Library › St Nikephoros of Constantinople › Canons
Canons
St Nikephoros of Constantinople, Greek, Rallis–Potlis 4, 1854
Chapter 28
Τοὺς ἄδηλα πταίσματα ἐξομολογουμένους, τῆς μὲν κοινωνίας ἀπείργειν δεῖ τὸν δεχόμενον τὴν ἐκείνων ἐξομολόγησιν· εἰς δὲ τὴν ἐκκλησίαν αὐτοὺς εἰσέρχεσθαι μὴ κωλύειν, μηδὲ θριαμβεύειν τὰ κατ᾽ αὐτούς· ἀλλ᾽ ἐπιεικῶς τούτους νουθετεῖν, τῇ μετανοίᾳ προσανέχειν καὶ προσευχῇ· καὶ οἰκονομεῖν τὰ προσήκοντα τούτοις ἐπιτίμια, κατὰ τὴν ἑκάστου προαίρεσιν.