζουσαι εἰκονίζονται, δῆλον ὡς καὶ αἱ ὑποβεβηκυῖαι δυνάμεις εἰκονισθήσονται, καὶ παρὰ Χριστιανοῖς ὡς ἱερὰ καὶ τιμηθήσεται καὶ προσκυνηθήσεται γραφόμενα.
Ἐπειδὴ δὲ οὐδὲν τῶν ἀνοσίων καὶ ἐκτόπων αὐτοῖς παραλέλειπται, ὃ μὴ κατὰ τῆς καθολικῆς Ἐκκλησίας ἐκμελετῶντες, πεφλυαρήκασί τε καὶ κατεπράξαντο· καὶ γὰρ καθάπαξ ἐπὶ τῇ λύσσῃ τῇ Μανιχαϊκῇ ἑαλωκότες, τὰς μανικὰς ἀπαμβλίσκουσι τῆς καρδίας ἀδῖνας· καὶ ὥσπερ μεμηνότες, τὰς τῆς ἀληθείας εἰκόνας καὶ τῶν ἀληθῶν τὴν μνήμην ἡμῖν διασωζούσας, οἱ τοῦ ψεύδους ὑπασπισταὶ, ψευδωνύμους κατονομάζειν οὐ καταπεφρίκασι, τοῖς ἀρχετύποις τὸ ψεῦδος ἀνάπτοντες, οὐκ ἀπὸ σκοποῦ ᾠήθημεν τὰ νῦν ὑποδραμόντα τοῖς προεκτεθεῖσι προσθεῖναι· εὐσθενῶς γὰρ ὅπως ἐξελεγχθείη αὐτῶν τὰ τῆς ἀπονοίας καὶ κακουργίας συλλήψεται· οἱ γὰρ τῷ ἁγίῳ διαμαχόμενοι Πνεύματι, καὶ πρὸς πᾶσαν ὑψηγορίαν ἀπαγορεύουσι, συγκατασβέσαι διὰ τούτου τήν τε Χριστοῦ μνήμην καὶ τῶν ἁγίων πραγματευόμενοι, κἀν τούτῳ ταῖς θεοπνεύστοις φωναῖς ἀντιπαραταττόμενοι.
Ὅπως γὰρ παλαιγενὲς τούνομα, καὶ τῆς ἀνθρώπου γενέσεως αὐτῆς πρεσβύτερον, μᾶλλον δὲ καὶ εἰς τὴν ἀνθρώπου ποίησιν ὡς ἡγούμενον παραλαμβανόμενον, μάθοιμεν ἂν σαφῶς ἐντεῦθεν. Τί φησιν ὁ τῶν ὅλων Θεός; Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· πρώτη ῥῆσις Θεοῦ, τὴν καθ᾽ ἡμᾶς ὑποστῆσαι βουλομένου φύσιν· εἶτα μετὰ τὰ εἰρημένα, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· καὶ ἐν τοῖς μετὰ ταῦτα· Ἐγέννησεν Ἀδὰμ τὸν Σὴθ, κατὰ τὴν εἰκόνα καὶ κατὰ τὴν ἰδέαν αὐτοῦ. Ἵνα δὲ τἄλλα παρέντες, τὰ τῷ μακρῷ μὲν διεστηκότα χρόνῳ, τῷ δὲ ὀρθῷ συνημμένα λόγῳ καὶ τοῖς ἐννοίαις, εἰς μέσον θείημεν, οἷα παρὰ Παύλου λέγεται ἀκουσώμεθα· φησὶ γὰρ, ὅτι Ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Ἀλλ᾽ ἀποχρῆν οἶμαι ταυτὶ καὶ οὐ δεήσειν μακροτέρων ἡμῖν λόγων εἰς τὴν τῶν προκειμένων ἀπόδειξιν· τί γὰρ Μωσέως ἢ Παύλου ἀξιολογώτερον; Φραζέτωσαν οὖν ἡμῖν οἱ καὶ τοῦνομα ἠρνημένοι, καὶ τοῦ εἶναι κατ᾽ εἰκόνα Θεοῦ ὡς πορρωτάτω ἀποπεμπόμενοι, καὶ τῆς ἐντεῦθεν ἀμέθεκτοι χάριτος· εἰ πάντα τὰ τῆς προσηγορίας ταύτης μετεσχηκότα, τίμια καὶ ἔνδοξα, ἐκ τῆς ὧν παρήχθησαν δόξης τοῦτο ἐνεγκάμενα, τί δήποτε ταῖς τοῦ Χριστοῦ καὶ τῶν ἁγίων εἰκόσιν, ἐκ πάντων τὸ ἄδοξον καὶ ἀπόπτυστον, ἀποῤῥίπτουσι; Καὶ ἵνα ἐκ τῶν ὑψηλοτέρων καὶ τῆς θεολογίας αὐτῆς τοῦ λόγου κατάρξωμαι, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς ἡμῶν τῷ Πατρὶ συνθεολογούμενος, ὡς εἰκὼν αὐτοῦ τιμᾶται μετὰ τῶν ἄλλων προσηγοριῶν, καὶ δοξάζεται. Ὅς γάρ ἐστι, φησὶν, εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου· καὶ ταύτῃ μᾶλλον οἱ θεολόγοι ἐνσεμνύνονται τῇ φωνῇ καὶ συγχαίρουσιν. Ἀλλὰ μήποτε διὰ τὸ τῆς εἰκόνος ὄνομα, καὶ τὸν Υἱὸν οἱ θεομάχοι τῆς Πατρικῆς δόξης καὶ συμφυῖας ἀλλοτριώσουσιν; ἔπειτα δὲ καὶ ὁ θεῖος ἄγγελος, εἰκών ἐστι τοῦ Θεοῦ, ἔσοπτρον ἀκραιφνὲς, ἀκηλίδωτον, διειδέστατον. Διὸ τίμιος ὁ ἄγγελος καὶ ὁ ἄνθρωπος κατ᾽ εἰκόνα Θεοῦ γεγενημένος, καὶ εἰκὼν Θεοῦ λεγόμενος· διὰ τοῦτο τετίμηται καὶ ταύτῃ χρηματίζει τὸ αὐτεξούσιον, καὶ τῶν ἄλλων διαφέρων ζώων, κατὰ πάντων τὸ κρατεῖν ἔχει· ἐπεὶ καθὸ κτίσμα καὶ ἁπλῶς ζῶον, τούτων οὐδὲν διενήνοχε· καίτοι οὐδὲ ὁρᾶται τὸ κατὰ τὸν ἄνθρωπον κατ᾽ εἰκόνα λεγόμενον· εἴτε τὸν νοῦν εἴποι τις τό τε ἡγεμονικὸν καὶ ἀρχικὸν, εἴτε τι ἄλλο τῶν περὶ αὐτὸν νοουμένων, ἐπειδήπερ οὐδὲ τὸ ἀρχέτυπον τούτου τῶν ὁρωμένων ἐστίν.
Ἔτι καὶ οἱ καθ᾽ ἡμᾶς ἱερεῖς, ἐπεὶ τῶν ἄνω διακοσμῶν καὶ τάξεων ἀποτυποῦσι τὴν ἐμφέρειαν· εἰκονίζουσι γὰρ αὐτοὺς κατά τε τὰς ἱερὰς λειτουργίας, καὶ τὰς ἄλλας θείας ὑμνολογίας τὰς παρ᾽ αὐτῶν τελουμένας· διὰ τοῦτο τίμιοι παρὰ τῶν εὐσεβεῖν εἰδότων καὶ σωφρονούντων· καὶ ἡ λοιπὴ τῆς Ἐκκλησίας διακόσμησις καὶ εὐταξία, τῶν οὐρανίων εἰσὶν ἀπομιμήματα καὶ τυπώματα· καὶ ἡ κατὰ Μωσέα δὲ σκηνὴ τὸν νομοθέτην, καὶ τὰ ἐν αὐτῇ πάντα, τῶν οὐρανίων καὶ τῆς ἄλλης κτίσεως ἀπηχήματά τινα καὶ ὁμοιώματα ἔφερε, καθάπερ αὐτῷ διατέτακται.
Ἤδη δὲ καὶ αἱ ἱεραὶ βίβλοι αὗται, εἰκόνες εἰσὶ τῶν λόγων τῶν συγγεγραφότων· δι᾽ αὐτῶν γὰρ καὶ μὴ παρόντες ἀεὶ φθέγγονται, καὶ κατὰ τοσοῦτον αὐτοῖς ᾠκείωνται, ὡς καὶ τῶν γεγραφότων αὐτῶν φέρειν ἐπ᾽ εὐθείας τὰ ὀνόματα· οὕτω γὰρ τὴν ἱερὰν τοῦ Ἀποστόλου βίβλον, Ἀπόστολον ὀνομάζομεν· καὶ τὴν τοῦ Προφήτου, προφήτην ὡσαύτως καλοῦμεν· καὶ τὴν τοῦ εὐαγγελιστοῦ ὁμοίως. Καὶ τοὺς ἱεροὺς οἴκους, οὐκ ἐν σχέσει πάντοτε λέγομεν ὡς τοῦδε, ἀλλὰ τὸ πλεῖον ἀσχέτως τόνδε φράζομεν ὁμωνύμως τῷ ἐπικεκλημένῳ, διὰ τὴν τῆς προσηγορίας κοινωνίαν τε καὶ οἰκειότητα· οὕτω δὴ καὶ τῶν ἐπὶ γῆς κρατούντων εἰκόνες, τοῖς ὑπηκόοις τίμιαι παρὰ τοσοῦτον, ὅτι καὶ παρὰ Χριστοῦ τιμῆς ἡ Καίσαρος ἠξίωται εἰκών· καὶ οὐδὲν ἂν εὕροι τις ὃ πρός τι προηγούμενον φέρεται, ὃ μὴ δι᾽ αὐτὸ ἐκεῖνο τὴν ἐκείνου τιμὴν προσάγεται, οἷα δὴ τὴν ἐκείνου ἐμφανίζον διάγνωσιν. Εἰ τοίνυν πάντα ταῦτα δι᾽ ἐκεῖνα τίμια, τίνος ἕνεκεν ἐκ πάντων τὰ κρείττονος πάντων μετεσχηκότα δόξης, παρὰ τῶν Χριστομάχων ἠτίμωται καὶ καθύβρισται; Καὶ ὁ μὲν Υἱὸς ὡς εἰκὼν τοῦ Πατρὸς δοξάζεται· εἰκόνες γὰρ ἀμφότερα, καὶ εἷς ὁ ἐπ᾽ αὐταῖς λόγος, κἂν τῇ οὐσίᾳ τὸ διάφορον ἔχωσιν· ὃ δὲ μάλιστα αὐτῶν τὸ μανικὸν στηλιτεύει καὶ ἀναίσχυντον, τοῦτο τοῖς λεγομένοις προστεθήσεται· ἴσμεν γὰρ ἅπαντες ὅτι καὶ φαῦλοι ἄνδρες, τὰ τῶν φαύλων καὶ ἀνοσίων τετιμηκότες, καὶ εἰκόνας αὐτοῖς εἰς μνήμην ἀνέθεσαν· οἷα δὴ καὶ τοῦ τρόπου αὐτῶν ζηλωταὶ γενόμενοι, καὶ τῶν πράξεων ἐρασταὶ, καὶ ὡς οἰκείων καὶ ὁμοτρόπων περιέποντες διετέλεσαν, εἴτε ἀγνοίᾳ τοῦ κρείττονος, εἴτε αἱρέσει τοῦ χείρονος, ἀλλὰ παρ᾽ Ἕλλησι, φασὶ, καὶ Ἐλλήνων, καὶ τοῦτο τῆς ἐκείνων ἐμβροντησίας καὶ παρανοίας ἄξιον· ἆρα γὰρ οὐκ ἔδει καὶ Χριστιανοὺς τὰ Χριστοῦ σεβάσματος παντὸς ἀξιοῦν, καὶ τὰ τῶν ἁγίων ἀποσεμνύνειν τε καὶ ἀσπάζεσθαι; ὥσπερ γὰρ αἱ τῶν ἐναγῶν μνῆμαι βδελυκταί εἰσι καὶ ἀκάθαρτοι, οὕτω καὶ αἱ τῶν ἁγίων ἀσπασταὶ καὶ ἐράσμιοι.
Τίς γὰρ οὐ συμφήσειε τῶν νοῦν ἐχόντων, ὅτι εἰ τῶν φαύλων ἀρχετύπων φαῦλα τὰ εἰκονίσματα, ἐξ ἀνάγκης καὶ τὰ τῶν ἱερῶν καὶ ἁγίων ἀρχετύπων ἱερά τε καὶ ἅγια τὰ ἀπεικάσματα; εἶς γὰρ ἐπ᾽ ἀμφοῖν ὁ λόγος, καθὸ εἰκόνες· εἰ καὶ ἄλλως τὰ ἀπ᾽ αὐτῶν νοούμενα καὶ δηλούμενα, πολλὴν ἐμφαίνει καὶ ἀσυγκρίτως τὴν διαφοράν· ἀλλὰ δῆλον ὡς τὰ τοῦ Χριστοῦ τέλεον ἠθετηκότες, καὶ τῶν μακαρίων ἐκείνων ἀνδρῶν τὸν βίον καὶ τὰς ἀρετὰς, τά τε ἀνδραγαθήματα βδελυττόμενοι, καὶ ἐπὶ μόνῃ τῇ μνήμῃ αὐτῶν δυσχεραίνουσί τε καὶ ἄχθονται· ἐπεὶ καὶ πᾶν ἀγαθὸν φευκτὸν ἡγοῦνται, καὶ πᾶν φαῦλον αἱρετὸν, καὶ βαρύτατοι αὐτοῖς εἰσιν οἱ ἅγιοι καὶ ἐν εἰκόνι βλεπόμενοι. Ὦ τῆς ἀναλγησίας! ὦ τῆς ἀναισθησίας! πᾶν ἔθνος τὰ τῇ θρησκείᾳ προσήκοντα προσηκόντως τιμᾷ καὶ περιέπει, νόμους τε καὶ ἔθη καὶ τὰς ἄνωθεν αὐτοῖς παραδεδομένας ἐν τῷ βίῳ μυήσεις, ἀπαρατρώτους διατηρεῖ· μόνοι δὲ πάντων Χριστιανοὶ, τῆς δι᾽ ῆς σεσώσμεθα τοῦ λόγου συγκαταβάσεως, τὰ σύμβολά τε καὶ ὑπομνήματα ἀνοηταίνοντες διαπτύουσιν· οὓς ἔδει πλέον ταῦτα γεραίρειν, ἢ τὰ ἑαυτῶν ἑτέρους· ἐπεὶ καὶ τὴν γνῶσιν τῶν συμφερόντων, τῶν ἄλλων ἁπάντων πλέον εἰλήφαμεν, ὥσπερ ἡμῖν καὶ ὅτι ἔστι Θεὸς, καὶ πάντων αἰτία συνεκτική τε καὶ φρουρητικὴ πεπίστευται· ταῦτα ποίας παρανομίας καὶ ἀθεῖας ὑπερβολὴν οὐχ ὑπεραίρει.
