Library › St Nikephoros of Constantinople › Canons
Canons
St Nikephoros of Constantinople, Greek, Rallis–Potlis 4, 1854
Chapter 38
Ἐὰν, γυναικὸς γεννησάσης, τὸ βρέφος κινδυνεύῃ ἀπὸ ἡμερῶν τριῶν, ἢ πέντε, τὸ μὲν βρέφος βαπτιζέσθω, ἄλλην δὲ γυναῖκα βεβαπτισμένην καὶ καθαρὰν δέον θηλάζειν αὐτό· τὴν δὲ τούτου μητέρα, ἐν ᾧ τὸ βρέφος κεῖται κοιτῶνι, μὴ εἰσιέναι, μήτε ἅπτεσθαι ὅλως αὐτοῦ, ἕως ἡμέρας τεσσαράκοντα, ἐφ᾽ ᾧ εἰς τέλος καθαρθῆναι, καὶ λαβεῖν παρὰ τοῦ ἱερέως εὐχήν.