Library › St Nikephoros of Constantinople › Canons
Canons
St Nikephoros of Constantinople, Greek, Rallis–Potlis 4, 1854
Chapter 29
Μοιχοὶ, καὶ κτηνοβάται, καὶ ἀνδροφόνοι, καὶ οἱ τοιοῦτοι, ἐὰν οἴκοθεν τὴν ἰδίαν ἐξομολογήσωνται ἀνομίαν, ἄδηλον τοῖς πολλοῖς ἔτι τυγχάνουσαν, τῆς κοινωνίας μὲν κωλύονται, καὶ τὰ ἐπιτίμια δέχονται· εἰς τὴν ἐκκλησίαν δὲ εἰσερχόμενοι, ἵστανται μέχρι τῆς τῶν κατηχουμένων εὐχῆς. Ἐὰν δὲ δῆλα τὰ τούτων ὦσι πταίσματα, τότε λοιπὸν κατὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν ἐκπληροῦσι τὰ ἐπιτίμια.