Ἄξιον δὲ οἶμαι ἐνστάντος καιροῦ καὶ τοῦτο εἰπεῖν, τίνες τε οὗτοί εἰσι, καὶ τῆς ποίας ἀγωγῆς καὶ βιώσεως, καὶ ὡς ἐν καταλόγῳ τινὶ τὰ τούτων ἀνακηρύξαι φρονήματά τε καὶ ἐπιτηδεύματα· ὦν ἐκ τοῦ τρόπου καὶ τοῦ βίου καὶ τῆς ἄλλης ἀναστροφῆς, καὶ τὰ τοῦ δόγματος ἐμφανῆ καταστήσεται· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γνωσθήσεται. Ὡς ὁρῶμεν γὰρ οἱ πλείους αὐτῶν γνώσεως ἢ παιδεύσεως τῆς ὁπωσοῦν ἤκιστα μεταποιούμενοι, καὶ τῶν στοιχείων αὐτῶν τὰς ὀνομασίας ἠγνοηκότες, ἤδη καὶ τοὺς ἀντεχομένους μυκτηρίζουσι καὶ κακίζουσι· Παιδείαν γὰρ καὶ σοφίαν ἀσεβεῖς ἐξουθενήσουσι, γέγραπται· ἀμαθεῖς δὲ ὄντες καὶ ἀπαίδευτοι, ἀκολασίᾳ καὶ ἀσωτίᾳ παρὰ πάντα τὸν βίον συζῶσι· καὶ οὐκ ἔστιν ὃ μὴ τῶν φαύλων αὐτοῖς αἱρετόν ἐστι, φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι· ἀλλὰ μικρὰ ταῦτα, καίτοι μέγιστα εἰς κατηγορίαν, παρὰ τῷ γεγραφότι τουτωνὶ τὸν κατάλογον· προσθείην δ᾽ ἂν ὅτι καὶ λοίδοροι καὶ ἀνελεήμονες, πολύορκοι, ἐπίορκοι, ἱερόσυλοι, φιλόκοσμοι, φιλόδοξοι, πρόσυλοι, ἐμπαθεῖς τὴν ψυχὴν καὶ τὴν διάνοιαν, πάροινοι, παραπλῆγες, παράφρονες, ἀνόητοι, σωματικοὶ τὸ πᾶν καὶ κάτω νεύοντες· κόσμῳ τε καὶ τοῖς ἐν τῷ κόσμῳ ἡττώμενοι, καὶ τῇ γαστρὶ μόνῃ δουλούμενοι, καὶ ὅσα περὶ τὴν γαστέρα σπουδάζοντες, οἷα κτηνώδεις καὶ τὸν τῶν ἀλόγων ζώων βίον ζηλώσαντες. Αἰσχροὶ περὶ τὴν ἔντευξιν, καὶ τὴν ὁμιλίαν καὶ συνουσίαν αἰσχρότεροι· καὶ τὸν λόγον μάχιμοι, ὀργίλοι, φιλόνεικοι, μάχαις χαίροντες, καὶ δίκαις ἀλλοτρίαις ἐπεμβαίνοντες· τὰ δικαστήρια περιπολοῦντες, φιλέριδες, φιλόδικοι· γραμματείοις φαύλοις, ἐν οἷς τῶν πλησίον αἱ διαβολαὶ παρὰ τῶν φαύλων συντίθενται, χαίροντες· θερίζοντες οὗ μὴ ἔσπειραν, καὶ συνάγοντες οὗ μὴ ἐσκόρπισαν, πᾶσαν εὐαγγελικὴν ἐντολὴν ἀθετοῦντες, πάσης κανονικῆς καὶ ἐννόμου θεσμοθεσίας ὑπερορῶντες, πᾶσαν πνευματικὴν πολιτείαν διακρουόμενοι καὶ κατονειδίζοντες, πᾶσαν ἐκκλησιαστικὴν διδασκαλίαν διασύροντες, πᾶσαν ἀποστολικὴν καὶ Πατρικὴν φωνὴν καὶ νουθεσίαν διαπτύοντες· τάς τε ἱερὰς ἡμῶν βίβλους, ὡς μέγα τι βλάβος ἀποπεμπόμενοι, καὶ τοὺς ἐντυγχάνοντας καὶ ἀσκουμένους ἐν αὐταῖς, ὡς ἄγος τι ἐκτρεπόμενοι· πᾶσαν εὐλάβειαν καὶ εὐσέβειαν καταχλευάζοντες, τὸ σχῆμα τὸ ἀποστολικὸν βδελυσσόμενοι, καὶ τὴν ἱερωσύνην καταχλευάζοντες· πᾶν σπουδαῖον καὶ ἀγαθὸν διωθούμενοι, καὶ πᾶν φευκτὸν καὶ μοχθηρὸν ἀσπαζόμενοι· οὐκ ἀναγνώσει προσέχουσιν, οὐ θείων Γραφῶν ἀκροαταὶ γίνονται· πῶς γάρ; οἴ γε πάντα ταῦτα καταμυσαττόμενοι, καὶ πάντων τῶν λυσιτελούντων ἀμύητοι, πάσης πανουργίας ἐφευρεταὶ, οὐκ εἰς ναοὺς Θεοῦ σχολάζουσιν, οὐ πίστιν τιμῶσιν, οὐκ ἀγάπην περιπτύσσονται, οὐκ ἐλπίδα κέκτηνται, οὐ προσευχῇ καὶ νηστείᾳ προσκαρτεροῦσιν, οὐ παρθενίαν σεμνύνουσιν, οὐ σωφροσύνην ἀγαπῶσι· πάντα τὸν βίον αἰσχρῶς καταστρέφουσι, πάσης κακίας ἐργάται καὶ πάσης ἀρετῆς ὑπερόπται· ἅπαν γὰρ καλὸν καὶ θεῖον καὶ ἀρετῆς εὖ ἦκον, σκηνὴ καὶ παιδία παρ᾽ αὐτοῖς λελόγισται, στυγητοὶ καὶ ἔχθιστοι παρὰ Θεῷ τε καὶ ἀγγέλοις καὶ ἀνθρώποις τοῖς εὐσεβεστέροις καὶ ὀρθῶς βιοῦν ἡρημένοις τυγχάνοντες· τούτων καὶ ὁ βίος αἰσχρὸς, καὶ ὁ λόγος σαθρὸς καὶ κατάπτυστος, καὶ πάσης ἀνοίας ἐπίμεστος.
Τί τἄλλα λέγειν; Πάντα οἷς ὁ μισόκαλος ἐχθρὸς χαίρει, διαπραττόμενοι βιοτεύουσιν, οὐδεὶς αὐτοῖς περὶ θανάτου λόγος οὐδέποτε, οὐδεὶς περὶ ἀναστάσεως ἢ κρίσεως, κριτοῦ τε προσδοκωμένου μετὰ δόξης τῆς πατρικῆς· τῆς ἀρρήτου τε καὶ φρικώδους καὶ πάντα λόγον ὑπεραιρούσης, καὶ παντὸς δέους γεμούσης καὶ καταπλήξεως, ἔνθα καὶ ἄγγελοι μετὰ φόβου πολλοῦ παρίστανται καὶ ἐκπλήξεως· σάλπιγγος ἠχούσης μέγα, καὶ τῶν πεπραγμένων ἡ ἀντίδοσις πρυτανεύεται, καὶ ἕκαστος ἡμῶν τῷ πλάστῃ παρίσταται, καθὰ ἔπραξε διὰ τοῦ σώματος εἴτε ἀγαθὸν εἴτε φαῦλον ἀποληψόμενος· οὐχ ἁμαρτημάτων εἰς συναίσθησιν ἔρχονται, οὐ παρὰ Θεοῦ συγγνώμην αἰτοῦσιν, οὐ παραίνεσιν σωτηρίας ψυχικῆς ἕνεκεν δέχονται. Τί γὰρ ἔχει κακὸν ἡ ψυχή μου, τῷ τὰ συμφέροντα παραινοῦντι; ἀποκρίνονται. Διὰ τοῦτο οὐδὲ βασιλείας οὐρανῶν ἐλπὶς, οὐδὲ λόγου πνευματικοῦ ἀνέχονται πώποτε· ὄντως ἐν τούτοις ἐστὶ κεκαλυμμένον τὸ Εὐαγγέλιον· Ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα εἰς τὸ μὴ ἐναυγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ Εὐαγγελίου. Αὐτῶν δὲ τούτων οἱ ἀγροικότεροι καὶ χαμαίζηλοι καὶ τῶν ἀναγκαίων ἄποροι, καὶ οὐδ᾽ ἂν ἡμέρας μιᾶς τροφῆς ἰδίας ἐπισιτίζεσθαι εὐπορίσειαν, ἐκ τῶν τριόδων καὶ τῶν βαράθρων συναγηγερμένοι, οὐδὲ τὰ ἐν ποσὶ τί ποτέ ἐστι συνιέναι ἰσχύοντες, καὶ τῷ πάροινοι εἶναι καὶ φίλοπόται, περιεργάζονται καὶ περισκοποῦσι συχνῶς ἔνθα τε πότοι καὶ συσσίτια γίνονται, καὶ ὡς ὑπόπτεροι περιθέουσιν· ὡς ἂν ἐκ τῶν παρατυγχανόντων ἐρανισάμενοι, τὰ τῆς ἐνδείας καὶ ἀπορίας παραμυθήσαιντο· ἐξ ὧν συμβαίνει τὸν ἀγυρτώδη καὶ ἀπευκτὸν ἐκεῖνον συνίστασθαι ὅμιλον· στάσεσί τε γὰρ καὶ καινοτομίαις ἀεὶ χαίρουσιν· ὧν οἱ πλεῖστοι τῶν ἀπὸ στρατείας τυγχάνουσιν, ἐπ᾽ αἰτίαις φαυλοτάταις καὶ ἀπηγορευμέναις πεφωραμένοι· ἢ ὡς ἔξωροι καὶ ὑπέρακμοι ὁπλιτεύειν οὐ σθένοντες, τῶν καταλόγων ἐξώσθησαν τῶν στρατιωτικῶν, τῶν ὅπλων ἀποπεπαυμένοι.
Ἐπειδὴ δὲ καὶ λόγῳ καὶ πράξει κατεφθαρμένοι ὑπάρχουσι, τοῖς παροῦσι μόνον κεχήνασι, τῇ σαρκὶ προσθέμενοι, καὶ τῇ γαστρὶ ἐξανδραποδιζόμενοι, καὶ θεὸς αὐτοῖς ἡ κοιλία, καὶ ταῦτα δὴ τὰ περικόσμια καὶ ὅσα πρὸς λαιμὸν καὶ γαστέρα χωρεῖ, εὐδαιμονίαν εἶναι τὴν ἀνωτάτω μετροῦσιν· ἐπ᾽ οὐδενὶ δὲ κρείττονι τὰς ἐλπίδας ἀπερείδουσι, πρὸς οὐδὲν τῶν ὑψηλοτέρων ἡ λυσιτελεστέρων βλέποντες· πένονται δὲ θείοις κρίμασι, καὶ ἀπορίᾳ πολλῇ πιέζονται, μάλιστα τῶν βασιλικῶν σιτηρεσίων αὐτοῖς ἐπιλελοιπότων, ἀφ᾽ ὧν τὰ πρὸς τὸ ζῇν μετὰ τῶν ὅπλων αὐτοῖς περιεγίνετο· μέτροις γοῦν καὶ σταθμοῖς τῶν ἀναγκαίων καὶ ἐδωδίμων τὰ ὥνια ἀπαριθμούμενοι, τὴν αὐτῶν πίστιν ἐπὶ τῇ τῆς γαστρὸς θεραπείᾳ ἐπικρίνουσιν οἱ ἄφρονες· ἀδρότητι βρωμάτων ἢ ὀρθότητι δογμάτων ταύτην ταλαντεύοντες· στέργοντες μὲν ὁπόταν τῶν ἀναγκαίων καὶ τῶν καθ᾽ ἡδονὴν εἶεν διακορεῖς, σχετλιάζοντες δὲ καὶ τὴν καθ᾽ ἡμᾶς εὐσέβειαν καταιτιώμενοι, ἡνίκα ἄν τι τούτων ἀπολιμπάνοιτο· ὁμογνώμονες γὰρ καὶ ὁμότροποι, αὐτοί τε καὶ οἱ τῇ ἴσῃ ἀπιστίᾳ κεκρατημένοι, τοῖς ποτε τῆς Αἰγυπτιακῆς ἀποπτᾶσι δουλείας γνωρίζονται, ἐφάμιλλόν τε αὐτοῖς καὶ ἰσοφυᾶ τὴν γλῶσσαν καὶ τὸ φρόνημα κεκτημένοι· καὶ σαφῶς τῆς ἐκείνων θρησκείας τὰ τεκμήρια φέροντες, ἐφ᾽ ὁμοίοις, εἴ που συμβαίῃ, τοῖς ἀτυχήμασι χαλεπαίνουσί τε καὶ ἐπαλγύνονται· καὶ ὥσπερ ἐκεῖνοι τῶν νομοθετῶν καὶ ἀρχόντων κατεξανίσταντο, τὴν ἐπὶ τῶν κρεῶν καὶ λεβήτων καθέδραν, καὶ τῶν ἄρτων τὴν ἀφθονίαν ἀνακαλούμενοι· οὕτω καὶ οὗτοι ἀπαναισχυντοῦντες, καὶ τῶν κηρύκων τῆς ἀληθείας καὶ τὸν λόγον τοῦ Κυρίου διακονουμένων καταβοῶντες, ἀνοσιώτατα παραφθέγγονται, μονονουχὶ τὰ αὐτὰ λέγοντες ἅπερ ἐκεῖνοι, τῶν θείων προφητῶν τινι ἀντικαθιστάμενοι· Ὁ λόγος ὃν ἐλαλήσατε πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθα ὑμῶν· ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπονδὰς, καθὰ ἐποιήσαμεν ἡμεῖς, καὶ οἱ πατέρες ἡμῶν, καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν· Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ· καὶ ἐπλήσθημεν ἄρτων, καὶ ἐγενόμεθα χρηστοὶ, καὶ κακὰ οὐκ εἴδομεν· καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν· ἔτι πρὸς τούτοις οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς Κυρίου, ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα, καὶ οὐ μὴ ἴδωμεν πόλεμον, καὶ φωνῆς σάλπιγγος οὐ μὴ ἀκούσωμεν, καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκεῖ οἰκήσομεν.
Τοιαῦτα δὴ καὶ τὰ τούτοις παραπλήσια ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας ἀπερευγόμενοι, καταφλυαροῦσιν ἡμῶν τῆς ὀρθῆς καὶ ἀδιαβλήτου δόξης· φιλοτιμοῦνται δὲ ἐπὶ τῇ τοῦ Μαμωνᾶ θεοστυγεῖ πίστει· εὐημερίαν τὴν ἐκείνου ἀνοσιουργίαν ἐπαυχοῦντες· ὥσπερ ἐν ταύτῃ ἐνευθηνούμενοι, καὶ ἀριθμῷ πλείονι τόν τε σῖτον καὶ τἄλλα ὁπόσα τῶν ἐπιτηδείων ἐξωνούμενοι· οὐκ ἐπὶ τῷ Θεῷ τῷ πάντων ἀγαθῶν παρεκτικῷ, καὶ τῆς καθ᾽ ἡμᾶς ζωῆς προνοητῇ καὶ κηδεμόνι τὴν χάριν ἀνατιθέντες. Τί χρὴ τὰ πολλὰ λέγειν; ἐπιλείψει γὰρ ἡμᾶς καὶ ὁ χρόνος καὶ ὁ λόγος ταῦτα διεξιόντας· πόσαι γὰρ ἂν γλῶσσαι τὴν τούτων ἐξήρκεσαν ἐξειπεῖν δυστροπίαν τε καὶ κακοήθειαν; ἐξὸν ἓν ἀντὶ πάντων εἰπεῖν καὶ τὸ πᾶν παραστῆσαι, ὅτι « Κακῶν διδασκάλων κακὰ τὰ μαθήματα, μᾶλλον δὲ πονηρῶν σπερμάτων πονηρὰ τὰ γεώργια· » ἃ γὰρ αὐτοὺς ὁ τοῦ Εὐαγγελίου ἀντίθετος, καὶ τῆς εὐσεβείας ἐχθρὸς καὶ ἀποστάτης, ὁ σπορεὺς τῶν ζιζανίων ἐμύησεν, ἐν τοῖς ἀποῤῥήτοις ἐκείνου καὶ ἀνοσίοις τελισκομένους τελεστηρίοις, ταῦτα καὶ φρονοῦσιν· ἐπὶ τούτοις οἱ δύστηνοι στέργουσιν ἐναυξηθέντες καὶ τελεσφορηθέντες· πικραὶ καὶ λοιμώδεις ἄκανθαι τῇ Ἐκκλησίᾳ τοῦ θεοῦ παραπεφύκασι, τὸν καθαρὸν καὶ ἄδολον τῆς εὐσεβείας καταλυμαινόμενοι σπόρον· ἐφ᾽ ᾧ γὰρ αὐτοὺς συοφορβοὺς, μηλοβότας τε καὶ βοονόμους, τῆς συοβοσίας καὶ τῶν βοοστασίων καὶ αἰπολίων, καὶ τῆς ἄλλης συνήγειρεν ἀλογίας καὶ ἀκοσμίας· ὥστε αὐτοὺς κτηνώδεις γε ὄντας καὶ ἀγροικίας ἱκανῶς ἔχοντας, καὶ θείας ἤκιστα μετεσχηκότας γνώσεως, ὑπηρετήσειν αὐτοῦ τοῖς ἀθέοις καὶ πονηροῖς ἐπιτηδεύμασι καὶ θελήμασιν, ἐν τούτῳ αὐτῷ τὸ χρήσιμον ἀπηνέγκαντο· ὅπλοις γὰρ αὐτοῖς καὶ ὀργάνοις ἐχρήσατο, οὐ βαρβάρους τροπώσασθαι, οὐκ ἔθνη χειρώσασθαι, οὐ χώραν τὴν πολεμίαν ὑπόφορον ποιήσασθαι, οὐκ ἄλλο οὐδὲν κατὰ τῶν ἀντιπάλων κατωρθωκέναι· ἀλλὰ πᾶν τὸ εὐσεβὲς, καθ᾽ ὧν αὐτοὺς ἐξώπλισε παραστήσασθαι· καὶ καθάπερ μηχανὰς ἐλεπόλεις ἐπαγόμενος τὴν Χριστοῦ Ἐκκλησίαν δι᾽ αὐτῶν ἐκπορθῆσαι, τά τε σύμβολα καὶ ὑπομνήματα τῆς σωτηρίου αὐτοῦ οἰκονομίας, ἀθέως καὶ ἄγαν μανικῶς καταστρέψασθαι· τούτων ἕνεκεν, ἱεροσυλία ἐκείνῳ τετόλμηται καὶ τῶν θείων ναῶν βεβήλωσις· οἰκητήρια γὰρ αὐτῶν τὰ μοναστήρια πεποίηκεν· ἰπποστάσια δὲ καὶ κοπρῶνας τὰς ἐκκλησίας τοῦ Θεοῦ κατεστήσατο· ὧν τὰ περιττώματα, καὶ ἐφ᾽ ἡμῶν αὐτῶν διήρκεσεν ἐπιχρονίσαντα· ἔστι δὲ ἃ καὶ χρυσίου ἀπέδοτο σεμνεῖα, καὶ βοῶσι μέγα τὰ ἐπώνυμα Φλώρου καὶ Καλλιστράτου μοναστήρια.
Ὅτι δὲ μάτην ἐπὶ τοῖς χρόνοις ἐκείνου ἐγκαλλωπίζονται, καὶ τοῦτο τῆς ἐκείνων ἀβελτερίας καὶ ἀλογίας ἄξιον· πλεῖστα γὰρ καὶ ἱστορούντων καὶ λεγόντων ἔστιν ἀκούειν· εἰσὶ γὰρ καὶ νῦν ἔτι τῷ βίῳ περιλειπόμενοι, καὶ οἷα κήρυκες τούτων διατηρούμενοι. Δι᾽ ὧν μαθεῖν τοῖς βουλομένοις πάρεστιν, ὅτι καὶ οἷα τὰ ἐκ τῆς θείας ὀργῆς ἐπέλαβε τηνικαῦτα δεινά· ἐξ οὗ τὰ τῆς καθ᾽ ἡμᾶς πίστεως καθυβρίζεσθαι ἦρκται, καὶ τῶν Ἐκκλησιῶν ἐκπορθεῖσθαι ἡ εὐστάθεια, οἷαι θεήλατοι πληγαὶ, καὶ παιδεῖαι, καὶ πάθη βαρύτατα καὶ μήνιδες· ὧν τῷ πλήθει καὶ τὸ μεγέθει τῶν συμφορῶν ὑπερεκπληττόμενοι, τῶν τότε παρόντων τινὲς, εὐκαίρως καὶ εἰς δέον χρώμενοι, ἱστορίᾳ παραδοῦναι ἄξιον ᾠήθησαν, καὶ τὰ εἴδη τῶν κακῶν εἰς πεῖραν ἀγόμενα τοιαῦτα· ὁ μὲν λοιμικὸς θάνατος ὃς τοῖς ἀνθρώποις ἐπεπορεύετο, οὐδ᾽ ἄν τις ἐξαριθμήσαιτο, εἰς ὅσον πλῆθος αὐτῶν ἐπενείματο, ἐξ οὗ δὴ καὶ διαδρὰς ὁ τῆς ὀργῆς αἴτιος, τῆς βασιλεούσης πόῤῥωθεν ὡς τὰ πολλὰ δέει τῶν συμβαινόντων ηὐλίζετο· περί τε γὰρ τὴν Νικομηδέων καὶ τὰ ἐν ἐκείνῃ προάστεια, τὰς διατριβὰς ἐποιεῖτο, καὶ τούτων ἐπέκεινα πολλῷ· τὴν δὲ πληθὺν τὴν ἀπείρονα τῶν ἐξοδευομένων γράμμασι χρώμενοι, οἱ τὰ κατὰ τὴν πόλιν ἐπιτετραμμένοι πράγματα, αὐτὸν ἀνεδίδασκον, χιλιάδων ὡς πλείστων τὸ ἐφ᾽ ἡμέρᾳ ἀριθμουμένων, ὡς καὶ τοὺς τάφους στενοχωρεῖσθαι τοῖς σώμασι· καὶ τὰ τῶν ὑδάτων ἐκδοχεῖα ὑπερπλήρη γίνεσθαι, καὶ εἴ τι ἄλλο χωρίον πρὸς νεκροῦ σώματος ὑποδοχὴν παρετύγχανεν· ὧν ἐνίους μηδὲ τάφῳ παραδίδοσθαι, ἀλλ᾽ ὡς ἂν τύχοι ἀπορριπτεῖσθαι, καὶ τὴν ἐπ᾽ αὐτοὺς ὁσίαν ἐπιλείπειν· οὐ γὰρ ἦν νεκρὸν ἕνα ἰδεῖν ἐπὶ σκίμποδος ἀγόμενον, τρεῖς δὲ ἢ πέντε τυχὸν, καὶ ὅσους ἂν οἱ ἀχθοφορῶντες ἐκκομίζειν ἠδύναντο· ὃ δὲ παραδοξότατον καὶ πάσης γέμον ἐκπλήξεως, ἔσθ᾽ ὅτε οἱ ἐπὶ τῇ ταφῇ τῶν προτεθνηκότων σπουδάζοντες κατὰ τοὺς τάφους, ἐκείνους προέφθανον· οὕτως ἀθρόον ἀναρπαζόμενοι, καὶ ὥσπερ ἀλλήλοις τῷ θανάτῳ προσεπεμβαίνοντες· καὶ τὰ ἐν τούτοις δείματα, ὡς ἐξαίσιά τε καὶ τερατώδη φαντάσματα, καὶ ἀνθρωπείαις ἀκοαῖς καὶ διανοίαις ξένα καὶ ἀδιάγνωστα, ἃ καὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν ἑωρᾶτό τε καὶ ἠκούετο εἰς προῦπτον τοῖς πολλοῖς· φαντασιῶν τε καὶ ἀκουσμάτων ὑπὲρ κεφαλῆς ἐπιφαινομένων καὶ ἀπειλούντων τὸν ὀλέθρον, καὶ προσηγορίαι δή τινες, καὶ ἀριθμὸς τῶν ὅσον οὔπω τεθνηξομένων ἐξηκούετο· καὶ τὰ μὲν ὑπὲρ γῆν τοιαῦτα καὶ τούτων ἔτι χείρονα, τὰ δὲ πρὶν ὑπὸ γῆν ἢ περὶ γῆν· οὐ γὰρ ἔτι τῶν ἀσεβημάτων τὸ μέγεθος ἔφερεν ὁποῖα τῶν μὲν σεισμῶν καὶ βρασμῶν καὶ ἀνατιναγμῶν τὸ χρῆμα, ὡς ἐξαίσιον καὶ νοῦν καὶ λόγον ὑπεραῖρον ἀνθρώπειον· ὑπεφαίνετο γὰρ αὐτῆς κατακλονεῖσθαι τὰ θεμέλια, καὶ ἐκ πυθμένος ἀνατετράφθαι ἀναβρασσόμενα καὶ διστάμενα, καὶ ὥσπερ ἀρνούμενα τὴν ἑαυτῶν ἕδραν τε καὶ συνέχειαν· ᾧ οὐδὲ λόγων οἶμαι δεήσειν· αὐτῶν γὰρ τῶν πολυτελῶν οἰκημάτων, καὶ τῶν κτήσεων τῶν κεκαλλωπισμένων σαλπίζει μέγα τὰ πτώματα, ἃ τῶν ὑποδύντων καὶ πεπιεσμένων ἐγένετο πολυάνδρια· τάφους γὰρ αὐτῶν ἡ θεόκριτος δίκη ἐπικατασεισθέντα τὰ δομήματα ἐσχεδίασε· καὶ τοῦτο πολὺ μάλιστα τὸ πάθος κατέσκηψε κατὰ τὰς λοφιὰς καὶ τὰ ὑπερκείμενα χωρία, ἃ δὴ κατὰ τὸ βασίλειον ἄστυ μέχρι σήμερον ἐρείπια βέβληνται.
Οὐ μὴν οὐδὲ τὰ ἐξ ἀέρος δείματα ἐπηρεμεῖν ἢ ἐφησυχάζειν ὑβριζομένου τοῦ Κτίστου ἠνείχετο· ἐδόκει γὰρ τοῖς τὸ τηνικάδε ἀνθρώποις, τοὺς κατ᾽ οὐρανὸν ἀστέρας ἐπὶ γῆς ἐρρίφθαι ἅπαντας ῥαγδαίως, οὕτω καὶ συνεχέστατα τοῦ ἀερίου πάθους, ἀνὰ τῆς οἰκουμένης οἶμαι τὰ πέρατα ἀθρόον ἐκκεχυμένου· ὁμοῦ γὰρ καὶ κατὰ ταυτὸν οἵ τε τὴν Ἐώαν οἴ τε τὴν Ἐσπερίαν διειληφότες ἅπαντες λῆξιν, καὶ ταῦτα χειμῶνος ὥρᾳ καὶ νυκτὸς ἐπιγενομένης ἑωράκεσαν· καὶ μή τις ἡμῖν ἐνταῦθα κατὰ τοὺς δεινοὺς τὰ μετέωρα, καπνώδεις τινὰς ἀναθυμιάσεις καὶ παχείας ἀντιπαρατιθεὶς προβαλέσθω, ὑφ᾽ ὧν ὁ περίγειος ὑποπιμπλάμενος ἀὴρ, εἶτα κατὰ τὴν οἰκείαν φορὰν ὑψόσε διαιρόμενος, καὶ εἰς τὸν αἰθέριον ὑπερεκχεόμενος χῶρον, ὑπό τε τῆς ἐκκαύσεως μεταβάλλων, τοὺς λεγομένους ἀστέρας διάττοντας, τάς τε φλόγας, καὶ τοὺς δαλοὺς καλουμένους συνίστησι, κομήτας τε αὖ, καὶ πωγωνίας, καὶ ὅσα τοιαῦτα ὑποφαίνειν πέφυκε σχήματα· ἀλλ᾽ εὖ ἴστω ὡς καινοτομία τότε περὶ τὰ στοιχεῖα γεγένηται· τά τε γὰρ μέτρα καὶ τὴν ἑαυτῶν τάξιν ἐκβέβηκε, τὸ περὶ αὐτὰ πάθος ἐνδεικνύμενα, καί πως ἑαυτὴν ἡ κτίσις μιμεῖται, ὡς ἂν μηδὲ ἐνταῦθα τοῦ παθεῖν ἀπολείποιτο, ἡ καὶ κατὰ τὸ πάθος Χριστοῦ τὸ διὰ σταυροῦ τὸ σωτήριον, τῷ Κτίστῃ καὶ Δεσπότῃ συνέπασχε πάσχοντι, ἡνίκα φωστῆρες παραδόξως ἀλλήλοις συνέτρεχον, καὶ σκότος ξένον καὶ ἄωρον, τὸ συνεχὲς τοῦ φωτὸς τῆς ἡμέρας διέκοπτε, καὶ πέτραι διεῤῥήγνυντο, καὶ τάφοι ἠνοίγοντο, καὶ νεκροὶ ἐξανίσταντο, καὶ τἄλλα ὅσα συνέβαινε καινοτομουμένης τῆς κτίσεως.
Τοιαῦτα ἔγνωμεν καὶ πάλαι κατὰ τῶν ἀσεβῶν ἀπειλούμενα καὶ τελούμενα, ὁπηνίκα τὰ στοιχεῖα ὑπερόρια γίνοιτο, τοῖς θείοις ὑπηρετούμενα νεύμασιν· ἀπιστήσει δ᾽ οὐδεὶς, ἢ ὅστις τὴν ἄγνοιαν τῶν τοῦ Θεοῦ κριμάτων ἠρρώστηκεν· ἡμῖν γὰρ πειστέον τοῖς γεγραμμένοις παρὰ τοῦ Πνεύματος, ὅτι Ἀσεβεῖς πλησθήσονται κακῶν. Καί· Ἀμαρτάνοντας διώξεται κακά. Καὶ, Ἐν κακίᾳ αὐτοῦ ἀπολεῖται ὁ ἀσεβής. Καί· Φυλάσσεται ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. Καί· Εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις. Καὶ πρόκειταί γε ἡ Σοδομιτῶν, τῆς θείας ὀργῆς δεῖγμα καὶ παίδευμα, ἐφ᾽ ἣν τὸ καταβάσιον πῦρ κατομβρῆσαν, τὰ ἐκείνης ἅπαντα ἐν κύκλῳ καταβοσκόμενον ἀπετέφρωσεν, οἷς ὁμοῦ καὶ τῶν ὁμόρων τινὰς ἐκ βάθρων αὐτῶν συγκατεδήδοκε πόλεις, ὧν εἰσέτι καὶ νῦν ὥς φασι τεκμήρια διασώζεται· καὶ τούτων γε πρότερον ἡ γεγενημένη τῷ κόσμῳ ἐξ ὑδάτων ἐπίκλυσις, καθ᾽ ἣν ὁ ὑετίζων ἐξαίσια, ἄπλετον ἠφίει κατὰ τῶν ἡμαρτηκότων, τῶν ξένων ἐκείνων καὶ παραδόξων ὄμβρων τὴν ἔκχυσιν· ὅτε κάτωθεν μὲν αἱ πηγαὶ τῆς ἀβύσσου περιερρήγνυντο, ὕπερθεν δὲ τῶν οὐρανῶν οἱ καταρράκται διώγνυντο, ἄρδην ἁπάντων ἀπολλυμένων, καὶ παντὸς οἰχομένου τοῦ ὑπὲρ γῆν ἐπαναστήματος· δίκαιος δὲ μόνος ἀνὴρ παισὶν ἅμα καὶ γυναιξὶν, ἐν ξύλῳ ὑπὲρ ὑδάτων φερόμενος διεσώζετο, οἷά τις Ἀδὰμ χρηματίζων δεύτερος, Θεοῦ κατοικτείροντος, ὡς ἂν μὴ πάμπαν ἀπολίποι τὸ γένος ἐκ γῆς τὸ ἀνθρώπειον. Ἐπεὶ οὖν οὐ κατὰ φύσεως ἀκολουθίαν κάκεῖνα ἐπράττετο (οὐ γὰρ δήπου τοὺς οἰκείους ὅρους τετήρηκε τὰ μετάρσια), οὐδὲν ἐκώλυε καὶ αὖθις κατὰ γῆς βρέξαι Κύριον πῦρ καὶ θεῖον παρὰ Κυρίου, καὶ ἀθρόον ἂν ἀπηθάλωσεν ἅπαντα· καὶ γὰρ ἠπειλεῖτο σαφῶς τῆς ὀργῆς τὸ πρηστήριον, εἰ μὴ τοῦ Θεοῦ νενίκηκεν ἐμφανῶς τὸ φιλάνθρωπον, ὃς τὴν τιμωρίαν τὴν κατὰ τῶν ἀνομούντων ἐναργῶς ἀνεβάλλετο, ἀπεκδεχόμενος αὐτῶν τὴν μετάνοιαν. Ἀλλὰ μοι δοκεῖ πολλῷ μείζω ἐνταῦθα τὰ ἁμαρτήματα, ἐπείπερ ἐκεῖνοι μὲν εἰς τὴν κτίσιν μεμηνότες πεπαρῳνήκασιν, οὗτοι δὲ κατὰ τοῦ Δεσπότου τῆς κτίσεως λελυττηκότες ἐξύβρισαν, πρότερον μὲν τὸ θεῖον σῶμα αἰκιζόμενοι καὶ σταυρῷ πικρῶς καταδικάζοντες, ἔπειτα δὲ εἰς τοὺς τοῦ σώματος ἱεροὺς ἐμπαροινοῦντες τύπους· διὸ οὐκ ἔσθενε τὰ στοιχεῖα ἐφ᾽ ἑαυτῶν κατηρεμεῖν ὑβριζομένου τοῦ Κτίσαντος, πάθος δὲ περὶ αὐτὰ καινοτομούμενα ὑφίστατο τὸ παράδοξον· ἑῶμεν λέγειν οἴους πολέμους ἐμφυλίους ὁ τρόπος οὗτος κατὰ Χριστιανῶν ἀνερρίπισε, καὶ τἄλλα ἃ λέγειν μακρὸν ἂν εἴη καὶ ἐργωδέστατον.
Ἀλλὰ μέγα κομπάζουσιν οἱ κτηνώδεις καὶ ὄντως ἀνόητοι, ὡς δὴ ταῖς εὐημερίαις ἐνευθηνούμενοι, καὶ βρενθύονται· ποία γλῶσσα τοὺς τηνικαῦτα λιμοὺς, καὶ τὰς ἐκ τῶν λιμῶν συμφορὰς ἐκτραγωδήσειε; Λιμῶν γὰρ ἦν ὁ δεινότατος καὶ πικρότατος, οὔτε τοῦ νῦν ἐντεῦθεν ἐναρξαμένου, οὔτε τῶν πάλαι μνημονευομένων ἢ ἰστορουμένων ἐλαττούμενος, καὶ μικροῦ τῷ κατὰ τὴν Ἱεροσολυμιτῶν συνενεχθέντι ποτὲ παρισούμενος· κἀκεῖ μὲν γὰρ, ὡς ἀναγέγραπται, τῷ λιμῷ πιεζόμεναι καὶ στροβούμεναι μητέρων αἱ δύστηνοι, γονῆς οἰκείας σαρκῶν ἐλεεινῶς ἀπεγεύσαντο, ἐκλελησμένης ἑαυτὴν ὥσπερ τῆς φύσεως· κἀνταῦθα τῇ αὐτῇ στρεβλούμεναι μάστιγι, τὰ ἔκγονα τῆς κοιλίας γυναῖκες ἀπεμπολοῦσαι ἄθλιαι, τροφὴν ἰδίαν τῶν σπλάγχνων ἐποιοῦντο τὴν ἀλλοτρίωσιν· φασὶ γὰρ μόλις καὶ εἰς πεντήκοντα χρυσοὺς τὸν τοῦ σίτου ἐξωνεῖσθαι μόδιον ἡ ἀπορία συγκατηνάγκαζε· κἀκεῖ μὲν τῶν πολεμίων ἡ ἔφοδος, καὶ τοῦ χρόνου τῆς προσεδρείας ἡ παρολκὴ, καὶ ὁ συγκλεισμὸς τῆς πόλεως ὡς ὑπὸ δικτύου περισχεθείσης τοῖς πλήθεσι, τῆς συμφορᾶς καὶ τῶν παθῶν τῶν ἀρρήτων τὸ αἴτιον ἦν· ἐνταῦθα δὲ οὐ βαρβάρων ἔφοδος, οὐ πολεμίων ἐπιστασία, οὐ χάρακες ὑπὸ δυσμενῶν ἐν κύκλῳ περιπηγνύμενοι, οὐδὲ ἄλλο τῶν ἔξωθεν ἐπιόντων οὐδὲν, τὸ δὲ κατὰ τὴν πίστιν ἀδίκημα περιφανῶς διεδείκνυτο· ὁ γὰρ ἠγεμονεύων ἐντὸς ἀποστάτης καὶ τύραννος, παντὸς ἐχθροῦ καὶ πολεμίου διὰ τὴν ἀποστασίαν ὁ δυσμενέστατος ἦν χαλεπώτατος· ἀλλὰ κἀκεῖνοι τῶν εἰς Χριστὸν τολμημάτων τὰς δίκας ἐτίννυον, καὶ οὗτοι ἐφ᾽ ὁμοίοις κακοῖς ἐάλωσαν· εἶς γὰρ ἦν ἐν ἀμφοτέροις ὁ ὑβριζόμενος· τοιαῦτα μὲν τὰ ἐκ τῆς θείας δίκης μηνίματα· τοιαῦτα δὲ οἱ εἰς Θεὸν ἀνομοῦντες τὰ ἐπίχειρα ἐκεῖθεν κομίζονται· ὧν οὐδὲν ἀναθεωροῦντες οἱ χριστομαχοῦντες, συνιδεῖν οὐκ ἐθέλουσιν, ὅτι καθάπερ πάλαι ὁ Ἰουδαϊκὸς δῆμος, τῶν Μανασσῇ τῷ Ἰουδαίων βασιλεῖ εἰς Θεὸν πεπραγμένων παρανομημάτων δίκας ἐφ᾽ ὅλοις τεσσαράκοντα ἐδίδοσαν ἔτεσι, καὶ πλεῖστα ὅσα δεινὰ καὶ δυσφορώτατα, καὶ ταῦτα καθ᾽ οὓς χρόνους οἱ ἐπ᾽ εὐσεβείᾳ καὶ δικαιοσύνῃ μεμαρτυρημένοι ἡγεμόνευον, ἔπασχον· οὕτω δὴ καὶ τῶν δυσσεβημάτων καὶ ἀνοσιουργημάτων τοῦ ἐφ᾽ ἡμῶν Μανασσῆ ἕνεκεν, καὶ πρὶν μὲν βαρυτάτην ἤνεγκαν Χριστιανοὶ τὴν παιδείαν ἄνωθεν, ἤδη δὲ καὶ εἰς ἔτι καὶ νῦν φέρομεν, καὶ οὐκ ἂν ἀπολήξαιμεν παιδευόμενοι, ἕως ἡ μνήμη τοῦ δυσσεβοῦς ἐπὶ γλώσσης τῶν ὁμοτρόπων ἵσταται· διὸ καὶ νῦν εὔκαιρον εἰπεῖν· Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως ἐπλήγη, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· ἀλλὰ τῆς εὐθύτητος τῶν ἡμετέρων δογμάτων, καὶ τῶν τοῦ Θεοῦ κριμάτων καταψηφίζονται, καὶ πλήττονται μὲν, οὐκ ἀποστρέφουσι δέ.
Ὃ δὲ μάλιστα θριαμβεύει αὐτῶν τὴν ἀσέβειαν, οὔκουν ἑκών γε ὑπερβήσομαι. Ἐπειδὴ γὰρ ἐν ὀλίγοις τοῖς πρόσθεν χρόνοις, τῆς ἐπ᾽ εὐσεβείᾳ γνωριζομένης, καὶ τὴν ἀρχὴν τὴν βασίλειον διεπούσης, ἀξιοζήλωτόν τε καὶ ἔνθεον σπουδὴν περὶ τὴν καθ᾽ ἡμᾶς πίστιν ἐπιδειξαμένης, ἐξήγειρεν ὁ Θεὸς τὸ πνεῦμα, καὶ θεοκρίτῳ ψήφῳ, τῆς πόλεως τῆσδε ἐφ᾽ ἧς κακῶς καὶ ἀθέως παρὰ τοῦ ἠθροικότος ἐνίδρυντο, καλῶς καὶ αἰσίως ἐξώσθησαν· περιαλώμενοι οἷα πλανῆτες περιεζήτουν θρησκείαν, καθ᾽ ἣν εἰκόνες καὶ ὑπομνήματα τῆς Χριστοῦ οἰκονομίας οὐκ ἐμφανίζονται· εὑρίσκουσιν οὖν δὴ τὴν ἐρωμένην ἐκ πλείονος τὴν Μανιχαίων δὴ λέγω ἀπιστίαν καὶ ἀθεῖαν, καὶ τῇ δόξῃ τῇ ἐκείνων συνάδουσαν, καὶ τὰ κατὰ γνώμην αὐτοῖς ἐπιτρέπουσαν, καὶ ταῦτα ἐπαγγέλλουσαν οἷσπερ ἤδοντο καὶ ἔχαιρον πόῤῥωθεν· διὰ δὴ ταῦτα οἱ πλείους αὐτῶν τὴν καθ᾽ ἡμᾶς ὁμολογίαν ὁλοτρόπως ἀπώμοτον ποιησάμενοι, ἐκείνῃ τῇ λύσσῃ προσέθεντο τέλεον· ἀφ᾽ ὧν καί τινες φωραθέντες, τιμωρίας τὰς ἐσχάτας, ἃς οἱ νόμοι κελεύουσιν, ἔτισαν τῷ ξίφει παραδιδόμενοι.
Τούτων ὃ δὴ πάντων ἐλεεινότατον, καὶ θρήνων καὶ οἰμωγῶν καὶ δακρύων ἄξιον· τοῖς φρονήμασι καὶ τοῖς λόγοις οἱ νῦν ἱερεῖς ὑπάγονται καὶ ἐπίσκοποι, καὶ οὓς ἔδει ὡς ἀπολωλότα πρόβατα ἐπιστρέφειν καὶ ἐπισκέπτεσθαι, δεξιᾶς καὶ ἀριστερᾶς ἠμοιρηκότας γνώσεως, καὶ τῆς τοῦ Πονηροῦ θήρας ἀνθυπεξάγειν, κατὰ κρημνῶν τε καὶ βαράθρων τῆς ἀπιστίας ὡθουμένους, ἀφ᾽ ὧν καὶ παρακερδαίνειν τὰ μέγιστα τῆς σωτηρίας τῆς ἐκείνων ἕνεκεν ἐξῆν· τί πάσχουσι καὶ τί συμβαίνει; Τοὐναντίον ἅπαν· ὀλογώτεροι περὶ πάντα καὶ κτηνωδέστεροι καταληφθέντες ὑπ᾽ ἐκείνων ἀντιθηρεύονται, καὶ μυοῦνται τὰ ἄθεσμα, καὶ τῇ χείρονι μοίρᾳ μεθαρμοζόμενοι, εἰς τὸν ὅμοιον ἐκείνοις τοῦ βορβόρου λάκκον τῆς πλάνης συγκατακρημνίζονται, καὶ συνεργοὺς ἐπάγονται, καὶ ὥσπερ ὀργάνοις τῆς ἀπωλείας αὐτῶν κατὰ τῆς τῶν εὐσεβούντων συγχρῶνται ὕβρεως καὶ κακώσεως· ὥσπερ γὰρ τῆς δωρεᾶς τοῦ Πνεύματος τὴν χρίσιν τέλεον ἠρνημένοι, καὶ πᾶσαν ἱερὰν καὶ κανονικὴν θεσμοθεσίαν ἠθετηκότες, καὶ πάσης τῆς ἐκκλησιαστικῆς εὐκοσμίας καὶ τάξεως ἐπιλελησμένοι, πολιτικοῖς νόμοις καὶ πράγμασι χρῶνται, καὶ ἄρχουσι τοῖς κοσμικοῖς ὑποπεπτώκασιν, ἐπί τε διαίτῃ καὶ βίῳ καὶ πολιτείᾳ καὶ κρίμασιν, ἐν πᾶσι τοῖς κατὰ τὸν βίον ἐγχειρήμασι, τούτοις ὑπείκοντες καὶ διακούμενοι. Ἀλλ᾽ οὐχ αὕτη ἡ μερὶς τοῦ Ἰακώβ· οὐδὲ τοιαῦτα τῶν εὐσεβείᾳ κοσμουμένων τὰ δόγματα καὶ φρονήματα· οὐδὲ τοιαύτη τῶν πεπολιτευμένων αὐτοῖς ἡ αἵρεσις· ἀπεναντίας γὰρ ἅπασι τοῖς περὶ τῶν ἐργατῶν τῆς ἀπωλείας προκατειλεγμένοις, εἴ γε ἐχρῆν ἐκ παραθέσεως ταῦτα συμβαλεῖν, ἴασι· καὶ ἵνα συλλαβὼν εἴποιμι, πᾶσαν μὲν κακίαν καταμυσάττονται, πᾶσαν δὲ ἀρετὴν προτιμῶσι, πᾶν ἀγαθὸν γεραίρουσι, παντὸς καλοῦ ἐρασταί εἰσι, πᾶσαν θεάρεστον πολιτείαν ἀσπαζόμενοι, πάντα λόγον ὅσιον καὶ εὐθῆ προσιέμενοι, πάντα τὰ τῆς ἱερᾶς Ἐκκλησίας περιέποντες· δι᾽ ὧν ἐγγίζουσι Θεῷ, καὶ βασιλείας ἀϊδίου κληρονόμοι ἀναδείκνυνται· ἀγγέλων συμμέτοχοι, ἁγίων συνάριθμοι· ἐν ἅπασι τὸ ἀξιέπαινον καὶ ἔνθεον ἀποφερόμενοι· ὧν οὐδὲν ἐκεῖνοι περιπτυξάμενοι αἰσχύνης ἐμπίμπλανται, καὶ ὑπόδικοι τῶν θείων κριμάτων εἰς αἰῶνα γενήσονται.
Ἐπειδὴ δὲ καί τινα παρὰ τοῖς Χριστομάχοις περιθρυλεῖται, ἅπερ αὐτοῖς ὁ τοῦ ψεύδους πατὴρ ἐμπνεύσειε, φέρε καὶ ταῦτα ἐπισκεψώμεθα. Κατακομψεύονται γὰρ διὰ τὴν εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν ὕβριν, χρόνους μηκίστους καὶ παρατεταμένην ζωὴν, καὶ βίον εὐπαθῆ ἐκμεμετρῆσθαι τῷ Μαμωνᾷ, καὶ εὐημερίας εἰς ἄκρον ἐλάσαι, νίκας αὐτῷ κατὰ βαρβάρων καὶ ἀνδραγαθήματα ὡς πλεῖστα ἐπιγράφοντες, ἃ τοῖς μὲν σώφροσιν οὐδὲ εἰς ἀκρόασιν ἔρχεσθαι δίκαιον· ὡς δ᾽ ἂν τῶν ἀπλουστέρων ἢ ἀμαθεστέρων τινὰς, τοῖς ἐκ τῆς ἀπάτης ἀναπλασμοῖς μὴ παραβλάπτοιεν, τούτων διευθύνοντες ἕκαστα, κενοῖς λόγοις ἑαυτοὺς φαινακίζοντας, τοὺς ματαιόφρονας ἀποφήνωμεν. Ὅτι μὲν γὰρ ὁ βίος ἐκείνῳ πάναισχρος γεγονὼς, βδελυκτὸν καὶ Θεῷ καὶ ἀγγέλοις, ἀνθρώποις τε τοῖς εὐσεβοῦσι καθίστη, οὐκ ἀσυμφανές· καὶ γὰρ εἰς τὰ σαρκὸς πάθη κατασυρόμενος, τὴν τῶν ἀλόγων ζώων παρήλασε κτηνωδίαν· τοῖς ἀπηγορευμένοις καὶ βαρβάροις καὶ Ἕλλησι, καὶ σῶμα καὶ ψυχὴν ὁ δείλαιος ἐμμολυνόμενος. Καὶ ταῦτα οὐκ ὀλίγιστοι τῶν ὑπηρετησαμένων αὐτῷ μέχρι τοῦ δεῦρο περιόντες ἀπαγγελλέτωσαν, μεθ᾽ ὧν καὶ τἄλλα ἃ περὶ τὸ σῶμα αὐτῷ ἀπήντα· ἤδη γὰρ πόνοις καὶ ἀλγηδόσιν ἀρρήτοις, οἷα εἰκὸς τοὺς ἡλκωμένους πάσχειν, βαλλόμενος, πονηρῶς καὶ ἀνιαρῶς ἄγαν διέκειτο· καί τινα τῶν μελῶν ὑπὸ τῶν ἕλκων ἀπηχρείωτο, καί πως καὶ σαρκίων τινῶν ἀπερρυηκότων αὐτῷ· συνεχέστατα δὲ ὑπὸ τῶν ἐριννύων ἐκδειματούμενος, πικρῶς καὶ ἐλεεινῶς τὸν νυκτερινὸν χρόνον διήνυεν, ἴσως τοῖς συγκειμένοις ἐφυστερίζων, ἀντεπεξαγούσης τῆς παρ᾽ αὐτοῦ διωκομένης πίστεως. Παρείσθω τὰ νῦν λέγειν τὸ τῆς διαίτης ἀηδές τε καὶ αἴσχιστον· ὅπερ γὰρ ἂν προσάραιτο βρώσεως, οὐ τέλεον καταποθὲν, παρὰ τοὺς ἐμέτους ἔφθανεν ἐκκρινόμενον· τὸ δὲ περὶ τοὺς ὑπηρετουμένους ἰταμὸν καὶ θηριῶδες τοῦ τρόπου, καὶ τῆς ὑπηρεσίας τὸ δυσαχθέστατον, ὁποῖα ἄν τις εἴποι τὰ φέροντα σώματα; Μάστιξι γὰρ ἑκάστης πολλαῖς καταξαίνων αὐτῶν τὰ νῶτα καὶ τὰς ὠλένας, οὐδὲν τῶν σαρκοβόρων θηρίων φιλανθρωπότερον ἔπραττεν, ἐκτομὰς δὲ μελῶν καὶ ὀφθαλμῶν πηρώσεις, καὶ τὰ ἄλλα ὅσα δεινὰ κολαστήρια, καὶ σφαγὰς ἀδίκους ἀνδρῶν ἀθώων, καὶ τοὺς διὰ πυρὸς πικροτάτους θανάτους, τί χρὴ καὶ λέγειν; Οἷς μὲν βασκαίνων, ἀνδρείας καὶ ἀρετῆς εὖ ἔχουσιν· οἷς δὲ τοῦ ἐκπρεποῦς καὶ ἐπὶ ποσὸν προηγμένοις ἐπὶ τὸ εὔχρηστον· περὶ γὰρ τῶν τῆς εὐσεβείας εἴνεκεν τοιαῦτα καὶ τούτων χείρονα πασχόντων, ἑτέρας δεήσει συγγραφῆς καὶ τῆς κρείττονος.
Εἶτα πρὸς τῷ τέλει τῶν κακῶν γενόμενος, καὶ πυρετῶν ὀξύτησι καὶ φλογώσεσι καταπιμπράμενος, τῆς ἐκδεξομένης αὐτὸν γεέννης τὴν φλόγα ἐμφανῶς προορώμενος κατωπτρίζετο, καὶ τοῦ σκώληκος τοῦ ἀκοιμήτου τὰ δήγματα, σύντονόν τε καὶ γεγωνὸς ἐκβοῶν ἐνδελεχέστατα· τῆς γεέννης ταῦτα προαύλια· ἐντεῦθεν μικρὰ τῆς ἀσεβείας συναισθόμενος, τῆς ἐκ τῆς παρ᾽ ἡμῶν πίστεως ἐδεῖτο ἐπικουρίας· ἐπετρεπέ τε τοῖς παρεπομένοις τῶν ἱερέων, τὰ τῶν Χριστιανῶν προσάδειν ἱερὰ μελῳδήματα· οἱ δὲ πρόθυμοι ἀπαναίνεσθαι, ὡς μήτε εἰδέναι μήτε ἄσαι πώποτε, εἴτε ταῖς ἀληθείαις οὕτως ἔχοντες, εἴτε τὴν ἐκείνου κατορρωδοῦντες ὡμότητα καὶ δυσμένειαν. Τοιαύταις εὐημερίαις, τοιαύταις εὐπαθείαις ἐναναπαυόμενος, ὑφ᾽ ὧν δὴ Διοκλητιανόν τε καὶ Μαξιμιανὸν συντελεσθέντας ἀκούομεν, οὕτω κακὸς κακῶς καὶ ἀθλίως ἀπολλύμενος, καταλύει τὸν βίον· τεθνήκει δὲ πλοϊζόμενος σημείοις τισὶν ἐκτὸς τῆς βασιλίδος διέχουσι, τῶν ἐκ τῆς Θράκης χωρίων παλινοστῶν, ἐν οἷς ἐκστρατεύων ἐτύγχανε· γῆ γὰρ ἡ πάντων μήτηρ τὸν μιαιφόνον, αἵμασιν αὐτὴν ἀθώοις ἐκπλήσαντα καὶ μολύναντα, ἐφ᾽ ἑαυτῆς θνήσκειν οὐ παρεδέξατο. Ποίας οὖν ἄρα κατηγορίας καὶ ταλανισμοῦ οὐκ εἶεν ἄξιοι, οἱ ἐκεῖνον μακαρίζειν ἀνοήτως οὐκ αἰσχυνόμενοι! Ὃ δὲ τῆς ζωῆς αὐτοῦ πᾶς χρόνος οὐκ εἰς μακρόν τι πάνυ διήλασεν· οὐ πλείοσι γὰρ ἢ ὀκτὼ πρὸς τοῖς πεντήκοντα ἔτεσι βιοὺς, ψυχῇ τε καὶ σώματι τέθνηκε· καὶ αὐτά γε ταῦτα Θεοῦ συγχωρήσαντος, οὐκ εὐδοκήσαντος· ἀνάξιος γὰρ τῆς παρὰ Θεοῦ εὐεργεσίας· ἢ οἰκειότερον εἰπεῖν, ἀναβαλλομένου τὸν χρόνον καὶ ἀξίως δικάζοντος, ἵνα κἀνταῦθα τῶν τετολμημένων ὅσον ἀπογεύσασθαι δίκας εἰσπραττόμενος, πικρῶς καὶ ὀδυνηρῶς τὴν αἰσχίστην ἀποῤῥήξῃ ζωὴν, τὰ τεθησαυρισμένα αὐτῷ παρὰ τῆς θείας δίκης ἀποληψόμενος ἐν τῷ μέλλοντι ἀθάνατα καὶ ἀπέραντα ὁ δύστηνος κολασθησόμενος· πικροτέρας αὐτῷ καὶ μακροτέρας ἅμα τῷ πατρὶ καὶ συγκληρονόμῳ αὐτοῦ, θεοκρίτως ἐν τῇ γεέννῃ τῆς τιμωρίας ἑτοιμασθείσης.
Ἃς δὲ ἐπιπλάττουσιν αὐτῷ νίκας, τοιαῦταί τινές εἰσιν, ἵνα μιᾶς τῶν κρατίστων ἐπιμνησθῶμεν. Ἐπειδὴ παρεσκεύαστο τὸ πρὸς δυσμαῖς ἡμῖν ᾠκισμένον Σκυθικὸν ἔθνος ἀμύνασθαι, συναθροίζει δὴ ἅπαν τὸ ὑπ᾽ αὐτῷ στράτευμα· εἰς χεῖράς τε τοῖς πολεμίοις ἰὼν, ὁποῖον αὐτῷ τὸ τοῦ πολέμου τέλος κατώρθωτο, μαρτυρεῖ τὰ φαινόμενα· μέχρι γὰρ καὶ σήμερον τὰ κατὰ τὴν Ἀγχίαλον καλουμένην πόλιν, κοῖλα καὶ πεδιάσιμα χωρία, ἃ τῶν ἀνῃρημένων τὰ κῶλα ἐδέξατο ὑποδείκνυσιν· ἔργον γὰρ τῆς Σκυθικῆς μαχαίρας, ἅπαν σχεδὸν τὸ τῶν Ῥωμαίων ἐγένετο στράτευμα. Εἰ δέ τι μικρὸν καὶ οὐ πάνυ ἀξιόλογον ἔδρασε, καθά γε ἡμῖν ἐκ τῶν γεγραμμένων αὐτῷ πρὸς τοὺς ἐνηυλισμένους κατὰ τὴν βασιλεύουσαν, ἀναλεξαμένοις ἔγνωσται· ἐν οἷς πολλὰ κατακομπάσας ὁ τοῦ ψεύδους ὑπηρέτης καὶ σύντροφος, πολλὴν δὲ τὴν θεομαχίαν ἐκ τῆς ἀπείρου πολυορκίας ἐφ᾽ ὕβρει τοῦ Κτίσαντος προβαλόμενος, ἡνίκα τὸ ἔθνος περὶ τοὺς οἰκείους ἡγεμόνας διαστασιάζον κατέλαβε· καὶ γὰρ τοῦτο πολλάκις ποιεῖν αὐτοῖς εὐπετὲς, ὅτε βαρβαρικοῖς ἤθεσιν ἐντρεφομένοις, καὶ διχῇ τοῖς μέρεσιν ὡς τὰ πολλὰ διαιρουμένοις, ὅταν αὐτῶν ταῖς βουλαῖς ἀντικαθισταμένους ἴδωσιν· ὃ δὴ καὶ τηνικαῦτα ὁ τούτων κύριος ἐπιβουλευόμενος πέπονθε, Σαβῖνος ὄνομα ἦν αὐτῷ, καὶ φυγὰς πρὸς Ῥωμαίους ἀπώχετο. Τότε οὖν αὐτῷ ἡ τοῦ ἔθνους καθ᾽ ἑαυτὸ διαφορὰ καὶ στάσις, κατὰ βραχὺ γοῦν εὐδοκιμῆσαι παρέσχετο· τοὺς δὲ πρὸς ἥλιον ἀνίσχοντα βαρβάρους καὶ εἰς μνήμην ἰόντας ἐδεδίει μάλιστα· ὡς καὶ ἐπ᾽ ἐκκλησίας κηρύσσειν, μὴ θαῤῥεῖν κατ᾽ ὀλίγους αὐτῶν, τῷ ὑπ᾽ αὐτῷ ἅμα παντὶ ὁπλιτικῷ, εἰς ταυτὸν μάχης ἰέναι πώποτε· ὁπόταν δὲ αὐτοὺς, οὕτω συνενεχθὲν, ἐμφύλιος διέλαβε μάχαιρα, καὶ σίδηρος ἦν ὁ δικάζων τῶν γνωμῶν τὸ ἀμφήριστον, καὶ τὴν ἐπ᾽ ἀλλήλοις ἐχειρούργουν πανωλεθρίαν, λῃστρικώτερόν πως μᾶλλον ἢ στρατηγικώτερον ὡς λήσων ἐπιὼν τοῖς τῆς Ἀρμενίας χωρίοις, τῶν ἐκείνης φρουρίων αἱρεῖ ὁμολογίᾳ τῶν προσοικούντων· Ἀρμένιοι δὲ καὶ Σύροι Χριστιανοὶ ὄντες ἐτύγχανον· οὐ γὰρ ἐχθρῷ ἀλλοφύλῳ ὑπηντήκει πώποτε, οὓς καὶ μετανάστας, τῶν συγκειμένων ἐνωμότων λόγων τὸ ἀσφαλὲς ἠθετηκὼς, κατὰ τὰ ἐπὶ Θράκης χωρία πεποίηκεν· ὧν τῆς παραβασίας δίκας τὸ Θρακικὸν πέδον, ὡς οἶμαι, τιννύει τὸ σήμερον. Σαρακηνοὶ δὲ ἐπεὶ τὴν ἐκείνου ἔφοδον ἠκηκόεισαν, ἀπόμοιράν τινα ὀπλιτικῆς φάλαγγος ἐπιθέσθαι αὐτῷ ἐκπέμπουσιν, εἰς πεντακισχιλίους ἄνδρας οὔπω πλέον ἠριθμημένην· ὧν τῆς ὁρμῆς ἐπαισθόμενος, φυγὰς αὐτίκα ἅμα τῷ ἑπομένῳ πλήθει ᾤχετο, μηδὲ ὡς πλησιαίτατα τούτοις γενέσθαι οἷός τε ὤν. Τοιαῦτα μὲν οὖν τὰ ἐκείνον ἀνδραγαθήματα, καὶ τὰ κατ᾽ ἐχθρῶν σχεδιαζόμενα τρόπαια.
Εἰ δὲ χρὴ νίκαις, καὶ ἀνδραγαθήμασι, καὶ χρόνων μακρῶν περιόδοις, καὶ τοῖς ἄλλοις οἷς ἡ τοῦ παρόντος βίου εὐδαιμονία καὶ εὐπραγία γνωρίζεται, πίστιν μετρεῖν, ἀλλὰ μὴ τῷ θείῳ καὶ ἀποστολικῷ προσέχειν κηρύγματι· ἐκεῖνα δὲ τοῖς τοῦ Θεοῦ παραχωρεῖν κρίμασιν, ὃς οὐ πίστιν μόνον ὀρθὴν, ἀλλὰ καὶ βίον ἡμᾶς καὶ πολιτείαν ἀρίστην καὶ εὐαγγελικὴν ἐπιδείκνυσθαι βούλεται· ἑκάτερον γὰρ τούτων θατέρου ἄνευ νεκρὸν, καὶ ὁ τῷ ἑνὶ ἐλλείπων, καὶ τὸ ἕτερον ζημιωθήσεται· ὧν οὐδαμῶς τοῖς ἀνοσίοις ἐμέλησε πώποτε· ὅτου δὴ χάριν μὴ τοῦτον ἀφέντες ἐῤῥιμμένον καὶ κατεπτυσμένον, καὶ μηδ᾽ ὅτι ἐβασίλευσε, μηδ᾽ ὅτι ἐστράτευσε, μηδ᾽ ὅτι ὅλως γέγονε· καὶ ὡς μικρὰ τὰ παρ᾽ αὐτῶν ἐπαιρόμενα λογιζόμενοι, ἐπὶ τοὺς τὰ μεγάλα ἐν τῷ βίῳ κατωρθωκότας ἀποτρέχοιεν, καὶ νίκας ἀνὰ πᾶσαν τὴν οἰκουμένην κατὰ πάντων σχεδὸν ἐθνῶν ἀραμένους, καὶ τρόπαια κατ᾽ ἐχθρῶν στησαμένους, πλεῖστόν τε ὅσον διαζήσαντας χρόνον, καὶ εὐπαθείας εἰς μέγα ἤκοντας, καὶ κατὰ τὴν ἀρχὴν ἐνεγκαμένους τὸ ἐπικλεὲς καὶ μεγάλαυχον, ὡς τὴν ἐκείνων θρησκείαν καὶ ζηλῶσαι καὶ μεγαλῦναι· θαυμάζειν τε τὰ κατορθούμενα, καὶ ἐκπλήττεσθαι, καὶ τὸν βίον αἱρεῖσθαι καὶ τὸν τρόπον· ὥστε κἂν τοῖς μέλλουσιν αἰῶσι, τοῖς ἀποκεκληρωμένοις αὐτοῖς καὶ ἡτοιμασμένοις συμπαραπολαῦσαι δικαιότατα· καὶ ἵνα τῶν πολλῶν ἀφέμενοι, ὀλίγων ἐπιμνησθῶμεν, τὸν Ἀλέξανδρον ἐνταῦθά μοι νόει, τὸν Φιλίππου, τὸν Μακεδόνα· μικροῦ πᾶσαν τὴν οἰκουμένην παραστησάμενον, καὶ πάντα Ἐλληνικὰ καὶ βάρβαρα ἔθνη χειρωσάμενόν τε καὶ δουλωσάμενον· ὃς ἐν ἴσῳ πτηνοῖς διαθέων, τῷ τάχει περιήει τὴν σύμπασαν, καὶ τὸ σφοδρὸν καὶ ὀξύῤῥοπον, τῷ τῆς παρδάλεως εἴδει τῷ ὁρῶντι προῦπεγράφετο· οὕτω γάρ τισι τῶν διδασκάλων τὰ κατὰ τὸν τόπον τεθεώρηται, ἐπεὶ καὶ δραστικώτερον ἢ κατ᾽ ἐλπίδας ἀνθρωπίνας, τὰ κατὰ νοῦν αὐτῷ ἐπεραίνετο· οὐ γὰρ σχολαῖον εἶχε τὸ ὅρμημα, ἀλλ᾽ ὡς ἐξ ἐπιδρομῆς ἰὼν εἶλεν ἅπαντας· ἕτεροι γὰρ ἐπὶ τῆς Περσῶν δυναστείας τοῦτο ἐξειλήφασιν.
Ἢ τὸν Καίσαρά μοι φράζε τὸν Αὔγουστον, ὃς μεῖζον μετ᾽ ἐκεῖνον τὰ ἐκείνου διαδεξάμενος, κατὰ τὴν ἀρχὴν τὸ κλέος ἐκέκτητο, ἐπείπερ τὰ Μακεδόνων τοῖς Ῥωμαίων ἠλάττωτο· καὶ τὰ τῆς ἀρχῆς αὐτῷ παρετέτατο, εἰς ὅσον τὸ πᾶν τῆς Μαμωνᾶ ζωῆς σχεδὸν, συμπαρατεινόμενον ἔσχε τὸ διάστημα· οἶδα γὰρ ὡς οὐκ ἄν σε τὸν ὑβριστὴν ἡ τοῦ Χριστοῦ ἀπογραφὴ δυσωπήσειεν· ὡς χάριέν σοι καὶ τὴν Ἡρώδου παιδοκτονίαν ἀσπάζεσθαι· ἐφ᾽ ἑνὶ δέ σε μόνον χαλεπαίνειν καὶ ἄχθεσθαι, ὅτι μὴ καὶ ὁ ζητούμενος ἐν τοῖς ἀνῃρημένοις συμπεριείληπτο, φυγὰς δὲ ἀπώχετο πρὸς τὴν Αἴγυπτον, ἐπειδὴ ἑπτὰ πρὸς τοῖς τριάκοντα ἔτεσι κατὰ τὴν αὐτοῦ βασιλείαν, ὥς φασιν, Ἡρώδης διήρκεσε. Θαύμαζέ μοι καὶ τὸν Ἀθηναῖον Τιμόθεον, ὃς τὴν τύχην εὐπαθῶν ἐν τῷ βίῳ ἔσχε συμπράττουσαν· τί δὲ οὐχὶ τῷ Σεναχηρεὶμ ἐγκαλλωπίζῃ, καὶ τοῖς ἄλλοις οἱ τῶν Ἀσσυρίων βεβασιλεύκασιν; ἵνα πρὸς τὰ παλαιότερα ἐντεῦθεν ἀναδράμωμεν; μετ᾽ ἐκείνους δὲ καὶ ὑπὲρ ἐκείνους, τὸν Ναβουχοδονόσορ καὶ τὴν ἐκείνου δυναστείαν οὐχ ὑπερεκπλήττῃ; ὅθεν καὶ σφύρα πάσης τῆς γῆς παρὰ τῶν λογίων τοῦ Πνεύματος ἐπωνόμασται, τῷ διαφθείρειν καὶ ἀπολλύειν ἅπαντας καθ᾽ ὧν ἂν ἐπετίθετο. Μῆδοι δὲ καὶ Πέρσαι, ἐπεὶ καὶ ἡγιασμένοι παρὰ Θεοῦ καὶ ἀγόμενοι, καὶ γίγαντες ἐρχόμενοι χαίροντες ἅμα καὶ ὑβρίζοντες, ὡς τὸν θυμὸν τοῦ ἁγιάζοντος ἀποπλήσοντες, καὶ Κῦρος χριστὸς ὁ τοῦ Θεοῦ, ὃς τούτων ἦγε τὸ ὅρμημα προσηγόρευται, οὐκ ἄν σε θᾶττον εἰς πίστιν ἐπαγάγοιντο; Παρίημι δὲ τὰ πολλὰ διὰ τὸν ὄχλον τῶν ῥημάτων. Ἀλλὰ φήσεις, ὅτι τὰ ἐπὶ Θρᾴκης ἐπετείχισε φρούρια, καὶ εἰ μέγα σοι τοῦτο εἰς πίστιν, δίδου τὸ κλέος τῆς πίστεως Ῥώμοις τισί τε καὶ Ρήμοις, καὶ τῆς μεγίστης Ῥώμης ἐννόει τὸ περιφανὲς καὶ ἐπηρμένον τῆς κτίσεως· ζήλου τὴν θρησκείαν ἐκείνου, ὃς τὴν μεγάλην ἐδείματο Ἀλεξάνδρειαν, καὶ τὸ τοῦ χωρίου θαυμάζων εὔθετον, καὶ τοῦ ἐπικλύζοντος Νείλου τῶν ἐκείνῃ τὰ ὅρια, τὰς ἀναβάσεις τὰς ἐτησίους, καὶ ὡς καρποδότην δοξάζων, τῆς παλαιᾶς καὶ δεισιδαίμονος τῶν Αἰγυπτίων οὐκ ἀποσταίης πλάνης. Ὁ Νῖνός σοι τῆς ὁμολογίας ἡγείσθω, ὃς ἐπώνυμον ἑαυτῷ τὴν πόλιν ἤγειρε τὴν Νινευῆ, ἧς ἡ ὁδὸς ἡμερῶν τριῶν τῷ περιιόντι διανυσθήσεται.
Μετάβηθι ἐντεῦθεν, εἴ σοι δοκεῖ, ἐπὶ τοὺς κατὰ τὸν Ἰσραηλίτην λαὸν ὑπάρξαντας βασιλέας, καὶ τὸν ἐπ᾽ αὐτοῖς εὐημερίαν καὶ τὸν χρόνον περιεργάζου· εἷς δέ σοι ἀντὶ πάντων ἀποχρήσει, κλέος μέγα καὶ αὔχημα προκείμενος πίστεως. Ἱεροβοὰμ οὗτός ἐστιν ὁ δοῦλος καὶ ἀποστάτης· ἐπειδὴ γὰρ Σολομὼν ὁ τοῦ προφήτου Δαβὶδ παῖς τῆς ἐνταῦθα ζωῆς ἀπαλλάττεται, ἐξ Αἰγύπτου ἐπάνεισι, φυγὰς ἐκεῖσε τὸ πρὶν ἀποδράς· εἰς τοσοῦτον δὲ τὰ τῆς τύχης καὶ τῆς εὐημερίας αὐτῷ ἐπιδέδοται, ὡς ἱκανῶς ἔχειν τὸν λαὸν διελέσθαι διχῇ, καὶ τὰς πλείστας τῶν φυλῶν ἐπαγαγέσθαι, καὶ ἀρχὴν οἰκείαν καὶ βασιλείαν ἀποτεμέσθαι, καὶ βασίλεια καταστήσασθαι, καὶ τῆς περὶ Θεὸν λατρείας τὸν λαὸν ἀπαγαγεῖν, καὶ δαίμοσιν ὀλεθρίοις προσαγαγεῖν, τὰς χρυσᾶς δαμάλεις τῶν ἱερῶν σεβασμάτων εἰς προσκύνησιν τῶν ματαίων ἀντιτεχνώμενος, ὧν μέγα ὑπερέσχε, καλλιεργίαις τε καὶ εὐφωνίαις καὶ τοῖς φθόγγοις ὑπερηχοῦν εὐσημότερα· ἐκεῖνο δὲ τὸ περὶ σὲ θαῦμα τὸ ἐν σκεύεσι τοῖς χρυσηλάτοις ὑπεράγαν θαυμαζόμενον, καὶ πρὸς ἑαυτὸ τοὺς πλανωμένους ἀνθέλκον τῇ ποικιλίᾳ καὶ τῷ μεγέθει, τῇ ἐπὶ τῆς Βαβυλωνίας εἰκόνι παρὰ τῶν τεκτηναμένων ἀντιπαρατιθέμενον· τί δέ σοι οὐ μέγας Ὁζίας ὁ τολμητίας, ὁ τῶν ὑπὲρ ἀξίαν ἁπτόμενος καὶ διὰ τοῦτο λεπρούμενος; Μανασσῆ δέ σοι, οὐκ ἔστιν ὅστις τῶν ἄλλων παρεξετασθήσεται· πάντας γὰρ τοὺς ἐπ᾽ ἀσεβείᾳ καὶ ἀθεότητι γνωριζομένους ὑπερβαλέσθαι ἀνιστόρηται, πάντων προσοχθισμάτων καὶ βδελυγμάτων ἑαυτόν τε καὶ τὸ ὑπήκοον ἅπαν ἀποπλήσας· τούτων δὲ ὁ μὲν δυσὶ πρὸς τοῖς πεντήκοντα ἔτεσιν, ὁ δὲ πέντε πρὸς τοῖς πεντήκοντα κατὰ τὴν ἀρχὴν ἐπὶ τὸ Ἰουδαϊκὸν φῦλον, διήρκεσαν βασιλεύοντες· καταμωμήσῃ, εὖ οἶδα, καὶ διαπτύσεις τὸν θεοφιλῆ Ἰωσίαν, τὸν παρὰ Θεῷ ἐπ᾽ εὐσεβείᾳ μαρτυρούμενον, καὶ πίστει τῇ ὀρθῇ τοὺς ἄλλους ὑπερίσχοντα, ὅτι ἀκλεῶς τὸν βίον κατέλυσεν, ὑπὸ τῶν οὐ πολεμούντων βληθεὶς, καὶ τοῦ πολέμου τὸ ἄπιστον οὐ προορώμενος· ἐκείνων ἀπάντων διά τε τοὺς χρόνους καὶ τὴν παροῦσαν εὐημερίαν ὑπεραγάμενος δέχου τὰ ἔθη, τόν τε τρόπον καὶ τὴν θρησκείαν τίμα· κατακρότει ταῖς εὐφημίαις, στεφανοῦ ταῖς ὑπερκειμέναις δόξαις· μιμοῦ τὸν βίον, ἀσπάζου τὰς πράξεις, σπονδὰς προσχέων τέλει καὶ τὰς θυσίας, ἐνευφραίνου ταῖς τελεταῖς, καὶ τοῖς σοῖς ταῦτα πρόσφερέ τε, εἴ σοι αἱρετὸν, καὶ προσκύνει καὶ δόξαζε· τελοῦ τοῖς μυστηρίοις, δέχου τὰς ῥήσεις τῶν χρησμολόγων, πύθου τῶν ἀπὸ γῆς φωνούντων, ταῖς ἐγγαστριμύθοις προσέδρευε· τί τἄλλα λέγειν; πρόστρεχε τοῖς δαίμοσιν οἷς ὁ σὸς διδάσκαλος ἤγετο· ἵνα καὶ ῥᾷον εὐημερήσης, καὶ πλησθῆς ἄρτων καὶ οἴνου, καὶ πάντων ὅσα παρὰ τῆς γῆς ἐκδίδοται καὶ τοῖς γηῖνοις σπουδάζεται. Υἱοὶ ἀνθρώπων, ὁ μέγας ὑμῖν ἐμβοάτω Δαβὶδ, οἷά τις σάλπιγξ μεγαλόφωνος, ὡς ἐκ περιωπῆς καὶ ὑψηλοῦ ὑπηχῶν τοῦ κηρύγματος, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;
Μέγα τι τὰ παρόντα ὑπολαμβάνοντες, καὶ τοῖς φθαρτοῖς καὶ ἐπικήροις τὸ πᾶν τῆς ζωῆς περικλείοντες, πόθεν σοι ἡ μικρὰ ἑκείνη ἐφ᾽ ᾗ μέγα φρονεῖς εὐημερία, καὶ ὅθεν σοι τὰ ὥνια ἐπηύξετο; εἴ σοι οὐ τραχὺς ὁ λόγος, ἀκούων ἐπίγνωθι. Ὁ μισοχριστότατος καὶ φιλοχρυσότατος τύραννος, τὸ τοῦ χρυσοῦ ἀνδράποδον, ὁ τὸν Λύδιον ἐκεῖνον τῇ φιλοχρύσῳ μανίᾳ ὑπερβαλόμενος, καὶ θεὸν τὸν χρυσὸν μετὰ τῆς κοιλίας ἡγούμενος· ὁ βαρύτατος φορολόγος, καὶ ἀπαραίτητος, τὸν κλοιὸν τῶν ὑποφόρων εἰς ὅτι μάλιστα κατεβάρυνε, συχναῖς καὶ ἐτησίοις προσθήκαις τῶν τελεσμάτων, τοὺς τῆς γεωργίας ἅπαντας πιέζων καὶ ἀποθλίβων παρανομώτατα, ὡς ἑνὸς χρυσίνου τὴν περιουσίαν ἀνδρὸς γεωργοῦ ἅπασαν, εὐχερῶς ἄν τις ἐξωνήσατο· εἶδον ἔγωγε τῶν τελεσμάτων χάριν ἀνθρώπους ἀθλίους, δένδρεσιν ὑψηλοῖς τε καὶ εὐμήκεσι, χειρῶν ἐξημμένους ἐκκρεμεῖς, ὡς ἐπὶ τὸν ἀέρα ἐπὶ πολὺ μετεωρίζεσθαι, καὶ ταύτην πικρὰν καὶ βιαίαν διαφέροντας τιμωρίαν, ἀπορίᾳ τῶν δημοσίων φορῶν· σὺ δὲ οὐκ αἰσχύνῃ καὶ καταδύῃ τῶν πέλας τὴν ζωὴν ἐκκαρπούμενος, καὶ τὰς σάρκας τῶν ὁμοφύλων, μᾶλλον δὲ ψυχὰς αὐτὰς, μικροῖς σταθμίοις ἐμπορευόμενος· καὶ τρυφὴν ἰδίαν, καὶ κέρδος ἐπιζήμιον, τὰς ἀλλοτρίας συμφορὰς ἐργαζόμενος;
Διὰ τοῦτο ἐπαγάλλῃ τοῖς χρόνοις καὶ ταῖς εὐημερίαις; μεγάλα σοι τὰ παρόντα καὶ τοῦ παντὸς θαύματος ἄξια; Κίνει λοιπὸν κατὰ τοῦ Κτίστου τὴν γλῶσσαν· ὅπλιζε κατὰ τῆς τοῦ Μονογενοῦς δόξης τὰς χεῖρας· ἐξουδένου Χριστὸν, ὅτι ἐπὶ γῆς ἐλθὼν ταπεινὸς ὥφθη καὶ εὐτελὴς τὸ φαινόμενον, καὶ πάντων πενέστερος, καὶ οὐκ ἔχων ὅποι τὴν κεφαλὴν κλίνῃ, ἀλωπέκων καὶ πετεινῶν ἀπορώτερος, ἀριθμῷ βραχεῖς μαθητὰς ἐπαγόμενος, καὶ τούτους ἀπόρους καὶ πένητας· θανάτῳ τε αἰσχίστῳ οἷά τινα κακοῦργον καὶ ὑπεύθυνον καταδίκαζε· χλεύαζε τὸν σταυρὸν καὶ τὸ πάθος, ὃ σοῦ γε εἴνεκεν κατεδέξατο· ταῖς θεοσημίαις ἀπίστει; διάπτυε τὰ θαύματα, κωμώδει μετὰ Ἰουδαίων τὴν ἀνάστασιν, ὕβριζε τῶν μαθητῶν τὴν ἀκτησίαν, ὡς ἀχάλκους καὶ ἀράβδους καὶ μονοχίτωνας πανταχῆ περιιόντας εὐτέλιζε, καὶ τοὺς ὡραίους τῶν εὐαγγελιζομένων πόδας ἀποτροπαίους ἡγοῦ· ἀπόσκωπτε τῶν μαρτύρων τῆς ἀληθείας τὸ δυσπαθὲς καὶ δυσήμερον· τὴν τῶν ὑπαρχόντων ἀπάντων ἀποβολὴν ἐπιτώθαζε, καὶ τὸ πρὸς ἅπαν δεινὸν αὐτόμολον, τὴν κατὰ τῶν κινδύνων καὶ τοῦ θανάτου αὐτοῦ τόλμαν ὀνείδιζε· διὰ τοῦτό σοι φευκτοὶ οἱ ἅγιοι, ἐπευκτοὶ δὲ οἱ διώκοντες, ὅτι οἱ μὲν ἡττήθησαν, καὶ οὐδέν τι τῶν παρόντων ἀπώναντο· οἱ δὲ τῆς ἐνυπαρχούσης δόξης οὐ διήμαρτον· ἀγνοεῖς γὰρ ὅτι ἕτερα μὲν τῶν ἁγίων τὰ κατορθύματα, τῆς ὄντως πίστεως καὶ τῆς ἐλπίδος τῆς κατ᾽ αὐτοὺς ἄξια, ἀΐδιον ὡς ἀληθῶς τὴν δόξαν καὶ τὴν λαμπρότητα κεκτημένα καὶ διαιωνίζουσαν· τῶν διωκόντων δὲ φαῦλα τὰ ἔργα καὶ ἀνόσια, καὶ τῆς ἐκείνων ἀθεότητος ἴδια· ἂ μετὰ τῆς μνήμης αὐτῶν εὐθὺς ἀπέσβη, ὥσπερ καπνὸς ὑπὸ λαίλαπος τάχιστα σκεδαννύμενα, καὶ σοί γε θαυμάζεται τοῖς παροῦσι μόνον προσηλωμένῳ, καὶ οὐδαμῶς τῶν ἀποκειμένων ἐν τῷ μέλλοντι τοῖς ἀξίοις ἀγαθῶν ἐν ἐλπίσιν ὑπάρχοντι.
Γέλως σοι προκείσθω τῶν ὁσίων καὶ ἀσκητῶν ἀνδρῶν ὁ βίος, οἷς ἐν σώματι τὸ ἀγγελικὸν καὶ ἄσαρκον ἐπιδείκνυται· διάσυρε τὴν ἐγκράτειαν, τὴν ταπεινοφροσύνην, τὸ πρᾶον, τὸ ἤσυχον, τὸ μακρόθυμον, τὴν χαμευνίαν, τὴν ἀκτησίαν, τὴν ἐρημίαν, τὸ κόσμον καὶ τῶν ἐν κόσμῳ χωρίζεσθαι, καὶ τἄλλα οἷς Θεὸς εὐαρεστεῖται καὶ ἤδεται· ἄνοιγε τὸ στόμα κατὰ τοῦ ἀγγελικοῦ καὶ ἀποστολικοῦ σχήματος· ἀποβιάζου τοὺς ἐν τῷ μονήρει διαπρέποντας βίῳ, τὰς πρὸς θεὸν ἀθετεῖν ὁμολογίας, τὸν βίον μεταρρυθμίζεσθαι, τὸ σχῆμα μεταμφιέννυσθαι, τὸ μέλαν καὶ τραχὺ καὶ ρακῶδες ἱμάτιον ἀποτίθεσθαι, καὶ τὸ λευκὸν καὶ λαμπρὸν μετενδιδύσκεσθαι· δημοσίευε, ἐπὶ θεάτρων ἄγε, καταγόρευε, πλέκε διαβολὰς, αἰσχρουργίας ἐπινόει· οἷς εἰ μὴ βούλοιντο τῶν πρὸς Θεὸν συνθηκῶν παραβάται γίνεσθαι, κατακρινέσθωσαν οἱ ἀθῶοι καὶ ἀναίτιοι· ἀμνημονεύτους ὀνόμαζε· ἐπεὶ καὶ Χριστὸς, τὸ παρὰ σοὶ, ὡς Θεὸς ἀθετούμενος, ὡς ψιλὸς δὲ ἄνθρωπος προσαγορευόμενος· ταῦτα ὁ σὸς Χριστὸς καὶ διδάσκαλος, ὁ ἐμὸς διώκτης καὶ τῶν τοῦ Χριστοῦ, μᾶλλον δὲ αὐτοῦ Χριστοῦ ἀντίθετος. Εὐπάθειαν τὴν κατὰ τὸν τῇδε βίον ἐπιζητεῖς; Πίστιν δοκιμαζομένην, καὶ πράξεων τὸ λαμπρὸν καὶ περίοπτον, ταύτῃ βούλει παραμετρεῖν; Ἔξεστι σοι, εἴπερ ἀληθείας ὁπωσοῦν πεφρόντικας, τὴν τῶν πραγμάτων ἐπεσκεμμένῳ φύσιν, τὰ τῶν ὅρων τῆς θεοσεβείας πόρρω που κείμενα, ὡς σφαλερὰ καὶ ἀπόπτυστα δόγματα, καὶ τὸν περὶ ψυχῆς φέροντα κίνδυνον, καὶ τοὺς τούτων εἰσηγητὰς καὶ Πατέρας διακρούεσθαί τε καὶ ἀποπέμπεσθαι.
Τῶν δὲ προβεβασιλευκότων πιστῶν, καὶ μέγα τὸ εὐδόκιμον τῆς ἐπ᾽ εὐσεβείᾳ σπουδῆς κληρωσαμένων, τήν τε ὁμολογίαν, καὶ ἣν περὶ τὴν οἰκονομίαν τοῦ Χριστοῦ δόξαν εἶχον, ἀποδέχεσθαί τε καὶ ἀσπάζεσθαι, καὶ τούτων περινοεῖν τὰς μεγαλοπρεπείας τε καὶ λαμπρότητας, καὶ τὸ θερμὸν ὃ περὶ τὴν ἀμώμητον καὶ ἀκίβδηλον ἡμῶν θρησκείαν ἐπεδείξαντο, τὴν τῶν ὀρθῶν δογμάτων συντηροῦντες φυλακὴν καὶ ἀσφάλειαν· ὁ Κωνσταντῖνος ὁ Μέγας ἐνταῦθα προκείσθω, οἷα δή κορυφὴ καὶ ἀκρόπολις εὐσεβείας σοι προφαινόμενος· ἵνα ἐξ ἐκείνου τοῦ λόγου κατάρξωμαι, ἐκείνῳ τούτου τῷ χρόνῳ κατάρξαντος, καὶ σκόπει ὡς πιστὸς τῷ Θεῷ καὶ φανεὶς καὶ γενόμενος, οἷα κατήνυσεν ἄρξας· τὴν μὲν γὰρ τῶν εἰδώλων πλάνην, φροῦδον αὐτίκα πεποίηκε· βωμούς τε αὖ καὶ τεμένη, ἐν οἷς τῶν βδελυρῶν δαιμονίων ἐπετελεῖτο ἡ θεραπεία, ἐκ βάθρων αὐτῶν καταστρεψάμενος, θυσίας τε αὐτῶν καὶ τελετὰς πάμπαν ἐκ ποδῶν ἐργαζόμενος, τὰς δὲ πρὸς Θεὸν κρατύνων ὁμολογίας, τοὺς καθ᾽ ἡμᾶς ἱεροὺς ναοὺς ἀνεστήσατο καὶ ἐφαίδρυνε, φιλοτιμίαις ὡς πλείσταις καὶ μεγαλοψυχίαις εἰς αὐτοὺς ὅτι μάλιστα χρώμενος, καὶ τὴν τε ἐλευθερίαν καὶ παῤῥησίαν Χριστιανοῖς ἐχαρίσατο· οὐ μὴν δὲ ἀλλὰ καὶ κατὰ τοὺς σεβασμίους οἴκους, οὓς αὐτὸς τῷ Θεῷ ἐκ θεμελίων ἀνίστη· τὰ ἱερὰ σύμβολα τῆς μεγάλης τοῦ Θεοῦ οἰκονομίας, θαύματά τε καὶ θεοσημίας καὶ παθήματα, πρὸς δέ γε καὶ τὰ τῶν ἁγίων αὐτοῦ, σαφῶς καὶ πολυτελῶς ἐξεικονίζων διέγραφεν, ἐν τε τοῖς ἱεροῖς σκεύεσι καὶ ἑτέρωθι πράττων τετίμηκεν, ἐντεῦθέν τε οἴκων τὸν καλλωπισμὸν καὶ τὴν ὡραιότητα ἐργαζόμενος, ὁμοῦ καὶ τὴν τοῦ θείου μυστηρίου ἐξαπλῶν καὶ διατρανῶν δύναμιν, καὶ τοὺς θεωμένους πρὸς εὐσεβείας ἐνάγων ὑπόμνησιν· καθάπερ ὑπαγορεύει τὰ Εὐαγγέλια, καὶ μάρτυρες τούτων ἀπαράγραπτοι, αὐτοί τε οἱ ναοὶ μέγα καὶ διαπρύσιον τὴν ἐκείνου βοῶντες ὀρθοδοξίαν, οὐδὲν δὲ ἧττον καὶ εἰσέτι καὶ νῦν διασωζόμενοι, τὸν πρὸς αὐτοῦ κεχαραγμένων νομισμάτων οἱ τύποι· ἐντεῦθεν οὖν δέχου τὰ κατορθώματα οἷα καὶ ὅσας κατὰ παντὸς ὀθνείου ἀνεδήσατο νίκας· ὅπως τε αὐτῷ τὰ τῆς ἀρχῆς ἐπευρύνετο, καὶ τὰ τῆς ζωῆς εὖ ἔσχε, καὶ ὁ χρόνος ὅσον εἰς ἀνθρωπίνης ζωῆς μέτρον ἰκανώτατος· καὶ τί χρὴ λέγειν οἷος λαμπρὸς καὶ περίβλεπτος ἐν τῷ βίῳ ἐχρημάτισεν; Εἰ δὲ κτίσεων ἔργα θαυμάζειν σοι πάρεστιν, ὅρα παρελθὼν τὸ Βυζάντιον εἰς ὅσον αὐτὸ ἐπῆρε δόξης καὶ εὐκοσμίας, τοσοῦτον αὐξήσας καὶ καλλωπίσας τείχεσί τε καὶ περιβόλοις, ὅσον ἐπιτήδειον δέξασθαι τὰ Ῥωμαίων βασίλεια· τί δεῖ ἀπαριθμεῖσθαι κτισμάτων πλῆθος καὶ μέγεθος, ἐξ ὧν πάντων ὑπερήνεγκεν, ἃ μήτε τοῖς ὁρῶσι καταλήψεσθαι ῥάδια, μηδὲ γράφουσι δυνατὸν ἀνατάξασθαι; Καίτοι ὁδῷ βαδίζων ἐπὶ τὰ κάτω, καὶ μάνθανε οἷα οἱ μετ᾽ ἐκεῖνον εὐθύτητι δογμάτων ἐμπρέψαντες ἔδρασαν· θέα μοι, εἰ βούλει, τὸν Θεοδόσιον, ἵνα τὸ συνεχὲς τοῦ λόγου συμφυλαχθείη τῆς κτίσεως, ἐφ᾽ ὅσον τὴν αὐτὴν πόλιν Κωνσταντίνου ἐξαπλῶν καὶ ἀπευρύνων διάστημα ἐμεγάλυνε, καὶ οἷα τὰ ἱερὰ, ἅπερ τὸν αὐτὸν τοῖς προλαβοῦσι τῆς ὀρθοδοξίας ζηλώσας τρόπον ἐδείματο· λογίζου τὸν ἀριθμὸν τῶν χρόνων, ὅς σοι φίλος καὶ περισπούδαστος, τῆς ἐκείνου βασιλείας τὸ μήκιστον, ὦ φιλόχρονε σὺ καὶ φιλόκοσμε, καὶ τῶν ῥεόντων ἐρῶν ἐκτοπώτατα· δυσὶ γὰρ πρὸς τοῖς τεσσαράκοντα ἔτεσιν εἰς τὸν θρόνον διέπρεψε τὸν βασίλειον.
Τί ταῦτα; θαύμαζε, εἴ σοι πεπίστευται τῶν ἁμεινόνων ἡ κρίσις, τὴν τοῦ πάππου τούτου Θεοδοσίου τοῦ Μεγάλου, περί τε τὸ Θεῖον καὶ τοὺς τοῦ Θείου θεράποντας εὐλάβειαν· ἣν γὰρ περὶ τὴν τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν, σπουδὴν καὶ πίστιν ἐκέκτητο, οἴ τε ἐνταῦθα ἱεροὶ οἶκοι παρ᾽ αὐτοῦ κατασκευασθέντες, οἴ τε κατὰ τὴν Ἑσπερίαν ἱδρυμένοι κηρύσσουσι· τά τε κατὰ Βαρβάρων ὡς πλεῖστα, δεδωρημένα ἄνωθεν νικητήρια, αἱ βίβλοι περιαγγέλλουσιν· ὧν ἑνὸς διακούσας, εἰ μή σοι τὰ τῆς ψυχῆς πεπώρωται καὶ ἀπηχρείωται αἰσθητήρια, εὐγνωμονήσαις ἂν περὶ τἄλλα τοῦ ἀνδρὸς ἀνδραγαθήματα· ἐθνῶν γάρ ποτε πολεμίων εἰς πλῆθος ἀξιολογώτατον συμφραξαμένων, καὶ πόλεμον ἐπ᾽ αὐτῷ κινούντων καὶ ἐπανατεινομένων τὸν φρικωδέστατον, ὁ δὲ οἷα τὸν τρόπον φιλόθεος, καὶ τὴν εἰς Θεὸν πίστιν θερμότατος, ὅπερ ἦν αὐτῷ τῶν βουλευμάτων ἄριστον ἐπὶ ταῖς τοιαύταις συμβάσεσι, τῇ μὲν ἐκ τῶν ὅπλων παρασκευῇ ἤκιστα θαῤῥεῖν, καὶ τῇ ἐκ τῶν στρατευμάτων μὴ ἐπαυχεῖν πολυπληθείᾳ, τῷ μὴ πάνυ τι τὸ ἀσφαλὲς εἰς τὸ ἀνδραγαθίζεσθαι ἔχειν, ἐπὶ τὴν θείαν δὲ συμμαχίαν καταφεύγειν ἀεὶ, τοῦτο καὶ τηνικαῦτα ποιεῖ, ἄμαχον ἔξειν ταύτην ἐπικούρημα πεποιθώς· ἀποστέλλει τοίνυν πρός τινα τῶν κατ᾽ Αἴγυπτον θεοφόρων ἀνδρῶν, ἐπ᾽ ἔργοις παραδόξοις τεθαυμασμένον, ὡς αὐτὸν ἤκειν προτρέπων, ὡς ἂν ταῖς ἐκείνου εὐχαῖς ἐφοδιαζόμενος, τῆς πρὸς τοὺς ἀντιπάλους κατάρξειε μάχης· ὁ δὲ τὴν μὲν παρουσίαν ὑπὸ εὐλαβείας ἀνεβάλετο, εὐχὴν δὲ ἐπὶ τῇ βακτηρίᾳ καθ᾽ ἢν ἐπεστήρικτο, καὶ τῷ περιβολαίῳ ὃ δὴ περιαυχένιον ἔφερε ποιησάμενος, ταῦτα ἐκπέμπει πρὸς Θεοδόσιον· καὶ ὅ γε πιστῶς τε καὶ εὐλαβῶς δεξάμενος, θαρσήσας τε ἐπ᾽ αὐτοῖς, τὸ μὲν περιβόλαιον, ἀντὶ κόρυθος ἐπὶ τῆς κεφαλῆς, καθάπερ αὐτῷ ἐντέταλτο περιβάλλεται, τῷ δὲ βάκτρῳ ἀντὶ δόρατος τὴν δεξιὰν καθηπλίζεται, πρώτιστος δὴ οὖν τοῦ κατ᾽ αὐτὸν στρατιωτικοῦ παντὸς προαφορμήσας, πρὸς τοὺς ἐναντίους χωρεῖ· ἐπεὶ οὖν τοῦτον οἱ Βάρβαροι ἐθεάσαντο, αὐτίκα δὴ μάλα οἵ γε πρὸς φυγὴν ἐτράποντο ἅπαντες, ὑπ᾽ ἀλλήλων τε βαλλόμενοι εἰς μέγα κακὸν ὀλέθρου ἧκον, καὶ ταῦτα μηδενὸς τῶν ἀντιπαρατεταγμένων, μήτε πλησιάσαντος μήτε βαλόντος· οὕτως οὖν λαμπρὸν τρόπαιον ἐν τῷ τότε καιρῷ κατὰ τῶν δυσμενῶν ἐστήσατο· ἐξ ἐκείνου τοίνυν καὶ μέχρι βίου παντὸς, ἐπὶ τοῖς θαυμαστοῖς ὅπλοις καὶ νικοποιοῖς στεφόμενος ὑπὲρ διάδημα βασιλικὸν ἐσεμνύνετο, ἀντὶ παντὸς ὅπλου τούτοις ἀεὶ κοσμούμενός τε καὶ χρώμενος· ταύτης τῆς παραδόξου νίκης ἀπανταχόθι βεβοημένης, οἱ τὴν Ἀλεξάνδρου προσοικοῦντες μεγαλόπολιν, πάνδημον ἑορτὴν καὶ πανήγυριν ἀνὰ πᾶν ἔτος ἐπὶ ταύτῃ ἦγον, καὶ Εἰκόνιον προσηγόρευον· καὶ γὰρ τοῦ βασιλέως εἰκόνα διέγραψαν, αὐτοῖς ὅπλοις οἷς καθώπλιστο ἀνιστορήσαντες, δι᾽ ἧς τὸ γεγονὸς περὶ αὐτὸν ἐκηρύσσετο θαῦμα.
Ἀλλ᾽ οὐχ ὁ σὸς διδάσκαλος Μαμωνᾶς τοιαῦτα, οὐδὲ εὐλάβεια καὶ πίστις ἦν ἐν αὐτῷ, ἀπηναισχύντησε δὲ κατά τε τοῦ Θεοῦ μανεὶς καὶ τῶν ἱερῶν ἀνδρῶν, τῶν ὥσπερ αὐτῷ ἀνάθημα προσηκόντων· καὶ τὸ ἀποστολικὸν δὴ τοῦτο καὶ ἀγγελικὸν τοῦ μοναστικοῦ βίου σχῆμα βδελυσσόμενος, ἐπώνυμον τι θεοσεβείας, τὸ ἀμνημόνευτον αὐτοῖς ἐπέγραφε ὄνομα· « Βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια· » οἷα ἃ εἰς αὐτοὺς τυραννίδι ἐπιὼν ὁ τύραννος ἔδρασε, τὰς τε πρὸς Θεὸν ἐπηγγελμένας αὐτοῖς ὁμολογίας καὶ συνθήκας ἀθετεῖν ἐκβιαζόμενος, καὶ τὸ σχῆμα τὸ ἱερὸν ἀποῤῥίψαντας, τὸ τῶν λαϊκῶν μεταμφίσκεσθαι ἔτι δὲ οὓς καὶ γυναιξὶ συζυγῆναι ἐξηνάγκασεν, ἐπί τε τῆς ἱππικῆς ἁμίλλης αὐτούς τε τοὺς μοναχοὺς καὶ τὰς μοναζούσας σεμνὰς παρθένους, κατὰ συζυγίαν συνδέων καὶ ἀγὼν ἐθριάμβευεν, ἀθεώτατα καὶ παρανομώτατα, καὶ παρὰ πάντα τὸν τῶν Χριστιανῶν νόμον διαπραττόμενος, καὶ τἄλλα ὁπόσα δὴ καὶ ὁποῖα εἰς αὐτοὺς κατεπράξατο ἄθεσμα καὶ ἀνόσια, κρείττονος ἢ τοῦ παρόντος λόγου ἐστὶν ἐκδιηγεῖσθαι.
Ἀλλ᾽ ἄγε δὴ ἐντεῦθεν μετάβηθι, καὶ τῶν μεταγενεστέρων, εἰ βούλει, περιεργάζου τοὺς τῆς ζωῆς χρόνους καὶ τὴν εὐπάθειαν, ἐπεί σοι κριτήριον πίστεως αἱ κατ᾽ ἐχθρῶν νῖκαι, καὶ τοῦ παρόντος κόσμου αἱ περιφάνειαι· ὁ τῆς νέας πίστεως, μᾶλλον δὲ τῆς νέας κατατομῆς καὶ ἀπιστίας, τὸ τῆς ἀχαριστίας κτίσμα καὶ τῆς ἀκολασίας ἀνδράποδον, τὸν πάλαι Ἰουστινιανὸν περιάθρει, ὃς δὴ θερμῶς τε καὶ περιφανῶς τιμήσας τὰ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου ἀπεικονίσματα, τὸν τεσσαρακοντούτην δυεῖν δεόντοιν χρόνον, κατὰ τὴν Ῥωμαϊκὴν ἀρχὴν διετέλεσε· τὸ δὲ ὅπως κατὰ βαρβάρων ἐθνῶν τὸ εὔδαιμον ἀπηνέγκατο, αἱ περὶ αὐτῶν ἰστορίαι πλεῖσταί τε οὖσαι καὶ ἀξιολογώτατοι φέρουσι, καὶ ἴσασι ταῦτα οἱ ἐντετυχηκότες ἐπιμελέστερον. Ἐπὶ κτίσματι μέγα φρονεῖς, καὶ πίστεως τοῦτο παραλαμβάνεις μαρτύριον; τὰ μὲν ἄλλα σοι παρετέα πλεῖστα ὅσα καὶ μέγιστα καὶ ἀριθμοῦ κρείττονα, ἐν οἷς πολυειδῶς καὶ ποικίλως τά τε τῆς τοῦ Λόγου ἐνσωματώσεως καὶ τῶν ἁγίων τοὺς ἄθλους ἀνιστόρησε, θείοις ναοῖς τε καὶ ἄλλοις δομήμασιν· ἓν δέ σοι ἀντὶ πάντων ἀρκέσει, τὸ τῆς σοφίας τοῦ Θεοῦ Λόγου ἐπώνυμον ἱερόν· τοῦτο δὴ τῶν θαυμάτων τὸ ἀξιάγαστον, ὃ ἀνὰ πᾶσαν τὴν οἰκουμένην βεβοημένον θαυμάζεται, πάντων τῶν πώποτε μνημονευομένων καὶ ἱστορουμένων, τῷ ἀπειροπλασίονι μεγέθει καὶ τῷ ὑπεραίροντι κάλλει, παραδοξότατόν τε καὶ ἀξιοθέατον. Ἡρακλείῳ δὲ, ἵνα τοὺς ἐν μέσῳ παραδράμωμεν, οὐδὲ παραστῆσαι ῥάδιον· ὁπόσος ὁ περὶ τὰ ἱερὰ ταῦτα σεβάσματα πόθος καὶ ἡ προσκύνησις, μέγα σαλπίζουσιν οἱ παρ᾽ ἐκείνου ἀναστάντες ναοί· οὖ καὶ τὰς λεγομένας ἀχειροποιήτους τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ εἰκόνας, ὁ χρόνος διέσωζεν, ὑφ᾽ ὧν μάλιστα τῷ πόθῳ καὶ τῷ σεβάσματι περιεφλέγετο· ὡς μηδὲ ἀπαίρειν μηδὲ κατάρχειν ὁδοῦ, τούτων χωρὶς, βούλεσθαι, ἀλλ᾽ ὡς συνεκδήμων καὶ ἠγεμόνων ἀπλανῶν περιέχεσθαι· τῶν πρεσβειῶν δὲ τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεομήτορος, καὶ τῶν ἁγίων ἡ μνήμη καὶ ἡ ἐπίκλησις πόση; οὐδὲ ἀναπνεῖν αὐτῷ ὑπῆν ὅσον ταύτας αἰτεῖν· οἶαι δὲ αὐτοῦ αἱ πράξεις; Μετὰ τῆς τοιαύτης πίστεως καὶ τοῦ σεβάσματος, αἰ πόλεις καὶ αἱ χῶραι κεκράξονται, αἱ δὴ ὑπὸ Πέρσας τηνικαῦτα τυγχάνουσαι, πίστει τῇ ἐκείνου καὶ ἱδρῶσι πλείοσιν ἀποκαθίστανται, Ῥωμαίους ἀνασωζόμεναι· ταύτας γὰρ ἀπροσεξία καὶ ῥᾳθυμία τῶν προαρξάντων, μᾶλλον δὲ ἁμαρτία ἡ τῶν πολλῶν, τοῖς ἐχθροῖς ἐνεχείρισε· χρόνος δὲ αὐτῷ ὑπὲρ τὰ τριάκοντα κατὰ τὴν ἀρχὴν διήλασεν ἔτη, καὶ ὁ πᾶς τῆς ζωῆς αὐτῷ βίος ὑπὲρ τὰ τούτων διπλάσια περιεγένετο· καὶ οὕτως οἵ τε πρότεροι, καὶ οἱ καθεξῆς βασιλεῖς τε καὶ ἄρχοντες ἐπ᾽ εὐσεβείᾳ ἐμπρέποντες, καὶ ἐβίωσαν καὶ τὰ καθ᾽ ἑαυτοὺς διώκησαν· τί πρὸς ταῦτα φής; ποῦ τὰ τοῦ σοῦ διδασκάλου; εἴ σοι δόξειε τὰ παρὰ σοῦ θαυμαζόμενα, μέτρῳ πρὸς τὰ ἱστορούμενα κρίνειν, τί συμβήσεται; σταγὼν πρὸς ὠκεανὸν τὰ τῆς σῆς μεγαλαυχίας πρὸς ἐκεῖνα νομισθήσεται.
Ἀλλ᾽ ἐκεῖνοι μὲν οὔτε εὐημεροῦντες τῇ τοῦ καθ᾽ ἡμᾶς εὐαγγελικοῦ κηρύγματος ἱστορίᾳ προσέπταισαν, οὔτε δυσπραγοῦντες χεῖρας κατὰ τῶν ἱερῶν ἀγαλμάτων ἐπέβαλον· οὔτε γὰρ τὴν Χριστιανῶν θρησκείαν τῇ φορᾷ τῶν τῇδε πραγμάτων παρέβαλον· οὐδαμοῦ γὰρ τὸ ἑδραῖον καὶ στάσιμον ὁ βίος ἔχων φαίνεται, ἄλλοτε δὲ ἄλλως μεταβαλλόμενος, καὶ οὔποτε ἐν τοῖς αὐτοῖς μένων, ποτὲ μὲν εὖ τοῖς πράγμασι φερόμενος, ποτὲ δὲ εἰς τοὐναντίον περιιστόμενος· ἕως ὁ καιρὸς τῆς ἀποστασίας ἐφέστηκε, καὶ οἱ τῆς εὐαγοῦς ἡμῶν πίστεως κατήγοροι καὶ ἀποστάται, οἷα θῆρές τινες τὴν τοῦ Χριστοῦ ποίμνην καταδραμόντες, ἅπαν τὸ εὐσεβὲς ἐλυμήναντο, τοὺς τῆς ἱερᾶς Ἐκκλησίας ἀρχαιοτάτους καὶ θειοτάτους ὅρους καὶ θεσμοὺς, ἀθέσμως καὶ ἀνοσίως διὰ τὰς ἁμαρτίας ἡμῶν καταστρεφόμενοι, τὴν οἰκείαν δόξαν ἢ αἰσχύνην εἰπεῖν οἰκειότερον, τῆς τοῦ Θεοῦ προκεκρικότες δόξης· ἀλλὰ σὺ μὲν τὴν πίστιν τὴν καθ᾽ ἡμᾶς δοκιμάζων, ἄπιστος ὥφθης καὶ ἀδόκιμος· οὐ γὰρ δοκιμὴ ἐν ταύτῃ ἐπιζητεῖται (ἀπιστίας γὰρ τοῦτο), ἀλλὰ ψυχῆς ἁπλότης, καὶ λογισμῶν καθαρῶν συγκατάθεσις ἀπερίεργος· τὸν πιστὸν γὰρ ταῦτα χαρακτηρίζειν ἐπίσταται· ἡμεῖς δὲ ἀπιστίαν τῷ ὄντι ἐξετάζοντες, καὶ ταῖς τῶν πραγμάτων ἐκβάσεσιν ἐπιστήσαντες, καὶ κριτηρίῳ ἀσφαλεῖ τῇ ἀληθείᾳ χρώμενοι λέγομεν, ὅτι διὰ τὴν τῶν σῶν διδασκάλων ἀπιστίαν, καὶ τὴν εἰς Χριστὸν, καὶ τὴν Ἐκκλησίαν ὕβριν πλεῖσται ὅσαι χῶραι καὶ πόλεις μεγάλαι καὶ λαοὶ, οἷς τὸ εἰς τὴν καθ᾽ ἡμᾶς πίστιν εὐσεβὲς τετήρηται, καὶ τούτων μάλιστα τὰ πρὸς ἥλιον καταδυόμενον πρόσοικα γένη πρὸς ἀπόστασιν εἶδον· ἐξ ὧν ἤδη παρὰ πολὺ διαιρούμενα, κεκακῶσθαι τὰ τῆς Ῥωμαίων ἀρχῆς καὶ ἠλαττῶσθαι συμβέβηκε.
Πολὺ γοῦν τῶν ἐν τῷ τότε ἐνακμασάντων ἀνθρώπων αἱ ψυχαὶ τὸ σφαλερὸν καὶ ἐπιβλαβὲς νοσήσασαι, κατακρίσεσιν αἰωνίαις παραδίδονται· πρόκειται οὖν σοι τὰ τῶν ἐπ᾽ εὐσεβείᾳ ἀρξάντων ἔργα τε καὶ κατορθώματα καὶ οἱ χρόνοι, εἶ σοι ἡ πίστις ἐν τούτοις παρέξεται σαφὲς διδασκάλιον, ὁδηγοῦντά σε πρὸς πᾶσαν ὁδὸν σωτήριον, ἄνπερ διὰ φροντίδος σοι ἡ τῆς ψυχῆς σωτηρία ποτὲ γένοιτο, τούτων ζήλου τὴν πίστιν, τῇ εἰς Θεὸν ἐλπίδι βεβαιούμενος, καὶ ἀποδέχου τὰς εὐσεβεῖς καὶ ἀρίστους πράξεις, καὶ τῶν παρόντων ὑπερόρα, καὶ πρὸς τὸ μέλλον ἐπείγου, καὶ Θεὸν τῶν πεπραγμένων ἐκδέχου κριτὴν δικαιότατον, ἵνα μὴ τοῖς ἐγκοσμίοις μόνον ἐναπομένων, τοῖς ἀγνοήσασι ταῦτα κατὰ τὸ ἀδέκαστον ἐκεῖνο καὶ φρικωδέστατον κριτήριον, τῇ γεέννῃ συμπαραληφθῆς ἀθάνατα κολασθησόμενος· ἔνθα οὐκ ἔνι βασιλεὺς καὶ ἰδιώτης, πλούσιός τε καὶ πένης, οὐ φίλος, οὐ συγγενὴς, ὅς ἑτέρῳ βοηθεῖν δυνήσεται· ἕκαστος γὰρ τοῖς ἰδίοις ἔργοις ἐξετασθήσεται, ἢ δοξασθησόμενος ἢ αἰσχυνθησόμενος· ἀλλ᾽ εἰ μὴ τοσοῦτον προκατεσχέθης τῇ ἀπιστίᾳ, ἐκπονηθήσεται δέ σοι τῇ πλάνῃ καταδυέντι ποτὲ ἀνανήξασθαι, καὶ πρὸς τὴν τῆς ἀληθείας ἀποσκοπῆσαι εὐθύτητα. Ἵνα σοι τὸ λυσιτελοῦν καὶ εὖ γεγονέναι ὑπάρξῃ ἐπ᾽ ἐξουσίας, πρόκειται ἀκοῦσαι ὅθεν τε καὶ ὅπως τὰ τῆς αἱρέσεως ταύτης, μᾶλλον δὲ ἀποστασίας, τὴν ἀρχὴν καὶ τὴν πρόοδον εἴληφεν· ἵνα σοι εὔγνωστον γένηται, ὡς οὐ βασιλικὸν, ἀλλ᾽ Ἰουδαϊκὸν τὸ φρόνημα τοῦτο καὶ κακούργημα· πρὸς γὰρ ταῖς λοιπαῖς ἁπάσαις αἱρέσεσιν, αἱ τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ παρὰ τοῦ Ἐχθροῦ ἐνσπαρεῖσαι κακῶς παρεφύησαν, καὶ αὕτη ἡ πικρὰ δυσσεβῶς συμπαρεβλάστησεν ἄκανθα· ἐκείναις γοῦν συντεταγμένη παρέπεται, ἑκατοστὴ δευτέρα ταῖς προκατειλεγμέναις ἐπαριθμουμένη· ἔχει δὲ ὧδε·
Αἵρεσις ρβ΄. Χριστιανοκατήγοροι ἤγουν Εἰκονοκλασταί.
Χριστιανοκατήγοροι ἐκλήθησαν, ἐπείπερ τῶν Χριστιανῶν λατρευόντων ἑνὶ Θεῷ ζῶντι καὶ ἀληθινῷ ἐν Τριάδι προσκυνουμένῳ, κατηγόρησαν φάσκοντες, ὅτι ταῖς σεπταῖς εἰκόσι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε ἀχράντου Δεσποίνης ἡμῶν καὶ παναγίας Θεομήτορος, καὶ τῶν ἁγίων ὡς θεοῖς καθάπερ Ἕλληνες λελατρεύκασι, καὶ ὡς εἰδώλοις δῆθεν ἀπεχθανόμενοι, τὴν Χριστοῦ Ἐκκλησίαν αἰσχρῶς καθύβρισαν· ταύτας τε καταστρεψάμενοι, καὶ τοὺς σέβοντας κατὰ τὸ παραδοθὲν ἀρχῆθεν Χριστιανοῖς ἔθος, πικρῶς αἰκιζόμενοι. Ἰουδαϊκὸν δὲ καὶ θεοστυγὲς τὸ φρόνημα· οὕτω γάρ φασι τῶν πρεσβυτέρων τινὲς βλαστῆσαι τὴν αἵρεσιν· ὡς κατὰ τὴν Τιβεριάδα τῶν Ἰουδαίων τῆς θρησκείας ὑπῆρχέ τι γνωριζόμενος, προύχων δὲ ἐν τῷ κατ᾽ αὐτὸν ἔθνει, ᾧ ἐπώνυμον Τεσσαρακοντάπηχυς· ὄργανον δὲ τοῦ πονηροῦ τυγχάνων δαίμονος, καὶ ὅλον αὐτὸν εἰσδεδεγμένος, φαρμακείας καὶ γοητείας οἷα τέχνην τινὰ μετήρχετο· οὗτος δυσμενὴς Χριστιανοῖς καθίστατο, καὶ τῇ Χριστοῦ Ἐκκλησίᾳ ἐβάσκαινε, καὶ δὴ ἐπετήρει καιρὸν, καθ᾽ ὃν ἐπιθέμενος λωβήσαιτο τὴν εὐσέβειαν· εὑρίσκει τοίνυν τοῦ τηνικάδε τοῦ φύλου τῶν Σαρακηνῶν κρατοῦντος τὴν εὐχέρειαν, ᾧ Ἰέζιδος ἦν ὄνομα, οἰκειοῦταί τε αὐτῷ καὶ οἷα εἰκὸς τὰ τῆς εὐνοίας ἐπιδεικνύμενος, τῶν καταθυμίων αὐτῷ τινα προὐμαντεύετο, καὶ ἅμα ὑπισχνούμενος, ὡς εἴπερ ταῖς αὐτοῦ ὑποθήκαις εἴξειε, τὸ μακρόβιον ἕξει ἐν τῇ ἀρχῇ, καὶ τὸν τριακοντούτην ἐν αὐτῇ διανύσειε χρόνον· ὁ δὲ ἀναπτερωθεὶς τῇ κουφότητι, ἅτε τὸν ἀκόλαστον ἀσπαζόμενος βίον, καὶ ἐπὶ μήκιστον τὰ τῆς φιλοσαρκίας ἐπεκτείνεσθαι αὐτῷ πρὸς ἡδονὴν ἀποδεχόμενος, τῷ λόγῳ τοῦ δυσσεβοῦς συνετίθετο· ὁ δὲ ἦν, κελεύειν ὅτι τάχιστα τοῖς ἀνὰ πᾶσαν αὐτοῦ τὴν ἀρχὴν, τὴν ὁπωσοῦν ἀνεστηλωμένην εἰκόνα, καὶ ὅλως παντὸς ζώου ὁμοίωμα καθαιρεῖσθαι καὶ ἀφανίζεσθαι· διαβολικὸν δὲ τοῦ θεομάχου τὸ κακούργημα, τὸν δόλον ἐγκρύψαντος, ὡς δὴ καὶ λανθανόντως διὰ τοῦ πᾶν ὁμοίωμα καθαιρεῖσθαι, συγκαταβληθῆναι καὶ τῆς καθ᾽ ἡμᾶς ἱερογραφίας τὴν εὐκοσμίαν· καὶ ἐπεὶ τὸ ἀνόσιον τοῦτο δόγμα περιήγγελτο, συγκαθηρεῖτο, εὐθὺς τοῖς ἄλλοις ὁμοιώμασι καὶ ἀγάλμασι, καὶ ὁ κατὰ τὰς Χριστοῦ ἐκκλησίας τῶν ἱερῶν εἰκονισμάτων διάκοσμος· τούτων γὰρ τὰ μὲν ἀπέξεον, τὰ δὲ κονίζοντες ἐξηφάνιζον, ἔστι δὲ ἃ καὶ σὺν αὐτοῖς τοῖς ἱεροῖς οἴκοις τε καὶ σκεύεσι καὶ ἐσθήμασι, τῷ πυρὶ παρεδίδοσαν· καὶ ταῦτα χερσὶ βεβήλοις καὶ ἀνοσίοις ἐτολμᾶτο· οἱ γὰρ εἰς τοῦτο πεμφθέντες, Χριστομάχους Ἰουδαίους καὶ Σαρακηνοὺς τὰ δεδογμένα πράττειν συνηνάγκαζον· Χριστιανοὶ δὲ καίτοι συνωθούμενοι καὶ βιαζόμενοι, τοῦ τηλικούτου μιάοματος ἐφάψασθαι οὐκ ἐπείθοντο· ἐντεῦθεν φυὲν καὶ αὐξηθὲν, τῇ Ῥωμαίων ἀρχῇ τὸ κακὸν ἐπεκώμασεν· οὗ τὴν λώβην οὐ τῶν τυχόντων τινὲς, ἀλλ᾽ αὐτοὶ ἐδέξαντο τῆς ἱερωσύνης οἱ ἔξαρχοι, ποιμένες μὲν ὀνομαζόμενοι, λύκοι δὲ τὸν τρόπον καὶ τὴν προαίρεσιν καθιστάμενοι, ὧν ἐτύγχανε, καὶ ὁ τηνικαῦτα τῆς Νακωλείας ἐπίσκοπος· τὰ αὐτὰ γὰρ τοῖς θεομάχοις καὶ φρονήσαντες καὶ διαπραξάμενοι, τὴν τοῦ Θεοῦ καθύβρισαν Ἐκκλησίαν.
Οἷον δὲ τέλος ὁ τῆς κακίας ταύτης εἰσηγητὴς, ὁ παμμίαρος οὗτος Ἑβραῖος ἐδέξατο, παραδραμεῖν οὐ δίκαιον· ὁ γὰρ Ἰέζιδος ἐκεῖνος, οὐ πλείονας ἢ δύο ἐνιαυτοὺς πρὸς μησὶν ἓξ ἐπιβιοὺς, τοῦ ζῇν κακῶς ἀποῤῥήγνυται· ὁ δὲ τούτου υἱὸς, Οὔλιδος τὴν προσηγορίαν, τὴν ἀρχὴν τὴν τοῦ πατρὸς διαδεξάμενος, οἷα τὸν τεκόντα ἐξαπατήσαντα, πικροτάτῳ καὶ ἐξαισίῳ θανάτῳ ἀναιρεθῆναι τὸν γόητα ἐπέτρεψεν, ἄξια τῆς κακίας τἀπίχειρα κομισάμενον· εὐθὺς δὲ ἡ ἀνὰ τὴν Ἕω Ἐκκλησία τὸν ἑαυτῆς ἐστολίζετο κόσμον, καὶ τὸν καινισμὸν τῶν ἱερῶν εἰκόνων ἐδέξατο· ἅπαξ δὲ τῆς πικρίας ἐκείνης ἡ ῥίζα τῇ Ῥωμαϊκῇ ἐμφυεῖσα πολιτείᾳ, φθάνει καὶ μέχρι τοῦ τότε κρατοῦντος· Λέων δὲ ἦν καὶ τὴν προσηγορίαν καὶ τὴν διάθεσιν, ὃς τοῖς ἴσοις τῷ βαρβάρῳ τῆς ἀκολασίας καὶ φιλοσαρκίας κέντροις νυττόμενος, ἐπιμανεὶς κατὰ τῆς εὐσεβείας, τῶν θείων ναῶν τὴν ἱερογραφίαν ἐξορύττειν ἐσπούδαζεν· οὗ καὶ τὴν ἀξίαν καὶ τὴν δυσσέβειαν ὁ υἱὸς Κωνσταντῖνος διαδεξάμενος, ἄσπονδον ἀνεῤῥίπισε κατὰ τῶν εὐσεβούντων τὸν πόλεμον· σύνοδόν τε ἱερέων ἀνοσίων συνεκρότησε, καὶ τὸ ἀσεβὲς τῆς ἑαυτοῦ ἀθεῖας δόγμα ἐξέθετο· τέλεον μὲν τὰς ἱερὰς εἰκόνας ἐξαφανίζεσθαι, τοὺς δὲ προσκυνοῦντας ἢ τὸν ὑπὲρ αὐτῶν λόγον πρεσβεύοντας, βασάνοις πικραῖς καὶ αἰκίαις παραδίδοσθαι· ἔγκλημα τούτοις εἰδωλολατρίας ἐπάγων, ὅτι ὡς θεοῖς ταύταις τὴν προσκύνησιν νέμουσι· τὸ δὲ ἱερὸν τοῦ μοναστικοῦ βίου σχῆμα τέλεον ἀπελαύνεσθαι καὶ καθυβρίζεσθαι, καὶ ἢ μεταμφιέννυσθαι τὴν στολὴν τοὺς μονάζοντας, ἢ ποικίλαις τιμωρίαις καθυποβάλλεσθαι. Ἔγνωσται οὖν ὑμῖν διὰ τούτων τὸ Ἰουδαϊκὸν φρόνημα, καὶ τὸ Χριστιανικὸν οὐκ ἠγνόηται κήρυγμα· ἐφ᾽ ὑμῖν λοιπὸν κεῖται αὐτεξουσίοις γε οὖσι, τὸ ἀγαθὸν καὶ σῶζον, ἢ τὸ φαῦλον καὶ βλάπτον ἐλέσθαι.